Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 47

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Πρὸς Στελέχιον, καὶ περὶ κατανύξεως ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ
Προηγούμενο: Σύγκρισις βασιλικῆς Δυναστείας καὶ πλούτου καὶ ὑπεροχῆς, πρὸς μοναχὸν συζῶντα τῇ ἀληθεστάτῃ καὶ κατὰ Χριστὸν φιλοσοφία
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 47

Πρὸς Δημήτριον μονάζοντα – Περὶ Κατανύξεως Λόγος Πρῶτος

α’. Ἐγὼ σε ὁρῶν, ὦ μακάριε Δημήτριε, συνεχῶς ἐγκείμενον ἡμῖν, καὶ μετὰ πολλῆς τῆς σφοδρότητος τοὺς περὶ κατανύξεως ἀπαιτοῦντα λόγους, ἐμακάρισά τε ἀεὶ καὶ ἐθαύμασα τὴν ἐν τῇ σῇ ψυχῇ καθαρότητα. Οὐδὲ γὰρ ἔστι μὴ πρότερον ἐκκαθαρθέντα καλῶς, καὶ τῶν βιωτικῶν ἁπάντων ἀνώτερον γενόμενον, εἰς ταύτην τῶν λόγων τὴν ἐπιθυμίαν ἐλθεῖν. Καὶ τοῦτο ῥᾴδιον συνιδεῖν ἐκ τῶν καὶ πρὸς ὀλίγον τούτῳ κατεχομένων τῷ πόθῳ, ὅτι τοσαύτην ἀθρόως δέχονται τὴν μεταβολήν, ὡς εὐθέως πρὸς τὸν οὐρανὸν μεταστῆναι· καθάπερ γὰρ τινων δεσμῶν χαλεπῶν, τῶν τοῦ κόσμου φροντίδων ἀπολύσαντες τὴν ψυχήν, οὕτως ἀφιᾶσι πέτεσθαι πρὸς τὸν οἰκεῖον αὐτῇ τόπον καὶ συγγενῆ. Ἀλλὰ τοῖς μὲν πολλοῖς τοῦτο ὀλιγάκις τοῦ παντὸς χρόνου συμβαίνειν εἴωθε σὲ δέ, ὦ θεῖα κεφαλή, διαπαντὸς οἶδα τούτῳ κατεχόμενον τῷ πυρὶ τῆς κατανύξεως. Καὶ μαρτυρήσειαν ἂν μοι αἱ τε ἀϋπνοι νύκτες, καὶ αἱ τῶν δακρύων πηγαί, καὶ ὁ τῆς ἐρημίας ἔρως ἐνιζάνων τε ἀεὶ καὶ ἐνακμάζων σου τῇ ψυχῇ. Τὶ οὖν ἂν σοι γένοιτο πλέον παρὰ τῶν ἡμετέρων λόγων; Καὶ γὰρ καὶ αὐτὸ τοῦτο τὸ πρὸς αὐτὴν μὲν ἥκειν τὴν κορυφήν, οἴεσθαι δὲ ἔτι μετὰ τῶν χαμαὶ ἐρχομένων εἶναι, καὶ τὴν ἐπτερωμένην ψυχὴν λιθίνην καλεῖν, καὶ συνεχῶς τῆς δεξιᾶς ἁπτόμενον τῆς ἐμῆς, καὶ φιλοῦντα καὶ δακρύοντα λέγειν, σύντριψόν μου τὴν καρδίαν τὴν πεπωρωμένην, πόσης μὲν εὐλαβείας, πόσης δὲ πυρώσεως ἂν τις θείη εἶναι τεκμήρια; Εἰ μὲν οὖν ἡμᾶς καθεύδοντας διυπνίσαι βουλόμενος ἐπὶ ταύτην εἵλκυσας τὴν ὑπόθεσιν, καὶ τῆς φιλοσοφίας καὶ τῆς προνοίας ἀποδέχομαι τῆς πολλῆς· εἰ δὲ ἀληθῶς τὸ σαυτοῦ σκοπῶν, καὶ τοῦ διαναστήσοντος δεῖσθαι νομίζων, οὐκ οἶδα πῶς ἂν ἑτέρως ἡμᾶς ἐδίδαξαν, ὅτι σοι τῶν παρ’ ἡμῶν οὐδενὸς δεῖ. Πλὴν ἀλλὰ καὶ οὕτως εἴξομέν σοι, καὶ πεισθησόμεθα πάντων ἕνεκεν, καὶ τῆς παῤῥησίας τῆς πρὸς τὸν Θεὸν καὶ τῆς περὶ τὴν αἴτησιν σπουδῆς, καὶ τῆς φιλίας τῆς πρὸς ἡμᾶς· σὺ δὲ ἡμᾶς ἀντὶ τούτων ταῖς εὐχαῖς ταῖς σαῖς ἀμείβου, ὥστε ἡμῖν καὶ τὸν βίον ὀρθωθῆναι τοῦ λοιποῦ, καὶ ἐν τῷ παρόντι δυνηθῆναί τι γενναῖον εἰπεῖν, καὶ ἱκανὸν τὰς τὲ κειμένας ἀναστῆσαι καὶ τὰς παρειμένας ἐπισφίγξαι καὶ συγκροτῆσαι ψυχάς. Πόθεν οὖν ἡμῖν, πόθεν ἀρκτέον τούτου τοῦ λόγου; Τίνα αὐτῷ θεμέλιον, ποίαν κρηπῖδα θήσομεν; Ἦ δῆλον ὅτι τοῦ Χριστοῦ τὰ ῥήματα, δι’ ὧν ταλανίζει μὲν τοὺς γελῶντας, ἐν δὲ τοῖς μακαριζομένοις τίθησι τοὺς πενθοῦντας, οὑτωσὶ λέγων· «Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται». Καί, «Οὐαὶ οἱ γελῶντες νῦν, ὅτι πενθήσετε καὶ κλαύσετε». Καὶ μάλα εἰκότως· πένθους γὰρ ἀληθῶς, πένθους καὶ ὀδυρμῶν ὁ παρὼν ἅπας καιρός· τοιαύτη συμφορὰ τὴν οἰκουμένην κατείληφεν ἅπασαν, τοιαῦτα ἅπαντας ἀνθρώπους συνέχει κακά· ἅπερ εἲ τις μετὰ ἀκριβείας ἐξετάζειν ἐθέλοι, εἶ γε δυνατόν, μετὰ ἀκριβείας, οὐ παύσεται ὀδυρόμενος καὶ πενθῶν· οὕτως ἅπαντα ἀνατέτραπται καὶ συγκέχυται, καὶ ἀρετῆς ἴχνος οὐδαμοῦ. Καὶ τὸ δὴ χαλεπώτερον, ὅτι τῶν συνεχόντων ἡμᾶς δεινῶν αἴσθησιν οὔτε αὐτοὶ ἔχομεν, οὔτε ἄλλοις παρέχομεν, ἀλλ’ ἐοίκαμεν σώματι ἔξωθεν μὲν ἀνθοῦντι, πολλῷ δὲ ἔνδοθεν τηκομένῳ πυρί· τῆς δὲ ἀναλγησίας ἕνεκεν οὐδὲν τῶν παραπαιόντων διενηνόχαμεν, οἳ πολλὰ μὲν ἐπικίνδυνα καὶ αἰσχρὰ καὶ λέγουσι καὶ πράττουσιν ἀδεῶς, αἰσχύνονται δὲ τούτων οὐδέν, ἀλλὰ καὶ ἐναβρύνονται, καὶ τῶν καθεστηκότων μᾶλλον ὑγιαίνειν νομίζουσιν. Οὕτω δὴ καὶ ἡμεῖς, τὰ τῶν νοσούντων ἅπαντα πράττοντες, οὐδὲ αὐτὸ τοῦτο, ὅτι νοσοῦμεν, ἴσμεν. Ἀλλ’ ἐπὶ μὲν τοῦ σώματος, κἂν τὸ τυχὸν ἡμᾶς ἐνοχλήσῃ πάθος, καὶ ἰατροὺς καλοῦμεν, καὶ χρήματα ἀναλίσκομεν, καὶ καρτερίαν ἐπιδεικνύμεθα, καὶ οὐ πρότερον ἀφιστάμεθα, ἅπαντα πράττοντες. Ἕως ἂν ἀποθώμεθα τὸ λυποῦν· τῆς δὲ ψυχῆς καθ’ ἑκάστην ἡμέραν κεντουμένης, σπαραττομένης τοῖς πάθεσι τοῖς σωματικοῖς, καιομένης, κρημνιζομένης, καὶ πάντα τρόπον ἀπολλυούσης ἑαυτήν, οὐδὲ βραχὺν ἔχομεν λόγον. Τὸ δὲ αἴτιον, ὅτι ἅπαντας ἡ νόσος κατείληφε· καὶ καθάπερ ἐπὶ τῶν καμνόντων τὰ σώματα, εἰ συμβαίη μηδένα παρεῖναι τῶν ὑγιαινόντων αὐτοῖς, οὐδὲν τὸ κωλῦον ἅπαντας εἰς τὴν ἐσχάτην καταπεσεῖν φθοράν, μηδενὸς αὐτῶν τὰς ἀλόγους ἐπιθυμίας κατέχοντος· οὕτω κεῖ ἐφ’ ἡμῶν διὰ τὸ μηδένα εἶναι τὸν ὑγιαίνοντα καθαρῶς ἐν τῇ πίστει, ἀλλὰ πάντας ἀῤῥωστεῖν, τοὺς μὲν ἐκ πλείονος, τοὺς δὲ ἐξ ἐλάττονος μοίρας, οὐδεὶς ὁ τοῖς κειμένοις ἐξαρκέσων ἐστίν. Εἰ γὰρ τις ἔξωθέν ποθεν ἡμῖν ἐπιστάς, καὶ τοῦ Χριστοῦ τὰ προστάγματα, καὶ τῆς πολιτείας τῆς ἡμετέρας τὴν σύγχυσιν καταμάθοι καλῶς, οὐκ οἶδα εἲ τινας ἑτέρους μᾶλλον ἡμῶν ἐχθροὺς ὑπολήψεται εἶναι τοῦ Χριστοῦ· καθάπερ γὰρ ἐσπουδακότες τὴν ἐναντίαν αὐτοῦ ἐλθεῖν τοῖς ἐπιτάγμασιν, οὕτω ταύτην ὡδεύσαμεν τὴν ὁδόν.

β’. Καὶ ἵνα μὴ τις ὑπερβολῆς εἶναι νομίσῃ τὰ ῥήματα τὰ παρ’ ἡμῶν, τὴν ἀπόδειξιν ἐπαγαγεῖν ἥδῃ πειράσομαι, ἑτέρωθεν μὲν οὐδαμόθεν, ἀπὸ δὲ αὐτῶν τῶν ἐντολῶν τοῦ Χριστοῦ. Τὶ οὖν φησιν ὁ Χριστός; «Ἐῤῥέθη τοῖς ἀρχαίοις· οὐ φονεύσεις. Ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, ἔνοχος ἔσται τῇ κρίσει· ὃς δ’ ἂν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ, Ῥακά, ἔνοχος ἔσται τῷ συνεδρίῳ· ὃς δ’ ἂν εἴπῃ, Μωρέ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός». Ταῦτα μὲν οὖν ὁ Χριστός. Ἡμεῖς δὲ τῶν ἀπιστούντων αὐτῷ μᾶλλον τὸν νόμον τοῦτον κατεπατήσαμεν, καθ’ ἑκάστην ἡμέραν μυρίαις τοὺς ἀδελφοὺς πλύνοντες λοιδορίαις. Καὶ τὸν δὴ καταγελαστότερον, ὅτι τὸ μωρὸς ὄνομα παραφυλαττόμενοι, πολλάκις ἑτέρας τούτου ὕβρεις πικροτέρας ἐπάγωμεν, ὡς ἐκείνου μόνου τοῦ ῥήματος τὴν κόλασιν ἔχοντος. Τὸ δὲ οὐ τοιοῦτόν ἐστιν, ἀλλὰ τὸν ὑβριστὴν καθάπαξ κολάζων, τοῦτο τέθεικε τὸ ἐπιτίμιον· καὶ δῆλον ἐξ ὧν καὶ Παῦλός φησιν, οὑτωσὶ λέγων· «Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὐ μοιχοί, οὐ μαλακοί, οὔτε ἀρσενοκοῖται, οὐ κλέπται, οὔτε πλεονέκται, οὐ μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες, βασιλείαν Θεοῦ κληρονομήσουσι». Εἰ δὲ ὁ μωρὸν λέγων τὸν ἀδελφὸν αὐτοῦ τῆς ἐσχάτης κολάσεώς ἐστιν ἄξιος ὁ κακοῦργον καὶ βάσκανον καὶ εὐχερῆ καὶ κενόδοξον, καὶ μυρία ἀλλὰ τοιαῦτα κακηγορῶν, πόσον ἑαυτῷ τῇ τῆς γεέννης συνάξει πῦρ; Τὸ γάρ, Μωρέ, καὶ Ῥακὰ, τῶν εἰρημένων πολλῷ κουφότερον· διόπερ ἐκεῖνο παρείς, τοῦτο τέθεικεν ὁ Χριστός, ἵνα μάθῃς ὅτι, εἰ τὸ φορητότερον λεχθὲν τὴν γέενναν ἐπισπᾶται κατ’ αὐτοῦ τοῦ λέγοντος, πολλῷ μᾶλλον τὰ βαρύτερα καὶ ἀφορητοτέρα τοῦτο ἐργάσεται.

Εἰ δὲ τινες ὑπερβολὴν τοῦ λόγου καταγινώσκουσι (καὶ γὰρ τινας οἶδα τοῦτο παθόντας ἐγώ, καὶ νομίζοντας ὑπὲρ τοῦ φοβῆσαι μόνον ταύτην εἰρῆσθαι τὴν ἀπειλήν), ὥρα αὐτοὺς τοὺς μοιχούς, τοὺς ἀρσενοκοίτας, τοὺς μαλακούς, τοὺς εἰδωλολάτρας τῆς εἰρημένης ἀπαλλάττειν κολάσεως. Εἰ γὰρ φόβου μόνον ἕνεκεν τοῖς λοιδόροις ἠπείλησε, δῆλον ὅτι κἀκείνοις· ὁμοῦ γὰρ ἅπαντας συναγαγών, οὕτως ἐπήγαγε τῆς βασιλείας τὴν ἔκπτωσιν. Τὶ οὖν, φησίν, ὁ λοίδορος μετὰ τοῦ μοιχοῦ καὶ μαλακοῦ καὶ πλεονέκτου καὶ εἰδωλολάτρου κείσεται; Εἰ μὲν τὴν αὐτὴν αὐτοῖς δώσει δίκην, ἑτέρου τοῦτο ζητῆσαι καιροῦ· ὅτι δὲ τῆς βασιλείας ὁμοίως ἐκπεσεῖται ἐκείνοις, τῷ Παύλῳ πείθομαι λέγοντι, μᾶλλον δὲ τῷ ἐνεργοῦντι δι’ αὐτοῦ Χριστῷ, ὅτι οὔτε οὗτοι, οὔτε ἐκεῖνοι βασιλείαν Θεοῦ κληρονομήσουσιν. Οὐκ ἐπὶ τούτου δὲ μόνον, ἀλλὰ καὶ ἐπὶ πολλῶν ἑτέρων πολλοὶ τοῦτο πεπόνθασι, καὶ τὰ πάντως ἐκβησόμενα ὑπερβολικῶς εἰρῆσθαι νομίζουσι· διαβολικὴ δὲ ἐστιν αὕτη ἡ παγίς. Ἵνα γὰρ τὸν φόβον τῆς μελλούσης ἐκλύσῃ κολάσεως τῶν κατανυγέντων ἐν τῇ τοῦ Θεοῦ ἀγάπῃ, καὶ χαυνοτέρους ἐργάσηται περὶ τὴν ὑπακοὴν τῆς ἐντολῆς, τὴν ἀπὸ τῆς ὑπερβολῆς παραμυθίαν εἰσήγαγεν, εἰς μὲν τὸ παρὸν ἱκανὴν χαρίσασθαι ταῖς ῥᾳθυμοτέραις ψυχαῖς ἀπάτην, ἐλεγχθησομένην δὲ κατὰ τὸν τῆς κρίσεως καιρόν, ὅτε κέρδος οὐδέν. Τὶ γὰρ ὄφελος, εἰπὲ μοι, νῦν ἀπατηθέντας, τότε συνιδεῖν τὴν ἀπάτην, ὅταν μηδὲν ἡ ἀπὸ τῆς μετανοίας εἰς τὸν τῆς ἀναστάσεως ἀπόνασθαι λόγον; Μὴ δὴ μάτην ἀπατῶμεν ἑαυτούς, καὶ παραλογιζώμεθα ἐπὶ κακῷ, μηδὲ ἑτέραν προκαλώμεθα τιμωρίαν, τὴν ἐκ τῆς ἀπιστίας. Οὐ γὰρ μόνον τὸ μὴ εἴκειν ταῖς ἐντολαῖς τοῦ Χριστοῦ, ἀλλὰ καὶ τὸ ἀπιστεῖν αὐταῖς χαλεπωτάτην ἐπάγει τὴν κόλασιν· τὸ δὲ ἀπιστεῖν γίνεται ἐκ τοῦ πρὸς τὴν ἐκπλήρωσιν ἐκλελύσθαι τῶν ἐντολῶν. Ὅταν γὰρ τὴν ἐκ τῆς ὑποκοῆς ἀσφάλειαν μὴ ἐθελήσωμεν ἑαυτοῖς πορίσασθαι, μηδὲ τὰ προστεταγμένα ποιεῖν, ὥστε ἀπαλλάξαι τοῦ φόβου τῶν μελλόντων τὸν λογισμόν, βαρυνόμενοι τῷ συνειδότι καὶ ἀγχόμενοι, καὶ τὸν πολὺν τῶν κειμένων κολάσεων φόβον ἀποῤῥῖψαι σπουδάζοντες, εἰς ἕτερον ἑαυτοὺς καταβάλλομεν βάραθρον, ἀπιστοῦντες τοῖς κολαστηρίοις ἐκείνοις. Καὶ καθάπερ οἱ πολλῷ συνεχόμενοι πυρετῷ, καὶ κατὰ τῶν ψυχρῶν πηδῶντες ὑδάτων, οὐκ ἀποτινάσσονται τὸ πνῖγος, ἀλλ’ ἕτερον ἑαυτοῖς προστιθέασι πῦρ· οὕτω καὶ ἡμεῖς, κεντούμενοι τῷ τῶν ἁμαρτημάτων συνειδότι, εἰς τὸν τῆς ὑπερβολῆς εὔριπον καταποντίζειν ἑαυτοὺς ἀναγκαζόμεθα, ἵνα πάντα ἀδεῶς ἁμαρτάνωμεν τοῦ λοιποῦ. Οὐδὲ γὰρ μόνον παροῦσιν ὀργιζόμεθα τοῖς ἀδελφοῖς, ἀλλὰ καὶ ἀποῦσι πολλάκις μαχόμεθα· ὅπερ ὑπερβολὴ θηριωδίας ἐστί. Καὶ τοὺς μὲν μείζους ἑαυτῶν καὶ δυνατωτέρους καὶ ἀδικοῦντας καὶ ὑβρίζοντας φέρομεν μετὰ ἐπιεικείας πολλῆς, διὰ τὸν παρ’ αὐτῶν φόβον, πρὸς δὲ τοὺς ὁμοτίμους καὶ ἐλάττονας οὐδὲν λελυπηκότας ἀπεχθανόμεθα. Τοσοῦτον ὁ παρὰ τῶν ἀνθρώπων φόβος τοῦ παρὰ τοῦ Χριστοῦ μείζονα ἔχει τὴν ἰσχύν.

γ’. Ἔστιν οὖν ἡμῖν σωτηρίας ἐλπὶς τοσαύτην ἐνδεικνυμένοις ὀλιγωρίαν καὶ καταφρόνησιν; Πόθεν, εἰπὲ μοι; Τὶ τοίνυν φορτικὸν ἀπῄτησε, τὶ δὲ ἐπαχθὲς παρ’ ἡμῶν ὁ Χριστός; Μὴ ὀργίζου, φησί, τῷ ἀδελφῷ σου εἰκῆ. Πολὺ δὲ τοῦτο εὐκολώτερον τοῦ φέρειν ἕτερον ὀργιζόμενον εἰκῆ· ἐκεῖ μὲν γὰρ συνῆκται ἤδη τοῦ πυρὸς ἡ ὕλη, ἐνταῦθα δέ, οὐδενὸς ὑποκειμένου, τὴν φλόγα ἀνάπτεις αὐτός· οὐκ ἔστι δὲ ἴσον, ἑτέρου λαμπάδα προσάγοντος, καρτερεῖν καὶ μὴ πίμπρασθαι, καὶ μηδενὸς παρακινοῦντος ἡσυχάζειν καὶ ἠρεμεῖν. Ὁ μὲν γὰρ κείνου κρατήσας, μεγίστη φιλοσοφίας βάσανον ἐπεδείξατο· ὁ δὲ τοῦτο κατορθῶν, οὐδενὸς ἂν εἴη θαύματος ἄξιος. Ὅταν οὖν τὸ μεῖζον διὰ τὸν τῶν ἀνθρώπων φόβον ἀνύοντες, διὰ τὸν τοῦ Θεοῦ μηδὲ τὸ ἔλαττον βουλώμεθα, ἐννόησον ὅσης κολάσεως καὶ τιμωρίας ὑπεύθυνος καθιστῶμεν ἑαυτούς. Τὸν τοίνυν ἀδελφὸν μὴ τὸν ὁμότιμον μόνον, μηδὲ ἐλεύθερον νομίσῃς εἶναι, ἀλλὰ καὶ τὸν οἰκέτην· «Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε δοῦλος, οὔτε ἐλεύθερος», κατὰ τὸν Ἀπόστολον. Ὥστε κἂν πρὸς τοὺς δούλους ἀγριαίνωμεν εἰκῆ, τὴν αὐτὴν ὑποστησόμεθα δίκην· ἀδελφὸς γὰρ καὶ οὗτός ἐστι, καὶ τῆς ἐλευθερίας ἠξίωται τῆς ἀληθοῦς, ἓν πνεῦμα ἔχων. Τὶς οὖν λοιδορίας καθαρὸν τὸν ἑαυτοῦ βίον καὶ ὀργῆς ἀλόγου καὶ ματαίας ἐπιδεῖξαι δύναται; Μὴ γὰρ μοι τὸν ὀλιγάκις τοῦτο πάσχοντα εἴπῃς, ἀλλὰ τὸν μηδὲ ὅλως ἁλόντα πότε· ἕως δ’ ἂν μὴ τοῦτο δείξῃς ἡμῖν, οὐδὲ τὴν ἀπειλὴν λῦσαι δυνήσῃ, διὰ τὸ μὴ συνεχῶς τοῦτο παθεῖν. Καὶ γὰρ ὁ κλέπτων καὶ ὁ πορνεύων, κἂν ἅπαξ μόνον τὴν ἁμαρτίαν ἐκείνην ἐργάσωνται, οὐκ ἐπειδὴ μὴ πολλάκις τοῦτο τετολμήκασιν, ἀφίενται τῆς τιμωρίας, ἀλλὰ ἐπειδὴ τετολμήκασιν ὅλως, κολάζονται. Τὸ δὲ ἐφεξῆς τούτῳ κείμενον, τὶς οὐκ ἂν τῶν ἀπίστων καὶ μῦθον εἶναι νομίσειε, μετὰ τοσαύτης σφοδρότητος ἀνατετραμμένον ὁρῶν ὑφ’ ἡμῶν; Τοῦ γὰρ Θεοῦ εἰπόντος· «Ἐὰν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, κἀκεῖ μνησθῇς, ὅτι ὁ ἀδελφὸς σου ἔχει τι κατὰ σοῦ, ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ὕπαγε πρῶτον, διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθών, πρόσφερε τὸ δῶρόν σου»· ἡμεῖς δὲ ἐκπεπολεμωμένοι πρὸς ἀλλήλους καὶ ὑπούλως διακείμενοι τοῖς θυσιαστηρίοις πρόσιμεν. Καὶ ὁ μὲν Θεὸς τοσαύτην τῆς ἡμετέρας καταλλαγῆς πεποίηται σπουδήν, ὡς ἀνέχεσθαι τὴν αὐτοῦ θυσίαν μένειν ἀτέλεστον, ἀκὶ τὴν ὑπηρεσίαν ἐγκόπτεσθαι ὑπὲρ τοῦ τὴν πρὸς ἀλλήλους ἀπέχθειαν καταλῦσαι καὶ τὴν ὀργήν· ἡμεῖς δὲ οὕτω τοῦ πράγματος ἀλογοῦμεν, ὡς καὶ ἡμέρας πολλὰς τὴν ἔχθραν διατηρεῖν κατὰ τὴν ἑαυτῶν κεφαλῆς. Οὐδὲ γὰρ τοὺς μνησικακοῦντας κολάζει μόνον ὁ Χριστός, ἀλλὰ καὶ τοὺς τούτου μὲν ἀπηλλαγμένους τοῦ πάθους, πεπληγμένων δὲ καταφρονοῦντας τῶν ἀδελφῶν. Ἐπειδὴ γὰρ τῶν ἠδικημένων ἐστὶ τὸ μνησικακεῖν, ὁ δὲ ἀδικῶν οὐκ ἂν ῥᾳδίως ληφθείη τούτῳ τῷ πάθει, τούτου χάριν τοῦτον ἤγαγε πρὸς ἐκεῖνον, δεικνὺς ὅτι τῆς τιμωρίας τῆς ἐκείνου μᾶλλον ὑπεύθυνός ἐστιν ὁ καὶ τὴν ῥίζαν τῷ ἁμαρτήματι παρασχών. Ἀλλ’ ἡμεῖς οὐδὲ οὕτω παιδευόμεθα, ἀλλὰ λυποῦμεν καὶ ὑπὲρ τῶν τυχόντων τοὺς ἀδελφούς· εἶτα ὥσπερ οὐδενὸς γενομένου δεινοῦ, οὕτως ἀμελοῦμεν καὶ ἐπιλανθανόμεθα τῶν λυπηθέντων παρ’ ἡμῶν, καὶ τὴν ἔχθραν εἰς μακρὸν ἐκτεινομένην χρόνου μῆκος περιορῶμεν, οὐκ εἰδότες ὅτι τοσούτῳ μείζονα τίσομεν κόλασιν, ὅσῳ πλείονας ἂν ἀφῶμεν ἐπεισελθεῖν ἡμέρας τῇ λύπῃ, τούτῳ τε αὐτῷ, καὶ τῷ δυσκολωτέραν ἡμῖν γενέσθαι λοιπὸν τὴν καταλλαγήν. Ὥσπερ γάρ, φιλίας συνεχούσης ἡμᾶς, οὐδὲν εὐκόλως τῶν διαιρούντων ἰσχῦσαι καὶ πιστευθῆναι δυνήσεται· οὕτως ἔχθρας προκαταλαβούσης ἡμῶν τὰς ψυχάς, πάντα εὔκολα καὶ ῥᾷστα τοῖς βουλομένοις ἡμῖν συγκρούειν ἐπιπλεῖόν ἐστι, τῶν μὲν χρηστῶν ἀπιστουμένων, πιστευομένων δὲ μόνων τῶν πονηρῶν. Διὰ ταῦτα κελεύει τὸ δῶρον ἀφέντας ἐπὶ τοῦ θυσιαστηρίου, πρῶτον διαλλαγῆναι τῷ ἀδελφῷ, ἵνα μάθωμεν, ὅτι εἰ ἐν ἐκείνῳ τῷ καιρῷ ἀναβάλλεσθαι τὴν καταλλαγὴν ταύτην οὐ χρή, πολλῷ μᾶλλον ἐν ἑτέροις. Ἡμεῖς δὲ τὰ μὲν σύμβολα τῶν πραγμάτων κατέχομεν, τῆς δὲ ἀληθείας αὐτῆς ἐκπεπτώκαμεν, ἀσπαζόμενοι μὲν ἀλλήλους μέλλοντος τοῦ δώρου προσφέρεσθαι, χείλεσι δὲ ὡς ἐπὶ τὸ πολὺ καὶ στόματι τοῦτο ποιοῦντες μόνον. Ὁ δὲ Κύριος οὐ τοῦτο βούλεται, ἀλλὰ τὸ ἀπὸ τῆς ψυχῆς φίλημα, καὶ τὸν ἀπὸ τῆς καρδίας ἀσπασμὸν διδόναι τῷ πλησίον ἡμᾶς. Τοῦτο γὰρ ἐστιν ἀσπάσασθαι ἀληθῶς, ἐκεῖνο δὲ σκηνὴ τις καὶ ὑπόκρισις, καὶ παροξύνειε μᾶλλον ἂν τὸν Θεὸν ἢ καταλλάξειεν ὁ οὕτω φιλῶν. Τὴν γὰρ εἰλικρινῆ καὶ ἐῤῥιζωμένην φιλίαν ἐπιζητεῖ παρ’ ἡμῶν, οὐ ταύτην, ἧς τὸ μὲν σχῆμα πλοῦ καὶ τὴν μόρφωσιν περιφέρομεν, τὴν δὲ δύναμιν πᾶσαν ἐσβέσαμεν, ὅπερ καὶ αὐτοῦ τεκμήριον τῷ κατεχουσῶν ἡμᾶς ἀνομιῶν ἐστι. «Διὰ γὰρ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, φησί, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν». Καὶ ταῦτα πράττομεν ἄνθρωποι, μήτε ὀργίζεσθαι, μήτε ἐχθροὺς ἔχειν κελευσθέντες τινάς, εἰ δὲ ποτε καὶ σχοίημεν, ἐφ’ ἡμέρας μόνον· «ὁ ἥλιος γάρ, φησί, μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν». Καὶ οὐδὲ μέχρι τούτου ἱστάμεθα, ἀλλὰ καὶ ἐπιβουλὰς κατ’ ἀλλήλων ῥάπτομεν, καὶ δι’ ὧν λέγομεν καὶ δι’ ὧν πράττομεν δάκνοντες τὰ οἰκεῖα μέλη καὶ κατεσθίοντες· ὅπερ λαμπρᾶς μανίας ἐστί. Καὶ γὰρ τοὺς ἀνιάτως δαιμονῶντας καὶ μαινομένους ἀπὸ τούτου μάλιστα δοκιμάζομεν. Τὶ δὲ ὁ περὶ τοῦ ἀντιδίκου νόμος, καὶ ὁ περὶ τῆς ἐπιθυμίας τῆς ἀτόπου, καὶ τῶν ἀκολάστων ὀφθαλμῶν, καὶ τῆς ἀλόγου φιλίας καὶ ἐπιβλαβοῦς; Ὁ γὰρ δεξιὸς ὀφθαλμός, καὶ ἡ δεξιὰ χείρ, οὐδὲν ἡμῖν ἕτερον αἰνίττεται, ἢ τοὺς ἐπὶ βλάβῃ φιλοῦντας ἡμᾶς· καὶ ὁ περὶ τῶν ἀπολελυμένων δὲ γυναικῶν ὑπὸ τινὸς οὐ κατελύθη καὶ κατεπατήθη πολλάκις;

δ’. Τοὺς γὰρ περὶ τοῦ μὴ δεῖν ὀμνύναι κειμένους καὶ αἰσχύνομαι λέγειν, οὐ διὰ τὰς ὁρκωμοσίας μόνον, ἀλλὰ καὶ διὰ τὰς ἐπιορκίας τὰς συνεχεῖς. Εἰ γὰρ καὶ τὸ ὀμνύναι, κἂν εὐορκῇ τις, ἔγκλημα καὶ ἐντολῆς παράβασις, ποῦ τὴν ἐπιορκίαν θήσομεν; Εἰ γὰρ τὸ περισσὸν τοῦ ναὶ καὶ τοῦ οὒ ἐκ τοῦ πονηροῦ, τὸ καὶ τούτου περισσότερον τινὸς ἔσται λοιπόν; Εἶτα πάλιν φησίν· «Ἐὰν τὶς σὲ ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην· καὶ τῷ θέλοντί σοι κριθῆναι, καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον· καὶ ἐὰν τὶς σε ἀγγαρεύσῃ μίλιον ἕν, ὕπαγε μετ’ αὐτοῦ δύο· καὶ τῷ αἰτοῦντί σὲ δίδου, καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανείσασθαι μὴ ἀποστραφῇς». Τὶ ἂν τις εἴποι πρὸς ταῦτα; Ἐφ’ ἑκάστου γὰρ τῶν εἰρημένων δακρύειν μόνον καὶ ἐγκαλύπτεσθαι λείπεται· οὕτως ἐκ διαμέτρου πρὸς τὴν ἐναντίαν ἀντεταξάμεθα, εἰς κρίσεις καὶ μάχας καὶ δίκας καὶ ἀμφισβητήσεις τὸν ἅπαντα χρόνον ἀναλίσκοντες, καὶ βραχεῖαν ἐπήρειαν φέροντες, μὴ τὴν ἀπὸ τῶν πραγμάτων, μὴ τὴν ἀπὸ τῶν ῥημάτων, ἀλλὰ καὶ πρὸς τὸ τυχὸν ἐκθηριούμενοι.

Εἰ δὲ ἔχοις τινὰς λέγειν τῶν πολλὰ μὲν ἀνηλωκότων εἰς πένητας, καταφρονουμένων δὲ διὰ τὴν πενίαν ὕστερον, καὶ μυρία πασχόντων κακά, ὀλίγους μὲν τούτους καὶ εὐαριθμήτους ἐρεῖς· πλὴν ἀλλ’ οὐδὲ οὕτω τὸν ἐνταῦθα ἀναγεγραμμένον ἡμῖν φιλόσοφον ἔδειξας· πολὺ γὰρ οὗτος ἐκείνου τοῦ βίου πνευματικώτερος. Οὐδὲ γὰρ ἐστιν ἴσον ἑκόντα δοῦναι, καὶ ἀποστερούμενον πάντων ἐνεγκεῖν. Τὶ δὲ λέγω ἐνεγκεῖν; Ὃ γὰρ ὁ Χριστὸς εἶπε, πολλῷ τούτου πάλιν μεῖζόν ἐστι. Τοσοῦτον δὲ ἀπέστησεν ὁ λόγος τῶν ἀδικουμένων τὰς ψυχὰς τῆς πρὸς τοὺς ἀδικοῦντας ὀργῆς, ὡς μὴ μόνον ὑπὲρ τῶν ἤδη ληφθέντων μὴ δυσχεραίνειν, ἀλλὰ καὶ τῶν ὑπολειφθέντων ἑκόντας παραχωρεῖν, καὶ τῆς ἐκείνων μανίας περὶ τὸ κακῶς ποιεῖν μείζονα περὶ τὸ κακῶς πάσχειν ἐπιδείκνυσθαι τὴν προθυμίαν ὑμᾶς. Ὅταν γὰρ ὁ βουλόμενος ἀδικεῖν εὕρῃ τὸν ἀδικούμενον πλέον παρεσκευασμένον πρὸς τὸ παθεῖν ἤπερ ἐκεῖνος ἐβούλετο, καὶ τὴν ἐπιθυμίαν ἐμπλήσας τὴν ἑαυτοῦ, τὸν ἐπηρεασθέντα ἐκ περιουσίας ἴδῃ φιλοτιμούμενον, ἄπεισιν ἡττημένος, τὴν ὑπερβολὴν τῆς ἀνεξικακίας ἐρυθριάσας· κἂν γοῦν θηρίον ᾗ, κἂν ἕτερόν τι τούτου χαλεπώτερον, μετριώτερος ἔσται τοῦ λοιποῦ, τὴν τε αὐτοῦ κακίαν καὶ τὴν ἀρετὴν ἐκείνου καλῶς ἀπὸ τῆς συγκρίσεως ταύτης ἰδών. Τοῦτον ἐγὼ τὸν βίον ἐπιζητῶ νῦν, ὃν μόνον ἐν ταῖς Γραφαῖς κείμενον ὁρῶ, ἀλλαχοῦ δὲ καὶ ἐπὶ τῶν ἔργων οὐδαμοῦ. Μὴ γὰρ μοι τὸν ἠδικημένον εἴπῃς καὶ στέγοντα· συμβαίνει γὰρ καὶ παρὰ ἀδυναμίαν τοῦτο παθεῖν. Εἰ δὲ καὶ πρὸς τοὺς ὁμοτίμους καὶ οἷς δυνατὸν ἐπεξελθεῖν ἐπεδείξατο τοῦτο, ἀλλὰ οὐ μέχρι τοσούτου, ὡς καὶ τὴν ἐπιθυμίαν ὑπερακοντίσαι τὴν ἐκείνου, κεῖ πλέον ὧν ἐβούλετο δοῦναι, καὶ τοῖς ἑκοντὶ προστεθεῖσι, τὴν ἐπὶ τοῖς βίᾳ ἀποσπασθεῖσι δεῖξαι μακροθυμίαν. Τὸ δὲ τούτων πάλιν ἀνώτερον καὶ αὐτῆς ἁπτόμενον τῆς κορυφῆς, τοὺς τὰ τοιαῦτα ἐργαζομένους εἰς ἡμᾶς, καὶ ἐπηρεάζοντας καὶ χρήμασι καὶ σώμασι καὶ τοῖς ἄλλοις ἅπασιν, ἐν φίλων τάξει, καὶ φίλων τῶν γνησίων κατατάττειν ἐκέλευσεν ὁ Χριστός. Μὴ γὰρ προσδίδου μόνον τῷ ἁρπάζοντι καὶ πλεονεκτοῦντι, φησίν, ἀλλὰ καὶ φιλεῖ τοῦτον φιλίᾳ τῇ σφοδροτάτῃ καὶ εἰλικρινεῖ. Τοῦτο δή, τοῦτο καὶ παραστῆσαι βουλόμενος εἶπεν· «Εὔχεσθαι ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς»· ὅπερ ἐπὶ τῶν σφόδρα ἀγαπωμένων ποιεῖν εἰώθαμεν μόνον. Καὶ ἵνα μὴ πάλιν ὑπερβολῆς νομίσῃς εἶναι τὰ ῥήματα, καὶ τὴν διαβολικὴν ἐπεισαγάγῃς ἀπάτην, προστίθησι τῷ πράγματι λογισμόν, καὶ αἰτίαν δικαίων λέγων· «Ἐὰν γὰρ ἀγαπήσητε τοὺς ἀγαπῶντας ὑμᾶς, τίνα μισθὸν ἔχετε; Οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτοῦ τοῦτο ποιοῦσι; Καὶ ἐὰν ἀσπάσησθε τοὺς ἀσπαζομένους ὑμᾶς, τὶ περισσὸν ποιεῖται; Οὐχὶ καὶ οἱ ἐθνικοὶ τοῦτο ποιοῦσιν;» Ὅταν οὖν τῶν τελωνῶν καὶ τῶν ἐθνικῶν μηδὲν κατὰ τοῦτο διαφέρωμεν, πῶς οὐ πενθεῖν ἄξιον καὶ κατακόπτεσθαι; Καὶ εἴθε τοῦτο μόνον ἦν τὸ δεινόν· νῦν δὲ τοσούτου ἀποδέομεν τοὺς ἐχθροὺς ἀγαπᾷν, ὡς καὶ τοὺς ἀγαπῶντας ἀποστρέφεσθαι καὶ μισεῖν. Τὸ γὰρ βασκαίνειν καὶ φθονεῖν, καὶ δι’ ὧν πράττομεν καὶ δι’ ὧν λέγομεν τὴν δόξαν αὐτῶν καθαιρεῖν καὶ τὴν εὐδοκίμησιν, τῶν σφόδρα μισούντων καὶ ἀποστρεφομένων ἐστίν. Οὕτως οὐ μόνον τῶν ἐθνικῶν οὐδὲν διαφέρομεν, ἀλλὰ καὶ πολλῷ χεῖρον αὐτῶν ἐν τούτῳ διακείμεθα. Καὶ ὁ μὲν Χριστὸς εὔχεσθαι ὑπὲρ τῶν ἐπηρεαζόντων ἐκέλευσεν, ἡμεῖς δὲ δόλους ῥάπτομεν, καὶ τοὺς καταρωμένους εὐλογεῖν κελευσθέντες, μυρίαις ἀραῖς περιβάλλομεν.

Τὶ ταύτης σφοδρότερον τῆς ἐναντιώσεως γένοιτ’ ἂν καὶ τῆς μάχης, ἣν μαχόμεθα τῷ ταῦτα νομοθετήσαντι, πᾶσιν αὐτοῦ τοῖς προστάγμασιν ἐξ ἐναντίας ἱστάμενοι; Τὴν γὰρ τῆς κενοδοξίας τυραννίδα, ἣν αὐτὸς μὲν διὰ τῶν ἑξῆς ῥημάτων κατέλυσεν, ἡμεῖς δὲ ηὐξήσαμεν, οὐκ ἐπὶ τὰς εὐχὰς μόνον καὶ νηστείας καὶ τὰς ἐλεημοσύνας, ἀλλὰ καὶ ἐπὶ τὰ ἀλλὰ πάντα ἑλκύσαντες αὐτῆς τὴν ἀρχὴν καὶ παντὸς μᾶλλον ἀργυρωνήτου τῇ μανίᾳ ταύτης ὑποθέντες ἑαυτοὺς διὰ τὸ πᾶσιν εἶναι δῆλον, παρίημι, τοσοῦτον εἶπεν, ὅτι τῶν ἀνθρώπων οἱ μὲν εἰς ἐσχάτην καταφρόνησιν ἐκδόντες ἑαυτούς, οὐδενὶ τῶν προστεταγμένων προσέχουσιν, οἱ δὲ ἐκ βραχείας μοίρας ὑπακούειν θελήσαντες, καὶ τινας τῶν ἐντολῶν φυλάξαι σπουδάσαντες, καὶ οὗτοι πάλιν εἰς τὴν αὐτὴν ἐκείνοις ζημίαν κατέστρεψαν, διὰ τὸ μὴ θελῆσαι τῆς κενοδοξίας ἀποδύσασθαι τοὺς δεσμούς. Καὶ ὁ μὲν οὐδὲ ὅλως δίδωσι ἐλεημοσύνην, ὁ δὲ παρέχων μὲν τοῖς δεομένοις τινὰ τῶν ἑαυτοῦ, μετὰ κενοδοξίας δὲ τοῦτο ποιῶν, οὐδὲν ἄμεινον τοῦ μὴ δεδωκότος διάκειται. Οὕτως ἅπαντας πανταχόθεν εἰς τὰς ἑαυτοῦ παγίδας ἐνέβαλεν ὁ πονηρός. Εἰ δὲ τις καὶ ταύτην δυνηθείη διεκδῦναι τὴν βλάβην, ὑπὸ τῆς ἀπονοίας κατασχεθεὶς, πάλιν τὸ αὐτὸ πτῶμα κατέπεσε, μᾶλλον δὲ καὶ πολλῷ χαλεπώτερον· οὐ γὰρ τοῦτο ζημιωθεὶς μόνον, ὅπερ ἐποίησεν, ἄπεισιν, ἀλλὰ καὶ κακὸν τι προσλαβών. Πολλοὺς δὲ ἔγωγε οἶδα, οὐ ταύταις μόνον ἁλισκομένους ταῖς αἰτίαις, ἀλλὰ καὶ διὰ τὸ φιλεῖν καὶ διὰ τὸ δυσωπεῖσθαι, καὶ δι’ ἑτέρας πολλὰς τοιαύτας ἐπαρκοῦντας προφάσεις τοῖς δεομένοις, οὐ διὰ τὸν τοῦ Θεοῦ φόβον καὶ τὴν ἐντολήν. Τοσούτων οὖν ὄντων τῶν λυμαινομένων ταῖς πράξεσι ταῖς ἀγαθαῖς, τὶς ταχέως σωθῆναι δυνήσεται τῶν τούτοις περιπεπτωκότων τοῖς κακοῖς;

ε’. Τὸ δέ, «Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν», τὶς ἄρα ὁ μετὰ παῤῥησίας ἐρῶν; Κἂν γὰρ μηδὲν ἀδικήσωμεν τοὺς ἐχθροὺς ἀλλ’ ὅμως τὴν πληγὴν ἀνίατον ἔχομεν. Ὁ δὲ Χριστὸς οὐχ οὕτως ἀφιέναι βούλεται μόνον, ἀλλὰ καὶ εἰς τοῦ πρώτους τῶν φίλων αὐτοὺς ἀριθμεῖν. Διὰ τοῦτο γοῦν, καθὼς ἔφθην εἰπών, καὶ ὑπερεύχεσθαι τούτων προσέταξεν. Ἐὰν δὲ ἀδικῇς μὲν μηδέν, ἀποστρέφῃ δέ, καὶ οὐχ ἡδέως ὁρᾷς, καὶ τὸ τραῦμα ἔχῃς, ἐνακμάζον σου τῇ ψυχῇ, οὔπω τὴν ἐντολὴν ἐποίησας, ἣν προσέταξέ σοι ὁ Χριστός. Πῶς οὖν αὐτὸς ἵλεων γενέσθαι τὸν Θεὸν παρακαλεῖς τοῖς εἰς σὲ πεπλημμεληκόσιν οὔπω γεγονὼς ἵλεως αὐτός; Τὸ τοιοῦτον καὶ τις σοφὸς διασύρων φησίν· «Ἄνθρωπος ἀνθρώπῳ συντηρεῖ ὀργήν, καὶ παρὰ Κυρίου ζητεῖ ἴασιν; Ἐπ’ ἄνθρωπον τὸν ὁμότιμον αὐτοῦ δεῖται; Αὐτὸς σὰρξ ὢν διατηρεῖ μῆνιν, καὶ τὶς ἐξιλάσεται τὰς ἁμαρτίας αὐτοῦ»; Ἐβουλόμην σιγῆσαι λοιπόν, καὶ μέχρι τῶν εἰρημένων στῆσαι τὸν λόγον· οὕτως αἰσχύνομαι καὶ ἐρυθριῶ περαιτέρω προελθεῖν· τὸν γὰρ πόλεμον τοῦτον, ὃν ἠράμεθα πρὸς τὰς ἐντολὰς τοῦ Χριστοῦ, καὶ τὴν ἔχθραν τὴν ἀκήρυκτον, προϊὼν ὁ λόγος τρανότερον δείκνυσιν. Ἀλλὰ τὶ τὸ κέρδος ἀπὸ τῆς ἡμετέρας σιγῆς, τῶν πραγμάτων οὕτω βοώντων τὴν μάχην, καὶ πρὸ τῶν πραγμάτων δὲ αὐτῶν τοῦ μέλλοντος κρίνειν ἡμᾶς πάντα εἰδότος σαφῶς; Τὸ μὲν οὖν μὴ θησαυρίζειν ἐπὶ τῆς γῆς, ἀλλ’ ἐν οὐρανῷ εἰ καὶ ὀλίγους, ὅμως εὕροι τις ἂν κατωρθωκότας καλῶς· οἱ γὰρ λοιποὶ πάντες ὥσπερ τοὐναντίον ἀκούσαντες, καὶ παραγγελθέντες ἐπὶ τῆς γῆς θησαυρίζειν, οὕτως ἀφιέντες τὸν οὐρανόν, προστετήκασιν ἅπασι τοῖς ἐν τῇ γῇ, καὶ περὶ τὴν τῶν χρημάτων μαίνονται συλλογήν, καὶ τὸν Θεὸν μισήσαντες ἀγαπῶσι τὸν μαμωνᾶν· τὸ δὲ «Μὴ μεριμνήσητε περὶ τὴν αὔριον», οὐδένα οὔτε ἀκούσαντα, οὔτε πεισθέντα οἶδα ἐγὼ διὰ τὴν ὀλιγοπιστίαν ἡμῶν. Διὰ τοῦτο ταύτην ἐγκαλυψάμενος παρελεύσομαι τὴν ἐντολήν. Ἔδει μὲν γὰρ καὶ ἁπλῶς ἀποφαινόμενον πιστεύεσθαι τὸν Χριστόν· νῦν δὲ οὐδὲ λογισμοὺς ἀναντιῤῥήτους εἰπών, καὶ ὑποδείγματα παραγαγών, τὸ τε τῶν ὀρνίθων καὶ τοῦ χόρτου, πιστεύεται παρ’ ἡμῶν, ἀλλ’ ὁμοίως τοῖς ἔθνεσι, τάχα δὲ καὶ μικροψυχότερον ὑπὲρ τῆς τούτων φροντίδος δακνόμεθα, καὶ μηδὲ εὔχεσθαι ὑπὲρ αὐτῶν κελευσθέντες, ἅπασαν περὶ ταῦτα τὴν σπουδὴν ἀναλίσκομεν. Ταύτην οὖν, ὅπερ ἔφην, ἐρυθριάσας παρελεύσομαι τὴν ἐντολήν· ἐπὶ δὲ τοῖς μετὰ ταῦτα ἥξω, εἲ πώς τινα τῆς αἰσχύνης ταύτης εὕρω παραμυθίαν μικράν. Τὶ τοίνυν μετὰ ταῦτα λέγει; «Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε». Ἐγὼ μὲν οὖν παραμυθίαν ᾤμην εὑρήσειν τῆς ἡμετέρας αἰσχύνης, ὁρῷ δὲ προσθήκην οὐκ ἐλάττονα τὴν προτέρων. Εἰ γὰρ καὶ μηδὲν ἕτερον ἡμῖν πεπλημμέλητο, τοῦτο γοῦν ἱκανὸν εἰς ἐσχάτην γέενναν ἀπαγαγεῖν· οὕτω τῶν μὲν ἑτέροις ἁμαρτανομένων πικροὶ καθήμεθα δικασταί, τὰς δὲ ἑαυτῶν δοκοὺς παρορῶμεν, καὶ εἰς τὸ τὰ τῶν ἄλλων πολυπραγμονεῖν καὶ καταδικάζειν δαπανᾶται ἡμῖν ἅπας ὁ βίος. Καὶ οὐδένα ἂν εὕροις ταχέως οὐ βιωτικὸν ἄνδρα, οὐ μοναχόν, οὐ τοῦ κλήρου, ταύτης ἐλεύθερον τῆς ἁμαρτίας· καίτοι γε τοσαύτης ἀπειλῆς κειμένης αὐτῇ· «Ἐν ᾧ γὰρ κρίματι κρίνετε, κριθήσεσθαι», φησί· καί, «Ἐν ᾧ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν». Ἀλλ’ ὅμως κόλασιν μὲν τοσαύτην, ἡδονὴν δὲ τῆς ἁμαρτίας οὐδεμίαν ταύτης ἐχούσης, ἅπαντες ἐπιτρέχομεν τῷ κακῷ, καθάπερ σπουδάζοντες καὶ φιλονεικοῦντες, μὴ μόνον διὰ μιᾶς, ἀλλὰ καὶ διὰ πολλῶν ὁδῶν εἰς τὴν τῆς γεέννης κάμινον εἰσελθεῖν. Καὶ οὐ πρὸς τὰ δοκοῦντα ἐπίπονα εἶναι μόνον, ἀλλὰ καὶ πρὸς τὰ κουφοτέρα τούτων ὁμοίως ἀναπεπτώκαμεν, ἐπ’ ἴσης καὶ ταῦτα κἀκεῖνα παραβαίνοντες, καὶ δεικνύντες διὰ τῶν ῥᾴστων, ὅτι καὶ τὰ ἐπιπονώτερα διὰ τὴν οἰκείαν καταφρόνησιν, οὐ διὰ τὸ βαρὺ τῶν προσταγμάτων οὐκ ἐξανύομεν. Ποῖον γάρ, εἰπὲ μοί, πόνον ἔχει, τὸ μὴ πολυπραγμονεῖν τὰ ἀλλότρια, μηδὲ καταδικάζειν τὰ τῶν πλησίον πλημμελήματα; Τοὐναντίον μὲν οὖν, πόνου δεῖται τὸ περιεργάζεσθαι καὶ κρίνειν ἑτέρους. Τὶς οὖν ταῦτα ἀκούσας πιστεύσει ποτὲ ἡμῖν, ὅτι ἐκ ῥᾳθυμίας, ἀλλ’ οὐκ ἀπὸ σπουδῆς καὶ τοῦ μὴ βούλεσθαι πρὸς τὸ παρακούειν ἤλθομεν; Ὅταν γὰρ ἃ μὲν ἐπιτάττει ποιεῖν, εὔκολα καὶ ῥᾷστα τοῖς βουλομένοις, ἃ δὲ ἀπαγορεύει χαλεπωτέρα καὶ ἐπίπονα, ἡμεῖς δὲ τὰ προστεταγμένα ἀφέντες, τὰ κεκωλυμένα πράττομεν, ἄρα οὐχ ὡς φιλονεικοῦντας αὐτῷ ταῦτα ἁμαρτάνειν φήσουσιν ἡμᾶς οἱ ἐχθροί; Καὶ γάρ, ὅτι πόνον οὐδὲν ἔχει τὰ ἐπιτάγματα τοῦ Χριστοῦ, αὐτὸς ἀπεφήνατο λέγων· «Ἄρατε τὸν ζυγὸν μου ἐφ’ ὑμᾶς· ὁ γὰρ ζυγὸς μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρὸν ἐστιν». Ἀλλ’ ἡμεῖς ὑπὸ τῆς ἀφάτου ῥᾳθυμίας, φορτικὰ τὰ κοῦφα ποιοῦμεν φαίνεσθαι τοῖς πολλοῖς. Τῷ μὲν οὖν ἀργεῖν καὶ καθεύδειν βουλομένῳ διαπαντὸς καὶ τὸ σιτίων μετασχεῖν καὶ πότου πάντως ἐπίπονον εἶναι δοκεῖ· οἱ δὲ ἐγρηγορότες καὶ νήφοντες οὐδὲ πρὸς τὰ πάνυ θαυμαστὰ καὶ δυσκατόρθωτα ἀναδύονται, ἀλλὰ μετὰ πλείονος οὗτοι θάρσους κατατολμῶσιν αὐτῶν, ἢ τῶν σφόδρα εὐκόλων οἱ παρειμένοι καὶ ὑπνηλοί. Οὐδὲν γάρ, οὐδὲν οὕτως ἐπὶ ῥᾴδιον, ὃ μὴ σφόδρα βαρὺ καὶ ἐπαχθὲς ὁ πολὺς δείκνυσιν ὄκνος ἡμῖν, ὥσπερ ἐπίπονον καὶ δυσχερές, ὃ μὴ λίαν εὔκολον ἡ σπουδὴ καὶ ἡ προθυμία ποιεῖ. Τὶ γάρ, εἰπὲ μοι, τοῦ καθ’ ἑκάστην ἡμέραν κινδυνεύειν κινδύνους θάνατον ἀπειλοῦντας χαλεπώτερον ἦν; Ἀλλ’ ὅμως ἐλαφρὸν τοῦτο ὁ μακάριος ἐκάλεσε Παῦλος, οὑτωσὶ λέγων· «Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως, καθ’ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν». Εἰ γὰρ καὶ τῇ φύσει τὸ πρᾶγμα βαρύ, ἀλλὰ τῇ τῶν μελλόντων ἐλπίδι γίνεται κοῦφον· ἣν δὴ καὶ αὐτὸς αἰτίαν τέθεικεν εἰπών· «Μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα».

Ϛ’. Ἴδωμεν δὲ καὶ τὰ ἑξῆς. «Μὴ δῶτε, φησί, τὰ ἅγια τοῖς κυσί, μηδὲ ῥίψητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων». Ὁ μὲν οὖν Χριστὸς καὶ ἐν προστάγματος τάξει τὴν ἐντολὴν δέδωκεν· ἡμεῖς δὲ ὑπὸ κενοδοξίας καὶ φιλοτιμίας ἀλόγου καὶ τοῦτο τὸ πρόσταγμα ἀνετρέψαμεν, ἀνθρώπους φθόρους καὶ ἀπίστους καὶ μυρίων γέμοντας κακῶν ἁπλῶς καὶ ἀνεξετάστως εἰς τὴν τῶν μυστηρίων παραδεχόμενοι κοινωνίαν, καὶ πρὶν ἢ τῆς οἰκείας γνώμης δοῦναι βάσανον ἀκριβῆ, πάντα τὸν περὶ τῶν δογμάτων αὐτοῖς ἐκκαλύπτοντες λόγον, καὶ τὰ προπύλαια οὔπω δυνηθέντας ἰδεῖν ἀθρόως εἰς τὰ ἄδυτα ἄγοντες. Διὰ γοῦν τοῦτο τῶν οὕτω τελεσθέντων τινὲς ταχέως ἀποπηδήσαντες, μυρία εἰργάσαντο δεινά. Καὶ οὐκ ἐπὶ τῶν ἄλλων μόνον, ἀλλὰ καὶ ἐφ’ ἡμῶν αὐτῶν τὴν φρικωδεστάτην ταύτην παραβλέπομεν ἐντολήν, ἡνίκα ἂν τῶν ἀθανάτων μυστηρίων δέοι μετασχεῖν, μετὰ τῆς ἐγκειμένης ἡμῖν ἀκαθαρσίας τε καὶ ἀναισχυντίας τοῦτο ποιοῦντες πολλάκις. Οὐ ταύτας δὲ μόνον τὰς ἐντολάς, ἀλλὰ καὶ ἃς ἑξῆς ὑπὸ πάντων ὁλοσχερῶς ἀνατετραμμένας ἴδοι τις ἄν. Εἰπόντος γὰρ τοῦ Χριστοῦ, «Ὅσα ἐὰν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, οὕτω καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς»· ἡμεῖς πάντα ποιοῦμεν ἃ πάσχειν μὴ θέλομεν, καὶ κελευσθέντες διὰ τῆς στενῆς πύλης εἰσελθεῖν, τὴν εὐρύχωρον ἐπιζητοῦμεν πανταχοῦ. Καὶ τὸ μὲν τῶν βιωτικῶν τινας ταύτης ἀσπάζεσθαι καὶ φιλεῖν, οὐ σφόδρα ἐστὶ θαυμαστόν· τὸ δὲ ἄνδρας ἐσταυρῶσθαι δοκοῦντας πλέον ἐκείνων ἀνιχνεύειν αὐτήν, τοῦτό ἐστι τὸ πολλῆς ἐκπλήξεως γέμον, μᾶλλον δὲ καὶ αἰνίγματι ἔοικε τὸ πρᾶγμα. Τῶν γὰρ μοναχῶν ὡς ἐπιπολὺ πάντων ταῦτα εὐθέως πρῶτον ἀκούσῃ τὰ ῥήματα, εἲ ποτε αὐτοὺς εἰς οἰκονομίαν τινὰ παρακαλέσεις ἐλθεῖν, ἐρωτώντων εἲ γε ἀνάπαυσιν ἔστιν εὑρεῖν, καὶ εἲ γε δύναται ἀναπαῦσαι ὁ καλῶν, καὶ ἄνω καὶ κάτω πολὺ τὸ τῆς ἀναπαύσεως ὄνομα. Τὶ λέγεις, ἄνθρωπε; Τὴν τεθλιμμένην κελευσθεὶς βαδίζειν ὁδὸν περὶ ἀναπαύσεως ἐρωτᾷς, καὶ διὰ τῆς ἐστενοχωρημένης προσταχθεὶς πύλης εἰσελθεῖν εὐρύχωρον ἐπιζητεῖς; Καὶ τὶ ταύτης τῆς διαστροφῆς χεῖρον γένοιτ’ ἄν; Ἵνα δὲ μὴ νομίσῃς ἑτέρους με καταδικάζοντα ταῦτα λέγειν νῦν, τὸ ἐμαυτοῦ σοι ἐρῶ.

Ὅτε γὰρ πρώην ἐγὼ ἐγνώκειν, τὴν πόλιν ἀφείς, ἐπὶ τὰς σκηνὰς τῶν μοναχῶν ἐλθεῖν, πολὺς ἤμην τοῦτο ἐρευνῶν καὶ πολυπραγμονῶν, πόθεν ἡ τῶν ἀναγκαίων ἔσται χορηγία, καὶ εἰ δυνατὸν ἄρτον ἐσθίειν ἐφήμερόν τε καὶ νεαρόν, καὶ εἰ μὴ τις ὁ καταναγκάζων ἐλαίῳ χρῆσθαι τῷ αὐτῷ πρὸς λύχνον τε καὶ τροφήν, εἰ μὴ τις ὁ πρὸς τὴν τῶν ὀσπρίων ταλαιπωρίαν ὠθῶν καὶ εἰς ἔργον ἐμβάλλων χαλεπὸν οἷον σκάπτειν ἢ ξυλοφορεῖν κελεύων ἢ ὑδροφορεῖν, καὶ τὰ ἀλλὰ πάντα τὰ τοιαῦτα ὑπηρετεῖν· καὶ ὅλως ὁ περὶ τῆς ἀναπαύσεως λόγος ἦν πολὺς ἡμῖν. Καὶ οἱ μὲν τὰς τῶν ἀρχόντων ὑπηρεσίας καὶ τὰς τῶν δημοσίων διοικήσεις ἀναδεχόμενοι, τούτων πολυπραγμονοῦσιν οὐδέν, ἀλλ’ εἰ μόνον κέρδος ἔχοι τὸ πρᾶγμα, κέρδος ἐπίκαιρον, κἂν ὑπὲρ τούτου θαῤῥῆσαι δυνηθῶσί ποτε, οὐ πόνους, οὐ κινδύνους, οὐκ ἀτιμίας, οὐ διακονίας δουλοπρεπεῖς, οὐκ ἀποδημίας μακράς, οὐ τὴν ἐν ἀλλοτρίᾳ διαγωγήν, οὐχ ὕβρεις, οὐ βασάνους, οὐ καιρῶν μεταβολήν, οὐ τὸ πρὸς τῷ τέλει σφαλῆναι τῆς ἐλπίδος πολλάκις, οὐ θανάτους ἀώρους, οὐ τὸν τῶν οἰκείων χωρισμόν, οὐ γυναικὸς ἐρημίαν καὶ παίδων, οὐκ ἄλλο οὐδὲν δυσχερῶν ἐννοοῦσι λοιπόν· ἀλλ’ ὑπὸ τῆς τῶν χρημάτων ἐπιθυμίας ἐκβακχευθέντες, πάντα ὑπομένουσι, δι’ ὧν ταύτης ἐπιτεύξεσθαι προσδοκῶσιν. Ἡμεῖς δέ, οὐ χρημάτων οὐδὲ τῆς προκειμένης ἡμῖν, ἀλλ’ οὐρανῶν καὶ τῶν ἐν τοῖς οὐρανοῖς ἀγαθῶν, ἃ μήτε ὀφθαλμὸς εἶδε, μήτε οὖς ἤκουσε, μήτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, ὑπὲρ ἀναπαύσεως πυνθανόμεθα· τοτοῦτόν ἐσμεν ἐκείνων ἐλεεινότεροι καὶ μαλακώτεροι. Τὶ φῄς, ἄνθρωπε; Πρὸς τὸν οὐρανὸν στέλλεσθαι μέλλων, καὶ τὴν βασιλείαν τὴν ἐκεῖσε λαμβάνειν, ἐρωτᾷς εἲ τὶ δυσχερὲς κατὰ τὴν ὁδὸν ταύτην καὶ τὴν ἀποδημίαν ἐστί, καὶ οὐκ αἰσχύνῃ οὐδὲ ἐρυθριᾷς, οὐδὲ ἀπελθὼν κατορύττεις σαυτόν; Κἂν γὰρ ἅπαντα ᾗ τὰ ἐν ἀνθρώποις δεινά, κἂν λοιδορίαι, κἂν ὕβρεις, κἂν ἀτιμίαι, κἂν συκοφαντίαι, κἂν ξίφος, κἂν πῦρ, κἂν σίδηρος καὶ θηρία καὶ καταποντισμοί, κἂν λιμὸς καὶ νόσος καὶ ὅσα ἐξ ἀρχῆς εἰς τὸ παρὸν ὁ βίος ἤνεγκε χαλεπά, οὐ καταγελάσεις πάντων, εἰπὲ μοι, καὶ καταφρονήσεις; Ἐννοήσεις δὲ ὅλως ταῦτα; Καὶ τὶ ταύτης γραωδέστερον γένοιτ’ ἂν τῆς ψυχῆς, τὶ δὲ ταπεινότερόν τε καὶ ἀθλιότερον; Τὸν γὰρ τῇ τῶν οὐρανίων ἐπιθυμίᾳ ληφθέντα οὐ λέγω μόνον, ὅτι ἀνάπαυσιν οὐ χρὴ ζητεῖν, ἀλλ’ οὐδὲ παρούσης αἰσθάνεσθαι. Ἢ πῶς οὐκ ἄτοπον, τοὺς μὲν ἀτόπως ἐρῶντας καὶ τῆς ἐκείνων συνουσίας μηδὲν ἡγεῖσθαι ἕτερον ἡδὺ τῶν ἐν τῷ παρόντι βίῳ, καίτοι γὲ ὄντων πολλῶν· ἡμᾶς δὲ οὐκ ἀτόπῳ τινί, ἀλλὰ τῷ πάντων ἀνωτέρω ληφθέντας ἔρωτι μὴ μόνον παρούσης ἀναπαύσεως μὴ καταφρονεῖν, ἀλλὰ καὶ ἀποῦσαν ἐκζητεῖν;

ζ’. Οὔπω οὐδένα, ἀγαπητέ, τῶν οὐρανίων ἔλαβεν ἐπιθυμία καλῶν, καθὼς λαβεῖν χρή· ᾗ γὰρ ἂν πάντα τὰ δοκοῦντα εἶναι χαλεπά, σκιὰν ἐνόμισε καὶ γέλωτα πολύν. Ὁ μὲν οὖν τὰ παρόντα θαυμάζων, οὐκ ἂν ἀξιωθείη τῆς τῶν μελλόντων θεωρίας ποτέ· ὁ δὲ τούτων ὑπερορῶν, καὶ οὐδὲν ἄμεινον σκιᾶς καὶ ὀνείρατος διακεῖσθαι πάντα νομίζων, ταχέως ἐπιτεύξεται τῶν μεγάλων ἐκείνων καὶ πνευματικῶν. Καὶ γὰρ οἷς ἂν γνησίως τοῦτο παραγένηται τὸ καλόν, τοσαύτην ἐπιδείκνυται τὴν ἰσχύν, ὅσην ἐν ταῖς ἀκάνθαις τὸ πῦρ, κἂν ὑπὸ μυρίων ἀγχόμενον εὕρῃ κακῶν, κἂν πολλὰ τὰ σχοινία τῶν ἁμαρτημάτων περικείμενα, κἂν σφόδρα τῶν ἐπιθυμιῶν τὴν φλόγα καίουσαν, καὶ πολὺν τῶν βιωτικῶν πραγμάτων περιεστῶτα τὸν θόρυβον, πάντα εὐθέως ἐκεῖνα σφοδρᾷ τινι μάστιγι κατάκρας ἐλαύνουσα πόῤῥω καθίστησι τῆς ψυχῆς. Καὶ καθάπερ πρὸς ἀνέμου βίαν ῥαγδαίου οὐκ ἂν ποτε σταίη κόνις λεπτή, οὕτως οὐδὲ ἀτόπων ἐπιθυμιῶν πλῆθος κατανύξεως ῥύμην ἐμπεσοῦσαν δυνήσεται ἐνεγκεῖν, ἀλλ’ ἀφανίζεται καὶ διαχεῖται τῆς κόνεως καὶ καπνοῦ θᾶττον παντός. Εἰ δὲ ὁ τῶν σωμάτων ἔρως οὕτω δουλοῦται ψυχήν, ὡς πάντων αὐτὴν ἀπαγαγεῖν, καὶ τῇ τῆς ἐρωμένης προσηλῶσαι τυραννίδι μόνῃ, τὶ οὐκ ἂν ὁ τοῦ Χριστοῦ πόθος ἐργάσαιτο, καὶ τὸ δέος τῆς ἐκεῖθεν ἀλλοτριώσεως; Ὥσπερ γὰρ χαλεπόν, μᾶλλον δὲ καὶ ἀδύνατον, ἀναμίξαι ὕδατι πῦρ, οὕτω, οἶμα, τρυφὴν καὶ κατάνυξιν εἰς ταὐτὸ συναγαγεῖν· ἐναντία γὰρ ταῦτα, καὶ ἀλλήλων σεῖσιν ἀναιρετικά. Ἡ μὲν γὰρ δακρύων ἐστὶ μήτηρ καὶ νήψεως, ἡ δὲ γέλωτος καὶ παραφορᾶς· καὶ ἡ μὲν κούφην καὶ ὑπόπτερον ἐργάζεται τὴν ψυχήν, ἡ δὲ αὐτὴν μολίβδου παντὸς βαρυτέραν καθίστησι. Καὶ τοῦτο οὐκ ἀπὸ τῶν ἐμαυτοῦ λόγων, ἀλλ’ ἀπ’ αὐτοῦ τοῦ κατασχεθέντος, τῇ ἐπιθυμίᾳ ταύτῃ τῇ καλῇ παραστῆσαι πειράσομαι. Τὶς οὖν οὗτός ἐστιν; Ὁ διάπυρος ἐραστὴς τοῦ Χριστοῦ Παῦλος, ὃς οὕτως ἐτρώθη τούτῳ τῷ πόθῳ, ὥστε στένειν μὲν ἐπὶ τῇ μελλήσει καὶ διατριβῇ τῆς ἐνθένδε ἀποδημίας· «Καὶ γὰρ οἱ ὄντες, φησίν, ἐν τῷ σκήνει τούτῳ στενάζομεν»· ἐπόθει δὲ καὶ ἐβούλετο ἔτι μένειν ἐνθάδε διὰ τὸν Χριστόν. «Τὸ γὰρ ἐπιμένειν με, φησί, τῇ σαρκὶ ἀναγκαιότερον δι’ ὑμᾶς»· τουτέστιν, ἵνα ἐπιδοθῇ ἡ πίστις ἡ εἰς τὸν Χριστόν. Διὰ τοῦτο καὶ λιμὸν καὶ δίψαν καὶ γυμνότητα καὶ δεσμὰ καὶ θανάτους καὶ διαποντίους ἀποδημίας καὶ ναυάγια καὶ τὰ ἀλλὰ πάντα ἃ κατέλεξε, ἔφερε, καὶ οὐ μόνον οὐκ ἐβαρύνετο τούτοις, ἀλλὰ καὶ ἔχαιρε· τὸ δὲ αἴτιον ἦν ἡ ἀγάπη τοῦ Χριστοῦ. «Ἐν τούτοις γάρ, φησί, πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς». Καὶ μὴ θαυμάσῃς· εἰ γὰρ ἀνθρώπων φιλία θανάτου πολλάκις κατατολμῆσαι ἐποίησε, τὶ οὐκ ἂν ἐργάσαιτο ἢ τοῦ Χριστοῦ; Ποίαν δυσχέρειαν οὐκ ἂν ἐξευμαρίσειεν; Οὕτως ἐκείνῳ πάντα φορητὰ ἦν πρὸς τὸν ποθούμενον ὁρῶντι μόνον, καὶ τὸ δι’ ἐκεῖνον ἅπαντα πάσχειν, πάσης ἡδονῆς καὶ ἀπολαύσεως ἡγουμένῳ μεῖζον, ὥσπερ οὖν καὶ ἔστιν. Οὐδὲ γὰρ ἐνόμιζεν εἶναι ἐν τῇ γῇ, οὐδὲ ἐν τῷ παρόντι βίῳ, οὐδὲ μετὰ ἀνθρώπων στρέφεσθαι, ἀλλ’ ὡς ἤδη τὴν οὐράνιον λῆξιν ἔχων, καὶ μετὰ ἀγγέλων πολιτευόμενος, καὶ τὴν βασιλείαν ἀπολαβών, καὶ πρόσωπον πρὸς πρόσωπον ἀπολαύων, οὕτω κατεφρόνει τῶν ἐν τῷ παρόντι ἤδέων τε καὶ λυπηρῶν, καὶ ἀναπαύσεως αὐτῷ λόγος οὐδεὶς ἦν, ὃ συνεχῶς ἐπιζητεῖται παρ’ ἡμῶν, ἀλλὰ ἐβόα λέγων· «Μέχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν, καὶ γυμνητεύομεν, καὶ κολαφιζόμεθα, καὶ ἀστατοῦμεν, καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, βλασφημούμενοι παρακαλοῦμεν». Καὶ πάλιν, «Ὡσπερεὶ καθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι». Καθάπαξ γὰρ τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς στρέψας εἰς τὸν οὐρανόν, καὶ τὸ ἐκεῖ κάλλος καταπλαγείς, οὐκ ἠνέσχετο πρὸς τὴν γῆν ὑποστρέψαι πάλιν· ἀλλ’ ὥσπερ τις πτωχὸς καὶ πένης ἐν οἰκίσκῳ γνοφώδει καὶ ταπεινῷ τὸν ἅπαντα χρόνον κατακλεισθείς, ἐπὰν ἴδῃ βασιλέα χρυσῷ τε πολλῷ καὶ λίθων ἀστραπαῖς ἀποστίλβοντα, οὐκ ἂν ἕλοιτο λοιπὸν οὐδὲ εἰς νοῦν τὴν τῆς οἰκείας πτωχείας οἰκίαν λαβεῖν, ἀλλ’ ἅπαντα πραγματεύσεται ὑπὲρ τοῦ μεταστῆναι πρὸς ἐκείνην τὴν οἴκησιν, ἂν ἐξῇ· οὕτω καὶ ὁ μακάριος ἐκεῖνος κατοπτεύσας τὰ ἐν τοῖς οὐρανοῖς, κατεφρόνει τῆς ἐνθάδε πενίας, ,αἱ τοῖς ἀνθρώποις διὰ τὴν τοῦ σώματος ἀνάγκην συναναστρεφόμενος, πρὸς οὐδὲν τῶν ἐνθάδε ἐπεστρέφετο, ἀλλ’ ὅλον ἑαυτὸν πρὸς τὴν πόλιν ἐκείνην μετέθηκε.

Καὶ τὶ λέγω τὰ ἐν τῷ παρόντι βίῳ λυπηρά; Τοσοῦτον ἐπένευσεν εἰς αὐτὸν ὁ τοῦ Χριστοῦ πόθος, ὡς εἲ γὲ προσέκειτο καὶ τὰς ἀθανάτους κολάσεις ἐκείνας ὑπενεγκεῖν ἕνεκεν τοῦ Χριστοῦ, μηδ’ ἂν τοῦτο παραιτήσασθαί ποτε. Οὐ γὰρ ὥσπερ ἡμεῖς οἱ μισθωτοὶ γέενναν δεδοικότες, καὶ τῆς βασιλείας ἐφιέμενοι, οὕτω κἀκεῖνος ἐδούλευε τῷ Χριστῷ, ἀλλ’ ἑτέρῳ τινὶ πολλῷ τούτου βελτίονι καὶ μακαρίῳ πόθῳ ληφθείς, ἔπασχέ τε καὶ ἔπραττεν ἅπαντα δι’ ἕτερον μὲν οὐδέν, ἵνα σὲ παραμυθήσηται τὸν ἔρωτα μόνον, ὃν εἶχεν εἰς τὸν Χριστόν· ὃς οὕτως αὐτοῦ κατὰ κράτος εἶλε τὸν λογισμόν, ὡς καὶ ὁ πάντων αὐτῷ τιμιώτερον ἦν,τὸ συνεῖναι τῷ Χριστῷ λέγω, ὑπὲρ οὗ καὶ γεέννης κατεφρόνησε καὶ βασιλείας οὐρανῶν, καὶ τούτου πάλιν ἀλλοτριωθῆναι ἑκών, ἑλόμενος διὰ τὸν Χριστὸν καὶ τὴν ἄφατον ἔκπτωσιν, ὡς ἓν τι τῶν εὐκταιοτάτων, ἀσπάζεσθαι καὶ μετὰ πολλῆς ἑλέσθαι τῆς προθυμίας.

η’. Καὶ τάχα νῦν μὲν ἀσαφὲς εἶναι δοκεῖ πολλοῖς τὸ λεχθέν· ὅταν δὲ αὐτὸ σαφέστερον εἴπω, τότε πάλιν ἄπιστον εἶναι δόξει τούτοις, οἷς πρότερον ἦν ἀσαφές. Καὶ οὐδὲν θαυμαστόν· καὶ γὰρ καὶ ὁ μακάριος ἐκεῖνος προσδοκήσας ἀπιστηθήσεσθαι περὶ τούτων, διὰ τοῦτο προλαβὼν ἔλεγεν· «Ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, συμμαρτυρούσης μοι τῆς συνειδήσεώς μου ἐν Πνεύματι ἁγίῳ». Καὶ ὅμως τοσαῦτα τῷ λόγῳ προσθείς, καὶ μάρτυρας αὐτοῦ τῆς συνειδήσεως καλέσας τοιούτους, ἀπιστεῖται καὶ νῦν ἔτι. Τὶν τοίνυν τοῦτό ἐστιν ὃ φησιν; Ἄκουε. Διαλεχθεὶς περὶ τῶν ἐν κόσμῳ τούτῳ δεινῶν, καὶ εἰπών, ὅτι «Τὶς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; Θλῖψις, ἢ στενοχωρία, ἢ διωγμός, ἢ λιμός, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα»; Καὶ πάντα διελθὼν τὰ ἐπὶ τῆς γῆς, ἄνεισιν εἰς τὸν οὐρανόν, καὶ δεῖξαι βουλόμενος, ὅτι οὐδὲν μέγα τῶν ἐνταῦθα κολαστηρίων καταφρονεῖν διὰ τὸν Χριστόν, ἐπήγαγεν, ὅτι «Οὔτε ἄγγελοι, οὔτε ἀρχαί, οὔτε δυνάμεις, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ, τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν». Ὁ δὲ λέγει, τοιοῦτόν ἐστιν· οὐ μόνον ἄνθρωποι οὐ δυνήσονται ταύτης διασπάσαι με τῆς φιλίας, ἀλλ’ οὐδὲ ἄγγελοι, οὐδ’ ἂν εἰ πᾶσα τῶν οὐρανίων συνέλθοιεν εἰς ταὐτὸ δυνάμεις, τοῦτο ἰσχύσουσι. Τὶ λέγω; Οὐδ’ ἂν βασιλείας ἐκπεσεῖν δέῃ, οὐδ’ ἂν εἰς γέενναν ἐμπεσεῖν διὰ τὸν Χριστόν, οὐδὲ τοῦτό μοι φοβερόν. Τὸ γὰρ ὕψωμα καὶ βάθος, καὶ ζωὴ καὶ θάνατος, οὐδὲν ἕτερον ἢ τοῦτο ἐμφαίνει. Ταῦτα δὲ ἔλεγεν, οὐχ ὡς ἀγγέλων ἐπιχειρησόντων αὐτὸν διαστῆσαι τοῦ Χριστοῦ, ἀλλὰ καὶ τὰ μηδόλως ἐκβησόμενά ποτε ὑποτίθεται τῷ λόγῳ, ἵνα δυνηθῇ τὸν πολὺν πόθον, ὃν εἶχε, παραστῆσαι καὶ ποιῆσαι κατάδηλον ἅπασι. Τοιοῦτον γὰρ τὸ τῶν φιλούντων ἔθος ἐστίν· οὐ στέγουσι σιγῇ κατέχειν τὸν ἔρωτα, ἀλλ’ εἰς τοὺς ἐπιτηδείους ἅπαντας τὴν φλόγα ἐκφέρουσι, τῷ συνεχῶς διηγεῖσθαι τοῦ πόθου τὴν ὑπερβολὴν ἀναπαύοντες αὐτῶν τὴν ψυχήν. Ὅπερ οὖν καὶ ὁ μακάριος ἐκεῖνος τότε ἐποίησε· καὶ πάντα τὰ λόγῳ περιλαβών, τὰ ὄντα, τὰ ἐσόμενα, τὰ συμβάντα, τὰ μηδέποτε συμβησόμενα, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, καὶ πᾶσαν κόλασιν, καὶ πᾶσαν ἀνάπαυσιν, ὥσπερ οὐκ ἀρκούντων τούτων αὐτῷ πρὸς τὴν τοῦ πάθους παράστασιν, ἕτερα τοσαῦτα πάλιν οὐχ ὑφεστῶτα ὑποστησάμενος τῷ λόγῳ καὶ θεὶς (τὸ γάρ, Κτίσις ἑτέρα, τῶν οὐχ ὑφεστώτων ἐστίν), οὕτως ἐπήγαγε, δηλῶν ὅτι πάντων τῶν εἰρημένων οὐδὲν ἡμᾶς χωρίσαι δυνήσεται τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Καὶ ἐκεῖνος μὲν πρὸς τοσοῦτον ὕψος τὸν ἑαυτοῦ πόθον ἀνῆψεν ἡμεῖς δὲ οἱ κελευσθέντες εἶναι αὐτοῦ μιμηταί, οὔτε τὰς ἐνθάδε θλίψεις φέρομεν εὐχερῶς, ἀλλὰ ἀλύομεν καὶ δυσανασχετοῦμεν τῶν πυρεττόντων οὐκ ἔλαττον. Ἡ γὰρ μακρὰ αὕτη νόσος, ἡ καταλαβοῦσα τὰς ἡμετέρας ψυχάς, ἀνίατος τῷ χρόνῳ γέγονεν, ὡς εἰπεῖν καὶ τῆς εἰλικρινοῦς ὑγιείας οὐδὲ ἔννοιαν δυνάμεθα λαβεῖν. Ἀλλὰ καὶ ἀδύνατος εἶναι δοκεῖ ἡμῖν λοιπὸν ἡ ταύτης ἀνάκτησις. Κἂν ἀκούσωμέν τινος τοὺς ἀποστόλους εἰς μέσον ἄγοντος, καὶ τὰ ἐκείνων κατορθώματα λέγοντος, δέον εὐθέως καὶ πενθῆσαι ἑαυτούς, ὅτι τοσοῦτον αὐτῶν ἀφεστήκαμεν, οὐδὲ ἁμάρτημα τὸ πρᾶγμα εἶναι νομίζομεν, ἀλλ’ ὡς οὐδὲ δυνατὸν πρὸς ἐκεῖνο φθάσαι τὸ ὕψος, οὕτω διακείμεθα. Κἂν ἔρηταί τις τὴν αἰτίαν, εὐθέως τὴν ἄλογον ταύτην ἀπολογίαν προβαλλόμεθα λέγοντες. Ἐκεῖνος Παῦλος ἦν, κἀκεῖνος Πέτρος ἦν, κἀκεῖνος Ἰωάννης. Τὶ ἐστιν, ἐκεῖνος Παῦλος ἦν, ἐκεῖνος Πέτρος ἦν; Οὐ τῆς αὐτῆς φύσεως, εἰπὲ μοι, καὶ οὗτοι μετεῖχον; Οὐ διὰ τῆς αὐτῆς ὁδοῦ παρήχθησαν εἰς τὸν βίον ὑμῖν, οὐ ταῖς αὐταῖς ἐστράφησαν τροφαῖς; Οὐ τὸν αὐτὸν ἀνέπνευσαν ἀέρα; Οὐ πράγμασιν ἐχρήσαντο τοῖς αὐτοῖς; Οὐχ οἱ μὲν αὐτῶν καὶ γυναῖκας εἶχον καὶ παῖδας, οἱ δὲ καὶ τέχνας βιωτικάς, ἕτεροι δὲ καὶ εἰς αὐτὸ τῆς κακίας τὸ βάραθρον κατηνέχθησαν; Ἀλλὰ πολλῆς ἀπήλαυσαν, φησί, τῆς τοῦ Θεοῦ χάριτος. Ἀλλ’ εἰ μὲν νεκροὺς ἀναστῆσαι ἐκελευόμεθα, ἢ ὀφθαλμοὺς ἀνοῖξαι τυφλῶν, ἢ καθαρίσαι λεπρούς, ἢ χωλοὺς ἀνορθῶσαι, ἢ δαίμονας ἐκβαλεῖν, καὶ ἃς ἄλλας τὰς τοιαύτας ἰᾶσθαι νόσους, καιρὸν ἂν εἶχε τὰ τῆς ἀπολογίας ταύτης ἡμῖν· εἰ δὲ πολιτείας ἐξέτασις πρόκειται νῦν, καὶ ὑποκοῆς ἐπίδειξις, ποῖον ταῦτα πρὸς ἐκεῖνον ἂν ἔχοι λόγον;

Καὶ γὰρ καὶ σὺ θείας ἀπήλαυσας χάριτος βαπτιζόμενος, καὶ Πνεύματος μετέσχες, εἰ καὶ μὴ πρὸς τὸ τὰ σημεῖα ποιεῖν, ἀλλ’ ὅσον ἀρκεῖ πρὸς τὸ πολιτείαν ὀρθὴν καὶ ἠκριβωμένην λαβεῖν· ὥστε ῥᾳθυμίας μόνον τῆς ἡμετέρας ἐστὶν ἡ διαστροφή. Καὶ ὁ Χριστὸς δὲ κατὰ τὴν ἡμέραν ἐκείνην οὐ τοῖς τὰ σημεῖα ἐργασαμένοις ἁπλῶς τὰ ἔπαθλα δίδωσιν, ἀλλὰ τοῖς τὰ προστάγματα πεποιηκόσι τὰ αὐτοῦ. «Δεῦτε γάρ, φησίν, οἱ εὐλογημένοι τοῦ Πατρὸς μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου», οὐχ ὅτι ἐθαυματουργήσατε, ἀλλ’ ὅτι «Ἐπείνασα καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· ξένος ἡμῖν, καὶ συνηγάγετέ με· γυμνός, καὶ περιεβάλετέ με· ἠσθένησα, καὶ ἐπεσκέψασθέ με· ἐν φυλακῇ ἤμην, καὶ ἤλθετε πρὸς μέ». Καὶ ἐν τοῖς μακαρισμοῖς δὲ οὐδαμοῦ τοὺς τὰ θαύματα ποιοῦντας τίθησιν, ἀλλὰ τοὺς βίον ἔχοντας ὀρθόν.

θ’. Ὥστε εἰ καὶ ἐκείνῃ συνέσταλται νῦν ἡ χάρις, οὐδὲν ἡμᾶς παραβλάψαι τοῦτο δυνήσεται, ἀλλ’ οὐδὲ ἀπολογήσασθαι ὑπὲρ ἡμῶν, ὅταν τὰς εὐθύνας ὑπέχωμεν τῶν πεπραγμένων. Καὶ γὰρ τοὺς μακαρίους ἐκείνους οὐ διὰ τὰ σημεῖα θαυμάζομεν· τοῦτο γὰρ ὅλον τῆς τοῦ Θεοῦ δυνάμεως ἦν· ἀλλ’ ὅτι πολιτείαν ἐπεδείξαντο ἀγγελικήν· τοῦτο δὲ μετὰ τῆς ἄνωθεν ῥοπῆς καὶ τῆς αὐτῶν σπουδῆς ἔργον ἐστί. Καὶ οὐκ ἐγὼ τοῦτο λέγω νῦν, ἀλλὰ καὶ αὐτὸς ἐκεῖνος ὁ τοῦ Χριστοῦ μιμητής. Ὅτε γὰρ πρὸς τοῦ ψευδαποστόλους διετείνετο γράφων τοῖς μαθηταῖς, καὶ τὸ μέσον τῆς δοκίμου τε καὶ κιβδήλου διακονίας παραστῆσαι ἐβούλετο, οὐκ ἀπὸ τῶν σημείων, ἀλλ’ ἀπὸ τῶν κατορθωμάτων αὐτοῦ τοῦτο ἐποίησεν, οὑτωσὶ λέγων· «Διάκονοι Χριστοῦ εἰσι; Παραφρονῶν λαλῶ; Ὑπὲρ ἐγὼ ἐν κόποις περισσοτέρως, ἐν φυλακαῖς περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν θανάτοις πολλάκις· ὑπὸ Ἰουδαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον, τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα· ὁδοιπορίαις πολλάκις, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κίνδυνος ἐξ ἐθνῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐν ψευδαδέλφοις, ἐν κόπῳ, ἐν μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν νηστείας πολλάκις, ἐν ψύχει καὶ γυμνότητι. Χωρὶς τῶν παρεκτός, ἡ ἐπισύστασίς μου ἡ καθ’ ἡμέραν, ἡ μέριμνα πασῶν τῶν Ἐκκλησιῶν. Τὶς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; Τὶς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι»; Διὰ ταῦτα θαυμάζω τοὺς ἀποστόλους ἐγώ· ὡς οἳ γε τούτων χωρὶς ἐπιδείξασθαι σημεῖα διὰ τινος οἰκονομίας συγχωρηθέντες οὐ μόνον οὐκ ἐγένοντο θαυμαστοί, ἀλλὰ καὶ ἀδόκιμοι, καθὼς καὶ ὁ Χριστὸς δείκνυσι λέγων· «Πολλοὶ ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· Κύριε, Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν, καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν, καὶ τῷ σῷ ὀνόματι πολλὰς δυνάμεις ἐποιήσαμεν; Καὶ ἐρῶ αὐτοῖς· ἀποχωρεῖτε ἀπ’ ἐμοῦ, πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν· οὐδέποτε ἔγνων ὑμᾶς». Διὰ τοῦτο καὶ τοῖς μαθηταῖς παρῄνει λέγων. «Μὴ χαίρετε ὅτι τὰ δαιμόνια ὑμῖν ὑποτάσσεται, ἀλλ’ ὅτι τὰ ὀνόματα ὑμῶν γέγραπται ἐν τοῖς οὐρανοῖς». Πολιτεία μὲν γὰρ ὀρθὴ καὶ τούτων χωρὶς ἀπολήψεται τοὺς στεφάνους, καὶ οὐδὲν ἔλαττον ἕξει παρὰ τοῦτο τότε βίος δὲ παράνομος οὐδὲ μετὰ σημείων δυνήσεται τὴν κόλασιν ἐκφυγεῖν. Ὥστε περιττὸς ἡμῖν ὁ λόγος οὗτός ἐστιν, οὐ περιττὸς δὲ μόνον, ἀλλὰ καὶ ἐπικίνδυνος, καὶ πολλοῖς τῶν αἱρετικῶν παρέχων λαβάς. Εἰ γὰρ μὴ διὰ τὴν οἰκείαν ἐκεῖνοι προαίρεσιν οὕτως ἐγένοντο θαυμαστοί, ἀλλὰ διὰ τὴν τοῦ Χριστοῦ χάριν μόνον, τὶ τὸ κωλῦον ἅπαντας τοιούτους γενέσθαι;

Ἡ γὰρ χάρις εἰ μὴ τὰ παρ’ ἡμῶν πρότερον ἐξῄτει, ἀρθόως ἂν εἰς τὰς ἁπάντων ἐξεχύθη ψυχάς· οὐ γὰρ ἐστι προσωπολήπτης ὁ Θεός· ἐπειδὴ δὲ τὰ παρ’ ἡμῶν ζητεῖ, διὰ τοῦτο τοῖς μὲν ἕπεται καὶ παραμένει, τῶν δὲ ἀφίπταται, εἰς δὲ τοὺς λοιποὺς οὐδὲ τὴν ἀρχὴν καθικνεῖται. Ὅτι δὲ προαίρεσιν πρότερον ἐξετάσας, οὕτω τὴν χάριν ἔδωκεν ὁ Θεὸς πρὶν ἢ τι θαυμαστὸν ἐπιδείξασθαι τὸν μακάριον ἐκεῖνον, ἄκουσον τὶ περὶ αὐτοῦ φησί· «Σκεῦος ἐκλογῆς μοὶ ἐστι, τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν τε καὶ βασιλέων, καὶ παντὸς γένους Ἰσραήλ». Ταῦτα οὔπω τῆς χάριτος παρούσης ἐμαρτύρησεν ὁ τὰς καρδίας ἐμβατεύων ἡμῶν. Μὴ δὲ σφάλλωμεν ἑαυτούς ἀγαπητοί, ἀδύνατον εἶναι λέγοντες γενέσθαι κατὰ Παῦλόν τινα. Τῆς μὲν γὰρ χάριτος καὶ τῶν σημείων ἕνεκεν οὐκ ἔτι Παῦλος ἕτερος ἔσται λοιπόν, τῆς δὲ ἀκριβείας τοῦ βίου, τῶν βουλομένων ἕκαστος τοιοῦτος γένοιτ’ ἄν· εἰ δὲ μὴ εἰσί, παρὰ τὸ μὴ βούλεσθαι μόνον. Ἀλλὰ γὰρ οὐκ οἶδα πῶς εἰς τοῦτο ἀλογίας ἐξέπεσον, κατὰ Παῦλον ζητῶν τινας τῶν νῦν, οὐδὲ κατὰ τοὺς τρίτους ἢ τοὺς τετάρτους μετ’ ἐκεῖνον δυνάμενος ἰδεῖν. Διὰ ταῦτα πενθεῖν δὴ χρὴ καὶ δακρύειν καὶ ὀδύρεσθαι, οὐ μίαν οὐδὲ δευτέραν ἡμέραν μόνον, ἀλλὰ τὸν βίον ἅπαντα· εἰ γὰρ τις εἰς ταύτην τὴν ἕξιν καταστήσειεν ἑαυτόν, δυσκόλως ἁμαρτήσεται τοῦ λοιποῦ. Καὶ εἰ διαπιστεῖς τῷ λόγῳ, τοὺς πενθοῦντας ἐξέτασον, πένθη λέγω τὰ κοσμικά, μὴ τούτων τινὰ τῶν ἁβρῶν, καὶ οὐδὲν ἕτερον εἰδότων ἢ τρυφᾷν. Οὗτοι γάρ, οὗτοι οἱ μεθύειν μελετῶντες καὶ γαστρίζεσθαι, οἱ τὰ μὲν ἄριστα συντελοῦντες μέχρις ἑσπέρας, τὰ δὲ δεῖπνα εἰς μέσας νύκτας ἐκτείνοντες, οἱ τὰ τῶν ἄλλων ἁρπάζοντες, καὶ οὔτε χήρας, οὔτε πένητος, οὔτε ἀδυνάτου φειδόμενοι, οἱ πολλὴν ὠμότητα ἐπιδεικνύμενοι, εἰ ποτε πένθει ληφθεῖεν σφοδρῷ καὶ δυναμένῳ κάτωθεν ἀναστρέψαι καὶ διαταράξαι ψυχήν, πάσας ἐκείνας τὰς βλακώδεις ἐπιθυμίας καὶ παρανόμους ἐκβαλόντες, εἰς τὸν τῶν φιλοσόφων μετατίθενται βίον, σκληραγωγίαν, ἀγρυπνίαν, χαμευνίαν, καρτερίαν, νηστείαν, σιγήν, ἐπιείκειαν, ταπεινότητα φιλανθρωπίαν ἐπιδεικνύμενοι πολλήν. Καίτοι γε τὰ ἑτέρων ἁρπάζοντες καὶ τὰ ἑαυτῶν ἡδέως ἂν πρόοιντο κατ’ ἐκεῖνον τὸν καιρόν· κἂν πῦρ ἀφεῖναί τις ἐθέλοι τοῖς ὑπάρχουσι μετὰ τῆς οἰκείας πάσης, οὐ παροξύνονται. Πολλοὺς δὲ ἔγωγε οἶδα, μετὰ τὴν τῶν φιλτάτων ἀποβολὴν τοὺς μὲν τὴν ἐν ἀγροῖς δίαιταν τῆς πόλεως ἐναλλαξαμένους καὶ τῶν ἐν ταύτῃ καλῶν, τοὺς δὲ παρὰ τὰ μνήματα τῶν ἀπελθόντων τὰς οἰκίας δειμαμένους, καὶ τὸν βίον ἐκεῖ καταλύσαντας. Ἀλλὰ ταῦτα μὲν ὕστερον· ἕως δ’ ἂν ἀκμάζῃ τὸ πένθος, οὐδενὸς αὐτοῖς τῶν παρόντων λόγος εστίν, ἀλλὰ τὴν μανίαν, ἣν περὶ τὴν ἐπιμέλειαν καὶ τὴν συλλογὴν τῶν χρημάτων εἶχον, ἣν περὶ τὴν κτῆσιν τῆς δυναστείας καὶ τῆς δόξης τῆς παρὰ τῶν πολλῶν, ὥσπερ τινὰ χόρτον, ἢ καὶ ἄνθος χόρτου, τῇ φλογὶ τῆς ἀθυμίας καταφλέξαντες, ἔῤῥιψαν ἀπὸ τῆς ψυχῆς, καὶ πρὸς τοσαύτην τότε ἡ διανοία φιλοσοφίαν μεθίσταται, ὡς μηδὲ μέχρι ῥημάτων ἀνασχέσθαι τινὸς τῶν κατὰ τὸν παρόντα βίον ἡδέων, ἀλλὰ πάντα τὰ πρὸς ἡδονὴν εἶναι δοκοῦντα πρότερον προσίστασθαί τε αὐτοῖς καὶ πικρότατα φαίνεσθαι· καὶ οὐδεὶς ἂν οὔτε τῶν οἰκετῶν, οὔτε τῶν φίλων τολμήσειε τότε ὑπὲρ τῶν ἐν τῷ κόσμῳ τούτῳ, καὶ σφόδρα κατεπειγόντων, ῥῆξαι φωνήν· πάντα γὰρ ἐκποδὼν γινόμενα παραχωρεῖ τοῖς περὶ φιλοσοφίαν λόγοις, τῆς ψυχῆς διὰ τοῦ πένθους τότε καθάπερ ἐν ἱερῷ τινι τόπῳ παιδευομένης τῆς ἀνθρωπίνης φύσεως τὴν οὐδένειαν, τοῦ παρόντος αἰῶνος τὸ ἐπίκαιρον, τῶν βιωτικῶν τὸ εὔφθαρτόν τε καὶ ἄστατον, τῆς σκηνῆς τῶν γινομένων τὴν ὑπόκρισιν. Ὑπεροψία χρημάτων τότε πολλή, τότε ὀργῆς ἀναίρεσις, τότε ὀλιγωρία φιλοτιμίας, καὶ οὔτε φθόνος ἐμφωλεῦσαι, οὐ τῦφος ἐκβακχεῦσαι τὸν ὑπὸ τοῦ πένθους συντριβέντα δύναιτ’ ἄν, οὐκ ἐπιθυμία ἐμπίπρησι τὸν ἀκόλαστον, ἀλλὰ πάντων τούτων φυγαδευθέντων ἐκεῖθεν, εἰς μόνος κατοικίζεται λογισμός, ὁ τὴν εἰκόνα τοῦ τετελευτηκότος διακρατῶν συνεχῶς· τοῦτο καὶ σῖτα, καὶ πότος, καὶ ὕπνος, καὶ ἡδονή, καὶ ἀνάπαυσις, καὶ παραμυθία πολλή· τοῦτο δόξα, καὶ πλοῦτος, καὶ δυναστείᾳ, καὶ τρυφή.

ι’. Οὕτως ἡμᾶς ἐχρῆν τὴν ἀποβολὴν τῆς σωτηρίας τῆς ἡμετέρας πενθεῖν, ἵνα μηδὲν εἴπω πλέον· μετὰ τοσούτου πόθου καὶ προθυμίας ἔδει πάντων ἐκεῖ τετάσθαι τὸ ὄμμα τῆς ψυχῆς, καὶ πάντα ἡμῖν τὴν ἐκείνην εἶναι μνήμην καὶ ἀνατύπωσιν. Νῦν δὲ οἱ μὲν παῖδας καὶ γυναῖκας ἀποβαλόντες πρὸς οὐδὲν ἕτερον ἀπασχολοῦσι τὸν νοῦν, ἢ πρὸς τὸ φαντάζεσθαι τοὺς ἀποσπασθέντας αὐτῶν· ἡμεῖς δὲ οἱ βασιλείαν ἀπολέσαντες οὐρανῶν, πάντα μᾶλλον ἢ ταύτην διανοούμεθα. Καὶ ἐκείνων μὲν οὐδείς, κἂν βασιλικωτάτου τύχῃ γένους, τῷ τοῦ πένθους αἰσχύνεται νόμῳ ἀλλὰ καὶ ἐπ’ ἐδάφους κεθιεῖται, καὶ θρηνήσει πικρόν, καὶ τὴν ἐσθῆτα μεταβαλεῖ, καὶ τὰ ἀλλὰ πάντα μετὰ πολλῆς ὑποστήσεται προθυμίας τὰ τῆς τιμωρίας ἐκείνης καὶ οὔτε ἀνατροφήν, οὔτε σώματος ἕξιν, οὐ τὰς μετὰ ταῦτα λογιεῖται νόσους, τὰς ἀπὸ τῆς ταλαιπωρίας ἐκείνης, ἀλλὰ μετὰ πολλῆς ἅπαντα οἴσει τῆς εὐκολίας. Καὶ ταῦτα μὲν οὐκ ἄνδρες μόνον, ἀλλὰ καὶ γυναῖκες, κἂν σφόδρα ἀσθενεῖς ὦσιν, ἐπιδείκνυνται, καὶ τούτων πλείονα. Ἡμεῖς δὲ οὐ παῖδας, οὐ γυναῖκας, ἀλλὰ ψυχῆς ἀπώλειαν πενθοῦντες, ψυχῆς οὐκ ἀλλοτρίας, ἀλλὰ τῆς ἡμετέρας, σκηπτόμεθα προφασιζόμενοι σώματος ἀσθένειαν καὶ ἀνατροφῆς ἁπαλότητα. Καὶ εἴθε τοῦτο μόνον ἦν τὸ δεινὸν! Νῦν δὲ οὐδὲ ἐκεῖνα πράττομεν ἐν οἷς οὐδὲν τῆς τοῦ σώματος ἐνεργείας δεόμεθα. Ποῦ γάρ, εἰπὲ μοι, σωματικῆς χρεία δυνάμεως, ὅταν συντρίψαι δέῃ καρδίαν, ὅταν εὔξασθαι νήφοντα καὶ διεγηγερμένον, ὅταν ἀναλογίσασθαι τὰ ἁμαρτήματα, ὅταν καταλῦσαι τῦφον καὶ ἀπόνοιαν ὅταν ταπεινῶσαι λογισμόν; Ταῦτα γὰρ ἐστιν ἃ καὶ τὸν Θεὸν ἵλεων ἡμῖν καθίστησι, καὶ οὐ πολλοῦ δεῖται πόνου· καὶ οὐδὲ ταῦτα πράττομεν. Οὐδὲ γὰρ σάκκου περιβολή, οὐδὲ τὸ ἐν οἰκίσκῳ κατακλεῖσαι ἑαυτόν, οὐδὲ τὸ καθίσαι ἐν σκότῳ, τοῦτο μόνον ἐστὶ τὸ πενθεῖν, ἀλλὰ τὸ διαπαντὸς τὴν μνήμην τῶν οἰκείων ἀναστρέφειν κακῶν, καὶ βασανίζειν τὸ συνειδὸς τούτοις τοῖς λογισμοῖς, τὸ συνεχῶς ἀναμετρεῖν τῆς ὁδοῦ τῇ μῆκος, ὅσον ἀπολειπόμεθα τῆς βασιλείας τῶν οὐρανῶν. Καὶ πῶς τοῦτο ἔσται; Φησί. Πῶς; Ἂν τὴν γέενναν ἔχωμεν ἀεὶ πρὸ τῶν ὀφθαλμῶν, καὶ τοὺς πανταχοῦ τότε διατρέχοντας ἀγγέλους, ἀκὶ συνάγοντας ἐκ τῆς οἰκουμένης ἁπάσης τοὺς ἐν τῇ γεέννῃ ἀπαχθήσεσθαι μέλλοντας· ἂν τὴν ἔκπτωσιν λογισώμεθα τῆς βασιλείας, ὅσον κακόν, καὶ τῆς γεέννης χωρίς. Καὶ γάρ, εἰ μὴ τὸ πῦρ ἐκεῖνο ἠπείλητο ἡμῖν, μηδὲ ἀθάνατοι κολάσεις ἡμᾶς ἔμενον, αὐτὸ μόνον τὸ ἀλλοτριωθῆναι τοῦ Χριστοῦ, τοῦ πράου καὶ φιλανθρώπου, τοῦ παραδόντος ἑαυτὸν ὑπὲρ ἡμῶν εἰς θάνατον, καὶ πάντα παθόντος, ἵνα ἡμᾶς ἐξαιρήσηται τῆς κολάσεως ἐκείνης, καὶ καταλλάξῃ ἡμᾶς τῷ ἑαυτοῦ Πατρὶ ἐχθροὺς ὄντας τοῖς πταίσμασιν, εἰ καὶ μὴ τῶν προσκειμένων ἐκείνων ἀνεκλαλήτων ἀγαθῶν καὶ ἀθανάτων ἐκπίπτειν μέλλομεν, πάσης κολάσεως μεῖζόν ἐστι. Καὶ ἱκανὸν ἀναγινώσκοντες μόνον τὸ ὑπόδειγμα τῶν πέντε παρθένων, ἃς ἔξω τοῦ νυμφῶνος ἡ τοῦ ἐλαίου σπάνις ἀπέκλεισεν, ἐξ ἴσης ἐκείναις αὐταῖς ἀλγοῦμεν ἐπὶ τοῖς ἐκείνων κακοῖς, καὶ θορυβούμεθα· ἂν ἐννοήσωμεν ὅτι καὶ αὐτοὶ τοῦτο πεισόμεθα ῥαθυμήσαντες, τὶς οὕτως ἔσται λίθινος λοιπόν, ὡς, τοῦ παραδείγματος αὐτοῦ τοῦτο συνεχῶς στρέφοντος τὴν ψυχήν, εἰς ὀλιγωρίαν ἐμπεσεῖν; Ἐνῆν μὲν οὖν καὶ εἰς μεῖζον μῆκος ἐκτεῖναι τὸν λόγον, ἀλλ’ ἐπειδὴ μόνον ὑπακοῆς καὶ οὐκ ἄλλης χρείας ἕνεκεν ἡμῖν εἴρηται, καὶ ταῦτα πέρα τοῦ δέοντος γέγραπται. Εὖ γὰρ οἶδα ὅτι πᾶσαν τῆς κατανύξεως τὴν ἀρετὴν αὐτὸς τε ἔχεις ἀκριβῶς, καὶ ἄλλοις ἂν μεταδοίης καὶ σιωπῶν, ἂν μόνον βραχὺ τῇ εὐλαβείᾳ συζῆσαι ἀξιωθεῖεν τῇ σῇ,καὶ τὸν ἐσταυρωμένον βίον ἰδεῖν. Ὥστε εἰ χρὴ κατάνυξιν μαθεῖν τοὺς μὲν νῦν ζῶντας, εἰς τὸν σὸν βαδίζειν δεῖ καταγώγιον· τοὺς δὲ μετὰ ταῦτα, ἀκούειν τὰ σὰ πολλὴν γὰρ οἶμαι ῥοπὴν παρέξειν πρὸς τοῦτο τὴν διήγησιν μόνον τοῦ βίου τοῦ σοῦ. Διὸ δέομαι καὶ παρακαλῶ τὴν ἀμοιβὴν ἡμῖν ἀποτίσαι λοιπόν, καὶ τὰς εὐχὰς ἀντιδοῦναι τὰς σάς, ὥστε μὴ λέγειν περὶ κατανύξεως μόνον, ἀλλὰ καὶ διὰ τῶν ἔργων τὸ πρᾶγμα ἐπιδείκνυσθαι τοῦτο· ἐπειδὴ τὸ διδάσκειν ἄνευ τοῦ ποιεῖν, οὐ μόνον κέρδος οὐδέν, ἀλλὰ καὶ ζημίαν πολλὴν καὶ κατάκρισιν φέρει τῷ μετὰ τοσαύτης ἀπροσεξίας διοικοῦντι τὸν βίον τὸν ἑαυτοῦ. «Οὐ γὰρ πᾶς, φησίν, ὁ λέγων μοί, Κύριε, Κύριε, ἀλλ’ ὃς ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν».



Ἑπόμενο: Πρὸς Στελέχιον, καὶ περὶ κατανύξεως ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ
Προηγούμενο: Σύγκρισις βασιλικῆς Δυναστείας καὶ πλούτου καὶ ὑπεροχῆς, πρὸς μοναχὸν συζῶντα τῇ ἀληθεστάτῃ καὶ κατὰ Χριστὸν φιλοσοφία
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 47
Ἀρχικὴ Σελίδα: Τέρτιος