Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 47

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Λόγος Παραινετικὸς πρὸς Σταγείριον Ἀσκητὴν Δαιμονῶντα. ΛΟΓΟΣ ΠΡΩΤΟΣ
Προηγούμενο: Πρὸς Δημήτριον μονάζοντα – Περὶ Κατανύξεως Λόγος Πρῶτος
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 47

Πρὸς Στελέχιον, καὶ περὶ κατανύξεως ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ

α’. Καὶ πῶς ἔνι γενέσθαι τοῦτο ὅπερ ἐπέταξας, ἅγιε τοῦ Θεοῦ ἄνθρωπε, Στελέχιε, καὶ παρὰ ψυχῆς οὕτως ἀσθενοῦς καὶ ψυχρᾶς τοὺς περὶ κατανύξεως ἀποτεχθῆναι λόγους; Δεῖ γάρ, οἶμαι, τὸν μέλλοντά τι γενναῖον εἰς τὴν ὑπόθεσιν ταύτην ἐρεῖν, αὐτόν, πρὸ τῶν ἄλλων ἁπάντων μάλιστα πεπυρῶσθαι τῷ ζήλῳ τούτῳ καὶ ἀναζεῖν, ὥστε τοὺς περὶ τούτων προφερομένους λόγους παντὸς πεπυρακτωμένου σιδήρου σφοδρότερον εἰς τὰς τῶν ἀκουόντων ἐμπίπτειν ψυχάς. Ἡμῖν δὲ τοῦτο οὐ πάρεστι, τὸ πῦρ, ἀλλὰ πάντα τὰ ἔνδον τέφρα καὶ κόνις. Πόθεν οὖν, εἰπὲ μοι, πόθεν τὴν φλόγα ταύτην ἀνακαύσομεν, μήτε σπινθῆρος ὄντος ἡμῖν, μήτε ὕλης ὑποκειμένης, μήτε πνεύματος τοῦ ταύτην ἀναῤῥιπίζοντος παραγινομένου, διὰ τὴν πολλὴν ἀχλὺν ἣν τὸ τῶν ἁμαρτημάτων πλῆθος κατεσκέδασεν ἡμῶν τῆς ψυχῆς; Ἐγὼ μὲν οὐκ οἶδα· σὸν δ’ ἂν εἴη λοιπὸν τοῦ προστάττοντος εἰπεῖν ὅπως εἰς ἔργον ἔλθοι τὸ ἐπίταγμα, ἀκὶ τῇ προσῆκον ἀπολάβοι τέλος· ἡμεῖς μὲν γὰρ τὴν ἀπὸ τῆς γλώττης παρεξόμεθα διακονίαν. Σὺ δὲ παρακάλει τὸν ἰώμενον τοὺς συντετριμμένους τὴν καρδίαν, τὸν διδόντα τοῖς ὀλιγοψύχοις μακροθυμίαν, τὸν ἐγείροντα ἀπὸ τῆς γῆς πτωχόν, ἀνάψαι τὸ πῦρ ἐκεῖνο παρ’ ἡμῖν, ὃ πᾶσαν μὲν ἀνθρωπίνην ἀσθένειαν ἀναλίσκειν εἴωθε, πάντα δὲ ὕπνον καὶ ἀκηδίαν καὶ βαρύτητα σαρκικὴν περικόψαι, μετεωρίζει μὲν τῆς ψυχῆς τὸ πτερὸν πρὸς οὐρανόν, δείκνυσι δὲ ἀπὸ τῆς ἀψῖδος ἐκείνης, καθάπερ ἐκ τινος ἀπόπτου κορυφῆς, ἅπασαν τοῦ παρόντος βίου τὴν φαντασίαν καὶ τὴν ὑπόκρισιν. Τὸν γὰρ μὴ δυνηθέντα ἀναπτῆναι ἐκεῖ, μηδὲ ἐν ταύτῃ καθίσαι τῇ περιωπῇ, οὐκ ἔνι τὴν γῆν ἰδεῖν, οὐδὲ τὰ ἐν τῇ γῇ πράγματα, οὕτως ὡς ἰδεῖν ἄξιον. Ἐπεὶ γὰρ πολλὰ μὲν τὰ ἐπισκοτοῦντα τῇ ὄψει, πολλὰ δὲ τὰ θορυβοῦντα τὴν ἀκοήν, καὶ τὴν γλῶτταν ὑποσκελίζοντα, δεῖ πάσης ἑαυτὸν ὑπεξαγαγόντα τῆς ταραχῆς καὶ τοῦ καπνοῦ, πρὸς ἐκείνην ἀναχωρῆσαι τὴν ἐρημίαν, ἔνθα πολλὴ μὲν ἡ γαλήνη, λαμπρὰ δὲ ἡ αἰθρία, θόρυβος δὲ οὐδείς, ἀλλὰ πεπήγασι μὲν ἀκλινεῖς οἱ ὀφθαλμοὶ πρὸς τὸν τοῦ Θεοῦ πόθον ἐνορῶντες ἀτενές, ἑστήκασι δὲ ἀτρεμεῖς αἱ ἀκοαί, πρὸς ἓν μόνον ἠσχολημέναι, τὴν τῶν θείων λογίων ἀκρόασιν, καὶ τῆς παναρμονίου καὶ πνευματικῆς ἐπακούουσαι συμφωνίας, ἧς ἡ τυραννὶς οὕτω κρατεῖ τῆς ἅπαξ ἀλούσης ψυχῆς, ὡς μήτε σῖτα, μήτε ποτόν, μήτε ὕπνον αἱρεῖσθαι μεθ’ ἡδονῆς τὸν ὑπ’ ἐκείνης ἐφελκυσθέντα τῆς μελῳδίας. Οὐκοῦν οὔτε πραγμάτων θόρυβος βιωτικῶν, οὔτε σωματικῶν ὄχλος πολλῶν, χαλάσαι τὸν τόνον ἐκεῖνον ἰσχύσειεν ἄν. Οὐδὲ γὰρ ἐξικνεῖται πρὸς τοῦτο τῆς ψυχῆς τὸ ὕψος ἡ ἐκ τῆς κάτω γινομένης ζάλης ἀνιοῦσα κραυγή· ἀλλ’ ὥσπερ οἱ πρὸς τὰ ὑψηλότατα τῶν ὁρῶν μεταναστάντες, οὐδὲν ἂν ἔτι ἀκούσαιεν, οὐδὲ θεάσαιντο τῶν ἐν τῇ πόλει γινομένων ἢ λεγομένων, ἀλλ’ ἀσήμου τινὸς μόνον καὶ ἀτερποῦς ὑπακούσαιεν κραυγῆς, καὶ σφηκῶν βομβούντων οὐδὲν ἥδιον· οὕτως οἱ τῶν βιωτικῶν ἑαυτοὺς ἐξαγαγόντες, καὶ πρὸς τὸ ὕψος τῆς πνευματικῆς ἀναπτάντες φιλοσοφίας, οὐδενὸς ἐπαισθάνονται τῶν παρ’ ἡμῖν. Τὸ γὰρ σῶμα, καὶ αἱ τοῦ σώματος αἰσθήσεις, ἕως μὲν ἂν περὶ γῆν ἡ ψυχὴ στρέφηται, μυρίοις αὐτὴν περιβάλλουσι τοῖς δεσμοῖς, πάντοθεν τὸν χαλεπὸν τῶν ἐπικήρων τέρψεων χειμῶνα συνάγουσαι· καὶ γὰρ ἀκοὴ καὶ ὄψις καὶ ἁφὴ καὶ ὄσφρησις καὶ γλῶττα πολλὰ τῷ ἔξωθεν εἰς αὐτὴν ἐναποτίθενται κακῶν. Ὅταν δὲ μετέωρος γένηται, καὶ πρὸς τὰ πνευματικὰ τὴν ἑαυτῆς μεταγάγῃ σχολήν, ἀπετείχισε ταῖς πονηραῖς φαντασίαις τὴν εἴσοδον, οὐκ ἐμφράξασα τὰς αἰσθήσεις, ἀλλὰ τὴν ἀκολούθησιν αὐτῶν πρὸς ἐκεῖνο μεταγαγοῦσα τὸ ὕψος. Καθάπερ γὰρ δέσποινα φοβερὰ τε καὶ ἐμβριθής, μύρον ἐργαζομένη ποικίλον, βαρύτιμον καὶ πολυτελές, καὶ πολλῶν εἰς τοῦτο δεομένη τῶν διακονησομένων χειρῶν, τὰς θεραπαίνας αὐτῆς ἀναστήσασα, καὶ πρὸς ἑαυτὴν ἀγαγοῦσα, τὴν μὲν κοσκίνῳ τὸ μηδέπω κατειργασμένον τῶν ἀρωμάτων ἀποκρίνειν ἐκέλευσε, τὴν δ’ αὖ ζυγὰ καὶ σταθμὰ λαβοῦσαν σκοπεῖν ἀκριβῶς, ὅπως μήτε ἔλαττον, μήτε πλέον τοῦ δέοντος ἐπεισελθὸν τῆς τοῦ παντὸς κατασκευῆς τὴν συμμετρίαν λυμήνηται, καὶ τὴν μὲν ἕψειν τὰ τούτου δεόμενα, τὴν δὲ τρίβειν ὅσα μὴ καλῶς ἔχει, τὴν δὲ ἕτερα φύρειν καὶ ἀναμιγνύναι τοῖς ἄλλοις, τὴν δὲ ἀλάβαστρον ἔχουσαν ἑστάναι· τὴν δὲ ἄγγος ἕτερον, καὶ ἄλλην ἄλλο τι μεταχειρίζειν, καὶ οὕτως αὐτῶν τὴν τε διάνοιαν καὶ τὰς εἴρας ἐκείνῳ προσηλώσασα τῷ ἔργῳ, οὐκ ἐᾷ διαφθαρῆναί τι τῇ σπουδῇ, ἐφεστῶσα διόλου, καὶ μὴ συγχωροῦσα πλανᾶσθαι ἔξω καὶ κεχηνέναι τὰς ὄψεις· οὕτω καὶ ἡ ψυχὴ τὸ πολυτελὲς τοῦτο μύρον κατασκευάζουσα, τὴν κατάνυξιν λέγω, τὰς αἰσθήσεις ἄγει πρὸς ἑαυτήν, τὴν ῥαθυμίαν αὐτῶν περικόπτουσα. Αὐτίκα γοῦν εἲ ποτε συμβαίη συστρέψασαν ἑαυτὴν λογίζεσθαί τι τῶν δεόντων καὶ θεοφιλῶν, ἐρήμους τῶν ἐνεργειῶν τὰς αἰσθήσεις καθίστησιν, ὥστε μηδὲν τῶν περιττῶν ἐπεισαγούσας ἀκαίρως διαταράξαι τὴν ἔνδον γινομένην ἡσυχίαν αὐτῇ. Διὸ καὶ προσπίπτουσι μὲν φωναὶ ταῖς ἀκοαῖς, καὶ θεωρίαι ταῖς ὄψεσι· παραπέμπεται δὲ ἔνδον οὐδέν, τῆς ἑκάστου τούτων ἐνεργείας τῶν μελῶν ἐστραμμένης πρὸς τὴν ψυχήν. Καὶ τὶ λέγω φωνὰς καὶ θεωρίας, ὅπου γε πολλοὶ τῶν ἐν ταύτῃ γενομένων τῇ καταστάσει, οὐ μόνον τὸς παριόντας πρὸ τῶν ὀφθαλμῶν, ἀλλὰ καὶ τοὺς ἐνωθοῦντας αὐτοῖς ἀπῆλθον μὴ αἰσθόμενοι; Τοσαύτη γὰρ τῆς ψυχῆς ἡ ἀρετή, ὡς εἶναι ῥᾴδιον τῷ βουλομένῳ διατρίβειν μὲν ἐπὶ τῆς γῆς, ὥσπερ δὲ ἐν οὐρανῷ καθημένῳ μηδενὸς ἐπαισθάνεσθαι τῶν γινομένων ἐπὶ τῆς τῆς.

β’. Τοιοῦτος ὁ μακάριος Παῦλος ἦν, ὃς τοσοῦτον ἀφειστήκει τῶν παρόντων ἁπάντων ἐν μέσαις στρεφόμενος πόλεσιν, ὅσον τῶν νεκρῶν ἀφεστήκαμεν σωμάτων ἡμεῖς. Ὅταν γὰρ λέγῃ· «Ἐμοὶ κόσμος ἐσταύρωται», ταύτην λέγει τὴν ἀναισθησίαν· μᾶλλον δὲ οὐ ταύτην μόνην, ἀλλὰ καὶ ἑτέραν τοιαύτην, ὡς εἶναι τὴν προειρημένην διπλῆν. Οὐ γὰρ εἶπε μόνον, «Ἐμοὶ κόσμος ἐσταύρωται», καὶ ἐσιώπησεν, ἀλλὰ καὶ τῆς ἐπαγωγῆς καὶ ἑτέραν ἐδήλωσεν εἰπών, ὅτι «Κἀγὼ τῷ κόσμῳ». Μεγάλη μὲν οὖν φιλοσοφία καὶ τὸ νομίζειν νεκρὸν εἶναι τὸν κόσμον, πλείων δὲ ταύτης καὶ πολλῷ μείζων τὸ καὶ αὐτὸν ὡς τεθνηκότα διακεῖσθαι πρὸς ἐκεῖνον. Ὅπερ οὖν ὁ Παῦλος ἐνέφηνε, τοιοῦτον δὴ τὶ ἐστι· λέγει γὰρ οὐ τοσοῦτον ἀπέχειν τῶν παρόντων, ὅσον οἱ ζῶντες τῶν νεκρωθέντων, ἀλλ’ ὅσον οἱ νεκροὶ τῶν νεκρῶν. Διότι ὁ μὲν ζῶν, εἰ καὶ μὴ ἐπιθυμεῖ τοῦ τετελευτηκότος, ἀλλ’ ἑτέρως αἰσθάνεται, ἢ καὶ θαυμάζων ἔτι τὸ κάλλος τοῦ κειμένου, ἢ καὶ ἐλεῶν αὐτὸν καὶ δακρύων· ὁ δὲ νεκρὸς πρὸς τὸν ἀπελθόντα οὐδὲ ταύτην ἔχει τὴν σχέσιν καὶ τὴν διάθεσιν. Τοῦτο τοίνυν ἐμφῆναι βουλόμενος, εἰπών, «Ἐμοὶ κόσμος ἐσταύρωται», ἐπήγαγε, «κἀγὼ τῷ κόσμῳ». Ὁρᾷς πόσον ἀφειστήκει τῆς οἰκουμένης, πῶς ἐν τῇ γῇ βαδίζων πρὸς αὐτὴν ἀνεπεπηδήκει τοῦ οὐρανοῦ τὴν κορυφήν;

Μὴ γὰρ μοι τὰς ἀκρωρείας εἴπῃς τῶν ὁρῶν, μηδὲ νάπας καὶ φάραγγας καὶ ἐρημίαν ἄβατον· οὐδὲ γὰρ ἱκανὰ ταῦτα μόνα ψυχῆς θόρυβον ἐξελεῖν· ἀλλὰ δεῖ τῆς φλογὸς ἐκείνης, ἣν ἀνῆψε μὲν ὁ Χριστὸς ἐν τῇ τοῦ Παύλου ψυχῇ, ἔτρεφε δὲ ὁ μακάριος ἐκεῖνος διὰ τούτου τοῦ πνευματικοῦ λογισμοῦ, καὶ πρὸς τοσοῦτον ὕψος ἐπῆρεν, ὡς κάτωθεν ἀρξαμένην ἀπὸ τῆς γῆς, πρὸς αὐτὸν φθάσαι τὸν οὐρανόν, καὶ τὸν ὑπὲρ τοῦτον οὐρανόν, καὶ τὸν μετ’ ἐκεῖνον πάλιν. Αὐτὸς μὲν γὰρ ἕως τρίτου ἡρπάγη οὐρανοῦ· ὁ δὲ πόθος αὐτοῦ καὶ ἡ πρὸς τὸν Χριστὸν ἀγάπη οὐ τρεῖς μόνον, ἀλλὰ καὶ πάντας τοὺς οὐρανοὺς ὑπερηκόντισε. Τὸ μὲν γὰρ σῶμα βραχὺς ἦν, καὶ πλέον ἡμῶν κατὰ τοῦτο εἶχεν οὐδέν· τῇ δὲ πνευματικῇ διαθέσει πάντας τοὺς ὄντας ἀνθρώπους ἐπὶ τῆς γῆς ἐκ πολλοῦ τοῦ περιόντος παρήλασεν. Καὶ οὐκ ἂν τις ἁμάρτοι τούτου γε ἕνεκα τοιαύτῃ τινὶ τὸν ἅγιον ἐκεῖνον εἰκόνι παραβαλών, ὥσπερ ἂν εἲ τις φλὸξ τὰ νῶτα πάσης ἐπισχοῦσα τῆς γῆς, καὶ πρὸς ὕψος ἀρθεῖσα πάντοθεν παρέλθοι τὴν οὐράνιον ἀψῖδα, καὶ τὸν ὑπὲρ ταύτης ἀέρα διαδραμοῦσα, εἴτε ἀὴρ ἐστι, εἴθ’ ὃ τὶ ποτε, πληρῶσαι τοῦ πυρὸς τὸ μέσον τῶν δύο τούτων οὐρανῶν, καὶ μηδὲ ἐνταῦθα σταίη τοῦ δρόμου, ἀλλὰ καὶ πρὸς τὸν τρίτον ἀθρόως ἐκπηδήσασα ἀναβαίη, καὶ πάντα ἐργάσαιτο μίαν πυράν, τοσοῦτον μὲν ἔχουσαν πλάτος, ὅσον τὸ εὖρος πάσης τῆς γῆς, τοσοῦτον δὲ ὕψος, ὅσον ἀπὸ τοῦ τρίτου οὐρανοῦ πρὸς ἡμᾶς. Μᾶλλον δὲ οὐδὲ τὸ πολλοστὸν τῆς ἀγάπης αὐτοῦ μέρος εἰρηκέναι μοι δοκῶ. Καὶ ὅτι οὐχ ὑπερβολὴ ἐστι τὰ ῥήματα, εἴσεταί τις ἀκριβῶς τὰ πρὸς Δημήτριον ἡμῖν ταύτης ἕνεκεν γραφέντα τῆς ὑποθέσεως ἐπελθών. Οὕτω δεῖ φιλεῖν τὸν Χριστόν, οὕτω τῶν παρόντων ἀφεστάναι πραγμάτων. Τοιαύτας εἶχον καὶ οἱ ἅγιοι προφῆται ψυχάς· διὰ τοῦτο καὶ ἑτέρους ἔλαβον ὀφθαλμούς. Τὸ μὲν οὖν ἀποστῆσαι τῶν παρόντων ἑαυτούς, τῆς ἐκείνων σπουδῆς ἦν· τὸ δὲ μετὰ ταῦτα ἑτέρας ἀνοιγῆναι πρὸς τὴν τῶν μελλόντων θεωρίαν ὄψεις αὐτοῖς, τῆς τοῦ Θεοῦ λοιπὸν ἐγίνετο χάριτος. Τοιοῦτος Ἐλισσαῖος ἦν, ὃς ἐπειδὴ πάντων ἀπέστη τῶν βιωτικῶν, καὶ τῆς βασιλείας ἠράσθη τῆς ἐν τῷ οὐρανῷ, καὶ τὰ παρόντα διέπτυσεν ἅπαντα, βασιλείαν καὶ δυναστείαν καὶ δόξαν λέγω, καὶ τὴν παρὰ πάντων τιμήν, εἶδεν ἃ μηδεὶς ἕτερος εἶδέ ποτε, ὄρος ὁλόκληρον ἵππων πυρίνων καὶ ἁρμάτων καὶ στρατιωτῶν τοιούτων παρατάξει κρυπτόμενον. Ὁ μὲν γὰρ τὰ παρόντα θαυμάζων, οὐκ ἂν ἀξιωθείη τῆς τῶν μελλόντων θεωρίας ποτέ· ὁ δὲ τούτων ὑπερορῶν, καὶ οὐδὲν ἄμεινον σκιᾶς καὶ ὀνείρατος αὐτὰ διακεῖσθαι νομίζων, ταχέως ἐπιτεύξεται τῶν μεγάλων ἐκείνων καὶ πνευματικῶν. Ἐπεὶ καὶ ἡμεῖς τότε τὸν πλοῦτον τὸν ἀνδράσι προσήκοντα τοῖς παισὶν ἐπιδείκνυμεν τοῖς ἡμετέροις, ὅταν ἄνδρας αὐτοὺς γενομένους ἴδωμεν, καὶ τῶν παιδικῶν ὑπερορῶντας ἁπάντων· ἕως δ’ ἂν ἐκεῖνα θαυμάζωσιν, ἀναξίους τούτων εἶναι νομίζωμεν. Ψυχὴ γὰρ μὴ μελετήσασα τῶν μικρῶν καὶ βιοτικῶν καταφρονεῖν, οὐ δυνήσεται θαυμάσαι τὰ ἐν τοῖς οὐρανοῖς· ὥσπερ ἐκεῖνα θαυμάζουσα, οὐ δυνήσεται τούτων μὴ καταγελᾷν. Τοῦτο καὶ ὁ μακάριος Παῦλος ἔλεγεν· εἰ γὰρ καὶ περὶ δογμάτων εἴρηται τὸ λεχθέν, ἔχοι ἂν καιρὸν καὶ περὶ τρόπων εἰρῆσθαι καὶ δωρεῶν, ὅτι «Ὁ ψυχικὸς ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ».

γ’. Ὅπερ οὖν ἔφην, ἐρημίας ἐπιζητῶμεν, μὴ τὰς ἐκ τόπων μόνον, ἀλλὰ καὶ τὰς ἀπὸ τῆς προαιρέσεως, καὶ πρὸ τῶν ἄλλων ἁπάντων τὴν ψυχὴν εἰς αὐτὴν ἄγωμεν τὴν ἀοίκητον. Μετὰ γὰρ τῆς τοιαύτης καταστάσεως καὶ ὁ μακάριος Δαυῒδ πόλιν οἰκῶν, καὶ βασιλείαν οἰκονομῶν, καὶ μυρίαις περιβεβλημένος φροντίσι, τῶν τὰς ἐρημίας κατειληφότων θερμότερον συνείχετο τῷ τοῦ Χριστοῦ πόθῳ. Τὰ γὰρ δάκρυα καὶ τὰς οἰμωγὰς καὶ τοὺς ὀλοφυρμοὺς ἐκείνους, τοὺς ἐν ἡμέρᾳ, τοὺς ἐν νυκτί, μόλις ἕνα που καὶ δεύτερον τῶν νῦν ἐσταυρωμένων ἐπιδεικνύμενον ἴδοι τις ἄν, εἲ γὲ τις ὅλως ἐστί. Μὴ γὰρ τοὺς θρήνους ἐξετάσωμεν μόνον, ἀλλὰ καὶ τὶς ὢν ἐποιεῖτο τούτους ἴδωμεν ἀκριβῶς. Οὐ γὰρ ἐστιν ἴσον, ἐν ἀξιώματι τοσούτῳ τυγχάνοντα, καὶ παρὰ πάντων θεραπευόμενον, καὶ μηδένα τὸν ἐπιτιμῶντα ἔχοντα ταπεινοῦσθαι καὶ κάμπτεσθαι καὶ κατεσθίειν ἑαυτόν, καὶ πάντων τούτων ἀπεστερημένον τὸ αὐτοῦ δὴ τοῦτο ποιεῖν. Ὁ μὲν γὰρ βασιλεὺς πολλὰ ἔχει τὰ πρὸς διάχυσιν αὐτὸν ἐξάγοντα, καὶ συστεῖλαι κωλύοντα τὴν ψυχήν. Καὶ γὰρ ὑπὸ τῆς καθημερινῆς τρυφῆς διαλύεται καὶ χαῦνος γίνεται, καὶ ὑπὸ τῆς ἐξουσίας φυσᾶται καὶ πρὸς ἀπόνοιαν αἴρεται· ἐκκαίει δὲ καὶ ὁ τῆς δόξης ἔρως αὐτόν, καὶ ὁ τῶν σωμάτων οὐχ ἧττον, ὑπὸ μὲν τῆς ἐξουσίας τικτόμενος, τρεφόμενος δὲ ὑπὸ τῆς τρυφῆς. Πρὸς τούτοις αἱ τῶν φροντίδων νιφάδες πάντοθεν αὐτὸν βάλλουσαι τῶν παθῶν ἐκείνων οὐκ ἔλαττον θορυβοῦσιν αὐτοῦ τὴν ψυχήν· ὅθεν οὐδὲ μικρὰν παρείσδυσιν ἡ κατάνυξις εὑρεῖν δυνήσεται, τοσούτοις εἰργομένη τειχίσμασιν· ἀγαπητὸν γὰρ καὶ πάντων τούτων ἀπηλλαγμένην δυνηθῆναι ἐν αὐτῇ τοῦτο φυτεῦσαι τὸ καλόν. Ὁ δὲ ἰδιώτης πάσης ταύτης ἔξω τῆς ταραχῆς ἕστηκεν, ἂν μὴ λίαν ᾖ διεστραμμένος· διὸ καὶ μετ’ ἐλάττονος δυσκολίας ἐπὶ τὸ πρᾶγμα δυνήσεται ἐλθεῖν· ἀλλ’ οὐχ ὁ ἐν δυναστείᾳ καὶ ἀρχῇ καὶ θεραπείᾳ τοσαύτῃ. Καὶ ὥσπερ χαλεπὸν μᾶλλον δὲ ἀδύνατον ἀναμίξαι ὕδατι πῦρ, οὕτως, οἶμαι, τρυφὴν καὶ κατάνυξιν εἰς ταὐτὸ συναγαγεῖν· ἐναντίαν γὰρ ταῦτα, καὶ ἀλλήλων ἐστὶν ἀναιρετικά. Ἡ μὲν γὰρ δακρύων ἐστὶ μήτηρ καὶ νήψεως, ἡ δὲ γέλωτος καὶ παραφορᾶς· καὶ ἡ μὲν κούφην καὶ ὑπόπτερον ἐργάζεται τὴν ψυχήν, ἡ δὲ αὐτὴν παντὸς μολύβδου βαρυτέραν καθίστησι. Καὶ οὔπω δὴ τὸ πάντων μεῖζον εἶπον, ὅτι ὁ μὲν ἐν χρόνοις ἐπολιτεύετο οὐδὲν μέγα ἀπαιτοῦσιν εἰς πολιτείας ἀκρίβειαν· ἡμεῖς δὲ τότε εἰς τὸν ἀγῶνα καθήκαμεν, ὅτε οὐ μόνον τὰ ἄλλα, ἀλλὰ καὶ αὐτὸ τὸ γελᾷν πολλὴν ἔχει τὴν κόλασιν, ἐπαινεῖται δὲ πανταχοῦ τὸ πενθεῖν καὶ τὸ θλίβεσθαι. Ἀλλ’ ὅμως ὁ μακάριος ἐκεῖνος πάντα ταῦτα διακόψας τὰ κωλύματα, οὕτως αὐτῆς ἐπελάβετο σφοδρῶς, ὡς τὴν πολλῶν εἶς ὤν, καὶ μηδὲ ὄναρ ποτὲ βασιλείαν, μηδὲ τὴν ἐν βασιλείοις πολυτέλειαν θεασάμενος, καὶ τοσαύτην ἐν ἁλουργίδι καὶ διαδήματι καὶ θρόνῳ βασιλικῷ τὴν κατάνυξιν ἐπεδείξατο, ὅσην ὁ ἐν σάκκῳ καὶ σποδῷ καὶ ἐν ἐρημίᾳ καθήμενος. Καὶ γὰρ οἷς ἂν γνησίως τοῦτο παραγένηται τὸ καλόν, τοσαύτην ἐπιδείκνυται τὴν ἰσχύν, ὅσην ἐν ταῖς ἀκάνθαις τὸ πῦρ. Τοῦτο κἂν ὑπὸ μυρίων ἀγχόμενον εὕρῃ κακῶν, κἂν πολλὰ τὰ σχοινία τῶν ἁμαρτημάτων περικείμενον, κἂν σφοδρὰν τῶν ἐπιθυμιῶν τὴν φλόγα καίουσαν, κἂν πολὺν τῶν βιωτικῶν πραγμάτων περιεστῶτα θόρυβον, πάντα ἐκεῖνα εὐθέως σφόδρα τινι μάστιγι κατ’ ἄκρας ἐλαύνουσα πόῤῥω καθίστησι τῆς ψυχῆς. Καὶ καθάπερ πρὸς ἀνέμου βίαν ραγδαίου οὐκ ἂν ποτε σταίη κόνις λεπτή, οὕτως οὐδὲ τὸ τῶν ἐπιθυμιῶν πλῆθος κατανύξεως ῥύμην ἐμπεσοῦσαν δυνήσεται ἐνεγκεῖν, ἀλλ’ ἀφανίζεται καὶ διαχεῖται καὶ κόνεως καὶ καπνοῦ θᾶττον παντός. Εἰ γὰρ ὁ τῶν σωμάτων ἔρως οὕτω δουλοῦται τὴν ψυχήν, ὡς πάντων αὐτὴν ἀπαγαγεῖν, καὶ τῇ τῆς ἐρωμένης προσηλῶσαι τυραννίδι μόνῃ τὶ οὐκ ἂν ὁ τοῦ Χριστοῦ πόθος ἐργάσαιτο, καὶ τὸ δέος τῆς ἐκείνου ἀλλοτριώσεως; Ἅπερ ἀμφότερα ταῦτα οὕτως ἔστρεφε τοῦ προφήτου τὴν ψυχήν, ὡς ποτὲ μὲν λέγειν· «Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχὴ μου πρὸς σέ, ὁ Θεός»· καὶ πάλιν, «Ἡ ψυχὴ μου ὡς γῆ ἄνυδρός σοι»· καί, «Ἐκολλήθη ἡ ψυχὴ μου ὀπίσω σου»· ποτὲ δέ, «Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργὴ σου παιδεύσῃς με».

δ’. Καὶ μὴ μοὶ λεγέτω τις, ὅτι τὴν ἁμαρτίαν αὐτοῦ πενθῶν τοῦτον ἔγραψε τὸν ψαλμόν· οὐ γὰρ ἀληθὲς τοῦτο, οὐδὲν ἀφίησιν ὑποπτεῦσαί τι τοιοῦτον τὰ ἐπιγεγραμμένα ἄνωθεν γράμματα. Εἰ μὲν γὰρ μηδεὶς εἶχε τὴν ὑπόθεσιν δεῖξαι προγεγραμμένην, ἐνῆν τῷ βουλομένῳ τοῦτον ἐκείνοις ἁρμόσαι τοῖς πράγμασι τὸν ψαλμόν· εἰ δὲ ὁ ἐπ’ ἐκείνοις λεχθεὶς δῆλός ἐστιν, οὗτος δὲ ἑτέραν ἔχει τὴν ὑπόθεσιν, μή, παρακαλῶ, μὴ συγχέωμεν τὰ θεῖα, μηδὲ τῶν ὑπὸ Πνεύματος εἰρημένων δογμάτων κυριωτέρους εἶναι τοὺς ἡμετέρους ψηφιζώμεθα λογισμούς. Τὶς οὖν ἐστιν ἡ ἐπιγραφή; «Ὑπὲρ τῆς ὀγδόης», φησί. Τὶς δὲ ἐστιν ἡ ὀγδόη, ἀλλ’ ἢ ἡ ἡμέρα τοῦ Κυρίου ἡ μεγάλη καὶ ἐπιφανής, ἡ ὡς κλίβανος καιομένη, ἡ καὶ τὰς ἄνω δυνάμεις τρέμειν παρασκευάζουσα («Σεισθήσονται γάρ, φησί, καὶ δυνάμεις τῶν οὐρανῶν»), ἡ πῦρ δεικνύουσα προτρέχον τοῦ βασιλέως τότε ἐκείνου; Ὀγδόην δὲ αὐτὴν ἐκάλεσε, τὸ τῆς καταστάσεως ἐνηλλαγμένον ἐμφαίνων, καὶ τῆς μελλούσης ζωῆς τὴν ἀνανέωσιν. Ὁ μὲν γὰρ παρὼν βίος οὐδὲν ἕτερόν ἐστιν, ἀλλ’ ἢ ἑβδομὰς μία, ἀρχόμενος μὲν ἀπὸ τῆς πρώτης ἡμέρας, τελευτῶν δὲ εἰς τὴν ἑβδόμην, καὶ πάλιν τοῖς αὐτοῖς ἀνακυκλούμενος διαστήμασι, καὶ εἰς τὴν αὐτὴν ἀνιὼν ἀρχήν, καὶ καταβαίνων εἰς τὴν τελευτήν. Διόπερ ὀγδόην ἡμέραν οὐκ ἂν τις εἴποι ποτὲ τὴν Κυριακήν, ἀλλὰ πρώτην· οὐ γὰρ ἐκτείνεται εἰς ὄγδοον ἀριθμὸν ὁ τῆς ἑβδομάδος κύκλος. Ὅταν δὲ ταῦτα πάντα παύσηται καὶ καταλυθῇ, τότε ὁ τῆς ὀγδοάδος δρόμον εἰς μέσον ἄγεται· οὐ γὰρ ἀνατρέχει πάλιν ἐπὶ τὴν ἀρχήν, ἀλλὰ τῶν ἑξῆς ἔχεται διαστημάτων. Ὁ τοίνυν προφήτης ὑπὸ πολλῆς κατανύξεως ἐγγεγραμμένην τῆς κρίσεως τὴν μνήμην εἶχε διαπαντός, καὶ τὴν ἡμέραν ἐκείνην ἐν τοσαύτῃ θεραπείᾳ καὶ τρυφῇ διηνεκῶς ἔστρεφε παρ’ ἑαυτῷ, ἣν ἐν ταῖς θλίψεσι μόλις ἡμεῖς εἰς μνήμην λαμβάνομεν· καὶ τὰ κρίματα αὐτοῦ συνεχῶς ἀναλογιζόμενος τοῦτον ἔγραψε τὸν ψαλμόν. Καὶ τὶ φησι; «Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με»· θυμὸν καὶ ὀργὴν λέγων τὴν ἐπίτασιν τῆς τιμωρίας (οἶδε γὰρ παντὸς πάθους τὸ Θεῖον ἀπηλλαγμένον), καίτοι γε ἑαυτῷ συνειδὼς οὐ κολάσεως οὐδὲ τιμωρίας, ἀλλὰ τιμῆς ἄξια καὶ στεφάνων. Ἢ τε γὰρ πίστις, δι’ ἧς κατήνεγκε τὸν τῶν ἀλλοφύλων πύργον, καὶ τὸ πᾶν τῶν Ἰουδαίων ἔθνος ἐξ αὐτῶν ἥρπασε τῶν τοῦ θανάτου πυλῶν, ἢ τε τὸν ἠδικηκότα εὐεργεσία γενομένη καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις, καὶ πρὸς τούτων ἡ τοῦ Θεοῦ περὶ αὐτοῦ ψῆφος ἐξενεχθεῖσα, πᾶσαν ἱκανὴ δεῖξαι τοῦ ἀνδρὸς τὴν ἀρετήν, καὶ τῶν κατορθωμάτων μᾶλλον αὐτῶν. Τὰ μὲν γὰρ ἔργα, κἂν ᾖ μεγάλα καὶ θαυμαστά, ὅμως πονηρὰ ὑποπτευθῆναι δύναιτ’ ἄν, εἰ καὶ τὰ μάλιστα πάσης ὑποψίας ἀπήλλακτο τοῦ δικαίου τὰ κατορθώματα· ὅταν δὲ ὁ Θεὸς ὁ μαρτυρῶν ᾗ, πάσης ἐκτὸς ὑποψίας ἡ ψῆφός ἐστιν· οὐ γάρ, εἰ μὴ τὴν ἀκριβεστάτην βάσανον τῆς ἀρετῆς ἐπεδείξατο, τῆς ἐν τοῖς οὐρανοῖς ἀνακηρύξεως ἔτυχεν ἄν. Τὶ οὖν ὁ Θεὸς φησι περὶ αὐτοῦ; «Εὗρον Δαυῒδ τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου». Ἀλλ’ ὅμως μετὰ τὴν τοιαύτην κρίσιν καὶ τὰς τοσαύτας ἀνδραγαθίας, τὰ τῶν κατεγνωσμένων ἐφθέγγετο ῥήματα, καὶ οὐδεμίαν ἐχόντων παῤῥησίαν πρὸς τὸν Θεόν, πληρῶν ἐκεῖνο τὸ εὐαγγελικόν, τό, «Ὅταν πάντα ποιήσητε, λέγετε, ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν». Τὶ τούτων πλέον ἐφθέγξατο ὁ ὄντως μυρίων γέμων κακῶν ὁ τελώνης ἐκεῖνος, ὁ μηδὲ ἀναβλέψαι εἰς τὸν οὐρανὸν ὑπομένων, μηδὲ μακρὸν κατατεῖναι λόγον, μηδὲ πλησίον στῆναι τοῦ Φαρισσαίου τολμῶν; Ὁ μὲν γὰρ ὠνείδιζεν αὐτὸν λέγων, ὅτι «Οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης»· ὁ δὲ ὡς μηδὲν ἀκούσας δυσχερὲς καὶ κατεδέξατο τὸ λεχθέν, καὶ οὐ μόνον οὐκ ἠγανάκτησεν, ἀλλὰ καὶ τὸν ὑβριστὴν ἐκεῖνον καὶ ἀλαζόνα τοσαύτῃ τετίμηκε τιμῇ, ὡς μηδὲ τῆς πατουμένης ὑπ’ ἐκείνου γῆς ἄξιον εἶναι νομίζειν ἑαυτόν· καὶ ῥῆμα μὲν εἶπεν οὐδέν, πλὴν ὅσον τὰς ἁμαρτίας ὁμολογῆσαι τὰς ἑαυτοῦ· τὰ δὲ στέρνα τύπτων σφοδρῶς, οὕτω παρεκάλει ἵλεων γενέσθαι τὸν Θεόν. Ἀλλὰ τὸ μὲν ἐκεῖνον ταῦτα ποιεῖν οὐδὲν θαυμαστόν· τὸ γὰρ τῶν ἁμαρτημάτων πλῆθος ἀκὶ ἑκόντα αὐτὸν καὶ ἄκοντα κάτω κύπτειν ἠνάγκαζε· τὸ δὲ τὸν δίκαιον καὶ μηδὲν ἑαυτῷ συνειδότα τοιοῦτον μετὰ τῆς αὐτῆς τῷ τελώνῃ προσιέναι καταγνώσεως, τοῦτό ἐστι τὸ παράδοξον, καὶ ψυχῆς ὄντως συντετριμμένης σημεῖον. Τοῦ γάρ, «Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ», τὶ διενήνοχε τό, «Κύριε μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με»; Μᾶλλον δὲ τοῦτο ἐκείνου καὶ πολλῷ πλέον ἐστίν. Ὁ μὲν γὰρ τελώνης οὐδὲ ἀναβλέψαι εἰς τὸν οὐρανὸν οὐκ ἐτόλμησεν, ὁ δὲ δίκαιος τούτου μεῖζον ἐποίησεν. Ἐκεῖνος μὲν γὰρ ἔλεγεν, «Ἱλάσθητί μοι», οὗτος δὲ οὐδὲ τοῦτο ἐθάῤῥησεν εἰπεῖν· οὐ γὰρ εἶπε, «Μὴ ἐλέγξῃς μέ», ἀλλά, «Μὴ τῷ θυμῷ σοῦ», οὐδέ, «Μὴ παιδεύσῃς μέ», ἀλλά, «Μὴ τῇ ὀργῇ σου», οὐ τὸ μὴ κολασθῆναι, ἀλλὰ τὸ μὴ σφόδρα τοῦτο παθεῖν αἰτῶν. Ὥστε πάντοθεν αὐτοῦ τὸ ταπεινὸν τῆς ψυχῆς ἔστιν ἰδεῖν, ἀπὸ τε τοῦ τοσαύτης ἑαυτὸν κολάσεως ἄξιον εἶναι νομίζειν, ἀπὸ τε τοῦ μὴ τολμᾷν ὑπὲρ παντελοῦς συγχωρήσεως ἀξιοῦν τὸν Θεόν· ὃ τῶν σφόδρα κατεγνωσμένων ἐστί, καὶ πεπεικότων ἑαυτοὺς ὅτι πάντων εἰσὶ τῶν ἀνθρώπων ἁμαρτωλότεροι. Καὶ τὸ δὴ τούτου μεῖζον, ὅτι καὶ αὐτὸ τὸ μὴ σφόδρα κολασθῆναι ἀπὸ τοῦ ἐλέους καὶ τῆς φιλανθρωπίας τοῦ Θεοῦ λαβεῖν, ὡς ἐξησθενηκώς, ἀξιοῖ· «Ἐλέησον γὰρ με, φησίν, ὅτι ἀσθενὴς ειμι». Τὶ τοῦτο; Ὁ τοιαύτης μαρτυρίας ἀπολαύσας, καὶ τὰ κρίματα τοῦ Θεοῦ μὴ ἐπιλανθανόμενος («Τὰ κρίματα σου γάρ, φησίν, οὐκ ἐπελαθόμην»), ὁ τοῦ ἡλίου φαιδρότερον λάμπων, οὗτος τοιαῦτα φθέγγεται ῥήματα; Ναί· τοῦτο γὰρ ἐστι τὸ θαυμαστόν, ὅτι οὕτω μεγάλα κατορθῶν οὐδὲν οὐδέποτε μέγα οὔτε εἶπέ τι, οὔτε ἐνόμισε περὶ ἑαυτοῦ, ἀλλὰ πάντων ἔσχατον ἑαυτὸν εἶναι ἐδόκει, καὶ ἀπὸ μόνης ἠξίου τῆς τοῦ Θεοῦ σώζεσθαι φιλανθρωπίας, ὡσανεὶ ἔλεγε· Ἄξιος μὲν εἰμὶ τιμωρίας ἀπαραιτήτου, καὶ τοῦ κολασθῆναι ἀθάνατα· διὰ δὲ τὸ μηκέτι δύνασθαι φέρειν ἀξιῶ μοι λύσιν γενέσθαι τῶν παρόντων κακῶν· καθάπερ τῶν οἰκετῶν οἱ μυρία ἐργασάμενοι δεῖνα, ὅτι μὲν οὐχ ἥμαρτον οὐκ ἂν ἔχοιεν εἰπεῖν, διὰ δὲ τὸ τὴν ὀδύνην ἀφόρητον εἶναι τὴν ἀπὸ τῶν μαστίγων, ἀξιοῦσιν ἀνεθῆναι λοιπὸν τῶν πληγῶν. Ἐγὼ δὲ αὐτὸν καὶ ἄλλην ἀσθένειαν οἶμαι αἰνίττεσθαι νῦν. Τίνα δὴ ταύτην; Τὴν ἀπὸ τῆς ἀθυμίας καὶ τῶν ὀδυρμῶν ἐγγινομένην αὐτῷ. Εἴωθε γὰρ ἡ τῆς λύπης ὑπερβολή, ὅταν ἡμῖν ἐπισκήψῃ σφοδρότερον, ἅπασαν περιτρώγειν τῆς ψυχῆς τὴν ἰσχύν. Ὅπερ οἶμαι καὶ τὸν δίκαιον πεπονθέναι ἐκ τοῦ σφόδρα καταγινώσκειν ἑαυτοῦ, καὶ μηδέποτε χρηστὰς ἑαυτῷ ὑποτείνειν ἐλπίδας, ἀλλὰ τὰς ἐναντίας ἀεί. Τοῦτο γοῦν καὶ ἐκ τῶν ἑξῆς δῆλον ποιεῖ· «Ἐλέησον γὰρ με, ἐπήγαγεν, ὅτι ἀσθενὴς ειμι· ἴασαί με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου, καὶ ἡ ψυχὴ μου ἐταράχθη σφόδρα». Πρότερον εἰπών· «Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με». Εἰ δὲ ὁ συνειδὸς ἔχων οὕτω καθαρὸν ἀξιοῖ μὴ γενέσθαι τῶν πεπραγμένων ἐξέτασιν ἀκριβῆ, τὶ ποιήσομεν ἡμεῖς οἱ τοσούτοις ἐναπειλημμένοι κακοῖς, καὶ τοσοῦτον ἀπᾴδοντες τῆς παῤῥησίας ἐκείνου, καὶ μηδὲ τὸ πολλοστὸν τῆς ἐξομολογήσεως ἐκείνης ἐπιδειξάμενοι μέρος; Πόθεν οὖν ὁ μακάριος οὕτως ἐξωμολογεῖτο; Πεπαίδευτο ὅτι οὐδεὶς δικαιωθήσεται ἐνώπιον τοῦ Θεοῦ, καὶ ὅτι καὶ ὁ δίκαιος μόλις σώζεται. Διὰ τοῦτο ποτὲ μὲν παρακαλεῖ λέγων, «Μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου»· ποτὲ δέ, «Ἐλέησόν με, Κύριε, ὅτι ἀσθενεῖς εἰμι».

ε’. Τοῦτο γὰρ ἄξιον πανταχοῦ σκοπεῖν, πῶς οὐδαμοῦ μέμνηται τῶν οἰκείων κατορθωμάτων, ἀλλ’ ἐπὶ τὴν φιλανθρωπίαν τοῦ Θεοῦ ῥίπτει τὴν σωτηρίαν τὴν ἑαυτοῦ. Τοῦτο γὰρ συντετριμμένης ψυχῆς, τοῦτο τεταπεινωμένου πνεύματος, τοῦτο ποιεῖ μεγάλα κατορθοῦντα τῶν ἁμαρτωλῶν μᾶλλον δεδοικέναι καὶ τρέμειν. Ὅτι γὰρ ἔτρεμε μὲν οὕτω καὶ ἐδεδοίκει, ἄκουσον αὐτοῦ λέγοντος· «Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τὶς ὑποστήσεται»; ᾔδει γάρ, ᾔδει σαφῶς, ὅτι πολλῶν ἐσμεν ὀφλημάτων ὑπεύθυνοι τῷ Θεῷ, καὶ ὅτι τὰ μικρότατα τῶν ἁμαρτημάτων μεγάλης ἀξιοῦται τιμωρίας· ἔγνω προορῶν ἄνωθεν ἅπερ ἔμελλε νομοθετεῖν ὁ Χριστὸς ἐλθών· οὐ φόνων μόνον, ἀλλὰ καὶ ὕβρεων καὶ λοιδοριῶν καὶ ἐννοιῶν πονηρῶν καὶ γέλωτος καὶ ἀκαίρου λόγου καὶ εὐτραπελίας καὶ τῶν ἔτι μικροτέρων χαλεπὴν κεῖσθαι τὴν δίκην ἐπίστευε. Διὰ τοῦτο καὶ ὁ Παῦλος, καίοι μηδὲν ἑαυτῷ συνειδώς, ἔλεγεν· «Οὐδὲν ἐμαυτῷ σύνοιδα, ἀλλ’ οὐκ ἐν τούτῳ δεδικαίωμαι». Τὶ δήποτε; Ὅτι καὶ εἰ μηδὲν κακὸν αὐτῷ εἴργαστο, ὥσπερ οὖν οὐδὲ εἴργαστο, τῆς γοῦν εἰς τὸν Θεὸν ὀφειλομένης τιμῆς οὐχ ἡγεῖτο πεπληρωκέναι τὸ μέτρον. Κἂν γὰρ μυριάκις ἀποθάνωμεν, κἂν πᾶσαν ἀρετὴν ἐπιδειξώμεθα, οὐδὲ τὴν ἀξίαν ἀποδεδώκαμεν τῶν εἰς ἡμᾶς ὑπηργμένων παρὰ τοῦ Θεοῦ τιμῶν.

Ὅρα γάρ· οὐδενὸς τῶν παρ’ ἡμῶν δεόμενος, ἀλλ’ αὐτὸς ἄκρων ἑαυτῷ, οὐκ ὄντας ἡμᾶς εἰς τὸ εἶναι παρήγαγε, ψυχὴν ἐνέπνευσεν, οἵαν οὐδενὶ τῶν ἐπὶ τῆς γῆς, παράδεισον ἐφύτευσεν, οὐρανὸν ἔτεινε, γῆν ὑπεστόρεσε, φωστῆρας ἀνῆψε λαμπρούς, καὶ τὴν μὲν γῆν λίμναις καὶ πηγαῖς καὶ ποταμοῖς καὶ ἄνθεσι κατεκόσμησε καὶ φυτοῖς, τὸν δὲ οὐρανὸν τῷ ποικίλῳ τῶν ἄστρων καταστίξας χορῷ, τῆς ἡμέρας ἡμῖν οὐχ ἧττον τὴν νύκτα χρησιμωτέραν εἰργάσατο διὰ τὴν ἐκ τοῦ ὕπνου ἐγγινομένην ἀνάπαυσιν καὶ ἰσχύν. Τῶν γὰρ σιτίων οὐχ ἧττον ἡμῖν οὗτος τρέφει τὰ σώματα· καὶ δῆλον ἐκεῖθεν· λιμοῦ μὲν γὰρ πολλάκις ἴδοι τις ἂν πολλὰς κατατολμῶντας ἡμέρας, ὕπνου δὲ οὐδὲ ὀλίγας δυνατόν. Καὶ τὴν ἐν ἡμέρᾳ δὲ γενομένην φλόγα, τὴν τε ἀπὸ τῆς ἀκτῖνος, τὴν τε ἀπὸ τῶν μόχθων τῶν καθημερινῶν καταψύχων καὶ διαλύων, οὕτως ἀκμάζοντας πάλιν ἡμᾶς πρὸς τοῦ πόνους ἀνίστησι· χειμῶνος δὲ ὥρᾳ, τῷ μήκει τοῦ δρόμου καὶ ἐπιπλέον ἡμῖν παρέχει τὴν ἀνάπαυσιν καὶ τὸ θάλπος, ὑπωροφίους εἶναι καταναγκάζων. Καὶ τὸ σκότος δὲ οὐχ ἁπλῶς οὐδὲ εἰκῆ τούτῳ συγκεκλήρωται τῷ καιρῷ, ἀλλ’ ὑπὲρ ἀναπαύσεως πλείονος. Ὥσπερ οὖν αἱ φιλόστοργοι τῶν μετέρων, ὅταν κατευνάσαι τὰ παιδία βουληθῶσιν ἀλύοντα, ὑπὸ τὰς ἀγκάλας θεῖσαι τὰς ἑαυτῶν, καὶ τῷ χιτωνίσκῳ τὰς ὄψεις περιβαλοῦσαι, κατακοιμίζουσιν· οὕτω καὶ ὁ Θεός, καθάπερ τι καταπέτασμα τὸ σκότας κατὰ τῆς οἰκουμένης ἁπλώσας, παύει τοὺς ἀνθρώπους τῶν πόνων. Εἰ γὰρ μὴ τοῦτο ἦν, ὑπὸ τῆς φιλοπραγμοσύνης ἢ φιλαργυρίας τῆς ἄγαν καὶ ὑπὸ τῶν πόνων ἅπαντες ἂν διεσπάσθημεν· νυνὶ δὲ καὶ ἄκοντας ἡμᾶς τῶν ἱδρώτων ἀνίησιν. Οὐ τὰ σώματα δὲ ἡμῖν ἀνίησι μόνον, ἀλλὰ καὶ τὴν ψυχὴν οὗτος ὁ νόμος τῶν σωμάτων οὐχ ἧττον. Τὶ γὰρ ἂν τις λέγοι τὴν ἐν τῷ καιρῶν τούτῳ γαλήνην, τὴν ἡσυχίαν, καὶ πῶς ἅπαντα γέμει σιγῆς, καὶ θορύβων ἐστὶ καθαρά,καὶ οὐκ ἔστιν ἀκοῦσαι κραυγῆς τινος καθάπερ ἐν ἡμέρᾳ, τῶν μὲν πενίαν ὀδυρομένων, τῶν δὲ ἐπήρειαν καταβοώντων, τῶν δὲ ἀῤῥωστίαν σώματος καὶ πησεις θρηνούντων, ,αἱ τῶν μὲν θάνατον τῶν οἰκείων, τῶν δὲ ζημίαν χρημάτων, τῶν δὲ ἄλλο τι τῶν ἀνθρωπίνων· πολλὰ δὲ ταῦτά ἐστιν· ὧν οὕτων ἁπάντων καθάπερ τρικυμιῶν ἐξαρπάσασα πρὸς τὸν αὐτῆς ἀναπαύει λιμένα τὸ τῶν ἀνθρώπων γένος ἡ νύξ. Καὶ διὰ μὲν τῆς νυκτὸς τοσαῦτα ἡμῖν τὰ ἀγαθά· διὰ δὲ τῆς ἡμέρας ταῦτα, ἅπερ ἅπαντες ἴσμεν. Τὶ ἂν τις εἴποι τὴν πρὸς τὰς ἐπιμιξίας εὐκολίαν γινομένην ἡμῖν; Ἵνα γὰρ μὴ τῆς ὁδοιπορίας τὸ μῆκος ἀποτροπὴ γίγνοιτο τῆς συνουσίας τῆς πρὸς ἀλλήλους, ἐπιτομωτέραν ἡμῖν ὁδὸν τὴν θάλασσαν ἀνῆκε πανταχοῦ τῆς γῆς ὁ Θεός, ἵνα ὥσπερ οἶκον ἕνα τὴν οἰκουμένην οἰκοῦντες, οὕτω θαμινὰ παρ’ ἀλλήλους βαδίζωμεν, καὶ τῶν παρ’ ἑαυτῷ ἕκαστος τῷ πλησίον μεταδιδοὺς εὐκόλως, ἀντιλαμβάνῃ τὰ παρ’ ἐκείνου, καὶ μικρὸν τῆς γῆς μέρος κατέχων, ὥσπερ ἁπάσης κύριος ὤν, τῶν ἁπάντων γινομένων ἀπολαύῃ καλῶν· καθάπερ ἐπὶ τραπέζης πλουσίας ἑκάστῳ τῶν δαιτυμόνων τὸ παρατεθειμένον αὐτῷ δόντι τὸ πόῤῥωθεν κατακειμένῳ, τὸ παρ’ ἐκείνῳ κείμενον ἀντιλαβεῖν ἔξεστι τὴν χεῖρα μόνον ἐκτείναντα. Εἰ δὲ τις καὶ τὰ ἀλλὰ πάντα ἐπελθεῖν ἐπιχειρήσειε τῷ λόγῳ, εἰς ἄφατον ἐκπεσεῖται μῆκος, καὶ οὐδὲ μικρὸν ἐπελεύσεται μέρος· πῶς γὰρ ἄνθρωπος ὢν καὶ τὴν ἄπειρον τοῦ Θεοῦ σοφίαν ἀναμετρεῖν ἐπιχειρῶν; Ἐννόησον γὰρ τέως τὰς τῶν φυτῶν διαφοράς, τῶν καρποφόρων, τῶν ἀκάρπων, τῶν ἐν ἐρήμοις, τῶν κατὰ τὴν οἰκουμένην, τῶν ἐν ὄρεσι, τῶν ἐν πεδίοις, ἴδε τὴν ἐν τοῖς σπέρμασι ποικιλίαν, τὴν ἐν ταῖς βοτάναις, τὴν ἐν τοῖς ἄνθεσι, τὴν ἐν τοῖς ζώοις τοῖς χερσαίοις, τοῖς ἀμφιβίοις, τῆς νηκτοῖς· ἐννόησον ὅτι τὰ ὁρώμενα ἅπαντα δι’ ἡμᾶς, οὐρανός, γῆ, θάλασσα, τὰ ἐν τούτοις ἅπαντα. Καθάπερ γὰρ τις βασιλεία ἑαυτῷ λαμπρὰ κατασκευάσας, πολλῷ μὲν ἀποστίλβοντα τῷ χρυσῷ, πολλῇ δὲ λάμποντα τῇ τῶν λίθων αἴγλη, οὕτω τὸν κόσμον τεκτηνάμενος ὁ Θεὸς ἤγαγε τὸν ἄνθρωπον βασιλεύοντα πάντων τῶν ἐν αὐτῷ. Καὶ τὸ πολλῷ θαυμασιώτερον, τούτου τοῦ οἴκου οὐκ ἀπὸ λίθων κατασκευάσας τὸν ὄροφον, ἀλλ’ ἐξ ἑτέρας ὕλης τιμιωτέρας αὐτὸν συμπηξάμενος, οὐδὲ λυχνίας χρυσῆς φλόγα ἀνάψας, ἀλλ’ ἄνωθεν τὰς λαμπάδας ἀφεὶς διατρέχειν τούτου τοῦ οἴκου τὴν στέγην ἐκέλευσεν, ὡς μὴ χρήσιμον μόνον, ἀλλὰ καὶ πολλὴν ἡμῖν εἶναι τὴν ἡδονήν· τὸ δὲ ἔδαφος ἀντὶ τραπέζης ἀνῆκε πολυτελοῦς. Καὶ ταῦτα παρέσχε τῷ μηδὲν οὐδέπω ἐπιδειξαμένῳ καλόν. Ἀλλ’ ὅμως μετὰ τὴν τοσαύτην δωρεὰν ἀγνώμονα περὶ τὸν εὐεργέτην γενόμενον, οὐδὲ τούτως ἐστέρησε τῆς τιμῆς, ἀλλ’ ἐκβαλὼν μόνον τοῦ παραδείσου, τούτῳ κολάζει, περαιτέρω προβῆναι τὴν ἀγνωμοσύνην κωλύων, καὶ τὴν ἐπὶ τὸ χεῖρον ἀναστέλλων ῥοπήν. Ταῦτα δὲ πάντα ἀναλογιζόμενος ὁ Ἀπόστολος, καὶ τούτων πλείονα, ἅτε Πνεύματι θείῳ κινούμενος, τὰ τε ἐξ ἀρχῆς, τὰ τε καθ’ ἑκάστην ἡμέραν, τὰ τε εἰς ἕνα ἕκαστον, τὰ τε εἰς ἅπαντα κοινὴ γινόμενα, καὶ τὰ φανερῶς, καὶ τὰ λάθρα πολλῷ πλείονα ὄντα τῶν φανερῶν, καὶ ἔτι τὰ κατὰ τὴν οἰκονομίαν τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, καὶ τὰ μέλλοντα ἀγαθά, καὶ πάντα ἁπλῶς περισκοπῶν, καὶ πανταχόθεν συλλέγων τοῦ Θεοῦ τὴν ἄφραστον ἀγάπην, καὶ ἐννοήσας, ὥσπερ εἰς πέλαγος ἐμπεσὼν ἀχανές, οὕτως ἐμάνθανεν ὅσων αἱ ἡλίκων ὑπεύθυνος ἦν, οὐδὲ τὸ πολλοστὸν ἀποδεδώκει μέρος. Διὸ δὴ ταῦτα ἐφθέγγετο, καὶ τὰ μὲν μικρὰ τῶν ἁμαρτημάτων μετὰ πολλῆς ἐξήταζε τῆς ἀκριβείας, τὰ δὲ κατορθώματα λήθῃ παρέπεμπεν. Ἀλλ’ οὐχ ἡμεῖς, οἳ τῶν μὲν πλημμελημάτων, καὶ πολλῶν ὄντων καὶ μεγάλων, οὔτε λόγον, οὔτε μνήμην ποιούμεθα· ἂν δὲ τι μικρὸν κατορθώσωμεν, τοῦτο ἄνω καὶ κάτω στρέφομεν, καὶ οὐ πρότερον ἀφιστάμεθα γαυρούμενοι καὶ φυσιώμενοι, ἕως ἂν καὶ καὶ αὐτὸ τὸ μικρὸν διὰ τῆς ἀλαζονείας κενώσωμεν. Ταῦτα καὶ ὁ Δαυῒδ σκοπῶν ἔλεγε· «Τὶ ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ»; Οὐ μόνον δέ, ἀλλὰ καὶ τῆς ἀγνωμοσύνης αὐτοῦ κατηγορῶν, «Ἄνθρωπος, φησίν, ἐν τιμῇ ὢν οὐ συνῆκε, παρασυνεβλήθη τοῖς τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς».

Ϛ· Τοῦτο οἰκέτου εὐγνώμονος, τὰς εἰς τὸ κοινὸν εὐεργεσίας ἰδιοποιεῖσθαι, καὶ ὡς τοῦ παντὸς ὀφειλέτην ὄντα, φροντίζειν καὶ μεριμνᾷν. Ὅπερ καὶ ὁ Παῦλος ἐποίησε (καλὸν γὰρ πάλιν αὐτοῦ μνημονεῦσαι), δι’ αὐτὸν λέγων τεθνηκέναι τὸν Κύριον· «Ὃ γὰρ νῦν ζῶ, φησίν, ἐν σαρκί, ἐν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ». Ταῦτα δὲ ἔλεγεν, οὐ συστεῖλαι βουλόμενος τοῦ Χριστοῦ τὴν δωρεάν, ἀλλὰ τοῦ παντὸς ἑαυτὸν ὑπεύθυνον καταστῆσαι σπεύδων, καὶ ἕκαστον οὕτω διακεῖσθαι πείθων. Εἰ γὰρ καὶ δι’ ἕνα παρεγένετο ἄνθρωπον ὁ Χριστός, οὐ μόνον οὐκ ἐλαττοῦται τούτῳ ἡ δωρεά, ἀλλὰ κεῖ μείζων δείκνυται. Πῶς; Ὅτι κεῖ ὑπὲρ ἑνὸς τοσαύτην φαίνεται τὴν σπουδὴν ἐπιδεικνύμενος, ὅσην ὁ τὸ ἓν πρόβατον ἐπιζητῶν, διὰ ταῦτα ἐταράττετο, διὰ ταῦτα ἐθρήνει. Εἰ γὰρ οἱ χρήματα δανεισάμενοι, καὶ οὐκ ἔχοντες ἀποτίσαι, ἀλλὰ πολλῷ καταβαπτιζόμενοι τῷ τὴν ὀφλημάτων βυθῷ, οὔτε ἐσθίουσιν, οὔτε καθεύδουσιν ὑπὸ τῆς φροντίδος δακνόμενοι· ὁ δίκαιος ὁρῶν οὐκ ἐν χρήμασιν, ἀλλ’ ἐν πράξεσιν οὖσαν τὴν ὀφειλήν, τὶ οὐκ ἂν ἔπαθεν; Ἀλλ’ οὐχ ἡμεῖς οὕτως, ἀλλὰ κἂν μικρὸν ἐκτίσωμεν, ὡς τὸ πᾶν ἐκτετικότες διακείμεθα, μᾶλλον δὲ καὶ ὑπερβαλλόμενοι· καὶ οὐδὲ τὸ μικρὸν τοῦτο μετὰ προθυμίας τῆς προσηκούσης ἐλευθέροις πράττομεν, ἀλλὰ πρότερον ἐξετάζομεν εἰ μισθὸν ἔχει, καὶ εἰ πολὺν τὸν μισθόν, καὶ εἰ ἡμῖν αὐτοῖς λογίζεται, ἀνελευθέρων τινῶν καὶ μισθωτῶν φθεγγόμενοι ῥήματα. Τὶ λέγεις, ἄνθρωπε μικρόψυχε καὶ ταλαίπωρε; Πρόκειταί τι πρᾶξαι τῶν ἀρεσκόντων Θεῷ, καὶ σὺ περὶ μισθοῦ φροντίζων ἕστηκας; Εἰ γὰρ πράξαντά σε εἰς γέενναν ἐμπεσεῖν προὔκειτο, ἀναδύσασθαι ἐχρῆν, ἀλλ’ οὐχὶ μετὰ πολλῆς καὶ οὕτω τῆς προθυμίας ἅπτεσθαι τῆς τῶν καλῶν ἐργασίας; Πράττεις τι τῶν τῷ Θεῷ φίλων, καὶ μισθὸν ἕτερον ἐπιζητεῖς; Ὄντως ἀγνοεῖς ὅσον ἐστιν ἀγαθὸν ἀρέσαι Θεῷ· εἰ γὰρ ᾔδεις, οὐδεμίαν ἂν ἑτέραν ἐνόμισας εἶναι ἴσην ἀμοιβήν. Οὐκ οἶδας ὅτι σοι ὁ μισθὸς αὔξεται, ὅταν μὴ ἐπ’ ἐλπίδι τῶν μισθῶν πράττῃ τὰ δέοντα; Οὐχ ὁρᾷς ὅτι καὶ ἐπὶ τῶν ἀνθρώπων τούτους μάλιστα τιμῶσιν ἅπαντες, οὓς ἂν ἴδωσι πρὸ τῶν μισθῶν εἰς τὸ ἐκείνοις ἀρέσκον ὁρῶντας, καὶ ὑπὲρ τούτου μᾶλλον σπουδάζοντας, ἢ τῆς παρ’ αὐτῶν τιμῆς; Εἶτα, ἄνθρωποι μὲν οὕτως εὐγενῶς πρὸς τοὺς ὁμοδούλους διάκεινται, σὺ δὲ ὁ τοσαῦτα εὐεργετηθεὶς παρὰ τοῦ Δεσπότου, καὶ τοσαῦτα προσδοκῶν ἀγαθά, ἡνίκα ἂν τι δέῃ πρᾶξαι τῶν εἰς σωτηρίαν ἡκόντων τὴν σήν, πρὸ τῆς πράξεως τὸν μισθὸν περιεργάζῃ. Διὰ ταῦτα πανταχοῦ ψυχροὶ καὶ ταλαίπωροι καὶ πρὸς οὐδεμίαν τῶν γενναίων ἐσμὲν παρεσκευασμένοι πράξεων· διὰ τοῦτο οὔτε ἐν κατανύξει γενέσθαι δεδυνήμεθά ποτε, οὔτε μικρὸν τι συστεῖλαι τὴν ψυχὴν τὴν ἡμετέραν. Οὔτε γὰρ τὰ ἁμαρτήματα ἡμῶν ἀναλογιζόμεθα μετὰ ἀκριβείας, οὔτε τὰς τοῦ Θεοῦ εὐεργεσίας ἐξετάζομεν, οὔτε πρὸς τοὺς τὰ μέγιστα κατωρθωκότας ὁρῶμεν. Διὰ τοῦτο τῶν ἀγαθῶν ἔργων ἐπιλανθανόμεθα, ὅτι οὔτε μετρίως τὰς εὐπραγίας φέρομεν, οὔτε ὃ συνεχῶς λέγομεν, ἁμαρτωλοὺς ἑαυτοὺς καλοῦντες, μετὰ ἀληθείας φθεγγόμεθα. Καὶ δῆλον ἐκεῖθεν· ὅταν γὰρ παρ’ ἑτέρων ταῦτα ἀκούσωμεν ἀγριαίνομεν, ἐκθηριούμεθα, ὕβριν τὸ πρᾶγμα εἶναί φαμεν. Οὕτω πάντα ὑπόκρισις τὰ παρ’ ἡμῶν, καὶ οὐδὲ τὸν τελώνην μιμούμεθα, ὅς, ἑτέρου τὸ τῶν ἁμαρτημάτων ὀνειδίζοντος αὐτῶν πλῆθος, καταδεξάμενος τὰ ὀνείδη, διὰ τῶν ἔργων τὸ κέρδος ἐκαρπώσατο· κατῆλθε γὰρ δεδικαιωμένος μᾶλλον ὑπὲρ τὸν Φαρισαῖον· ἡμεῖς δὲ οὐδὲ ὃ τι ποτὲ ἐστιν ἐξομολόγησις ἴσμεν, καὶ ταῦτα μυρίων γέμοντες κακῶν. Ἔδει δὲ μὴ μόνον πεπεῖσθαι ὅτι μυρία ἡμῖν πεπλημμέληται ἀλλὰ καὶ πάντα ἡμῶν τὰ ἁμαρτήματα, τὰ τε μικρά, τὰ τε μεγάλα, ὥσπερ ἐν βίβλῳ τῇ καρδίᾳ γράφοντας ἔχειν, καὶ ὡς νεωστὶ γεγενημένα πενθεῖν. Οὕτω γὰρ ἂν καὶ τὸ φρόνημα τῆς ψυχῆς κατεστείλαμεν, συνεχῶς αὐτῇ τῶν οἰκείων ἀναμιμνήσκοντες κακῶν. Τοσοῦτόν ἐστιν ἀγαθὸν μνημονεύειν ἁμαρτημάτων οἰκείων, ὡς καὶ τὰ ἀφανισθέντα ἐγκλήματα συνεχῶς φέρειν εἰς μέσον τὸν μακάριον Παῦλον. Ἐπειδὴ γὰρ τὰ πρότερα ἀπενίψατο πάντα διὰ τοῦ βαπτίσματος, καὶ μετὰ ταῦτα ἐβίου καθαρῶς, οὕτως ὡς μηδὲν ἑαυτῷ συνειδέναι, καὶ οὐκ εἶχεν ὑπὲρ ὧν στενάξειεν ἁμαρτημάτων, τῶν πρὸ τοῦ βαπτίσματος ἐξηλειμμένων ἐμέμνητο λέγων, ὅτι «Ὁ Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ»· καὶ πάλιν, «Πιστὸν με ἡγήσατο θέμενος εἰς διακονίαν, τὸν πρότερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν· καθ’ ὑπερβολὴν γὰρ ἐδίωκον τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, καὶ ἐπόρθουν αὐτήν»· καὶ πάλιν, «Οὐκ εἰμὶ ἄξιος καλεῖσθαι ἀπόστολος». Εἰ γὰρ καὶ ἀνευθύνους ἡμᾶς ἀφίησιν ἐκεῖνα τὰ ἁμαρτήματα· αλλ’ ὅμως ἐστὶν ἱκανὰ ψυχὴν ἐντρέψαι, καὶ πεῖσαι σφοδρῶς ἀγαπᾶν τὸν Θεόν. Καὶ γὰρ ἐρωτηθεὶς ὁ Σίμων ὑπὸ τοῦ Κυρίου τὶς τῶν δύο χρεωφειλετῶν τὸν δεδανεικότα ἀγαπήσει πλέον, καὶ εἰπών, ὅτι «Νομίζω, ᾧ τὸ πλέον ἐχαρίσατο», ἤκουσεν, «Ὀρθῶς ἔκρινας».

ζ’. Ὅταν γὰρ ἐννοήσωμεν τὸ πλῆθος τῶν παρελθόντων ἁμαρτημάτων, τότε εἰσόμεθα τῆς τοῦ θεοῦ χάριτος τὴν ὑπερβολήν, τότε κάτω νεύσομεν, τότε συσταλησόμεθα. Ὅσῳ γὰρ μειζόνων ἐσμὲν ὑπεύθυνοι πλημμελημάτων, τοσούτῳ μᾶλλον ἐντραπησόμεθα. Παῦλος μὲν οὖν κἀκείνων ἐμέμνητο· ἡμεῖς δὲ οὐδὲ τὰ μετὰ τὸ βάπτισμα ἀναμνησθῆναι βουλόμεθα, τὰ κίνδυνον ἔχοντα, καὶ τῆς ἐπ’ αὐτοῖς ἐξετάσεως ὑπευθύνους ἡμᾶς καθιστῶντα, ἀλλὰ κἂν εἰς ἔννοιαν τοιούτου τινὸς ποτε ἐμπέσωμεν, εὐθέως ἀπεπηδήσαμεν, οὐδὲ τὸ πρὸς βραχὺ τῇ μνήμῃ λυπῆσαι βουλόμενοι τὴν ψυχήν. Τοιγάρτοι μυρία ἀπὸ ταύτης τῆς ἀνωφελοῦς χάριτος ἡμῖν τίκτεται τὰ κακά. Οὕτω γὰρ ἀναλγήτως ἔχοντες καὶ μαλακῶς, οὔτε ὑπὲρ τῶν πρότερον ἐξομολογήσασθαι δυνάμεθα, (πῶς γάρ, ὧν οὐδὲ τὴν μνήμην ἀνέχεσθαι ἐθίζομεν ἑαυτούς;) καὶ πρὸς τὰ μέλλοντα προχείρως καταφερόμεθα. Ἀγαπητὸν γὰρ τῆς μνήμης ἐκείνης ἐνακμαζούσης ἡμῖν ἀεί, καὶ τοῦ φόβου κατασείοντος τὴν διάνοιαν δυνηθῆναι τὸ χαῦνον αὐτῆς καὶ διακεχυμένον ἐξελεῖν· εἰ δὲ καὶ τοῦτον ἀφέλοις τὸν χαλινόν, τὶς αὐτὴν καθέξει λοιπὸν ἀδεῶς κατὰ κρημνῶν φερομένην, καὶ εἰς τὰ τῆς ἀπωλείας ἐμπίπτουσαν βάραθρα; Διὰ ταῦτα ὁ δίκαιος ἐκεῖνος τὴν μέλλουσαν ὑπέγραφε κόλασιν· διὰ ταῦτα ἐθρήνει, διὰ ταῦτα ἔστενε, ταῦτα ἐκ περιουσίας ποιῶν. Τοῖς μὲν μεγάλοις ὑμῖν ἀρκεῖ πρὸς τὸ κατανυγῆναι τὸ τῶν εὐεργεσιῶν ἀναμνησθῆναι τοῦ Θεοῦ, τὸ μὴ μεμνῆσθαι τῶν οἰκείων κατορθωμάτων, τὸ μετὰ πολλῆς ἀκριβείας ἐξετάζειν εἲ ποῦ τι καὶ μικρὸν ἡμῖν μυχοὶ πλημμεληθέν, τὸ πρὸς τοὺς μεγάλους ἄνδρας ὁρᾷν καὶ σφόδρα εὐηρεστηκότας Θεῷ, τὸ μετὰ ταῦτα ἅπαντα ἐννοεῖν τὸ τοῦ μέλλοντος ἄδηλον, τὸ πρὸς τὴν κατάπτωσιν καὶ τὴν ἁμαρτίαν ὀξύῤῥοπον, ὅπερ καὶ ὁ Παῦλος ἐδεδοίκει· διὸ καὶ ἔλεγε· «Φοβοῦμαι μὴ πως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι»· καὶ τό, «Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ». Οὕτω καὶ ὁ Δαυῒδ ταῦτα πάντα ἔστρεφε παρ’ ἑαυτῷ· τὰς μὲν γὰρ εὐεργεσίας τοῦ Θεοῦ λογιζόμενο ἔλεγε· «Τὶ ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ· ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν; Ἠλάττωσας αὐτὸν βραχὺ τι παρ’ ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν». Τῶν δὲ κατορθωμάτων οὕτως ἐπελέληστο τῶν αὐτοῦ, ὡς μετὰ τὴν μυρίαν φιλοσοφίαν ἐκείνην εἰπεῖν· «Τὶς εἰμι ἐγώ, Κύριέ μου, Κύριε, καὶ τὶς ὁ οἴκοις τοῦ πατρὸς μου, ὅτι ἠγάπησάς με ἕως τούτων; Καὶ κατεσμίκρυνται ταῦτα ἐνώπιόν σοῦ, Κύριέ μου, καὶ ἐλάλησας ὑπὲρ τοῦ οἴκου τοῦ κουλοῦ σου εἰς μακράν. Οὗτος δὲ ὁ νόμος τοῦ ἀνθρώπου, Κύριέ μου, Κύριε, πρὸς σέ. Καὶ τὶ προσθήσει Δαυῒδ ἔτι τοῦ λαλῆσαι πρὸς σέ»; Καὶ τῶν προγόνων συνεχῶς τὴν ἀρετὴν ἐννοῶν, τὸ μηδὲν πρὸς ἐκείνους ἑαυτὸν ἐξετάζων εἶναι ἐνόμιζε. Μετὰ γὰρ τὸ εἰπεῖν, «Ἐπὶ σοὶ ἤλπισαν οἱ πατέρες ἡμῶν», περὶ ἑαυτοῦ λέγων ἐπήγαγεν, «Ἐγὼ δὲ εἰμι σκώληξ, καὶ οὐκ ἄνθρωπος»· τὸ δὲ τοῦ μέλλοντος ἄδηλον οὕτως εἶχε πρὸ τῶν ὀφθαλμῶν, ὡς λέγειν· «Φώτισον τοὺς ὀφθαλμοὺς μου, μὴ ποτε ὑπνώσω εἰς θάνατον». Καὶ ἁμαρτημάτων δὲ οὕτω πολλῶν ὑπεύθυνον ἑαυτὸν εἶναι ἐνόμιζεν, ὡς λέγειν· «Ἱλάσθητι τῇ ἁμαρτίᾳ μου, πολλὴ γὰρ ἐστιν». Ὑμῖν μὲν οὖν τοῖς μεγάλοις ἀρκεῖ καὶ ταῦτα· ἡμῖν δὲ καὶ μετὰ τούτων τῶν φαρμάκων ἐστὶν ἀνάγκη ἰσχυρὰ καὶ ἱκανὴ καθελεῖν τὸ φρόνημα καὶ τὴν ἀλαζονείαν ἅπασαν. Τὶ δὴ τοῦτό ἐστι; Τὸ μὲν ἁμαρτημάτων πλῆθος, τὸ συνειδὸς τὸ πονηρόν· ὅπερ ἐπειδὰν ἡμῶν ἐπιλάβηται, οὐδὲ ἑκόντας ἀφίησιν ἀρθῆναι πρὸς τὸ ὕψος. Διὸ δὴ δέομαι καὶ ἀντιβολῶ πρὸς τῆς παῤῥησίας αὐτῆς, ἧς διὰ τῶν κατορθωμάτων ἐκτήσω πρὸς τὸν Θεόν, χεῖρα ἡμῖν ὀρέξαι συνεχῶς δεομένοις, ὥστε δυνηθῆναι καὶ πενθῆσαι τὸν φόρτον τῶν τοσούτων κακῶν κατ’ ἀξίαν, καὶ πενθήσαντας ἐπιλαβέσθαι τινὸς ὁδοῦ φίλης, καὶ πρὸς τὸν οὐρανὸν φερούσης ἡμᾶς, ἵνα μὴ ἀπελθόντες εἰς τὸν ᾅδην, ἔνθα οὐδεὶς ἐξομολογεῖσθαι δύναται, τὰ τῶν ἠτιμωμένων πάθωμεν, οὐδενὸς ἡμᾶς ἐξαιρουμένου λοιπόν. Ἕως μὲν γὰρ ἐν ἐνθάδε ὦμεν, καὶ ἦμες παρ’ ὑμῶν μεγάλα καρπώσασθαι δυνησόμεθα, καὶ ὑμεῖς ἡμᾶς εὐεργετῆσαι τὰ μέγιστα· ἐπειδὰν δὲ ἀπέλθωμεν ἐκεῖ, ἔνθα μήτε φίλος, μήτε ἀδελφός, μήτε πατὴρ ἐπαρκέσαι δυνήσεται, μήτε παραστῆναι κολαζομένοις ἡμῖν, ἀνάγκη λοιπὸν ἐν ἀπορίᾳ καὶ σκότῳ βάθει καὶ πολλῇ τῶν παραμυθησομένων ἐρημίᾳ τὴν ἀθάνατον τίνειν δίκην, ἀνάλωτον τροφὴν τῇ παμφάγῳ γινομένους φλογί.



Ἑπόμενο: Λόγος Παραινετικὸς πρὸς Σταγείριον Ἀσκητὴν Δαιμονῶντα. ΛΟΓΟΣ ΠΡΩΤΟΣ
Προηγούμενο: Πρὸς Δημήτριον μονάζοντα – Περὶ Κατανύξεως Λόγος Πρῶτος
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 47
Ἀρχικὴ Σελίδα: Τέρτιος