Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 47

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Πρὸς Δημήτριον μονάζοντα – Περὶ Κατανύξεως Λόγος Πρῶτος
Προηγούμενο: Πρὸς πιστὸν πατέρα – Λόγος Τρίτος
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 47

Σύγκρισις βασιλικῆς Δυναστείας καὶ πλούτου καὶ ὑπεροχῆς, πρὸς μοναχὸν συζῶντα τῇ ἀληθεστάτῃ καὶ κατὰ Χριστὸν φιλοσοφία

α’. Ὀρῶν ἐγὼ τοὺς πολλοὺς τῶν ἀνθρώπων τὰ δοκοῦντα εἶναι καλά, μᾶλλον ἀγαπῶντάς τε καὶ θαυμάζοντας, ἢ τἂ φύσει χρηστὰ καὶ ὡς ἀληθῶς ἀγαθά, ἀναγκαῖον εἶναι νομίζω περὶ ἑκατέρων βραχεῖς ποιήσασθαι τοὺς λόγους καὶ παραθεῖναι νῦν ἀλλήλοις τὰ τε κατεῤῥᾳθυμημένα πάρα πολλοῖς, τὰ τε πολλῆς τυγχάνοντα σπουδῆς, ἵνα μαθόντες τὸ διάφορον ἑκατέρων, τὰ μὲν ὡς ἄξια σπουδῆς καὶ σωτηρίας περὶ πολλοῦ ποιησώμεθα, τῶν δὲ καταφρονεῖν παιδευθῶμεν ὡς οὐδενὸς ἀξίων. Οὐκοῦν ἀγαπᾶται μὲν πλοῦτος καὶ δυναστεία καὶ ἀρχὴ καὶ δόξα, καὶ μακαρίζουσιν οἱ πολλοὶ τοὺς τῶν ἐθνῶν ἄρχοντας, φερομένους ἐπὶ λαμπρῶν ὀχημάτων, καὶ κηρύκων βοῆς ἀπολαύοντας καὶ δορυφορίας πολλῆς, καταπεφρόνηται δὲ τῶν φιλοσοφούντων ὁ βίος, καὶ τῶν τὴν μονήρη δίαιταν ᾑρημένων· κἀκεῖνοι μὲν φανέντες, πρὸς ἑαυτοὺς ἐπιστρέφουσι τὸν δῆμον, οὗτοι δὲ φανέντες οὐδενὸς ὀφθαλμούς, ἢ κομιδῇ γε ὀλίγων, πρὸς ἑαυτοὺς ἕλκουσι. Καὶ τούτων μὲν οὐδεὶς ἂν ἐπιθυμήσειε γενέσθαι ὅμοιος, ἐκείνων δὲ ἄπαντες· καίτοι γε δυναστείαν μὲν κτήσασθαι, καὶ ἀρχὴν ἔθνους λαβεῖν, χαλεπὸν τε καὶ τοῖς πολλοῖς ἀδύνατον, καὶ πολλῶν ἂν δεηθεῖεν χρημάτων οἱ τῆς ἀρχῆς ἐρασταί· τὸ δὲ μονήρη βίον ἑλέσθαι, καὶ τῇ τοῦ Θεοῦ λατρείᾳ συζῇν, πᾶσιν ὁμοίως εὔπορόν τε καὶ ῥᾴδιον. Καὶ τῆς μὲν ἀρχῆς ἡ κτίσις τῷ βίῳ τούτῳ συνδιαφθείρεται, μᾶλλον δὲ καὶ ζώντας ἀπολιμπάνει τοὺς ἑαυτῆς ἐραστάς, ἤδη δὲ τινας καὶ εἰς κίνδυνον μέγαν ἢ ἀδοξίαν κατέστησεν· ὁ δὲ μονήρης βίος νῦν τε πολλῶν ἀγαθῶν ἀναπίμπλησι τοὺς δικαίους, καὶ μετὰ τὴν τοῦ βίου τελευτὴν λαμπροὺς καὶ χαίροντας ἐπὶ τὸ δικαστήριον ἄγει τοῦ Θεοῦ καὶ Πατρός, ὅτε τῶν ἀρξάντων οἱ πλείους μεγάλην ὀφθήσονται διδόντες τῶν βεβιωμένων τὴν δίκην. Φέρε δὴ παραθέντες ἀλλήλοις τὰ τὲ τῆς φιλοσοφίας ἀγαθά, τὰ τε δοκοῦντα εἶναι χρηστὰ τῆς ἐν τῷ παρόντι βίῳ δυναστείας καὶ δόξης, καταμάθωμεν τὸ διάφορον ἑκατέρων τῶν ἀγαθῶν· παράλληλα γὰρ ἔσται φανερώτερα· μᾶλλον δέ, εἰ δοκεῖ, τὴν κορυφὴν τῶν ἀγαθῶν, τὴν βασιλείαν λέγω, τῇ φιλοσοφίᾳ παραθέντες, θεωρήσωμεν ἑκατέρας κτήσεως τοὺς καρπούς, καταμαθόντες ἀκριβῶς τίνων μὲν ὁ βασιλεύς, πόλεσι καὶ χώραις καὶ πολλοῖς ἐφέστηκεν ἔθνεσι, καὶ στρατηγοὺς καὶ ὑπάρχους καὶ στρατόπεδα καὶ δήμους καὶ βουλὰς τοῖς ἑαυτοῦ νεύμασιν ἄγων· ὁ δὲ Θεῷ δεδωκὼς ἑαυτόν, καὶ τὸν μονήρη βίον ἠρημένος, θυμοῦ καὶ φθόνου καὶ φιλαργυρίας καὶ ἡδονῆς καὶ τῶν ἀλλάων ἄρχει κακῶν, σκοπῶν ἀεὶ καὶ φροντίζων, ὅπως ἂν μὴ συγχωρήσειε τῇ ψυχῇ ὑπὸ τοῖς αἰσχροῖς γενέσθαι πάθεσι, μηδὲ δουλωθῆναι τὸν λογισμὸν τυραννίδι πικρᾷ, ἀλλ’ ἀνωτέρω πάντων ἀεὶ τὴν διάνοιαν ἔχοι, τὸν τοῦ Θεοῦ φόβον ἐπιστήσας τοῖς πάθεσιν. Τοιαύτην μὲν οὖν ὁ βασιλεύς, τοιαύτην δὲ ὁ μοναχὸς ἀρχὴν καὶ δυναστείαν κέκτηται, ὥστε δικαιότερον ἂν τις τοῦτον βασιλέα καλέσειεν, ἢ τὸν ἁλουργίδι καὶ στεφάνῳ λαμπόμενον, καὶ καθήμενον ἐπὶ θρόνου χρυσοῦ.

β’. Βασιλεὺς γὰρ ὡς ἀληθῶς ὁ θυμοῦ καὶ φθόνου καὶ ἡδονῆς κρατῶν, καὶ πάντα ὑπὸ τοὺς νόμους ἄγων τοῦ Θεοῦ καὶ τὸν νοῦν ἐλεύθερον τηρῶν, καὶ οὐκ ἐῶν ἐνδυναστεῦσαι τῇ ψυχῇ τὴν δεσποτείαν τῶν ἡδονῶν. Τὸν τοιοῦτον ἡδέως ἂν εἶδον καὶ δήμων καὶ γῆς καὶ θαλάσσης ἄρχοντα, καὶ πόλεων καὶ δήμων καὶ στρατοπέδων. Ὁ γὰρ τοῖς πάθεσι τῆς ψυχῆς τὸν λογισμὸν ἐπιστήσας, ῥᾳδίως ἂν ἐπισταίη καὶ ἀνθρώποις μετὰ τῶν θείων νόμων, ὥστε αὐτὸν ἐν πατρὸς τάξει τοῖς ἀρχομένοις εἶναι, μετὰ πάσης ἡμερότητος ὁμιλοῦντα ταῖς πόλεσιν. Ὁ δὲ ἀνθρώπων μὲν ἄρχειν δοκῶν, θυμῷ δὲ καὶ φιλαρχίᾳ καὶ ἡδοναῖς δουλεύων, πρῶτον μὲν καταγέλαστος εἶναι δόξειεν ἂν τοῖς ἀρχομένοις, ὅτι στέφανον μὲν φορεῖ λιθοκόλλητον καὶ χρυσοῦν, σωφροσύνῃ δὲ οὐκ ἐστεφάνωται, καὶ ἁλουργίδι μὲν ὅλον τὸ σῶμα λάμπεται, τὴν δὲ ψυχὴν ἀκόσμητον ἔχει. Ἔπειτα δὲ οὕτως ὅπως μεταχειρίσαιτο τὴν ἀρχὴν ἐπιστήσεται· ὁ γὰρ ἑαυτοῦ μὴ δυνηθεὶς ἄρχειν, πῶς ἂν ἑτέρους δυνηθείη κατευθύνειν τοῖς νόμοις; Εἰ δὲ βούλει καὶ τὸν πόλεμον ἑκατέρων ἰδεῖν, εὑρήσεις τὸν μὲν δαίμοσι μαχόμενον καὶ κρατοῦντα καὶ νικῶντα καὶ ὑπὸ τοῦ Χριστοῦ στεφανούμενον· μετὰ γὰρ τῆς θείας ῥοπῆς ἐπὶ τὸν πόλεμον ἔρχεται, οὐρανίοις πεφραγμένος ὅπλοις, ὥστε ἀνάγκη τούτου γενέσθαι τὸ κράτος· τὸν δὲ βασιλέα βαρβάροις μαχόμενον. Ὅσῳ δὲ τῶν ἀνθρώπων οἱ δαίμονες φοβερώτεροι, τοσούτῳ λαμπρότερος ὁ τούτων κρατῶν τοῦ νικῶντος ἐκείνους. Εἰ δὲ καὶ τὴν αἰτίαν ἑκατέρου πολέμου καταμαθεῖν βουληθείης, πολὺ τὸ οὐκ ἴσον εὑρήσεις. Ὁ μὲν γὰρ ὑπὲρ εὐσεβείας καὶ τῆς τοῦ Θεοῦ λατρείας πολεμεῖ τοῖς δαίμοσιν, ἢ πόλεις ἢ κώμας ἐκ πλάνης ἐξαρπάσαι ποθῶν· ὁ δὲ μάχεται βαρβάροις ὑπὲρ τόπων ἢ ὅρων ἢ χρημάτων ἁρπασθέντων, ἢ πλεονεξίας καὶ ἔρωτος ἀρχῆς ἀδίκου παρακαλούσης ἐπὶ τὴν μάχην· ἔνθα δὴ πολλοὶ πολλάκις βασιλεῖς, τῶν μειζόνων ἐπιθυμήσαντες, καὶ τὰ παρόντα προσαπώλεσαν. Ἡ μὲν οὖν ἀρχὴ καὶ οἱ πόλεμοι τοσοῦτον ἀλλήλων διαφέροντας ἔδειξαν τὸν τε βασιλέα, καὶ τὸν ἐσπουδακότα τῇ τοῦ Θεοῦ λατρείᾳ συζῆν· γνοίη δ’ ἂν τις αὐτοὺς ἀκριβῶς, τὸν βίον ἑκατέρου καὶ τὰς πράξεις τὰς παρ’ ἡμέραν σκοπῶν. Εὕροι γὰρ ἂν ὡς ἀληθῶς τὸν μὲν Μωσέως πρὸς Ἡσαΐαν, ἀπὸ δὲ τούτου πρὸς Ἰωάννην, ἀπὸ δὲ τούτου πρὸς ἕτερον· τὸν βασιλέα δὲ συνεχῶς ὁμιλοῦντα ταξιάρχοις καὶ ὕπαρχος καὶ δορυφόροις· οἷς δὲ τις ὁμιλεῖ συνεχῶς, τούτοις ἀφομοιοῦται τὸ ἦθος. Οὐκοῦν ὁ μὲν μονάζων πρὸς τὰ τῶν ἀποστόλων καὶ προφητῶν ἤθη ἐκτυποῦται τὴν γνώμην, ὁ δὲ βασιλεὺς πρὸς τὰ τῶν στρατηγῶν καὶ δορυφόρων καὶ ὑπασπιστῶν, ἀνθρώπων οἴνῳ δουλευόντων καὶ ἡδοναῖς χαριζομένων, καὶ τὸ πλέον τῆς ἡμέρας διατριβόντων ἐν πότῳ, οὐδὲν καίριον ἢ καλὸν διὰ τὸν οἶνον ἐπισταμένων. Οὕτως ἄρα καὶ διὰ τοῦτο τὸν μονήρη βίον προσήκει μακαρίζειν μᾶλλον ἢ τὸν ἐν δυναστείᾳ καὶ βασιλείᾳ καὶ σκήπτροις.

γ’. Εἰ δὲ καὶ τῆς νυκτὸς τὸν χρόνον ἐξετάζειν βουληθείημεν, τὸν μοναχὸν μὲν ὀψόμεθα τῇ τοῦ Θεοῦ λατρείᾳ καὶ τοῖς εὐχαῖς κοσμούμενον, πολὺ πρότερον ᾄδοντα τῶν ὀρνίθων , ἀγγέλοις συμβιοτεύοντα, Θεῷ συλλαλοῦντα, τῶν οὐρανίων ἀγαθῶν ἀπολαύοντα· τὸν δὲ πολλοῖς ἔθνεσιν ἐφεστηκότα καὶ δήμοις καὶ στρατοπέδοις, καὶ πολλῆς μὲν γῆς, πολλῆς δὲ ἄρχοντα θαλάττης, ἐπὶ τῆς κλίνης ἀνατεταμένον καὶ ῥέγχοντα. Καὶ ἐκεῖνος μὲν γὰρ τοσούτοις τρέφεται σιτίοις, ὅσα οὐκ ἂν ἀπαιτήσειε τὸν μοναχὸν ὕπνον βαθύν· τὸν δὲ ἡ τρυφὴ κατακομίζει καὶ ὁ πότος μέχρις ἡμέρας αὐτῆς ἐν τῇ κλίνῃ κατέχων. Ἔστι τοίνυν τῷ μὲν μοναχῷ καὶ ἀμπεχόνη καὶ τράπεζα μετρία, καὶ σύσσιτοι τῆς αὐτῆς ἀρετῆς ἀθληταί· τὸν βασιλέα δὲ λίθοις τε ἀνάγκη καὶ χρυσῷ καλλωπίζεσθαι, τράπεζάν τε παρατίθεσθαι λαμπράν, καὶ χρῆσθαι συσσίτοις, εἰ μὲν ἄφρων εἴη, τῆς ἑαυτοῦ κακίας ἀξίοις, εἰ δὲ νοῦν ἔχοι καὶ σωφρονοίη, χρηστοῖς ἴσως καὶ δικαίοις, πολὺ δὲ λειπομένοις τῆς ἐκείνων ἀρετῆς. Οὕτω κἂν φιλοσοφῇ βασιλεύς, οὐδὲ κατὰ μικρὸν ἐγγὺς ἐλθεῖν τῆς τοῦ μονάζοντος καλοκαγαθίας δυνήσεται. Καὶ γὰρ ἐν ὁδοιπορίαις βαρὺς ἐστι τοῖς ὑπηκόοις, καὶ πόλιν οἰκῶν, καὶ εἰρήνης ἀπολαύων, καὶ πολέμων ἁπτόμενος, φόρους τε εἰσπραττόμενος, καὶ στρατεύματα συγκροτῶν, καὶ αἰχμαλώτους ἄγων, καὶ νικῶν, καὶ ἡττώμενος· ἡττώμενος μὲν γὰρ τῶν οἰκείων κακῶν ἀναπίμπλησι τοὺς ἀρχομένους, νικῶν δὲ ἀφόρητος γίνεται, καλλωπιζόμενός τε τοῖς τροπαίοις, καὶ μέγα φρονῶν, καὶ τοῖς στρατιώταις παρέχων ἄδειαν ἁρπάζειν, συλᾷν, τοὺς ὁδοιπόρους ἀδικεῖν, τὰς πόλεις ἐν τῇ καθέδρα πολιορκεῖν, τὰς τῶν πενήτων πορθεῖν οἰκίας, τοὺς ὑποδεξαμένους εἰσπράττεσθαι καθ’ ἑκάστην ἡμέραν ἃ μηδεὶς ἐπιτρέπει νόμος, ἐπὶ προφάσει τινὸς ἔθους ἀρχαίου παρανόμου τε καὶ ἀδίκου. Καὶ τὸν μὲν πλούσιον ἔβλαψεν οὐδὲν ὁ βασιλεὺς τοῖς τοιούτοις κακοῖς, τὴν πενίαν δὲ ἐκάκωσεν, ὥσπερ ὡς ἀληθῶς αἰσχυνόμενος τοὺς εὐπόρους. Οὒ μὴν ὃ γε μοναχὸς οὕτως, ἀλλ’ ἅμα τε ὤφθη, καὶ πλουσίων καὶ πενήτων χάριν τινὰ κομίζων ἦλθε καὶ τούτοις κἀκείνοις ὁμοίως, ἱματίῳ μὲν ἑνὶ δι’ ἔτους χρώμενος, ὕδωρ δὲ πίνων ἥδιον, ἢ θαυμαστὸν οἶνον ἕτεροι· ὑπὲρ αὐτοῦ μὲν οὐδεμίαν, μικράν, οὔτε μείζω χάριν παρὰ τῶν πλουσίων αἰτῶν, ὑπὲρ δὲ τῶν ἐν ἐνδείᾳ πολλὰς τε καὶ συνεχεῖς, ἀμφοτέροις λυσιτελούσας, τοῖς τε παρέχουσι, καὶ τοῖς κομίζεσθαι μέλλουσιν. Οὕτω κοινὸς ἐστιν ἰατρὸς καὶ πλουσίων καὶ πενήτων ὁμοίως, τοὺς μὲν ἁμαρτημάτων ἐλευθερῶν διὰ τῆς ἀγαθῆς νουθεσίας, τοῖς δὲ λύων τὴν ἔνδειαν. Βασιλεὺς δὲ τὰς τε εἰσφοράς κουφοτέρας εἶναι κελεύων, τοὺς πλουσίους μᾶλλον, ἢ τὴν πενίαν ὠφέλησε· καὶ τὰ ἐναντία ποιῶν, τοὺς μικρὰ κεκτημένους ἔβλαψε. Τὸν μὲν γὰρ πλούσιον ὀλίγα ἂν βλάψειεν ἡ χαλεπότης τῶν εἰσφορῶν, τὰς δὲ τῶν πενήτων οἰκίας ὥσπερ χειμάῤῥους παρασύρει, οἰμωγῆς πιμπλῶσα τὰς κώμας, καὶ οὔτε γῆρας ἐλεεινὸν τοῖς εἰσπραττομένοις τοὺς φόρους, οὔτε χηρεία γυναικῶν, οὐκ ὀρφανία παίδων, ἀλλὰ κωμάζουσι πάντα τὸν χρόνον, κοινοί τινὲς πολέμιοι τῆς χώρας, ἅπερ οὐκ ἐξήνεγκεν ἡ γῇ, ταῦτα τοὺς γεωργοὺς εἰσπραττόμενοι.

δ’. Φέρε δὴ κἀκεῖνο ἐξετάσωμεν, τὶ μὲν ὁ μοναχός, τὶ δὲ ὁ βασιλεὺς τοῖς ὑπηκόοις χαρίζεται. Οὐκοῦν ὁ μὲν χρυσόν, ὁ δὲ πνεύματος χάριν· καὶ ὁ μὲν ἔλυσε πενίαν, ὅταν ἧ χρηστός, ὁ δὲ ψυχὰς τυραννουμένας ὑπὸ δαιμόνων ἠλευθέρωσε ταῖς προσευχαῖς. Κἂν συμβῇ τινα τοιαύταις χειμάζεσθαι συμφοραῖς, τὸν βασιλέα μὲν ὥσπερ τὰ ἄψυχα παρέρχεται, ἐπὶ δὲ τὴν τῶν μοναχῶν οἰκίαν καταφεύγει, ὥσπερ ὁ λύκον ὑποφεύγων, καταφεύγων δὲ ἐπ’ ἄνδρα θηρευτὴν ξίφος ἐν τῇ χειρὶ φέροντα· ὅπερ γὰρ τῷ θηρευτῇ ξίφος, τοῦτο προσευχὴ τῷ μονάζοντι. Οὐ γὰρ οὕτω φοβερὸν τοῖς λύκοις τὸ ξίφος, ὡς τοῖς δαίμοσιν αἱ προσευχαὶ τῶν δικαίων. Οὐ τοίνυν μόνον ἡμεῖς πρὸς τοὺς ἁγίους μοναχοὺς ἐν τοῖς χρείαις καταφεύγομεν, ἀλλὰ καὶ οἱ βασιλεῖς αὐτοὶ πρὸς τούτους καταφεύγουσιν ἐν καιροῖς φοβεροῖς, ὥσπερ οἱ πτωχεύοντες ἐν λοιμῷ πρὸς τὰς τῶν πλουσίων οἰκίας. Οὐκ Ἀχαάβ, ὁ τῶν Ἰουδαίων βασιλεύς, ἐν λιμῷ καὶ σιτοδείᾳ τὴν ἐλπίδα τῆς σωτηρίας εἶχεν ἐν ταῖς Ἡλίου προσευχαῖς; Οὐκ Ἐζεκίας τὴν αὐτὴν ἔχων ἀρχὴν καὶ δυναστείαν, νοσῶν καὶ μέλλων τελευτᾷν, ἐφεστηκότα τὸν θάνατον ὁρῶν, ἐπὶ τὸν προφήτην κατέφυγεν, ὡς θανάτου δυνατώτερον καὶ ζωῆς χορηγόν; Καὶ μὴν καὶ πολέμου καταῤῥαγέντος, καὶ τῆς Παλαιστίνης ἐκ βάθρων αὐτῶν ἀνασπασθῆναι κινδυνευούσης, οἱ τῶν Ἰουδαίων βασιλεῖς, ἀφέντες τὴν στρατιάν, καὶ πεζοὺς καὶ τοξότας καὶ ἱππέας καὶ στρατηγοὺς καὶ ταξιάρχους, ἐπὶ τὰς Ἐλισσαίου προσευχὰς κατέφυγον· ἡγοῦντο γὰρ αὐτοῖς ἀντὶ πολλῶν μυριάδων ἔσεσθαι τὸν θεράποντα τοῦ Θεοῦ. Τὸ δὲ αὐτὸ τοῦτο καὶ Ἐζεκίας, τοῦ Περσικοῦ πολέμου συστάντος, καὶ τῆς πόλεως περὶ τῶν ἐδάφων αὐτῶν εἰς κίνδυνον μέγιστον κατακεκλιμένης, καὶ τῶν ἐπὶ τῷ τείχει τρεμόντων καὶ δεδοικότων καὶ σειομένων, καθάπερ ἐν προσδοκίᾳ βροντῆς, ἢ σεισμοῦ πάντα κινοῦντος, τὰς Ἠσαΐου προσευχὰς ὁ βασιλεὺς ἀντέστησε ταῖς πολλαῖς τῶν Περσῶν μυριάσι· καὶ οὐκ ἐψεύσθη τῆς ἐλπίδος. Ἅμα τε γὰρ ἐξ οὐρανοῦ βέλεσιν ὁ Θεὸς τὸν Περσικὸν κατέλυσε πόλεμον, παιδεύων τοὺς βασιλεῖς κοινοὺς τῆς γῆς ἡγεῖσθαι σωτῆρας τοὺς ἑαυτοῦ θεραπεύοντας, ὅπως ἂν παιδευθεῖεν, καὶ παρακαλούμενοι παρὰ τῶν δικαίων ἐπὶ πᾶσαν πρᾶξιν ἀγαθὴν καὶ φιλάνθρωπον, αἰδεῖσθαι τὰς συμβουλίας, καὶ πείθεσθαι ταῖς ἀγαθαῖς νουθεσίαις. Οὐ τοίνυν ἐκ τούτων μόνον ἔστι τὸ διάφορον ἰδεῖν ἀμφοτέρων, ἀλλὰ κἂν ἐκπεσεῖν συμβῇ καὶ τοῦτον κἀκεῖνον, τὸν μὲν τῆς ἀρετῆς, τὸν δὲ τῆς βασιλείας στερηθέντα, ὁ μὲν ῥᾳδίως ἂν ἑαυτοῦ γένοιτο, καὶ ταχέως διὰ προσευχῆς καὶ δακρύων καὶ πένθους καὶ θεραπείας πτωχῶν τὰς ἁμαρτίας ἀποτριψάμενος, πάλιν ῥᾳδίως ἐπὶ τὴν προτέραν ἀρχὴν ἀνατρέχει· βασιλεὺς δὲ ἐκπεσὼν πολλῶν μὲν ἂν δεηθείη συμμάχων, πολλῶν δὲ ὁπλιτῶν καὶ ἱππέων καὶ ἵππων καὶ χρημάτων καὶ κινδύνων· καὶ ὁ μὲν ὅλως ἐν ἑτέροις ἔχει τὴν ἐλπίδα τῆς σωτηρίας· ὁ δὲ τῇ βουλήσει καὶ τῇ σπουδῇ καὶ τῇ μεταβολῇ τῆς γνώμης ἑπομένην ἕξει τὴν σωτηρίαν εὐθέως· «Ἡ βασιλεία γάρ, φησί, τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστι». Καὶ μὴν ὁ θάνατος τῷ μὲν βασιλεῖ φοβερός, τῷ φιλοσοφοῦντι δὲ ἄλυπος· τὸν γὰρ ὑπερορῶντα πλούτου καὶ ἡδονῆς καὶ τρυφῆς, ὧν ἕνεκα ζῆν ἐπιθυμοῦσιν οἱ πολλοί, καὶ τὴν ἐνθένδε μετάστασιν ἀνάγκη ῥᾳδίως φέρειν. Εἰ δὲ καὶ σφαγῆναι τοῦτον συμβαίη κἀκεῖνον, ὁ μὲν ὑπὲρ εὐσεβείας ἐπισπάσεται κινδύνους, ἀθάνατον ζωὴν καὶ οὐράνιον διὰ θανάτου πραγματευόμενος· βασιλεὺς δὲ τύραννον ἕξει σφαγέα καὶ τῆς ἀρχῆς ἐραστήν, ἐλεεινὸν θέαμα καὶ δεινὸν μετὰ τὴν σφαγὴν γινόμενος· μοναχὸν δὲ ἰδεῖν εὐσεβείας ἐσφαγμένον ἡδὺ καὶ σωτήριον θέαμα. Καὶ ὁ μὲν τοὺς ἐραστὰς τῶν οἰκείων ἀγαθῶν καὶ μιμητὰς ἕξει καὶ μαθητὰς πολλοὺς εὐχομένους αὐτῷ φανῆναι παραπλησίους· ὁ δὲ πολλοὺς ἂν ἐν προσευχαῖς ἀναλώσειεν λόγους δεόμενος τοῦ Θεοῦ μηδένα φανῆναι τῆς βασιλείας ἐραστήν. Καὶ τὸν μὲν οὐδεὶς ἂν ἀποκτεῖναι τολμήσειεν, εἰς τὸν Θεὸν ἀσεβεῖν ἡγούμενος, εἰ τὸν τοιοῦτον ἀνέλοι· τῷ δὲ πολλοὶ σφαγεὶς ἐφεστήκασιν ἐρασταὶ τυραννίδος. Διόπερ ὁ μὲν φρουρεῖται στρατιώταις, ὁ δὲ πόλεις τειχίζει ταῖς εὐχαῖς, οὐδένα δεδοικώς· ὁ δὲ βασιλεὺς ἀεὶ φόβῳ συζῇ καὶ προσδοκίᾳ σφαγῆς· ὁ μὲν γὰρ ἐπικίνδυνον ἔχει πλεονεξίαν, ὁ δὲ ἀσφαλῆ σωτηρίαν. Περὶ μὲν οὖν τῶν ἐν τῷ παρόντι βίῳ πραγμάτων ἱκανῶς εἰρῆσθαί μοι δοκεῖ. Εἰ δὲ καὶ τὸν ἀγῶνα τὸν μέλλοντα βουληθείημεν ἐξετάζειν, τὸν μὲν ὀψόμεθα λαμπρὸν καὶ περίβλεπτον ἁρπαζόμενον ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, κατὰ τὸν ἡγεμόνα καὶ παιδευτὴν τοῦ σωτηρίου τούτου βίου καὶ πάσης ἀρετῆς· ὁ δὲ βασιλεύς, ἐὰν μὲν δικαίως φανείη καὶ φιλανθρώπως διοικήσας τὴν ἀρχὴν (πολὺ δὲ τοῦτο σπάνιον), ἐλάττονος ἔσται σωτηρίας τε καὶ τιμῆς· οὐ γὰρ ἴσον, οὐκ ἴσον βασιλεὺς τε χρηστὸς καὶ μοναχὸς ἄκρως τῇ τοῦ Θεοῦ λατρείᾳ συζῶν. Εἰ δὲ φανείη πονηρὸς καὶ σκαιός, πολλῶν κακῶν ἐμπεπληκὼς τὴν γῆν, τὶς ἂν εἰπεῖν δυνηθείη τὰς συμφορὰς αἷς ὀφθήσεται συνεχόμενος, πυρὶ καιόμενος, μαστιγούμενος, στρεβλούμενος, τοιαῦτα πάσχων ἅπερ οὔτε λόγῳ ῥητά, οὐδὲ ἔργῳ φορητά; Ταῦτα πάντα δεῖ λογιζομένους καὶ μανθάνοντας, μὴ τοὺς πλουτοῦντας θαυμάζειν· ὁ γὰρ τούτων δεσπότης πεφηνώς, οὐδὲ κατὰ μικρὸν ἐγγὺς ἐλθεῖν δύναται τῆς τοῦ μοναχοῦ ἀρετῆς. Ὅταν οὖν ἴδῃς πλούσιον ἐσθῆτι κεκοσμημένον, χρυσῷ καλλωπιζόμενον, ἐπ’ ὀχημάτων φερόμενον, ἐξόδους ἐξιόντα λαμπράς, μὴ μακαρίσῃς τὸν ἄνθρωπον· πρόσκαιρος γὰρ ὁ πλοῦτος, καὶ τὸ δοκοῦν εἶναι καλὸν τῷ βίῳ τούτῳ συνδιαφθείρεται· μοναχὸν δὲ ἰδὼν βαδίζοντα μόνον, ταπεινὸν καὶ πρᾶον καὶ ἡσύχιον καὶ ἥμερον, ζήλωσον τὸν ἄνδρα, φάνηθι μιμητὴς τῆς ἐκείνου φιλοσοφίας, εὖξαι γενέσθαι τῷ δικαίῳ παραπλήσιος· «Αἰτεῖτε γάρ, φησί, καὶ δοθήσεται ὑμῖν». Ταῦτα γὰρ ὡς ἀληθῶς καλὰ καὶ σωτήρια καὶ μόνιμα, διὰ τὴν τοῦ Χριστοῦ φιλανθρωπίαν καὶ πρόνοιαν· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: Πρὸς Δημήτριον μονάζοντα – Περὶ Κατανύξεως Λόγος Πρῶτος
Προηγούμενο: Πρὸς πιστὸν πατέρα – Λόγος Τρίτος
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 47
Ἀρχικὴ Σελίδα: Τέρτιος