Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 47

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Σύγκρισις βασιλικῆς Δυναστείας καὶ πλούτου καὶ ὑπεροχῆς, πρὸς μοναχὸν συζῶντα τῇ ἀληθεστάτῃ καὶ κατὰ Χριστὸν φιλοσοφία
Προηγούμενο: Πρὸς ἄπιστον πατέρα, Λόγος Δεύτερος
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 47

Πρὸς πιστὸν πατέρα – Λόγος Τρίτος

α’. Φέρε δὴ λοιπὸν καὶ τὸν πιστὸν πατέρα διδάξωμεν ὅτι τοῖς ἐνάγουσιν αὐτοῦ τὸν υἱὸν πρὸς τὸ τῷ Θεῷ δοκοῦν πολεμεῖν οὐ χρή. Καίτοι γε κινδυνεύει λοιπὸν καὶ οὗτος ἡμῖν ἐκ περιουσίας ὁ λόγος γίνεσθαι, καὶ τοὐναντίον ἐκβαίνειν, ὅπερ ἔμπροσθεν ἔλεγον. Τότε μὲν γὰρ ἔφην ὅτι με τοῦ ἀγῶνος τούτου ὁ νόμος οὐκ ἀναγκάζει πρὸς τὸν Ἕλληνα ἀποδύσασθαι, ἀλλὰ τοὺς ἔσω κρίνειν μόνον κελεύσας ὁ ἀπόστολος Παῦλος, τῆς πρὸς τοὺς ἔξωθεν μάχης ἀφῆκεν ἐλευθέρους ἡμᾶς. Νινὶ δέ, ὡς ἔοικεν, οὐδὲ τούτων ἐσμὲν ὑπεύθυνοι τῶν παλαισμάτων· εἰ γὰρ καὶ πρὸ τούτου πρὸς τὸν Χριστιανὸν ὑπὲρ τούτων διαλέγεσθαι αἰσχρὸν εἶναι ἐδόκει, πολλῷ μᾶλλον νῦν. Πῶς γὰρ οὐ καταδύσεται ὁ πιστὸς ὑπὲρ τούτων δεόμενος ὁ πιστὸς ὑπὲρ τούτων δεόμενος παραινέσεως, ὑπὲρ ὧν οὐδὲν ἂν ἡμῖν ἀνειπεῖν ὁ ἄπιστος ἔχοι; Τὶ οὖν; Σιγήσομεν διὰ τοῦτο, καὶ οὐδὲν ἐροῦμεν; Οὐδαμῶς. Εἰ γὰρ ἦν τις ὁ τὸ μέλλον ἐγγυησόμενος, καὶ καταστήσων δῆλον ἡμῖν, ὡς οὐδεὶς ἔσται λοιπὸν ὁ τὰ τοιαῦτα τολμήσων, καὶ ἡμᾶς ἔδει τὴν ἡσυχίαν ἄγειν, καὶ τοῖς παρελθοῦσι χαρίσασθαι τὸ λαθεῖν· ἐπεὶ δ’ οὐδένα τούτων ἀξιόπιστον ἔχομεν ἐγγυητήν, ἀναγκαῖα λοιπὸν ἡ τῶν λόγων παραίνεσις. Ἂν μὲν γὰρ εὕρῃ τοὺς ταύτην νοσοῦντας τὴν νόσον, ἐργάσεται τὸ αὐτῆς· ἂν δὲ μηδεὶς τῇ ἀῤῥωστίᾳ περιπέσῃ, ὅπερ εὐχόμεθα γέγονε. Καὶ γὰρ τοῖς ἰατροῖς μετὰ τὸ παρασκευάσαι τοῖς ἀῤῥωστοῦσι τὰ φάρμακα, εὐχῆς ἔργον ἐστί, μηδὲ εἰς χρείαν αὐτῶν καταστῆναι τὸν κάμνοντα· καὶ ἡμεῖς τοίνυν εὐχόμεθα μὲν μηδενὶ τῶν ἀδελφῶν τῶν ἡμετέρων χρείαν ταύτης γενέσθαι τῆς παραινέσεως· εἰ δ’ ἄρα γένοιτο, ὃ μὴ γένοιτο, ὁ δεύτερος, κατὰ τὴν παροιμίαν, αὐτοὺς οὐ διαφεύξεται πλοῦς. Διαπλαττέσθω τοίνυν καὶ ὁ πιστὸς ἡμῖν ἤδη τοιοῦτος, οἷος ὁ ἄπιστος, καὶ πάντα ἐκείνῳ προσεοικέτω, πλὴν τῆς περὶ τὸ Θεῖον δόξης, καὶ θρηνείτω ὅμοια καὶ προκυλινδείσθω τῶν ποδῶν τῶν ἁπάντων, καὶ τὴν πολιὰν προβαλλέσθω, καὶ τὸ γῆρας, καὶ τὴν ἐρημίαν, καὶ πάντα ἐκεῖνα λεγέτω, καὶ κινείτω πρὸς ὅσον βούλεται ὀργῆς τοὺς δικάζοντας· μᾶλλον δὲ καὶ πρὸς τοῦτον οὐκέτι ἡμῖν ἐπ’ ἀνθρώπων ἐστὶν ἡ δίκη· ἤκουσε γὰρ ὅσα ἐφιλοσόφησαν παρ’ ἡμῖν οἱ τοῦ θεοῦ πληρωθέντες Πνεύματος ἄνθρωποι περὶ τοῦ φρικτοῦ καὶ φοβεροῦ δικαστηρίου, τοῦ μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν. Καὶ δεῖ πρὸ τῶν ἄλλων ἁπάντων ἐκείνης αὐτὸν ἀναμνῆσαι τῆς ἡμέρας, καὶ τοῦ ποταμηδὸν ρέοντος πυρός, τῆς οὐδέποτε σβεννυμένης φλογός, τῆς ἀφανιζομένης ἀκτῖνος, τῆς κρυπτομένης σελήνης, τῶν πιπτόντων ἄστρων, τῶν ἑλισσομένων οὐρανῶν, τῶν κλονουμένων δυνάμεων, τῆς τινασσομένης πανταχόθεν καὶ ἀναβρασσομένης γῆς, τῆς φοβερᾶς καὶ ἐπαλλήλου τῶν σαλπίγγων ἠχῆς, τῶν διατρεχόντων τὴν οἰκουμένην ἀγγέλων, τῶν παρεστηκυιῶν χιλιάδων, τῶν λειτουργουσῶν μυριάδων, τῶν μετ’ αὐτοῦ τοῦ κριτοῦ παραγινομένων τῶν στρατοπέδων, τοῦ ἔμπροσθεν λάμποντος σημείου, τοῦ τιθεμένου θρόνου, τῶν ἀνοιγομένων βιβλίων, τῆς ἀπροσίτου δόξης, τῆς φοβερᾶς καὶ φρικτῆς τοῦ δικάζοντος φωνῆς, τοὺς μὲν εἰς τὸ πῦρ πέμποντος τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, τοὺς δὲ τῶν θυρῶν ἀποκλείοντος, μετὰ τὸν πολὺν τῆς παρθενίας πόνον, καὶ τῶν διακόνων αὐτοῦ τοῖς μὲν ἐπιτάττοντος τὰ ζιζάνια δῆσαι καὶ εἰς τὴν κάμινον ἐμβαλεῖν, τοῖς δὲ ἄλλους τινὰς συμποδίσαι, καὶ τὼ χεῖρε στραγγαλῶσαι, καὶ ἀπαγαγεῖν εἰς τὸ σκότος τὸ ἐξώτερον, καὶ τῷ ἀνηκέστῳ παραδοῦναι τῶν ὀδόντων βρυγμῷ καὶ τὸν μὲν ὑπὲρ ἀκολάστων ὀφθαλμῶν μόνον, τὸν δὲ ὑπὲρ ἀκαίρου γέλωτος, τὸν δὲ ὅτι τὸν πλησίον κατεδίκαζεν ἀνεξετάστως, τὸν δὲ ὅτι μόνον ἐκακηγόρησε, σφοδροτάτῃ καὶ χαλεπωτάτῃ μετιόντος κολάσει· ὅτι γὰρ καὶ τούτων κεῖται τιμωρίᾳ, αὐτοῦ τοῦ μέλλοντος ἐπάγειν τὰ βασανιστήρια ἔστιν ἀκοῦσαι λέγοντος καὶ ἀπειλοῦντος. Πρὸς τοῦτον πάντας ἡμᾶς ἐντεῦθεν ἀπελθεῖν ἀνάγκη τὸν δικαστήν, καὶ τὴν ἡμέραν ἐκείνην ἰδεῖν, καθ’ ἢν γυμνὰ καὶ τετραχηλισμένα πάντα, οὐ τὰ πράγματα λέγω, οὐδὲ τὰ ῥήματα μόνον, ἀλλὰ καὶ αὐτὰ τὰ νοήματα.

β’. Καὶ γὰρ τῶν δοκούντων νῦν, τότε φοβερᾶς ὑφέξομεν τὰς εὐθύνας· οὕτως ὁ κριτὴς μετὰ τῆς αὐτῆς ἀκριβείας τὴν τε ἡμετέραν καὶ τὴν τῶν πλησίον ἡμᾶς ἀπαιτεῖ σωτηρίαν. Διὰ τοῦτο ὁ Παῦλος πανταχοῦ παραινεῖ μὴ τὸ ἑαυτοῦ ζητεῖν, ἀλλὰ τὸ τοῦ πλησίον ἕκαστον· διὰ τοῦτο καὶ Κορινθίοις σφόδρα ἐπιτιμᾷ ὅτι μὴ προενόησαν, μηδὲ ἐπεμελήσαντο τοῦ πεπορνευκότος ἀλλ’ ὑπερεῖδον αὐτοῦ τὸ τραῦμα ἐπιτριβόμενον, καὶ Γαλάταις δὲ ἐπιστέλλων ἔλεγεν· «Ἀδελφοί, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἒν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον». Καὶ Θεσσαλονικεύσι δὲ πρὸ τούτων τὰ αὐτὰ παραινεῖ λέγων· «Ὥστε παρακαλεῖτε εἰς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε». Καὶ πάλιν· «Νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν». Ἵνα γὰρ μὴ τις λέγῃ· Τὶ μοι καὶ τῆς τῶν ἄλλων προνοίας; Ο ἀπολλύμενος ἀπολλύσθω, καὶ ὁ σωζόμενος σωζέσθω· οὐδὲν τούτων πρὸς ἐμέ, τὰ ἐμαυτοῦ σκοπεῖν ἐπιτέταγμαι· ἵνα μὴ τις ταῦτα λέγῃ, τὴν θηριώδη ταύτην καὶ ἀπάνθρωπον ἔννοιαν ἀναιρῶν, ἐπετείχισεν αὐτῇ τούτους τοὺς νόμους, πολλὰ τῶν οἰκείων κελεύων παρορᾷν, ὥστε τὰ τῶν πλησίον ἵσταν, καὶ βίου ταύτην ἀκρίβειαν πανταχοῦ εἶναι διορίζεται. Καὶ Ῥωμαίοις δὲ γράφων, πολλὴν τοῦ μέρους τούτου κελεύει ποιεῖσθαι πρόνοιαν, τοὺς ἰσχυροὺς τοῖς ἀσθενέσιν ὥσπερ πατέρας ἐφιστάς, καὶ μέριμναν ἀναπείθων τὴν σωτηρίαν αὐτῶν. Ἀλλ’ ἐνταῦθα μὲν ἐν παραινέσεως τάξει καὶ συμβουλῆς ταῦτά φησιν· ἑτέρωθι δὲ καὶ μετὰ πολλῆς τῆς σφοδρότητος τὰς τῶν ἀκουόντων κατασείει ψυχάς· τοὺς ἂρ ἀμελοῦντας τῆς τῶν ἀδελφῶν σωτηρίας, εἰς αὐτὸν ἁμαρτάνειν φησὶ τὸν Χριστόν, καὶ τοῦ θεοῦ κατασκάπτειν τὴν οἰκοδομήν. Καὶ ταῦτα οὐ παρ’ ἑαυτοῦ, ἀλλὰ παρὰ δοῦ διδασκάλου μαθὼν ἔλεγε. Καὶ γὰρ ὁ τοῦ Θεοῦ Μονογενὴς διδάξαι βουλόμενος, ὡς ἀναγκαῖον τοῦτό ἐστι τὸ ὄφλημα, καὶ τοὺς μὴ βουλομένους αὐτὸ καταθεῖναι μεγάλα ἐκδέξεται κακά, ἔλεγεν· «Ὃς ἐὰν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων, συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης». Καὶ ὁ τὸ τάλαντον δὲ προσενεγκών, οὐχ ὅτι τῶν οἰκείων τι παρεῖδε, ἀλλ’ ὅτι τῆς τῶν πλησίον σωτηρίας ἠμέλησεν, ἐκείνῃ τῇ τιμωρίᾳ κολάζεται. Ὥστε κἂν ἅπαντα ἡμῖν καλῶς ᾖ διηκριβωμένα τὰ κατὰ τὸν ἡμέτερον βίον, οὐδὲν ὄφελος ἡμῖν, ταύτης τῆς ἁμαρτίας ἱκανῆς οὔσης ὑμᾶς σιὲ τὸ τῆς γεέννης καταποντίσαι πέλαγος. Εἰ γὰρ τοὺς ἐν τοῖς σωματικοῖς μὴ βουληθέντας βοηθεῖν τῷ πλησίον οὐδεὶς ἐξειρήσεται λόγος, ἀλλὰ κἂν παρθενίαν ἠσκηκότες ὦσιν, ἔξω που ῥιφήσονται τοῦ νυμφῶνος· ὁ τὸ πολλῷ μεῖζον ἐκλελοιπὼς (πολλῷ γὰρ μεῖζον ἡ τῆς ψυχῆς προστασία) πῶς οὐκ εἰκότως ἅπαντα πείσεται τὰ δεινά; Τὸν γὰρ ἄνθρωπον οὐχ ἑαυτῷ μόνον αὐταρκεῖν κατεσκεύασεν ὁ Θεός, ἀλλὰ καὶ ἑτέροις πολλοῖς. Διὰ τοῦτο καὶ φωστῆρας ὁ Παῦλος καλεῖ τοὺς πιστούς, ἐνδεικνύμενος ὅτι καὶ ἑτέροις χρησίμους ἕναι δεῖ αὐτούς· ὁ γὰρ φωστήρ, ἕως ἂν ἑαυτὸν φωτίζῃ μόνον, οὐκ ἂν εἴη φωστήρ. Διὰ τοῦτο, καὶ Ἑλλήνων εἶναι χείρους φησὶ τοὺς τῶν πλησίον ἀμελοῦντας, οὑτωσὶ λέγων· «Εἰ δὲ τις τῶν ἰδίων, καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται, καὶ ἔστιν ἀπίστου χείρων». Τὶ γὰρ βούλει τὴν πρόνοιαν ἐνταῦθα δηλοῦσθαι; Ἆρα τὴν τῶν ἀναγκαίων χορηγίαν; Ἐγὼ μὲν γὰρ αὐτὸν οἶμαι τὴν τῆς ψυχῆς ἐπιμέλειαν λέγειν. Εἰ δὲ φιλονεικοίης, καὶ οὕτω τὸ ἐμὸν στήσεται μᾶλλον. Εἰ γὰρ περὶ σώματος ταῦτά φησι, καὶ τὸν μὴ παρέχοντα τὴν ἐφήμερον ταύτην τροφὴν τοσαύτῃ κολάσει παρέδωκε, καὶ τῶν Ἑλλήνων ἔφησεν εἶναι χείρω, ποῦ κείσεται ὁ τὸ μεῖζον καὶ ἀναγκαιότερον παρορῶν;

γ’. Φέρε οὖν συλλογισώμεθα λοιπὸν τῆς ἁμαρτίας ἡμῶν τὸ μέγεθος, καὶ κατὰ μικρὸν ἀναβαίνοντες, δείξωμεν ὅτι πάντων ἐπέκεινα τῶν ἁμαρτημάτων ἐστὶν ἡ περὶ τοὺς παῖδας ὀλιγωρία, καὶ πρὸς αὐτὴν ἥκει τῆς πονηρίας τὴν κορυφήν, Ἔστι τοίνυν πρῶτος κακίας καὶ πονηρίας βαθμὸς καὶ ὠμότητος τὸ τοὺς φίλους περιορᾷν· μᾶλλον δὲ κατωτέρω τὸν λόγον ἀγάγωμεν· τοῦτο γὰρ οὐκ οἶδ’ ὅπως μικροῦ δεῖν με παρέλαθεν, ὅτι ὁ πρότερος νόμος, ὁ τοῖς Ἰουδαίοις δοθείς, οὐδὲ τὰ ὑποζύγια τῶν ἐχθρῶν ἀφίησι παρορᾷν, οὔτε πεπτωκότα, οὔτε πλανώμενα, ἀλλὰ τὰ μὲν ὁδηγήσαι, τὰ δὲ συνδιαναστῆσαι κελεύει. Ἔστιν οὖν πρῶτος μὲν κάτωθεν ἀναβαίνων κακαῖς καὶ ὠμότητος βαθμός, τὸ τὰ τῶν ἐχθρῶν κτήνη καὶ θρέμματα κακῶς πάσχοντα παρατρέχειν· δεύτερος δὲ μετ’ ἐκεῖνον ἀνώτερος, τὸ τῶν ἐχθρῶν ἀμελεῖν· ὅσῳ γὰρ ἄνθρωπος ἀλόγου τιμιώτερος, τοσούτῳ μείζων ἐκείνης αὕτη ἡ ἁμαρτία· τρίτος δὲ μετὰ τοῦτον, τὸ τῶν ἀδελφῶν καταφρονεῖν, κἂν ἀγνῶτες ὄντες τυγχάνωσι· τέταρτος, τὸ τοὺς οἰκείους περιορᾷν· πέμπτος, ὅταν μὴ σώματος αὐτοῖς μόνον, ἀλλὰ καὶ τῆς ψυχῆς ἀπολλυμένης καταφρονῶμεν· ἕκτος, ὅταν μὴ τῶν οἰκείων, ἀλλὰ καὶ τῶν παίδων ἡμῖν διαφθειρομένων ὀλιγωρῶμεν· ἕβδομος, ὅταν μηδὲ ἑτέρους τοὺς ἐπιμελομένους ζητῶμεν· ὄγδοος, ὅταν καὶ ἀφ’ ἑαυτῶν τοῦτο βουλομένους ποιεῖν κωλύωμεν καὶ ἀπείργωμεν· ἔννατος, ὅταν μὴ κωλύωμεν μόνον, ἀλλὰ καὶ πολεμῶμεν. Ὥστε εἰ τῷ πρώτῳ καὶ τῷ δευτέρῳ καὶ τῷ τρίτῳ τῆς κακίας ταύτης βαθμῷ τοσαύτη κόλασις ἕπεται, τῷ πάντας ἀναβεβηκότι τούτους, τούτῳ δὴ τῷ ὑμετέρῳ, πόσον ἕψεται πῦρ ἐννάτω μετ’ ἐκεῖνον τυγχάνοντι; Μᾶλλον δὲ οὐκ ἔννατον μόνον, οὐδὲ δέκατον, ἀλλὰ καὶ ἑνδέκατον οὐκ ἂν τις ἁμάρτοι τοῦτον προσειπών. Τὶ δήποτε; Ὅτι οὐ τῇ φύσει πολλῷ μεῖζον τὸ ἁμάρτημα τῶν προηριθμημένων ἐστὶ μόνον, ἀλλὰ καὶ ἀπὸ τοῦ χρόνου χαλεπώτερον. Τὶ δὲ τοῦτό ἐστι τὸ ἀπὸ τοῦ χρόνου; Ὅτι τὰ αὐτὰ ἁμαρτάνουσιν ἡμῖν νῦν τοῖς ἐν τῷ νόμῳ οὐ τὰ αὐτὰ κείσεται βασανιστήρια, ἀλλὰ πολλῷ χαλεπωτέρα, ὅσῳ καὶ μείζονος ἀπηλαύσαμεν δωρεᾶς, καὶ τελειοτέρας διδασκαλίας μετέσχομεν, καὶ πλείονι τετιμήμεθα τιμῇ. Ὅταν οὖν καὶ τῇ φύσει, καὶ τῷ χρόνῳ σφοδρὸν οὕτω τὸ ἁμάρτημα γίνεται τοῦτο, ἐννόησον ὅσην οἴσει τὴν φλόγα ἐπὶ τὴν τῶν τολμώντων αὐτὸ κεφαλήν. Καὶ ὅτι οὐχ ἁπλῶς ταῦτα συλλογίζομαι, καὶ ἀπ’ αὐτοῦ τοῦ πράγματος ἐπιδείξω τοῦτο συμβάν, ἴν’ εἰδῆτε ὅτι, κἂν τὰ ἡμέτερα ἡμῖν ἀπάντα ᾗ διῳκημένα, τῆς γοῦν τῶν παίδων ἀμελοῦντες σωτηρίας, τὴν ἐσχάτην τίσομεν δίκην. Ἐρῶ δὲ ὑμῖν τινα λόγον οὐκ ἐμόν, ἀλλ’ ἐν ταῖς θείαις κείμενον Γραφαῖς· Ἱερεὺς τις ἦν παρὰ τοῖς Ἰουδαίοις, μέτριος ἄνθρωπος καὶ ἐπιεικής, Ἠλεὶ τούτῳ ὄνομα ἦν. Οὗτος ὁ Ἠλεὶ γίνεται δύο παίδων πατήρ· καὶ ὁρῶν αὐτοὺς ἐπὶ κακίαν βαδίζοντας οὐ κατεῖχεν οὐδὲ ἐκώλυε· μᾶλλον δὲ κατεῖχε μὲν καὶ ἐκώλυε, οὐ μετὰ πάσης δὲ τοῦτο ἐποίει σπουδῆς. Τὰ ἐγκλήματα δὲ τῶν παίδων τούτων ἦν πορνεία τε καὶ γαστριμαργία. Ἤσθιον γάρ, φησί, πρὸ τοῦ καθαγιασθῆναι τὰ κρέα τὰ ἱερὰ καὶ τὴν θυσίαν ἀνενεχθῆναι τῷ Θεῷ. Ταῦτα δὲ ἀκούων ὁ πατήρ, τιμωρίαν μὲν οὐκ ἐπέθηκε, λόγῳ δὲ καὶ παραινέσει ἐπειρᾶτο τῆς πονηρίας ταύτης ἀπάγειν αὐτούς, καὶ τοιαῦτα συνεχῶς πρὸς αὐτοὺς ἔλεγε ῥήματα. «Μὴ τέκνα, μὴ ποιεῖτε οὕτως, ὅτι οὐκ ἀγαθὴ ἡ ἀκοῇ, ἣν ἐγὼ ἀκούω περὶ ὑμῶν τοῦ ποιεῖν τὸν λαὸν μὴ λατρεύειν τῷ Κυρίῳ. Ἐὰν ἁμαρτὼν ἁμάρτῃ ἀνὴρ εἰς ἄνδρα, προσεύξονται περὶ αὐτοῦ πρὸς Κύριον· ἐὰν δὲ τῷ Κυρίῳ ἁμάρτῃ ἄνθρωπος, τις προσεύξεται περὶ αὐτοῦ»; Καίτοι πολλὴ ἡ τῶν ῥημάτων βαρύτης, καὶ ἡ ἐντροπή, καὶ τὸν νοῦν ἔχοντα ἱκανὴ ἀνακτήσασθαι· τότε γὰρ ἁμάρτημα ἐπῆρε, καὶ φοβερὸν ἔδειξε, τὴν τε ἐπικειμένην δίκην ἀφόρητον ἀπέφηνε καὶ φρικτήν· ἀλλ’ ὅμως ἐπειδὴ μὴ πᾶν ὅσον ἐχρῆν ἐπεδείξατο, καὶ αὐτὸς μετ’ ἐκείνων ἀπώλετο. Καὶ γὰρ ἀπειλὰς προσθεῖναι ἐχρῆν, καὶ ἐξ ὄψεως ποιῆσαι τῆς ἑαυτοῦ, καὶ μάστιγας ἐπιθεῖναι, καὶ βαρύτερον πολλῷ γενέσθαι καὶ χαλεπώτερον. Ἐπειδὴ οὖν τούτων οὐδὲν ἐποίησεν, ἑαυτῷ τε κἀκείνοις ἐξεπολέμωσε τὸν Θεόν, καὶ φεισάμενος αὐτοῦ τῶν παίδων ἀκαίρως, μετὰ τῶν παίδων καὶ τὴν ἑαυτοῦ προσαπώλεσε σωτηρίαν. Ἄκουσον γοῦν τὶ φησι πρὸς αὐτὸν ὁ Θεός, μᾶλλον δὲ πρὸς αὐτὸν μὲν οὐκέτι· οὐδὲ γὰρ ἀποκρίσεως αὐτὸν ἄξιον ἔκρινεν εἶναι λοιπόν, ἀλλ’ ὥσπερ τινὰ οἰκέτην τὰ μέγιστα προσκεκρουκότα, δι’ ἑτέρου ποιεῖ μαθεῖν τὰ καταληψόμενα αὐτὸν κακά· τοσαύτη ἦν ἡ τοῦ Θεοῦ τότε ὀργή. Ἄκουσον γοῦν τὶ φησι πρὸς τὸν ἐκείνου μαθητὴν περὶ τοῦ διδασκάλου· καὶ γὰρ καὶ τῷ μαθητῇ, καὶ ἑτέρῳ προφήτῃ, καὶ πᾶσιν ὑπὲρ τῶν ἐκείνου μᾶλλον διελέγετο κακῶν, ἢ ἐκείνῳ· οὕτως αὐτὸν εἰς τέλος ἀπέστραπτο. Τὶ δὴ οὖν φησι τῷ Σαμουήλ; Ἔγνω ὅτι κακολογοῦντες Θεὸν οἱ υἱοὶ αὐτοῦ, καὶ οὐκ ἐνουθέτει αὐτούς· καὶ οὐχ οὕτως, καὶ μὴν ἐνουθέτησεν, ἀλλ’ οὐδὲ νουθεσίαν εἶναι τοῦτό φησὶν ὁ Θεός; Οὕτως αὐτῆς κατέγνω, ἐπειδὴ τὸ σφοδρὸν οὐκ εἶχε καὶ ἐπιτεταμένον. Ὥστε κἂν προνοῶμεν τῶν παίδων, μὴ τοσοῦτον δὲ ὅσον χρή, οὐδὲ πρόνοια τοῦτό ἐστιν, ὥσπερ οὖν οὐδ’ ἡ Ἠλεὶ νουθεσία. Εἰπὼν δὲ τὸ ἔγκλημα, καὶ τὴν κόλασιν ἐπάγει μετὰ πολλῆς τῆς ὀργῆς· «Ὤμοσα γάρ, φησί, τῷ οἴκῳ Ἠλεί, εἰ ἐξιλάσεται ἡ ἁμαρτία τῷ οἴκῳ Ἠλεὶ ἢ ἐν θυμιάματι, ἢ ἐν θυσίαις ἕως τοῦ αἰῶνος». Εἶδες ἀγανάκτησιν ἐπιτεταμένην, καὶ ἀσύγγνωστον κόλασιν; Πάντως αὐτόν, φησίν, ἀπολέσθαι χρὴ καὶ οὐκ αὐτὸν μόνον οὐδὲ τοὺς παῖδας, ἀλλὰ καὶ τὴν οἰκίαν ἅπασαν μετ’ ἐκείνου, καὶ οὐδὲν ἔσται φάρμακον, ὃ τὴν πληγὴν ταύτην ἰάσεται· καίτοι πλὴν τῆς εἰς τοὺς παῖδας ῥᾳθυμίας, οὐδὲν ἕτερον εἶχεν ἐγκαλεῖν ὁ Θεὸς τῷ πρεσβύτη τότε ἐκείνῳ, ἀλλ’ ἦν ἅπαντα τὰ ἄλλα θαυμαστόν, καὶ τὴν φιλοσοφίαν αὐτοῦ πᾶσαν οὐκ ἐκ τῶν ἄλλων μόνον, ἀλλὰ καὶ ἀπ’ αὐτῶν τῶν κατὰ τὴν συμφορὰν ταύτην ἐπισυμβάντων ἔστιν ἰδεῖν. Πρῶτον μὲν γάρ, ἐπειδὴ ταῦτα πάντα ἤκουσε, καὶ πρὸς ἔσχατον τιμωρίας ἥκοντα εἶδεν ἑαυτόν, οὐκ ἀπεδυσπέτησεν, οὐκ ἐδυσχέρανεν, οὐκ εἶπέ τι τοιοῦτον, οἷον εἰκὸς τοὺς πολλούς· Μὴ γὰρ ἐγὼ τῆς ἑτέρων κύριός εἰμι γνώμης; Τῶν οἰκείων ἁμαρτημάτων ὀφείλω δίκας· οἱ παῖδες δὲ ἡλικίαν ἔχουσι, καὶ αὐτοὶ ἂν εἶεν δίκαιοι κολάζεσθαι μόνον. Τούτων οὐδὲν οὔτε εἶπεν οὔτε ἐνενόησεν· ἀλλ’ ὥσπερ οἰκέτης εὐγνώμων, καὶ ἒν μόνον εἰδὼς τὰ παρὰ τοῦ Δεσπότου εὐκόλως φέρειν, κἂν λυπηρὰ ὄντα τύχῃ, τουω τὰ πολλῆς γέμοντα φιλοσοφίας ἐφθέγγετο ῥήματα· «Κύριος γάρ, φησίν, αὐτὸς τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ ποιήσει». Καὶ οὐκ ἐντεῦθεν μόνον, ἀλλὰ καὶ ἑτέρωθεν ἔστιν αὐτοῦ τὴν ἀρετὴν κατιδεῖν. Πολέμου γὰρ καταλαβόντος τοὺς Ἰουδαίους, ἐπειδὴ τις ἐλθὼν ἀπήγγειλε τὰς ἐν τῷ πολέμῳ συμφορὰς καὶ πῶς οἱ παῖδες αὐτοῦ κατεκόπησαν αἰσχρῶς καὶ ἐλεεινῶς ἐν τῇ μάχῃ, ταῦτα μὲν οὖν ἀκούων ἡσύχαζεν ὡς δὲ προσέθηκεν ἐκεῖνος τῇ σφαγὴ ταύτῃ τῆς κιβωτοῦ τὴν ἁρπαγὴν τὴν ὑπὸ τῶν πολεμίων γενομένην, τότε δὴ σκοτωθεὶς ὑπὸ τῆς ἀθυμίας ὁ γέρων ἔπεσεν ἀπὸ τοῦ δίφρου εἰς τὰ ὀπίσω ἐχόμενα τῆς πύλης, καὶ συνετρίβη ὁ νῶτος αὐτοῦ, ὅτι πρεσβύτης ἦν καὶ βαρὺς καὶ ἔνδοξος, καὶ αὐτὸς ἔκρινε τὸν Ἰσραὴλ εἴκοσιν ἔτη. Εἰ δὲ τὸν ἱερέα, τὸν πρεσβύτην, τὸν ἔνδοξον, τὸν εἴκοσιν ἔτη προστάντα ἀλήπτως τοῦ τῶν Ἑβραίων γένους, τὸν ἐν χρόνοις πολιτευόμενον νοῦ πολλὴν ἀπαιτοῦσιν ἀκρίβειαν, οὐδὲν τούτων ἴσχυσε παραιτήσασθαι, ἀλλ’ ἐπειδὴ τῶν παίδων οὐκ ἐπεμελήθη μετὰ ἀκριβείας, σφόδρα καὶ ἐλεεινῶς ἀπώλετο, καὶ τῆς ὀλιγωρίας ταύτης ἡ ἁμαρτία, καθάπερ κῦμα ἄγριον καὶ μέγα, πάντα ὑπερέσχεν ἐκεῖνα, καὶ τὰ κατορθώματα ἔκρυψεν ἅπαντα· τὶς ἡμᾶς λήψεται δίκη τοὺς ἐν χρόνοις γενομένους πολλῷ μείζονα ἀπαιτοῦσι φιλοσοφίαν, καὶ τῆς ἀρετῆς ἀποδέοντας τῆς ἐκείνου, καὶ τῶν παίδων οὐ μόνον οὐ προϊσταμένους, ἀλλὰ καὶ τοῖς βουλομένοις τοῦτο ποιεῖν ἐπιβουλεύοντας καὶ πολεμοῦντας, καὶ βαρβάρου παντὸς χαλεπώτερον περὶ τὰ ἔκγονα διακειμένους; Ἡ μὲν γὰρ ἐκείνων ὠμότης μέχρι δουλείας καὶ ἀναστατώσεως καὶ ἀνδραποδισμοῦ τῆς πατρίδος καὶ τῶν τοῦ σώματος ἕστηκε κακῶν, ὑμεῖς δὲ αὐτὴν καταδουλοῦτε τὴν ψυχήν, καὶ καθάπερ τινὰ αἰχμάλωτον δήσαντες, οὕτω δαίμοσι πονηροῖς καὶ ἀγριοῖς καὶ τοῖς ἐκείνων παραδίδοτε πάθεσιν. Ὅταν γὰρ μήτε αὐτοὶ παραινῆτέ τι πνευματικόν, μήτε ἑτέρους βουλομένους τοῦτο ποιεῖν ἀφίητε, οὐδὲν ἕτερον ἢ τοῦτο ἐργάζεσθε. Καὶ μὴ μοι λεγέτω τις ὅτι πολλοὶ μειζόνως τοῦ Ἠλεὶ τῶν οἰκείων ἀμελήσαντες παίδων οὐδὲν ἔπαθον οἷον ὁ Ἠλεὶ ἔπαθον μὲν γὰρ καὶ πολλοὶ πολλάκις καὶ χαλεπώτερα τούτων, καὶ διὰ ταύτην τὴν ἁμαρτίαν. Πόθεν γὰρ ἄωροι θάνατοι; Πόθεν νόσοι χαλεπαὶ καὶ συνεχεῖς, καὶ ἡμῖν καὶ τοῖς παισὶν αὐτοῖς; Πόθεν ζημίαι, πόθεν περιστάσεις, πόθεν ἐπήρειαι, πόθεν τὰ μυρία κακά; Οὐκ ἐκ τοῦ μοχθηροὺς ὄντας τοὺς παῖδας περιορᾷν; Καὶ ὅτι οὐ στοχασμὸς τοῦτό ἐστιν, ἱκανὰ μὲν καὶ τὰ τοῦ πρεσβύτου πιστώσασθαι πάθη· ἐγὼ δὲ ὑμῖν καὶ λόγον ὑπὲρ τούτων ἐρῶ σοφοῦ τίνος ἀνδρὸς τῶν παρ’ ἡμῖν· περὶ γὰρ παίδων οὗτος διαλεγόμενος οὕτω πῶς φησι· «Μὴ εὐφραίνου ἐπὶ υἱοῖς ἀσεβέσιν· εἰ μὴ ἔστι φόβος μετ’ αὐτῶν Θεοῦ, μὴ ἐμπιστεύσῃς τῇ ζωῇ αὐτῶν». Στενάξεις γὰρ πένθει ἀώρω, καὶ ἐξάπινα αὐτῶν συντέλειαν γνώσῃ. Πολλοὶ μὲν οὖν, ὅπερ ἔφην, πολλὰ τοιαῦτα πεπόνθασιν· εἰ δὲ τινες καὶ διέφυγον, ἀλλ’ οὐκ εἰς τέλος ἐκφεύξονται, ἀλλ’ ἐπὶ κακῷ τῆς ἑαυτῶν κεφαλῆς· πικροτέραν γὰρ ἀπελθόντες ἐκεῖ δώσουσι δίκην. Τίνος γὰρ ἕνεκεν, φησίν, οὐκ, ἐνταῦθα πάντες κολάζονται; Ὅτι ὤρισεν ἡμέραν ὁ Θεός, ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην· αὕτη δὲ οὔπω πάρεστιν ἡ ἡμέρα. Καὶ ἄλλως δὲ τοῦτο εἰ ἐγίνετο, προανάλωτο ἂν καὶ προανήρπαστο ἡμῶν ἅπαν τὸ γένος. Ἀλλ’ ἵνα μήτε τοῦτο συμβῇ, μήτε ῥᾳθυμότεροι πολλοὶ γίγνωνται τῇ μελλήσει τῆς κρίσεως, λαμβάνων τινὰς ὑπευθύνους ἁμαρτήμασιν ὁ Θεός, καὶ κολάζων ἐνταῦθα, διδάσκει τοὺς λοιποὺς δι’ ἐκείνων, τὰ μέτρα τῶν κειμένων αὐτοῖς τιμωριῶν, ἵνα ἐπιστῶνται ὅτι κἂν ἐνταῦθα μὴ δῶσι δίκην, ἀπελθόντες ἐκεῖ δώσουσι πάντως χαλεπωτέραν. Μὴ γάρ, ἐπειδὴ προφήτην οὐ πέμπει νῦν οὐδὲ προαγορεύει τὴν τιμωρίαν, καθάπερ ἐπὶ τοῦ Ἠλεί, διὰ ταῦτα ἀναισθητῶμεν· οὐ γὰρ ἐστι προφητῶν καιρός, μᾶλλον δὲ πέμπει καὶ νῦν. Πόθεν δὲ ἡμῖν τοῦτο δῆλον; «Ἔχουσι, φησί, Μωσέα καὶ τοὺς προφήτας». Τὰ γὰρ πρὸς ἐκείνους εἰρημένα οὐχ ἧττον καὶ πρὸς ἡμᾶς εἴρηται, καὶ οὐχὶ τῷ Ἠλεὶ μόνον, ἀλλὰ καὶ πᾶσι τοῖς τὰ αὐτὰ ἁμαρτάνουσιν ἐκείνῳ δι’ ἐκείνου καὶ τῶν ἐκείνου διαλέγεται παθῶν. Οὐδὲ γὰρ ἐστι προσωπολήπτης ὁ Θεός, οὐδὲ ὁ τὸν ἐλάττονα ἁμαρτάνοντα οὕτω πανέστιον ἀνατρέψας, τοὺς χαλεπωτέρα πεπλημμεληκότας ἀτιμωρήτους ἀφίησι.

δ’. Καὶ γὰρ οὐδὲ τοῦτο ἔστιν εἰπεῖν, ὅτι οὐ πολὺς αὐτῷ τοῦ πράγματος ὁ λόγος· πολλὴν γὰρ ὑπὲρ τῆς τῶν παίδων ἀνατροφῆς ποιεῖται σπουδήν. Ἐπιθυμίαν τε γὰρ τοσαύτην τῇ φύσει διὰ τοῦτο ἐνέσπειρεν, ἵνα ὥσπερ εἰς ἀνάγκην τινὰ ἄφυκτον τῆς περὶ τὰ τεχθέντα προνοίας καταστήσῃ τοὺς φυτευσαμένους αὐτά· νόμους τε εἰσήνεγκεν ὕστερον ὑπὲρ τῆς τούτων ἐπιμελείας διαλεγόμενος ἡμῖν. Καὶ ἑορτὰς δὲ τιθείς, κελεύει τὰ παιδία αὐτῶν διδάσκειν τὴν ὑπόθεσιν. Περὶ γὰρ τοῦ Πάσχα διαλεχθεὶς ἐπήγαγε· «Καὶ ἀπαγγελεῖς τῷ υἱῷ σου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων· Διὰ τοῦτο ἐποίησεν ὁ Θεὸς μοι, ὡς ἐξεπορευόμην ἐξ Αἰγύπτου». Καὶ ἐπὶ τοῦ νόμου δὲ τὸ αὐτὸ τοῦτο ποιεῖ· περὶ γὰρ τῶν πρωτοτόκων εἰπὼν προστίθησι πάλιν· «Ἐὰν δὲ ἐρωτήσῃ σὲ υἱὸς σου μετὰ ταῦτα λέγων· Τὶ τοῦτο»; Ἐρεῖς πρὸς αὐτόν, ὅτι Ἐν χειρὶ κραταιᾷ ἐξήγαγεν ἡμᾶς Κύριος ἐξ Αἰγύπτου ἐξ οἴκου δουλείας. Ἡνίκα δὲ ἐσκλήρυνε Φαραὼ ἐξαποστεῖλαι ἡμᾶς, ἀπέκτεινε πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτου ἀπὸ πρωτοτόκων ἀνθρώπων ἕως πρωτοτόκων κτηνῶν. Διὰ τοῦτο ἐγὼ θύω Κυρίῳ πᾶν διανοῖγον μήτραν ἀρσενικὸν διὰ πάντων εἰς θεογνωσίαν κελεύων ἄγειν αὐτούς. Καὶ αὐτοῖς δὲ τοῖς παιδίοις πολλὰ περὶ τῶν γεγεννηκότων αὐτοὺς διατάττεται, τοὺς μὲν εὐνοϊκῶς διακειμένους τιμῶν, κολάζων δὲ τοὺς ἀγνώμονας, καὶ ταύτῃ πάλιν αὐτοὺς ποθεινοτέρους τοῖς φυτευσαμένοις ποιῶν. Ὅταν γὰρ τινος ποιήσῃ τις ἡμᾶς κυρίους, μεγίστην ἡμῖν ἀνάγκην τῆς ὑπὲρ αὐτοῦ προνοίας ἐπιτίθησι τὴν τιμήν· καὶ γὰρ εἰ μηδὲν ἕτερον. Τοῦτο γοῦν ἡμᾶς δυσωπήσαι ἱκανόν, τὸ πάντα τὰ ἐκείνου ἐν ταῖς ἡμετέραις κεῖσθαι χερσί, καὶ οὐκ ἀνασχοίμεθα προδοῦναι ταχέως τὸν οὕτως ἐμπιστευθέντα ἡμῖν· ὅταν δὲ μετὰ τοῦτο καὶ συνοργίζηται καὶ ἀγανακτῇ πλέον τῶν ὑβρισμένων αὐτῶν, καὶ χαλεπὸς γίνηται τιμωρός, καὶ ταύτῃ πολὺ πλέον ἐφέλκεται· ὅπερ οὖν ἐποίησε καὶ ὁ Θεός. Πρὸς τούτοις καὶ τὸν ἀπὸ τῆς φύσεως τρίτον ἐπήγαγε δεσμόν, εἰ δὲ βούλει, πρῶτον. Καὶ ἵνα μὲν τῶν προσταγμάτων αὐτοῦ μὴ καταφρονῶσιν οἱ πατέρες, κελευόμενοι τρέφειν τοὺς παῖδας, τὴν ἀπὸ τῆς φύσεως ἐπέθηκεν ἀνάγκην. Ἵνα δὲ μὴ ποτε ταῖς τῶν παίδων ὕβρεσιν ἀσθενέστερα γενομένη αὕτη διαῤῥήγνυται, τὴν τε παρ’ αὐτοῦ καὶ τὴν παρ’ αὐτῶν τῶν γεννησαμένων ἀπετείχισε τιμωρίαν, καὶ τούτους μετὰ ἀκριβείας ὑποτάσσων πολλῆς, κἀκείνων ταύτῃ διεγείρων τὸν πόθον. Οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ ἑτέρῳ τετάρτῳ τρόπῳ σφοδρῶς ὑμᾶς καὶ μετὰ ἀκριβείας αὐτοῖς συνέδησεν. Οὐ γὰρ τοὺς παῖδας μόνον κακοὺς μὲν ὄντας περὶ τοῦ γεγεννηκότας κολάζει, γινομένους δὲ ἀγαθοὺς ἀποδέχεται, ἀλλὰ καὶ ἐπὶ τῶν πατέρων τὸ αὐτὸ δὴ τοῦτο ποιεῖ, κολάζων μὲν πικρῶς τοὺς ἀμελοῦντας αὐτῶν, τιμῶν δὲ καὶ ἐπαίνων τοὺς ἐπιμελουμένους. Καὶ γὰρ τὸν πρεσβύτην τοῦτον, καίτοι τἄλλα ὄντα λαμπρόν, ἀπὸ ταύτης τῆς ὀλιγωρίας ἐτιμωρήσατο μόνης, καὶ τὸν πατριάρχην δὲ τῶν ἄλλων οὐχ ἧττον ἀπὸ ταύτης ἐτίμησε τῆς προνοίας· λέγων γὰρ τὰς πολλὰς καὶ μεγάλας δωρεᾶς ἐκείνας, ἃς ὑπέσχετο δώσειν αὐτῷ, καὶ τὴν αἰτίαν τιθείς, ταύτην ἐτίθει· «ᾔδειν γάρ, φησίν, ὅτι συντάξει Ἁβραὰμ τοῖς υἱοῖς αὐτοῦ, καὶ τῷ οἴκῳ αὐτοῦ μετ’ αὐτόν, καὶ φυλάξουσι τὰς ὁδοὺς Κυρίου τοῦ Θεοῦ, ποιεῖν δικαιοσύνην καὶ κρίσιν». Ταῦτα δὲ μοι εἴρηται νῦν, ἵνα μάθωμεν ὅτι οὐκ οἴσει πράως ὁ Θεὸς ἀμελουμένων τῶν οὕτω περισπουδάστων αὐτῷ. Οὐδὲ γὰρ ἐστι τοῦ αὐτοῦ τοσαῦτα μὲν ὑπὲρ τῆς τούτων πραγματεύεσθαι σωτηρίας, καταφρονουμένων δὲ αὐτῶν τούτων παρορᾷν. Οὐ τοίνυν περιόψεται, ἀλλὰ καὶ ἀγανακτήσει, καὶ ὀργιεῖται σφοδρῶς, καθάπερ ἀποδέδεικται διὰ τῶν πραγμάτων αὐτῶν. Διὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος παραινεῖ συνεχῶς λέγων· «Οἱ πατέρες, ἐκτρέφετε τὰ τέκνα ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου». Εἰ γὰρ ἡμεῖς ἀγρυπνεῖν ὑπὲρ τῶν ψυχῶν αὐτῶν κελευόμεθα ὡς λόγον ἀποδώσοντες, πολλῷ μᾶλλον ὁ πατὴρ ὁ γεννησάμενος, ὁ θρεψάμενος, ὁ συνοικοῦντα ἔχων διαπαντός. Ὥσπερ γὰρ ἐπὶ τῶν οἰκείων ἁμαρτημάτων οὐκ ἔχει καταφυγεῖν εἰς ἀπολογίαν καὶ συγγνώμην, οὕτως οὐδὲ ὑπὲρ τῶν τοῖς παισὶν ἁμαρτανομένων. Καὶ τοῦτο πάλιν ὁ μακάριος Παῦλος κατέστησε φανερόν. Νομοθετῶν γὰρ ὅποιους τινὰς εἶναι χρὴ τοὺς ἐπὶ τὴν τῶν ἄλλων ἐρχομένους ἀρχήν, μετὰ τῶν ἄλλων ἁπάντων τῶν ἀναγκαίως αὐτοῖς ὀφειλόντων προσεῖναι, καὶ τὴν τῶν παίδων ἐπιμέλειαν ἀπαιτεῖ, ὡς οὐκ οὔσης ἡμῖν συγγνώμης διαστραφέντων ἐκείνων· καὶ μάλα εἰκότως. Εἰ μὲ γὰρ ἐκ φύσεως ἡ κακία τοῖς ἀνθρώποις προσῆν, εἰκότως ἂν τις πρὸς ἀπολογίαν κατέφυγεν· ἐπειδὴ δὲ ἐκ προαιρέσεως καὶ φαῦλοι γινόμεθα καὶ σπουδαῖοι, τίνα ἂν λόγον ἔχοι εὐπρόσωπον εἰπεῖν ὁ τὸν μάλιστα πάντων ποθούμενον διαστραφῆναι καὶ γενέσθαι πονηρὸν ἀφιείς; Ὅτι οὐκ ἐβούλετο ποιῆσαι χρηστόν; Ἀλλ’ οὐδεὶς ἂν τοῦτο εἴποι πατήρ· ἡ γὰρ φύσις ἐφέστηκε πρὸς τοῦτο αὐτὸν διεγείρουσα συνεχῶς. Ἀλλ’ οὐκ ἠδύνατο; Ἀλλ’ οὐδὲ τοῦτο· καὶ γὰρ τὸ ἁπαλὸν ὄντα ἔτι λαβεῖν, καὶ τὸ πρῶτον, καὶ μόνον τὴν ἐξουσίαν ἐγχειρισθῆναι τὴν ἐκείνου, καὶ τὸ διαπαντὸς ἔχειν ἔνδον, ῥᾳδίαν αὐτῷ καὶ σφόδρα εὔκολον ποιεῖ τὴν προστασίαν. Ὥστε οὐδαμόθεν τὴν διαστροφὴν γίνεσθαι τῶν παίδων, ἀλλ’ ἐκ τῆς περὶ τὰ βιωτικὰ μανίας· τὸ γὰρ πρὸς ἐκεῖνα μόνον ἀποβλέπειν, καὶ μηδὲν τούτων ἐθέλειν προτιμᾷν, καὶ τῶν παίδων μετὰ τῆς αὐτῶν ψυχῆς ἀναγκάζονται ἀμελεῖν. Τούτους ἐγὼ τοὺς πατέρας (καὶ μὴ τις θυμοῦ τὸ λεγόμενον εἶναι νομιζέτω) καὶ αὐτῶν τῶν παιδοκτόνων χείρους εἶναι φαίην ἄν. Ἐκεῖνοι μὲν γὰρ τὸ σῶμα τῆς ψυχῆς διιστῶσιν, οὗτοι δὲ ταύτην μετ’ ἐκείνου φέροντες εἰς τὴν τῆς γεέννης ἐμβάλλουσι πυράν· κἀκεῖνον μὲν ἀνάγκη τὸν θάνατον καὶ παρὰ τῆς φύσεως δέξασθαι πάντως, τοῦτον δὲ ἐνῆν καὶ διαφυγεῖν, εἰ μὴ ἡ τῶν πατέρων αὐτὸν ἐπήγαγε ῥαθυμίᾳ. Πρὸς τούτοις, τὴν μὲν τοῦ σώματος τελευτὴν ἀνάστασις ἐπελθοῦσα ταχέως ἀφανίσαι δυνήσεται· τὴν δὲ τῆς ψυχῆς ἀπώλειαν οὐδὲν ἔτι παραμυθήσεται· οὐ γὰρ σωτηρία αὐτὴν διαδέχεται λοιπόν, ἀλλ’ ἀθάνατα ἀνάγκη κολάζεσθαι. Ὥστε οὐκ ἀπεικότως τῶν παιδοκτόνων τοὺς τοιούτους πατέρας χείρους ἂν εἴποιμεν εἶναι. Οὐδὲ γὰρ ἐστιν οὕτω δεινὸν ἀκονῆσαι ξίφος, καὶ δεξιὰν ὁπλίσαι, καὶ εἰς αὐτὸν τοῦ παιδὸς βαπτίσαι τὸν λαιμόν, ὡς τὸ ψυχὴν ἀπολέσαι καὶ διαφθεῖραι· ταύτης γὰρ ἡμῖν ἴσον οὐδέν.

ε’. Τὶ οὖν; Πόλιν οἰκοῦντα, καὶ οἰκίαν καὶ γυναῖκα ἔχοντα οὐκ ἑνὶ σωθῆναι, φησί; Μάλιστα μὲν οὐχ εἷς σωτηρίας τρόπος, ἀλλὰ πολλοὶ καὶ διάφοροι. Καὶ τοῦτο λέγει μὲν ἀορίστως ὁ Χριστός, πολλὰς εἶναι μονὰς ἀποφαινόμενος παρὰ τῷ Πατρί· λέγει δὲ μετὰ διορισμοῦ τινος ὁ Παῦλος, οὕτω γράφων· «Ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέρος διαφέρειν ἐν δόξῃ». Ὁ δὲ λέγει, τοιοῦτόν ἐστιν· οἱ μὲν ὡς ἥλιος λάμψουσιν, οἱ δὲ ὡς σελήνη, οἱ δὲ ὡς ἀστέρες. Καὶ οὐδὲ ἐνταῦθα ἔστη τῆς διαφορᾶς, ἀλλὰ καὶ ἐν αὐτοῖς τούτοις πολλὴν δείκνυσιν εἶναι τὴν διαλλαγήν, καὶ τοσαύτην, ὅσην ἐν ἀριθμῷ τοσούτῳ συμβαίνειν εἰκός. «Ἀστὴρ γάρ, φησίν, ἀστέρος διαφέρει ἐν δόξῃ». Ἐννόησον τοίνυν ἀπὸ τοῦ ἡλιακοῦ μεγέθους πρὸς τὸν ἔσχατον πάντων ἀστέρα ὁδεύων, πόσους ἀξιωμάτων βαθμοὺς καταβαίνειν εἰκός. Πῶς οὖν οὐκ ἄτοπον, εἰ μὲν εἰς βασιλεία τὸν υἱὸν ἦγες, ἅπαντα ποιεῖν τε καὶ πάσχειν, κἀκεῖνον ἀναπείθων ὁμοίως, ὥστε αὐτὸν ἐγγὺς ποιῆσαι τοῦ βασιλέως, καὶ μηδὲν ὅλως ὑπολογίζεσθαι, μὴ δαπάνην, μὴ κίνδυνον, μὴ θάνατον αὐτόν· περὶ δὲ τῆς ἐν τοῖς οὐρανοῖς στρατείας προκειμένης ἡμῖν τῆς σκέψεως, μὴ ἀλγεῖν, εἰ τὸν ἔσχατον λάβοι τόπον, καὶ πάντων ὕστατος γένοιτο; Πλὴν ἀλλ’ εἰ δοκεῖ, καὶ αὐτὸ τοῦτο ἴδωμεν, εἰ δυνατὸν τὸν ἐν μέσῳ στρεφόμενον ταύτην γοῦν τὴν λῆξιν λαβεῖν. Ὁ μὲν γὰρ μακάριος Παῦλος ἀπεφήνατο ἐν βραχεῖ περὶ τούτου, καὶ τοὺς τὰς γυναῖκας ἔχοντας οὐκ ἔφησεν ἄλλως δύνασθαι σώζεσθαι, πλὴν εἰ μὴ οὕτως αὐτὰς ἔχοιεν ὡς οὐκ ἔχοντες, καὶ τῷ κόσμῳ μὴ παραχρῷντο. Ἡμεῖς δὲ αὐτό, εἰ βούλει, καὶ τῷ λόγῳ ἐπέλθωμεν. Ἔχεις οὖν εἰπεῖν, ὅτι ἢ σοῦ συμβουλεύοντος ἤκουσεν ὁ υἱός, ἢ ἀφ’ ἑαυτοῦ συνεῖδέ ποτε, ὅτι τὸν ὀμνύοντα, κἂν εὐορκῇ, προσκρούειν ἔνι Θεῷ; Τὶ δέ, ὅτι τὸν μνησικακοῦντα σωθῆναι οὐκ ἔνι; «Ὁδοὶ γάρ, φησίν, μνησικάκων εἰς θάνατον». Ἀλλ’ ὅτι τὸν κακήγορον οὕτως ἠτίμωσεν ὁ Θεός, ὡς καὶ τῆς ἀναγνώσεως ἀπεῖρξαι τῶν θείων λόγων; Τὶ δέ, ὅτι τὸν ἀλαζόνα καὶ ὑβριστὴν ἐξέβαλε τῶν οὐρανῶν, καὶ τῷ τῆς γεέννης παρέδωκε πυρί; Τὶ δέ, ὅτι τὸν ἀκολάστοις ἐνορῶντα ὀφθαλμοῖς ὡς ἀπηρτισμένον, οὕτως ἐκόλασε μοιχόν; Ἀλλὰ τὸ πρόχειρον τοῦτο πᾶσιν ἁμάρτημα, τὸ κρίνειν τοὺς πλησίον, καὶ χαλεπωτέραν ἐπισπᾶσθαι τὴν κόλασιν, παρῄνεσάς ποτε φυγεῖν, καὶ τοὺς τοῦ Χριστοῦ περὶ τούτων κειμένους νόμους ἀνέγνως αὐτῷ; Ἢ οὐδὲ οἶδας ὅτι ποτὲ ταῦτά ἐστι; Πῶς οὖν αὐτὰ δυνήσεται κατορθοῦν ὁ υἱός, ὧν οὐδὲ τοὺς νόμους οἶδεν ὁ μέλλων αὐτὸν διδάξειν πατήρ; Καὶ εἴθε τοῦτο μόνον ἦν τὸ δεινόν, τὸ μηδὲν τῶν χρησίμων συμβουλεύειν αὐτοῖς, καὶ οὐκ ἂν τοσοῦτον ἦν· νυνὶ δὲ αὐτοὺς καὶ πρὸς τἀναντία ὠθεῖτε. Οὐδὲ γὰρ ἄλλο τι τῶν πατέρων ἔστιν ἀκοῦσαι διαλεγομένων πρὸς τοὺς παῖδας, ὅταν αὐτοὺς παρακαλῶσιν ὑπὲρ τῆς τῶν λόγων σπουδῆς, ἀλλ’ ἢ ταυτὶ τὰ ῥήματα· ὁ δεῖνα, φησί, ταπεινὸς καὶ ἐκ ταπεινῶν τὴν ἀπὸ τῶν λόγων κτησάμενος δύναμιν, ἦρξε μεγίστας ἀρχάς, πλοῦτον ἐκτήσατο πολύν, γυναῖκα ἔλαβεν εὔπορον, οἰκίαν ᾠκοδόμησε λαμπράν, φοβερὸς ἐστιν ἅπασι καὶ ἐπίδοξος. Πάλιν ἕτερος, ὁ δεῖνα, φησί, τὴν Ἰταλῶν γλῶσσαν ἐκπαιδευθείς, ἐν τοῖς βασιλείοις ἐστὶ λαμπρός, καὶ πάντα ἄγει καὶ φέρει τὰ ἔνδον. Καὶ ἕτερος ἕτερον δείκνυσι πάλιν, πάντες δὲ τοὺς ἐπὶ γῆς εὐδοκίμους· τῶν δὲ ἐν τοῖς οὐρανοῖς οὐδὲ ἅπαξ τις μέμνηται, ἀλλὰ κἂν μνησθῆναι ἕτερος ἐπιχείρηση, ὡς πάντα ἀνατρέπων ἐλαύνεται.

Ϛ’. Ὅταν οὖν ἐξ ἀρχῆς αὐτοῖς ταῦτα ἐπᾴδητε, οὐδὲν ἕτερον ἀλλ’ ἢ τὴν ὑπόθεσιν αὐτοὺς πάντων διδάσκετε τῶν κακῶν, δύο τοὺς τυραννικωτάτους ἐντιθέντες ἔρωτας, τὸν τῶν χρημάτων λέγων, καὶ τὸν τούτου παρανομώτερον, τὸν τῆς δόξης τῆς κενῆς καὶ ματαίας. Τούτων δὲ ἕκαστος καθ’ ἑαυτὸν μὲν πάντα ἀνατρέψαι ἱκανός· ὅταν δὲ καὶ ὁμοῦ συνελθόντες εἰς τὴν τοῦ νέου ψυχὴν ἁπαλὴν οὖσαν ἐμπέσωσι, καθάπερ τινὲς χείμαῤῥοι συναφθέντες, ἅπαντα διαφθείρουσι τὰ καλά, τοσαύτας ἀκάνθας, τοσαύτην ἄμμον, τοσοῦτον ἐπισυνάγοντες τὸν φορυτόν, ὡς ἄκαρπόν τε καὶ ἄγονον τῶν ἀγαθῶν πάντων ἐκείνων ἐργάσασθαι τὴν ψυχήν. Καὶ μαρτυρήσειαν ἂν ἡμῖν ὑπὲρ τούτων καὶ οἱ τῶν ἔξωθεν λόγοι· τούτων γὰρ τῶν παθῶν θάτερον, οὐχὶ συνημμένον, ἀλλὰ καὶ καθ’ ἑαυτό, ὁ μὲν ἀκρόπολιν, ὁ δὲ κεφαλὴν προσεῖπε τῶν κακῶν. Εἰ δὲ κεχωρισμένον ἀκρόπολίς ἐστι καὶ κεφαλή, ὅταν τὸ χαλεπώτερον πολλῷ προσλάβῃ καὶ δυνατώτερον, τὴν δοξομανίαν λέγω, καὶ μετ’ ἐκείνου φερόμενον ἐμπέσῃ καὶ ῥιζωθῇ καὶ προκαταλάβῃ τὴν τοῦ νέου ψυχήν, τὶς λοιπὸν ταύτῃ ἀναμοχλεῦσαι τὴν νόσον δυνήσεται, καὶ μάλιστα ὅταν καὶ οἱ πατέρες μὴ μόνον ὅπως διασαλευθείη, ἀλλ’ ὅπως καὶ πάγια γένηται τὰ πονηρὰ ταῦτα φυτά, καὶ ποιῶσι πάντα καὶ λέγωσι; Τὶς οὖν οὕτως ἀνόητος, ὡς μὴ ἀπογνῶναι τῆς σωτηρίας τοῦ τὰ τοιαῦτα παιδευομένου παιδός; Ἀγαπητὸν γὰρ τῶν ἐναντίων ἀπολαύουσαν ψυχὴν διαφυγεῖν πονηρίαν· ὅταν δὲ πανταχοῦ χρήματα τὰ ἔπαθλα ᾗ, καὶ ἄνδρες ἐναγεῖς εἰς ζῆλον προκείμενοι, ποία σωτηρίας ἐλπίς; Τοὺς γὰρ χρημάτων ἐρῶντας καὶ βασκάνους καὶ κακοήθεις καὶ πολυόρκους καὶ ἐπιόρκους καὶ θρασεῖς καὶ λοιδόρους καὶ κλέπτας καὶ ἀναισχύντους καὶ ἰταμοὺς καὶ ἀγνώμονας καὶ πάντα ἀνάγκη εἶναι τὰ κακά. Καὶ μάρτυς τούτων ἀξιόπιστος ὁ μακάριος Παῦλος, ῥίζαν τῶν ἐν τῷ βίῳ κακῶν τὴν φιλαργυρίαν εἰπών· καὶ πρὸ τούτου δὲ ὁ Χριστὸς αὐτὸ τοῦτο ἐδήλωσεν, ἀποφαινόμενος μὴ εἶναι δυνατὸν τῷ Θεῷ δουλεύειν τὸν ἐκείνῳ τῷ πάθει δουλεύοντα. Ὅταν οὖν ἐξ ἀρχῆς ὁ νέος ἐπὶ ταύτην ἄγηται τὴν δουλείαν, πότε δυνήσεται γενέσθαι ἐλεύθερος, πότε ἀνασχεῖν τοῦ κλυδωνίου, πάντων ὠθούντων, πάντων καταδυόντων, καὶ εἰς πολλὴν τοῦ καταβαπτίζεσθαι καθιστώντων ἀνάγκην αὐτόν; Εἰ γὰρ μηδενὸς ἐνοχλοῦντος, εἰ πολλῶν ὀρεγόντων χεῖρα ἀναστῆναι δυνηθείη καὶ διαβλέψαι καὶ τὴν ἅλμην ἀπονίψασθαι τῆς κακίας, οὐκ ἀγαπητόν; Εἰ γὰρ πολλῷ τῷ χρόνῳ ταῖς θείας ᾠδαῖς ἐπᾳδόμενος ἰσχύσειε τὰ προσπεσόντα ἀπελάσαι νοσήματα, οὐκ ἐπαινεῖν αὐτὸν δεῖ καὶ στεφανοῦν μυριάκις; Δεινὸν γὰρ συνηθεία, δεινὸν κρατῆσαι καὶ ἑλεῖν ψυχήν, καὶ μάλιστα ὅταν αὕτη μὲν ἡδονὴν ἔχῃ συμπράττουσαν, ἐκείνῃ δὲ πρὸς ἦν ἐπειγόμεθα καὶ μεθορμίσασθαι σπεύδομεν, πολλοὺς παρέχη τοὺς πόνους ἡμῖν. Διὰ τοῦτο καὶ ὁ Θεὸς τῶν Ἑβραίων τοὺς παῖδας, ἐπειδὴ ἔδει τὴν παλαιὰν τῶν κακῶν ἀποθέσθαι συνήθειαν, τὴν ἐν Αἰγύπτῳ λέγω, λαβὼν καταμονὰς αὐτοὺς ἐπὶ τῆς ἐρημίας, καὶ τῶν διαφθειρόντων ἀποστήσας ὡς ποῤῥωτάτω, καθάπερ ἐπὶ μοναστηρίου τίνος, τῆς ἐρημίας, διέπλαττεν αὐτῶν τὰς ψυχάς, πᾶσαν ὁδὸν ἰατρείας κινῶν καὶ τραχυτέραν καὶ προσηνεστέραν, καὶ οὐδὲν ὅλως παραλιμπάνων τῶν ὀφειλόντων εἰς τὴν θεραπείαν κατασκευασθῆναι τὴν ἐκείνων. Καὶ οὐδὲ οὕτως διέφυγον τὴν κακίαν, ἀλλὰ μεταξὺ τοῦ μάννα κρόμμυα καὶ σκόροδα καὶ τὰ ἐν Αἰγύπτῳ πάντα ἐζήτουν κακά. Τοσοῦτόν ἐστι συνηθεία κακόν. Εἶτα Ἰουδαῖοι μὲν τοσαύτης ἀπολαύοντες ἐπιμελείας τῆς παρὰ τοῦ Θεοῦ, καὶ δημαγωγὸν ἔχοντες οὕτως ἄριστον καὶ γενναῖον, καὶ φόβῳ καὶ ἀπειλῇ καὶ εὐεργεσίᾳ καὶ κολάσει καὶ παντὶ τρόπῳ παιδαγωγούμενοι, καὶ τοσαῦτα ὁρῶντες θαύματα, οὐκ ἐγένοντο βελτίους· σὺ δὲ τὸν υἱὸν τὸν σὸν νέον ὄντα ἐν Αἰγύπτῳ μέσῃ, μᾶλλον δὲ ἐν μέσῃ τῇ παρατάξει τοῦ διαβόλου στρεφόμενον, οὐδενὸς τι χρήσιμον συμβουλεύοντος ἀκούοντα, πάντας ἐπὶ τἀναντία αὐτὸν ἄγοντας ὁρῶντα, καὶ πάντων μᾶλλον τοὺς γεννησαμένους καὶ θρεψαμένους, οἴει δυνήσεσθαι διαδῦναι τὰς τοῦ διαβόλου παγίδας; Πόθεν; Ἀφ’ ὧν σὺ παραινεῖς; Ἀλλ’ ἐπὶ τἀναντία παρακαλεῖς, φιλοσοφίας μὲν οὔτε ὄναρ μεμνῆσθαι συγχωρῶν, ἄνω δὲ καὶ κάτω τὸν παρόντα βίον καὶ τὰ τούτου στρέφων, μειζόνων κλυδωνίζεσθαι παρασκευάζεις. Ἀλλ’ οἴκοθεν, καὶ παρ’ ἑαυτοῦ; Μάλιστα μὲν οὐχ ἱκανὸς ἑαυτῷ ὁ νέος πρὸς τὴν τῆς ἀρετῆς κατόρθωσιν· εἰ δ’ ἄρα τι καὶ τέκοι γενναῖον, ταῖς τῶν λόγων ἐπομβρίαις τῶν παρὰ σοῦ πρὶν ἢ βλαστῆσαι ταχέως ἀποπνιγήσεται. Ὥσπερ γὰρ σῶμα ὑγιεινῶν μὲν οὐκ ἀπολαῦον σιτίων, τοῖς δὲ νοσώδεσιν ἐντρεφόμενον, οὐκ ἔνι πρὸς μικρὸν γοῦν ἀρκέσαι χρόνον, οὕτως οὐδὲ ψυχήν, τοιαῦτα παιδευομένην, γενναῖόν τι καὶ μέγα ἐννοῆσαί ποτε, ἀλλ’ ἀνάγκη τὴν τοιαύτην ἀσθενοῦσαν καὶ μαλακιζομένην, καθάπερ τινὶ φθόῃ τῇ κακίᾳ συνεχομένην διηνεκῶς, οὕτως ὕστερον εἰς τὴν γέενναν καταστρέψαι, καὶ τὴν ἀπώλειαν τὴν ἐκεῖ.

ζ’. Εἰ δὲ μὴ φῂς ταῦτα οὕτως ἔχειν, ἀλλὰ δυνατὸν εἶναι καὶ ἐν μέσῳ στρεφόμενον πάντα κατορθοῦντα τῆς ἀρετῆς, καὶ μὴ παίζων, ἀλλὰ σπουδάζων ἀληθῶς ταῦτα λέγεις, μὴ κατοκνήσῃς ἡμᾶς διδάξαι τὸ καινὸν τοῦτο καὶ παράδοξον μάθημα· οὐδὲ γὰρ βούλομαι πράγματα εἰκῆ τοσαῦτα ἔχειν, οὐδὲ τοσούτοις ἀπέχεσθαι μάτην. Ἀλλὰ γὰρ οὐ δυνάμι τοῦτο μαθεῖν· οὐ γὰρ ἐᾶτε ὑμεῖς, καὶ δι’ ὧν λέγετε καὶ δι’ ὧν ποιεῖτε ἀντιφθεγγόμενοι ταύτῃ τῇ ψήφῳ, καὶ τἀναντία παιδεύοντες· ὥσπερ γὰρ ἐξεπίτηδες ἀπολέσθαι τοὺς υἱούς, οὕτως ἅπαντα κελεύετε ποιεῖν, ἃ τοὺς ποιοῦντας σωθῆναι οὐκ ἔνι. Ὅρα δὲ ἄνωθεν. «Οὐαί, φησί, τοῖς γελῶσιν». Ὑμεῖς δὲ πολλὰς αὐτοῖς παρέχετε γέλωτος ἀφορμάς· «Οὐαὶ τοῖς πλουτοῦσιν». Ὑμεῖς δὲ ὅπως χρηματίσαιντο, πάντα πράττετε· «Οὐαί, ὅταν καλῶς εἴπωσιν ὑμᾶς πάντες οἱ ἄνθρωπο». Ὑμεῖς δὲ καὶ οὐσίας ὁλοκλήρους ὑπὲρ τῆς τῶν δημῶν εὐφημίας ἐκενώσατε πολλάκις. Πάλιν δὲ ὁ τὸν ἀδελφὸν ὑβρίζων ὑπεύθυνός ἐστι τῇ γεέννῃ· ὑμεῖς δὲ καὶ ἀδρανεῖς εἶναι νομίζετε καὶ δειλοὺς τοὺς σιγῇ τὰς παρὰ τῶν ἑτέρων φέροντας ὕβρεις. Μάχης κελεύει καὶ δίκης καταφρονεῖν ὁ Χριστός· ὑμεῖς δὲ αὐτοὺς ἐν τούτοις στρέφετε καὶ κακοῖς διαπαντός. Τὸν ὀφθαλμὸν πολλάκις ἐξορύττειν ἐκέλευσεν, ὅταν βλάπτῃ· ὑμεῖς δὲ τούτους μάλιστα ποιεῖτε φίλους, ὅσοιπερ ἂν δύνωνται χρήματα δοῦναι, κἂν τὴν ἐσχάτην παιδεύσωσι κακίαν. Ἐκβαλεῖν γυναῖκα οὐκ ἀφῆκε, πλὴν ἐπ’ αἰτίᾳ μόνῃ πορνείας· ὑμεῖς δέ, ὅταν ἐξῆ χρήματα λαβεῖν, καὶ ταύτης καταφρονεῖν κελεύετε τῆς ἐντολῆς. Τὸν ὅρκον ἀπεῖρξε παντελῶς· ὑμεῖς δέ, ἂν ἴδητε φυλαττόμενον, καὶ γελᾶτε. «Ὁ φίλων τὴν ἑαυτοῦ ψυχὴν αὐτοῦ, φησίν, ἀπολέσει αὐτήν». Ὑμεῖς δὲ αὐτοὺς πάντοθεν εἰς ταύτην ἐμβάλλετε τὴν φιλίαν. «Ἐὰν μὴ ἀφῆτε, φησί, τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, οὐδὲ ὑμῖν ὁ Πατὴρ ὑμῶν ἀφήσει ὁ οὐράνιος». Ὑμεῖς δὲ καὶ ὀνειδίζετε, ὅταν τοὺς ἠδικηκότας μὴ θέλωσιν ἀμύνεσθαι, καὶ εἰς τὴν δύναμιν αὐτοὺς ταύτην ταχέως ἐπείγεσθαι ἀγαγεῖν. Τοὺς δόξης ἐρῶντας πάντα εἰκῆ ποιεῖν ἀπεφήνατο ὁ Χριστός, κἂν νηστεύωσι, κἂν εὔχονται, κἂν ἐλεῶσιν· ὑμεῖς δέ, ὅπως ταύτης ἐπιτύχοιεν, ἅπαντα πραγματεύεσθε. Καὶ τὶ δεῖ πάντα ἐπιέναι; Ὅταν γὰρ καὶ τὰ εἰρημένα μυρίας ἱκανὰν παρασκευάσαι γεέννας ᾗ, οὐχὶ πάντα ὁμοῦ συνελθόντα μόνον, ἀλλὰ καὶ καθ’ ἑαυτὸ τούτων ἕκαστον· ὑμεῖς δὲ πάντα ὁμοῦ συμφορήσαντες, καὶ τὸ ἀφόρητον τῶν ἁμαρτημάτων ἐπιθέντες φορτίον, οὕτως εἰς τὸν τοῦ πυρὸς πέμπετε ποταμόν. Πότε σωθῆναι δυνήσονται, τοσαύτην κομίζοντες τῷ πυρὶ τὴν τροφήν; Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ δεινόν, ὅτι τἀναντία τοῖς τοῦ Χριστοῦ παραινεῖτε προστάγμασιν, ἀλλ’ ὅτι καὶ προσηγορίαις εὐφήμοις περιστέλλετε τὴν κακίαν, τὸ μὲν ἱπποδρόμοις καὶ θεάτροις προσκεῖσθαι διαπαντὸς ἀστειότητα καλοῦντες, τὸ δὲ πλουτεῖν ἐλευθερίαν, τὸ δὲ δόξης ἐρᾷν μεγαλοψυχίαν, τὴν δὲ ἀπόνοιαν παῤῥησίαν, καὶ τὴν μὲν ἀσωτίαν φιλανθρωπίαν, τὴν δὲ ἀδικίαν ἀνδρείαν. Εἶτα, ὥσπερ οὐκ ἀρκούσης ταύτης τῆς ἀπάτης, καὶ τὴν ἀρετὴν ἐναντίοις καλεῖτε ὀνόμασιν, ἀγροικίαν μὲν τὴν σωφροσύνην, δειλίαν δὲ τὴν ἐπιείκειαν, ἀνανδρίαν δὲ τὴν δικαιοσύνην ὀνομάζοντες, καὶ τὸ μὲν ἄτυφον δουλοπρεπές, τὴν δὲ ἀνεξικακίαν ἀσθένειαν· καθάπερ δεδοικότες μὴ παρ’ ἑτέρων τὴν ἀληθῆ τούτων προσηγορίαν ἀκούσαντες φύγωσι τὴν λύμην οἱ παῖδες. Οὐδὲ γὰρ μικρὸν εἰς τὴν τῶν κακῶν ἀποτροπὴν τὸ γυμνὰς αὐτὰς καὶ κυρίας τῶν κακῶν προφέρεσθαι τὰς ὀνομασίας· ἀλλὰ τοσαύτην ἔχει τὴν ἰσχὺν πρὸς τὸ πλήξαι τοὺς ἁμαρτάνοντας, ὡς πολλοὺς πολλάκις ἐπὶ τοῖς αἰσχίστοις ὄντας περιφανεῖς μὴ φέρειν πράως καλουμένους τοῦτο, ὅπερ εἰσιν, ἀλλ’ ἀγριαίνειν καὶ ἐκθηριοῦσθαι, ὡς τὰ δεινότατα πάσχοντας. Τὴν γοῦν ἡταιρηκυΐαν γυναῖκα, καὶ τὸν πεπορνευμένον παῖδα ἂν καλέσῃ τις ἀπὸ τῆς αἰσχίστης πράξεως ταύτης, ἀκατάλλακτος γέγονεν ἐχθρός, ἅτε τὰ μέγιστα ἠδικηκώς. Καὶ οὐ τούτους μόνον, ἀλλὰ καὶ τὸν πλεονέκτην, καὶ τὸν μέθυσον, καὶ τὸν ἀλαζόνα, καὶ πάντας ἁπλῶς τοὺς τὰ δεινότερα ἐργασαμένους ἴδοι τις ἂν οὐχ οὕτως ἐπὶ τῶν πράττειν αὐτὰ καὶ τῇ παρὰ τῶν πολλῶν δόξῃ δακνομένους καὶ ἀλγοῦντας, ὡς ἐπὶ τοῖς τῶν οἰκείων ἔργων ὀνόμασι. Πολλοὺς δὲ καὶ σωφρονισθέντας οἶδα τούτῳ τῷ τρόπῳ, καὶ γενομένους τοῖς ὀνείδεσιν ἐπιεικεστέρους. Ἀλλ’ ὑμεῖς καὶ ταύτην ἀνῃρήκατε τὴν παραμυθίαν· καὶ τὸ δὴ χαλεπώτερον, ὅτι οὐ διὰ τῶν ῥημάτων μόνον, ἀλλὰ καὶ διὰ τῶν πραγμάτων ταύτην αὐτοῖς ποιεῖσθε τὴν παραίνεσιν, οἰκίας οἰκοδομοῦντες λαμπράς, ἀγροὺς ὠνούμενοι πολυτελεῖς, τὴν ἄλλην περιβάλλοντες φαντασίαν, καὶ διὰ πάντων πυκνῶ τινι νέφει συσκιάζοντες αὐτῶν τὴν ψυχήν. Πόθεν οὖν δυνήσομαι πεισθῆναι, ὅτι σωθῆναι οἶόν τε τούτους, ὅταν ἴδω πρὸς ταῦτα παρακαλουμένους, ἃ τοὺς ποιοῦντας ὁ Χριστὸς ἀπεφήνατο πάντως ἀπολέσθαι; Ὅταν θεάσωμαι τῆς μὲν ψυχῆς αὐτῶν, ὥσπερ τινὸς παρέργου, καταφρονοῦντας ὑμᾶς, τῶν δὲ ὄντως περιττῶν, ὡς ἀναγκαίων καὶ προηγουμένων φροντίζοντας; Ὅπως μὲν γὰρ οἰκέτης ἔσται, καὶ ὅπως ἵππος, καὶ ὅπως ἱμάτιον τῷ παιδὶ κάλλιστον, πάντα ποιεῖτε· ὅπως δὲ αὐτὸς γένοιτο καλός, οὐδὲ ἐννοῆσαί ποτε ἀνέχεσθε, ἀλλὰ καὶ ξύλων καὶ λίθων μέχρι τούτου προάγοντες τὴν σπουδήν, τὴν ψυχὴν οὐδὲ τοῦ πολλοστοῦ τῆς ἐπιμελείας ταύτης ἀξιοῦτε μέρους· ἀλλ’ ἵνα μὲν ἄγαλμα ἐπὶ τῆς οἰκίας ἐστήκῃ θαυμαστόν, καὶ ἡ στεγὴ γένηται χρυσῆ, πάντα ὑπομένετε· τὸ δὲ πάντων τιμιώτερον ἄγαλμα ἡ ψυχὴ ὅπως γένηται χρυσῆ, οὐδὲ φροντίζειν ἐθέλετε.

η’. Ἀλλ’ οὔπω τὸν κολοφῶνα τῶν κακῶν εἶπον, οὐδὲ τὸ κεφάλαιον ἐξεκάλυψα τῆς συμφοράς, πολλάκις μὲν ἐλθὼν εἰπεῖν καὶ ἐρυθριάσας, πολλάκις δὲ καὶ αἰσχυνθείς. Τὶ ποτ’ οὖν ἐστι τοῦτο; Τολμητέον γὰρ ἤδη καὶ λεκτέον αὐτό. Καὶ γὰρ ἀνανδρίας ἂν εἴη πολλῆς, μέλλοντάς τι κακὸν ἐξαίρειν, μηδὲ φωνὴν ἀφιέναι τολμᾷν ὑπὲρ αὐτοῦ, ὡς τῆς σιγῆς αὐτομάτως ἰασομένης τὴν νόσον. Οὐ τοίνυν σιγήσομεν, κἂν μυριάκις αἰσχύνεσθαι μέλλωμεν καὶ ἐρυθριᾷν. Οὐδὲ γὰρ ἰατρὸς μέλλων σηπεδόνα καθεῖναι δακτύλους εἰς αὐτὸν τοῦ τραύματος τὸν πυθμένα· οὐκοῦν οὐδὲ ἡμεῖς τὸν ὑπὲρ τοῦτον λόγον παραιτησόμεθα, ὅσῳ καὶ χαλεπωτέρα ἡ σηπεδών. Τὶ ποτ’ οὖν ἐστι τὸ κακόν; Ἔρως καινὸς τις καὶ παράνομος εἰς τὸν ἡμέτερον εἰσεκώμασε βίον· νόσημα λοιμῶν χαλεπώτερος· καινὴ τις παρανομία ἐπενοήθη καὶ ἀφόρητος· οὐ γὰρ οἱ θετοὶ μόνον, ἀλλὰ καὶ αὐτοὶ οἱ τῆς φύσεως ἀνατρέπονται νόμοι. Μικρὸν εἰς ἀσελγεῖς λόγον πορνεία λοιπόν· καὶ καθάπερ ἐν ταῖς ὀδύναις τὸ τυραννικώτερον πάθος τοῦ προτέρου τὴν αἴσθησιν ἔκρυψεν ἐπελθόν, οὕτω καὶ ἡ τῆς ὕβρεως ταύτης ὑπερβολὴ οὐκέτι ἀφόρητον ποιεῖ φαίνεσθαι τὸ ἀφόρητον τὴν πὲρ τὴν γυναῖκα ἀσέλγειαν. Ἀγαπητὸν γὰρ εἶναι δοκεῖ τὸ δυνηθῆναι τὰ δίκτυα ταῦτα διαφυγεῖν, καὶ κινδυνεύει λοιπὸν περιττὸν εἶναι τὸ τῶν γυναικῶν γένος, τῶν νέων ἀντ’ ἐκείνων πάντα τὰ ἐκείνων πληρούντων. Καὶ οὐ τοῦτό πω δεινόν, ἀλλ’ ὅτι καὶ μετὰ πολλῆς τολμᾶται τῆς ἀδείας μύσος τοσοῦτον, καὶ νόμος γέγονεν ἡ παρανομία. Οὐδεὶς δέδοικεν, οὐδὲ τρέμε λοιπόν· οὐδεὶς αἰσχύνεται, οὐδὲ ἐρυθριᾷ, ἀλλὰ καὶ ἐγκαλλωπίζεται τῷ γέλωτι τούτῳ καὶ μαίνεσθαι δοκοῦσιν οἱ σωφρονοῦντες, καὶ παραπαίειν οἱ νουθετοῦντες· κἂν μὲν ἀσθενέστεροι τύχωσιν ὄντες, συνεκόπησαν ταῖς πληγαῖς· ἂν δὲ δυνατώτεροι, χλευάζονται, γελῶνται, μυρίοις πλύνονται σκώμμασιν. Οὐδὲν ὄφελος δικαστηρίων, οὐδὲ νόμων, οὐδὲ παιδαγωγῶν, οὐ πατέρων, οὐκ ἀκολούθων, οὐ διδασκάλων· τοὺς μὲν γὰρ ἴσχυσαν διαφθεῖραι χρήμασιν, οἱ δ’ ὅπως αὐτοῖς μισθὸς γένοιτο μόνον ὁρῶσι· τῶν δὲ ἐπιεικεστέρων, καὶ φροντιζόντων τῆς τῶν ἐμπιστευθέντων αὐτοῖς σωτηρίας, οἱ μὲν κλέπτονται ῥᾳδίως καὶ ἀπατῶνται, οἱ δὲ καὶ δεδοίκασι τῶν ἀκολάστων τὴν δύναμιν. Ῥᾷον γὰρ ἂν τις ὑποπτευθεὶς ἐπὶ τυραννίδι διασωθείη, ἢ τῶν μιαρῶν ἐκείνων ἀπάγειν πειραθείς, τὰς ἐκείνων διαφύγοι χεῖράς ποτε· οὕτω καθάπερ ἐπ’ ἐρημίας πολλῆς, ἐν μέσαις ταῖς πόλεσιν ἄῤῥενες ἐν ἄρσεσιν τὴν ἀσχημοσύνην κατεργάζονται. Εἰ δὲ τινες ταύτας διέφυγον τὰς παγάς, τὴν γοῦν πονηρὰν τῶν τὰ τοιαῦτα ὑβριζομένων δυσκόλως διαφεύξονται δόξαν· πρῶτον μέν, ὅτι ὀλίγοι σφόδρα εἰσί, καὶ ταύτῃ ῥᾳδίως ἂν τῷ τῶν πονηρῶν κρύπτοιντο πλήθει· δεύτερον, ὅτι καὶ αὐτοὶ οἱ μιαροὶ καὶ ἐναγεῖς ἐκεῖνοι δαίμονες, οὐκ ἔχοντες ἑτέρως ἀμύνασθαι τοὺς ὑπεριδόντας αὐτῶν, ταύτῃ σπουδάζουσιν ἀδικεῖν. Ἐπειδὴ γὰρ οὐκ ἴσχυσαν καιρίαν δοῦναι πληγήν, οὐδ’ αὐτῆς καθικέσθαι τῆς ψυχῆς, τὸν γοῦν ἔξωθεν αὐτοῖς περικείμενον τρῶσαι κόσμον ἐπιχειροῦσι, καὶ τὴν εὔκλειαν ἅπασαν ἀνελεῖν. Ὅθεν καὶ πολλῶν θαυμαζόντων ἤκουσα, πῶς οὐδέπω καὶ τήμερον ὄμβρος ἕτερος κατηνέχθη πυρός, πῶς οὐδέπω τὰ τῶν Σοδόμων ἔπαθεν ἡμῖν ἡ πόλις, τοσούτῳ χαλεπωτέρας ἀξία κολάσεως οὖσα, ὅσον μηδὲ τοῖς ἐκείνων ἐσωφρονίσθη κακοῖς; Ἀλλὰ καίτοι τῆς χώρας ἐκείνης ἐν δισχιλίοις λοιπὸν ἔτεσι, φωνῆς λαμπρότερον διὰ τῆς ὄψεως πρὸς ἅπασαν βοώσης τὴν οἰκουμένην μηδὲ τοιοῦτον τόλμαν, οὐ μόνον οὐκ ὀκνηρότεροι περὶ τὴν ἁμαρτίαν ἐγένοντο ταύτην, ἀλλὰ καὶ ἰταμώτεροι καθάπερ φιλονεικοῦντες τῷ Θεῷ καὶ διὰ τῶν ἔργων δεῖξαι σπουδάζοντες, ὅτι τοσούτῳ τοῖς κακοῖς ἐπιθήσονται τούτοις, ὅσωπερ ἂν αὐτοῖς μειζόνως ἀπειλῇ. Πῶς οὖν οὐδὲν γέγονε τοιοῦτον, ἀλλὰ τὰ μὲν Σοδόμων ἁμαρτήματα τολμᾶται, τὰ δὲ Σοδόμων οὐ γίνεται πάθη; Ὅτι πῦρ αὐτοὺς ἕτερον χαλεπώτερον μένει, καὶ κόλασις οὐκ ἔχουσα τέλος. Καὶ γὰρ τῶν ὑπὸ τοῦ κατακλυσμοῦ διαφθαρέντων πολλῷ μιαρώτερα τολμησάντων ἐκείνων τῶν μετὰ ταῦτα λέγω, οὐδεὶς ἐξ ἐκείνου γέγονεν ὄμβρος τοιοῦτος. Κἀνταῦθα δὲ πάλιν ἡ αἰτία ἡ αὐτή· ἐπεὶ τίνος ἕνεκεν οἱ μὲν παρὰ τὴν ἀρχὴν γενόμενοι, ὅτε οὔτε δικαστήρια ἦν, οὐδὲ ἀρχόντων ἐπέκειτο φόβος, οὐ νόμος παρῆν ἀπειλῶν, οὐ προφητῶν χορὸς ρυθμίζων, οὐ προσδοκᾶι γεέννης, οὐ βασιλείας ἐλπίς, οὐκ ἄλλη φιλοσοφία, οὐ τὰ θαύματα τὰ καὶ λίθους ἀναστῆσαι δυνάμενα, πῶς οὗτοι μὲν οἱ μηδενὸς τούτων ἀπολαύσαντες ὑπὲρ ὧν ἥμαρτον τοσαύτην ἔδωκαν δίκην, οἱ δὲ πάντων τούτων μετεσχηκότες, καὶ μεταξὺ τοσούτου ζῶντες φόβου καὶ θείων δικαστηρίων καὶ ἀνθρωπίνων, οὐδέπω καὶ τήμερον τὰ αὐτὰ ἔπαθον ἐκείνοις, χαλεπωτέρας ὄντες ἄξιοι κολάσεως; Ἆρ’ οὐχὶ καὶ παιδὶ δῆλόν ἐστιν, ὅτι σφοδροτέρᾳ τηροῦντες δίκη; Εἰ γὰρ ἡμεῖς ὀργιζόμεθα οὕτως καὶ ἀγανακτοῦμεν, ὁ Θεὸς ὁ πάντων μάλιστα τοῦ τῶν ἀνθρώπων γένους κηδόμενος, καὶ τὴν κακίαν σφόδρα ἀποστρεφόμενος καὶ μισῶν, πῶς ἀνάσχοιτο ταῦτα τολμᾶσθαι ἀτιμωρητί; Οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν· ἀλλ’ ἐποίσει πάντως αὐτοῖς τὴν χεῖρα τὴν κραταιάν, καὶ τὴν πληγὴν τὴν ἀφόρητον, καὶ τῶν βασανιστηρίων τὴν ὀδύνην ἐκείνων, οὕτως οὖσαν χαλεπήν, ὡς τὰ ἐν Σοδόμοις πάθη πρὸς ταῦτα παραβαλλόμενα παίγνια εἶναι νομίζεσθαι. Τίνας γὰρ οὐ παρήλασαν οὗτοι βαρβάρους, ποιῶν θηρίων γένος διὰ τῆς ἀναισχύντου μίξεως ταύτης; Ἔστιν ἓν τισι τῶν ἀλόγων οἶστρος πολύς, καὶ ἐπιθυμία ἀφόρητος, μανίας οὐδὲν διαφέρουσα· ἀλλ’ ὅμως τοῦτον οὐκ οἶδε τὸν ἔρωτα, ἀλλ’ ἕστηκεν εἴσω τῶν τῆς φύσεως ὅρων· κἂν μυριάκις καχλάζῃ, τοὺς τῆς φύσεως οὐκ ἀνατρέπει νόμους. Οἱ δὲ λογικοὶ δῆθεν, καὶ θείας ἀπολαύσαντες διδασκαλίας, καὶ τὸ πρακτέον καὶ τὸ μὴ τοιοῦτον ἑτέροις διαγορεύοντες, καὶ γραμμάτων ἐξ οὐρανοῦ καταβάντων ἀκούσαντες, οὐχ οὕτως ἀδεῶς καὶς πόρναις, ὥσπερ τοῖς νέοις συγγίνονται. Καθάπερ γὰρ μήτε ἀνθρώπων ὄντων, μήτε προνοίας Θεοῦ ἐφεστώσης, καὶ δικαζούσης, τοῖς γινομένοις, ἀλλ’ ὥσπερ σκότου πάντα καταλαβόντος, καὶ μηδενὸς μήτε ὁρῶντος ταῦτα, μηδὲ ἀκούοντος, οὕτω πάντα τολμῶσι, καὶ μετὰ τοσαύτης μανίας. Οἱ δὲ τῶν ὑβριζομένων παίδων πατέρες φέρουσι ταῦτα σιγῇ, καὶ οὐ κατορύττουσι μετὰ τῶν παίδων ἑαυτούς, οὐδὲ ἐπινοοῦσί τινα παραμυθίαν τῷ κακῷ. Εἰ γὰρ εἰς ὑπερορίαν ἀπὸ ταύτης ἑλκύσαι τῆς νόσου τοὺς υἱεῖς ἔδει, εἰ γὰρ εἰς θάλασσαν, εἰ γὰρ εἰς νήσους, εἰ γὰρ εἰς ἄβατον γῆν, εἰ γὰρ εἰς τὴν ὑπὲρ ἡμᾶς οἰκουμένην, οὐκ ἔδει πάντα ποιῆσαι καὶ παθεῖν ὥστε μὴ ταῦτα γενέσθαι τὰ μιάσματα; Ἀλλ’ εἰ μὲν ἐπίνοσόν που καὶ λοιμικὸν ἐστι χώρισον, οὐκ ἀπάξομεν ἐκεῖ τοὺς υἱεῖς, κἂν μεγάλα κερδαίνειν μέλλωσι, κἂν σφόδρα ὑγιεινοὶ τυγχάνωσιν ὄντες; Νυνὶ δὲ τοσαύτης τὰ πάντα κατεχούσης λύμης, οὐ μόνον αὐτοὶ πρὸς ταῦτα ἕλκομεν τὰ βάραθρα αὐτούς, ἀλλὰ καὶ τοὺς ἀπαλλάξαι βουλομένους ὡς λυμεῶνας ἀπελαύνομεν. Καὶ ποσῆς οὐκ ἄξια ταῦτα ὀργῆς, πόσων σκηπτῶν, ὅταν τὴν μὲν γλῶτταν αὐτοῖς ἐκκαθαίρειν διὰ τῆς ἔξωθεν σοφίας σπουδάζωμεν τὴν δὲ ψυχὴν ἐν αὐτῷ τῆς ἀσελγείας τῷ βορβόρῳ κειμένην καὶ σηπομένην διαπαντὸς μὴ μόνον περιορῶμεν, ἀλλὰ καὶ ἐγερθῆναι βουλομένην κωλύωμεν; Ἔτι οὖν τολμήσει τις εἰπεῖν ὅτι δυνατὸν σωθῆναι τοὺς ἐν τοιούτοις ὄντας κακοῖς; Πόθεν; Οἱ μὲν γὰρ τὴν τῶν ἀκολάστων διαφυγόντες μανίαν (ὀλίγοι δὲ εἰσιν οὗτοι), τοὺς τυραννικοὺς ἐκείνους ἐρωάς, καὶ τὰ πάντα διαφθείροντας, τοὺς τῶν χρημάτων καὶ τοὺς τῆς δόξης οὐ διαφεύγουσιν· οἱ δὲ πλείους καὶ τούτοις αὐτοῖς, καὶ τοῖς τῆς ἀσελγείας μετὰ πλείονος κατέχονται τῆς ὑπερβολῆς. Εἶτα λόγους μὲν αὐτοῖς ἐνθεῖναι βουλόμενοι, οὐχὶ τὰ διακόπτοντα τὴν παίδευσιν ἀναιροῦμεν μόνον, ἀλλὰ καὶ τὰ συνιστῶντα κατασκευάζομεν, καὶ παιδαγωγοὺς καὶ διδασκάλους ἐφιστῶντες, καὶ χρήματα ἀναλίσκοντες, καὶ τὴν ἀπὸ τῶν ἄλλων πραγμάτων παρέχοντες σχολήν, καὶ τῶν ἐν τοῖς Ὀλυμπιακοῖς ἀγῶσι παιδοτριβῶν συνεχέστερον ἐπιφωνοῦντες αὐτοῖς τὴν τε ἐκ τῆς ἀπαιδευσίας πενίαν, καὶ τὸν ἀπὸ τῆς παιδεύσεως πλοῦτον, καὶ πάντα ποιοῦντες καὶ λέγοντες, καὶ δι’ ἑαυτῶν καὶ δι’ ἄλλων, ὥστε αὐτοὺς εἰς τὸ τέλος ἀγαγεῖν τῆς προκειμένης σπουδῆς, καὶ οὐδὲ οὕτω πολλάκις περιγινόμεθα· τρόπων δὲ ἐπιείκειαν, καὶ πολιτείας ἀρίστης ἀκρίβειαν αὐτόματον οἰησόμεθα παραγενέσθαι, καὶ ταῦτα τοσούτων ὄντων τῶν διακοπτόντων αὐτήν; Καὶ τὶ ταύτης τῆς ἀλογίας χεῖρον γένοιτ’ ἄν, τὸ μὲν ῥᾷστον οὕτω μεγάλης ἀξιοῦν τιμῆς καὶ σπουδῆς· ὡς οὐκ ἐνὸν ταύτης ἄνευ αὐτὸ κατορθωθῆναί ποτε· ὃ δὲ πολλῷ δυσχερέστερόν ἐστι, τοῦτο καθεύδουσιν ἡμῖν ἐφίστασθαι νομίζειν, καθάπερ τι τῶν φαύλων καὶ οὐδαμινῶν; Φιλοσοφία γὰρ ψυχῆς λόγων παιδεύσεως τούτῳ δυσκολώτερόν τε ἐστι καὶ ἐργωδέστερον, ὅσῳ τοῦ λέγειν τὸ πράττειν, καὶ ὅσῳ ῥημάτων ἔργα ἐστὶν ἐπιπονωτέρα.

θ’. Καὶ τὶ δεῖ φιλοσοφίας, φησί, καὶ πολιτείας ἀκριβοῦς τοῖς ὑμετέροις παισί; Τοῦτο γὰρ ἐστι, τοῦτο ὅπερ πάντα ἀπολώλεκεν, ὅτι πρᾶγμα οὕτως ἀναγκαῖον, καὶ τὴν ὑμετέραν, συνέχον ζωήν, περιττὸν εἶναι καὶ παρέργον δοκεῖ. Καὶ περὶ σῶμα μὲν κάμνοντα τὸν υἱὸν τις ἰδὼν οὐκ ἂν εἴποι. Τὶ δὲ αὐτῷ καθαρᾶς ὑγιείας δεῖ καὶ ἀκριβοῦς; Ἀλλὰ πάντα ἂν πραγματεύσαιτο ὑπὲρ τοῦ τοσαύτην ἐγγενέσθαι τὴν εὐεξίαν, ὡς μηκέτι τὴν νόσον ἐπανελθεῖν· τῆς δὲ ψυχῆς ἀῤῥωστούσης, οὐδὲν δεῖν αὐτοῖς θεραπείας φασί, καὶ τολμῶσι μετὰ τὰ ῥήματα ταῦτα πατέρας καλεῖν ἑαυτούς. Τὶ οὖν; Φιλοσοφήσομεν πάντες, φησί, καὶ τὰ τοῦ βίου οἰχήσεται; Οὐ τὸ φιλοσοφεῖν, ᾧ βέλτιστε, ἀλλὰ τὸ μὴ τοῦτο ποιεῖν πάντα ἀπώλεσε καὶ διέφθειρε. Τινὲς γάρ, εἰπὲ μοι, τῇ παρούσῃ καταστάσει λυμαίνονται, οἱ μετρίως ζῶντες καὶ ἐπιεικῶς, ἢ οἱ καινοὺς καὶ παρανόμους ἐπινοοῦντες τροφῆς τρόπους; Οἱ τὰ πάντων περιβαλέσθαι σπουδάζοντες, ἢ οἱ τοῖς οὖσιν ἀρκούμενοι; Οἱ φάλαγγας οἰκετῶν ἔχοντες, καὶ σμήνη κολάκων περιάγοντες, ἢ οἱ μόνον οἰκέτην ἕνα ἀποχρῆν αὐτοῖς νομίζοντες (οὔπω γὰρ τὴν ἄκραν τίθημι φιλοσοφίαν, ἀλλὰ τὴν πολλοῖς ἐφικτήν); Οἱ φιλάνθρωποι καὶ ἥμεροι καὶ μὴ δεόμενοι τῆς παρὰ τῶν πολλῶν τιμῆς, ἢ οἱ παντὸς ὀφλήματος μᾶλλον ταύτην παρὰ τῶν ὁμοφύλων ἀπαιτοῦντες, καὶ μυρίας ἐργαζόμενοι συμφοράς, ἐπειδὴ μὴ ὑπανέστη, μηδὲ προσεῖπεν ὁ δεῖνα πρότερος, μηδὲν ὑπέκυψε, μηδὲ τὰ τῶν ἀνδραπόδων ἐπεδείξατο; Οἱ μελετῶντες ἄρχεσθαι, ἢ οἱ δυναστειῶν ἐρῶντες καὶ ἀρχῶν, καὶ πάντα ὑπὲρ τούτου καὶ ποιῆσαι καὶ παθεῖν ἀνεχόμενοι; Οἱ πάντων βελτίους εἶναι λέγοντες, καὶ διὰ τοῦτο πάντα καὶ λέγειν καὶ πράττειν ἑαυτοῖς ἐξεῖναι νομίζοντες, ἢ οἱ μετὰ τῶν ἐσχάτων ἀριθμοῦντες ἑαυτούς, καὶ ταύτῃ τὴν ἄλογον ἐξουσίαν τῶν παθῶν κολάζοντες; Οἱ τὰς λαμπρὰς οἰκοδομούμενοι οἰκίας, καὶ τὰς πολυτελεῖς παρατιθέμενοι τραπέζας, ἢ οἱ μηδὲν πλέον καὶ τροφῆς καὶ οἰκήσεως τῆς ἀναγκαίας ζητοῦντες; Οἱ μυρία πλέθρα ἀποτεμνόμενοι γῆς, ἢ οἱ μηδὲ βῶλον μίαν ἀνάγκαιν αὐτοῖς πρὸς κτῆσιν εἶναι νομίζοντες; Οἱ τόκους ἐπὶ τόκους συλλέγοντες, καὶ πάσης ἐμπορίας κινοῦντες ὁδὸν ἄδικον, ἢ οἱ τὰς ἀδίκους ταύτας διασπῶντες συγγραφάς, καὶ ἐκ τῶν ἐνόντων τοῖς δεομένοις ἐπικουροῦντες; Οἱ τὸ εὐτελὲς τῆς ἀνθρωπίνης ἐπεσκεμμένοι φύσεως, ἢ οἱ μηδὲ τοῦτο αὐτὸ εἰδέναι θέλοντες, ἀλλ’ ὑπὸ τῆς ἄγαν ἀλαζονείας καὶ τὸ ἀνθρώπους αὐτοὺς νομίζειν ἀπολωλεκότες; Οἱ πόρνας τρέφοντες, καὶ τοῖς ἀλλοτρίοις λυμαινόμενοι γάμοις, ἢ οἱ καὶ τῆς ἑαυτῶν ἀπεχόμενοι γυναικός; Οὐχ οἱ μέν, ὥσπερ οἰδήματα σώματι καὶ πνεύματα ἄγρια θαλάττῃ, τῇ πολιτείᾳ τῆς οἰκουμένης ἐπιφύονται, καὶ τοὺς καθ’ ἑαυτοὺς σώζεσθαι δυναμένους χειμάζοντες διὰ τὴν ἀκρασίαν τὴν αὐτῶν· οἱ δὲ ὥσπερ ἐν σκότῳ βάθει λαμπτῆρες φαιδροὶ τοὺς ἐν μέσῳ ναυαγοῦντας πρὸς τὴν οἰκείαν καλοῦσιν ἀσφάλειαν, καὶ τὰς τῆς φιλοσοφίας λαμπάδας ἀφ’ ὑψηλοῦ πόῤῥωθεν ἅψαντες, οὕτω τοὺς βουλομένους ἐπὶ τὸν τῆς ἀπραγμοσύνης χειραγωγοῦσι λιμένα; Οὐ δι’ ἐκείνους στάσεις καὶ πόλεμοι καὶ μάχαι, καὶ πόλεων κατασκαφαί, καὶ ἀνδραποδισμοί, καὶ δουλείαι, καὶ αἰχμαλωσίαι, καὶ φόνοι, καὶ τὰ μυρία ἐν τῷ βίῳ κακά; Οὐ τὰ παρὰ ἀνθρώπων ἀνθρώποις ἐπαγόμενα μόνον, ἀλλὰ καὶ τὰ ἐκ τοῦ οὐρανοῦ πάντα, οἷον αὐχμοί, καὶ ἐπομβρίοι, καὶ σεισμοί, καὶ καταπτώσεις, καὶ πόλεων καταποντισμοί, καὶ λιμοί, καὶ λοιμοί, καὶ τὰ ἄλλα πάντα, ὅσα ἡμῖν ἐκεῖθεν ἐπάγεται;

ι’. Οὐκοῦν οὗτοι οἱ τὴν πολιτείαν ἀνατρέποντες, καὶ τοῖς κοινοῖς λυμαινόμενοι· οὗτοι οἱ καὶ ἑτέροις μυρίων αἴτιοι συμφορῶν, οἱ τοῖς βουλομένοις ἡσυχάζειν ἐνοχλοῦντες, καὶ πανταχόθεν ἕλκοντες καὶ σπαράττοντες· διὰ τούτους δικαστήρια, καὶ νόμοι, καὶ τιμωρίαι, καὶ διάφοροι κολάσεων τρόποι. Καὶ καθάπερ ἐν οἰκίᾳ, ἔνθα πολλοὶ μὲν οἱ κάμνοντες, οἱ δὲ ὑγιαίνοντες ὀλίγοι, καὶ φάρμακα καὶ ἰατροὺς πολλοὺς εἰσελθόντας ἔστιν εὑρεῖν οὕτω καὶ ἐν τῇ οἰκουμένῃ οὐκ ἐστιν ἔθνος, οὐκ ἔστι πόλις, ἔνθα μὴ πολλοὶ μὲν οἱ νόμοι, πολλοὶ δὲ οἱ ἄρχοντες πολλαὶ δὲ αἱ τιμωρίαι. Οὐ γὰρ ἀρκεῖ τὰ φάρμακα αὐτὰ καθ’ ἑαυτὰ ἀναστῆσαι τὸν κάμνοντα, ἀλλὰ δεῖ καὶ τῶν ἐπιτιθέντων αὐτά, οἵπερ εἰσιν οἱ δικάζοντες, καὶ ἑκόντας καὶ ἄκοντας ἀναγκάζοντες δέχεσθαι τὴν ἰατρείαν αὐτούς. Ἀλλ’ ὅμως οὕτως ὑπερέσχεν ἡ νόσος, ὡς καὶ αὐτῆς τῆς τῶν ἰατρῶν κρατῆσαι τέχνης, καὶ αὐτοὺς ἐπελθεῖν τοὺς δικάζοντας· καὶ συμβαίνει ταὐτό, οἷον ἂν εἶ τις πυρετῷ καὶ ὑδέρω συνεχόμενος καὶ μυρίοις ἑτέροις πάθεσι χαλεπωτέροις, τῶν μὲν οἰκείων μὴ περιγίνοιτο κακῶν, ἑτέρους δὲ τοῖς αὐτοῖς ἐνεχομένους δεινοῖς ἀπαλλάττειν φιλονεικοίη. Ἡ γὰρ τῆς κακίας ἐπιῤῥοὴ καθάπερ τὶς χειμάῤῥους, ἅπαντα τὰ κωλύματα ἀναῤῥήξασα, σφοδρῶς ἐπὶ τὰς τῶν ἀνθρώπων ἐξεχύθη ψυχάς. Καὶ τὶ λέγω πολιτείας ἀνατροπήν; Κινδυνεύει γὰρ οὗτος ὁ λοιμός, ὁ παρὰ τῶν πονηρῶν τούτων ἀρθείς, καὶ τοὺς περὶ τῆς προνοίας τοῦ Θεοῦ τῶν πολλῶν ἀπελάσαι λόγους· οὕτω πρόεισι καὶ νέμεται καὶ πάντα ἐπείγεται κατασχεῖν, καὶ τὰ ἄνω κάτω πεποίηκε, καὶ αὐτῷ λοιπὸν ἐπιστρατεύει τῷ οὐρανῷ, τὰς τῶν ἀνθρώπων γλώττας οὐκέτι κατὰ τῶν ὁμοδούλων ἀλλ’ ἤδη καὶ κατ’ αὐτοῦ τοῦ πάντων κρατοῦντος ὁπλίζων Δεσπότου. Πόθεν γάρ, εἰπὲ μοι, ὁ πολὺς πανταχοῦ τῆς εἱμαρμένης λόγος; Πόθεν ἄστρων ἀλόγῳ φορᾶ τὰ ὄντα ἀνατιθέασιν οἱ πολλοί; διὰ τὶ τύχην, διὰ τὶ τὸ αὐτόματόν τινες πρεσβεύουσι; πόθεν εἰκῆ καὶ ἁπλῶς πάντα νομίζουσι φέρεσθαι; Διὰ τοὺς ἐπιεικῶς ζῶντας καὶ μετρίως, ἢ δι’ ἐκείνους, οὓς σὺ μὲν συνέχειν ἔφης τὴν πολιτείαν, ἐγὼ δὲ κοινὴν οὖσαν ἀπέδειξα τῆς οἰκουμένης λύμην; Δι’ ἐκείνους δηλονότι. Οὐδεὶς γὰρ ἀγανακτεῖ, ἐπειδὴ ὁ δεῖνα φιλοσοφεῖ, ἢ ὅτι ἐστιν ὁ δεῖνα ἐπιεικὴς καὶ μέτριος καὶ σώφρων, καὶ τῶν παρόντων ὑπερορᾶ πραγμάτων· ἀλλ’ ὅτι ὁ δεῖνα πλουτεῖ, ὅτι τρυφᾷ, ὅτι πλεονεκτεῖ καὶ ἁρπάζει, ὅτι πονηρὸς ὧν καὶ μυρίων γέμων κακῶν, λαμπρὸς τε ἐστι, καὶ εὐημερεῖ. Ταῦτα κατηγοροῦσι καὶ μέμφονται οἱ ἀπιστοῦντες Θεῷ· τούτοις προσπταίουσιν οἱ πολλοί, ὡς τῶν γὲ ἐπιεικῶς ἕνεκεν ζώντων, οὐ μόνον οὐδὲν φθέγξονται τῶν ῥημάτων τούτων, ἀλλὰ καὶ καταγνοῖεν ἑαυτῶν, ἐφ’ οἷς ἂν προαχθῶσι τῆς τοῦ Θεοῦ κατηγορήσαι προνοίας. Καὶ εἰ πάντες, ἢ καὶ οἱ πλείους ἐβούλοντο οὕτω ζῇν, οὐδ’ ἂν τις ἐνενόησε ταῦτα τὰ ῥήματα, οὐδ’ ἂν ὁ τῶν κακῶν τούτων ἐπεισῆλθε κολοφὼν τὸ ζητεῖν, πόθεν τὰ κακά. Κακῶν γὰρ οὐκ ὄντων οὐδὲ φαινομένων, τὶς ἂν προήχθη τὴν αἰτίαν ζητῆσαι τῶν κακῶν, καὶ μυρίας ἀπὸ τῆς ζητήσεως ταύτης αἱρέσεις ἀνατέλλειν; Καὶ γὰρ Μαρκίων, καὶ Μάνης, καὶ Οὐαλεντῖνος, καὶ τῶν Ἑλλήνων οἱ πλείους ἐντεῦθεν ἔλαβον τὴν ἀρχήν. Εἰ δὲ πάντες ἐφιλοσόφουν, οὐκ ἐνῆν ταῦτα ζητεῖν, ἀλλ’ εἰ καὶ μηδαμόθεν ἄλλοθεν, ἀπὸ γοῦν τῆς ἀρίστης ταύτης πολιτείας ἔμαθον ἂν ἅπαντες, ὅτι ὑπὸ Θεῷ ζῶμεν βασιλεῖ, καὶ τὰ ἡμέτερα οὗτος διοικεῖ καὶ κυβερνᾷ πράγματα κατὰ τὴν αὐτοῦ σοφίαν καὶ σύνεσιν· ὃ κινεῖται μὲν καὶ νῦν, φαίνεται δὲ οὐ ῥᾳδίως διὰ τὴν πολλὴν ἀχλύν, ἢν κατεσκέδασαν οὗτοι τῆς οἰκουμένης ἁπάσης· εἰ δὲ μὴ τοῦτο ἦν, καθάπερ ἐν σταθερᾷ μεσημβρίᾳ καὶ λευκῇ γαλήνῃ πᾶσιν ἂν ἡ τοῦ Θεοῦ πρόνοια διεφάνη. Εἰ γὰρ μήτε δικαστήρια ἦν, μήτε κατήγοροι, μήτε συκοφάνται, μὴ βάσανοι καὶ τιμωρίαι, μὴ δεσμωτήρια καὶ κολάσεις, μὴ δημεύσεις καὶ ζημίαι, μὴ φόβοι καὶ κίνδυνοι, μὴ ἔχθραι, μὴ ἐπιβουλαί, μὴ λοιδορίαι καὶ μῖσος, μὴ λιμοὶ καὶ λοιμοί, μηδ’ ἄλλο τι τῶν ἀπηριθμημένων δεινῶν, ἀλλὰ πάντες μετ’ ἐπιεικείας ἔζων τῆς προσηκούσης, τὶς ἂν τῶν ζώντων ἁπάντων ἠμφισβήτησε πὲρ τῆς τοῦ Θεοῦ προνοίας; Οὐκ ἔστιν οὐδείς. Νυνὶ δὲ ταὐτὸ συμβαίνει, οἷον ἂν εἰ χειμῶνος καταλαβόντος ἐργάζοιτο μὲν ὁ κυβερνήτης τὸ αὐτοῦ, καὶ διασώζοι τὸ σκάφος, μὴ φαίνοιτο δὲ αὐτοῦ τῆς ἐπιστήμης ἡ ἀκριβείᾳ τοῖς ἐπιβάταις διὰ τὴν ταραχὴν καὶ τὸν φόβον καὶ τὴν ἀγωνίαν τῶν ἐπικρεμαμένων κακῶν. Ἐπεὶ καὶ ὁ Θεὸς κυβερνᾷ μὲν τὸ πᾶν τοῦτο καὶ νῦν, οὐ φαίνεται δὲ τοῖς πολλοῖς διὰ τὸν τῶν πραγμάτων χειμῶνα καὶ τὴν ταραχήν, ἢν οὗτοι δὴ μάλιστα πάντων ἐργάζονται. Ὥστε οὐ μόνον πολιτείαν ἀνατρέπουσιν, ἀλλὰ καὶ εὐσέβειαν λυμαίνονται· καὶ οὐκ ἂν τις ἁμάρτοι κοινοὺς ἐχθροὺς τούτους προσειπών, οἳ κατὰ τῆς ἑτέρων ζῶσι σωτηρίας, δόγμασι μιαροῖς καὶ βίοις ἀκαθάρτοις τοὺς μεθ’ ἑαυτῶν ἐμπλέοντας καταδύοντες.

ια’. Ἀλλ’ ἐν τοῖς μοναστηρίοις τούτων οὐδὲν ἔστιν ἰδεῖν, ἀλλὰ καίτοι χειμῶνος ἠρμένου τοσούτου, μόνοι κάθηνται ἐν λιμένι καὶ γαλήνῃ καὶ ἀσφαλείᾳ πολλῇ, καθάπερ ἐξ οὐρανοῦ τὰ τῶν ἄλλων ἐπισκοποῦντες ναυάγια· καὶ γὰρ πολιτείαν οὐρανῷ πρέπουσαν εἴλοντο, καὶ ἀγγέλων οὐδὲν χεῖρον διάκεινται. Ὥσπερ οὖν ἐν ἐκείνοις οὐκ ἔστιν ἀνωμαλία τις, οὐδὲ οἱ μὲν ἐν εὐημερία, οἱ δὲ ἐν ἐσχάτοις κακοῖς, ἀλλ’ ἅπαντες ἐν εἰρήνῃ μιᾷ καὶ χαρᾷ καὶ δόξῃ, οὕτω δὴ καὶ ἐνταῦθα· οὐδεὶς ὀνειδίζει πενίαν, οὐδεὶς ἐπὶ πλούτῳ σεμνύνεται· τὸ σὸν καὶ τὸ ἐμόν, τοῦτο δὴ τὸ πάντα ἀνατρέπον καὶ θορυβοῦν ἐξώρισται· καὶ πάντα αὐτοῖς κοινά, καὶ τράπεζα καὶ οἴκησις καὶ ἱμάτια. Καὶ τὶ θαυμαστόν, ὅπου γε καὶ αὐτὴ ἡ ψυχὴ μία πᾶσι καὶ ἡ αὐτή; Πάντες τὴν αὐτὴν εὐγένειαν εἰσὶν εὐγενεῖς, τὴν αὐτὴν δουλείαν δοῦλοι, τὴν αὐτὴν ἐλευθερίαν ἐλεύθεροι· εἶς ἐκεῖ πλοῦτος πᾶσιν ὁ ὄντως πλοῦτος, μία δόξα ἡ ὄντως δόξα· οὐ γὰρ ἐν ὀνόμασιν, ἀλλ’ ἐν πράγμασιν αὐτοῖς τὰ ἀγαθά· μία ἡδονή, μία ἐπιθυμία, μία ἐλπὶς πᾶσι, καὶ καθάπερ ἀπὸ κανόνος τινὸς καὶ στάθμης ἅπαντα διηκρίβωται, καὶ ἀνωμαλία μὲν οὐδεμία, τάξις δὲ καὶ ρυθμὸς καὶ ἁρμονία καὶ πολλὴ τῆς συμφωνίας ἡ ἀκριβείᾳ, καὶ διηνεκὴς εὐθυμίας ὑπόθεσις. Διὸ πάντες πάντα ποιοῦσι καὶ πάσχουσιν, ἵνα εὐθυμῶσί τε καὶ χαίρωσιν. Ἐκεῖ γὰρ μόνον τοῦτο καθαρῶς συμβαῖνον ἔστιν ἰδεῖν, ἄλλοθι δὲ οὐδαμοῦ, οὐ μόνον τῷ τῶν παρόντων ὑπερορᾷν καὶ πᾶσαν ἐκκεκόφθαι στάσεως καὶ μάχης ὑπόθεσιν, καὶ λαμπρὰς αὐτοῖς εἶναι περὶ τῶν μελλόντων τὰς ἐλπίδας, ἀλλὰ καὶ τῷ τὰ συμβαίνοντα ἑκάστῳ λυπηρὰ καὶ χρηστὰ κοινὰ πάντων εἶναι νομίζειν. Ἢ τε γὰρ ἀθυμία ἀφανίζεται ῥᾴδιον, ἀναλόγως τῷ ἑνὶ συνδιαφερόντων τὸ φορτίον ἁπάντων, τῆς τε εὐθυμίας πολλὰς ἔχουσι τὰς ὑποθέσεις, οὐκ ἐπὶ τοῖς ἑαυτῶν μόνοις εὐφραινόμενοι καλοῖς, ἀλλὰ καὶ ἐπὶ τοῖς ἀλλήλων οὐχ ἧττον, ἢ ἐπὶ τοῖς ἑαυτῶν. Πῶς οὖν ἡμῖν οἰχήσεται τὰ πράγματα, ἂν τούτους πάντες ζηλώσωμεν; Νῦν γὰρ οἴχεται καὶ διέφθαρται διὰ τοὺς πόῤῥω τῆς πολιτείας ταύτης ἀσκημένους. Σὺ δὲ τἀναντία ψηφιζόμενος ταὐτὸ ποιεῖς, ὥσπερ ἂν εἲ τις καὶ λύραν μὲν ἀκριβῶς ἡρμοσμένην ὡς ἄχρηστον διαβάλλοι, τὴν ἐναντίως δὲ ἔχουσαν, καὶ ἐπιτάσει καὶ ἀνέσει διεφθαρμένην ἀμέτρῳ ταύτην ἐπιτηδείαν εἶναι καὶ πρὸς κρούματα καὶ πρὸς τέρψιν λέγοι τῶν θεατῶν. Ἀλλ’ οὐδὲν οὔτε τῆς ἀμουσίας τοῦ ταῦτα λέγοντος ἕτερον τούτου μεῖζον τεκμήριον ἐζητήσαμεν ἄν, οὔτε τῆς βασκανίας καὶ μισανθρωπίας τῶν τὰ τοιαῦτα ψηφιζομένων δεῖγμα σαφέστερον ἄλλο. Ἀλλὰ τὶς ὁ τῶν ἐπιεικέστερων λόγος πατέρων; Μαθέτωσαν, φησί, γράμματα πρότερον, καὶ τὴν τῶν λόγων προσλαβόντες δύναμιν, οὕτως ἐπὶ τὴν φιλοσοφίαν ἀγέσθωσαν ταύτην· τότε ὁ κωλύσων οὐδείς. Καὶ πόθεν δῆλον ὅτι πάντως εἰς ἄνδρας ἐκβήσονται; Πολλοὶ γὰρ ἀώρῳ προαναρπασθέντες ἀπῆλθον θανάτῳ. Ἀλλ’ ἔστω καὶ τοῦτο εἶναι φανερόν· θῶμεν αὐτοὺς καὶ εἰς ἄνδρας τελέσειν, τὶς ἐγγυήσεται τὴν προτέραν ἅπασαν ἡλικίαν; Οὔπω γὰρ οὐδὲν πρὸς φιλονεικίαν φθέγγομαι, ὅτι εἲ τὶς ὑπὲρ τούτων παρεῖχε θαῤῥεῖν, οὐδὲν κτησαμένους τὴν δύναμιν ταύτην ἐξήγαγον ἄν, ἀλλὰ τότε μάλιστα μένειν ἐκέλευσα, καὶ τοὺς φυγαδεύοντας αὐτοὺς οὐκ ἂν ἐπήνεσα, ἀλλ’ ὡς κοινοὺς τῆς πολιτείας ἐχθροὺς ἀπεστράφην ἄν, ὅτι τοὺς λύχνους κρύπτοντες, καὶ τοὺς φωστῆρας ἀπὸ τῆς πόλεως ἐπὶ τὴν ἐρημίαν ἄγοντες, τὰ μέγιστα τοὺς ἔνδον οἰκοῦντας ἐζημίουν ἀγαθά. Εἰ δὲ οὐδεὶς ὁ ταῦτα ὑποσχησόμενος, τὶ τὸ ὄφελος πέμπειν εἰς διδασκάλους, ἔνθα πρὸ τῶν λόγων κακίαν εἴσονται, καὶ τὸ ἔλαττον βουλόμενοι λαβεῖν, τὸ μεῖζον ἀπολέσουσι, τῆς ψυχῆς τὴν ἰσχὺν καὶ τὴν εὐεξίαν ἅπασαν; Τὶ οὖν; Κατασκάψομεν τὰ διδασκαλεῖα, φησίν; Οὐ τοῦτο λέγω, ἀλλ’ πῶς μὴ τὴν τῆς ἀρετῆς καθέλωμεν οἰκοδομήν, καὶ ζῶσαν κατορύξωμεν τὴν ψυχήν· σωφρονούσης μὲν γὰρ ταύτης οὐδεμία ἀπὸ τῆς τῶν λόγων ἀπειρίας ἔσται ζημία, διεφθαρμένης δὲ μεγίστη ἡ βλάβη, κἂν σφόδρα ἡ γλῶττα ἠκονημένη τυγχάνῃ, καὶ τοσούτῳ, μείζων, ὅσωπερ ἂν ἐκείνη προσῇ ἡ δύναμις.

Πονηρία γὰρ τὴν τοῦ λέγειν προσλαβοῦσα ἐμπειρίαν πολλῷ χείρονα τῆς ἀμαθίας ἐργάζεται τὰ δεινά. Ἂν δὲ ἀπελθόντες ἐκεῖ, φησί, πρὸς τῷ τὴν γλῶσσαν ἀργοτέραν ἔχειν, καὶ τῆς ἀρετῆς ἐκπέσωσιν ἐκείνης; Ἂν δὲ μένοντες, εἰπὲ μοι, πρὸς τῷ τὴν ψυχὴν διαφθεῖραι, μηδὲν εἰς εὐγλωττίαν ἀπόνωνται τῆς σχολῆς; Ἐμοὶ γὰρ ἁρμόσει ταῦτα λέγειν μᾶλλον, ἢ ἐκεῖνα σοί. Τὶ δήποτε; Ὅτι εἰ καὶ τὸ τοῦ μέλλοντος ἄδηλον ἑκατέρου, τὸ σὸν ἀδηλότερον. Πῶς, καὶ διὰ τί; Ὅτι ἡ μὲν τῶν λόγων σπουδὴ τῆς ἀπὸ τῶν τρόπων ἐπιεικείας δεῖτε, ἡ δὲ τῶν τρόπων ἐπιείκεια οὐκέτι τῆς ἀπὸ τῶν λόγων προσθήκης. Σωφροσύνην μὲν γὰρ καὶ χωρὶς τῆς παιδεύσεως ταύτης κατορθῶσαι ἔνι, λόγων δὲ δύναμιν χωρὶς τρόπων χρηστῶν οὐδεὶς ἂν προσλάβοι ποτέ, παντὸς τοῦ χρόνου εἰς κακίαν καὶ ἀσελγεῖν ἀναλισκομένου. Ὥστε ὅπερ ἐκεῖ δέδοικας τοῦτο καὶ ἐνταῦθα φοβεῖσθαι χρή· καὶ πολλῷ μᾶλλον ἐνταῦθα, ὅσῳ καὶ πυκνότεραι αἱ ἀποτυχίαι, καὶ περὶ τῶν μειζόνων ὁ κίνδυνος. Κἀκεῖ μὲν πρὸς ἓν ἠσχολῆσθαι μόνον ἀνάγκη, ἐνταῦθα δὲ τῶν δύο κρατῆσαι πρόκειται, ὡς οὐκ ἕνον θάτερον χωρὶς θατέρου λαβεῖν, οὐδὲ σωφροσύνης χωρὶς τοὺς λόγους εἰδέναι. Εἰ δὲ βούλει, καὶ τὸ ἀδύνατον τοῦτο θῶμεν εἶναι δυνατὸν τὶ γενοιτ’ ἂν ἡμῖν ἀγαθὸν ἀπὸ τῆς τούτων ἐμπειρίας, περὶ τὰ καίρια λαμβάνουσι τὴν πληγήν; Τὶ δὲ κακὸν ἀπὸ τῆς ἀπειρίας, τῶν μεγίστων ἡμῖν κατορθουμένων; Καὶ ταῦτα οὐ παρ’ ἡμῖν μόνον τοῖς καταγελῶσι τῆς ἔξωθεν σοφίας, καὶ μωρίαν αὐτὴν εἶναι νομίζουσιν, ἀλλὰ καὶ παρ’ αὐτοῖς τοῖς ἔξωθεν φιλοσόφοις οὕτω συνωμολόγηται. Καὶ διὰ τοῦτο οἱ μὲν πολλοὶ οὐ σφόδρα ἐπεμελήθησαν τοῦ πράγματος· οἱ δὲ καὶ τέλεον κατεφρόνησαν καὶ διετέλεσαν ὄντες ἀμαθεῖς, καὶ τὸν ἅπαντα βίον ἐν τῷ τῆς φιλοσοφίας ἠθικωτέρῳ διατρίψαντες μέρει, σφόδρα ἔλαμψαν, καὶ γεγόνασι περιφανεῖς. Καὶ γὰρ Ἀνάχαρσις καὶ Κράτης καὶ Διογένης οὐδεμίαν ἐποιήσαντο σπουδὴν τούτου· φασὶ δὲ τινες, οὐδὲ Σωκράτης, καὶ μαρτυρήσειεν ἂν ἡμῖν ὁ μάλιστα πάντων ἐν τῇ τέχνῃ ταύτῃ διενεγκών, καὶ τὰ ἐκείνου τῶν ἄλλων εἰδὼς ἀκριβέστερον. Εἰσαγαγὼν γὰρ αὐτὸν ποτε εἰς δικαστήριον ἀπολογησόμενον, ἐν τῇ πρὸς τοὺς δικαστὰς ἀπολογίᾳ ἀποίησεν οὕτω λέγοντα· «Ὑμεῖς δὲ ἐμοῦ ἀκούσεσθε πᾶσαν τὴν ἀλήθειαν, οὐ μέντοι μὰ δῷ , ᾧ ἄνδρες Ἀθηναῖοι, κεκαλλιεπημένους γε λόγους, ὥσπερ οἱ τούτων, ῥήμασί τε καὶ ὀνόμασιν, οὐδὲ κεκοσμημένους, ἀλλ’ ἀκούσεσθε ἁπλῶς καὶ εἰκῆ λεγόμενα τοῖς ἐπιτυχοῦσιν ὀνόμασι. Πιστεύω γὰρ δίκαια εἶναι ἃ λέγω, καὶ μηδεὶς ὑμῶν προσδοκησάτω ἄλλως. Οὐδὲ γὰρ ἂν δήπου πρέποι τῇ ἡλικίᾳ μηδέ, ὥσπερ μειρακίω πλάττοντι λόγους, εἰς ὑμᾶς εἰσιέναι». Ταῦτα δὲ ἔλεγε δεικνύς, ὅτι οὐ διὰ ῥαθυμίαν τινά, ἀλλὰ διὰ τὸ μὴ μέγα τὸ πρᾶγμα ἡγεῖσθαι, οὔτε ἔμαθεν, οὔτε ἐχρήσατο. Οὐκ οὖν φιλοσόφων μὲν ἡ εὐγλωττία, καὶ ἀνδρῶν δὲ ἁπλῶς, μειρακίων δὲ παιζόντων ἡ φιλοτιμία, ὡς καὶ αὐτοῖς τοῖς φιλοσόφοις δοκεῖ, οὐ τοῖς ἄλλοις μόνον, ἀλλὰ καὶ τῷ πάντων μάλιστα ἐν τούτῳ κεκρατηκότι· τὸν γὰρ διδάσκαλον οὐκ ἀφίησι κοσμεῖσθαι τῷ πράγματι, αἰσχρὸν τῷ φιλοσόφῳ τὸν κόσμον τοῦτον εἶναι νομίζων. Ἀλλὰ ταῦτα μὲν ὡς πρὸς ἄπιστον δικαίως ἂν τις εἴποι, μᾶλλον δὲ καὶ πρὸς πιστόν. Πῶς γὰρ οὐκ ἄτοπον, ὅταν οἱ μὲν τὴν παρὰ τῶν πολλῶν δόξαν θηρώμενοι, καὶ οὐδὲ ἄλλοθεν φανῆναι δυνάμενοι, ἀλλ’ ἢ ἀπὸ τῆς ἔξωθεν σοφίας, μηδὲν αὐτὴν εἶναι νομίζωσιν, ἡμεῖς δὲ οὕτω θαυμάζωμεν καὶ ἐκπληττώμεθα, ὡς καὶ τῶν ἀναγκαιοτάτων διὰ ταύτην καταφρονεῖν;

ιβ’. Πρὸς μὲν οὖν τὸν ἄπιστον ταῦτα ἀρκεῖ, πρὸς δὲ τὸν πιστὸν καὶ ταῦτα καὶ τὰ παρ’ ἡμῖν ὑποδείγματα ἀναγκαῖον παράγειν. Ποῖα δὴ ταῦτα; Τοὺς μεγάλους ἄνδρας καὶ ἁγίους ἐκείνους, τοὺς πρώτους, ὅτε γράμματα οὐκ ἦν,τοὺς μετ’ ἐκείνους, ὅτε γράμματα μὲν ἦν, ἐμπειρία δὲ λόγων οὐδέπω τοὺς μετὰ τούτους, ὅτε καὶ γράμματα ἦν καὶ ἐμπειρία λόγων. Ἀμφοτέρων δὲ ἦσαν τότε ἄπειροι ἐκεῖνοι οὐ μόνον γὰρ τῆς τῶν λόγων παιδεύσεως, ἀλλὰ καὶ αὐτῆς τῆς τῶν γραμμάτων ἐμπειρίας ἐκτὸς ἦσαν· ἀλλ’ ὅμως ἐν αὐτοῖς τούτοις, οἷς μάλιστα ἡ τῶν λόγων ἰσχὺς ἀναγκαῖα εἶναι δοκεῖ, μετὰ τοσαύτης περιουσίας τοὺς ἐν αὐτῇ κρατοῦντας παρήλασαν, ὡς παίδων ἀνοήτων αὐτοὺς φανῆναι χείρους. Ὅταν γὰρ τὸ πείθειν ἐν τοῖς λόγοις ἦ, καὶ οἱ μὲν φιλόσοφοι μηδὲ ἑνὸς περιγίνονται τυράννου, οἱ δὲ ἀγράμματοι καὶ ἰδιῶται τὴν οἰκουμένην ἐπιστρέφωσιν ἅπασαν, εὔδηλον ὅτι παρὰ τούτοις τὰ νικητήρια τῆς σοφίας ἐστί, τοῖς ἀγραμμάτοις καὶ ἰδιώταις, οὐ παρ’ ἐκείνοις τοῖς τὰ ἑκάτερα διηκριβωκόσιν. Οὕτως ἡ ὄντως σοφία καὶ ἡ ὄντως παίδευσις οὐδὲν ἕτερόν ἐστιν, ἀλλ’ ἢ τοῦ Θεοῦ φόβος. Καὶ μὴ μὲ τις νομιζέτω νομοθετεῖν ἀμαθεῖς τοὺς παῖδας γίνεσθαι. Ὥσπερ γάρ, τῶν θεμελίων σαλευομένων, καὶ πάσης τῆς οἰκίας καὶ τῆς οἰκοδομῆς κινδυνευούσης καταπεσεῖν, ἐσχάτης ἀνοίας καὶ παραπληξίας ἐστὶ πρὸς τοῦ κονιῶντας, ἀλλὰ μὴ πρὸς τοὺς οἰκοδομοῦντας τρέχειν· οὕτω πάλιν ἀκαίρου φιλονεικίας, τῶν τοίχων ἑστώτων ἀσφαλῶς καὶ βεβαίως, κωλύειν τὸν βουλόμενον κονιᾷν.

Καὶ ὅτι ταῦτα ἀπὸ ψυχῆς λέγω, ἅπερ ἐπὶ τῶν ἔργων ἐπεδειξάμην, ταῦτα ὑμῖν διηγήσομαι καὶ νῦν. Νέος τις κομιδῇ πλούσιος ὣν ἐπεδήμησέ ποτε τῇ πόλει τῇ ἡμέτερα κατὰ λόγων παίδευσιν ἑκατέραν, τὴν τε Ἰταλῶν τὴν τε Ἑλλήνων. Οὗτος ὁ νέος εἶχεν ἀκολουθοῦντα παιδαγωγόν, ἒν ἔργον ἔχοντα μόνον διαπλάττειν αὐτοῦ τὴν ψυχήν. Τούτῳ προσελθὼν ἐγὼ τῷ παιδαγωγῷ (καὶ γὰρ τῶν ἐν ὄρεσι καθημένων ἐτύγχανεν ὤν), τὴν πρόφασιν ἐπεχείρουν μανθάνειν δι’ ἦν τοιαύτης ἐπειλημμένος σοφίας εἰς τὸν τῶν παιδαγωγῶν βίον καθῆκεν ἑαυτόν. Ὁ δὲ μικρὸν ἔφησεν ἑαυτῷ λείπεσθαι χρόνον ἐν τούτῳ, καὶ τὸ πᾶν ἡμῖν ἄνωθεν διηγήσατο. Τῷ γὰρ παιδίω τούτῳ, φησί, πατὴρ μὲν ἐστι σκληρὸς καὶ τραχύς, καὶ πρὸς τὰ βιωτικὰ πράγματα ἐπτοημένος, μήτηρ δὲ μετρία καὶ σώφρων καὶ ἐπιεικής, καὶ πρὸς τὸν οὐρανὸν βλέπουσα μόνον. Ἐκεῖνος μὲν οὖν, ἅτε καὶ ἐν πολέμοις πολλὰ κατωρθωκώς, βούλεται τὸν υἱὸν ἐπὶ τὴν πατρῴαν τάξιν ἀγαγεῖν, ἡ δὲ μήτηρ ταῦτα μὲν οὔτε βούλεται, οὔτε ἐπιθυμεῖ, ἀλλὰ καὶ σφόδρα ἀπεύχεται· εὔχεται δὲ καὶ ἐπιθυμεῖ λαμπρὸν αὐτὸν ἰδεῖν ἐν τῇ τῶν μοναχῶν πολιτείᾳ. Ἀλλὰ ταῦτα μὲν πρὸς τὸν πατέρα εἰπεῖν οὐκ ἐτόλμησεν· ἐδεδοίκει γὰρ μὴ ποτε αὐτὸ τοῦτο ὑφορώμενος ἐκεῖνος, πρὸ ὥρας αὐτὸν ἤδη καταδήσῃ τοῖς τοῦ βίου σχοινίοις, καὶ ταύτης αὐτὸν ἀποστήσας τῆς σπουδῆς, ἐπὶ τὴν ζώνην ἀγάγοι, καὶ τὴν ἐξ ἐκείνης ῥαθυμίαν ἅπασαν, καὶ ἀδύνατον αὐτῷ τὴν μετὰ ταῦτα κατασκευάσῃ διόρθωσιν. Ἑτέραν δὲ τινα συντίθησι μηχανήν· καλέσασα γὰρ μὲ οἶκοι, καὶ ταῦτα πάντα κοινωσαμένη, καὶ τοῦ παιδίου λαβοῦσα τὴν δεξιάν, ταῖς ἐμαῖς ἐντίθησι χερσίν. Ὡς δὲ ἠρώτων τίνος ἕνεκεν ταῦτα ποιεῖ, μίαν ταύτην ἔλεγεν ὑπολείπεσθαι μηχανὴν ἡμῖν πρὸς τὴν τοῦ παιδὸς σωτηρίαν, εἰ βουληθείην τε καὶ ἀνασχοίμην ἐν τάζει παιδαγωγοῦ τὸ παιδίον λαβὼν ἐλθεῖν ἐνθάδε· πείσειν γὰρ αὐτὴν τὸν πατέρα, ὡς καὶ τὸν στρατιωτικὸν ἑλομένῳ βίον χρήσιμος αὐτῷ τῶν λόγων ἡ παίδευσις. Ἂν οὖν τοῦτο ἰσχῦσαι δυνηθῶ, φησί, καταμόνας αὐτὸν ἔχων λοιπὸν ἐπὶ τῆς ἀλλοτρίας, οὔτε τοῦ πατρὸς ἐνοχλοῦντος, οὔτε τῶν οἰκείων τινός, μετὰ πολλῆς αὐτὸν τῆς ἐξουσίας διαπλάσαι δυνήσῃ, καὶ καθάπερ ἐν μοναστηρίῳ διάγοντα, οὕτω ποιῆσαι ζῇν. Ἀλλ’ ἐπίνευσον καὶ ὑπόσχου τὸν συνυποκρίνασθαί μοι τὸ δρᾶμα. Οὐκ ἔστιν ὑπὲρ τῶν τυχόντων ὁ λόγος ἐμοί· ὑπὲρ τῆς τοῦ παιδίου μου ψυχῆς ὁ ἀγὼν καὶ ὁ κίνδυνος. Μὴ δὴ περιίδῃς τὸν πάντων ἐμοὶ φίλτατον κινδυνεύοντα, ἀλλ’ ἐξάρπασον αὐτὸν ἤδη τῶν πάντοθεν περικειμένων αὐτῷ παγῶν, τῆς ζάλης τοῦ κλυδωνίου. Εἰ δὲ οὐ θέλεις δοῦναι τὴν χάριν, τὸν Θεὸν ἤδη καλῶ μέσον ἡμῶν, καὶ μαρτύρομαι ὅτι ἐγὼ μὲν οὐδὲν ἐνέλιπον τῶν εἰς τὴν σωτηρίαν τῆς τούτου ψυχῆς ἡκόντων, ἀλλ’ εἰμὶ καθαρὰ ἀπὸ τοῦ αἵματος τοῦ παιδίου τούτου· εἰ δὲ συμβαίη τι παθεῖν αὐτόν, οἷον εἰκὸς νέον ὄντα καὶ ἐν τοσαύτῃ ζῶντα τρυφῇ καὶ ῥαθυμίᾳ, ἀπὸ σοῦ καὶ τῶν σῶν χειρῶν κατὰ τὴν ἡμέραν ἐκείνην ἐκζητήσει τοῦ παιδίου τούτου τὴν ψυχὴν ὁ Θεός. Ταῦτα καὶ τὰ τούτων πλείονα προσθεῖσα ῥήματα, καὶ δακρύσασα σφοδρῶς καὶ ἐλεεινῶς, ἔπεισεν ἀναδέξασθαί με ταύτην τὴν πραγματείαν, καὶ μετὰ τούτων ἐξέπεμψε τῶν ἐντολῶν. Καὶ οὐ γέγονεν αὐτῇ μάταιος ἡ μηχανή· ἀλλ’ οὕτως ἐν βραχεῖ χρόνῳ τὸν παῖδα τοῦτον ὁ γενναῖος ἐκεῖνος ἤσκησε, καὶ τοσοῦτον αὐτῷ τῆς ἐπιθυμίας ταύτης ἀνῆψε τὸ πῦρ, ὡς ἀθρόον ἅπαντα ῥῖψαι, καὶ ἐπὶ τὴν ἔρημον δραμεῖν, καὶ ἑτέρου δεῖσθαι χαλινοῦ πάλιν τοῦ δυνησομένου πρὸς τὴν σύμμετρον αὐτὸν ἄσκησιν ἀπὸ τῆς ἐπιτεταμένης μεταστρέψαι ἐκείνης. Καὶ γὰρ ἦν δέος, μὴ τῇ σπουδῇ ταύτῃ πρὸ καιροῦ τὸ δρᾶμα ἀποκαλύψας, καὶ τῇ μητρὶ καὶ τῷ παιδαγωγῷ, καὶ τοῖς πανταχοῦ μοναχοῖς πόλεμον ἐγείρῃ χαλεπόν. Εἰ γὰρ ἤσθετο ταύτης τῆς φυγῆς ὁ πατήρ, οὐκ ἂν ἀπέστη πάντα κινῶν, ὥστε ἀπελάσαι τοὺς ἁγίους ἐκείνους, οὐχὶ τοὺς ὑποδεξαμένους μόνον, ἀλλὰ καὶ τοὺς ἄλλους ἅπαντας. Τοῦτον τοίνυν ἐγὼ τὸν παῖδα λαβών, καὶ ταῦτα καὶ τὰ τούτων πλείονα εἰπών, τὴν μὲν ἐπιθυμίαν τῆς φιλοσοφίας ταύτης εἴασα μένειν, καὶ ἐπέτεινα δὲ πλέον, τὴν δὲ πόλιν οἰκεῖν ἠξίουν, καὶ τῆς τῶν λόγων ἔχεσθαι σπουδῆς· οὕτω γὰρ καὶ τοὺς ἡλικιώτας ὠφελήσειν τὰ μέγιστα, καὶ τὸν πατέρα λήσειν. Ἀναγκαῖον δὲ τοῦτο εἶναι ἐνόμιζον, οὐ τῶν ἁγίων μόνον ἕνεκεν ἐκείνων, οὐδὲ τῆς μητρός, οὐδὲ τοῦ παιδαγωγοῦ, ἀλλὰ καὶ αὐτοῦ τοῦ παιδός. Ἐν ἀρχῇ μὲν γὰρ ἐπιθέμενον αὐτῷ τὸν πατέρα, καὶ διασαλεύειν εἰκὸς ἦν τὰ τῆς φιλοσοφίας φυτά, ἁπαλὰ τε ὄντα καὶ ἄρτι τεθέντα· εἰ δὲ χρόνος ἐγγένηται πολύς, καὶ ῥιζωθείη καλῶς, σφόδρα ἐθάῤῥουν ὅτι οὐκ ἂν οὐδ’ ὁτιοῦν γένηται δυνήσεται παραβλάψαι τὸν υἱὸν ἐκεῖνος ὃ δὴ καὶ γέγονε, καὶ οὐ διήμαρτον τῆς ἐλπίδος. Ὅτε γὰρ πατὴρ αὐτοῦ προσβαλὼν ὕστερον χρόνου παρελθόντος πολλοῦ, καὶ μετὰ σφοδρᾶς ἐνσείσας τῆς ρύμης, οὐ μόνον οὐκ ἔκλινέ τι τῆς οἰκοδομῆς, ἀλλὰ καὶ ἰσχυροτέραν ἀπέφηνε· τῶν τε συμφοιτώντων αὐτῷ πολλοὶ τοσαῦτα τῆς ὁμιλίας ἀπώναντο τῆς ἐκείνου, ὡς πρὸς τὸν αὐτὸν αὐτῷ ζῆλον ἐλθεῖν. Ἔχων γὰρ οἶκοι διαπαντὸς τὸν ρυθμίζοντα, καθάπερ ἄγαλμα συνεχῶς ἀπολαῦον τῆς τοῦ τεχνίτου χειρός, οὕτω προσθήκην καθ’ ἑκάστην ἡμέραν ἐλάμβανε τοῦ κατὰ ψυχὴν κάλλους. Καὶ τὸ δὴ θαυμαστόν, ἔξω μὲν φαινόμενος, οὐδὲν διαφέρειν ἐδόκει τῶν πολλῶν· οὔτε γὰρ ἦθος εἶχεν ἠγριωμένον καὶ κατεσκληκός, οὔτε ἐξηλλαγμένην στολήν, ἀλλ’ ἦν κοινὸς καὶ τῷ σχήματι καὶ τῷ βλέμματι καὶ τῇ φωνῇ καὶ τοῖς ἄλλοις ἅπασιν. Ὅθεν καὶ πολλοὺς τῶν ὁμιλούντων αὐτῷ εἴσω τῶν αὐτοῦ δικτύων ἠδυνήθη λαβεῖν, πολλὴν ἔνδον ἔχων ἐγκεκρυμμένην τὴν φιλοσοφίαν. Οἶκοι δὲ εἰ τις αὐτὸν εἶδεν, ἐνόμισεν ἂν τινα εἶναι τῶν ἐν τοῖς ὄρεσι καθημένων· καὶ γὰρ ἡ οἰκία αὐτῷ πρὸς ἀκρίβειαν μοναστηρίου παντὸς διέκειτο, οὐδὲν ἔχουσα τῶν ἀναγκαίων πλέον. Καὶ ὁ καιρὸς δὲ αὐτῷ ἅπας εἰς τὴν ἀνάγνωσιν τῶν ἁγίων ἀνηλίσκετο βιβλίων· καὶ γὰρ ὢν ὀξὺς μαθήματα προσλαβεῖν, τῇ μὲν ἔξωθεν παιδεύσει βραχὺ τῆς ἡμέρας ἀπένειμε μέρος, τὸ δὲ λοιπὸν ἅπαν εὐχαῖς συνεχέσι καὶ βιβλίοις ἀνέκειτο θείοις, καὶ ἄσιτος ἅπασαν διετέλει τὴν ἡμέραν, μᾶλλον δὲ οὐδὲ μίαν, οὐδὲ δύο μόνον, ἀλλὰ καὶ πλείους. Καὶ νύκτες δὲ αὐτῷ ταῦτα συνῄδεσαν, δάκρυα καὶ εὐχάς, καὶ τὴν τοιαύτην ἀνάγνωσιν. Ἅπερ ἡμῖν ἅπαντα ὁ παιδαγωγὸς λάθρᾳ ἀπήγγειλε· καὶ γὰρ ἦν ἀφόρητος ὁ παῖς, εἲ τι τούτων ἤσθετό ποτε ἐξενεχθέν. Ἔλεγε τοίνυν οὗτος, ὅτι καὶ ἱμάτιον αὐτῷ ἀπὸ τριχῶν κατεσκεύαστο, καὶ τούτῳ τὰς νύκτας ἐγκαθεύδοι, σοφὴν τινα μηχανὴν τοῦ ταχέως ἐξανίστασθαι ταύτην εὑρών. Καὶ τὰ ἄλλα δὲ αὐτῷ πρὸς τὴν ἀκρίβειαν τῶν μοναχῶν ἀπήρτιστο καὶ τὸν Θεὸν ἐδόξαζε συνεχῶς ἐκεῖνος, τὸν οὕτω κοῦφα τῆς φιλοσοφίας ταύτης ἐνθέντα αὐτῷ τὰ πτερά. Ὥστε εἰ τὶς μοι ψυχὴν καὶ νῦν ἐδείκνυ τοιαύτην, καὶ παιδαγωγὸν παρεῖχε τοιοῦτον, καὶ τὰ ἄλλα πάντα ὁμοίως ἐπιμελεῖσθαι ἐπηγγείλατο, μυριάκις ἂν ηὐξάμην τοῦτο γενέσθαι μᾶλλον τῶν γεννησαμένων αὐτῶν. Ἦ γὰρ ἂν ἡμῖν ἡ θήρα πλείων ἐγένετο, καὶ διὰ τὸν βίον, καὶ διὰ τὴν ἡλικίαν, καὶ διὰ τὴν συνεχῆ διατριβήν, τῶν τοιούτων δυναμένων τοὺς ἡλικιώτας θήραν. Ἀλλὰ γὰρ οὐδεὶς ἐστιν ὁ ταῦτα ὑποστησόμενος, οὐδὲ ποιήσων· οὐκ ὄντος δέ, μυρίας ὠμότητος ἂν εἴη τὸν ἑαυτῷ δυνάμενον ἀμῦναι, ἀλλὰ κείμενον, καὶ μυρία δεχόμενον τραύματα, καὶ τοὺς ἄλλους ἀσθενέστερους ποιοῦντα, τοῦτον ἐν τῷ μέσῳ κατακόπτεσθαι ἐᾷν, δέον ἐξέλκειν ἀπὸ τῆς μάχης. Καὶ γὰρ καὶ στρατηγὸν ὁμοίως ἂν τις κολάσειε, τὸν τοὺς τε δυναμένους πολεμεῖν ἀπάγοντα τῆς παρατάξεως, τοὺς τε τρωθέντας καὶ κειμένους, καὶ τοὺς ἄλλους συνταράσσοντας κελεύοντα κεῖσθαι διαπαντὸς ἐν τῷ μέσῳ.

ιγ’. Ἐπεὶ δὲ πολλοὶ τῶν πατέρων, ἕκαστος ἔγκειται τὸν υἱὸν ἐπιθυμῶν ἐν λόγοις ζῶντα ὁρᾷν, ὡς ἀκριβῶς εἰδὼς ὅτι πρὸς τὸ τέλος πάντως ἥξει τῶν λόγων, ὑπὲρ τούτου μὲν μὴ φιλονεικῶμεν, μηδὲ ὅτι διαμαρτήσεται λέγωμεν, ἀλλὰ δῶμεν τῷ λόγῳ καὶ περιέσεσθαι πάντως αὐτὸν τῆς σπουδῆς, καὶ πρὸς ἄκρον ἀφίξεσθαι. Ἔστω δὲ αἵρεσις ἡμῖν προκειμένη διπλῆ, καὶ εἰς διδασκαλεῖα μὲν φοιτῶν, ὑπὲρ τῆς ψυχῆς· ποῦ βέλτιον, εἰπὲ μοι, κρατεῖν; Ἂν μὲν γὰρ ἑκατέρωθεν συμβαίνει, κἀγὼ βούλομαι· ἂν δὲ θάτερον λείπηται, βέλτιον ἑλέσθαι τὸ κρεῖττον. Ναί, φησίν, αὐτὸ δὲ τοῦτο πόθεν ἡμῖν ἔσται δῆλον, ὅτι στήσεται καὶ μενεῖ, καὶ οὐ μεταπεσεῖται; πολλοὶ γὰρ οἱ πεσόντες. Πόθεν δῆλον ὅτι οὐ στήσεται, οὐδὲ μένει; Πολλοὶ γὰρ οἱ στάντες, καὶ τῶν πεπτωκότων πλείους· ὥστε διὰ τούτους μᾶλλον θαῤῥεῖν χρή, ἢ δι’ ἐκείνους φοβεῖσθαι. Τίνος δὲ ἕνεκεν καὶ ἐπὶ τῶν λόγων αὐτὸ τοῦτο οὐ δέδοικας, ἔνθα μάλιστα δεδοικέναι ἐχρῆν; Παρὰ μὲν γὰρ τοῖς μοναχοῖς ἐκ πολλῶν ὀλίγοι διήμαρτον· ἐν δὲ ταῖς τῶν λόγων διατριβαῖς ἀπὸ πολλῶν ὀλίγοι κατώρθωσαν. Καὶ οὐκ ἀπὸ τούτων μόνον, ἀλλὰ καὶ ἀφ’ ἑτέρων πλειόνων εἰκότως ἂν τις ἐκεῖνα μᾶλλον φοβοῖτο. Καὶ γὰρ παιδὸς ἀφυΐα, καὶ διδασκάλων ἀμαθία, καὶ παιδαγωγῶν ῥαθυμίᾳ, καὶ πατρὸς ἀσχολία, καὶ δαπανῶν καὶ μισθῶν ἔλλειψις, καὶ τρόπῳν διαφορά, καὶ συμφοιτητῶν κακία καὶ φθόνος καὶ βασκάνια, καὶ πολλὰ ἕτερα τῷ τέλει λυμαίνεται. Καὶ οὐ ταῦτα μόνον, ἀλλὰ καὶ μετὰ τὸ τέλος τούτων ἕτερα πλείονα· ὅταν γὰρ ἅπαντα ὑπερβὰς πρὸς αὐτὸ τῆς παιδείας τὸ ἄκρον ἀφίκηται, καὶ μηδενὶ τούτων ὑποσκελισθείς, ἑτέρα πάλιν κεῖται ἐνέδρα ἐκεῖ. Καὶ γὰρ ἄρχοντος δυσμένεια, καὶ φθόνος τῶν ὁμοτέχνων, καὶ καιρῶν δυσκολία, καὶ φίλων ἐρημία, καὶ πενία πολλάκις τοῦ τέλους ἐξέκρουσεν. Ἀλλ’ οὐκ ἐπὶ τῶν μοναχῶν οὕτως, ἀλλ’ ἑνὸς δεῖ μόνου, προθυμίας γενναίας καὶ ἀγαθῆς· κἂν τοῦτο προσῇ, οὐδὲν τὸ κωλύον πρὸς τὸ τέλος ἐλθεῖν τῆς ἀρετῆς.

Πῶς οὖν οὐκ ἄδικον, ἔνθα μὲν τὰ τῶν χρηστῶν ἐλπίδων δῆλά τὲ ἐστι καὶ ἐγγύτερα ἀπογινώσκειν καὶ τρέμειν, ἔνθα δὲ τὰ τῶν ἐναντίων μακρότερα, καὶ ὑπὸ πολλῶν κωλυμάτων ἀνακοπτόμενα, μὴ ἀπογινώσκειν, εἰς δὲ τὰ τῶν δυσχερῶν σαφέστερα καὶ μᾶλλον πλείονα θαρσεῖν· καὶ ἐπὶ μὲν τῶν λόγων, μὴ πρὸς τὰ πολλάκις συμβαίνοντα λυπηρά, ἀλλὰ πρὸς τὰ σπανίως ἐκβαίνοντα χρηστὰ ἀφορᾷν, ἐπὶ δὲ τῶν μοναχῶν τοὐναντίον ποιεῖν, καὶ ἔνθα μὲν αἱ τῶν ἀγαθῶν ἐλπίδες πολλαί, πρὸς τὰ λυπηρὰ ἀποκλίνειν μόνον, ἔνθα δὲ οἱ τῶν ἐναντίων, τὰς χρηστὰς ἀναλογίζεσθαι μόνας; Καίτοι γὲ ἐκεῖ μὲν ὅταν ἅπαντα συνέλθῃ τὰ ὀφείλοντα συνδραμεῖν, πρὸς αὐτῷ τῷ τέλει πολλάκις θάνατος ἄωρος προσπεσὼν ἀπήνεγκεν ἀστεφάνωτον τὸν ἀθλητὴν μετὰ τοὺς μυρίους ἵδρωτας· ἐνταῦθα δὲ κἂν ἐν μέσοις τοῖς ἀγῶσι τοῦτο γένηται, τότε δὴ μάλιστα λαμπρὸς καὶ ἐστεφανωμένος ἄπεισιν οὗτος. Ὥστε εἰ τὸ μέλλον δέδοικας, ἐπὶ τῶν λόγων δεδοικέναι μᾶλλον ἔδει, ἔνθα πολλὰ τὰ κωλύματα πρὸς τὸ πέρας ἐλθεῖν. Σὺ δὲ ἐκεῖ μὲν κάθῃ χρόνον ἀναμένων μακρόν, καὶ πρὸς οὐδὲν τῶν ἐν μέσῳ, δαπάνην λέγω καὶ ταλαιπωρίαν καὶ τὸ ἄδηλον, ἀλλὰ πρὸς τὸ τέλος μόνον ὁρῶν· ἐνταῦθα δὲ οὔπω τῶν προθύρων τοῦ παιδὸς ἐπιβάντος, οὐδὲ ἁψαμένου τῆς καλῆς ταύτης φιλοσοφίας, δέδοικας καὶ τρέμεις εὐθέως, καὶ εἰς ἀπόγνωσιν ἐμβάλλεις τὸν λογισμόν; Καὶ μὴν αὐτὸς ἔμπροσθεν ἔλεγες· τὶ γάρ; Πόλιν οἰκοῦντα καὶ οἰκίαν ἔχοντα σωθῆναι οὐκ ἑνί; Οὐκοῦν εἰ μετὰ τῆς πόλεως, καὶ τῆς οἰκίας, καὶ τῆς γυναικὸς σωθῆναι δυνατόν, πολλῷ μᾶλλον χωρὶς γυναικὸς καὶ τῶν ἄλλων τούτων. Οὐ γὰρ ἐστι τοῦ αὐτοῦ νῦν μὲν θαῤῥεῖν, καὶ εἰ ἐν τοῖς βιωτικοῖς ᾖ πράγμασιν ἐνδεδεμένος, ὡς δυνατῆς καὶ οὕτω τῆς σωτηρίας οὔσης· νῦν δέ, κἂν πάντων ἀπηλλαγμένος ᾗ, τρέμειν καὶ δεδοικέναι, ὡς οὐδὲ τούτων χωρὶς εὐδοκιμῆσαι ἕνον. Εἰ γὰρ πόλιν οἰκῶν ἠδύνατο σώζεσθαι, ὡς ἔφης, πολλῷ μᾶλλον τὴν ἐρημίαν καταλαβών. Πῶς οὖν τὸ ἀδύνατον ἐνταῦθα δέδοικας, ἐκεῖ μὴ φοβηθεὶς ἔνθα μᾶλλον ἐχρῆν;

ιε’. Οὐ γὰρ ἐστι, φησίν, ἴσον βιωτικὸν ὄντα διαμαρτεῖν, καὶ καθάπαξ ἀναθέντα ἑαυτὸν τῷ Θεῷ· οὐ γὰρ ἀπὸ τοῦ αὐτοῦ ὕψους ἀμφότεροι καταπίπτουσιν, ὅθεν οὐδὲ τὰ τραύματα αὐτοῖς ἴσα. Σφόδρα ἀπάτας σαυτὸν καὶ σφάλλεις, εἰ ἄλλα μὲν οἴει τὸν βιωτικόν, ἕτερα δὲ ἀπαιτεῖσθαι τὸν μοναχόν· ἡ γὰρ διαφορὰ τούτοις ἐν τῷ γαμῆσαι καὶ μή, τῶν δὲ ἄλλων ἕνεκεν ἁπάντων κοινὰς ὑπέχουσι τὰς εὐθύνας. Καὶ γὰρ ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, κἂν τὲ βιωτικός, κἂν τὲ μοναχὸς ᾖ, τῷ Θεῷ προσέκρουσεν ὁμοίῳς· καὶ ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἂν τὲ τοῦτο ἂν τὲ ἐκεῖνο τυγχάνῃ, ὁμοίως ὑπὲρ τῆς μοιχείας τιμωρηθήσεται ταύτης. Εἰ δὲ χρὴ καὶ ἀπὸ λογισμοῦ προσθεῖναι, ὁ βιωτικὸς ἀσυγγνωστότερος τοῦτο παθῶν· οὐ γὰρ ἐστιν ἴσον γυναῖκα ἔχοντα, καὶ τοσαύτης ἀπολαύοντα παραμυθίας, κάλλει προσπταῖσαι γυναικός, καὶ ἁπάσης ταύτης ἀπεστερημένον τῆς βοηθείας ἁλῶναι τῷ δεινῷ. Πάλιν ὁ ὄμνυς, ἂν τε τοῦτο ἂν τε ἐκεῖνο ᾗ, ὁμοίως καταδικάζεται. Οὐδὲ γὰρ ὁ Χριστός, ὅτε περὶ τούτων διετάσσετο καὶ ἐνομοθέτει, τοῦτον ἐποιήσατο τὸν διορισμόν, οὐδὲ εἶπεν· ἐὰν μὲν μοναχὸς ὀμνύων ᾗ, ἐκ τοῦ πονηροῦ ὁ ὅρκος· ἐὰν δὲ μὴ μοναχός, οὐκέτι· ἀλλ’ ἁπλῶς καὶ καθάπαξ ἅπασιν ἔλεγεν· «Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ὄμοσαι ὅλως». Καὶ πάλιν εἰπών, «Οὐαὶ τοῖς γελῶσιν», οὐ προσέθηκε τοὺς μοναχούς, ἀλλ’ ἁπλῶς ἐνομοθέτησεν ἅπασιν οὕτω· καὶ ἐν τοῖς ἄλλοις δὲ ἅπασιν οὕτως ἐποίησε τοῖς μεγάλοις καὶ θαυμαστοῖς παραγγέλμασι. Καὶ γὰρ ὅτε λέγει· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, οἱ πενθοῦντες, οἱ πραεῖς, οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, οἱ ἐλεήμονες, οἱ καθαροὶ τῇ καρδίᾳ, οἱ εἰρηνοποιοί, οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, οἱ καὶ ῥητὰ καὶ ἄῤῥητα δι’ αὐτὸν παρὰ τῶν ἔξωθεν ἀκούοντες κακά· οὔτε βιωτικοῦ, οὔτε μονάζοντος ὄνομα τίθησιν, ἀλλ’ ἀπὸ τῆς τῶν ἀνθρώπων διανοίας οὗτος εἰσενήνεκται ὁ διορισμός. Αἱ δὲ Γραφαὶ οὐδὲν ἴσασι τούτων, ἀλλ’ ἅπαντας τὸν τῶν μοναχῶν βούλονται βίον ζῇν, κἂν γυναῖκας ἔχοντες τύχωσιν. Ἄκουσον γοῦν καὶ ὁ Παῦλος τὶ φησίν· ὅταν δὲ Παῦλον εἴπω, τὸν Χριστὸν λέγω πάλιν. Οὗτος τοίνυν ἐπιστέλλων ἀνθρώποις γυναῖκας ἔχουσι καὶ παιδία τρέφουσι, πᾶσαν τὴν τοῖς μοναχοῖς προσήκουσαν ἀκρίβειαν αὐτοὺς ἀπαιτεῖ. Τὴν γὰρ τρυφὴν ἐκκόπτων ἅπασαν, καὶ τὴν ἐν τοῖς ἱματίοις, καὶ τὴν ἐν τοῖς ἐδέσμασι, ταῦτα ἐπιστέλλει τὰ ῥήματα. «Γυναῖκας ἐν καταστολῇ κοσμίῳ μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτάς, μὴ ἐν πλέγμασιν, ἢ χρυσῷ, ἢ μαργαρίταις, ἢ ἱματισμῷ πολυτελεῖ». Καὶ πάλιν, «ἡ δὲ σπαταλῶσα ζῶσα τέθνηκε». Καὶ πάλιν, «ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα». Τὶ τούτων παρὰ τὸν μοναζόντων πλέον ἀπαιτήσειεν ἂν τίς; Γλώττης δὲ παιδεύων κρατεῖν ἑτέρους, ἀκριβεῖς πάλιν τίθησι νόμους, καὶ τοιούτους οἵους καὶ τοῖς μοναχοῖς ἀνύσαι ἔργον ἐστίν. Οὐ γὰρ αἰσχρότητα καὶ μωρολογίαν μόνον, ἀλλὰ καὶ εὐτραπελίαν ἀναιρεῖ· οὐ θυμὸν καὶ ὀργὴν καὶ πικρίαν μόνον, ἀλλὰ καὶ κραυγὴν ἐκκόπτει τοῦ τῶν πιστῶν στόματος. «Πᾶς γάρ, φησί, θυμὸς καὶ ὀργὴ καὶ κραυγῇ καὶ βλασφημία ἀρθήτω ἀφ’ ὑμῶν σὺν πάσῃ κακίᾳ». Ἆρα σοὶ μικρὰ ταῦτα εἶναι δοκεῖ; Οὐκοῦν ἀνάμεινον, καὶ τὰ πολλῷ μείζονα τούτων ἀκούσῃ, ἃ περὶ ἀνεξικακίας διατάττεται πᾶσιν. «Ὁ ἥλιος, φησί, μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν. Ὁρᾶτε μὴ τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδώσει· ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε καὶ εἰς ἀλλήλους καὶ εἰς πάντας». Καὶ πάλιν «Μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν». Εἶδες πρὸς αὐτὴν τὴν κορυφὴν ἀναβαίνουσαν τὴν τῆς φιλοσοφίας καὶ μακροθυμίας ἐπίτασιν; Ἄκουσον καὶ ὅσα περὶ ἀγάπης διατάττεται τοῦ κεφαλαίου τῶν ἀγαθῶν· ἐπάρας γὰρ αὐτὴν καὶ τὰ κατορθώματα αὐτῆς εἰπών, ἐδήλωσεν ὅτι ταύτην ἀπαιτεῖ παρὰ τῶν βιωτικῶν ἣν παρὰ τῶν μαθητῶν ὁ Χριστός. Ὥσπερ γὰρ ὁ Σωτὴρ τοῦτον ἔσχατον ὅρον ἔφησεν ἀγάπης εἶναι, τὸ τὴν ψυχὴν αὐτοῦ θεῖναι ὑπὲρ τῶν φίλων αὐτοῦ, οὕτω καὶ ὁ Παῦλος τὸ αὐτὸ τοῦτο ἠνίξατο εἰπών. «Ἡ ἀγάπη οὐ ζητεῖ τὰ ἑαυτῆς»· καὶ τὴν τοιαύτην κελεύει διώκειν. Ὥστε εἰ καὶ τοῦτο μόνον εἴρητο, ἱκανὸν τεκμήριον ἦν τοῦ τὰ αὐτὰ ἀπαιτεῖσθαι τοὺς βιωτικοὺς τοῖς μοναχοῖς. Ὁ γὰρ σύνδεσμος καὶ ἡ ῥίζα τῆς πολλῆς ἀρετῆς αὕτη ἐστί· νυνὶ δὲ καὶ κατὰ μέρος αὐτὴν τίθησι. Τὶ τοίνυν μεῖζον ταύτης τῆς φιλοσοφίας ζητήσειεν ἂν τίς; Ὅταν γὰρ καὶ ὀργῆς καὶ θυμοῦ καὶ κραυγῆς, καὶ χρημάτων ἐπιθυμίας, καὶ γαστρός, καὶ πολυτέλειας, καὶ δόξης κενῆς, καὶ τῶν ἄλλων τῶν βιωτικῶν ἀνώτερους εἶναι κελεύῃ, καὶ μηδὲν κοινὸν ἔχειν πρὸς τὴν γῆν, ὅταν νεκρῶσαι τὰ μέλη προστάττῃ, εὔδηλον ὅτι τὴν αὐτὴν ἡμᾶς ἀκρίβειαν ἀπαιτεῖ, ὅσην τοὺς μαθητὰς ὁ Χριστός, καὶ πρὸς τὰ ἁμαρτήματα οὕτως εἶναι βούλεται νεκρούς, ὡς τοὺς ἀποθανόντας καὶ ταφέντας ἤδη. Διὰ τοῦτο γὰρ φησιν· «Ὁ γὰρ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας». Ἔστι δὲ ὅπου καὶ εἰς τὸν τοῦ Χριστοῦ ζῆλον διὰ τῆς παρακλήσεως ἡμᾶς ἄγει, οὐχὶ πρὸς τὸν τῶν μαθητῶν μόνον. Καὶ γὰρ ὅταν ἀγαπᾷν παραινῇ, ἐκεῖθεν φέρει τὰ ὑποδείγματα, καὶ ὅταν μὴ μνησικακεῖν, καὶ ὅταν μετριάζειν. Ὅταν οὖν μὴ μοναχοὺς μόνον, μηδὲ τοὺς μαθητάς, ἀλλὰ καὶ αὐτὸν μιμεῖσθαι κελεύῃ τὸν Χριστόν, καὶ τοῖς μὴ ζηλοῦσι κόλασιν τίθησι μεγίστην, πόθεν ἐκεῖνο μεῖζον ἔφης εἶναι τὸ ὕψος; Τὸ γὰρ αὐτὸ πάντας ἀνθρώπους ἀναβῆναι δεῖ· καὶ τὸ πᾶσαν ἀνατρέψαν τὴν οἰκουμένην, τοῦτό ἐστιν, ὅτι μείζονος οἰόμεθα δεῖν ἀκριβείας τῷ μονάζοντι μόνῳ, τοῖς δὲ λοιποῖς ἐξιέναι ῥαθύμως ζῇν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν, ἀλλὰ τὴν αὐτὴν ἀπαιτούμεθα, φησί, πάντες φιλοσοφίαν· καὶ σφόδρα φαίην ἂν ἔγωγε, μᾶλλον δὲ οὐκ ἐγώ, ἀλλ’ αὐτὸς ὁ μέλλων κρίνειν ἡμᾶς. Εἰ δὲ θαυμάζεις ἔτι καὶ διαπορεῖς, φέρε σοι πάλιν τὴν ἀκοὴν ἀπὸ τῶν αὐτῶν ἀντλήσωμεν ναμάτων, ὥστε σοι τέλεον ἐκπλυθῆναι τῆς ἀπιστίας τὴν κακίαν ἅπασαν. Ποιήσομαι δὲ τὴν ἀπόδειξιν ἀπὸ τῶν κολάσεων τῶν κατὰ τὴν ἡμέραν ἐκείνην. Ὁ πλούσιος, οὐκ ἐπειδὴ μονάζων ἦν ὠμός, διὰ τοῦτο ἐκολάζετο μειζόνως, ἀλλ’ εἰ δεῖ τι καὶ ἐφευρόντα εἰπεῖν, ἐπειδὴ βιωτικὸς ὤν, καὶ ἂν πλούτῳ ζῶν καὶ ἐν πορφύρᾳ, περιεώρα τὸν Λάζαρον ἐν ἐσχάτῃ πενίᾳ. Πλὴν οὔτε τοῦτο οὔτε ἐκεῖνο ἐρῶ, ἀλλ’ ὅτι μόνον ὠμὸς ἦν διὰ τοῦτο ἔκειτο μειζόνως κολαζόμενος ἐν τῷ πυρί. Καὶ αἱ παρθένοι δέ, ἐπειδὴ περὶ τὴν φιλανθρωπίαν ὑστέρησαν, διὰ τοῦτο ἀπηλάθησαν ἀπὸ τοῦ νυμφῶνος· καὶ εἰ χρὴ τι καὶ παρ’ ἑαυτῶν εἰπεῖν, οὐ μόνον αὐταῖς οὐκ ἐπετείνετο τὰ τῆς κολάσεως διὰ τὴν παρθενίαν, ἀλλὰ τάχα καὶ ἡμερώτερα διὰ ταύτην ἐγένετο. Οὐ γὰρ ἤκουσαν, «Πορεύεσθε εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ», ἀλλὰ μόνον· «Οὐκ οἶδα ὑμᾶς». Εἰ δὲ λέγει τις ταυτὸν εἶναι τοῦτο ἐκείνῳ, οὐδὲν ἀντερῶ. Τὸ γὰρ σπουδαζόμενόν μοι δεῖξαι νῦν, ὅτι οὐχ ὁ τῶν μοναχῶν βίος χαλεπωτέρας ποιεῖ τὰς κολάσεις, ἀλλὰ τῶν αὐτῶν εἰσιν ὑπεύθυνοι καὶ οἱ βιωτικοί, τὰ αὐτὰ ἁμαρτάνοντες ἐκείνοις. Καὶ ὁ τὰ ῥυπαρὰ ἐνδεδυμένος ἱμάτια, καὶ ὁ τὰ δηνάρια τὰ ἑκατὸν ἀπαιτῶν, οὐκ ἐπειδὴ μονάζοντες ἦσαν, ἔπασχον ἅπερ ἔπασχον· ἀλλ’ ὁ μὲν διὰ τὴν πορνείαν, ὁ δὲ διὰ τὴν μνησικακίαν ἀπώλοντο. Καὶ τοὺς ἄλλους δὲ εἲ τις ἐπέλθοι τοὺς τότε κολαζομένους, ἀπὸ τῶν ἁμαρτημάτων μόνον ὄψεται τὴν τιμωρίαν ὑπέχοντας. Οὐκ ἐν ταῖς τιμωρίαις δὲ μόνον, ἀλλὰ καὶ ἐν ταῖς νουθεσίαις τοῦτο εὕροι τις ἄν. Καὶ γάρ, ὅταν λέγῃ· «Δεῦτε πρὸς με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· ἄρατε τὸν ζυγὸν μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν». Οὐ τοῖς μονάζουσι διαλέγεται μόνον, ἀλλὰ καὶ πάσῃ τῇ τῶν ἀνθρώπων φύσει. Καὶ ὅταν κελεύῃ διὰ τῆς στενῆς ὁδεύειν ὁδοῦ, οὐ πρὸς τούτους ἀποτείνει τὸν λόγον μόνους, ἀλλὰ πρὸς πάντας ἀνθρώπους· καὶ μισεῖν δὲ τὴν αὐτῶν ψυχὴν ἐν τῷ κόσμῳ τούτῳ, καὶ τὰ ἄλλα δὲ πάντα τὰ τοιαῦτα πᾶσιν ἐπέταξεν ὁμοίως. Ὅταν δὲ μὴ πᾶσι διαλέγηται μηδὲ νομοθετῇ, δῆλον ἡμῖν αὐτὸ ποιεῖ. Ὅτε γοῦν περὶ παρθενίας ἔλεγεν, ἐπήγαγεν· «Ὁ δυνάμενος χωρεῖν χωρείτω», οὔτε τό, «πᾶς», προσθείς, οὔτε ἐν ἐπιτάγματος τάξει τοῦτο εἰσενεγκών. Οὕτω καὶ ὁ Παῦλος· τὸν γὰρ Διδάσκαλον μιμούμενος πανταχοῦ φαίνεται, καὶ εἰς ταύτην ἐμπεσὼν τὴν ὑπόθεσιν, ἔλεγε· «Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω». Ὅτι μὲν οὖν πρὸς τὴν ἴσην φθάσαι κορυφὴν καὶ τὸν βιωτικὸν ἀνάγκη καὶ τὸν μοναχόν, καὶ ὅτι τὰ αὐτὰ λήψονται τραύματα πεσόντες ἀμφότεροι, οὐδὲ τὸν σφόδρα φιλόνεικον καὶ ἀναίσχυντον οἶμα λοιπὸν ἀντερεῖν.

ιε’. Τούτου δὲ ἀποδειχθέντος σαφῶς, φέρε δὴ κἀκεῖνο ἐξετάσωμεν, τὶς εὐκολώτερον καὶ ῥᾷον πεσεῖται· ἢ ἐνταῦθα οὐδὲ ἐξετάσεως ἡμῖν δεῖ. Σωφροσύνην μὲν γὰρ ὁ γυναῖκα ἔχων κατορθώσει ῥᾳδίως, ἅτε πολλῆς ἀπολαύων τῆς παραμυθίας· ἐν δὲ τοῖς ἄλλοις οὐ σφόδρα φαίνεται, πλὴν ἀλλὰ κἀνταῦθα πλείους ἂν ἴδοιμεν τῶν γεγαμηκότων, ἢ τῶν μοναχῶν πίπτοντας. Οὔτε γὰρ τοσοῦτοι πρὸς τὸν γάμον ἀπὸ τῶν μοναστηρίων ἐκβαίνουσιν, ὅσοι πρὸς πόρνας ἀπὸ τῆς εὐνῆς ἀνίστανται τῶν γυναικῶν. Εἰ δὲ ὅπου εὔκολα τὰ τῶν παλαισμάτων αὐτοῖς, μετὰ τοσαύτης πίπτουσιν ὑπερβολῆς, τὶ ποιήσουσιν ἐν τοῖς ἄλλοις πάθεσιν, ἐν οἷς μᾶλλον ἐνοχλοῦνται τῶν μοναχῶν; Ἡ μὲν γὰρ ἐπιθυμία τούτοις σφοδρότερον ἔπεισιν, ἅτε τὴν πρὸς γυναῖκας οὐκ ἔχουσιν ὁμιλίαν· τὰ δὲ ἄλλα τούτων μὲν οὐδὲ ἐγγὺς γενέσθαι δύναιτ’ ἄν, ἐκείνους δὲ κατὰ κράτος ἐλαύνει καὶ ἐπὶ κεφαλὴν ὤθει. Εἰ δὲ ἐν οἷς σφοδρότερον ὁ πόλεμος πνεῖ, μᾶλλον τῶν μὴ τοῦτο πασχόντων κρατοῦσιν, εὔδηλον ὅτι πολλῷ ῥᾷον τούτων ἐν τοῖς ἄλλοις, ἐν τοῖς οὐκ ἐνοχλοῦνται, στήσονται. Καὶ γὰρ χρημάτων ἔρως, καὶ τρυφῆς ἐπιθυμία καὶ δυναστείας καὶ τῶν ἄλλων ἁπάντων, εὐκολώτερον ὑπὸ τούτων ἢ τῶν βιωτικῶν ἀνύεσθαι πεφύκειν. Ὥσπερ οὖν ἐν παρατάξει καὶ μάχῃ τοῦτο τοῦ πολέμου τὸ μέρος κουφότερον εἶναι φήσομεν, οὐχ ὅθεν ἐπάλληλοι καὶ συνέχεις πίπτουσιν οἱ νεκροί, ἀλλ’ ὅθεν ὀλίγοι καὶ σπάνιοι, οὕτω καὶ περὶ τούτων ψηφίζεσθαι χρή. Καὶ γὰρ πλεονεξίας οὐχ ὁ στρεφόμενος ἐν τῷ μέσῳ, ἀλλ’ ὁ καθήμενος ἐν τοῖς ὄρεσιν εὐκολώτερον περίεσται· ἐπεὶ ἐκεῖνος γε καὶ ἁλώσεται ῥᾳδίως, ἁλόντα δὲ πλεονεξίᾳ μετὰ τῶν εἰδωλολατρῶν ἀριθμεῖσθαι ἀνάγκη. Καὶ τῶν οἰκείων οὗτος μὲν οὐχ αἱρήσεται ὑπεριδεῖν, ἂν ἔχῃ χρήματα, ἀλλ’ εὐκόλως αὐτοῖς πάντα προήσεται, ἐκεῖνος δὲ οὐ περιόψεται μόνον αὐτούς, ἀλλὰ καὶ ἀδικήσει τῶν ἀλλοτρίων οὐχ ἦττον· τοῦτο δὲ πάλιν ἕτερος εἰδωλολατρείας τρόπος τοῦ προτέρου χαλεπώτερος. Καὶ τὶ δεῖ τὰ ἄλλα πάντα λέγειν, τὰ τοῖς μονάζουσι μὲν ὄντα εὐκαταγώνιστα, τοὺς δὲ βιωτικοὺς μετὰ πολλῆς καταβάλλοντα τῆς σφοδρότητος; Πῶς οὖν οὐ δέδοικας, οὐδὲ τρέμεις ἐπὶ τοῦτον ἄγων τὸν βίον, ὅθεν ἁλώσιμος ἔσται τῇ κακίᾳ ταχέως; Ἢ μικρὸν εἶναί σοι δοκεῖ εἰδωλολατρεία, καὶ τὸ τῶν ἀπίστων εἶναι χείρω, καὶ τὸ τοῦ Θεοῦ τὴν δουλείαν διὰ τῶν ἔργων ἐξόμνυσθαι, ἅπερ ἅπαντα πείσονται εὐκολώτερον τῶν μοναχῶν οἱ τῷ βίῳ προσδεδεμένοι; Ὁρᾷς ὅτι σκῆψις ὁ φόβος ἐστίν; Εἰ γὰρ δεδοικέναι ἐχρῆν, οὐχ ὑπὲρ τῶν τὰ κλυδώνια φευγόντων, οὐδὲ ὑπὲρ τῶν ἐπὶ τὸν λιμένα σπευδόντων, ἀλλ’ ὑπὲρ τῶν ἐν χειμῶνι καὶ τῇ ζάλη κλυδωνιζομένων. Ταχύτερον γὰρ ἐκεῖθεν τὰ ναυάγια, τῷ καὶ πλείονα εἶναι τὰ ἐνοχλοῦντα, καὶ ῥᾳθυμοτέρους τοὺς πρὸς ταῦτα στήσεσθαι μέλλοντας. Ἐνταῦθα δὲ οὔτε τοσαῦτα τὰ κύματα, καὶ πολλῇ ἡ γαλήνη, καὶ ἡ σπουδὴ μείζων τῶν πρὸς ταῦτα μαχησομένων. Διὰ τοῦτο καὶ ἡμεῖς ἐπὶ τὴν ἔρημον ἕλκομεν, οὐχ ἵνα σάκκον ἁπλῶς περιβάλωνται, οὐδὲ ἵνα κλοιὰ περιθῶνται, οὐδ’ ἵνα σποδὸν ὑποστορέσωνται, ἀλλ’ ἵνα πρὸ τῶν ἄλλων ἁπάντων φύγωσι μὲν κακίαν, ἕλωνται δὲ ἀρετήν. Τὶ οὖν; Οἱ γεγαμηκότες, φησίν, ἀπολοῦνται πάντες; Οὐ τοῦτο λέγω, ἀλλ’ ὅτι μειζόνων δεήσονται πόνων, εἰ μέλλοιεν σώζεσθαι, διὰ τὴν ἐνεστῶσαν ἀνάγκην· τοῦ γὰρ δεδεμένου μᾶλλον ὁ λελυμένος δραμεῖται. Οὐκοῦν καὶ πλείονα ἕξει τὸν μισθόν, καὶ λαμπρότερους τοὺς στεφάνους; Οὐδαμῶς· ἑαυτῷ γὰρ ταύτην περιτίθησι τὴν ἀνάγκην, ἐξὸν μὴ περιθεῖναι. Ὥστε, ἐπειδὴ σαφῶς ἡμῖν ἀποδέδεικται ὅτι τῶν αὐτῶν ἐσμεν ὑπεύθυνοι τοῖς μοναχοῖς, ἐπὶ τὴν εὐκολωτέραν τρέχωμεν ὁδόν, καὶ τοὺς υἱοὺς ἐπὶ ταύτην ἕλκωμεν, ἀλλὰ μὴ καταποντίζωμεν, μηδὲ εἰς τὰ τῆς κακίας ἕλκωμεν βάραθρα, καθάπερ ἐχθροὶ καὶ πολέμιοι. Ταῦτα γὰρ εἰ μὲν ἄλλοι τινὲς ἐποίουν οὐκ ἦν οὕτω δεινόν· ὅταν δὲ οἱ γεγεννηκότες, οἱ τῶν βιωτικῶν πεῖραν εἰληφότες πάντων, οἱ διὰ τῶν ἔργων μαθόντες αὐτῶν ὅτι ψυχρὰ τῶν παρόντων πραγμάτων ἡ ἡδονή, οὕτω μαίνωνται, ὡς ἑτέρους ἐπὶ ταῦτα ἕλκειν, ἐπειδὴ λοιπὸν ὑπὸ τῆς ἡλικίας αὐτοὶ κεκώλυνται· καὶ δέον ἑαυτοὺς ἐπὶ τοῖς προτέροις ταλανίζειν, οἱ δὲ καὶ ἑτέρους ἐμβάλλουσι, καὶ ταῦτα ἐγγὺς ἑστῶτες λοιπὸν τῆς τελευτῆς, καὶ τοῦ δικαστηρίου, καὶ τῶν εὐθυνῶν ἐκείνων ποία αὐτοῖς ἀπολογία λελείψεται, ποία συγγνώμη, ποῖος ἔλεος; Οὐ γὰρ δὴ μόνον τῶν οἰκείων ἁμαρτημάτων δώσουσι δίκην, ἀλλὰ καὶ τῶν τοῖς παισὶ τετολμημένων, ἂν τε δυνηθῶσι τοὺς υἱοὺς ὑποσκελίσαι, ἂν τε μή.

ιϚ’. Ἀλλὰ παῖδας ἴσως ἐπιθυμεῖτε παίδων ἰδεῖν. Καὶ πῶς, οὔπω γενόμενοι πατέρες αὐτοί; Οὐ γὰρ δὴ τὸ γεννῆσαι πατέρα ποιεῖ· καὶ τοῦτο αὐτοὶ οἱ γεγεννηκότες συνομολογήσαιεν ἄν, οἳ τοὺς υἱεῖς ὅταν ἴδωσιν εἰς ἔσχατον κακίας ἐλαύνοντας, ὡς οὐκ ὄντας αὐτῶν ἐκβάλλουσι καὶ ἀπαλλοτριοῦσι, καὶ οὔτε φύσις, οὔτε γέννησις, οὔτε ἄλλο τῶν τοιούτων οὐδὲν κατασχεῖν αὐτοὺς δύναιτ’ ἄν. Μὴ τοίνυν μηδὲ πατέρες ἀξιούσθωσαν εἶναι οἱ τοιοῦτοι, ὧν πολὺ κατὰ τὸν τῆς φιλοσοφίας λείπονται λόγον· ἀλλ’ ἐπειδὰν αὐτοὺς τοῦτον τὸν τρόπον γεννήσωσι, τότε καὶ τοὺς ἐκγόνους ζητείτωσαν· τότε γὰρ αὐτοὺς καὶ ἰδεῖν δυνήσονται μόνον. Εἰσὶ γὰρ αὐτοῖς παῖδες, εἰσίν, «οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκός, οὐδὲ ἐκ θελήματος ἀνδρός», ἀλλ’ ἐξ αὐτοῦ γεννηθέντες τοῦ Θεοῦ. Οὗτοι οἱ παῖδες οὐχ ὑπὲρ χρημάτων ἀναγκάζουσι κόπτεσθαι τοὺς πατέρας, οὐχ ὑπὲρ γάμου, οὐχ ὑπὲρ ἄλλου τίνος τοιούτου, ἀλλὰ πάσης αὐτοὺς τῆς φροντίδος ἀτελεῖς ἀφέντες, τῶν φυσικῶν πατέρων μείζονι παρέχουσιν ἐντρυφᾶν ἡδονήν. Οὐ γὰρ ἐπὶ τοῖς αὐτοῖς τίκτονταί τε καὶ τρέφονται, οἷσπερ κἀκεῖνοι, ἀλλ’ ἐπὶ πολλῷ μείζοσι καὶ λαμπροτέροις· διὸ καὶ μᾶλλον τοὺς γεγεννηκότας εὐφραίνουσι. Χωρὶς δὲ τούτων κἀκεῖνο εἴποιμι ἄν, ὅτι τοὺς μὲν διαπιστοῦντας τῇ ἀναστάσει οὐδὲν ἀπεικὸς ὑπὲρ τούτων θρηνεῖν, ἅτε δὴ ταύτης μόνης καταλειπομένης τῆς παραμυθίας αὐτοῖς· οἱ δὲ τὸν θάνατον ὕπνου ἡγούμενοι, καὶ παιδευόμενοι τῶν ἐνταῦθα πάντων καταφρονεῖν, τίνος ἂν εἴημεν συγγνώμης ἄξιοι θρηνοῦντες ὑπὲρ τούτων, καὶ παῖδας ἐπιζητοῦντες ἰδεῖν καὶ καταλιπεῖν ἐνθάδε, ὅθεν ἀποπηδᾷν ἐπειγόμεθα, καὶ ἐνταῦθα ὄντες στενάζομεν; Καὶ ταῦτα μὲν ἡμῖν πρὸς τοὺς πνευματικωτέρους εἴρηται. Εἰ δὲ εἶεν ἐκεῖνο ἂν εἴποιμι πρὸς αὐτούς, ὅτι πρῶτον ἄδηλον, εἰ καὶ παῖδες ἕψονται τῷ γάμῳ πάντως· δεύτερον, ὅτι καὶ γενομένων μείζων ἡ ἀθυμία· οὐ γὰρ τοσαύτην καρπούμεθα εὐφροσύνην, ὅσην λύπην ἀπὸ τῆς καθημερινῆς φροντίδος καὶ τῆς ἀγωνίας καὶ τῶν φόβων τῶν δι’ αὐτούς. Καὶ τίνι, φησί, καταλείψομεν τοὺς ἀγροὺς καὶ τὰς οἰκίας καὶ τὰ ἀνδράποδα καὶ τὸ χρυσίον; Καὶ γὰρ καὶ ταῦτα ἀκούω θρηνούντων αὐτῶν. Τῷ Καὶ πρὸ τούτων μέλλοντι κληρονομήσειν αὐτά, καὶ τοσούτῳ μᾶλλον νῦν ἢ πρότερον, ὅσῳ καὶ φύλαξ καὶ κύριος ἀσφαλέστερος αὐτῶν ἔσται νῦν. Τότε μὲν γὰρ πολλὰ ἦν αὐτοῖς τὰ λυμαινόμενα· καὶ γὰρ σῆτες, καὶ χρόνος μάκρος, καὶ λῃσταί, καὶ συκοφάνται, καὶ βάσκανοι, καὶ τὸ τοῦ μέλλοντος ἄδηλον,καὶ τὸ τῶν ἀνθρώπων εὐμετάβλητον, καὶ τέλος ὁ θάνατος, καὶ τῶν χρημάτων, καὶ τῶν κτημάτων τούτων ἀπεστέρησεν ἂν τὸν υἱόν· νυνὶ δὲ πάντων τούτων ἀνωτέρω τὸν πλοῦτον ἀπέθετο, τόπον εὑρὼν ἄσυλον, καὶ οὐ μηδενὶ τῶν εἰρημένων ἐπιβῆναι θέμις. Τοιοῦτον γὰρ χωρίον ὁ οὐρανός, πάσῃ μὲν ἄβατος ὢν ἐπιβουλῇ, πάσης δὲ εὐφορώτερος γῆς, καὶ μετὰ πολλῆς τῆς ἀφθονίας τῶν ἐν αὐτῷ τεθέντων χρημάτων παρέχων τοῖς παρακαταθεμένοις ἀμᾶσθαι τοὺς καρπούς. Ὥστε οὐχὶ νῦν ταῦτα ἔδει λέγειν, ἀλλ’ εἰ βιωτικὸν ἔμελλεν ἔσεσθαι τὸ παιδίον, τότε θρηνεῖν, καὶ ταῦτα φθέγγεσθαι. Τίνι τοὺς ἀγροὺς καταλείπωμεν, τίνι τὸ χρυσίον, τίνι τὰ λοιπὸ χρήματα;

Νῦν γὰρ τοσαύτη τῆς κυριότητος ἡ περιουσία, ὡς μηδὲ μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν ἐκπίπτειν τῆς δεσποτείας αὐτῶν, ἀλλὰ τότε μάλιστα τοῦ κέρδους αὐτῶν ἀπολαύειν, ὅταν ἐντεῦθεν ἀπέλθωμεν. Εἰ δὲ καὶ ἐνταῦθα βούλει κύριον ὄντα ἰδεῖν, καὶ τοῦτο τῷ μοναχῷ μᾶλλον, ἢ τῷ βιωτικῷ συμβαῖνον ἴδοι τις ἄν. Τὶς γάρ, εἰπὲ μοι, κυριώτερος; Ὁ δαπανῶν καὶ διδοὺς μετὰ ἀδείας πολλῆς, ἢ ὁ μηδὲ ἅψασθαι τολμῶν ὑπὸ τῆς φειδωλίας, ἀλλὰ κατορύττων αὐτά, καὶ ὡς ἀλλοτρίων ἀπεχόμενος τῶν αὐτοῦ; Ὁ μάτην ἀναλίσκων καὶ εἰκῆ, ἢ ὁ δέοντος τοῦτο ποιῶν; Ὁ σπείρων τὴν γῆν, ἢ ὁ τοῦτο ἐργαζόμενος ἐν οὐρανῷ; Ὁ μὴ πάντα συγχωρούμενος τὰ ἑαυτοῦ διδόναι, οἷς ἂν ἐθέλοι, ἢ ὁ πάντων ἀπηλλαγμένος τῶν ἀπαιτούντων τὰς τοιαύτας συνεισφοράς; Γεωργοῦντι μὲν γὰρ καὶ πραγματευομένῳ πολλοὶ πανταχόθεν ἐφίστανται, φόρους ἀναγκάζοντες κατατιθέναι, καὶ τὸ ἑαυτοῦ μέρος ἕκαστος ἀπαιτοῦντες· τῷ δὲ εἰς τοὺς δεομένους ἀναλίσκειν ἐπιθυμοῦντι οὐδεὶς οὐδαμόθεν φανεῖται ταῦτα ἀπειλῶν· ὥστε καὶ ἐνταῦθα κυριώτερος οὖτός ἐστιν. Ἢ ἂν μὲν πόρναις ἀναλίσκῃ καὶ γαστρὶ καὶ παρασίτοις καὶ κόλαξι, καὶ καταισχύνῃ τὴν ἑαυτοῦ δόξαν, καὶ ἀπολλύῃ τὴν σωτηρίαν, καὶ καταγέλαστος γίνηται, κύριον αὐτὸν εἶναι φῂς τῶν δαπανωμένων· ἂν δὲ εἰς δόξαν τὴν ἀληθῆ καὶ ὠφέλειαν καὶ τὸ τῷ Θεῷ δοκοῦν μετὰ πολλῆς αὐτὰ δαπανᾷ τῆς συνέσεως, οὐκέτι; Οὐκοῦν ὅμοιον ποιήσεις, ὥσπερ ἂν εἰ εἰς μὲν ὀχετοὺς ἀμαρῶν ὁρῶν τινα ἐμβάλλοντα τὰ ἑαυτοῦ, κύριος φὴς εἶναι, εἰς δὲ χρείας ἀναγκαίας τοῦτο ποιοῦντα, ὡς οὐκ ἔχοντα τῶν ἀναλισκομένων ἐξουσίαν θρηνεῖς. Μᾶλλον δὲ οὐ τοῖς ἁπλῶς δαπανωμένοις, ἀλλὰ καὶ τοῖς ἐπὶ κακῷ τῶν ἑαυτοῦ κεφαλῶν τοὺς τοιούτους παραβάλλειν χρή. Ἐκεῖναι μὲν γὰρ αἱ δαπάναι λαμπρότερον καὶ εὐπορώτερον καὶ ἀσφαλέστερον ποιοῦσιν, αὗται δὲ οὐκ αἰσχρὸν μόνον οὐδὲ ἐπονείδιστον, ἀλλὰ καὶ ἀπωλείας ὑπεύθυνον τρόπῳ παντί.

ιζ’. Τὶ δαί, μετὰ γάμον, φησί, καὶ παῖδας, οὐκ ἔνι ταύτης ἐπιλαβέσθαι τῆς φιλοσοφίας ἐν αὐτῷ τῷ γήρᾳ γενόμενον; Καὶ τὶς ἡμῖν ἐγγυήσεται, πρῶτον μέν, ὅτι εἰς ἔσχατον ἥξομεν γῆρας, δεύτερον δέ, ὅτι ἐλθόντες πάντως ταύτην διατηροῦμεν τὴν γνώμην; Οὔτε γὰρ τῆς ἐν τῷ ζωῇ κύριοι προθεσμίας ἐσμέν· καὶ τοῦτο ἐπαίδευσεν ὁ Παῦλος λέγων. «Ἡ ἡμέρα Κυρίου, ὡς κλέπτης ἐν νυκτί, οὕτως ἔρχεται». Οὔτε ἐπὶ τῆς αὐτῆς ἀεὶ προθυμίας μένει τὰ τῶν λογισμῶν ἡμῖν. Καὶ διὰ τοῦτο σοφὸς τις παραινεῖ λέγων· «Μὴ ἀνάμενε ἐπιστρέψαι πρὸς Κύριον, μηδὲ ἀναβάλλου ἡμέραν ἐξ ἡμέρας, μὴ ποτε ὡς μέλλεις ἐκτριβήσῃ, καὶ ἐν καιρῷ ἐκδικήσεως ἐξολῇ». Εἰ δὲ καὶ μηδὲν τούτων ἄδηλον ἦν, οὐδὲ οὕτως ἀναβάλλεσθαι ἔδει τοὺς υἱεῖς, οὐδὲ τοσαύτην γινομένην ζημίαν περιορᾷν. Καὶ γὰρ τῆς ἐσχάτης ἀλογίας ἂν εἴη, ὅταν μὲν δέηται βοηθείας ὁ νέος, καὶ σφοδρὸς ὁ ἀνταγωνιστὴς ἐφεστήκῃ, κελεύειν τοῖς τοῦ βίου ἐμφύρεσθαι πράγμασιν, ὥστε γενέσθαι εὐχείρωτον· ὅταν δὲ λάβῃ μυρία τραύματα, καὶ μηδὲ τὸ τυχὸν ἔχῃ μέρος ὑγιές, τότε καθοπλίζειν καὶ διεγείρειν κείμενον ἤδη καὶ ἐξησθενηκότα. Ναί, φησί· τότε γὰρ εὔκολος ἡ πάλη, τότε ῥᾴων ἡ μάχη, τῶν ἐπιθυμιῶν σβεσθεισῶν. Ποία μάχη, οὐδενὸς ὄντος ἡμῖν τοῦ πυκτεύοντος; Διὰ γὰρ τοῦτο οὐδὲ οἱ στέφανοι λαμπροὶ λοιπὸν ἔσονται. «Μακάριος γὰρ ὃς ἦρε ζυγὸν ἐκ νεότητος αὐτοῦ· καθίσεται κατὰ μόνας, καὶ σιωπήσεται». Οὗτος μυρίων ἐπαίνων ἄξιος καὶ μακαρισμῶν καὶ εὐφημιῶν, ὁ μαινομένην χαλινῶν τὴν φύσιν, καὶ ἐν αὐτῇ τοῦ χειμῶνος τῇ ἀκμὴ διασώζων τὸ σκάφος. Πλὴν ἀλλὰ μηδὲν ὑπὲρ τούτων φιλονεικῶμεν, ἀλλ’ ἔστω μάχη καὶ τότε, εἰ βούλει. Ἀλλ’ εἰ μὲν ἐφ’ ἡμῖν ἐκεῖθ’ ὁ τοῦ ἀγῶνος καιρός, καλῶς ἐκεῖνον ἀναμένομεν τὸν χρόνον· εἰ δὲ πάντα τὸν παρόντα βίον ἀγωνίζεσθαι χρή, ἐκ πρώτης ἡλικίας ἀρξάμενον εὐθέως, καὶ δεκαετῆ γεγονότα (καὶ ἂρ ἐξ ἐκείνης ἀνάγκη τῆς ἡλικίας ἀπαιτεῖσθαι τῶν ἁμαρτημάτων εὐθύνας, καὶ δηλοῦσι τὰ καταβρωθέντα ὑπὸ τῶν ἄρκτων παιδία ἐπὶ τοῖς εἰς τὸν Ἐλισσαῖον σκώμμασι), καὶ νῦν ἐκ ταύτης παλαίειν χρὴ τῆς ἡλικίας, ἐν ᾗ καὶ ἐφέστηκεν ὁ πόλεμος χαλεπὸν πνέων καθ’ ἡμῶν, πόθεν οὖν σὺ τὸν καιρὸν ἐκεῖνον τοῖς ἀγῶσιν ὁρίζεις; Εἰ μὲν γὰρ καὶ τῷ διαβόλῳ κύριος ἦς ἐπιτάττειν μὴ ἐπικεῖσθαι μηδὲ πυκτεύειν, εἶχεν ἂν τινὰ σοι λόγον αὕτη ἡ παραίνεσις· εἰ δὲ ἐκεῖνον ἀφεὶς ἀγωνίζεσθαι καὶ τύπτειν, ἐμοὶ νομοθετεῖς ἡσυχάζειν, μᾶλλον δὲ καὶ ὑποκατακλίνεσθαι ἐκόντα, τὶ ταύτης τῆς ἐπήρειας χεῖον γένοιτ’ ἄν, τοῦ πολεμίου μαινομένου, τὸν πολεμούμενον ἀφοπλίζειν, καὶ οὕτω ταῖς ἐκείνου χερσὶ παραδιδόναι; Νέος ἐστὶ καὶ ἀσθενής; Οὐκοῦν διὰ τοῦτο πλείονος ἀσφαλείας δεῖται· ἀσφαλείας δὲ δεόμενος, καὶ ἐπιμελείας δεήσεται πλείονος. Τὸν δὲ τοιοῦτον ἂν γαλήνῃ διαπαντὸς καὶ ἡσυχίᾳ εἶναι δεῖ, οὐκ εἰς πράγματα ἐμβάλλεσθαι, οὐδὲ ἐν τῷ μέσῳ στρέφεσθαι, ἔνθα πολὺς ὁ θόρυβος καὶ ἡ ταραχή. Σὺ δὲ οἷς ὁ πόλεμος χαλεπώτερος καὶ διὰ τὴν ἡλικίαν, καὶ διὰ τὴν ἀσθένειαν, καὶ διὰ τὴν ἀπειρίαν, καὶ διὰ τὴν ἐν μέσῳ διαστροφήν, τούτους ὡς ἤδη κατωρθωκότας καὶ γενομένους ἰσχυροὺς εἰς μέσον ἕλκεις, καὶ οὐκ ἐᾶς ἀπελθόντας γυμνάζεσθαι ἐπὶ τῆς ἐρημίας, ὥσπερ ἂν εἰ τις τὸν μὲν μυρία δυνάμενον στῆσαι τροπαὶ κελεύῃ τὰ πολεμικὰ μελετᾷν ἐφ’ ἡσυχίας, τὸν δὲ ἄπειρον καὶ οὐδὲ εἰς μάχην παρακύψαι δυνάμενον, τοῦτον δι’ αὐτὸ τοῦτο ἐν μάχῃ στρέφεσθαι νομοθετῇ, ὡς δυσκατόρθωτον τὸν πρᾶγμα τοῦτο, μείζονα τὰ κωλύματα τιθείς. Πρὸς δὲ τούτοις κἀκεῖνο εἰδέναι χρή, ὅτι οὐκ ἑνὶ μετὰ γάμον κύριον ἑαυτοῦ εἶναι, ἀλλ’ ἀνάγκη δυοῖν θάτερον, ἢ διαπαντὸς ὁμιλεῖν τῇ γυναικί, ἂν ἐκείνῃ τοῦτο βούληται, ἢ βουλομένης ἐγκρατεύεσθαι ἀποστάντα μοιχείᾳ ἁλίσκεσθαι. Τὶ δεῖ λέγειν τὰς ἄλλας ἀνάγκας τῶν παίδων, τῆς οἰκίας τὰς φροντίδας, αἳ πᾶσαν προθυμίαν ἱκαναὶ ἀμβλῦναι, καὶ πολλὴν τῆς ψυχῆς κατασκεδάσαι νάρκην;

ιη’. Διὸ βέλτιον, κύριον ὄντα καὶ λελυμένον ἐκ πρώτης ὁπλίζειν τῆς ἡλικίας, οὐ τῶν εἰρημένων ἕνεκεν μόνον, ἀλλὰ καὶ τοῦ ῥηθήσεσθαι μέλλοντος οὐχ ἧττον ἢ τούτων. Ὁ μὲν γὰρ πρὸς τῷ τέλει τοῦ βίου τῆς φιλοσοφίας ἁψάμενος ταύτης, πάντα ἀναλίσκει τὸν χρόνον, ἵνα δυνηθῇ τὰ γενόμενα κατὰ τὴν ἔμπροσθεν ἡλικίαν ἁμαρτήματα ἀπονίψασθαι, καὶ πᾶσα εἰς τοῦτο ἡ σπουδὴ δαπανᾶται· καὶ οὐδὲ οὕτω πολλάκις ἀρκεῖ, ἀλλ’ ἀπέρχεται λείψανα τῶν πληγῶν ἔχων· ὁ δὲ ἐκ πρώτης ἡλικίας ἀποδυσάμενος, οὐκ εἰς τοῦτο δαπανᾷ τὸν χρόνον, οὐδὲ κάθηταί τραύματα θεραπεύων, ἀλλ’ ἐκ προοιμίων λαμβάνει τὰ βραβεία· κἀκείνῳ μὲν ἀγαπητὸν τὰς ἥττας ἀναμαχέσασθαι πᾶσας, οὗτος δὲ ἐκ βαλβῖδος αὐτῆς τρόπαια ἵστησι, καὶ νίκας συνάπτει νίκαις· καθάπερ τις Ὀλυμπιονίκης ἐκ πρώτης ἡλικίας δι’ ἀναῤῥήσεων ἐπὶ τὸ γῆρας ὁδεύων, οὕτως ἄπεισιν ἐκεῖ, μυρίοις τὴν κεφαλὴν ἀναδησάμενος στεφάνοις. Τίνων οὖν βούλει εἶναι τὸν υἱόν; Τῶν διὰ τὴν πολλὴν παῤῥησίαν καὶ πρὸς αὐτοὺς τοὺς ἀρχαγγέλους ἀντιβλέψαι δυνάμεων, ἢ ἐκείνων τῶν μετὰ πάντων ἑστώτων, καὶ τὴν ἐσχάτην τηρούντων τάξιν; Τὴν ἐσχάτην γὰρ λήψονται πάντως, καὶ τὴν ταύτην, ὅταν δυνηθῶσι πάντα τὰ κωλύματα διαδραμεῖν, ἅπερ ἀπηριθμησάμην νῦν, καὶ μήτε ἄωρος προαναρπάσῃ θάνατος, μήτε ὑπὸ γυναικὸς κωλυθῶσιν ὕστερον, μήτε τοσαῦτα τραύματα λάβωσιν, ὡς μὴ δυνηθῆναι αὐτοῖς τὸν τοῦ γήρως ἀρκέσαι χρόνον πρὸς τὴν θεραπείαν ἐκείνων, τὴν τε γνώμην μένωσι διαπαντὸς τηροῦντες βεβαίαν καὶ ἀκίνητον. Ὅταν γὰρ ταῦτα πάντα συνέλθῃ, τότε μόλις ἐν τοῖς ἐσχάτοις τετάξονται. Τούτων οὖν βούλει εἶναι τὸν υἱόν, ἢ τῶν ἐν τῷ μετώπῳ τῆς φάλαγγος λαμπόντων; Καὶ τὶς οὕτω, φησίν, ἄθλιος, ὡς ἐκεῖνα μᾶλλον, ἢ ταῦτα συνεύξασθαι τοῖς παισίν; Ἀλλὰ συνήθειαν ἐπιζητοῦμεν, καὶ σὺν ἡμῖν αὐτοὺς εἶναι βουλόμεθα. Τοῦτο καὶ αὐτὸς βούλομαι, καὶ ὑμῶν οὐχ ἧττον εὔχομαι τῶν γεννησαμένων, εἰς τὴν πατρῴαν αὐτοὺς ἐπανελθεῖν οἰκίαν, καὶ τῶν τροφείων ἀποδοῦναι τὰς ἀμοιβάς, ὧν ἴσας οὐκ ἂν εὕροιεν ἑτέρας· ἀλλὰ μὴ νῦν αὐτοὺς τοῦτο ἀπαιτῶμεν. Πῶς γὰρ οὐκ ἄτοπον ἐπὶ λόγοις μὲν πέμποντας, πολὺν χρόνον καὶ τῆς πατρίδος ἐξορίζειν αὐτούς, καὶ τέχνην βάναυσόν τινα ἢ καὶ ἑτέραν φαυλοτέραν μανθάνειν μέλλουσιν ἄβατον καθιστάναι τὴν οἰκίαν, ἐν διδασκάλου οἰκίᾳ καὶ ἀριστᾷν καὶ καθεύδειν κελεύοντας· τούτους δὲ οὐκ ἐπ’ ἀνθρώπειον μέλλοντας ἔρχεσθαι μάθημα, ἀλλ’ ἐπὶ τὴν οὐράνιον φιλοσοφίαν, εὐθέως ἀφέλκειν, πρὶν ἢ γενέσθαι ὅπερ εὐχόμεθα; Καὶ σχοῖνον μὲν τις τεταμένην διατρέχειν διδασκόμενος, πολὺν χρόνον ἀποστήσεται τῶν αὐτοῦ, τοὺς δὲ μανθάνοντας ἀπὸ τῆς γῆς πέτεσθαι· εἰς τὸν οὐρανόν, συγκατακλείσομεν τοῖς γονεῦσι; Καὶ τὶ ταύτης τῆς ἀλογίας χεῖρον γένοιτ’ ἄν; Οὐχ ὁρᾶτε τοὺς γεωργούς, ὅτι, κἂν σφόδρα ἐπείγωνται τῶν πόνων λαβεῖν τοὺς καρπούς, ἄωρους αὐτοὺς οὐκ ἂν ἀνάσχοιντο τρυγῆσαί ποτε;

Μὴ τοίνυν μηδὲ ἡμεῖς πρὸ ὥρας ἀπάγωμεν τῆς κατὰ τὴν ἐρημίαν διατριβῆς τοὺς υἱούς, ἀλλ’ ἐάσωμεν αὐτοῖς ἐμπαγῆναι τὰ μαθήματα, καὶ ῥιζωθῆναι τὰ φυτά· κἂν δέκα, κἂν εἴκοσι ἔτη τρέφεσθαι αὐτοὺς ἐν μοναστηρίῳ δέῃ, μὴ θορυβώμεθα, μηδὲ ἀλύωμεν· ὅσῳ γὰρ ἂν ἐνδιατρίβῃ τῷ γυμνασίῳ πλέον, τοσούτῳ πλείονα κτήσεται τὴν ἰσχύν. Μᾶλλον δέ, εἰ δοκεῖ, μηδὲ χρόνον ὁρίζωμεν, ἀλλ’ ὄρος ἐκεῖνος ἔστω μόνος ὁ πρὸς τὴν ἀκμὴν ἄγων τοὺς ἐν αὐτῷ φυτευθέντας καρπούς, καὶ τότε ἐπανερχέσθω ἀπὸ τῆς ἐρήμου, πρότερον δὲ μή. Οὐδὲ γὰρ ἔσται τι πλέον ἀπὸ τῆς ταχύτητος ἡμῖν ταύτης, ἀλλ’ ἢ τὸ μηδέποτε αὐτὸν γενέσθαι ὥριμον. Ὁ γὰρ πρὸ ὥρας τῆς ἐν τῇ ῥίζη τροφῆς ἀποστερηθείς, οὐδὲ τοῦ καιροῦ παραγενομένου χρήσιμος ἔσται λοιπόν· ὅπερ ἵνα μὴ γένηται, καρτερῶμεν τὸν χωρισμόν· καὶ μὴ μόνον μὴ κατεπείγωμεν, ἀλλὰ καὶ βουλομένους ἐλθεῖν πρὸ ὥρας κωλύωμεν. Ἀπαρτισθεὶς μὲν γὰρ κοινὸν ἔσται κέρδος καὶ πατρὶ καὶ μητρὶ καὶ οἰκίᾳ καὶ πόλει καὶ ἔθνει· ἀτελέστερος δὲ παραγενόμενος, καταγέλαστος ἔσται καὶ ἐπονείδιστος, καὶ ἑαυτῷ καὶ τοῖς ἄλλοις ἐπιβλαβής. Μὴ δὴ τοσαύτην ἐργαζώμεθα ζημίαν. Καὶ γὰρ εἰς ἀποδημίαν πέμποντες, τότε βουλόμεθα τοὺς υἱοὺς ἰδεῖν, ὄτα ὑπὲρ ὧν τὴν ἀποδημίαν πεποίηνται κατωρθωκότες τύχωσιν· ἂν τε πρὸ τούτου παραγένωνται, οὐ τοσαύτην ἀπὸ τῆς ἐπιδημίας λαμβάνομεν τὴν ἡδονήν, ὅσην ἀπὸ τοῦ μάτην ἐπανελθεῖν τὴν ἀθυμίαν. Πῶς οὖν οὐκ ἐσχάτης βλακείας τοσαύτην τοῖς πνευματικοῖς μὴ παρέχειν σπουδήν, ὅσην ἐπιδεικνύμεθα περὶ τὰ βιωτικά, ἀλλ’ ἐκεῖ μὲν οὕτω φιλοσόφως φέρειν τῶν παίδων τὸν χωρισμόν, ὡς καὶ εὔχεσθαι ἐπιταθῆναι τοῦτον, ὅταν ὑπὲρ τινος γένηται χρησίμου, ἐνταῦθα δὲ οὕτω μαλακίζεσθαι καὶ κατακλᾶσθαι πρὸς τὴν ἀποδημίαν, ὡς τοῖς μεγίστοις λυμαίνεσθαι διὰ τὴν μικροψυχίαν ταύτην ἀγαθοῖς, καὶ ταῦτα πλείονας παραμυθίας ἔχοντας, οὐ μόνον τὸ πρὸς μείζονα αὐτοὺς ἀποδύσασθαι, καὶ πάντως ἐπιτεύξεσθαι τοῦ τέλους, καὶ μηδὲν εἶναι τὸ διακόπτον τὰς ἐλπίδας, ἀλλὰ καὶ πρὸς αὐτὸν τὸν χωρισμόν; Ἐν ἀποδημίᾳ μὲν γὰρ οὖσι μακρᾷ οὐκ εὔκολον συγγίνεσθαι, καὶ μάλισθ’ ὅταν γεγηρακότες τύχωσιν οἱ γονεῖς· ἐνταῦθα δὲ ἔνι συνεχῶς πρὸς αὐτοὺς ἀνιέναι. Τοῦτο δὴ ποιῶμεν, ὅταν αὐτοῖς μηδέπω δυνατὸν ᾗ πρὸς ἡμᾶς ἐλθεῖν· αὐτοὶ βαδίζωμεν πρὸς ἐκείνους, καὶ συγγινώμεθα καὶ διαλεγώμεθα. Μέγα ἡμῖν ἐκ τούτου καὶ κέρδος ἔσται καὶ ἡδονή. Οὐ γὰρ ἀπὸ τῆς ὄψεως τῶν ἀγαπωμένων μόνον παιδίων εὐφρανθησόμεθα, ἀλλὰ καὶ αὐτοὶ τὰ μέγιστα καρπωσάμενοι πρὸς τὴν οἰκίαν ἐπανήξομεν, πολλάκις δὲ αὐτοῖς καὶ παραμενοῦμεν ἁλόντες τῷ τῆς φιλοσοφίας ἔρωτι. Τότε οὖν αὐτοὺς καλῶμεν, ὅταν ἰσχυροὶ γένωνται, καὶ ἑτέρους οἶοί τε ὦσιν ὠφελεῖν· τότε αὐτοὺς ἕλκωμεν μόνο, ὥστε κοινὸν γενέσθαι τὸ φῶς, ὥστε ἐπὶ τῆς λυχνίας τεθῆναι τὸν λύχνον. Τότε ὄψεσθαι τινῶν μὲν παίδων πατέρες ὑμεῖς, τίνων δὲ οἱ μακαριζόμενοι παρ’ ὑμῶν· τότε ἔσεσθαι τῆς φιλοσοφίας τὰ κέρδη, ὅταν θεραπεύωσιν ἀνθρώπους ἀνίατα νοσοῦντας νοσήματα, ὅταν ὡς εὐεργέται κοινοῖ καὶ προστάται καὶ σωτῆρες ἀνακηρύττωνται, ὅταν ὡς ἄγγελοι τοῖς ἐπὶ τῆς ἀνθρώποις συμπεριπολῶσιν, ὅταν παρὰ πάντων ἀποβλέπωνται· μᾶλλον δὲ ὅπερ ἂν εἴπωμεν, οὐδὲν τοιοῦτον, οἷον ἐπὶ τῆς πείρας αὐτῆς καὶ τῶν πραγμάτων ἔστιν ἰδεῖν. Ταῦτα καὶ τοὺς νομοθέτας ἔδει ποιεῖν, εἰ τι τῶν δεόντων ἐγίνετο, οὐκ ἀνδράσι γενομένοις τοῖς νέοις ἐπανατείνασθαι φόβους, ἀλλὰ παῖδας ὄντας ῥυθμίζειν καὶ διαπλάττειν· καὶ οὐκ ἂν τῶν μετὰ ταῦτα ἐδέησεν ἀπειλῶν. Νυνὶ δὲ ταυτὸ γίνεται, ὥσπερ ἂν εἰ τις ἰατρὸς ἀσθενοῦντι μὲν τῷ κάμνοντι μὴ λέγῃ μηδέν, μήτε δεικνύῃ, δι’ ὧν ἀπαλλάξοι τῆς νόσου, διαφθαρέντι δὲ καὶ ἀνιάτως ἔχοντι μυρίους τιθῇ νόμους λοιπόν. Καὶ γὰρ οἱ νομοθέται τότε παιδαγωγοῦσιν ἡμᾶς, ὅταν διαστραφέντες τύχωμεν. Αλλ’ οὐχ ὁ Παῦλος οὕτως, αλλ’ ἐξ ἀρχῆς καὶ ἐν ἡλικίᾳ πρώτῃ τοὺς διδασκάλους αὐτοῖς ἐφίστησι τῆς ἀρετῆς, κωλύων ἐπεισελθεῖν τὴν κακίαν. Αὕτη γὰρ ἀρίστη διδασκαλία, οὐ, συγχωρήσαντας πρότερον περιγενέσθαι τὴν πονηρίαν, ὕστερον ζητεῖν ὅπως αὐτὴν ἐξελάσωμεν, αλλ’ ἅπαντα ποιεῖν καὶ πραγματεύεσθαι, ὥστε ἄβατον αὐτῇ γενέσθαι τὴν φύσιν τὴν ἡμετέραν. Διὸ παραινῶ, μὴ μόνον ἑτέρους βουλομένους τοῦτο ποιεῖν κωλύειν, ἀλλὰ καὶ αὐτοὺς συναντιλαμβάνεσθαι, καὶ σώζειν τὸ σκάφος, καὶ παρασκευάζειν ἐξ οὐρίας πλεῖν. Καὶ γὰρ εἰ ταύτην ἦμεν πάντες ἀναδεξάμενοι τὴν γνώμην, καὶ πρὸ τῶν ἄλλων ἁπάντων εἰς ἀρετὴν αὐτοὺς ἤγομεν, τοῦτο μὲν ἔργον, τὰ δὲ ἄλλα νομίζοντες πάρεργα εἶναι, τοσαῦτα ἔμελλεν εἶναι τὰ ἀγαθά, ὅσα νῦν μὲν λέγων καὶ ἀλαζονεύεσθαι δόξω. Εἰ δὲ θέλοι τις μαθεῖν, ἐπὶ τῶν ἔργων εἴσεται καλῶς, καὶ πολλὴν μὲν ἡμῖν ὁμολογήσει χάριν, πολλὴν δὲ πρὸ ἡμῶν τῷ Θεῷ, βλαστάνουσαν ὁρῶν ἐπὶ τῆς γῆς τὴν ἐν οὐρανοῖς πολιτείαν, καὶ τοὺς τῶν μελλόντων ἀγαθῶν, καὶ τοὺς τῆς ἀναστάσεως λόγους ἐντεῦθεν ἤδη πιστουμένους, καὶ παρ’ αὐτοῖς τοῖς ἀπίστοις.

ιθ’. Καὶ ὅτι οὐ κόμπος ταῦτα δῆλον ἐκεῖθεν· ὅταν γὰρ αὐτοῖς τὴν πολιτείαν λέγωμεν τῶν ἐν ταῖς ἐρήμοις ὄντων, πρὸς μὲν ταύτην οὐδὲν ἔχουσιν ἀντειπεῖν, δοκοῦσι δὲ ἰσχυρίζεσθαι καὶ φιλονεικεῖν τῇ τῶν κατορθούντων ὀλιγότητι. Εἰ δὲ ἐν ταῖς πόλεσι τὸν καρπὸν ἐφυτεύσαμεν τοῦτον, καὶ νόμον τινὰ καὶ ἀρχὴν τὰ τῆς εὐταξίας ἔλαβε, καὶ τοὺς παῖδας πρὸ τῶν ἄλλων ἁπάντων ἐπαιδεύομεν φίλους εἶναι τῷ Θεῷ, καὶ τὰ πνευματικὰ ἐδιδάσκομεν μαθήματα ἀντὶ τῶν ἄλλων καὶ πρὸ τῶν ἄλλων ἁπάντων, πάντα ἂν ἀπεπήδησε τὰ λυπηρά, καὶ μυρίων ἀπηλλάγη κακῶν ὁ βίος ὁ παρὼν καὶ ὁ περὶ τῆς μελλούσης λέγεται ζωῆς, ὅτι ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός, ἐντεῦθεν ἂν ἐκαρπωσάμεθα πάντες. Εἰ γὰρ μήτε χρημάτων, μήτε δόξης ἔρως ἡμᾶς εἰσῄει κενῆς, μήτε θάνατον ἐδεδίειμεν, μὴ πενίαν, μὴ τὸ κακῶς παθεῖν βλάβην ἡγούμεθα, ἀλλὰ καὶ κέρδος μέγιστον, μὴ ἀπεχθάνεσθαι, μὴ μισεῖν ᾔδειμεν, οὒτ’ ἂν ὑπὸ τῶν ἰδίων παθῶν, οὒτ’ ἂν ὑπὸ τῶν ἀλλοτρίων ἐπολεμήθημεν ποτε, ἀλλ’ αὐτῶν τῶν ἀγγέλων ἐγγὺς ἂν τὸ τῶν ἀνθρώπων ἐγένετο γένος. Καὶ τὶς ἀνθρώπων ταῦτα κατώρθωσε, φησίν; Εἰκότως ἀπιστεῖς, ἅτε ἐν πόλεσιν οἰκῶν, καὶ ταῖς θείαις βίβλοις οὐχ ὡμιληκώς· εἰ δὲ καὶ τοὺς ἐν τοῖς ἐρήμοις ὄντας, καὶ τοὺς ἐν ταῖς πνευματικαῖς βίβλοις γενομένους πάλαι ἐγνώκεις, ἔμαθες ἂν ὅτι καὶ οἱ μονάχοι, καὶ οἱ πρὸ τούτων ἀπόστολοι, καὶ οἱ πρὸ ἐκείνων δίκαιοι μετὰ ἀκριβείας ἁπάσης τὴν φιλοσοφίαν ἐπεδείξαντο ταύτην. Ἵνα δὲ σοι μὴ φιλονεικῶμεν, δῶμεν τῶν δευτέρων ἡ τρίτων απ’ ἐκείνων γενέσθαι τὸν υἱὸν τὸν σόν· οὐδὲ γὰρ οὕτω μικρῶν ἀπολαύσεται ἀγαθῶν. Οὐ φθάνει πρὸς Πέτρον ἐλθεῖν, οὐδὲ Παῦλον, ἀλλ’ οὐδὲ γενέσθαι αὐτῶν ἐγγύς· διὰ τοῦτο οὖν αὐτὸν καὶ τῆς μετ’ ἐκείνους ἀποστερήσομεν τιμῆς; Ταυτὸν γὰρ ποιεῖς ταῦτα λέγων, ὡς ἂν εἰ ἔλεγες· ἐπειδὴ λίθον τίμιον γενέσθαι οὐκ ἑνί, μενέτω σίδηρος ὧν, καὶ μήτε ἄργυρος γενέσθω, μήτε χρυσός.

Διὰ τὶ γὰρ μὴ καὶ ἐν τοῖς ἔξωθεν πράγμασι τοῦτον ἔχεις τὸν λογισμόν, ἀλλὰ τὸν ἐναντίον τούτῳ; Καὶ γὰρ ἐπὶ λόγων μάθησιν πέμπων, οὐ πάντως αὐτὸν ἐπὶ τοῖς ἄκροις ὄψεσθαι προσδοκᾶς, ἀλλ’ ὅμως οὐ διὰ ταῦτα ἀπάγεις τῆς περὶ ταῦτα σπουδῆς, ἀλλὰ πάντα πληροῖς τὰ παρὰ σαυτοῦ, ἀγαπητὸν εἶναι νομίζων, ἂν πέμπτον ἢ δέκατον ἀπὸ τῶν πρώτων συμβῇ γενέσθαι τὸν υἱὸν ἐν τῇ τῶν λόγων δυνάμει. Καὶ βασιλεῖ δὲ στρατεύοντες τοὺς ὑιεῖς οὐ πάντως ἐπὶ τὸν τῶν ὑπάρχων αὐτοὺς ἀναβήσεσθαι προσδοκᾶτε θρόνον· ἀλλ’ ὅμως οὐ διακελεύεσθε λῦσαι τὴν ζώνην, ἢ μηδὲ τὴν ἀρχὴν ἐπιβῆναι τῶν βασιλειῶν, ἀλλὰ πάντα πραγματεύεσθε, ὡς μηδέποτε αὐτοὺς τῆς ἐκεῖθεν διατριβῆς ἐκπεσεῖν, ἀρκεῖν ἡγούμενοι τὸ καὶ ἐν τοῖς μέσοις ἀριθμουμένους ὁρᾷν. Τίνος οὖν ἕνεκεν ἐκεῖ μέν, κἂν μὴ τῶν μειζόνων ἕξη λαβέσθαι, ὅμως ὑπὲρ τῶν ἐλαττόνων κόπτεσθε καὶ ταλαιπωρεῖσθε, κἂν τούτοις πάλιν τῆς ἐλπίδος οὔσης ἀδήλου, ἐνταῦθα δὲ ὀκνεῖτε καὶ ἀναδύεσθε; Ὅτι ἐκείνων μὲν πολλὴν ἔχετε τὴν ἐπιθυμίαν, τούτων δὲ οὐδὲ βραχεῖαν· εἶτα αἰσχυνόμενοι τοῦτο ὁμολογῆσαι σκήψεις ἐπενοήσατε καὶ προφάσεις· ὡς εἲ γε ἀληθῶς ἐβούλεσθε, οὐδὲν ἂν ἡμᾶς τούτων ἐκώλυσε. Καὶ γὰρ οὕτως ἔχει· ὅτου τις ἂν ἐρῶν τύχῃ γνησίως, κἂν μὴ τοῦ παντός, μηδὲ τοῦ ἀνωτάτω περιγένηται, τοῦ γοῦν μέσου, μᾶλλον δὲ καὶ τοῦ μετ’ ἐκεῖνον μυριάκις ἂν ἕλοιτο ἐπιτυχεῖν. Καὶ γὰρ ὁ φίλοινος καὶ φιλοπότης, κἂν μὴ τὸν ἡδὺν καὶ ἀνθοσμίαν ἕξη λαβεῖν οἶνον, οὐδὲ τοῦ φαυλοτάτου καταφρονήσει ποτέ· καὶ ὁ φιλοχρήματος πάλιν, κἂν μὴ λίθους τιμίους, μηδὲ χρυσίον, ἀλλ’ ἀργύριον αὐτῷ τις παρέχει, πολλὴν εἴσεται χάριν. Τοιοῦτον γὰρ ἡ ἐπιθυμία, τυραννικὸν τι πρᾶγμα καὶ ἱκανὸν πεῖσαι πάντα τὸν ἁλόντα, ὑπὲρ ὁτουοῦν καὶ παθεῖν καὶ ὑπομεῖναι· ὥστε εἰ μὴ σκῆψις ταῦτα τὰ ῥήματα ἦν, συμπράττειν ἐχρῆν καὶ συμπονεῖν. Τοῦ γὰρ ἐπιθυμοῦντός τι γενέσθαι οὐ τὸ γενέσθαι κωλύειν ἐστίν, ἀλλὰ τὸ πάντα ποιεῖν ὅπως ἂν γένοιτο. Καὶ γὰρ οἱ καθιέντες εἰς τοὺς Ὀλυμπιακοὺς ἀγῶνας, εἰδότες ὅτι ἐν πλήθει τοσούτῳ εἰς ἕνα τὰ τῆς νίκης περιστήσεται, ὅμως κόπτονται καὶ ταλαιπωροῦσι. Καίτοι γε οὐδὲν ἐστιν ἴσον ἐνταῦθα κἀκεῖ, οὐ μόνον διὰ τὸ τῶν ἀγώνων τέλος, ἀλλ’ ὅτι ἀνάγκη ἐκεῖ στεφανωθέντα μόνον ἕνα ἀπελθεῖν· ἐνταῦθα δὲ οὐκ ἐν τούτοις ἡ ὑπέροχη καὶ ἡ ἐλάττωσις, ἐν τῷ τὸν μὲν ἀστεφάνωτον ἀναχωρῆσαι, τὸν δὲ ἐστεφανωμένον, ἀλλ’ ἐν τῷ τὸν μὲν λαμπροτέρας, τὸν δὲ ἐλάττονος τυχεῖν τῆς ἀνακηρύξεως, πάντας δὲ ὅμως τυχεῖν. Ὅλως δέ, εἴπερ ἐβουλόμεθα καὶ ἐξ ἀρχῆς διαπλάττειν τοὺς παῖδας, καὶ τοῖς βουλομένοις ῥυθμίζειν παραδιδόναι, οὐκ ἦν ἀπεικὸς αὐτοὺς ἐν τῇ πρώτη στῆναι τάξει τοῦ στρατοπέδου· οὐ γὰρ ἂν περιεῖδεν ὁ Θεὸς τοσαύτην προθυμίαν καὶ σπουδήν, ἀλλ’ ἐπέδωκεν ἂν τὴν αὐτοῦ χεῖρα, καὶ ἥψατο τοῦ ἀγάλματος· ἐκείνης δὲ ἐργαζομένης τῆς χειρός, ἀμήχανον διαπεσεῖν τι τῶν γινομένων, μᾶλλον δὲ ἀμήχανον μὴ πρὸς ἄκρον λαμπρότητος καὶ δόξης ἐλθεῖν, μόνον εἰ τὰ παρ’ ἡμῶν ἕποιτο. Εἰ γὰρ γυναῖκες ἴσχυσαν πεῖσαι Θεόν, συνεφάψασθαι αὐταῖς τῆς τῶν παίδων ἐπιμελείας, πολλῷ μᾶλλον ἡμεῖς, ἂν ἐθέλωμεν, τοῦτο δυνησόμεθα. Τὰς μὲν οὖν ἄλλας, ὥστε μὴ μακρὸν ἐποιῆσαι τὸν λόγον, παρήσω, καίτοι πολλὰς ἔχων εἰπεῖν, μιᾶς δὲ μόνον ἐπιμνησθήσομαι.

κ’. Ἄννα τις ἦν Ἰουδαία γυνή· αὕτη ἡ Ἄννα παιδίον ἔτεκεν ἓν, καὶ οὐ προσδοκῶσα τέξεσθαι ἕτερον· καὶ γὰρ καὶ τοῦτο μόλις καὶ μετὰ πολλῶν ἔλαβε τῶν δακρύων· στεῖρα γὰρ ἦν. Ὁρῶσα δὲ τὴν ἀντίζηλον αὐτῆς διὰ τοῦτο πολλάκις ἐπεμβαίνουσαν αὐτῇ, οὐδὲ οὕτως ἔπαθέ τι τοιοῦτον οἷον ὑμεῖς, ἀλλ’ ἐπειδὴ μεῖναι χρόνον, ὅσον γαλακτοτροφηθῆναι ἔδει μόνον. Ἐπειδὴ δὲ οὐκέτι ταύτης ἐδεῖτο τῆς τροφῆς, λαβοῦσα αὐτὸν εὐθέως ἀνέθηκε τῷ Θεῷ, καὶ τῆς πατρῴας οὐκέτι ἐπιβῆναι παρεκάλεσεν οἰκίας, ἀλλ’ ᾤκει διαπαντὸς ἐν τῷ ναῷ τοῦ Θεοῦ· καὶ εἰ ποτε αὐτὸν ἐπεθύμησεν, οἷα δὴ μήτηρ, οὐκ ἐκάλει παρ’ ἑαυτὴν τὸ παιδίον, ἀλλ’ αὐτὴ πρὸς ἐκεῖνον ἀνέβαινε μετὰ τοῦ πατρός, καθάπερ ὄντος ἀναθήματος ἀπεχομένη λοιπόν. Καὶ οὕτω γενναῖος καὶ μέγας ὁ νεανίας ἐγένετο ἐκεῖνος, ὡς τὸν Θεὸν ἀποστραφέντα τὸ τῶν Ἑβραίων γένος διὰ τὴν κατακεχυμένην κακίαν, καὶ οὐ χρῶντα αὐτοῖς, οὐδὲ ὄψιν τινὰ φαίνοντα λοιπόν, ἐπισπάσασθαι πάλιν διὰ τῆς ἀρετῆς, καὶ πεῖσαι παρέχειν τὰ αὐτά, ἅπερ καὶ πρότερον, καὶ τὴν προφητείαν ἀποπτᾶσαν ἀνακαλέσασθαι πάλιν. Καὶ ταῦτα ἴσχυσεν οὐκ ἐφ’ ἡλικίας γενόμενος, ἀλλ’ ἔτι παιδίον ὃν μικρόν· «Οὐκ ἦν γάρ, φησίν, ὅρασις διαστέλλουσα, καὶ ῥῆμα τίμιον ἦν». Ἀλλ’ ὅμως καὶ τούτων τοιούτων ὄντων, ἔχρα αὐτῷ συνεχῶς ὁ Θεός. Τοτοῦτόν ἐστι κέρδος ἀεὶ τῶν οἰκείων παραχωρεῖν κτημάτων αὐτῷ, καὶ πάντων ἐξίστασθαι οὐχὶ χρημάτων μόνον, οὐδὲ κτημάτων, ἀλλὰ καὶ τῶν τέκνων αὐτῶν. Εἰ γὰρ ἐπὶ τῆς ἡμετέρας ψυχῆς κελευόμεθα τοῦτο ποιεῖν, πολλῷ μᾶλλον ἐπὶ τῶν ἄλλων ἁπάντων. Τοῦτο γὰρ καὶ ὁ πατριάρχης ἀποίησεν Ἀβραάμ, μᾶλλον δὲ πολλῷ μέζον· διὸ καὶ μετὰ πλείονος δόξης ἀπέλαβε τὸν υἱόν. Καὶ γὰρ τότε μάλιστα ἔχομεν τὰ ἡμέτερα παιδία, ὅταν αὐτὰ τῷ Δεσπότῃ παραδῶμεν. Πολλῷ γὰρ μειζόνως αὐτῶν ἐκεῖνος παραστήσεται, ἐπειδὴ καὶ μειζόνως κήδεται. Οὐχ ὁρᾶτε καὶ ἐν ταῖς οἰκίαις τῶν πλουτούντων ταῦτα γινόμενα; Καὶ γὰρ ἐκεῖ τοὺς μὲν κάτω μετὰ τῶν πατέρων οἰκοῦντας, οὐχ οὕτως ὄντως λαμπροὺς ἔστιν ἰδεῖν, οὐδὲ τοσαύτην ἔχοντας δύναμιν· ὅσους δ’ ἂν τῶν γονέων ἀποστήσαντες οἱ δεσπόται προσνείμωσιν αὐτῶν τῇ διακονίᾳ καὶ τῇ φυλακῇ τῶν ταμιείων, οὗτοι δὴ καὶ εὐνοίας ἀπολαύουσι πλείονος καὶ παῤῥησίας, καὶ τοσοῦτον τῶν ὁμοδούλων εἰσὶ λαμπρότεροι, ὅσον τῶν οἰκέτων οἱ δεσπόται. Εἰ δὲ ἄνθρωποι περὶ τοὺς διακονουμένους οὕτως εἰσὶ χρηστοὶ καὶ εὖνοι, πολλῷ μᾶλλον ἡ ἄπειρος ἀγαθότης, τοῦτ’ ἔστιν, ὁ Θεός. Ἐῶμεν τοίνυν αὐτοὺς ὑπηρετεῖν, οὐκ εἰς ναὸν ἄγοντες καθάπερ τὸν Σαμουήλ, ἀλλ’ εἰς αὐτὸν τὸν οὐρανὸν μετὰ τῶν ἀγγέλων, μετὰ τῶν ἀρχαγγέλων. Ὅτι γὰρ μετ’ ἐκείνων διακονήσονται πάντως καὶ ὑπηρετήσουσιν οἱ ταύτης ἐπειλημμένοι τῆς φιλοσοφίας παντὶ που δῆλόν ἐστι. Καὶ οὐχ ἑαυτῶν μόνον, ἀλλὰ καὶ ὑμῶν μετὰ πλείονος προστήσονται τῆς παῤῥησίας. Εἰ γὰρ τινες διὰ πατέρας παραμυθίας ἔτυχόν τινος, πολλῷ μᾶλλον διὰ παῖδας πατέρες. Ἐκεῖ μὲν γὰρ τὸ τῆς φύσεως μόνον δικαίωμα ἦν, ἐνταῦθα δὲ καὶ τὸ τῆς ἀνατροφῆς, πολλῷ τῆς φύσεως μεῖζον ὅν. Καὶ ταῦτα ὑμῖν ἀμφότερα ἀπὸ τῶν θείων πιστώσομαι Γραφῶν. Τὸν γὰρ Ἐζεκίαν ἐνάρετον μὲν ὄντα καὶ εὐσεβῆ, οὐκ ἔχοντα δὲ τοσαύτην παῤῥησίαν ἀπὸ τῶν κατορθωμάτων, ὥστε καὶ πρὸς τοσοῦτον κίνδυνον στῆναι, ἀπὸ τῆς τοῦ πατρὸς ἔφησε σώζειν ἀρετῆς ὁ Θεός. «Ὑπερασπιῶ γάρ, φησί, τῆς πόλεως ταύτης τοῦ σῶσαι αὐτὴν δι’ ἐμέ, καὶ διὰ Δαυῒδ τὸν παῖδά μου». Καὶ Τιμοθέῳ δὲ περὶ γονέων ἐπιστέλλων ἔλεγεν ὁ Παῦλος, ὅτι «Σωθήσονται διὰ τῆς τεκνογονίας, ἐὰν μείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασμῷ μετὰ σωφροσύνης». Καὶ τὸν Ἰὼβ δὲ ὥσπερ ἀπὸ τῶν ἄλλων ἐπήνεσεν ἡ Γραφή, οἷον ὅτι δίκαιος καὶ ἀληθινὸς καὶ θεοσεβὴς ἦν, οὕτω καὶ ἀπὸ τῆς περὶ τοὺς παῖδας ἐπιμελείας. Αὕτη δὲ ἦν οὐ χρυσὸν συνάγειν αὐτοῖς, οὐδὲ ἐπίδοξους ποιεῖν καὶ λαμπρούς, ἀλλὰ τί; Ἄκουσον τῆς Γραφῆς λεγούσης· «Ὅταν συνετελέσθησαν αἱ ἡμέραι τοῦ πότου αὐτῶν, ἀπέστελλεν Ἰώβ, καὶ ἐκαθάριζεν αὐτούς, καὶ ἀνιστάμενος τῷ πρωῒ προσέφερε περὶ αὐτῶν θυσίαν κατὰ τὸν ἀριθμὸν αὐτῶν, καὶ μόσχον ἕνα περὶ ἁμαρτίας ὑπὲρ τῶν ψυχῶν αὐτῶν· ἔλεγε γὰρ Ἰὼβ ἐν τῇ καρδίᾳ αὐτοῦ, Μὴ ποτε οἱ υἱοὶ μου ἐν τῇ διανοίᾳ αὐτῶν κακὰ ἐνενόησαν πρὸς Θεόν». Ἆρα ἔσται τις ἡμῖν ἀπολογία λοιπὸν τοιαῦτα τολμῶσιν; Εἰ γὰρ ὁ πρὸ τῆς χάριτος, ὁ πρὸ τοῦ νόμου, ὁ μηδεμιᾶς ἀπολαύσας διδασκαλίας, τοσαύτην τῶν παίδων ἐποιεῖτο πρόνοιαν, ὡς καὶ ὑπὲρ τῶν ἀδήλων τρέμειν ἁμαρτημάτων, τὶς ἡμᾶς ἐξαιρήσεται λοιπὸν τοὺς ἐν τῇ χάριτι, τοὺς καὶ τοσούτων διδασκάλων τετυχηκότας, τοὺς τοιαῦτα ὑποδείγματα ἔχοντας καὶ τοσαύτας παραινέσεις, οὐ μόνον ὑπὲρ τῶν ἀδήλων οὐ δεδοικότας, ἀλλὰ καὶ τῶν δήλων καταφρονοῦντας, καὶ οὐ καταφρονοῦντας μόνον, ἀλλὰ καὶ τοὺς βουλομένους αὐτὰ διορθοῦν ἐλαύνοντας; Καὶ τὸν Ἁβραὰμ δέ, καθάπερ ἔφθην εἰπών, μετὰ τῶν ἄλλων κατορθωμάτων καὶ τοῦτο λαμπρὸν ἐποίει.

κα’. Τοσαῦτα οὖν ἔχοντες ὑποδείγματα, κατασκευάζωμεν τῷ Θεῷ διακόνους, καὶ λειτουργοὺς δοκίμους. Εἰ γὰρ ἀθλητὰς τις πόλεσι τρέφων, ἢ στρατιώτας βασιλεῦσιν ἀσκῶν, μεγάλη τιμηθήσεται τιμῇ πόσην ἡμᾶς εἰκὸς λαβεῖν δωρεάν, οὕτω γενναίους καὶ μεγάλους ἀνδρέας, μᾶλλον δὲ ἀγγέλους τῷ Θεῷ τρέφοντας; Πάντα οὖν πράττωμεν, ὥστε αὐτοῖς ἀφεῖναι τὸν τῆς εὐσεβείας πλοῦτον, τὸν μένοντα, καὶ συναποδημοῦντα, καὶ οὐκ ἐνταῦθα μόνον, ἀλλὰ καὶ ἐκεῖ μέγιστα ὀνῆσαι δυνάμενον. Ὁ μὲν γὰρ βιωτικὸς οὔτε συμμεταστήσεται, καὶ ἐνταῦθα δὲ προαπολεῖται, καὶ τοὺς ἔχοντας πολλάκις προσαπολεῖ· οὗτος δὲ καὶ ἐνταῦθα κἀκεῖ βέβαιος ἔσται, καὶ διατηρήσει μέγα πολλῆς ἀσφαλείας τοὺς κεκτημένους αὐτόν. Καὶ γὰρ οὕτως ἔχει· ὁ μὲν τὰ ἐν τῇ γῇ προτιμῶν τῶν πνευματικῶν, κἀκείνων ἐκπεσεῖται καὶ τούτων· ὁ δὲ τῶν οὐρανίων ἐπιθυμῶν, καὶ τῶν ἐπὶ γῆς τεύξεται πάντως. Οὐκ ἐμὸς οὗτος ὁ λόγος, ἀλλ’ αὐτοῦ τοῦ ταῦτα παρασχεῖν μέλλοντος Κυρίου. «Ζητεῖτε γάρ, φησί, τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν». Τὶ ταύτης ἴσον γένοιτ’ ἂν τῆς τιμῆς; Φρόντιζε, φησίν, ὑπὲρ τῶν πνευματικῶν, ἐμοὶ δὲ ἄφες πάντα τὰ σά. Ὥσπερ ἂν εἰ τις πατὴρ φιλόστοργος οἰκίας ἐπιμέλειαν καὶ οἰκετῶν προστασίαν καὶ τῶν ἄλλων ἁπάντων μεταχειρίζοιτο, τῷ παιδὶ φιλοσοφίᾳ μόνῃ σχολάζειν παραινοίη· οὕτω δὴ καὶ ὁ Θεός. Πειθώμεθα τοίνυν καὶ ζητῶμεν τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ οὕτω πανταχοῦ τοὺς τε παῖδας δοκίμους ὀψόμεθα, καὶ αὐτοὶ μετ’ ἐκείνων ἐσόμεθα λαμπροί, καὶ τῶν παρόντων ἀπολαυσόμεθα, ἂν τῶν μελλόντων καὶ οὐρανίων ἐρῶμεν μόνον. Ταῦτα πειθομένοις μὲν ὑμῖν μέγαν οἴσει τὸν μισθόν, ἀντιλέγουσι δὲ καὶ ἀπειθοῦσι χαλεπωτέραν τὴν τιμωρίαν. Οὐ γὰρ ἔνι καταφυγεῖν εἰς ἀπολογίαν, οὐδὲ εἰπεῖν ὅτι ὁ ταῦτα διδάσκων οὐδεὶς ἦν. Μάλιστα μὲν οὖν καὶ πρὸ τῶν ἡμετέρων λόγων ἡ ἀπολογίᾳ αὕτη ἀνῄρητο, τῆς τε φύσεως ἐχούσης ἀκριβὲς τὸ κριτήριον τῶν καλῶν, καὶ τῶν οὐ τοιούτων, τῆς τε φιλοσοφίας ταύτης πανταχοῦ προκειμένης, τῶν τε ἐν τῷ βίῳ κακῶν ἱκανῶν ὄντων καὶ τοὺς σφόδρα ἐρῶντας αὐτοῦ πρὸς τὴν ἐρημίαν ἐλάσαι. Καὶ σιγώντων μὲν οὖν, ὅπερ ἔφην, τὰ τῆς ἀπολογίας ἀνῄρητο, νυνὶ δὲ πολλῷ πλέον μετὰ τοὺς μακροὺς λόγους τούτους, καὶ τὴν τοσαύτην παραίνεσιν, τὴν τε ἀπὸ τῶν πραγμάτων, τὴν τε σαφεστέραν τὴν ἀπὸ τῶν θείων Γραφῶν. Καὶ εἰ μὲν ἦν οἶκοι μένοντας μὴ διαφθαρῆναι τέλεον, ἀλλὰ τὴν γοῦν ἐσχάτην τάξιν τῆς σωτηρίας λαχεῖν, μάλιστα μὲν οὐδὲ οὕτως ἂν τὴν κόλασιν διεφύγομεν, τοὺς ἐπὶ βίον ἀκριβέστερον βαδίζειν ἐπειγομένους κωλύοντες, καὶ ἐν τοῖς βιωτικωτέροις κατέχοντες πρὸς τὸν οὐρανὸν πτῆναι ἐπειγομένους· ὅταν δὲ μηδὲ τοῦτο ἐξῆ, ἀλλ’ ἀνάγκη πάντως ἀπολέσθαι, καὶ περὶ τῶν ἐσχάτων ὁ κίνδυνος ᾗ, τίνα συγγνώμην ἕξομεν, τίνα δὲ ἀπολογίαν, οὐ μόνον τῶν οἰκείων ἁμαρτημάτων, ἀλλὰ καὶ τῶν μετὰ ταῦτα τοῖς παισὶν ἁμαρτανομένων τὰς εὐθύνας ἐφ’ ἑαυτοὺς ἕλκοντες χαλεπωτέρας; Οὐ γὰρ οὕτως ἐκείνους οἶμαι τιμωρηθήσεσθαι ὑπὲρ ὧν ἂν πταίσωσι μετὰ ταῦτα, εἰς τὸ κλυδώνιον τοῦτο κατασπασθέντες, ὡς ὑμᾶς τοὺς τὴν ἀνάγκην αὐτοῖς περιστήσαντας ταύτην. Εἰ γὰρ τῷ ἕνα σκανδαλίζοντι συμφέρει μετὰ μύλης καταποντισθῆναι εἰς τὴν θάλασσαν, τοῖς τὴν ὠμότητα ταύτην καὶ ἀπήνειαν εἰς τοὺς παῖδας ἐνδεικνυμένοις ποία τιμωρία ἀρκέσει καὶ κόλασις; Διὸ παρακαλῶ καθυφεῖναι τῆς φιλονεικίας, καὶ γενέσθαι φιλοσόφων παίδων πατέρας. Οὐδὲ γὰρ ἐκεῖνο ἔστιν εἰπεῖν, ὅπερ ἀκούω πολλοὺς σκηπτομένους. Τὶ δὲ τοῦτό ἐστιν; Ἀδυνατοῦντας, φησίν, εἰδότες πρὸς τὸ τέλος ἐλθεῖν, ἐκωλύσαμεν διὰ τοῦτο. Εἰ γὰρ καὶ προῄδεις τοῦτο σαφῶς, καὶ μὴ στοχασμὸς τὸ πρᾶγμα ἦν· πολλοὶ γὰρ καὶ τῶν πεσεῖσθαι προσδοκηθέντων ἔστησαν· πλὴν ἀλλ’ εἰ καὶ σφόδρα προῄδεις, οὐδὲ οὕτως αὐτὸν καθέλκειν ἐχρῆν. Οὐδὲ γάρ, εἲ τινας πίπτειν μέλλοντας λαβόντες ὑποσκελίσαιμεν, ἀρκεῖ τοῦτο πρὸς ἀπολογίαν ἡμῖν, ἀλλ’ αὐτὸ δὴ τοῦτο καὶ μάλιστά ἐστι τὸ καταδικάζον ἡμᾶς. Διὰ τὶ γὰρ μὴ συνεχώρησας ἐκείνου ῥᾳθυμίας γενέσθαι τὸ πτῶμα, ἀλλὰ προλαβὼν ἥρπασας τὴν ἁμαρτίαν καὶ τὸ πᾶν ἤγαγες ἐπὶ τὴν σὴν κεφαλήν; Μᾶλλον δὲ οὐδὲ συγχωρῆσαι ἐχρῆν· διὰ τὶ γὰρ μὴ πάντα ἔπραξας ὑπὲρ τοῦ μὴ πεσεῖν τὸν υἱόν; Ὥστε, ἐπειδὴ μάλιστα ᾔδεις ὅτι πεσεῖται, διὰ τοῦτο μάλιστα τιμωρίας ἂν ᾖς ἄξιος. Τὸν γὰρ τοῦτο προειδότα οὐχὶ καταβάλλειν, ἀλλὰ χεῖρα ὀρέγειν χρή, καὶ μείζονα ἐνδείκνυσθαι τὴν σπουδὴν ὑπὲρ τοῦ τὸν μέλλοντα πίπτειν στῆναι γενναίως, εἲτ’ ἔμελλε στήσεσθαι, εἴτε μή. Τὰ γὰρ ἡμῶν ἅπαντα πληροῦσθαι δεῖ, κἂν ἕτεροι μηδὲν μέλλωσι καρποῦσθαι παρ’ ἡμῶν. Τίνος ἕνεκεν, καὶ διὰ τί; Ἵνα μηκέτι πρὸς ἡμᾶς, ἀλλὰ πρὸς ἐκείνους ὁ λόγος ᾗ τῷ Θεῷ. Ὅπερ καὶ αὐτὸς ἔλεγεν ἐγκαλῶν τῷ μηδὲν εἰς τὸ τάλαντον ἐργασαμένῳ. «Ἔδει γὰρ σε, φησί, καταβαλεῖν τὸ ἀργύριόν μου τοῖς τραπεζίταις· κἀγὼ ἐλθὼν μετὰ τόκου ἂν ἀπῄτησα αὐτό». Πειθώμεθα τοίνυν τῷ ταῦτα παραινοῦντι, ἵνα καὶ τὴν τιμωρίαν ἐκφύγωμεν. Οὐ γὰρ δὴ καὶ τὸν Θεὸν μετὰ τῶν ἀνθρώπων παραλογίσασθαι δυνάμεθα, τὸν ἐρευνῶντα τὰς καρδίας καὶ πάντα εἰς μέσον ἄγοντα, καὶ πανταχοῦ τῆς τῶν παίδων ὑπεύθυνους ποιοῦντα σωτηρίας ἡμᾶς. Εἰ γὰρ ὁ μὴ καταβαλὼν τὸ ἀργύριον τοσαύτην ἔδωκε δίκην, ὁ καὶ τοὺς καταβαλεῖν βουλομένους κωλύων τὶ πείσεται; Οὐδὲ γὰρ κατακυλισθέντων τῶν παίδων εἰς τὰ τοῦ βίου πράγματα ἐκ τῆς ἡμετέρας συμβουλίας, ἀλλὰ καὶ γενναίως ἐνεγκάντων τὴν προσβολὴν καὶ τὰ ὄρη καταλαβόντων πάλιν, ἡ αὐτὴ κείσεται κόλασις τοῖς διακωλῦσαι βουληθεῖσιν αὐτούς. Ὥσπερ γὰρ ὁ πρὸς φιλοσοφίαν ἄγων, ἂν τε πείσῃ, ἂν τε μὴ πείσῃ, ἀπηρτισμένον ἔχει τὸν μισθὸν (τὸ γὰρ αὐτοῦ πᾶν ἐποίησεν) οὕτω καὶ ὁ διαφθεῖραι βουληθείς, ἂν τε ἕλῃ, ἂν τε μὴ ἕλη, τὴν αὐτὴν ὑποστήσεται δίκην· τὸ γὰρ αὐτοῦ πᾶν καὶ οὗτος ἐπλήρωσεν. Ὥστε κἂν μηδὲν ἰσχύσητε πρὸς τὸ ὑποσκελίσαι καὶ καθελεῖν τὰ γενναῖα τῶν παίδων φρονήματα, τῆς γοῦν ἐπιχειρήσεως μόνης τοσαύτην δώσετε δίκην, ὅσην οἱ καθελόντες ἐκεῖθεν αὐτούς. Ταῦτ’ οὖν ἐννοήσαντες ἅπαντα, καὶ τὰς σκήψεις ἀφέντες πᾶσα, σπουδάσωμεν γενναίων παίδων γενέσθαι πατέρες, χριστοφόρων οἰκοδόμοι γενέσθαι ναῶν, ἀθλητῶν ἐπουρανίων ἐπιμεληταί, ἀλείφοντες, ὀρθοῦντες, πάντοθεν ἐργάζεσθαι τὴν ὠφέλειαν αὐτῶν, ἵνα καὶ τῶν στεφάνων αὐτοῖς ἐκεῖ κοινωνήσωμεν. Ἂν δὲ φιλονεικῆτε, οἱ παῖδες μέν, ἂν ὦσι γενναῖοι, καὶ ἀκόντων ὑμῶν ἐπὶ ταύτην ἥξουσι τὴν φιλοσοφίαν, καὶ πάντων ἀπολαύσονται τῶν ἀγαθῶν, ὑμῖν δὲ περιέσται τὸ μυρίαν κόλασιν ἑαυτοῖς συναγαγεῖν, καὶ τότε ἐπαίνεσαι τὰ παρ’ ἡμῶν εἰρημένα, ὅτε τῶν ἐπαίνων ὄφελος ὑμῖν οὐδέν.



Ἑπόμενο: Σύγκρισις βασιλικῆς Δυναστείας καὶ πλούτου καὶ ὑπεροχῆς, πρὸς μοναχὸν συζῶντα τῇ ἀληθεστάτῃ καὶ κατὰ Χριστὸν φιλοσοφία
Προηγούμενο: Πρὸς ἄπιστον πατέρα, Λόγος Δεύτερος
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 47
Ἀρχικὴ Σελίδα: Τέρτιος