Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 47

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Πρὸς τοὺς ἔχοντας παρθένους συνεισάκτους
Προηγούμενο: Πρὸς Σταγείριον Λόγος Δεύτερος – Ὅτι ἡ ἀθυμία χαλεπωτέρα καὶ δαίμονος
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 47

Πρὸς Σταγείριον – Λόγος Τρίτος – Περὶ Ἀθυμίας

α’. Ἱκανὰ μὲν οὖν καὶ τὰ εἰρημένα σβέσαι τῆς ἀθυμίας τὴν φλόγα, καὶ πεῖσαι ῥᾷον διακεῖσθαι τὴν ψυχήν· ὥστε δὲ ἐκ περιουσίας γενέσθαι τὴν παραμυθίαν, καὶ τοῦτον ἔγνωκά σοι προσθεῖναι τὸν λόγον, ἐκεῖνό σε πρῶτον ἐρόμενος· εἰπὲ γὰρ μοι, εἴ τὶς σε εἰς βασιλείαν ἐκάλει τὴν ἐν τῇ γῇ, εἶτα πρὶν εἰς τὴν πόλιν εἰσελθεῖν, καὶ τὸν στέφανον ἀναδύσασθαι, ἔμελλες ἐν πανδοχείῳ καταλύειν, ἐν ᾧ καὶ βόρβορος καὶ καπνός, καὶ ὁδοιπόρων θόρυβος, καὶ λῃστῶν ταραχή, καὶ στενοχωρία καὶ θλῖψις πολλή, ἄρα ἐν ἁπάντων αὐτῶν ὡς οὐδὲν ὄντων κατεφρόνησας; Πῶς οὖν οὐκ ἄτοπον τῆς μὲν γῆς μέλλοντα κρατεῖν μηδενὶ τῶν ἐμπιπτόντων συστέλλεσθαι δυσχερῶν ταῖς τῆς βασιλείας ἐλπίσι γαυρούμενον, πρὸς δὲ τοὺς οὐρανοὺς στελλόμενον καταπίπτειν καὶ θορυβεῖσθαι ἐφ’ ἑκάστῳ τῶν ἐν τῷ καταγωγίῳ τούτῳ συμβαινόντων ἡμῖν λυπηρῶν; Καταγωγίου γὰρ καὶ τῆς ἐν πανδοχείῳ μόνης οὐδὲν αὕτη ἡ τοῦ βίου τούτου κατάστασις διενήνοχεν· καὶ τοῦτο οἱ ἁγίου δεῖξαι βουλόμενοι ξένους καὶ παρεπιδήμους ἐκάλουν ἑαυτούς, διὰ τούτων παιδεύοντες ἡμᾶς τῶν ῥημάτων καὶ τῶν χρηστῶν καὶ τῶν ἀνιαρῶν τῶν ἐν τῷ παρόντι βίῳ καταγελᾷν, καὶ τῆς γῆς ἀπαλλαγέντας ὅλην προσδῆσαι τῷ οὐρανῷ τὴν ψυχήν.

Φέρε οὖν ἐπ’ αὐτοὺς τοὺς ἁγίους ἔλθωμεν, ἀπὸ τοῦ Ἰωσὴφ ἐπὶ τὸν Μωσέα μεταθέντες τὸν λόγον. Οὗτος γὰρ ὁ πάντων πραότατος τῶν ἐπὶ τῆς γῆς τίκτεται μὲν οἰκείων πραττόντων κακῶς, ἀλλοτριωθεὶς δὲ τῶν τεκόντων αὐτόν, καὶ τοὺς γεννησαμένους ἀγνοήσας πᾶσαν τὴν πρώτην ἡλικίαν ὑπὸ βαρβάρων ἀνδρῶν ἀνατρέφεται· οὗ τὶ γένοιτ’ ἂν χαλεπώτερον Ἑβραίῳ μειρακίῳ καὶ νοῦν ἔχοντι, κἂν μυριάκις εἶναι δοκῇ βασιλέως υἱός; Τότε δὲ οὐ τοῦτο μόνον ἦν τὸ δεινόν, ἀλλ’ ὅτι καὶ τὸ ὁμόφυλον ἅπαν ἐν ταῖς ἐσχάταις ἑώρα συμφοραῖς. Ὁ γάρ μηδὲ ζῆν ἀνασχόμενος, μηδὲ ἐν τῇ βίβλῳ γεγράφθαι τοῦ Θεοῦ τῆς σωτηρίας τῆς ἐκείνων χωρίς, πῶς ἂν τῶν ἐν τοῖς βασιλείοις ἀπέλαυσε καλῶν ἐν τοσούτῳ κλύδωνι κειμένους ὁρῶν ἅπαντας; Εἰ γὰρ ἡμᾶς τοὺς μετὰ τοσοῦτον χρόνον γεγενημένους καὶ οὐδὲν τοιοῦτο δικαίωμα συμπαθείας πρὸς Ἰουδαίους ἔχοντας τοσοῦτος ἔλεος εἰσέρχεται τῆς παιδοκτονίας ἐκείνης, τὶ οὐκ ἂν ὁ μακάριος ἐκεῖνος ἔπαθε, πολλῷ μὲν τῷ πόθῳ πρὸς πᾶν τὸ ἔθνος συνδεδεμένος, ὄψεσι δὲ τὰς ἐκείνων παραλαμβάνων συμφοράς, καὶ τοὺς ταῦτα ἐργαζομένους τὰ κακὰ γονεῖς ἐπιγράφεσθαι ἀναγκαζόμενος; Ἐγὼ γὰρ αὐτὸν καὶ τῶν τεκόντων μᾶλλον τοὺς ἀθλίους παῖδας ἐκείνους οἶμαι τότε πενθεῖν· καὶ τοῦτο δῆλον ἐξ ὧν μετὰ ταῦτα ἔπραξεν. Ἐπειδὴ γὰρ οὔτε πείθειν εἶχεν οὔτε ἀναγκάζειν ἠδύνατο τὸν δοκοῦντα εἶναι πάτερ καταλύειν τὸ θηριῶδες καὶ τυραννικὸν ἐπίταγμα, αὐτὸς ὁμόσε λοιπὸν τοῖς ἐκείνων ἐχώρει κακοῖς. Καὶ οὐ τοῦτο θαυμάζω τοσοῦτον νῦν, ἀλλ’ ἀπὸ τοῦ φόνου στοχαζόμενος ὅσην ἐν τῷ παρελθόντι χρόνῳ φλόγα ἀθυμίας ἔτρεφε, ταύτην μᾶλλον ἐκπλήττομαι. Ὁ γὰρ εἰς φόνον ἀποῤῥήξας τὴν ὠδῖνα ἐκείνην, ἐδήλωσε διὰ τῶν ἐσχάτων τὰ πρότερα. Οὐ γὰρ ἂν μετὰ τοσαύτης αὐτοῖς σφοδρότητος ἤμυνεν, εἰ μὴ τῶν πατέρων μᾶλλον τοῖς ἐκείνων ἐτήκετο κακοῖς. Τὶ οὖν ἐπειδὴ ἤμυνε, καὶ τὴν ψυχὴν ἀνέπαυσε μικρὸν ἀπὸ τῆς ἀθυμίας ἐκείνης; Ἆρα ἠδυνήθη τέλεον ἀπολαῦσαι τῆς παραμυθίας ἐκείνης τῆς ἀπὸ τῆς ἐκδικήσεως γεγενημένης; Δευτέρᾳ μὲν οὖν οὐκ ἔφθασεν ἡμέρα, καὶ τῆς προτέρας ἑτέρα χαλεπωτέρα διεδέχετο τὸν μακάριον ἐκεῖνον ὀδύνη, καὶ φόβος τοσοῦτος, ὡς καὶ ἀπελάσαι τῆς Αἰγύπτου πάσης αὐτόν. Δεινὸν μὲν οὖν καὶ τὸ ὑφ’ ὁτουοῦν ἀκούειν κακῶς, ὅταν δὲ καὶ τῶν εὐεργετηθέντων τις ὁ τοῦτο ποιῶν ᾗ, καὶ τὰς εἰς αὐτὸν εὐεργεσίας ὀνειδίζῃ καὶ προφέρῃ, «Μὴ ἀνελεῖν με γαρ σύ, φησί, θέλεις ὃν τρόπον ἀνεῖλες χθὲς τὸν Αἰγύπτιον»; Τότε δή, τότε ἡ ὕβρις ἀφόρητος γίνεται, καὶ δύναιτ’ ἂν καὶ ἀποπνίξαι τὸν ὑβριζόμενον· τοσοῦτον μετὰ τῆς ἀθυμίας ἐπάγει καὶ τὸν θυμόν. Ἐπὶ δὲ τοῦ Μώσεως καὶ τρίτον ἕτερον τούτοις προσῆν, ὁ τοῦ βασιλέως φόβος, ὃς οὕτως ἐκράτησε τῆς τοῦ δικαίου ψυχῆς, ὡς καὶ τῆς χώρας ἁπάσης αὐτὸν ἐκβαλεῖν. Γίνεται δὴ οὖν φυγὰς ὁ τοῦ βασιλέως υἱός· ὥστε εἴ τις αὐτὸν μακαρίζει διὰ τὴν ἐν τοῖς βασιλείοις ἀνατροφὴν νῦν μνημονευέτω τῆς ἀφθονίας ἐκείνης, καὶ μυρίας αὐτὴν ὄψεται ἀθυμίας καὶ δυσκολίας ὑπόθεσιν τῷ δικαίῳ γεγενημένην. Οὐ γὰρ ἐστιν ἴσον ἐν ἰδιωτικῇ τραφέντα οἰκίᾳ, καὶ πολλοὺς μὲν μόχθους, πολλὰς δὲ ἀποδημίας καὶ ταλαιπωρίας ὑπομείναντα πλάνας ἀνέχεσθαι μακράς, καὶ τὰ τῆς ἀλλοτρίας ὑπομένειν τε κακά, καὶ μηδὲ εἰς βραχεῖαν πεῖραν τούτων ἐλθόντα ποτέ, ἀλλ’ ἐν πολυτελείᾳ διατελέσαντα τὸν ἅπαντα χρόνον τὸ αὐτὸ δὴ τοῦτο παθεῖν· πολλῷ γὰρ οὗτος ἐκείνου χαλεπωτέρας αἰσθήσεται τῆς φυγῆς, εἲ ποτε εἰς ταύτην καταστῆναι συμβαίη τὴν ἀνάγκην αὐτῷ· ὃ δὲ κἀκείνῳ μὲν παρὰ ἀνδρὶ εἰδωλολάτρῃ καὶ ἀλλοφύλῳ· καὶ τοῦτο δὲ εἰς ἀθυμίας λόγον οὐ μικρόν, ξενίζεσθαι παρὰ τῷ δαιμονίοις ἱερωμένῳ χρόνον οὕτω μακρόν. Ἐγχειρισθεὶς δὲ τὴν τῶν ποιμνίων ἐπιμέλειαν τῶν ἐκείνου, οὕτω τὰ τεσσαράκοντα ἔτη διετέλεσεν. Εἰ δὲ τινι τοῦτο μηδὲν εἶναι δοκεῖ δεινόν, ἐξετάσωμεν τοὺς μὴ διὰ φόβον καὶ δέος ἀποδημοῦντας καὶ κρυπτομένους ἀλλὰ τοὺς ἑκοντὶ μικρὸν τῆς οἰκίας διασπωμένους, πῶς ἀλύουσι, πῶς δυσχεραίνουσι, πόσων ἀγαθῶν τὴν ἐπάνοδον τίθενται. Ὅταν δὲ καὶ φόβος προσῇ καὶ βίος ταλαίπωρος, καὶ τὰ φορτικὰ ταῦτα καὶ ἐπαχθῇ τῆς ἡδίστης ἐπανόδου κουφοτέρα φαίνηται, θέα μοι τὸ ποικίλον τῆς συμφορᾶς. Μὴ γὰρ ἁπλῶς ἀκούσῃς τό, «ἐποίμανεν», ἀλλ’ ἀναμνήσθητι νῦν τῶν ῥημάτων τοῦ Ἰακώβ, ὧν πρὸς τὸν κηδεστὴν ἀπωδύρετο λέγων· «Ἐγὼ ἀπετίννυον παρ’ ἐμαυτοῦ κλέμματα ἡμέρας καὶ κλέμματα νυκτός· ἐγενόμην τῆς ἡμέρας συγκαιόμενος τῷ καύματι, καὶ τῷ παγετῷ τῆς νυκτός, καὶ ἀφίστατο ὁ ὕπνος ἀπὸ τῶν ὀφθαλμῶν μου». Ταῦτα γὰρ ἅπαντα καὶ τούτῳ συμβαίνειν εἰκός, ἦν, ἐπὶ πλείοσιν ἔτεσι καὶ μετὰ μείζονος τῆς σφοδρότητος, ὅσῳ καὶ ἡ χώρα τῆς χώρας ἐρημοτέρα. Εἰ δὲ μὴ ἀπωδύρατο ταῦτα ὁ Μωϋσὴς, οὐδὲ γὰρ ὁ μακάριος ἐκεῖνος εἶπεν ἄν, εἰ μὴ εἰς πολλὴν τοῦ πράγματος κατέστη τὴν ἀνάγκην, καὶ ὑπὸ τῇ ἀγνωμοσύνης τοῦ κηδεστοῦ εἰς ταῦτα ἐλθεῖν ἐβιάσθη τὰ ῥήματα. Ἱκανὴ μὲν οὖν καὶ αὐτὴ καθ’ ἑαυτὴν ἡ ἀλλότρια ταπεινῶσαι τὸν ἄνδρα, τὸν ἀκὶ χρείας ἕνεκεν ἀποδημοῦντα μόνον. Ὡς γὰρ ὄρνεον, φησίν, ὅταν ἐκπετασθῇ ἐκ τῆς νοσσιᾶς αὐτοῦ, οὕτως ἄνθρωπος δουλοῦται, ὅταν ἀποξενωθῇ ἀπὸ τῶν ἰδίων τόπων. Τότε δὲ πρὸς τούτῳ οὐδὲ ὑπὲρ τῆς ἰδίας σωτηρίας εἶχε θαῤῥεῖν, ἀλλ’ ὥσπερ τις οἰκέτης ὠμὸν δεσπότην ἀποδρὰς τρέμει διαπαντός, καὶ δέδοικε μὴ ἁλῷ· οὕτω καὶ ὁ μακάριος Μωσῆς φόβῳ συνέζη διηνεκεῖ· καὶ δῆλον ἐξ ὧν καὶ τοῦ Θεοῦ μετὰ τοσοῦτον χρόνον κελεύοντος ἀπελθεῖν, ἀναδύεται καὶ ὀκνεῖ, καὶ ταῦτα ἀκούσας ὅτι «Ὁ ζητῶν τὴν ψυχὴν αὐτοῦ τέθνηκεν».

β’. Ἐπειδὴ δὲ ποτε ἐπείσθη καὶ ἀπῆλθε, καὶ τὴν γυναῖκα καὶ τοὺς παῖδας ἠναγκάσθη καταλιπεῖν, πάλιν μέμψεις καὶ ὕβρεις καὶ ἀπειλαὶ παρὰ τοῦ κρατοῦντος τῆς Αἰγύπτου τότε, κατηγορίαι δὲ καὶ ἀραὶ παρὰ τῶν εὐεργετουμένων αὐτῶν. Ὁ μὲν οὖν ἔλεγεν· «Ἰνατί, Μωσῆ καὶ Ἀαρῶν, διαστρέφετε τὸν λαὸν ἀπὸ τῶν ἔργων αὐτῶν; Ἐπέλθετε ἕκαστος ὑμῶν πρὸς τὰ ἔργα αὐτοῦ»· οἱ δὲ Ἰσραηλῖται· «Ἴδοι, φασίν, ὁ Θεὸς ὑμᾶς καὶ κρῖναι, ὅτι ἐβδελύξατε τὴν ὀσμὴν ἡμῶν ἐνώπιον Φαραώ, καὶ ἐνώπιον τῶν θεραπόντων αὐτοῦ, δοῦναι ῥομφαίαν εἰς τὰς χεῖρας αὐτῶν ἀποκτεῖναι ἡμᾶς». Λυπηρὰ μὲν οὖν ταῦτα καὶ ἐπαχθῇ, τὸ δὲ πάντων φορτικώτερον ἐκεῖνο ἦν, ὅτι εἰσελθὼν καὶ μυρία ἐπαγγειλάμενος ἀγαθά, ἐλευθερίαν, ἀπαλλαγὴν τῶν ἐπικειμένων κακῶν, ἔδοξεν εἶναι ἀπατεών. Οὐ γὰρ μόνον αὐτοῖς οὐκ ἐπεκουφίσθη τὸ τῆς ἐπικειμένης δουλείας βάρος, ἀλλὰ καὶ πρὸς τὸ χαλεπώτερον ἐπετείνετο, καὶ ὁ προσδοκηθεὶς ἐλευθερωτὴς ἔσεσθαι τοῦ Πάντσο ἔθνους, καὶ τοῦτο ἐπαγγειλάμενος, τῶν στρεβλώσεων καὶ τῶν μαστίγων αἴτιος ἔδοξεν εἶναι, καὶ ἐπίβουλος καὶ λυμεών. Τὶς οὐκ ἂν ὑπὸ τῆς ἀθυμίας κατεπόθη ῥᾳδίως, ὑποσχόμενος μὲν λύσιν τῶν τοσούτων κακῶν, μετὰ δὲ τῆς ὑπόσχεσιν προσθήκην ἑτέρων χαλεπώτερον ἰδών; Ἠθύμει μὲν οὖν ὡς ἀθυμεῖν εἰκὸς τὸν ταῦτα ἀκούοντα καὶ ὁρῶντα, οὐ παρετρέπετο δὲ ὑπὸ τοῦ πάθους, ἀλλ’ ἔμενεν ἀκλινής, καίτοι ταῖς ἐπαγγελίαις τῶν γινομένων οὐ συμβαινόντων, ἀλλὰ καὶ μαχομένων. Προσελθὼν δὲ τῷ Θεῷ, καὶ διαλεχθεὶς ὑπὲρ τούτων, καὶ ἀποδυράμενος πολλά· εἶπε γάρ, φησί, «Κύριε, διὰ τὶ ἐκάκωσας τὸν λαὸν σου, καὶ ἰνατὶ ἀπέστειλάς με; Καὶ ἀφ’ οὗ εἰσπεπόρευμαι πρὸς Φαραὼ λαλῆσαι ἐπὶ τῷ σῷ ὀνόματι, ἐκάκωσε τὸν λαὸν τοῦτον, καὶ οὐκ ἐῤῥύσω τὸν λαὸν σου»· ταῦτα δὴ οὖν θρηνήσας, καὶ τὰ αὐτὰ πάλιν ἀκούσας ἅπερ καὶ πρότερον, ἀπαγγέλλει μὲν αὐτὰ τοῖς Ἰσραηλίταις πάλιν, οὐ παραδέχονται δὲ ἐκεῖνοι τῷ κρατεῖσθαι τὰς ψυχὰς ὑπὸ τοῦ καμάτου καὶ τῆς ἀθυμίας. «Οὐκ εἰσήκουσαν γὰρ Μώσεως, φησίν, ἀπὸ τῆς ἀθυμίας καὶ ἀπὸ τῶν ἔργων τῶν σκληρῶν». Καὶ τοῦτο δὲ οὐχ ὡς ἔτυχεν αὐτὸν ἔθλιβεν. Ὡς δὲ ἐπὶ τῶν σημείων ἐγίνετο, καὶ πολλάκις ὑπὸ τοῦ Φαραὼ διαπαιχθεὶς ἤνεγκε γενναίως καὶ ταύτην τὴν χλευασίαν, ἀπαλλαγεὶς τῆς Αἰγύπτου, καὶ θαῤῥήσας μετὰ τῶν Ἰουδαίων λοιπόν, πρὶν ἀναπνεῦσαι τέλεον, τῷ προτέρῳ, μᾶλλον δὲ καὶ πολλῷ μείζονι τοῦ προτέρου κατελαμβάνετο φόβῳ. Οὔπω γὰρ ὅλαι τρεῖς ἡμέραι, καὶ τοὺς βαρβάρους ἅπαντας μετὰ τῶν ὅπλων εἶδον πλησίον ἑστῶτας αὐτῶν, καὶ ταὐτὸν ἔπασχον, οἷον εἰ δραπέται τινὲς ἐπὶ τῆς ἀλλοτρίας ἄφνω τοῖς τῶν δεσποτῶν ἐμπεσόντες ὀφθαλμοῖς· ἢ εἰ καθάπερ αὐτοὶ δὴ οὗτοι εἴποτε συμβὰν χρηστοῖς ὀνείρασιν ἐντρυφήσαντες, καὶ ταύτην φαντασθέντες τὴν ἀπαλλαγήν, εἶτα διεγερθέντες εὗρον ἑαυτοὺς ἐν Αἰγύπτῳ πάλιν, καὶ τοῖς ὁμοίοις κακοῖς. Μᾶλλον δὲ οὐκ οἶδα τὶ ἂν τις αὐτοὺς φαίη νομίζειν ὄναρ, τὰς τρεῖς ἡμέρας τῆς ἀπαλλαγῆς, ἢ τὴν παροῦσαν ὄψιν ἐκείνην τὴν φρικώδη καὶ φοβεράν· τοσαύτη κατεσκεδάσθη τοῖς ἁπάντων ὀφθαλμοῖς ἀθυμίας ἀχλύς. Ὁ δὲ Μωσῆς κεῖ μείζονι σκότῳ συνεχόμενος ἦν. Οὐ γὰρ τοὺς Αἰγυπτίους ἐδεδοίκει μόνον, καθάπερ καὶ οἱ λοιποὶ Ἰσραηλῖται, ἀλλὰ καὶ τούτους μετ’ ἐκείνων. Ἀμφότεροι γὰρ ὡς ἀπατεῶνι καὶ εἴρωνι προσεῖχον λοιπόν, οἱ μὲν μετὰ τοῦ καταγελᾷν καὶ ἐπεμβαίνειν, οἱ δὲ μετὰ τοῦ δάκνεσθαι καὶ ἀθυμεῖν. Ἀλλὰ τὶ χρὴ τούτοις τεκμαίρεσθαι τὴν ἀθυμίαν τοῦ ἀνδρός, παρὸν ἐκ τῆς ἄνωθεν ἐνεχθείσης φωνῆς πᾶσαν αὐτοῦ τὴν ὀδύνην καταμαθεῖν; Σιγῶντι γὰρ καὶ μηδὲ διᾶραι τὰ χείλη τολμῶντι, φησὶν ὁ Θεός· «Τὶ βόας πρὸς μέ»; Τὸν θόρυβον τῆς ψυχῆς αὐτοῦ δι’ ἑνὸς ῥήματος τούτου ἐμφαίνων ἡμῖν.

γ’. Ἐπειδὴ δὲ καὶ τοῦτο ἐλύθη τὸ δέος, καὶ μείζονα πάλιν ἤρετο τὰ δεινά. Καὶ γὰρ καὶ τῶν Αἰγυπτίων καὶ τοῦ Φαραὼ χαλεπώτερον αὐτῷ δι’ ὅλης ἐκέχρηντο τῆς ὁδοῦ οἱ παρ’ αὐτοῦ δημαγωγούμενοι καὶ δι’ αὐτοῦ μυρίων ἀπολαύσαντες ἀγαθῶν. Καὶ πρῶτον μὲν ἐπέκειντο σφοδρῶς ἄγχοντες, καὶ κρέα ἀπαιτοῦντες αὐτὸν τὰ ἐν Αἰγύπτῳ, καὶ τοῖς μὲν παροῦσιν ἀχαριστοῦντες, τὰ δὲ πρότερα ἐπιζητοῦντες, ὃ πάντων βαρύτερον ἦν. Τὶ γὰρ χαλεπώτερον ἂν ἔπαθεν, εἰ μαινομένων καὶ παραπαιόντων ἀνδρῶν ἐπετέτραπτο στρατηγεῖν; Ἀλλ’ ὅμως ταῦτα πάντα γενναίως ἔφερεν ὁ μακάριος ἐκεῖνος ἀνὴρ καὶ εἰ μὲν μὴ φιλοστόργως εἶχε πρὸς αὐτούς, φορητὸν ἂν ἦν τὸ δεινόν, καὶ ὑπὲρ τῶν εἰς αὐτὸν γινομένων μόνον παρεῖχεν ἀλγεῖν· νῦν δὲ τῶν γονέων μᾶλλον περὶ αὐτοὺς διατεθείς, ἀπὸ τῆς κηδεμονίας ταύτης καὶ ἑτέραν εἶχεν ἀθυμίας ἀνάγκην, τὴν ὑπὲρ τῆς ἐκείνων διαστροφῆς καὶ μιαρίας. Οὐδὲ γὰρ οὕτως αὐτὸν ἔδακνε τὸ ὑβρίζεσθαι, ὡς τὸ ἐκείνους εἶναι τοὺς ὑβριστάς. Δεινὸν μὲν οὖν καὶ τὸ πρὸ τῆς χορηγίας τῆς παραδόξου τροφῆς ἐκείνης ἀχαριστεῖν· οἱ δὲ καὶ ἐν μέσοις τοῖς θαύμασι τὴν κακίαν ἐπεδείκνυον τὴν αὐτῶν, καὶ τὴν παρανομίαν καὶ τὴν πλεονεξίαν τὴν περὶ τὴν συλλογήν, καὶ μικρὸν προελθόντες πάλιν ἐγόγγυζον, πάλιν ἐμέμφοντο ταῖς εὐεργεσίαις τοῦ Θεοῦ· καθ’ ἕκαστον δὲ τούτων μᾶλλον τῶν ἁμαρτανόντων ὁ μακάριος ἐκεῖνος ἐκόπτετο καὶ ἠθύμει. Καὶ γὰρ ὅτε τὸν μόσχον εἰργάσαντο, αὐτοὶ μὲν ἔπαιζον καὶ ἐτρύφων· ὁ δὲ πενθῶν καὶ ἀνιώμενος καὶ καταρώμενος ἑαυτῷ τὴν χαλεπὴν ἐκείνην ἀρὰν Μώσης ἦν, καὶ οὐδὲν αὐτὸν ὅλως ἔπειθεν ἀποστῆναι τῆς συμπαθείας τῆς πρὸς αὐτούς. Τοὺς οὖν οὕτως ὑπ’ αὐτοῦ ποθουμένους ἐπὶ τὸ χεῖρον ἀεὶ προβαίνοντας ὁρῶν, πόσῃ λύπῃ, πόσοις δὲ ἄρα συνανεστρέφετο δάκρυσιν! Εἰ γὰρ ἕνα τις υἱὸν ἔχων οὐκ ἂν δύναιτο ζῆν, εἲ ποτε αἴσθητο πρὸς κακίαν αὐτὸν ἀποκλίναντα, καὶ εἰ πάντων αὐτὸς πονηρότερος ὢν τύχοι, τὸν μυριάδας τοσαύτας ἐν τάξει παίδων κεκτημένον, μᾶλλον δὲ καὶ ὑπὲρ παῖδας φιλοῦντα· οὐδεὶς γὰρ ἂν ηὔξατο πατὴρ συναπολέσθαι παιδὶ μηδὲν ἡμαρτηκώς, καθάπερ ἐκεῖνος· τὸν δὴ οὕτω παῖδας κεκτημένον τοσούτους, μισοπόνηρόν τε ὄντα καὶ φιλάγαθον, τὶ οἴει πάσχειν πάντας αὐτοὺς ὥσπερ ἒκ τινος συνθήματος εἰς τὸν τῆς κακίας κρημνὸν καταδραμόντας ἰδόντα; Οὐ γὰρ ἂν εἰ μὴ σφόδρα αὐτὸν ἐσκότωσε καὶ ἐκ βάθρων αὐτοῦ τὴν ψυχὴν ἀνέτρεψεν ὁ τῆς ἀθυμίας ἐκείνης ἴλιγγος, τὰς πλάκας ἂν ἔῤῥιψεν ἀπὸ τῶν χειρῶν καὶ συνέτριψεν, ἀλλ’ ἰάσατο ἰάσατο ταχέως τὴν συμφοράν. Ἀλλὰ τὶ ποιήσας, εἶπε; Καὶ γὰρ ὁ τῆς ἰατρείας τρόπος, εἰ καὶ παρεμυθήσατο τὸ γεγονός, ἀλλ’ ὅμως καὶ αὐτὸς πολλῶν ἔγεμε δακρύων· καὶ οὐδεὶς οὕτω λίθινος ἦν, ὡς μηδὲν παθεῖν ἀδελφοὺς καὶ συγγενεῖς ὑπὸ τῶν οἰκείων σφαττομένους ὁρῶν, καὶ εἰς τρισχιλίων σωμάτων ἀριθμὸν τὴν ἐλεεινὴν ταύτην ἐκτεινομένην σφαγήν. Καὶ γὰρ ἡμεῖς τοὺς παῖδας τοὺς ἑαυτῶν ὅταν ἐπὶ τίνι λαμβάνωμεν δεινῷ, στρεβλοῦμεν μέν, καὶ μαστιγοῦμεν, οὐκ ἀναλγητὶ δὲ τοῦτο πράττομεν, ἀλλὰ μετὰ θλίψεως οὐκ ἐλάττονος τῶν πασχόντων αὐτῶν.

δ’. Πολλοῦ δὴ τότε πένθους αὐτὸν καὶ τὸ στρατόπεδον ἔχοντος, ἑτέρα πάλιν ἀγωνία προσετίθετο. Οὐκ ἔτι γὰρ αὐτοῖς στρατηγήσειν, ἀλλ’ ἐγκαταλείψειν αὐτόν, καὶ ἀγγέλῳ παραδώσειν τὴν προστασίαν αὐτῶν ἠπείλησεν ὁ Θεός, ὃ πάντων ἀφορητότερον ἦν τῷ Μώσῃ. Ἄκουσον γοῦν οἶά φησι πρὸς τὸν Θεόν· «Εἰ μὴ σὺ αὐτὸς συμπορεύῃ μοι, μὴ ἀναγάγῃς με εντευθεν». Ὁρᾷς πῶς φόβοι φόβους, καὶ λύπαι διεδέχοντο λύπας; Καὶ οὐδὲ μέχρι τούτων ἵστατο τὸ δεινόν· ἀλλ’ ἐπειδὴ καὶ τοῦτο ἔπεισε τὸν Θεόν, καὶ ἐπένευσεν ὁ φιλάνθρωπος, καὶ τὴν χάριν ἔδωκε, πάλιν ἑτέραις αὐτὸν περιέβαλλον ὀδύναις, τὸν ἵλεων γενόμενον παροξύνοντες, καὶ ταῖς ἐσχάταις ἑαυτοὺς περιπείροντες συμφοραῖς. Μετὰ γὰρ τὴν σφαγὴν τὴν πολυδάκρυτον οὕτω προσέκρουσαν πάλιν, ὡς ἐκκαλέσασθαι καθ’ ἑαυτῶν τὸν ἐμπρησμὸν ἐκεῖνον, ὃς μικροῦ πάντας ἀνήλωσεν ἄν, εἰ μὴ καὶ οὕτω πολλῇ περὶ αὐτοὺς φιλανθρωπίᾳ ἐχρήσατο. Τῷ δὲ Μωϋσῇ διπλῆν ἐν ἅπασι τὴν ἀθυμίαν εἶναι συνέβαινε, τῷ τε ἐκείνους ἀπόλλυσθαι, καὶ τῷ τοὺς ὑπολειπομένους ἀδιορθώτους μένειν καὶ μηδὲν ἐκ τῆς ἐκείνων κερδαίνειν συμφορᾶς. Οὔπω γὰρ τέλος εἶχεν ἐκεῖνος ὁ θάνατος, καὶ οἱ περιλειφθέντες τῶν κρομμύων ἐμέμνηντο, καὶ τοῖς παροῦσιν ἐδυσχέραινον λέγοντες· «Τὶς ἡμᾶς ψωμιεῖ κρέας; Ἐμνήσθημεν γὰρ τοὺς ἰχθύας, οὓς ἠσθίομεν ἐν Αἰγύπτῳ, καὶ τοὺς σικύους καὶ τοὺς πέπονας καὶ τὰ πράσα καὶ τὰ κρόμμυα καὶ τὰ σκόροδα». Νῦν δὲ ἡ ψυχὴ ἡμῶν κατάξηρος, οὐδὲν πλὴν εἰς τὸ μάννα οἱ ὀφθαλμοὶ ἡμῶν. Ἔνθα μηκέτι φέρων τὴν ἀγνωμοσύνην αὐτῶν ὁ Μωϋσῆς, παραιτεῖται τὴν προστασίαν νικηθεὶς ὑπὸ τῆς ἀθυμίας, καὶ θάνατον εὔχεται ἀντὶ τῆς πικρᾶς ἐκείνης ζωῆς. Ἐπάκουσον δὴ καὶ τῶν ῥημάτων αὐτῶν· «Καὶ εἶπε Μωϋσῆς, φησί, πρὸς τὸν Θεόν· ἰνάτι ἐκάκωσας τὸν θεράποντά σοῦ, καὶ διὰ τὶ οὐχ εἴρηκα χάριν ἐναντίον σοῦ, ἐπιθεῖναι τὴν ὁρμὴν τοῦ λαοῦ τούτου ἐπ’ ἐμέ; Μὴ ἐγὼ ἐν γαστρὶ ἔλαβον πάντα τὸν λαὸν τοῦτον ἢ ἐγὼ ἔτεκον αὐτόν, ὅτι λέγεις μοι, Λάβε αὐτὸν εἰς τὸν κόλπον σου, ὡσεὶ ἄραι τοῖς πατράσιν αὐτῶν; Πόθεν μοι κρέα δοῦναι παντὶ τῷ λαῷ τούτῳ, ὅτι κλαίουσιν ἐπ’ ἐμοὶ λέγοντες, Δὸς ἡμῖν κρέα, ἵνα φάγωμεν; Οὐ δυνήσομαι ἐγὼ μόνος φέρειν τὸν λαὸν τοῦτον. Ὅτι βαρύτερόν μοι ἐστὶ τὸ ῥῆμα τοῦτο· εἰ δὲ οὕτως οὐ ποιεῖς μοι, ἀπόκτεινόν με ἀναιρέσει, εἰ εὕρηκα χάριν ἐναντίον σου». Ταῦτα ἐκεῖνος ἐφθέγξατο ὁ εἰπών, «Καὶ νῦν, εἰ μὲν ἁφῆς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μή, ἐξάλειψόν με ἐκ τῆς βίβλου ἧς ἔγραψας». Οὕτως αὐτὸν ἡ ἀθυμίᾳ περιέτρεψεν. Ὅπερ πάσχουσι καὶ γονεῖς πολλάκις δυσανασχετοῦντες τοῖς γινομένοις ὑπὸ τῶν παιδίων. Ὅτι γὰρ καὶ μετὰ τὰ ῥήματα ταῦτα οὐκ παύσατο τῆς συμπαθείας τῆς πρὸς αὐτούς, ἐξ ὧν μετὰ ταῦτα ἐποίησε, δῆλον ἡμῖν. Ἐπειδὴ γὰρ μετὰ τὸ τοὺς κατασκόπους ἀνελεῖν ἐπεχείρουν, καὶ λίθοις αὐτὸν ἔβαλλον, διαφυγὼν τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν ὑπὲρ αὐτῶν εὐχὴν πάλιν ἐτρέπετο, καὶ τὸν Θεὸν παρεκάλει ἵλεων γενέσθαι τοῖς βουλομένοις αὐτὸν ἀνελεῖν· οὕτω καὶ τῆς φυσικῆς φιλοστοργίας σφοδρότερον αὐτῷ τὸ φίλτρον ἐνέκειτο. Τῶν τοίνυν κατασκόπων ἀποθανόντων, καὶ τοῦ πένθους ἀκμάζοντος, οὐδέπω παρελθόντος χρόνου, πάλιν ἑτέρας ἔπλεκον ἀθυμίας ὑποθέσεις αὐτῷ, πρῶτον μὲν οὐκ ἀνασχόμενοι κωλύοντος πολεμεῖν, δεύτερον δὲ κατακοπέντες ὑπὸ τῶν Ἀμαληκιτῶν· ἦσαν δὲ καὶ πρὸ τοῦ πολέμου τούτου τῇ χολέρᾳ καὶ τῇ γαστριμαργίᾳ δαπανηθέντες ἱκανῶς. «Καὶ γὰρ ἀπέκτεινε, φησίν, ἐν τοῖς πλείοσιν αὐτῶν, ἔτι τῆς βρώσεως οὔσης ἐν τῷ στόματι αὐτῶν». Θεασάμενος δὲ καὶ τὸν θάνατον ἐκεῖνον τὸν πολύν, οὔπω τῆς ἀθυμίας τῆς ἐπὶ τούτῳ πεπαυμένης, ἑτέρῳ πάλιν ἐβάλλετο πένθει, καὶ εἰς τοιαύτην ἀνάγκην καθίστατο, ὡς τοὺς ἀγαπητοὺς καὶ φιλτάτους τούτους εὔξασθαι ξένῳ τινὶ καὶ παραδόξῳ θανάτῳ καταλῦσαι τὸν βίον· οὕτως οἱ μὲν πυρὸς ἁφθέντος ἐξαίφνης ἐκαύθησαν, οἱ δὲ γενομένου χάσματος κατεπόθησαν· καὶ οὔτε εὐαρίθμητοί τινες, ἀλλὰ πεντεκαίδεκα χιλιάδων ἀνδρῶν πλείους οἱ ταῦτα παθόντες ἦσαν. Τούτου δὲ γενομένου, πῶς τοὺς ἐκείνων συγγενεῖς, πῶς τοὺς φίλους πρὸς τὸν Μωσέα διακεῖσθαι εἰκὸς ἦν; Πῶς δὲ αὐτὸν τὸν Μωσῆν, ὁρῶντα καὶ παῖδας ὀρφανοὺς καὶ γυναῖκας χήρας ἀπὸ ταύτης γενομένας τῆς συμφορᾶς, καὶ τὴν ἀδελφὴν καὶ τὸν ἀδελφὸν τελευτήσαντας, καὶ τοὺς υἱοὺς τοὺς ἐκείνου καυθέντας ὑπὲρ παρανομίας τίνος; Τούτων δὲ ἕκαστον ἱκανὸν καὶ μηδὲν πεπονθυῖαν θλῖψαι ψυχήν, μήτι γε τοσούτοις ἤδη κατεργασθεῖσαν κακοῖς. Ὡς δὲ τὸν Χαναναῖον εἷλον, καὶ μακρὰν ἐκύκλουν ὁδόν, πάλιν ἐγόγγυζον οἱ Ἰουδαῖοι, καὶ πάλιν ἀπώλλυντο, νόσῳ μὲν οὐκ ἔτι καθάπερ καὶ πρώην, οὐδὲ πυρὶ καὶ χάσματι καθάπερ καὶ πρότερον, ἰοβόλων δὲ δήγμασιν ὄφεων, οἱ πάντας ἂν αὐτοὺς ἀπώλεσαν, εἰ μὴ πάλιν ὁ Μωσῆς προσελθὼν ἱκέτευσε τὸν Θεόν. Ἐπειδὴ δὲ καὶ ταύτης ἀπηλλάγησαν τῆς φθορᾶς καὶ τὰς ἀρᾶς τοῦ μάντεως ἐξέφυγον, πάλιν ἑαυτοὺς ἔῤῥιψαν κατὰ τῶν χαλεπωτάτων κρημνῶν, καὶ μετὰ τὰς εὐλογίας τοῦ Βαλαάμ, μᾶλλον δὲ τοῦ Θεοῦ (οὐ γὰρ τῆς ἐκείνου προαιρέσεως ἦν τὰ ῥήματα, ἀλλὰ τῆς κινούσης αὐτὸν δυνάμεως), ἐπόρνευσαν εἰς τὰς τῶν ἀλλοφύλων θυγατέρας, κεῖ ἐτελέσθησαν τῷ Βεελφεγώρ. Ὁ δὲ Μώσης τὴν τοσαύτην ὁρῶν αἰσχύνην καὶ τὸν γέλωτα, πάλιν αὐτοὺς ἀλλήλους κατακόπτειν ἐκέλευσε λέγων· «Ἀποκτείνατε ἕκαστος τὸν πλησίον αὐτοῦ τὸν τετελεσμένον τῷ Βεεελφεγώρ»· καθάπερ ἐπὶ τινος τραύματος πολλὰς μὲν λαβόντος τομὰς καὶ καύσεις, οὐδὲν δὲ ἄμεινον ταύτῃ διατεθέντος, κελεύοι τις πάλιν τέμνειν καὶ καίειν τὸ περιλειφθέν. Σὺ δὲ ταύτας ἀκούων τὰς δυσκολίας, μὴ ταύτας μόνον συμβεβηκέναι νόμιζε, καίτοι καὶ τῶν κειμένων οὐκ ὀλίγας παρέλιπον, τοὺς πολέμους, τὰς τῶν ἐχθρῶν ἐναντιώσεις, τὰς μακρὰς ὁδοιπορίας, τῆς ἀδελφῆς τὴν ὕβριν, τὴν τιμωρίαν, ἐφ’ ᾗ μᾶλλον ἐκεῖνος ὁ πραότατος ἤλγησε Μωσῆς. Ἀλλ’ ὅμως κἂν ἅπαντά τις συναγάγῃ μετὰ ἀκριβείας, οὐδὲ μυριοστὸν μέρος τὰ γεγραμμένα τῶν γεγενημένων ἐστίν. Εἰ γὰρ οἰκετῶν τις ὀλίγων ἐν οἰκίᾳ προεστώς, καὶ παροξυσμῶν καὶ λύπης μυρίας ἔχει προφάσεις· ὁ μυριάδων τοσούτων ἐν τεσσαράκοντα ἔτεσιν ἐπιτροπεῦσαι καταναγκασθείς, καὶ ἐν ἐρήμῳ, ἔνθα μήτε ἀὴρ μήτε ὕδωρ ἦν, πόσα πράγματα καθ’ ἑκάστην ἡμέραν ἔχειν ἠναγκάζετο, πόσας φροντίδας, πόσας ἀθυμίας καὶ ζώντων καὶ τελευτησάντων! Καὶ γὰρ καὶ τελευτήσαντας ἅπαντας εἶδεν οὓς ἐξήγαγε, πλὴν ἀνδρῶν δύο μόνων, καὶ τοὺς ἀπ’ ἐκείνων γεγενημένους οὐκ ἠξιώθη εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἰσαγαγεῖν· ἀλλ’ εἶδε μὲν αὐτὴν ἀπὸ τῆς κορυφῆς τοῦ ὄρους Ναβαῦ, καὶ τὴν φύσιν αὐτῆς ἐδιδάχθη καλῶς, ἀπολαῦσαι δὲ αὐτῆς οὐ συνεχωρήθη μετὰ τῶν λοιπῶν Ἰσραηλιτῶν, ἀλλ’ ἔμενεν ἔξω, καὶ ἀπέθνησκεν· ἐφ’ ᾧ καὶ αὐτοὺς ἀπωδύρατο πρὸς τοὺς Ἰσραηλίτας λέγων· «Καὶ Κύριος ὁ Θεὸς ἐθυμώθη μοι περὶ τῶν λεγομένων ὑφ’ ὑμῶν, καὶ ὤμοσεν ἵνα μὴ διαβῶ τὸν Ἰορδάνην τοῦτον, καὶ ἵνα μὴ εἰσέλθω εἰς τὴν γῆν, ἣν Κύριος ὁ Θεὸς δίδωσί σοι ἐν κλήρῳ. Ἐγὼ γὰρ ἀποθνήσκω ἐν τῇ τῇ ταύτῃ, καὶ οὐ διαβαίνω τὸν Ἰορδάνην τοῦτον· ὑμεῖς δὲ διαβήσεσθε, καὶ κληρονομήσετε τὴν γῆν τὴν ἀγαθὴν ταύτην». Καὶ τὸ δὴ πάντων δεινότερον, ὅτι μετὰ λύπης αὐτὸν δὶς ᾅδου κατήγαγε· τὰ γὰρ μέλλοντα τοὺς Ἰουδαίους διαδέξασθαι προέμαθε κακά, τὴν εἰδωλολατρείαν, τὴν αἰχμαλωσίαν, τὰς ἀφάτους συμφοράς, ὡς μηκέτι μόνον αὐτὸν οἷς ἑώρα καὶ τοῖς γεγενημένοις, ἀλλὰ καὶ τοῖς μηδέπω συμβεβηκόσι κατατρύχεσθαι τὴν ψυχήν. Ἀπὸ γὰρ πρώτης ἡλικίας ἀρξάμενος ὀδυνᾶσθαι καὶ ἀδημονεῖν μετὰ τῆς αὐτῆς ἀθυμίας τὸν βίον κατέλυσεν.

ε’. Ὁ δὲ διαδεξάμενος αὐτοῦ Ἰησοῦς συναπέλαυσε μὲν αὐτῷ πάντων, ὡς εἶπεν, τῶν ἀνιαρῶν· εἰ δὲ τι διὰ τὸ νέον τῆς ἡλικίας ἐξέφυγε, τοῦτο μέντα τὴν ἐκείνου τελευτὴν ἐνεπλήρωσεν. Οὐ γὰρ ὅτε ἔζη μόνον ὁ Μώσης τὰ ἱμάτια διέῤῥηξε καὶ σποδὸν κατεπάσατο, ἀλλὰ καὶ τελευτήσαντος πάλιν εἰς τὴν αὐτήν, μᾶλλον δὲ εἰς μείζονα κατέστη ταύτης ἀνάγκην οὐ χρόνον βραχύν, ἀλλὰ δι’ ὅλης ἡμέρας πρηνὴς κείμενος ἐπὶ τῆς γῆς. Ἄκουσον δὴ καὶ τῶν ῥημάτων αὐτοῦ καὶ τῶν ὀδυρμῶν· «Καὶ διέῤῥηξε, φησίν, Ἰησοῦς τὰ ἱμάτια αὐτοῦ, καὶ ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν ἐναντίον Κυρίου ἕως ἑσπέρας, αὐτὸς καὶ οἱ πρεσβύτεροι Ἰσραήλ, καὶ ἐπεβάλοντο χοῦν ἐπὶ τὴν κεφαλὴν αὐτῶν, κεῖ εἶπεν Ἰησοῦς· Δέομαι, Κύριε, ἰνατὶ διεβίβασεν ὁ παῖς σου τὸν λαὸν τοῦτον τὸν Ἰορδάνην παραδοῦναι αὐτὸν τῷ Ἀμοῤῥαίῳ ἀπολέσαι ἡμᾶς; Εἰ κατεμείναμεν καὶ κατῳκίσθημεν παρὰ τὸν Ἰορδάνην. Καὶ τὶ ἐρῶ ἐπεὶ μετέβαλεν Ἰσραὴλ τὸν αὐχένα αὐτοῦ ἀπέναντι τοῦ ἐχθροῦ αὐτοῦ; Καὶ ἀκούσας ὁ Χαναναῖος καὶ πάντες οἱ κατοικοῦντες τὴν γῆν περικυκλώσουσιν ἡμᾶς, καὶ ἐκτρίψουσιν ἡμᾶς ἀπὸ τῆς γῆς». Ταῦτα ἀκούσας ὁ Θεὸς ἐνέφηνεν αὐτῷ τῆς ἥττης τὸ αἴτιον· καὶ μαθὼν πάντας ἁδρὴν ἀπώλεσεν, οὐ τὸν ἡμαρτηκότα μόνον, ἀλλὰ καὶ συγγενεῖς καὶ οἰκείους, καὶ τῶν θρεμμάτων τὸ πλῆθος, ὅπερ οὐχ ὡς ἔτυχεν αὐτῶν τὴν ψυχὴν διετάραξεν. Εἰ γὰρ ἡμεῖς ἀλλοτρίους ὁρῶντες κολαζομένους οὐδὲ ἰδεῖν ἀνεχόμεθα, τὶ οὐκ ἂν ἔπαθεν ἐκεῖνος τοῦ ὁμοφύλους καὶ συστρατιώτας τοιούτοις περιβάλλων κακοῖς; Τὶ δὲ ἡ τῶν Γαβαωνιτῶν ἀπάτη καὶ ἡ γενομένη κατὰ τῶν πέραν τοῦ Ἰορδάνου κατοικησάντων φυλῶν ὑποψία; Τὶ δὲ τὸ πολέμοις καὶ μάχαις συναναστρέφεσθαι διαπαντός; Καὶ ποίαν ἂν ἀφῆκεν ἐν καταστάσει ψυχὴν γενέσθαι; Εἰ γὰρ καὶ νικῶν διετέλει, ἀλλ’ ὅμως τὴν ἀπὸ τῶν τροπαίων ἡδονὴν ἡ τῶν περιλειπομένων φροντὶς συνετάραττε, καὶ ἡ τῶν κλήρων δὲ διανομὴ πολὺν μὲν πόνον, πολλὰς δὲ παρεῖχεν αὐτῷ τὰς δυσκολίας. Κεῖ ἴσασιν ὅσοι καὶ τὴν τυχοῦσαν οὐσίαν διανεῖμαι ἐτάχθησαν ἀδελφοῖς ἢ τοῖς ἑτέρωθεν γινομένοις κληρονόμοις τινός. Τὰς γὰρ ἑξῆς τοῦ λαοῦ συμφορὰς οὐδὲ οἶμαι δεῖν λέγειν· οὐ γὰρ εἲ τις ὀδυνηρὸν βίον διήγαγε, πρόκειται νῦν εἰπεῖν, ἀλλ’ εἲ τις τῶν σφόδρα εὐηρεστηκότων τῷ Θεῷ.

Ϛ’. Διόπερ, εἰ δοκεῖ, τὸν Ἠλὶ παρέλθωμεν· καὶ γὰρ οὗτος τῶν προσκεκρουκότων ἐστὶ διὰ τὴν τῶν παίδων κακίαν, μᾶλλον δὲ διὰ τὴν αὐτοῦ ῥαθυμίαν. Οὐ γὰρ ὅτι πονηροὺς εἶχε παῖδας ἐκολάζετο, ἀλλ’ ὅτι πέρα τοῦ δέοντος φειδωλὸς ἦν,καὶ τοῖς τοῦ Θεοῦ νόμοις ἐνυβριζομένοις οὐκ ἤμυνεν· ἅπερ καὶ αὐτὸς συνιδὼν μετὰ τὴν σφοδρὰν ἀπειλὴν ἔλεγε· «Κύριος αὐτὸς τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ ποιήσει». Διὸ δὴ τοῦτον παρελθόντες ἔλθωμεν ἐπὶ τὸν Σαμουήλ, ὃς ἐτράφη μὲν ἐκ παιδὸς ἐν τῷ ναῷ, ηὐδοκίμει δὲ διαπαντὸς ἐνώπτιον τοῦ Θεοῦ· τοσαύτην δὲ ἐκ πρώτης ἡλικίας ἐπεδείξατο τὴν ἀρετήν, ὡς πρὶν εἰς ἄνδρας ἐλθεῖν τοῖς θαυμαστοῖς ἐγκριθῆναι προφήταις, καὶ ταῦτα τοῦ πράγματος ἐπιλελοιπότος τότε. «Οὐ γὰρ ἦν, φησίν, ὅρασις διαστέλλουσα, καὶ ῥῆμα τίμιον ἦν». Οὗτος δὴ οὖν ὁ Σαμουήλ, ὁ μετὰ πολλῷ δακρύων τεχθείς, πρῶτον μὲν ὁρῶν ἑαυτοῦ δὸν διδάσκαλον ἐκείνῳ τῷ ἐλεεινῷ ἀπενεχθέντα θανάτῳ οὕτω συνεχύθη καὶ ἐταράχθη, ὡς εἰκὸς εὐγνώμονα μαθητὴν καὶ φιλόστοργον. Μετὰ δὲ τοῦτο καὶ τὰς Ἰουδαϊκὰς ἠναγκάζετο συνεχῶς θρηνεῖν συμφοράς. Οἱ δὲ παῖδες αὐτοῦ ἄδικοι ὄντες καὶ μοχθηροί, καὶ εἰς ἔσχατον πονηρίας ἐλαύνοντες, τούτῳ τε ἐλύπουν αὐτὸν καὶ τῷ μὴ δύνασθαι κληρονομῆσαι τῆς ἐκείνῳ παρασχεθείσης τιμῆς. Ταύτην διαδέχεται τὴν ἀθυμίαν, μᾶλλον δὲ οὐδὲ διαδέχεται, οὐ γὰρ ἐπαύσατο, ἀλλὰ προστίθεται ταύτῃ ἡ τῆς τῶν Ἰσραηλιτῶν αἰτήσεως παρανομίαν, ἔνθα οὕτω κατέπεσεν, ὡς καὶ παρακλήσεως δεηθῆναι πολλῆς. Ἄκουσον οὖν τὶ φησὶν αὐτῷ ὁ Θεός· «Οὐ σὲ ἐξουθενήκασιν, ἀλλ’ ἢ ἐμέ». Ἀλλ’ ὅμως καὶ μετὰ ταῦτα οὕτως αὐτῶν ἐκήδετο ὡς εἰπεῖν πρὸς αὐτούς· «Ἐμοὶ δὲ μὴ γένοιτο ἁμαρτεῖν τοῦ διαλιπεῖν εὐχομένῳ ὑπὲρ ὑμῶν». Τούτους δὴ οὖν ὁρῶν τοὺς οὕτως ἀγαπωμένους ὑπ’ αὐτοῦ κακῶς πράττοντας, καὶ πταίοντας ἐν πολέμοις, καὶ παροργίζοντας τὸν Θεόν, τινὸς ἂν ᾔσθετο ἡδύνῃς; Ποῖον δὲ ἂν καιρὸν ἀθυμίας καὶ δακρύων διήγαγε χωρίς; Ἐπειδὴ δὲ καὶ κατέστησε βασιλέα τὸν Σαούλ, ἐπάλληλοι πάλιν αὐτῷ ὀδύναι καὶ συνεχεῖς προσετίθεντο. Καὶ γὰρ ὅτε τὴν θύσιν ἀνήνεγκε παρὰ τὸ τῷ Θεῷ δοκοῦν, καὶ ὅτε τοὺς Ἀμαληκίτας κρατήσας ἐφείσατο τοῦ βασιλέως αὐτῶν, καὶ τοῦτο παρὰ τὸ κελευσθέν, οὕτως ἐπλήγη τὴν ψυχήν, ὡς μηκέτι τὸν ἄνδρα ἰδεῖν, ἀλλ’ ἐξ ἐκείνου μέχρι τῆς ἐσχάτης ἡμέρας πενθεῖν καὶ δακρύειν αὐτόν, ὅτε καὶ ἐπετιμήθη διὰ τὸ τῆς ἀθυμίας σφοδρόν. «Ἕως πότε γάρ, φησί, σὺ πενθεῖς ἐπὶ Σαούλ, κἀγὼ ἀπῶσμαι αὐτόν»; Εἰ δὲ τούτων γεγενημένων ἐπένθει, τὶς ἦν ἄρα, ὅτε τοὺς τοσούτους ἔσφαξεν ἱερέας ἐκεῖνος εἰκῆ καὶ μάτην; Ὅτε τὸν εὐεργέτην καὶ οὐδὲν ἠδικηκότα, δεύτερον ἦλθεν ἀνελεῖν; Ὅτε γυμνὸν αὐτὸν εἶδε προφητεύοντα καὶ καταπίπτοντα; Ὅτε τοῦ Δαυῒδ ἤκουσε μυρία πρὸς αὐτὸν ἀποδυρομένου καὶ ἐντυγχάνοντος;

ζ’. Ἐπειδὴ δὲ τοῦ Δαυῒδ ἐμνήσθην, οὐκ οἶδα τὶ πράξω· πότερον τοὺς θρήνους αὐτοῦ τοὺς μακροὺς καὶ συνεχεῖς τοὺς ἐν τοῖς ψαλμοῖς ἀναγεγραμμένους εἰς μέσον ἀγάγω νῦν, ἢ τούτους ἀφεὶς ἀναλέξασθαί σοι κατὰ σχολήν, αὐτὸς τὰς ἐκείνου διέλθω συμφοράς. Οὗτος τοίνυν ὁ Δαυῒδ πολλὰ μὲν καὶ ἐν τῷ ποιμαίνειν ὑπέμεινε δεινά, καὶ ταῖς τῶν ἀέρων ἀνωμαλίαις καὶ τῇ τῶν θυρίων ἀγριότητι μαχόμενος· καὶ τὸ μὲν ἐξ ὧν ὁ Ἰακὼβ ἔφησεν ἔστιν ἰδεῖν, τὸ δὲ ἐξ ὧν αὐτὸς πρὸς τὸν Σαοὺλ διελέγετο περὶ τοῦ λέοντος καὶ τῆς ἄρκτου. Ἐπειδὴ δὲ τὸν βίον ἀφεὶς ἐκεῖνον πρὸ ὥρας εἰς τὰ τοῦ πολέμου πράγματα ἔπιπτε, τὴν μὲν τῶν ἀδελφῶν βασκανίαν ἀφίημι, εἰ καὶ σφόδρα τοῦτό ἐστι φορτικόν· ἀλλ’ ἐπειδὴ κατώρθωκε τὴν λαμπρὰν νίκην ἐκείνην καὶ θαυμαστὴν μονομαχίαν ἀναδεξάμενος, εὗρε τοῦ καταβληθέντος Γολιὰθ σφοδρότερον ἐχθρὸν τὸν εὐεργετηθέντα Σαούλ. Οὐ γὰρ ἐκ τοῦ φανεροῦ πρὸς αὐτὸν παρετάττετο, ἀλλὰ τὸ τῶν φιλούντων προσωπεῖον ὑποδύς, καὶ τὸν τιμῶντα καὶ κηδόμενον ὑποκρινάμενος, οὕτως αὐτὸν διετίθει τὰ τῶν ἐχθρῶν. Τοῦτο δὲ ὅσον ἐστὶ κακὸν ἀντὶ ἀγαθῶν ἀπολαμβάνειν κἀκ, ἄκουσον τοῦ μακριοῦ προφήτου τοῦτο συνεχῶς θρηνοῦντος καὶ δυσανασχετοῦντος καὶ λέγοντος, «Εἰ ἀνταποδίδοταί μοι κακὰ ἀντὶ ἀγαθῶν». Μάλιστα μὲν οὖν καὶ μηδενὸς προσόντος δεινοῦ τοῦτο αὐτὸ καθ’ ἑαυτὸ πολλῆς ἀθυμίας ἄξιον, δι’ ὑποψίας εἶναι τὸν στρατηγὸν τῷ βασιλεῖ, καὶ ἀηδῶς ὁρᾶσθαι ὑπ’ αὐτοῦ. Καὶ τὶ λέγω στρατηγὸν βασιλεῖ; Κἂν γὰρ παρὰ τῶν οἰκετῶν ἡμεῖς τοῦτο πάθωμεν, δυσχεραίνομεν· ὅταν δὲ καὶ ἐπιβουλαὶ ῥάπτωνται κατὰ τῆς τοῦ μισουμένου ζωῆς, τὶς ἂν γένοιτο βίος τούτου πικρότερος; Ἀλλ’ ὅμως ἅπαντα ἔφερε καὶ ἠνείχετο, καὶ συνῆν τῷ φονῶντι κατ’ αὐτοῦ, καὶ ἐστρατήγει τοὺς ἐκείνου πολέμους. Ἐπειδὴ δὲ ποτε καὶ ἀπεδήμησε καὶ πόῤῥω τοῦ πολέμου κατέστησεν ἑαυτόν, τοῦτο μὲν αὐτὸ τὸ πόῤῥω εἶναι, καὶ τὴν ἔχθραν ποιῆσαι φανερά, εἶχέ τὶ πλέον εἰς τὸν νοῦ θαῤῥεῖν λόγον· μετὰ δὲ τετρακοσίων ἀνδρῶν πρὸς τοσαύτην ἀναγκαζόμενος παρατάττεσθαι στρατιάν, ἔτρεμε πλέον ἢ πρότερον. Ὁ γὰρ μήτε πάλιν, μήτε φρούριον, μήτε συμμάχους, μήτε προόδους κεκτημένος, ἐννόησον τὶς ἦν, πρὸς τὸν ταῦτα ἔχοντα πάντα ἀναγκαζόμενος πολεμεῖν, καὶ πλὴν τῆς ἐρήμου καὶ τῶν ἐκεῖ σπηλαίων, οὐδὲ ὅποι καταφύγοι δυνάμενος εὑρεῖν. Καὶ γὰρ Κεϊλὰ πόλιν οὕτω καλουμένην λαβών, εὐθέως αὐτῆς ἀπεπήδησε τοῦ ἱερέως εἰπόντος, ὅτι αὐτὸν ὁ Θεὸς ἐκεῖ μένοντα τῶν τοῦ Σαοὺλ οὐχ ὑπεξαρπάσει χειρῶν. Ὁ δὲ ἱερεὺς οὗτος ἐκεῖνο ἦν ὁ τὰς τοῦ Σαοὺλ χεῖρας διαδράς, καὶ τὴν ἐν Νομβὰ γενομένην τραγῳδίαν ἀπαγγείλας τῷ βασιλεῖ, ὅτε καὶ τὴν πικρὰν ἐκείνην ἔῤῥηξε φωνήν· «Ἐγὼ γάρ, φησίν, εἰμὶ ὁ αἴτιος τῶν ψυχῶν ὅλου τοῦ κοίου τοῦ πατρὸς σου». Ὥστε συνὼν αὐτῷ διαπαντὸς οὐδὲν ἕτερον, ἀλλ’ ἢ τῆς ἀθυμίας ἐκείνης ὑπόμνησις ἦν. Βλέπων γὰρ εἰς αὐτόν, ἀεὶ τῆς ἀπωλείας ἐμέμνητο τῶν ἱερέων· μνημονεύων δὲ τῆς ἀπωλείας, καὶ τῆς τοσαύτης σφαγῆς τὴν αἰτίαν ἀνατιθεὶς ἑαυτῷ, καταδίκου παντὸς ἀθλιώτερον ἐβίου βίον. Καὶ γὰρ εἰ μηδὲν ἕτερον τὸ ἐνοχλοῦν ἦν, ἱκανὸν τρώσαι ψυχὴν καὶ ἀνελεῖν τὸ ἱερέων σφαγέα λογίζεσθαι τοσούτων ἑαυτόν. Πληγεὶς δὲ τούτῳ τῷ λογισμῷ, τῷ καὶ νυκτὸς καὶ μεθ’ ἡμέραν σητὸς μᾶλλον αὐτοῦ διατρώγοντι τὴν ψυχήν, καὶ ἀλλὰ ἐφεξῆς ἐδέχετο τραύματα συνεχῆ καὶ ἐπάλληλα. Καὶ γὰρ ὅτε αὐτὸν ὁ Νάβαλ διὰ τῶν οἰκετῶν ὕβρισε, καὶ δραπέτην, οὐκ ἀναλγητὶ τὰ ῥήματα ἤνεγκε· καὶ ὅτε πρὸς τὸν Ἀγχοῦς ἀπελθών, τοὺς μαινομένους ὑπεκρίνετο, καὶ κατέπιπτε, καὶ τὰ ὄμματα διαστρέφων καὶ πολὺν ἐκ τοῦ στόματος αὐτοῦ ἄφρον ἀφιείς, τῶν ἀληθῶς δαιμονώντων μᾶλλον ἐτήκετο, λογιζόμενος εἰς οἵαν κατέστησεν ἑαυτὸν ἀνάγκην ὁ τοσαῦτα εὐεργετηθείς. Ἐπειδὴ δὲ μικρὸν ἐνέθη, παρὰ τοῖς πολεμίοις γενόμενος, ἔδει μὲν ἐπιστρατεύειν τοῖς ἐκείνων ἐχθροῖς· διαφθονούμενοι δὲ αὐτῷ οἱ σατράπαι, καὶ διαβαλεῖν πρὸς τὸν βασιλέα βουλόμενοι, ἐξέπεμπον αὐτὸν τῆς στρατιᾶς ὡς ἄχρηστον αὐτοῖς καὶ ἐπίβουλον καὶ προδότην ἐσόμενον. «Ἐθυμώθησαν γάρ, φησίν, ἐπ’ αὐτῷ οἱ σατράπαι τῶν ἀλλοφύλων, καὶ λέγουσιν αὐτῷ· Ἀπόστρεψον τὸν ἄνδρα, καὶ ἀποστραφήτω εἰς τὸν τόπον οὗ κατέστησας αὐτὸν ἐκεῖ, καὶ μὴ ἐρχέσθω μεθ’ ἡμῶν εἰς πόλεμον, καὶ μὴ γινέσθω ἐπίβουλος τῇ παρεμβολῇ. Καὶ ἐν τίνι διαλλαγήσεται οὗτος τῷ κυρίῳ αὐτοῦ, ἢ οὐχὶ ἐν τάσι κεφαλαῖς τῶν ἀνδρῶν ἐκείνων»; Ὁ δὲ τοῖς ῥήμασι τούτοις πληγεὶς ἀνεχώρησε μετὰ πολλῆς τῆς ὕβρεως καὶ τῆς ἀθυμίας. Ἐλθὼν δὲ οἶκοι τοσαῦτα εὗρε κακά, ὡς μικροῦ δεῖν καὶ ἀποπνιγῆναι τῇ λύπῃ. Τὰ γὰρ τότε συμβεβηκότα δεινὰ ἦν μὲν ἱκανὰ καὶ προμελετηθέντα τὴν ἐκείνου σκοτῶσαι ψυχήν· τοῦ δὲ ἀπροσδοκήτου προστεθέντος καὶ παρ’ ἐλπίδας, διπλάσια τῶν ὄντων ἐφαίνετο, καὶ οὐκ ἔτι ἦν φορητά. Ἀπῄει μὲν γὰρ ὡς ἀναπαυσόμενος οἶκοι, καὶ τῆς ἀθυμίας ἐκείνης εὑρήσων παραμυθίαν τὰ παιδία καὶ τὰς γυναῖκας· ἐπιστὰς δὲ ἄφνω ἤκουε μὲν ὅτι οὗτοι παρὰ τοῖς πολεμίοις δουλεύουσιν, ἐθεώρει δὲ πῦρ καὶ καπνὸν καὶ αἷμα καὶ νεκρούς, καὶ πρὶν ἢ τούτους ἀλγῆσαι καὶ τὴν αἰχμαλωσίαν ὀδύρασθαι, θηρίων χαλεπώτερον ἐπέπεσον οἱ τὴν πόλιν οἰκοῦντες αὐτῷ, ἀπὸ τῆς ἐκείνου κεφαλῆς, ἕκαστος τῶν οἰκείων κακῶν εὑρέσθαι παραμυθίαν ζητῶν. Καὶ καθάπερ ἐναντίων ἀνέμων εἰς τὴν θάλασσαν ἐμπεσόντων πολὺς καὶ ἄγριος ἀπὸ τῆς μάχης ἐκείνης γίνεται ὁ χειμών· οὕτω καὶ τότε, καὶ ἀθυμίας καὶ φόβου τὴν τοῦ δικαίου διακοπτόντων ψυχήν, πολλὴ ἦν ἡ ζάλη καὶ ὁ θόρυβος, τῶν παθῶν τούτων ἐπαλλήλων κρατούντων καὶ κρατουμένων συνεχῶς. Δυνηθεὶς δὲ ταῦτα διαδύναι τὰ κακά, καὶ ἃς γυναῖκας ἀπολαβεῖν, καὶ τὴν αἰχμαλωσίαν ἅπασαν, πρὶν ἢ πάλιν αἰσθέσθαι τῆς νίκης ἐκείνης, πλήττεται ἀγγελίᾳ πικρᾷ, τῇ περὶ τοῦ Ἰωνάθαν σφαγῇ, ἢ τὴν ψυχὴν οὕτω κατέβαλε τὴν ἐκείνου, ὡς ἔστιν ἐκ τῶν θρήνων μαθεῖν· «Ἐπέπεσε γάρ, φησίν, ἐπ’ ἐμὲ ἡ ἀγάπησίς σου, ὡς ἡ ἀγάπησις τῶν γυναικῶν». Καὶ τὶ λέγω τῶν θρήνων; Ὁ γὰρ τὸν ἐκείνου πατέρα, τὸν ἐχθρὸν τὸν ἑαυτοῦ καὶ ἐπίβουλον καὶ μυριάκις τῆς ἀπωλείας ἐπιθυμήσαντα τῆς αὐτοῦ οὕτω δακρύσας, τὶ ἂν ἔπαθε τὸν ἐν ἐκείνοις παραστάντα τοῖς κινδύνοις αὐτῷ καὶ πολλάκις αὐτὸν τῆς τοῦ πατρὸς ἐπιβουλῆς ἐξελόμενον, καὶ ἀποῤῥήτων κοινωνήσαντα, καὶ συνθήκας ὑπὲρ πολλῶν θέμενον πρὸς αὐτόν, τοῦτον, ὅτε αὐτῷ τὰς ἀμοιβὰς ἀποδοῦναι τῶν εὐεργεσιῶν κεινῶν ἠδύνατο, τότε ἐξαρπασθέντα τοῦ βίου μαθών;

η’. Ἀκμάζοντος δὴ τούτου τοῦ πάθους, ἑτέρᾳ περιβάλλει πάλιν αὐτὸν ὁ στρατηγὸς ἀθυμίᾳ τὸν ἀπονητὶ καὶ μετὰ πάσης εὐκολίας πᾶσαν αὐτῶν παραδοῦναι τὴν στρατιὰν ἐπαγγειλάμενον, τοῦτον προαναρπάσας τῆς ὑποσχέσεως, καὶ δόλῳ διαχρησάμενος. Τοσοῦτον γὰρ ἤλγησεν ἐκείνῃ τῇ σφαγῇ, ὡς καὶ τότε καταρᾶσθαι τὸν Ἰωάβ, καὶ παρ’ αὐτὸν τῆς τελευτῆς τὸν καιρὸν ἐπισκῆψαι τὸ ἑαυτοῦ παιδὶ δίκην ταύτην εἰσπράξασθαι τῆς μιαιφονίας αὐτόν. Καὶ τὰ ῥήματα δέ, ἅπερ αὐτὸν ἀνακαλῶν ἐθρήνησεν, ἱκανὰ τὸ πάθος ὑμῖν παραστῆσαι τῆς ψυχῆς· «Ἐπῇρε γάρ, φησίν, ὁ βασιλεὺς τὴν φωνὴν αὐτοῦ, καὶ ἔκλαυσεν ἐπὶ τῷ τάφῳ Ἀβεννήρ, καὶ εἶπεν· Εἰ κατὰ τὸν θάνατον Νάβαλ ἀποθανεῖται Ἀβεννήρ, αἱ χεῖρές σου οὐκ ἐδέθησαν, οὐδὲ οἱ πόδες σου ἐν πέδαις, οὐδὲ προσήγαγες ὡς Νάβαλ ἐνώπιον υἱοῦ ἀδικίας ἔπεσες». Τὶ δὲ μετὰ τοῦτο; Δολοφονεῖται μὲν ὁ Μεμφιβοσθέ, καὶ τῇ διὰ τοῦτον αὐτῷ γενομένῃ λύπῃ (καὶ γὰρ ἐπὶ τούτῳ πάλιν ἤλγησεν, ὡς καὶ ἀνελεῖν τοὺς φονεύσαντας) ἡ τῶν χωλῶν καὶ κυλλῶν ἀντίστασις προστεθεῖσα σφόδρα αὐτὸν διετάραξε. Κρατήσας δὲ καὶ τούτων καὶ ἑτέρων πολεμίων, ἀνάγειν μὲν τὴν κιβωτὸν μετὰ πολλῆς τῆς εὐφροσύνης· ἔτι δὲ αὐτῆς ἀναγομένης, καὶ πάντων χαιρόντων, ἐν μέσῳ τῆς εὐθυμίας πρᾶγμα συμβὰν πάντων ἠμαύρωσε τὴν ἡδονήν, καὶ ἀθυμίᾳ καὶ φόβῳ πολλῷ τὴν τοῦ βασιλέως ἔβαλε ψυχήν. Τὸν γὰρ Ὀζᾶν βουληθέντα περιτρεπομένην ὀρθώσαι τὴν κιβωτόν, παραχρῆμα ἐπάταξε καὶ νεκρὸν ἔθηκεν ἡ Θεοῦ ὀργή, καὶ οὕτως ἐπὶ πολὺ κατέσεισε τοῦ Δαυῒδ τὴν ψυχὴν οὗτος ὁ φόβος, ὡς μὴ πρότερον τολμῆσαι πρὸς ἑαυτὸν ἀνενεγκεῖν τὴν κιβωτόν, πρὶ ἢ μαθεῖν ὅπως χρήσαιτο τῷ τότε αὐτὴν ὑποδεξαμένῳ Ἀβεδδαρᾶ. Μετὰ δὲ ταῦτα τελευτήσαντος τοῦ Ἀμμανιτῶν βασιλέως, πρᾶγμα ἀνδρὸς χρηστοῦ καὶ φιλανθρώπου ποιῶν, ἔπεμψε παραμυθησόμενος τὸν υἱὸν τὸν ἐκείνου, καὶ πείθων πράως ἐνεγκεῖν τὴν τοῦ πατρὸς τελευτήν· ὁ δὲ ἀντὶ τῆς τιμῆς ταύτης ὑβρίσας τοὺς ἀπελθόντας αἰσχρῶς, οὕτως ἀπέπεμψε τῷ βασιλεῖ. Ἆρά σοι μικρὸν εἶναι τοῦτο δοκεῖ πρὸς τὸ πλῆξαι ψυχὴν καὶ καταβαλεῖν; Ἆρ’ οὐχ ὁ πόλεμος ἐκεῖνος τοῦτο δείκνυσιν, ὁ μηδαμόθεν ἑτέρωθεν τὴν ὑπόθεσιν ἐσχηκώς, καὶ πρὸς τοσαύτην σφοδρότητα ἐκταθείς, ὡς μυρίοις αὐτὸν περιβαλεῖν κακοῖς; Ἱκανὰ μὲν οὖν καὶ ταῦτα, κἂν μυριὰς τις αὐτοῖς ἀναμιγνύῃ τὰς ἡδονάς, εἰς τὸν τῶν ὀδυνηρῶν βίον καταλέξαι τὴν ἐκείνου ζωήν· νῦν δὲ τοιαῦτα τὸ μετὰ ταῦτά ἐστιν, ὡς μηδὲ ἦρχθαι τῶν ἀληθῶς λυπηρῶν. Πάντα γὰρ μῦθον καὶ πᾶσαν τραγῳδίαν ἐνίκησε τὰ τοῦ βασιλέως τούτου πάθη· οὕτως ἀλλόκοτα καὶ ἐπάλληλα προσέπεσεν αὐτοῦ τῇ οἰκίᾳ τὰ δεινά, κακῷ τὸ κακὸν ἀεὶ ἰάσασθαι σπουδαζόντων αὐτῷ.

Ὅρα γὰρ ἠράσθη τῆς ἀδελφῆς ὁ Ἀμνῶν τῆς αὐτοῦ· ἐρασθεὶς ὕβρισεν εἰς αὐτήν, ὑβρίσας ἐμίσησε, καὶ τὴν ὕβριν ἐξεπόμπευσε καὶ τὴν μίξιν, εὐθέως προστάξας τινὶ τῶν οἰκετῶν ἐκβαλεῖν ἄκουσαν τῆς οἰκίας, καὶ παράπεμψαι διὰ τῆς ἀγορᾶς βοῶσαν καὶ ὀδυρομένην. Ταῦτα μαθὼν ὁ Ἀβεσσαλώμ, καὶ καλέσας ἐπ’ ἄριστον τοὺς ἀδελφοὺς ἅπαντας, ἐν οἷς ἦν κἀκεῖνος ὁ ὑβρίσῃς, ἑστιώμενον αὐτὸν μεταξὺ καὶ πίνοντα κατασφάττει διὰ τῶν οἰκετῶν. Εἶτα ἐξαναστὰς τις ἐκεῖθεν, καὶ τὸ σαφὲς οὐ μαθὼν διὰ τὸν θόρυβον, ἀπήγγειλε τῷ βασιλεῖ, ὅτι τεθνήκασι πάντες οἱ παῖδες αὐτῷ. Καὶ ἐκάθητο θρήνων τὸν ἁπάντων φόνον τὸν οὐ γεγενημένον· ὡς δὲ ἔγνω τὸ σαφές, ἠπείλει μὲν τῷ παιδί, καὶ ἀναιρήσειν ἔλεγεν, ἀποδράντι δὲ καὶ ἐπὶ τῆς ἀλλοτρίας τριῶν διατρίψαντι περίοδον ἐτῶν πάντα τὸν χρόνον ἐκεῖνον ἔμενεν ὀργιζόμενος· καὶ οὐδ’ ἂν τότε αὐτὸν ἐκάλεσεν, εἰ μὴ ἡ τοῦ στρατηγοῦ σοφία καὶ ἄκοντα αὐτὸν εἰς ταύτην ἐνέβαλε τὴν ὑπόσχεσιν. Καλέσας δέ, οὐδὲ οὕτως ἔσβεσε τῆς καρδίας τὴν πληγήν, ἀλλ’ ἕτερα πάλιν δύο αὐτὸν ἔτη τῆς ὄψεως ἀποστήσας τῆς αὐτοῦ, μόλις μετὰ τὸν μακρὸν χρόνον τοῦτον πάλιν ἀξιωθεὶς ὑπὸ τοῦ στρατηγοῦ, παῤῥησίας μετέδωκεν. Ὁ δὲ ὑπὲρ τούτων μνησικακῶν, ἢ καὶ ἄλλως τυραννίδος ἐρῶν, ἐπανίσταται τῷ πατρί, καὶ πάλιν αὐτὸν εἰς τοὺς πλάνους καὶ τὰς φυγάς, ἃς ὑπέμεινεν ὑπὸ τοῦ Σαούλ, ἐπανήγαγε, μᾶλλον δὲ καὶ πολλῷ τοῦτον ἐκείνου χαλεπώτερον ἀπέδειξε τὸν καιρόν. Τότε μὲν γὰρ στρατηγὸς ὢν τοιαῦτα ἐπέσχε, νῦν δὲ μετὰ τὸ χρόνους ἐν τῇ βασιλείᾳ ποιῆσαι πολλούς, καὶ κρατῆσαι τῶν πολεμίων ἁπάντων ὡς εἰπεῖν, μεταναστεύειν ἠναγκάζετο. Ὁ δὲ ἀναγκάζων οὐκ ἀλλότριός τις ἦν, οὐδὲ πολέμιος, ἀλλ’ ὁ ἐκ τῆς κοιλίας, ὡς αὐτὸς ἀπωδύρετο λέγων, ἐξελθὼν τῆς αὐτοῦ. Καὶ τότε μὲν ἐν ἀκμῇ τῆς ἡλικίας ἦν, καὶ φέρειν ἠδύνατο πάντα γενναίως· νυνὶ δὲ παρὰ τὸν καιρόν, ὃν γηροτροφεῖσθαι αὐτὸν ἐχρῆν ὑπ’ ἐκείνου τοῦ μιαροῦ, τότε ἐπεβουλεύετο καὶ ἐπολεμεῖτο, καὶ ἐξῄει μετὰ ὀλίγων τινῶν ἀνυπόδετος ὁ βασιλεύς, ἐγκαλυπτόμενος καὶ δακρύων. Οὐ γὰρ συμφορᾶς αὐτῷ μόνον, ἀλλὰ καὶ αἰσχύνης ὑπόθεσιν εἶχεν ὁ πόλεμος. Τοσούτῳ γὰρ τοῦ Σαοὺλ ὑβριστικώτερον ὁ υἱὸς ἐχρήσατο τῷ μακαρίῳ τότε ἐκείνῳ, ὡς καὶ εἰς τὰς παλλακὰς ἐνυβρίσαι τοῦ πατρός, καὶ ταῦτα οὐ λάθρᾳ, ἀλλ’ ἐπὶ τοῦ δώματος, ὁρώντων ἁπάντων, καὶ τοὺς τῆς φύσεως θεσμοὺς καὶ τοὺς τῆς μίξεως νόμους διὰ τὴν κατὰ τοῦ πατρὸς ὕβριζε μανίαν, καὶ ὑπὸ τῆς ἀνοίας μεθύων, ἔτι τοῦ πολέμου συνεστῶτος, τὰ τῶν ἤδη νενικηκότων καὶ λαβόντων αἰχμαλώτους τοὺς ἐναντίους ἐτόλμα καὶ ἐπεδείκνυτο. Οὕτω τοίνυν ὄντα κατώδυνον καὶ φοβούμενον εὑρὼν ὁ Σιβὰ συνετάραξε πλέον καταψευσάμενος τοῦ δεσπότου, καὶ εἰπών, ὅτι τὰ τοῦ τυράννου φρονεῖ.

θ’. Τοῦτον διαδέχεται ὁ Σεμεεί, μιαρὸς τις ἀνὴρ καὶ ἀχάριστος, καὶ μυρίοις ὀνείδεσιν ἔβαλλε καὶ λίθοις, μετὰ τῶν ῥημάτων ἐκείνων· «Ἔξελθε, φησίν, ἀνὴρ αἱμάτων, καὶ ἀνὴρ ὁ παράνομος. Ἐπέστρεψεν ἐπὶ σὲ Κύριος πάντα τὰ αἵματα τοῦ οἴκου Σαούλ, ἀνθ’ ὧν ἐβασίλευσας ἀντ’ αὐτοῦ, καὶ ἔδωκε Κύριος τὴν βασιλείαν εἰς χεῖρας Ἀβεσσσαλὼμ τοῦ υἱοῦ σου, καὶ ἔδειξέ σοι τὴν κακίαν σου, ὅτι ἀνὴρ αἱμάτων σὺ εἶ. Ὁ δὲ ἐτήκετο μὲν ταῦτα ἀκούων καὶ πάσχων, ὡς καὶ ἀπ’ αὐτῶν τῶν θρήνων τοῦτο ἐδήλου, οὐδὲν δὲ ἐτόλμα περαιτέρω ποιεῖν· ἀλλ’ εἰπών, «Ἄφες αὐτὸν καταρᾶσθαι, ὅτι Κύριος εἴρηκεν αὐτῷ, ὅπως ἴδῃ τὴν ταπείνωσίν μου, καὶ ἀποδῴη μοι Κύριος ἀγαθὰ ἀντὶ κατάρας τῆς ἐν τῇ ἡμέρᾳ ταύτῃ», ἀφῆκε ζῶντα ἀπελθεῖν· αὐτὸς δὲ περιέμενε τὰ περὶ τοῦ Χουσὶ μεριμνῶν καὶ τρέμων τὶ ποτε ἄρα ἔσται τὸ τέλος. Ὡς δὲ ἀπηγγέλθη καὶ ταῦτα, συνεκροτεῖτο ὁ πόλεμος πάντων πολέμων τῶν πώποτε γενομένων καινότατος ὤν, καὶ αἰνίγματι μᾶλλον ἐοικώς. Τὸν γὰρ αἴτιον τῶν τοσούτων κακῶν, καὶ ἐκείνῃ τῇ μάχῃ παρασχόντα τὴν ὑπόθεσιν ἅπασαν, καὶ οὗ πεσόντος ἅπαντα λελῦτο τὰ δεινά, τοῦτον ἔχειν ἐν πολλῇ προνοίᾳ καὶ φειδοῖ τοὺς στρατηγοὺς παρεκάλει τοὺς αὐτοῦ, συνεχῶς ἐπιλέγων· «Φείσασθέ μου τοῦ παιδαρίου Ἀβεσσαλώμ». Τὶ ταύτης ἂν γένοιτο τῆς ἀπορίας χεῖρον; Τὶ τῆς ἀμηχανίας ἐλεεινότερον; Πόλεμον ἀναδέξασθαι ἠναγκάζετο, ἐν ᾧ καὶ τὸ νικῆσαι καὶ τὸ κρατηθῆναι ὁμοίως ἀπευκτὸν ἦν αὐτῷ. Οὔτε γὰρ ἔλαττον ἔχειν ἤθελεν, οὐδὲ γὰρ ἂν τοσοῦτον ἐξέπεμψε στρατόν, οὔτε περιγενέσθαι, οὐδὲ γὰρ ἂν τὸν συνέχοντα καὶ συγκροτοῦντα τὴν τῆς μάχης παράταξιν ἐκώλυσεν ἀνελεῖν. Κριθέντος δὲ τοῦ πολέμου καὶ τέλος λαβόντος ὅπερ ἤθελεν ὁ Θεός, καὶ τοῦ πατραλοίου πεσόντος ἐκείνου, οἱ μὲν λοιποὶ πάντες ἦσαν ἐν εὐφροσύνῃ καὶ χαρᾷ, μόνος δὲ ἐκεῖνος ἐπένθει καὶ ἐδάκρυε, καὶ καθείρξας ἑαυτὸν ἀνεκαλεῖτο τὸν τεθνηκότα, καὶ ἐδυσχέραινεν ὅτι μὴ ἀντ’ ἐκείνου τὴν τελευτὴν ἐδέξατο. «Τὶς δώσει γὰρ μοι, φήσι, θάνατον, ἀντὶ σοῦ, Ἀβεσσαλώμ, υἱὲ μου»; Τὶ ταύτης ἠκούσθη πολυπλοκώτερον τῆς συμφορᾶς; Ὅτε μὲν τὸν ἀδελφὸν ἀνεῖλεν, ἀνελεῖν αὐτὸν ἐσπούδαζεν, ὅτε δὲ ἐμάνη κατ’ αὐτοῦ, τότε φείδεται τοῦ παιδός. Καὶ οὐκ ἂν ἐπαύσατο θρηνῶν ἐπὶ πολὺ τὸν νεκρόν, εἰ μὴ εἰσῆλθεν ὁ Ἰωάβ, καὶ τὴν ἀτοπίαν τοῦ πράγματος ἔδειξε, καὶ σφοδρότερον διαλεχθεὶς ἀνέστησέ τε αὐτόν, καὶ ἐν σχήματι τῷ προσήκοντι δέξασθαι τὴν στρατιὰν παρεσκεύασε. Καὶ οὐδὲ τότε αὐτῷ τὰ τῶν δεινῶν τέλος ἐλάμβανεν, ἀλλὰ πρῶτον μὲν ἐστασίασαν πρὸς ἀλλήλους οἱ στρατιῶται καὶ διηρήθησαν· ὡς δὲ μόλις καὶ μετὰ πολλῆς τῆς κολακείας εἶξαν τῷ βασιλεῖ, πάλιν ἀποπηδήσαντες προσετέθησαν τῷ Σαβεέ, καὶ πάλιν ἐξ ἀρχῆς ἕτερος ἐτίκτετο πόλεμος τῶν τοῦ προτέρου λειψάνων μενόντων ἔτι. Ὑπὲρ ὧν θορυβηθεὶς ὁ Δαυῒδ, καὶ συγκροτήσας τοὺς στρατιώτας, ἐξέπεμψε μετὰ τῶν στρατηγῶν· ὁ δὲ Ἰωὰβ τροπωσάμενος καὶ τοῦτον τὸν πόλεμον, οὐκ ἀφῆκε καθαρὰν ἀθυμίας γενέσθαι τὴν ἀπὸ τῆς νίκης ἡδονήν. Τὸν γὰρ συστράτηγον τὸν αὐτοῦ καὶ πάντα τὸν λαὸν ὑποτάξαντα τῷ Δαυῒδ, τοῦτον ἁπλῶς καὶ οὐδὲν ἔχων ἐγκαλεῖν, ὑπὸ βασκανίας μανεὶς ἀνεῖλε καὶ διεχρήσατο· ὅπερ οὕτω διετάραξε τὸν βασιλέα καὶ συνέχεεν, ὡς καὶ περὶ τούτου τελευτῶντα ἐπισκήψαι τῷ παιδί, καὶ δεηθῆναι μὴ περιιδεῖν ἀτιμώρητον ἀπελθόντα τὸν Ἀμισσᾶ. Καὶ τὸ δὴ χαλεπώτερον, οὕτω διακείμενος οὐδὲ ἐξειπεῖν ἐτόλμα τῆς ἀθυμίας τὴν ὑπόθεσιν, διὰ τὸ μυρίοις ἤδη προστεταλαιπωρηκέναι κακοῖς. Καὶ γὰρ μετὰ τοὺς πολέμους τούτους διεδέξατο λιμὸς τὴν χώραν πᾶσαν, καὶ τοῦ κακοῦ ζητῶν λύσιν εὑρεῖν, ἠναγκάζετο τοὺς τοῦ Σαοὺλ ἐκδοῦναι παῖδας εἰς σφαγήν. Τοῦτο γὰρ ἔλεγεν ὁ χρησμός· «Ἐπὶ Σαούλ, φησί, καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ ἡ ἀδικία αὐτῇ διὰ τὸ θανατῶσαι αὐτὸν τοὺς Γαβαωνίτας». Εἰ δὲ τις μέμνηται πῶς τὸν Σαοὺλ ἐθρήνησεν, οἶδε τὶ καὶ τότε ἔπασχε παραδιδοὺς τοῖς Γαβαωνίταις αὐτούς· ἀλλ’ ὅμως καὶ ταῦτα ἔφερε, καὶ περαιτέρω πάλιν προῄει τὰ τῶν συμφορῶν. Μετὰ γὰρ τὸν λιμὸν ἐπέστη λοιμός, καὶ πίπτουσιν ἑβδομήκοντα χιλιάδες ἀνδρῶν ἐν τῷ τῆς ἡμέρας ἡμίσει καιρῷ, ὅτε καὶ τὰ ἐλεεινὰ ἐκεῖνα ῥήματα φθέγγεται ὁ βασιλεύς. Ἰδὼν γὰρ τὸν ἄγγελον ἐσπασμένον τὴν ῥομφαίαν ἔλεγεν· «Ἰδοὺ ἐγὼ ὁ ποιμὴν ἥμαρτον, καὶ ἐγὼ ὁ ποιμὴν ἐκακοποίησα, καὶ οὗτοι, τὸ ποίμνιον, τὶ ἐποίησαν; Γενέσθω ἐν ἐμοὶ ἡ χεὶρ σου, καὶ ἐν τῷ οἴκῳ τοῦ πατρὸς μου». Πάσας μὲν οὖν αὐτοῦ τὰς ἀθυμίας πρὸς ἀκρίβειαν οὐ δυνατὸν ἡμῖν ἐξειπεῖν· οὐδὲ γὰρ εἰσιν ἀνάγραπτοι πᾶσαι· ἀπὸ δὲ τῶν θρήνων αὐτοῦ καὶ τῶν ὀδυρμῶν δυνατὸν στοχάσασθαι καὶ τῶν παραλειφθεισῶν τὸ μέγεθος, καὶ ὡς οὐδέποτε διελίμπανε κοπτόμενος καὶ ἀλγῶν ὁ δίκαιος. Τὶ γὰρ φησιν; «Αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη· ἐὰν δὲ ἐν δυναστείαις, ὀγδοήκοντα ἔτη, καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος». Εἰ δὲ λέγεις ὅτι τῆς κοινῆς τοῦτο κατέγνω ζωῆς, οὐ τῆς αὐτοῦ μόνον, μεῖζόν τι ἢ ἐγὼ αὐτὸς βούλομαι λέγεις, καὶ λόγων ἡμᾶς ἀπαλλάττεις πολλῶν, αὐτὸς ὁμολογῶν, ὅτι οὐ μόνον ἐκείνου, ἀλλ’ οὐδ’ ἑτέρου τινὸς βίον ἔστιν εὑρεῖν μὴ πολλῷ πλείονα τῶν χρηστῶν ἔχοντα τὰ δυσχερῆ. Καὶ γάρ, ὥσπερ οὖν καὶ αὐτὸς ἔφης καλῶς, οὐ τὰ αὐτοῦ μόνον ἐκεῖνος, ἀλλὰ καὶ τὰ τῶν ἄλλῳ διασκεψάμενος, οὕτω ταύτην ἐξήνεγκε τὴν ἀπόφασιν, τὰ μὲν αὐτὰ τῷ πατριάρχῃ φθεγγόμενος, μετὰ δὲ μείζονος τῆς σφοδρότητος· ὃ γὰρ ἐκεῖνος ἐπὶ μέρους, τοῦτο καθόλου οὗτος ὕστερον ἀπεφήνατο. Ὁ μὲν γὰρ ἔλεγε, «Μικραὶ καὶ πονηραὶ αἱ ἡμέραι μου· οὗτος δέ, Αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη», τουτέστιν πάντων τῶν ἀνθρώπων, «καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος».

ι’. Ἀλλὰ ταῦτα μέν, ὅπερ ἔφην, ἀφίημί σοι μετὰ ἀκριβείας ἁπάσης κατὰ σχολὴν ἐπελθεῖν· ἐγὼ δὲ ἐπὶ τοὺς λοιποὺς ἥξω προφήτας, καίτοι γε οὐδαμοῦ τὸν βίον αὐτῶν ἀνάγραπτον ἀφῆκαν ἡμῖν, ἀλλ’ ὅμως καὶ εἰς τοσαύτην στενοχωρίαν ἐμπεσόντες, διὰ τὴν ὑπερβολὴν τῶν κατασχόντων αὐτοὺς κακῶν, καὶ ἀπὸ ῥήματος ἑνὸς οἶμαι δυνήσεσθαι δεῖξαι πάντα τὸν βίον αὐτῶν ὄντα κατώδυνον. Καὶ πρῶτον μέν, ὃ κοινὸν πᾶσιν ὑπῆρχεν αὐτοῖς, στρεβλούμενοι, μαστιζόμενοι, πριζόμενοι, λιθαζόμενοι, φυλακιζόμενοι, ἐν φόνῳ μαχαίρας ἀποθνήσκοντες, περιερχόμενοι ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι τὸν ἅπαντα βίον διετέλουν. Μετὰ δὲ τοῦτο καὶ ἑτέραν εἶχον ἀθυμίας προσθήκην ταύτης χαλεπωτέραν, τὸ τὴν κακίαν ὁρᾷν,προβαίνουσαν τῶν ταῦτα διατιθέντων αὐτούς, ἐφ’ ᾧ μᾶλλον τῶν οἰκείων ἐδάκνοντο θλίψεων. Καὶ ὁ μὲν ἔλεγεν· «Ἀρὰ καὶ ψεῦδος, καὶ κλοπὴ καὶ μοιχεία καὶ φόνος κέχυται ἐπὶ τῆς γῆς, καὶ αἵματα ἐφ’ αἵμασι μίσγουσι». Τὸ ἀδεὲς καὶ πολύπλοκον καὶ δαψιλὲς τῆς κακίας ἐμφαίνων ἡμῖν. Ἕτερος δὲ ἐβόα πάλιν· «Οἴμοι! Ὅτι ἐγενόμην ὡς συνάγων καλάμην ἐν ἀμήτῳ, καὶ ὡς ἐπιφυλλίδα ἐν τρυγήτῳ οὐχ ὑπάρχοντος βότρυος». Τὸ σπάνιον τῶν ἀγαθῶν ἀνδρῶν διὰ τούτων θρηνῶν. Ἄλλος πάλιν ἕτερα τοιαῦτα ἀπωδύρετο. Ὁ δὲ αἰπόλος οὐ τὰς κακίας αὐτῶν ἐπένθει μόνον, ἀλλὰ καὶ τὰς συμφορὰς μᾶλλον τῶν οἰκείων ἐθρήνει πειρασμῶν, καὶ τοῦ Θεοῦ ἐδεῖτο λέγων· «Ἵλεως γενοῦ, Κύριε· τὶς ἀναστήσει τὸν Ἰακώβ, ὅτι ὀλιγοστὸς ἔτσι; Μετανόησον, Κύριε, ἐπὶ τούτῳ· Καὶ οὐ μὴ γένηται, λέγει Κύριος». Ο δὲ Ἠσαΐας ἀκούσας ὅτι ἔρημος ἔσται πᾶσα ἡ γῆ, οὐδὲ παρακαλεῖσθαι ἤθελεν, ἀλλ’ ἐπένθει διηνεκῶς καὶ ἔλεγεν· «Ἄφετέ με, πικρῶς κλαύσομαι, μὴ κατισχύσητε παρακαλεῖν με». Ὁ γὰρ τοῦ θανάτου τρόπος πᾶσαν ὑπερβαίνει συμφοράν. Τοῦ δὲ Ἰερεμίου τοὺς θρήνους, καὶ τοὺς ἰδίᾳ συντεταγμένους, καὶ τοὺς πανταχοῦ τῆς προφητείας διεσπαρμένους, τοὺς τε ὑπὲρ τῆς πόλεως, τοὺς τε ὑπὲρ αὐτοῦ, τὶς ἀδακρυτὶ δυνήσεται ἐπελθεῖν; Νῦν μὲν γὰρ ἔλεγε· «Τὶς δώσει τῇ κεφαλῇ μου ὕδωρ, καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων; Καὶ κλαύσομαι τὸν λαὸν τοῦτον ἡμέρας καὶ νυκτός· νῦν δέ· τὶς δώσει μοι ἐν τῇ ἐρήμῳ σταθμὸν ἔσχατον, καὶ καταλείψω τὸν λαὸν τοῦτον, καὶ ἀπελεύσομαι ἀπ’ αὐτῶν; Ὅτι πάντες μοιχῶνται. Καὶ πότε μὲν σχετλιάζων ἐβόα· Οἴμοι ἐγώ, μήτηρ! Ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινόμενον πάσῃ τῇ γῇ»; Ποτὲ δὲ καὶ τὴν ἡμέραν τῆς γενέσεως αὐτοῦ κατηρᾶτο λέγων, «Ἐπικατάρατος ἡ ἡμέρᾳ, ἐν ᾗ ἐγεννήθην ἐν αὐτῇ». Ὁ δὲ τοῦ βορβόρου λάκκος, καὶ αἱ τῶν δεσμῶν θλίψεις, καὶ αἱ μάστιγες, καὶ αἱ ἐπιβουλαί, καὶ ὁ γέλως ὁ διηνεκὴς οὕτως αὐτὸν διέθηκαν, ὡς καὶ ἀπαγορεῦσαι λοιπόν. Τὶ δὲ ἡνίκα τῆς πόλεως ἀλούσης προνοίας ἔτυχε παρὰ τῶν βαρβάρων καὶ τιμῆς; Ἆρα ᾔσθετο τούτων; Τότε μὲν οὖν καὶ τοὺς πικροὺς θρήνους ἔγραψε τοὺς ἀπελθόντας πενθῶν, καὶ τῶν παρελθόντων δὲ οὐκ ἐλάττονα εἶδε δεινά, αὐτῶν τῶν ἀπὸ τοῦ πολέμου ὑπολειφθέντων παροξυνάντων τὸν Θεόν. Ἐπαγγειλάμενοι γὰρ πάντα αὐτῷ πεισθήσεσθαι καὶ μηδὲν ἀντερεῖν, εἰς Αἴγυπτον πάλιν κατῄεσαν, τοῦ χρησμοῦ τἀναντία λέγοντος, καὶ τὸν προφήτην κατῆγον μεθ’ ἑαυτῶν, καὶ χαλεπώτερα τῶν προτέρων αὐτοῖς ἠνάγκαζον προαναφωνεῖν διὰ τῆς ἀγνωμοσύνης τῆς ἑαυτῶν. Τὶ δὲ ὁ Ἰεζεκιήλ; Τὶ δὲ ὁ Δανιήλ; Οὐκ ἐν αἰχμαλωσίᾳ τὸν ἅπαντα χρόνον διήγαγον; Καὶ ὁ μὲν λιμῷ καὶ δίψει ὑπὲρ τῶν ἀλλοτρίων ἐκολάζετο κακῶν, καὶ τῆς γυναικὸς ἀπελθούσης τοσαύτην συμφορὰν ἀδακρυτὶ προσετάττετο φέρειν, οὗ τὶ βαρύτερον γένοιτ’ ἂν τοῦ μηδὲ θρηνεῖν συγχωρεῖσθαι τὰ οἰκεῖα κακά; Τὸ γὰρ ἐπὶ βολβίτων ἀναγκάζεσθαι τὸν ἄρτον ἐσθίειν τὸν αὐτὸν καὶ ἐπὶ τῆς μιᾶς πλευρᾶς κατακλίνεσθαι ἐπὶ ἐνενήκοντα ἡμέρας καὶ ἑκατόν, καὶ ὅσα ἕτερα τοιαῦτα ἐκελεύετο ὑπομένειν, παρίημι νῦν. Εἰ γὰρ καὶ μηδὲν αὐτῷ συμβεβήκει τῶν ἀνιαρῶν τῶν τε παραλειφθέντων ὑφ’ ἡμῶν, τῶν τε λεχθέντων νῦν, αὐτὸ μόνον τὸ μεταξὺ τῶν πολεμίων εἶναι καὶ βαρβάρων καὶ ἀνδρῶν ἀκαθάρτων τὸν δίκαιον καὶ καθαρόν, πάσης τιμωρίας χαλεπώτερον ἦν.

Ὁ δὲ Δανιὴλ ἐδόκει μὲν τιμῆς ἀπολαύειν πολλῆς, καὶ οὐχ ὡς ἐν αἰχμαλωσίᾳ ζῆν ἐν τοῖς βασιλείοις ἀναστρεφόμενος, καὶ ἐν δυναστείαις ὤν· εἰ δὲ τις αὐτοῦ τῆς εὐχῆς ἐπακούσειε καὶ τὴν νηστείαν καταμάθοι, καὶ τοῦ προσώπου τὴν ἀλλοίωσιν καὶ ἃς ἱκετηρίας τὰς συνεχεῖς, καὶ ὑπὲρ ὧν ταῦτα ἔπραττε γνοίη καλῶς, εἴσεται πάντων μάλιστα τοῦτον ἐν ὀδύναις ὄντα καὶ ἀθυμίαις. Οὐ γὰρ τὰ παρόντα μόνον αὐτὸν ἠνία κακά, ἀλλὰ καὶ τὰ μέλλοντα συνετάραττεν, ἅπερ καὶ μηδέπω γεγενημένα κατηξιώθη μαθεῖν προφητικοῖς ὀφθαλμοῖς· καὶ τῆς προτέρας οὐδέπω δουλείας ἀπαλλαγέντας ἰδὼν τοὺς Ἰουδαίους, ἑτέραν αὐτοῖς αἰχμαλωσίαν ἠναγκάζετο προορᾷν, καὶ τὴν οὔπω κατασκευασθεῖσαν πόλιν, ταύτην ἁλισκομένην ἔβλεπε, καὶ ταῖς θυσίαις μολυνόμενον τὸν ναὸν καὶ ἐρημούμενον, καὶ τὴν ἁγιαστίαν ἀνατρεπομένην ἅπασαν. Διόπερ ἐπένθει καὶ ἐδάκρυε λέγων· «Ἡμῖν ἡ αἰσχύνη τοῦ προσώπου καὶ τοῖς βασιλεῦσιν ἡμῶν, καὶ τοῖς ἄρχουσι, καὶ τοῖς πατράσιν ἡμῶν, οἵτινες ἡμάρτομέν σοι τῷ Κυρίῳ».

ια’. Ἀλλὰ γὰρ οὐκ οἶδα πῶς μεταξὺ τῶν προφητῶν παρέδραμον τὴν οὐρανομήκη ψυχήν, τὸν οὕτως οἰκήσαντα τὴν γῆν, ὡς τὸν οὐρανόν· οὐδὲν γὰρ αὐτῷ τῆς μηλωτῆς πλέον ἦν. Τὶ οὖν οὗτος ὁ μέγας καὶ θαυμαστὸς ἀνήρ, εἶ γε ἄνδρα αὐτὸν δεῖ καλεῖν; Μετὰ τὴν παῤῥησίαν τὴν πρὸς τὸν Ἀχαὰβ μετὰ τὴν τοῦ πυρὸς καταπομπήν, μετὰ τὴν τῶν ἱερέων σφαγήν, μετὰ τὸ κλεῖσαι καὶ ἀνοῖξαι τὸν οὐρανόν, καθ’ ὃν ἐβούλετο ἀμφότερα χρόνον, μετὰ τοσαῦτα καὶ τηλικαῦτα κατορθώματα, οὕτως ἐκρατεῖτο τῷ φόβῳ καὶ τῇ τῆς ἀθυμίας ὑπερβολῇ, ὡς ταῦτα τὰ ῥήματα φθέγγεσθαι· «Λάβε τὴν ψυχὴν μου ἀπ’ ἐμοῦ, ὅτι οὐ κρείττων εἰμὶ ἐγὼ ὑπὲρ τοὺς πατέρας μου». Ταῦτα ἐκεῖνος ὁ μηδέπω καὶ νῦν τετελευτηκώς. Καὶ οὐ ταῦτα μόνον, ἀλλὰ καὶ ἀπελθὼν εἰς τὴν ἔρημον ἐκάθευδεν ὑπὸ τῆς βαρυθυμίας κατακαμφθείς. Ὁ δὲ μαθητὴς ὁ τούτου οὐ τὸ πνεῦμα δισσὸν ἔλαβε δοῦ διδασκάλου μόνον, ἀλλὰ καὶ τὰς θλίψεις πολλῷ μείζονας. Τούτους γοῦν ἡμῖν πρὸ μικροῦ ὁ μακάριος Παῦλος παραδεικνὺς καὶ τὰς ταλαιπωρίας αὐτῶν ἀπαριθμούμενος ἔλεγεν· «Ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος». Εὐκαίρως δὲ ἡμῖν ὁ μακάριος ἐπεισῆλθεν οὗτος· ὁ γὰρ καὶ μόνος ὀφθεὶς καὶ ἀρκέσας πρὸς παράκλησιν, οὗτος μετὰ τοὺς ἄλλους εἰσελθών, τίνα οὐκ ἂν ἀφανίσειεν ἀθυμίαν καὶ λύπην; Τὸν μὲν οὖν λιμόν, καὶ τὸ δίψος, καὶ τὴν γύμνωσιν, καὶ τὰ ναυάγια, καὶ ἃς ἐν ταῖς ἐρήμοις διατριβάς, καὶ τοὺς φόβους, καὶ τοὺς κινδύνους, καὶ τὰς ἐπιβουλάς, καὶ τὰ δεσμωτήρια, καὶ τὰς πληγάς, καὶ τὰς ἀγρυπνίας, καὶ τοὺς μυρίους θανάτους, καὶ τἄλλα ὅσα τοῦ κηρύγματος ἕνεκεν ὑπέμεινεν, οὐδὲν οἶμαι δεῖ λέγειν. Ταῦτα γὰρ εἰ καὶ θλίψεις τινάς, ἀλλ’ ὅμως καὶ ἡδονὰς παρεῖχεν αὐτῷ· ἀλλ’ ὅτε ἀπεστράφησαν αὐτὸν πάντες οἱ ἐν τῇ Ἀσίᾳ, ὅτε Γαλάται ἐξετράπησαν, ἔθνος ὁλόκληρον καὶ εὐδοκιμηκός, ὅτε Κορίνθιοι τὴν παρ’ αὐτῆς ἐκκλησίαν εἰς πολλὰ διέτεμον μέρη, καὶ τὸν πορνεύσαντα κολακεύσαντες, εἰς ἀναισθησίαν ἤγαγον, τὶ αὐτὸν οἴει παθεῖν; Πόσῳ κατασχεθῆναι σκότῳ τὴν ψυχήν; Ἀλλὰ γὰρ τὶ δεῖ λογισμῶν ἡμῖν, παρὸν ἀκοῦσαι τῶν ῥημάτων αὐτῶν; Κορινθίοις μὲν γὰρ ἐπιστέλλων ἔλεγεν, ὅτι «Ἐκ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων»· καὶ πάλιν, «Μήπως ἐλθόντα με ταπεινώσῃ ὁ Θεός, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων καὶ μὴ μετανοησάντων». Γαλάταις δέ, Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν». Περὶ δὲ τὸν Ἀσιανῶν πρὸς τὸν μαθητὴν ἀποδύρεται. Οὐ ταῦτα δὲ μόνον αὐτὸν ἠνία, ἀλλὰ καὶ ὁ σκόλοψ ὁ δοθεὶς αὐτῷ οὕτως αὐτὸν ἔθλιβε καὶ ἐστενοχώρει, ὡς πολλάκις ὑπὲρ τῆς τούτου λύσεως δεῖσθαι τοῦ Θεοῦ· τὸ γὰρ τρὶς ἐνταῦθα τὸ πολλάκις ἐστίν. Ὅλως δὲ πότε ἀναπνεῦσαι ἴσχυσεν ὁ κεῖ ἐπὶ ἀπουσίᾳ ἀδελφοῦ κοπτόμενος; «Τῷ μὴ με εὑρεῖν, φησίν, Τίτον τὸν ἀδελφὸν μου, οὐκ ἔσχηκα ἄνεσιν». Καὶ ἐπὶ νόσῳ πάλιν τὸ αὐτὸ τοῦτο ἔπασχεν. «Ὁ Θεὸς γὰρ ἠλέησεν αὐτόν, φησὶ (περὶ τοῦ Ἐπαφρᾶ Φιλιππησίοις ἔλεγεν), οὐκ αὐτὸν δὲ μόνον, ἀλλὰ καὶ ἐμέ, ἵνα μὴ λύπην ἐπὶ λύπῃ σχῶ». Καὶ ἐπὶ τοῖς ἀπατεῶσι καὶ ἀντιλέγουσιν αὐτῷ σφόδρα βαρυθυμῶν, Τιμοθέῳ ἐπιστέλλων ἔλεγεν· «Ἀλέξανδρος ὁ χαλκεὺς πολλὰ μοι κακὰ ἐνεδείξατο· ἀποδῴη αὐτῷ Κύριος κατὰ τὰ ἔργα αὐτοῦ». Τίνα οὖν ἀθυμίας καὶ ὀδύνης μικρὰν γοῦν ἔχειν ἀνακωχὴν ἠδύνατο, Οὐδὲ γὰρ τὰ εἰρημένα μόνον ἦν τὰ πολιορκοῦντα τὴν ἐκείνου ψυχήν, ἀλλὰ καὶ ἕτερα πρὸς τούτοις, ἃ διηνεκῆ παρεῖχε τὴν ἀθυμίαν αὐτῷ· καὶ ταῦτα πάλιν αὐτὸς ἐξεκάλυψεν εἰπών· «Χωρὶς τῶν παρεκτὸς ἡ ἐπισύστασίς μου ἡ καθ’ ἡμέραν, ἡ μέριμνα πασῶν τῶν ἐκκλησιῶν. Τὶς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; Τὶς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι». Εἰ τοίνυν καθ’ ἕκαστον τῶν σκανδαλιζομένων αὐτοὺς ἐπυροῦτο, οὐκ ἐνῆν σβεσθῆναι τὴν πύρωσιν ταύτην ἀπὸ τῆς ἐκείνου ψυχῆς. Οὐ γὰρ διελίμπανον οἱ σκανδαλιζόμενοι, καὶ τὴν ὑπόθεσιν παρέχοντες τῷ πυρί. Ὅπου γὰρ πόλεις καὶ ἔθνη δὲ πολλάκις ὁλόκληρα διέπεσε, πολλῷ μᾶλλον ἕνα καὶ δεύτερον εἶναι διαπαντὸς τοὺς τοῦτο πάσχοντας εἰκὸς ἦν, τοσούτων ἐκκλησιῶν κατὰ τὴν οἰκουμένην οὐσῶν. Θῶμεν δέ, εἰ βούλει, τῷ λόγῳ, μηδὲ σκανδαλισθῆναί τινα, μηδὲ διαζευχθῆναι αὐτοῦ ποτε, μηδὲ ἄλλο τι τούτων αὐτῷ συμβεβηκέναι τῶν λυπηρῶν· οὐδὲ γὰρ οὕτως αὐτὸν δύναμαι καθαρὸν ἀθυμίας εὑρεῖν· κἂν τούτῳ πάλιν οὐδένα δέομαι ἕτερον μάρτυρα λαβεῖν, ἀλλὰ τὸν πεπονθότα αὐτόν. Τὶ γὰρ φησιν; «Ηὐχόμην ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου, τῶν κατὰ σάρκα, οἵτινές εἰσιν Ἰσραηλῖται». Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Ποθεινότερον ἦν μοι εἰς γέενναν ἐμπεσεῖν, ἢ τοὺς Ἰσραηλίτας ἀπιστοῦντας ὁρᾷν. Τὸ γάρ, «Ηὐχόμην ἀνάθεμα εἶναι», τοῦτό ἐστιν· ὁ δὲ τὴν ἐν τῇ γεέννῃ κόλασιν ἑλόμενος ὑπὲρ τοῦ δυνηθῆναι προσαγαγέσθαι τοὺς Ἰουδαίους ἅπαντας, εὔδηλον ὅτι τούτου μὴ τυχών, τῶν ἐν τῇ γεέννῃ κολαζομένων διῆγε βαρύτερον, ἐπείπερ ἐκεῖνο μᾶλλον αὐτῷ κατὰ γνώμην ἢ τοῦτο ἦν.

ιβ’. Σὺ δὲ μοι καθ’ ἕκαστον τῶν εἰρημένων μὴ τὴν ὑπόθεσιν λογίζου μόνον, ἐξ ἧς ἡ ἀθυμίαν τοῖς ἀνδράσιν ἐκείνοις ἐτίκτετο, ἀλλὰ καὶ τὸ μέτρον τῆς λύπης, καὶ πολλῷ ταῦτα μείζονα ὄψει τῆς ὀδύνης τῆς σῆς. Τὸ γὰρ ἐξεταζόμενον νῦν τοῦτό ἐστιν, εἰ χαλεπώτερον ἤλγουν ἐκεῖνοι· μέτρον δὲ ἀθυμίας οὐκ ἀπὸ τῆς τικτούσης αὐτὴν προφάσεως μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν ῥημάτων καὶ ἀπὸ τῶν πραγμάτων δοκιμάζεσθαι πέφυκεν. Πολλοὶ μὲν οὖν χρήματα ἀπολέσαντες μόνον μειζόνως ἤλγησαν τῆς ἀγάπης τῆς σῆς, καὶ οἱ μὲν εἰς πέλαγος ἔῤῥιψαν ἑαυτούς, οἱ δὲ καὶ βρόχων ἥψαντο, οὐκ ἐνεγκόντες τὴν ζημίαν· ἑτέρων δὲ καὶ τοὺς ὀφθαλμοὺς ἔσβεσεν ἡ τῆς ἀθυμίας ταύτης ὑπερβολή· καίτοι δοκεῖ τὸ χρήματα ἀπολέσαι τοῦ παρὰ δαίμονος ἐνοχληθῆναι ἔλαττον εἶναι καὶ κουφότερον, ἀλλ’ ὅμως πολλοὶ τοῦτον μὲν ἤνεγκαν, ὑπ’ ἐκείνου δὲ ἡττήθησαν. Μὴ γὰρ ἀπὸ τῆς σεαυτοῦ ψυχῆς ταῦτα δοκίμαζε νῦν, μηδ’ ὅτι σὺ καταγελᾶς τῆς τῶν χρημάτων ζημίας, ἤδη καὶ τοὺς ἄλλους οὕτω διακεῖσθαι νόμιζε· πολλοὺς γὰρ καὶ εἰς παραπληξίαν καὶ εἰς τὴν ἐσχάτην ζημίαν ἡ τούτων ἀφαίρεσις ἤγαγε. Γενναίαν μὲν γὰρ ψυχὴν οὐδέτερον δύναται τούτων καταβαλεῖν· ἡ δὲ ἀσθενὴς καὶ βιωτικώτερον διακειμένη ἐκείνῳ μᾶλλον ἢ τούτῳ δάκνεται. Τὶ δήποτε; Ὅτι οὐκ ἔστιν ἴσον λιμὸν δεδοικέναι διαπαντὸς καὶ δι’ ἡμερῶν τινων διενοχλεῖσθαι παρὰ τοῦ νοσήματος τούτου. Ἐνταῦθα μὲν γὰρ ἐν βραχεῖ καιροῦ μέρει πᾶσά ἐστιν ἡ βίᾳ, καθάπερ πυρετοῦ τινος, ἢ φρίκης, ἢ καὶ ἑτέρας προσβαλούσης τινὸς περιόδου, μᾶλλον δὲ καὶ τούτων ἐλάττονα πολλῷ κατέχει καιρόν· εἰ δὲ τῇ σφοδρότητι νικᾷ, πολλοὺς τῶν πυρεττόντων ἔχοιμ’ ἂν δεῖξαι ἐγὼ πολλῷ δῶν δαιμονώντων μᾶλλον ἐξισταμένους, ὅταν ἐκείνῳ κατασχεθῶσι τῷ πυρί. Ἐπεὶ δὲ τῆς ἐνδείας ὁ φόβος τῆς τῶν ἀναγκαίων ἀπορίας, καθάπερ σῆς διηνεκής, οὕτω διαπαντὸς προσεδρεύων κατεσθίει τὴν τῶν πενομένων ψυχήν. Καὶ τὶ λέγω πενίαν; Εἰ γὰρ βουλοίμεθα πάσας τὰς τῶν ἀνθρώπων ἀπαριθμεῖν συμφοράς, οὐχ ἡμεῖς μόνον, ἀλλὰ καὶ αὐτὸς τάχα γελάσεις τοὺς σαυτοῦ θρήνους καὶ τὰς οἰμωγάς. Πᾶσα μὲν οὖν, μᾶλλον δὲ οὐδὲ τὸ πολλοστὸν μέρος αὐτῶν εἰπεῖν ἡμῖν δυνατόν· οὔτε γὰρ ἴσμεν αὐτάς, οὔτε, εἰ καὶ ᾔδειμεν, ὅλος ὁ χρόνος ἂν ἡμῖν πρὸς τὴν διήγησιν ἤρκεσεν. Ὀλίγας δὲ ἐκ πολλῶν ἀναλεξάμενος, ἐκ τούτων σοι παρέξω κατὰ δύναμιν καὶ τὰς οὐκ εἰρημένας στοχάσασθαι.

Ἀναμνήσθητι γὰρ τὸν φίλτατον γέροντα ἐκεῖνον, Δημόφιλον λέγω, τὸν ἐκ τῆς μεγάλης καὶ λαμπρᾶς οἰκίας. Οὗτος πέμπτον καὶ δέκατον ἔτος ἔχει λοιπόν, ἐξ οὗ τῶν μὲν νεκρῶν οὐδὲν ἄμεινον διάκειται πρὸς τὸ ἐνεργεῖν, πλὴν ὅσον τρέμει διηνεκῶς, καὶ φθέγγεται, καὶ τὴν αἴσθησιν τρανὴν τῶν οἰκείων ἔχει κακῶν· πενίᾳ δὲ ἐσχάτῃ συζῇ, καὶ τὸν διακονούμενον ἔχει νεανίσκον ἕνα, χρηστὸν μὲν καὶ φιλοδέσποτον, οὐ μὴν ἱκανὸν παραμυθήσασθαι τὴν συμφορὰν ἐκείνην· οὔτε γὰρ τῇ πενίᾳ ἀμῦναι ἔχει, οὔτε τὸν τῆς παρέσεως καταπαῦσαι τρόμον, ἀλλὰ ψωμὸν ἐνθεῖναι μόνον τῷ στόματι τοῦ δεσπότου (οὐδὲ γὰρ πρὸς τοῦτο ἀρκοῦσι βοηθῆσαι αἱ χεῖρες αὐτῷ), καὶ κύλικα προσαγαγεῖν, καὶ κορυζῶντα ἀπομύξαι δύναιτ’ ἄν, ἕτερον δὲ τούτων εἰσενεγκεῖν πλέον οὐδέν. Ἀλλ’ οὗτος μὲν πεντεκαίδεκα ἔτη ἔχῃ λοιπὸν ταλαιπωρούμενος οὕτως, ὡς ἔφην· ἐγὼ δὲ ἐννοῶ τὸν ὀκτὼ καὶ τριάκοντα ἔτη εἰς τοῦτο καταναλώσαντα τὸ πάθος.

Σὺ δὲ μοι πρὸς τούτοις καὶ Ἀριστόξενον λόγισαι τὸν Βιθυνόν· τούτῳ γὰρ τὸ μὲν σῶμα οὐ διαλέλυται καθάπερ ἐκείνῳ τῷ γέροντι, νόσος δὲ ἐπίκειται πολλῷ τῆς παραλύσεως ἐκείνης χαλεπωτέρα. Διὰ γὰρ τοῦ ἤτρου σπασμοὶ τινες καὶ πάσης ἀλγηδόνος πικρότεροι πόνοι ποτὲ μὲν ὀβελίσκων χεῖρον διαπείροντες, ποτὲ δὲ πυρὸς σφοδρότερον διατρώγοντες, καὶ καθ’ ἑκάστην ἡμέραν καὶ νύκτα διενοχλοῦντες, παρὰ τοῖς οὐκ εἰδόσι τὸ πάθος μαινομένου περιτιθέασι δόξαν αὐτῷ· οὕτω διαστρέφοντες τὰς κόρας, οὕτω στραγγαλοῦντες τὰς χεῖρας μετὰ τῶν ποδῶν, τιθέασιν ἄφωνον. Αἱ δὲ κραυγαὶ καὶ οἱ κωκυτοὶ (καὶ γὰρ καὶ ἀνακράζει πολλάκις μετὰ τὴν ἀφωνίαν ἐκείνην) τὰς τῶν ὠδινουσῶν νικῶσιν ὀλολυγάς, καὶ πολλάκις τῶν πόῤῥωθεν οἰκούντων ἀῤῥώστους ἔχοντες, καὶ ὑπὸ πολλῆς ἀγρυπνίας ἐνοχλουμένους, ἔπεμψαν ἐγκαλοῦντες ὑπὲρ τῶν καμνόντων, ὡς χεῖρον ὑπὸ τῆς τούτου διατεθέντων φωνῆς. Γίνεται δὲ αὐτῷ οὐκ ἐν διαλειμμάτων μακρῶν, ἀλλὰ πολλάκις μὲν τῆς ἡμέρας, πολλάκις δὲ τῆς νυκτός, καὶ λοιπὸν ἐκτὸς οὗτός ἐστιν ἐνιαυτός, ἐξ οὗ τῇ πονηρᾷ ταύτῃ παραδέδοται μάστιγι, καὶ οὔτε οἰκέτης πάρεστιν ὁ θεραπεύσων αὐτόν, οὔτε ἰατρὸς παραμυθησόμενος, τοῦτο μὲν διὰ τὴν πενίαν, τοῦτο δὲ διὰ τὸ τὴν τέχνην αὐτοῖς ἐλεγχθῆναι τῷ πάθει· πολλὰ γὰρ πολλοὶ καμόντες (καὶ γὰρ ἔτυχε πρὸ τούτου πολλὰ χρήματα ἔχων ἐκεῖνος) ὤνησαν οὐδέν. Καὶ τὸ δὴ δεινότερον, οὐδὲ τῶν φίλων τις αὐτὸν ὁρᾷν ἐθέλει λοιπόν, ἀλλὰ πάντες αὐτὸν ἐγκατέλιπον καὶ τῶν πολλὰ πρότερον εὐεργετηθέντων παρ’ αὐτοῦ. Εἰ δὲ τις καὶ εἰσέλθοι ποτέ, εὐθέως ἀπεπήδησε· τοσαύτης δυσωδίας τὸ δωμάτιον ἐμπέπλησται, τῷ μηδένα τὸν ἐπιμελούμενον εἶναι. Μία γὰρ αὐτῷ παιδίσκη παρακάθηται μόνη τοσαῦτα διακονοῦσα, ὅσα εἰκὸς δύνασθαι γυναῖκά τε οὖσαν, καὶ μόνην, καὶ ἐκ τῆς ἐργασίας διαστρεφομένην τῶν χειρῶν. Πόσων οὖν δαιμόνων χαλεπώτερα τὰ ἐκείνου κακὰ! Εἰ γὰρ καὶ μηδὲν αὐτῷ ἠνώχλει τούτων, τὶ οὐκ ἂν ἔπαθεν ἐννοῶν τὸν χρόνον τὸν μακρόν, ὃν ἐπὶ τῆς κλίνης κατάκειται, τὴν δαπάνην τὴν πολλὴν καὶ εἰς ἐσχάτην αὐτὸν ἐμβαλοῦσαν πενίαν, τῶν φίλων τὴν καταφρόνησιν, τῶν θεραπευσόντων τὴν ἐρημίαν, τὸ μηδὲ εἰ στήσεταί ποτε τὰ δεινὰ ταῦτα εἰδέναι, ὅπερ ἀεὶ σὺ πενθεῖς, μᾶλλον δὲ τὸ πεπεῖσθαι ἀκριβῶς, ὅτι οὐδὲ στήσεταί ποτε, ζῶντος αὐτοῦ καὶ ἐμπνέοντος ἔτι; Ἡ γὰρ ἐπίτασις τοῦ νοσήματος καὶ τὸ καθ’ ἑκάστην ἡμέραν ἐπὶ τὸ χεῖρον αὐτῶν προβαίνειν τὸ δεινόν, τοῦτό φησίν.

ιγ’. Ἵνα δὲ μὴ καθ’ ἕκαστον τοὺς τὰ τοιαῦτα δεδυστυχηκότας ἀπαριθμῶν δόξω τοὺς ἀκούοντας ἀποκναίειν, ἄπιθι πρὸς τὸν ἐπιτραπέντα τὴν τοῦ ξενῶνος ἐπιστασίαν, κεῖ κέλευσον εἰσαγαγεῖν σε πρὸς τοὺς κατακειμένους ἐκεῖ, ἵνα πᾶσαν ῥίζαν ἴδῃς παθῶν, καὶ ξένους νοσημάτων τρόπους, καὶ παντοδαπὰς ἀθυμίας ὑποθέσεις. Ἐκεῖθεν εἰς τὸ δεσμωτήριον ἐλθών, καὶ πάντα τὰ ἐν τῷ οἰκήματι τούτῳ καταμαθών, βάδισον ἐπὶ τὰ προπύλαια τῶν βαλανείων, ἔνθα καὶ κόπρῳ καὶ καλάμῃ ἀντὶ ἱματίων καὶ οἴκων κεχρημένοι τινὲς κατάκεινται γυμνοί, κρυμῷ καὶ νόσῳ καὶ λιμῷ πολιορκούμενοι διηνεκεῖ, τῇ ὄψει μόνῃ καὶ τῷ τρόμῳ τοῦ σώματος καὶ τῷ ψόφῳ τῶν συγκρουόντων ὀδόντων παρακαλοῦντες τοὺς παριόντας, καὶ οὔτε φωνὴν ἀφιέναι, οὔτε χεῖρας ἐκτεῖναι δυνάμενοι τῷ σφόδρα ἤδη τοῖς τοσούτοις ἐκτετῆχθαι κακοῖς. Ἀλλὰ μηδὲ μέχρι τούτων στῇς, ἀλλὰ καὶ πρὸς τὸ τῶν πτωχῶν καταγώγιον τὸ πρὸ τῆς πόλεως ἔξιθι, καὶ τότε ὄψει καλῶς, ὅτι ἡ δοκοῦσά σε συνέχειν ἀθυμία νῦν λιμὴν ἐστιν εὔδιος. Τὶ γὰρ ἂν τις εἴποι τοὺς ἐλεφαντιᾷ κατὰ μικρὸν ἀναλισκομένους ἄνδρας, τὰς καρκίνῳ κατεσθιομένας γυναῖκας; Ταῦτα γὰρ ἀμφότερα τὰ νοσήματα μακρὰ τὲ ἐστι καὶ ἀνίατα· θάτερον δὲ αὐτῶν καὶ τῆς πόλεως ἀπελαύνει τοὺς ἔχοντας, καὶ οὔτε λουτροῦ, οὔτε ἀγορᾶς, οὔτε ἄλλου τινὸς τῶν ἔνδον αὐτοῖς μετασχεῖν θέμις ἐστίν. Καὶ οὐ τοῦτο μόνον τὸ δεινόν, ἀλλ’ ὅτι οὐδὲ ὑπὲρ τῆς τῶν ἀναγκαίων ἔχουσιν ἀφθονίας θαῤῥεῖν. Τὶ δὲ οἱ τὰ μέταλλα πολλάκις εἰκῆ καὶ μάτην καταδικασθέντες οἰκεῖν; Οὗτοι γὰρ ἅπαντες πολλῷ μείζονα τῶν δαιμονώντων τὴν ὀδύνην ἔχουσιν. Εἰ δὲ ἀπιστεῖς, οὐδὲν θαυμαστόν. Οὐ γὰρ τῇ αὐτῇ γνώμῃ τὰ τε οἰκεῖα καὶ τὰ ἀλλότρια κρίνειν εἰώθαμεν κακά, ἀλλ’ ἐκεῖνα μὲν λόγῳ καὶ ὄψει μόνον μαθόντες, ταῦτα δὲ τῇ πείρᾳ καὶ τῇ αἰσθήσει καὶ μετὰ τῆς συμπαθείας τῆς ἑαυτῶν· διόπερ αὐτὰ ἀφορητότερα εἶναι ἐκείνων νομίζομεν, κἂν λίαν ᾗ κοῦφα καὶ φορητά. Εἰ δὲ τις τούτων πάντων ἀπαλλαγεὶς τὴν τε φύσιν αὐτῶν καταμάθοι, τοὺς τε ἐμπεσόντας αὐτοῖς διασκέψαιτο, οὗτος ἀδέκαστον ὑπὲρ τούτων οἴσει τὴν ψῆφον ἡμῖν. Ἀλλ’ ἴσως ἐκεῖνο ἐρεῖς, ὅτι πάντα μὲν ἐκεῖνα τὰ πάθη περὶ τὸ σῶμα στρέφεται μόνον, αὕτη δὲ τῆς ψυχῆς ἅπτεται ἡ νόσος, καὶ τούτων πάντων ἐστὶ χαλεπωτέρα. Αὐτῷ μὲν οὖν τούτῳ μάλιστα αὐτὴν εὑρήσομεν ἐκείνων κουφοτέραν τυγχάνουσαν. Αὕτη μὲν γὰρ οὐδὲ τὸ σῶμα διαφθείρει, καθάπερ ἐκεῖναι, καὶ τῇ ψυχῇ πρὸς βραχὺν ἐνοχλεῖ χρόνον· ἃς δὲ ἀπηριθμησάμεθα νῦν, φύονται μὲν ἐν τῇ σαρκί, τὴν δὲ λύμην ἅπασαν οὐ μέχρις ἐκείνης ἱστῶσιν, ἀλλὰ καὶ ἐπὶ τὴν ψυχὴν παραπέμπουσιν, στρεβλοῦσαι αὐτὴν συνεχῶς καὶ διαφθείρουσαι διὰ τῆς ὀδύνης καὶ τῆς ἀθυμίας τῆς πολλῆς. «Ὥσπερ γάρ, φησίν, ὄξος, ἕλκει σύμφορον, οὕτω προσπεσὸν πάθος ἐν σώματι καρδίαν λυπεῖ». Μὴ τοίνυν ὅτι ἀπὸ τοῦ σώματος τοῦτο τίκτεται λέγε μόνον, ἀλλ’ εἰ μὴ παραπέμπει γῆν λύμην ἅπασαν καὶ τὴν φθορὰν τῇ ψυχῇ, τοῦτο ἐπίδειξον. Ἐπεὶ καὶ ὁ λοιμοῖς οὐκ ἀπὸ τῶν σωμάτων τικτόμενος φθείρει τὰ σώματα, καὶ ὁ τῶν ἑρπετῶν ἰὸς πρόεισι μὲν ἐξ ἐκείνων, λυμαίνεται δὲ ἡμᾶς· οὕτω καὶ ἐπὶ τούτων τῶν παθῶν· τίκτεται μὲν ἀπὸ τοῦ σώματος, τὸν δὲ ἰὸν τῆς οἰκείας κακίας εἰς τὴν ψυχὴν τὴν ἡμετέραν ἐκχεῖ. Πάσης γὰρ δαιμονικῆς ἐνεργείας βλαβερώτερον ἡ τῆς ἀθυμίας ὑπερβολή· ἐπεὶ καὶ ὁ δαίμων ἐν οἷς ἂν κρατῇ, διὰ ταύτης κρατεῖ· κἂν ταύτην ἀφέλῃς, οὐδὲν παρ’ ἐκείνου πείσεταί τις δεινόν. Καὶ πῶς ἑνὶ μὴ ἀθυμεῖν, φησίν; Ἐγὼ δὲ σε ἐρήσομαι, πῶς οὐκ ἔνι μὴ ἀθυμεῖν; Εἰ μὲν γὰρ μοιχεία καὶ φόνος, ἢ ἄλλο τὶ σοι τοιοῦτον τετόλμηται τῶν ἐκκλειόντων τῆς βασιλείας τῶν οὐρανῶν, ἀθύμει καὶ πένθει, ὁ κωλύσων οὐδείς· εἰ δὲ τούτων τῇ τοῦ Θεοῦ χάριτι πάντων πόῤῥωθεν ἕστηκας, τὶ μάτην κόπτεις σαυτόν;

ιδ’. Τὴν γὰρ ἀθυμίαν ἐνέθηκεν ἡμῶν ὁ Θεὸς τῇ φύσει, οὐχ ἵνα ἁπλῶς καὶ ἀκαίρως καὶ ἐν τοῖς ἐναντίοις αὐτῇ χρώμεθα πράγμασιν, οὐδ’ ἵνα φθείρωμεν ἑαυτούς, ἀλλ’ ἵνα τὰ μέγιστα κερδάνωμεν ἐξ αὐτῆς. Πῶς δὲ κερδᾶναι ἔστιν; Ὅταν εἰς καιρὸν αὐτὴν παραλαμβάνωμεν· καιρὸς δ’ ἀθυμίας οὐχ ὅταν πάσχωμεν κακῶς, ἀλλ’ ὅταν δρῶμεν κακῶς· ἡμεῖς δὲ τὴν τάξιν ἀνεστρέψαμεν, καὶ τοὺς καιροὺς ἀντηλλαξάμεθα, καὶ ποιοῦντες μὲν μυρία κακά, οὐδὲ πρὸς βραχὺ συστελλόμεθα· ἣν δὲ μικρὸν τι παρ’ ὁτουοῦν πάθωμεν, καταπίπτομεν, ἰλιγγιῶμεν, ἀπαλλαγῆναι καὶ ἀποστῆναι τοῦ βίου σπεύδομεν.

Τοιγάρτοι διὰ τοῦτο φορτικὸν καὶ βαρὺ τὸ πρᾶγμα εἶναι ἡμῖν δοκεῖ, ὥσπερ οὖν καὶ ὁ θυμὸς καὶ ἡ ἐπιθυμία. Καὶ γὰρ καὶ ταῦτα οἱ μὴ χρησάμενοι καλῶς μηδὲ εἰς δέον διέβαλον· καὶ συμβαίνει ταὐτό, οἷον ἐπὶ τῶν φαρμάκων τῶν παρὰ τῶν ἰατρῶν διδομένων· καὶ γὰρ ἐκεῖνα ὅταν μὴ τοῖς καταλλήλοις, καὶ ὑπὲρ ὧν κατασκευασταί, ἀλλ’ ἑτέροις ἀνθ’ ἑτέρων ἐπιτεθῇ πάθεσιν, οὐ μόνον οὐκ ἀπήλλαξε τοῦ λυποῦντος τὸν κάμνοντα, ἀλλὰ καὶ μᾶλλον ἐπέτρεψε τὸ νόσημα· ὅπερ οὖν καὶ ἡ ἀθυμία ποιεῖ, καὶ εἰκότως. Αὐστηρὸν γὰρ οὖσα καὶ διαβρωτικὸν φάρμακον, καὶ ὡς ἂν εἴποι τις καθαρτήριον τῆς πονηρίας τῆς ἐν ἡμῖν, ὅταν μὲν ἀργούσῃ ψυχῇ καὶ τρυφώσῃ καὶ πολὺν ἐχούσῃ τὸν ἁμαρτημάτων φορυτὸν παρέχηται, μέγιστα τὸν δεξάμενον ὤνησεν· ὅταν δὲ ἀθλούσῃ καὶ ἀγωνιζομένῃ καὶ πονούσῃ καὶ μεμεριμνημένῃ καὶ πασχούσῃ κακῶς, πρὸς τῷ μηδὲν ὠφελῆσαι, καὶ μεγάλα ἔβλαψεν, ἀσθενεστέραν ἐργασαμένη καὶ εὐκαταγώνιστον. Διὰ τοῦτο τοῖς μὲν ἑστηκόσι καὶ ἀγωνιζομένοις γραφῶν ὁ Παῦλος ἔλεγε, «Χαίρετε ἐν Κυρίῳ πάντοτε· πάλιν ἐρῶ, χαίρετε»· τοῖς δὲ διαχυθεῖσι καὶ πολλὴν ἔχουσι τὴν φλεγμονήν, «Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε». Ὁ μὲν γὰρ λιπαινόμενος τῷ τῶν ἁμαρτημάτων λιπασμῷ, ἰσχνούσθω καὶ καταξαινέσθω τῷ φαρμάκῳ τούτῳ· ὁ δὲ εὐεκτῶν καὶ ἐν τῇ προσηκούσῃ καταστάσει διατηρῶν ἑαυτόν, τίνος ἕνεκεν φθείροι τὴν εὐεξίαν διὰ τῆς ἀθυμίας; Οὕτω γὰρ ἐστιν αὕτη δραστήριος, ὡς καὶ τοῖς δεομένοις αὐτῆς πλείονα τοῦ δέοντος ἐπιτεθεῖσα χρόνον μεγάλα ἐργάσασθαι κακά. Ὅπερ καὶ ὁ μακάριος Παῦλος δεδοικώς, ταχέως αὐτὴν ἐκέλευσεν ἀφελεῖν μετὰ τὸ πρᾶξαι τὸ ἑαυτῆς, καὶ τὴν αἰτίαν προσετίθει ταύτην, ἦν ἐγὼ λέγω νῦν· «Μήπως γάρ, φησί, τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος». Εἰ δὲ τοὺς ἐν χρείᾳ καθεστῶτας οἶδεν ἀπολλύναι προσπεσοῦσα μεθ’ ὑπερβολῆς, τὶ ποτε ἐργάσεται τοὺς οὐδὲ ὅλως δεομένους αὐτῆς, ὅταν αὐτὴν πολλὴν ἐπισπάσωνται; Ναί, φησίν, οἶδα τοῦτο καὶ αὐτός, ἀλλὰ πῶς αὐτὴν ἀποκρούσομαι, καὶ ἀποστήσω τῆς ἐμαυτοῦ ψυχῆς, οὐκ οἶδα. Καὶ ποίας τοῦτο δυσκολίας, ὦ φίλε; Εἰ μὲν γὰρ ἐπιθυμία τις ἦν, καὶ σωμάτων ἔρως ἄτοπος, ἢ κενόδοξος τυραννίς, τὸ δυσκαταγώνιστον κακόν, ἢ ἄλλο τι τῶν τοιούτων παθῶν, καλῶς ἂν ἠπόρεις ὑπὲρ τῆς ἀπαλλαγῆς· τοὺς γὰρ τοιούτοις ἁλόντας ἀδύνατον μὲν οὐδαμῶς, δύσκολον δὲ ὅμως ἀποδρᾶναι τὰ δίκτυα. Τὶ δήποτε; Ὅτι τὴν ἡδονὴν ἔχουσι συμπράττουσαν καὶ βοηθοῦσαν αὐτοῖς· καὶ αὕτη ἐστὶν ἡ τὰ πολλὰ πανταχόθεν περιβάλλουσα τοῖς ἑαλωκόσι σχοινία· καὶ τοῦτο πρῶτον ἔχει πρὸς τὸ κατορθωθῆναι χαλεπόν, πεῖσαι τὴν ψυχὴν ὅλως θελῆσαι καὶ βουληθῆναι τὴν ἀπαλλαγήν· καὶ γίνεται παρόμοιον, ὥσπερ ἂν εἶ τις ψώραν ἢ κνησμονὴν ἀποθέσθαι ὀφείλων ἐνηδύνοιτο τῷ νοσήματι, καὶ εἴσω τοῦ πάθους ἑαυτὸν εἰσωθοῖ. Πρὸς δὲ τὴν τῆς λύπης ἀναχώρησιν οὐ μικρὸν ἡμῖν τοῦτο ἤνυσται, τὸ τέως ἀηδῶς ἔχειν πρὸς αὐτήν. Ὁ γὰρ τινι βαρυνόμενος, καὶ ἀποῤῥῖψαι σπουδάσει ταχέως αὐτό. Τὶ οὖν, ἂν σπεύδῃ μέν, μὴ δύνηται δέ; Μὴ παυέσθω σπουδάζων, καὶ ταχέως δυνήσεται. Ἐννόησον γὰρ ὅτι τὸν Χριστιανόν, εἶ ποτε λυποῖτο, δύο μόνον ὑποθέσεις ἀθυμίας ἔχειν δεῖ, ἢ ὅταν αὐτός, ἢ ὅταν ὁ πλησίον προσκρούσῃ Θεῷ· τῆς δὲ παρούσης λύπης οὐδεμίαν τῶν προφάσεων τούτων ῥίζαν ἐχούσης, εἰκῆ σαυτὸν ὀδυνᾷς. Καὶ πόθεν τοῦτο δῆλον, φησίν, ὅτι οὐ προσκρουσμάτων ταύτην τίνομεν δίκην; μάλιστα μὲν δῆλόν ἐστι, πλὴν τέως οὐκ ἰσχυρίζομαι τοῦτο. Ἀλλ’ ἔστω, εἰ βούλει, μηδὲ ἄδηλον, ὡς ἔφης, ἀλλὰ καὶ σφόδρα δῆλον, ὅτι τῶν ἁμαρτημάτων ἐστὶ τοῦτο ἀνταπόδοσις· διὰ τοῦτο οὖν ἀλγεῖς, εἰπὲ μοι; Καὶ μὴν εὐθυμίας ἄξιον τὸ ἐνταῦθα διαλύσασθαι τὰ ἁμαρτήματα, καὶ μὴ σὺν τῷ κόσμῳ κατακρίνεσθαι. Τὸν γὰρ ἀλγοῦντα οὐχ ὑπὲρ ὧν κολάζεται, ἀλλ’ ὑπὲρ ὧν ἁμαρτάνων παροξύνει τὸν Θεόν, ἀλγεῖν δεῖ· τὰ μὲν γὰρ ἁμαρτήματα ἀφίστησιν ἡμῶν τὸν θεὸν καὶ ἐχθρὸν ποιεῖ, τὰ δὲ τῶν κολάσεων καταλλάττει τε αὐτὸν ἡμῖν καὶ παρασκευάζει ἵλεων εἶναι καὶ ἐγγύς. Ὅτι δὲ οὔτε ἁμαρτημάτων ἐστὶν ἀντίδοσις, ἀλλὰ στεφάνων καὶ βραβείων ὑπόθεσις οὗτος ὁ ἱδρὼς καὶ ὁ πόνος, δῆλον ἐκεῖθεν. Εἰ μὲν γὰρ αἰσχρῶς καὶ ἀσώτως τὸν πρότερον βίον βίους οὕτως ἐπὶ τὴν τῶν μοναχῶν πολιτείαν μετέθηκας σεαυτόν, ἦν μὲν οὐδὲ οὕτω ταύτην ὑποπτεύσαι τὴν ὑποψίαν. Εἰ γὰρ διὰ τοῦτο ἐπάγει τὰς τιμωρίας ὁ Θεός, ἵνα τρέψῃ πρὸς μετάνοιαν τοὺς ἀνενδότως ἔχοντας, τῆς μετανοίας ἐπιδειχθείσης, περιττὰ λοιπὸν τὰ τῆς τιμωρίας τούτου γε ἕνεκέν ἐστι. Τοσοῦτον γὰρ ἀπέχει τοῦ βούλεσθαι κολάζειν ἡμᾶς ὁ Θεός, ὡς καὶ πολλάκις ἐπιστροφῆς ἀξία πράττοντας, καὶ πολλῆς δεομένους ἐπιστροφῆς, δι’ ἀπειλῆς μόνον καὶ ῥημάτων φοβερῶν σωφρονίζειν ἡμᾶς. Καὶ τοῦτο ἴδοις ἂν ἐπὶ τε τοῦ Ἰσραήλ, ἐπὶ τε τῆς πόλεως τῶν Νινευϊτῶν. Οὐ γὰρ μόνον τὴν τιμωρίαν οὐκ ἐπήγαγε, τὴν μετάνοιαν ἐπιδειξαμένων ἐκείνων, ἀλλὰ καὶ τὴν ἀπειλὴν εὐθέως ἔλυσε. Πολλῷ γὰρ ἡμῶν αὐτῶν αὐτὸς βούλεται μᾶλλον μηδὲν ἡμᾶς πάσχειν κακόν, καὶ οὐδεὶς οὕτως ἑαυτοῦ φείσαιτ’ ἄν, ὡς πάντων ἡμῶν ὁ Θεός. Εἶτα ὁ τοὺς πολλάκις μὲν ἡμαρτηκότας ῥήμασι φοβῶν, οὐ κολάζων, μετανοήσαντας δὲ καὶ ταύτης ἀπαλλάττων τῆς ἀγωνίας, σὲ τὸν τοσαύτην ἐπιδειξάμενον εὐλάβειάν τε καὶ ἀρετὴν οὐ μόνον τῆς ἀπειλῆς οὐκ ἀπήλλαξεν, ἀλλὰ καὶ τῇ διὰ τῶν ἔργων παρεδίδου κολάσει; Καὶ πῶς ἂν τις τοῦτο πιστεύσειε; Πλὴν ἀλλ’ εἰ μὲν διέφθαρτό σοι καὶ πονηρός, ὅπερ ἔφην, ὁ πρὸ τούτου βίος ἦν, κἂν εἰς ἔννοιαν τοῦτο ἐλθεῖν τινι δυνατὸν ἦν· νῦν δὲ τοῦ μὲν παρόντος ἐλάττων ἐκεῖνος, κόσμιος δὲ καὶ αὐτὸς καὶ πολλῆς γέμων σεμνότητος ἦν, ὥστε τοῦτο πάντοθεν ἡμῖν εἶναι φανερόν, ὅτι στεφάνων καὶ μείζονος ὑποθέσεώς ἐστι ταυτὶ τὰ παλαίσματα. Δεῖ μὲν οὖν, ὅπερ ἔφην, καὶ τούτους καὶ τοὺς τοιούτους ἀνακινεῖν λογισμούς, δεῖ δὲ μετὰ τούτων, μᾶλλον δὲ καὶ πρὸ τούτων, εὐχαῖς καὶ ἱκετηρίαις τοῦτο διασκεδάζειν τὸ σκότος. Καὶ γὰρ ὁ μακάριος Δαυΐδ, ὁ θαυμαστὸς ἐκεῖνος καὶ μέγας ἀνήρ, τούτοις ἐχρήσατο τοῖς φαρμάκοις συνεχῶς, καὶ οὕτω τὰς πολλὰς τῶν θλίψεων ἀπεκρούετο ὀδύνας, νῦν μὲν εὐχόμενος κεῖ λέγων· «Αἱ θλίψεις τῆς καρδίας μου ἐπληθύνθησαν· ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με»· νῦν δὲ λογισμοὺς ἀνακινῶν εὐσεβεῖς· «Ἰνάτι περίλυπος εἶ, ἡ ψυχὴ μου, καὶ ἰνάτι συνταράττεις με; Ἔλπισον ἐπὶ τὸν Θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ». Καὶ πάλιν, ἀπὸ τῶν λογισμῶν τρεπόμενος ἐπὶ τὰς εὐχάς· «Ἄνες μοι, φησίν, ἵνα ἀναψύξω πρὸ τοῦ με ἀπελθεῖν, καὶ οὐκέτι οὐ μὴ ὑπάρξω»· καὶ ἀπὸ τῶν εὐχῶν ἐπὶ τοὺς λογισμούς· «Τὶ γὰρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ, καὶ παρὰ σοῦ τὶ ἠθέλησα ἐπὶ τῆς γῆς»; Οὕτω καὶ ὁ Ἰὼβ πρὸς μὲν τὴν γυναῖκα παραινοῦσαν τὰ σατανικὰ ῥήματα λογισμοῖς ἀπεμάχετο καὶ ἐπετίμα λέγων· «Ἰνάτι ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν, οὕτως ἐλάλησας; Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν»; Πρὸς δὲ τὸν Θεὸν ἱκετηρίαις ἐκέχρητο. Καὶ ὁ μακάριος δὲ Παῦλος ἀμφοτέροις τούτοις ἐβοήθει τοῖς ἐν θλίψεσιν οὖσι καὶ πειρασμοῖς, νῦν μὲν λέγων· «Εἰ δὲ ἐκτὸς ἐστε παιδείας, ἄρα νόθοι ἐστέ, καὶ οὐχ υἱοί· τὶς γὰρ ἐστιν υἱός, ὃν οὐ παιδεύει πατήρ»; Νῦν δὲ εὐχόμενος, «Πιστὸς γάρ, φησίν, ὁ Θεός, ὃς οὐκ ἐάσει ἡμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε»· καὶ πάλιν, «Εἴπερ δίκαιον παρὰ Θεῷ ἀνταποδοῦναι τοῖς θλιβομένοις ἄνεσιν». Ἂν οὖν τούτοις καὶ αὐτὸς θέλῃς χρῆσθαι τοῖς ὅπλοις, καὶ περιφράξῃς σεαυτὸν πανταχόθεν καλῶς, τοῖς μὲν λογισμοῖς ἀποτειχίζων τῆς ἀθυμίας τὴν ἔφοδον, ταῖς δὲ εὐχαῖς καὶ ταῖς σαυτοῦ καὶ ταῖς ἑτέρων τοῦτο ἰσχυρὸν τὸ τεῖχος ποιῶν, ταχέως αἰσθήσῃ τῷ καρπῶν τῆς παιδείας. Οὐ γὰρ τοῦτο μόνον κερδανεῖς τὸ τὰ παρόντα γενναίως ἐνεγκεῖν, ἀλλ’ ἐγγυμνασάμενος αὐτοῖς καλῶς, καὶ πρὸς ἅπαντα λοιπὸν ἀνάλωτος ἔσῃ τὰ τοῦ βίου λυπηρά.



Ἑπόμενο: Πρὸς τοὺς ἔχοντας παρθένους συνεισάκτους
Προηγούμενο: Πρὸς Σταγείριον Λόγος Δεύτερος – Ὅτι ἡ ἀθυμία χαλεπωτέρα καὶ δαίμονος
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 47
Ἀρχικὴ Σελίδα: Τέρτιος