Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 47

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: -
Προηγούμενο: Πρὸς τοὺς ἔχοντας παρθένους συνεισάκτους
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 47

Περὶ τοῦ τὰς κανονικὰς μὴ συνοικεῖν ἀνδράσιν

α’. Οἴμοι, ψυχὴ! Μετὰ γὰρ τοῦ προφήτου καὶ ἐμοὶ νῦν εὔκαιρον τοῦτο εἰπεῖν, καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις, Οἴμοι ψυχὴ! Πρᾶγμα ἡλίκον, καὶ ὅσης γέμον φιλοσοφίας! Ἡ παρθένια καθύβρισται, καὶ τὸ διεῖργον αὐτὴν ἀπὸ τοῦ γάμου καταπέτασμα ἀνῄρηται, ὑπὸ ἀναισχύντων κατασπασθὲν χειρῶν, καὶ τὰ ἅγια τῶν ἁγίων πεπάτηται, καὶ τὰ σεμνὰ καὶ φρίκης γέμοντα γέγονε βέβηλα καὶ πᾶσι βατά, καὶ ἡ τοῦ γάμου σεμνοτέρα τοσοῦτον καθειλκύσθη καὶ κατηνέχθη κάτω, ὡς τὰς γεγαμημένας μακαρίζεσθαι μᾶλλον. Ἀεὶ μὲν γὰρ ἡ παρθένια μετὰ τοῦ γάμου ταττομένη τὰ πρωτεῖα εἶχε, καὶ τὴν προεδρίαν ἅπασαν· νυνὶ δὲ οὐδὲ ἐν τῇ δευτέρᾳ τάξει μένειν δενύνηται, ἀλλὰ πόῤῥω που καὶ πρὸς τὴν ἐσχάτην ἀπελήλαται τάξιν· καὶ τὸ δὴ χαλεπώτερον, ὅτι οὐ πολέμιοι τινες οὐδὲ ἐχθροί, ἀλλ’ οἱ δοκοῦσαι μάλιστα θεραπεύειν αὐτὴν οὕτως αὐτὴν διέθηκαν, καὶ αἱ παρέχουσαι μάλιστα πάντων ὑμῖν πρὸς τοὺς ἀπίστους ἐλευθεροστομεῖν, αὗται μάλιστα πάντων ἀπέῤῥιψαν ἡμῶν τὰ στόματα, καὶ πολλὴν κατεσκέδασαν αἰσχύνην.

Χρημάτων μὲν ἕνεκεν ὀλίγους μέν, εἶχον δὲ ὅμως δεῖξαί τινας Ἕλληνες παρ’ αὐτοῖς φιλοσοφήσαντας, καὶ ὀργῆς δὲ τινες ἐν ἐκείνοις περιεγένοντο· παρθενίας δὲ ἄνθος οὐδαμοῦ παρ’ αὐτοῖς, ἀλλ’ ἀεὶ παρεχώρουν ἐνταῦθα τῶν πρωτείων ἡμῖν, ὁμολογοῦντες ἀνωτέρω τῆς φύσεως εἶναι τὸ κατόρθωμα, καὶ οὐκ ἀνθρώπινον. Διὰ τοῦτο σφόδρα ἡμῶν τὸ πᾶν ἔθνος ἐθαύμαζον· ἀλλὰ νῦν οὐκέτι, ἀλλὰ καταγελῶσι καὶ κωμῳδοῦσι. Διὰ τοῦτο καὶ ὁ διάβολος τοσοῦτον κατὰ ταύτης ἐνέπνευσε τῆς ἀγέλης, ἐπειδὴ μάλιστα ἀπὸ ταύτης ἑώρα τῆς φάλαγγος λαμπρὸν τοῦ Χριστοῦ τὸ στρατόπεδον, καὶ οὕτως ἄτην ἐπεχείρησε καταισχύναι ὡς βέλτιον εἶναι λοιπὸν μηδὲ παρθένους εἶναι τὰς οὕτω τὸ πρᾶγμα μετιέναι ἐπιχειρούσας. Τὸ δὲ αἴτιον τῶν κακῶν ἁπάντων, ὅτι μέχρι προσηγορίας τὸ πρᾶγμα ἕστηκε καὶ ἐν τῷ στόματι τὸ πᾶν περιγέγραπται, ὅπερ ἐλάχιστον μέρος παρθενίας ἐστί· τὰ δὲ ἀναγκαιότερα καὶ μάλιστα αὐτὴν δεικνύντα ἠμέληται, καὶ οὔτε στολῆς κοσμίας λόγος αὐταῖς, οὐχ ἡσυχίας παρθένοις πρεπούσης, οὐ κατανύξεως, οὐκ ἄλλου τῶν τοιούτων οὐδενός· ἀλλὰ καὶ φθέγγονται εὐκόλως ἅπαντα, καὶ γελῶσιν ἀκαίρως, καὶ κατακλῶνται καὶ θρύπτονται μᾶλλον τῶν ἐπὶ τοῦ τέγους μαλακιζομένων γυναικῶν, πάντοθεν μηχανήματα τοῖς ὁρῶσιν ἐνιεῖσαι, καὶ εἰς τὴν τῶν πορνευομένων γυναικῶν ἀσχημοσύνην εἰσωθεῖν ἑαυτὰς βιάζονται, καθάπερ ἁμιλλώμεναι πρὸς ἐκείνας καὶ φιλονεικοῦσαι τὰ πρωτεῖα τῆς αἰσχύνης δόξαν λαβεῖν. Πόθεν γάρ, εἰπὲ μοι, λοιπὸν δυνησόμεθα τὴν τοιαύτην παρθένον τῆς τάξεως ἐξελέσθαι τῆς ἐκείνων καὶ τῆς κοινωνίας, ὅταν καὶ αὕτη τὸ αὐτὸ ποιῇ ἐκείναις, νέων ἐξαπατῶσα καρδίας, ὅταν ἀνεπτερωμένη ᾗ καὶ ἄσωτος, ὅταν τὰ αὐτὰ φάρμακα τρίβῃ, καὶ τὰ αὐτὰ κεραννύῃ ποτήρια, καὶ τὸ αὐτὸ κατασκευάζῃ κώνειον; Ἀλλ’ οὐ λέγει· «Δεῦρο καὶ ἐγκυλισθῶμεν ἔρωτι», οὐδέ, «Ἔῤῥαγκα τὴν κοίτην μου κρόκῳ, καὶ τὴν κλίνην μου κινναμώμῳ»· εἴθε τὴν κοίτην καὶ τὴν κλίνην, καὶ μὴ τὰ ἱμάτια καὶ τὸ σῶμα. Ἐκεῖναι μὲν γὰρ οἶκοι τὸ δέλεαρ κατακρύπτουσι, σὺ δὲ πανταχοῦ περιφέρεις τὴν παγίδα, καὶ ἀναπετάσασα τῆς ἡδονῆς τὰ πτερὰ περιάγεις ἐπὶ τῆς ἀγοράς. Ἀλλ’ οὐ διελέχθης, οὐδὲ εἶπες ἐκεῖνα τὰ πορνικὰ ῥήματα, «Δεῦρο, καὶ ἐγκυλισθῶμεν ἔρωτι»· οὐκ εἶπες τῇ γλώττῃ, ἀλλ’ εἶπες τῷ σχήματι· οὐκ ἐφθέγξω τῷ στόματι, ἀλλ’ ἐφθέγξω τῷ βαδίσματι· οὐκ ἐκάλεσας τῇ φωνῇ, ἀλλ’ ἐκάλεσας φωνῆς λαμπρότερον διὰ τῶν ὀφθαλμῶν. Ἀλλὰ καλέσασα οὐκ ἔδωκας σεαυτήν. Οὐδὲ οὕτως ἀπήλλαξαι τῆς ἁμαρτίας. Καὶ γὰρ καὶ τοῦτο ἕτερον εἶδος πορνείας· καθαρὰ τῆς ὕβρεως ἔμεινας, ἀλλὰ τῆς σωματικῆς, οὐ τῆς ψυχικῆς· καὶ ἀπήρτισταί σοι τὰ τῆς ἁμαρτίας πάντα, εἰ καὶ μὴ διὰ τῆς μίξεως, ἀλλὰ διὰ τῆς ὄψεως.

Τινὸς γὰρ ἕνεκεν, εἰπὲ μοι, καλεῖς τοὺς παριόντας; Τὶ δὲ ἐξάπτῃς τὸ πῦρ; Πῶς δὲ νομίζεις εἶναι καθαρὰ τῆς ἁμαρτίας, πᾶσαν αὐτὴν ἐργασαμένη; Καὶ γὰρ τέλειον εἰργάσω μοιχὸν τὸν ἁλόντα σου τῷ σχήματι τούτῳ· πῶς οὖν δύνασαι μὴ εἶναι μοιχαλίς, ὅταν τὸ ἔργον σου μοιχείας ἁλίσκηται; Ἡ Γὰρ ἐκείνου μανία σὸν ἔργον ἐστί. Ὅτι γὰρ ἡ κατασκευάζουσα μοιχοὺς μοιχείας διαφυγεῖν τιμωρίαν οὐκ ἂν δυνηθείη ποτέ, παντὶ που δῆλόν ἐστι. Σὺ τὸ ξίφος ἠκόνησας, σὺ τὴν δεξιὰν ὥπλισας, σὺ τὴν ὡπλισμένην δεξιὰν κατὰ τῆς ἀθλίας ὠθήσας ψυχῆς· πῶς οὖν δύνασαι τῆς ἐπὶ τῷ φόνῳ οὕτω τιμωρίας ἀπαλλάττεσθαι; Εἰπὲ γὰρ μοι, τίνας μισοῦμεν καὶ ἀποστρεφόμεθα ἡμεῖς; Τίνας δὲ οἱ νομοθέται καὶ δικασταὶ κολάζουσι; Τοὺς πίνοντας τὰ δηλητήρια φάρμακα, ἢ τοὺς κεραννύντας τὴν κύλικα, καὶ κατασκευάζοντας αὐτά, καὶ διὰ τῆς τέχνης ἀπολλύντας τῆς αὐτῶν; Οὐχὶ τοὺς πίνοντας μὲν κεῖ ἐλεοῦμεν ἅτε ἠδικημένους, ἐκείνους δὲ πάσαις καταδικάζομεν ψήφοις; Καὶ οὐκ ἀρκεῖ πρὸς ἀπολογίαν αὐτοῖς τὸ λέγειν, ὅτι οὐκ ἐμαυτὸν ἔβλαψα, ἀλλ’ ἕτερον ἀπώλεσα· ἀλλὰ καὶ δι’ αὐτὸ μὲν τοῦτο χαλεπώτερον διδόασι δίκην. Σὺ δέ, ἀθλίᾳ καὶ ταλαίπωρε, κεράσασα τὴν κύλικα τὴν ὀλεθρίαν ταύτην, καὶ ὀρέξασα καὶ δοῦσα τὸ φάρμακον, μετὰ τὸ πιεῖν ἐκεῖνον καὶ ἀπολέσθαι ἀπολογίαν σαυτῇ νομίζεις ὑπολελεῖφθαι , τὸ μὴ αὐτὴ πιεῖν, ἀλλ’ ἑτέρῳ παρασχεῖν τὸ δηλητήριον; Καίτοι γε ὑμεῖς τῶν φαρμακοπωλῶν ἐκείνων τοσούτῳ χαλεπωτέραν δώσετε δίκην ὅσῳ καὶ ὁ θάνατος χαλεπώτερος. Οὐ γὰρ σῶμα μόνον, ἀλλὰ καὶ ψυχὴν ἀναιρεῖτε· κἀκεῖνοι μὲν πολλάκις ἢ θυμῷ, ἢ ὀργῇ τοῦτο πράττουσιν, ἢ χρημάτων δεόμενοι· ὑμεῖς δὲ οὐδὲ εἰς ταύτην ἔχετε καταφυγεῖν τὴν πρόφασιν. Οὔτε γὰρ ἐχθροὺς ὄντας, οὔτε ἠδικηκότας, οὔτε χρημάτων δεόμεναι τοῦτο ποιεῖτε, ἀλλ’ ὑπὲρ κενοδοξίας μόνης παίζετε ψυχάς, τέρψιν οἰκείαν τὸν ἑτέρων ποιουμέναι θάνατον.

β’. Ἀλλὰ γὰρ οὐκ οἶδα πῶς ἐξηνέχθην ταῦτα εἰπεῖν ἑτέρωσε ὁρμῶν· διόπερ ἐπανιτέον, ὅθεν ἐξέβην. Ὥσπερ γὰρ οὐκ ἀρκούντων τούτων καταισχῦναι τὸ πᾶν ἔθνος, καὶ ἄλλο τι πλέον ἐπενόησαν. Ἀλλὰ μηδεὶς περὶ πασῶν ταῦτα εἰρῆσθαι νομιζέτω· οὐ γὰρ οὕτως ἄθλιός εἰμι, ὡς ὁμοῦ πάντα φύρειν καὶ συγχεῖν. Περὶ γὰρ τῶν ὑπευθύνων καὶ ταῦτα εἴρηται, καὶ τὰ μετὰ ταῦτα εἰρήσεται. Ὥσπερ γὰρ οὐκ ἀρκούντων τούτων εἰς βλάβην, ἄνδρας τινὰς οὐδαμόθεν αὐταῖς προσήκοντας λαβοῦσαι συγκατακλείουσι, καὶ τὸν πάντα συνοικίζουσι χρόνον, καθάπερ ἐνδεικνύμεναι καὶ διὰ τούτων καὶ διὰ τῶν εἰρημένων, ὅτι ἀκοῦσαι ἐπὶ τὴν παρθενίαν εἱλκύσθησαν καὶ βίαν ὑπομείνασαι τὴν ἐσχάτην· καὶ ταύτῃ παραμυθοῦνται τὴν βίαν καὶ τὴν ἀνάγκην. Τὶ γάρ; Οὐχὶ τούτων χείρω παρὰ πάντων, ὅταν ταῦτα γίνηται, λέγεται καὶ παρὰ φίλων καὶ οἰκείων; Ταύτας δὲ ζῆν ἢ ἀναπνεῖν ὅλως ἐκεῖ, ἀλλὰ μὴ διαπρίεσθαι μέσας, ἢ κατορύττεσθαι ζώσας μετ’ ἐκείνων αὐτῶν; Καὶ γὰρ καὶ ταῦτα καὶ τούτων πολλῷ πλείονα ἅπαντες λέγουσι· καὶ δρόμος λοιπὸν ταῖς μαίαις καθ’ ἑκάστην ἡμέραν ἐπὶ τὰς τῶν παρθένων οἰκίας, καθάπερ πρὸς τὰς ὠδινούσας, οὐχ ὥστε λοχεῦσαι τίκτουσαν (γέγονε μὲν γὰρ καὶ ἐπὶ τινων καὶ τοῦτο), ἀλλ’ ὥστε διαγνῶναι καθάπερ ἐπὶ τῶν ὠνουμένων θεραπαινίδων, τὶς μὲν ἡ διεφθαρμένη, τὶς δὲ ἡ ἀνέπαφος· καὶ ἡ μὲν ὑπήκουσε ῥᾳδίως τῇ δοκιμασίᾳ, ἡ δὲ ἀντεῖπε, καὶ αὐτῷ τούτῳ καταισχυνθεῖσα ἀπῆλθεν, εἰ καὶ μὴ διέφθαρτο· καὶ ἡ μὲν ἑάλω, ἡ δὲ οὐχ ἑάλω, καὶ αὕτη δὲ πάλιν οὐχ ἧττον ἐκείνης αἰσχύνεται, μὴ δυνηθεῖσα ἀξιόπιστος ἀπὸ τοῦ τρόπου φανῆναι, ἀλλὰ μαρτυρίας τῆς ἀπὸ τῆς ἐξετάσεως δεηθεῖσα. Πόσων οὐκ ἄξια ταῦτα δακρύων; Πόσων οὐκ ἄξια θανάτων; Τὶς δὲ οὕτω λίθινος καὶ ἀσυμπαθής, ὡς μὴ πυρωθῆναι καὶ τὰ τοῦ Φινεὲς παθεῖν; Ἀλλ’ ἐκεῖνος μέν, εἰ κατὰ τὸν καιρὸν ἐκεῖνον ταύτην οἶδε γινομένην τὴν ἀσχημοσύνην, οὐκ ἂν αὐτῶν ἐφείσατο, ἀλλ’ ἐποίησεν ἂν ταὐτό, ὅπερ καὶ ἐπὶ τῆς Μαδιανίτιδος τότε εἰργάσατο· ἡμεῖς δὲ (οὐ γὰρ ἐφεῖται ἁρπάσαι μάχαιραν, οὐδὲ κεντῆσαι τῷ σειρομάστῃ τὸ τὰ τοιαῦτα πλημμελοῦντας) πάσχομεν μὲν ταὐτά, ἅπερ ἐκεῖνος ἔπαθεν ὁ ἅγιος, οὐ δρῶμεν δὲ ταῦτα, ἀλλ’ ἑτέρως παραμυθούμεθα τὴν ὀδύνην, δι’ ὀδυρμῶν καὶ θρήνων. Δεῦρο οὖν, συναλγήσατέ μοι καὶ συστενάξατε, ὅσοι ταύτης ἐκτὸς ἐστε τῆς αἰσχύνης· αἱ γὰρ ἄθλιαι καὶ ταλαίπωροι ἐκεῖναι καὶ ἀναλγησίαν ἴσως μετὰ τῶν ἄλλων νοσοῦσι κακῶν. Ἀλλ’ ὑμεῖς, αἱ τοῦτον ἀναδεξάμεναι τὸν βίον, ἀκὶ τοῦ νυμφῶνος καταξιούμεναι καὶ τοῦ νυμφίου, καὶ φαιδρὰς ἔχουσαι τὰς λαμπάδας, καὶ τῷ τιμίῳ τῆς παρθενίας παντὸς διαδήματος βασιλικοῦ μᾶλλον κοσμούμεναι στεφάνῳ, δακρύσατε σὺν ἡμῖν, καὶ πικρῶς ἀνοιμώξατε· οὐ μικρὸν τοῦτό ἐστι φάρμακον καὶ εἰς διόρθωσιν τῶν τὰ ἀνίατα νοσούντων, καὶ εἰς παραμυθίαν τῶν τὰ ἐκείνων ὀδυρομένων· τοῦτο καὶ ὁ νυμφίος ὁ ὑμέτερος πεποίηκέ ποτε. Τὴν γὰρ Ἱερουσαλὴμ πρὸς ἔσχατον ἀπωλείας κατενεχθεῖσαν ἰδών, καὶ οὐκέτι δυναμένην ἀνενεγκεῖν ἀπὸ τῆς ἀῤῥωστίας, ἐδάκρυσε· καὶ ἐπὶ τῆς Βηθσαϊδᾶ συμβουλαῖς μὲν οὐκ ἐχρήσατο λοιπόν, οὐδὲ σημείοις, ταλανισμῷ δὲ μόνον, τό, Οὐαί, συνεχῶς ἐπιλέγων ταῖς πόλεσι, καθάπερ ἐπὶ τῶν ψυχοῤῥαγούντων ποιοῦμεν ἡμεῖς. Καὶ ὁ μακάριος δὲ Παῦλος τὸν διδάσκαλον τὸν ἑαυτοῦ μιμούμενος οὐκ ἐπαύσατο πάντα τὸν βίον τοὺς πεσόντας καὶ ἐν αὐτῷ τῷ πτώματι μένοντας καὶ οὐκ ἐθέλοντας ἀναστῆναι λοιπὸν ὀλοφυρόμενος οὕτω πικρῶς, ὡς καὶ μετὰ διορισμοῦ τινος ἰσχυροτέρου τοῖς Ῥωμαίοις αὐτὸ δὴ τοῦτο ἐπιστέλλειν καὶ λέγειν, ὅτι «Λύπη μοὶ ἐστι μεγάλη, καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου· ηὐχόμην γὰρ ἐγὼ ἀνάθεμα εἶναι ὑπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου τῶν κατὰ σάρκα, οἵτινές εἰσιν Ἰσραηλῖται». Εἶδες ὅσην ἔχει τὰ ῥήματα ἔμφασιν, ὅσον πόνον καρδίας παρίστησι; Καὶ τῶν πιστῶν δὲ τοὺς χωλεύοντας καὶ κλυδωνιζομένους οὕτω πένθει, ὡς αὐτὸς ἐν ἐκείνοις τυγχάνων τοῖς κακοῖς. «Τὶς γάρ, φησίν, ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; Τὶς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι»; Καὶ οὐκ εἶπε, Λυποῦμαι, ἀλλὰ «Πυροῦμαι», τὸ ἀφόρητον καὶ ἀνήκεστον τῆς ὀδύνης διὰ τῆς πυρώσεως παραστῆσαι βουλόμενος. Μιμησώμεθα τοίνυν καὶ ἡμεῖς καὶ τὸν Δεσπότην τὸν ἡμέτερον καὶ τὸν ὁμόδουλον. Καὶ γὰρ οὐδὲ μικρὸς ἡμῖν κείσεται μισθὸς τῶν ὀδυρμῶν τούτων καὶ τῶν θρήνων, ὥσπερ οὐδὲ ἡ τυχοῦσα ἕπεται μέμψις παρὰ τοῦ Θεοῦ τοῖς τὰ τῶν οἰκείων μελῶν κακὰ ἀσυμπαθῶς παρατρέχουσι. Καὶ τούτων τὸ μὲν ἀπὸ τοῦ καρτερικωτάτου ἀνδρὸς Ἰεζεκιὴλ ἔστιν ἰδεῖν, τὸ δὲ ἀπὸ τοῦ μακαρίου Μιχαίου. Ὁ μὲν γὰρ φησὶν ὅτι, τῶν Ἰουδαίων εἰς ἔσχατον κακίας ἐληλακότων, καὶ πρὸς τὴν τῶν εἰδώλων κακίαν αὐτομολησάντων, προσέταξεν ὁ Θεὸς δοῦναι σημεῖον ἐπὶ τὰ πρόσωπα τῶν στεναζόντων καὶ κατοδυνωμένων ἐπὶ τοῖς γινομένοις. Οὐδὲ γὰρ ἁπλῶς στένειν χρή, ἀλλὰ καὶ κατοδυνᾶσθαι· καίτοι γε οὐδὲν εἶπον οὔτε ἔπραξαν ἐκεῖνοι πρὸς τὴν τῶν γινομένων διόρθωσιν, ἀλλ’ ἐπειδὴ τὰ παρ’ ἑαυτῶν εἰσήνεγκαν μόνον, τοσαύτῃ τετίμηνται τιμῇ παρὰ τοῦ φιλανθρώπου Θεοῦ, ὡς καὶ ἀσφαλείας καὶ δόξης ἀξιωθῆναι πολλῆς. Ὁ δὲ Μιχαίας μετὰ τῶν ἄλλων ἐγκλημάτων, τῆς γαστριμαργίας λέγω καὶ τῆς μέθης καὶ τῆς τῶν μύρων ἀλοιφῆς, καὶ τοῦτο ἐπήγαγε τὸ κατηγόρημα τὸ τῆς ἀσυμπαθείας, οὕτω λέγων· «Οὐκ ἔπασχον οὐδὲν ἐπὶ τῇ συντριβῇ τοῦ Ἰωσήφ». Καὶ τοὺς τὴν Αἰνὰν οἰκοῦντας πόλιν ἐκ τούτου διέβαλε πάλιν εἰπών, ὅτι «Οὐκ ἐξῆλθε κόψασθαι οἶκον ἐχόμενον αὐτῆς». Εἰ δὲ ἔνθα ὁ Θεὸς ὀργίζεται, ὁ μὴ συμπάσχων τοῖς κολαζομένοις ἐγκαλεῖται, ὁ τοῖς εἰς κακίαν καταπίπτουσι μὴ συναλλαγῶν τίνος ἔσται συγγνώμης ἄξιος; Καὶ μὴ θαυμάσῃς, εἰ τοῦ Θεοῦ κολάζοντος ἡμᾶς συναλγεῖν τοῖς κολαζομένοις δεῖ· οὐδὲ γὰρ αὐτὸς ὁ Θεὸς κολάζων βούλεται τοῦτο ποιεῖν· «Οὐδὲ γὰρ θελήσει θέλω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, φησίν». Εἰ τοίνυν ὁ τιμωρούμενος οὐ βούλεται τιμωρεῖσθαι, πολλῷ μᾶλλον ἡμᾶς συναλγεῖν χρὴ τοῖς κολαζομένοις· ἴσως αὐτοὺς ἐκκαλεσόμεθα τούτῳ τῷ τρόπῳ, ἴσως αὐτοὺς ἀνακτησόμεθα. Εἰ γὰρ καὶ ἀπολώλασιν, ἀλλ’ ὅμως τὴν λειπομένην παράσχωμεν θεραπείαν, καὶ θρηνήσωμεν καὶ ὀλοφυρώμεθα, οὐ χοροὺς περιστήσαντες γυναικῶν, αλλ’ ἕκαστος ἰδίᾳ καὶ καθ’ ἑαυτὸν οὐ παρόντων ἐκείνων. Εἰ δὲ βούλεσθε, καὶ ἐγὼ κατάρξομαι τοῦ μέλους ὑμῖν τούτου τοῦ γοεροῦ· οὐδὲ γὰρ αἰσχύνομαι μετὰ Ἰερεμίου τοῦτο ποιῶν καὶ Ἠσαΐου καὶ Παύλου, καὶ πρὸ γε πάντων τούτων τοῦ Δεσπότου. Ἀρξώμεθα οὖν ὡς ὁ Χριστὸς ἤρξατο πρῶτον, καὶ εἴπωμεν· Οὐαὶ σοι, ψυχὴ! Ἐπὶ ποίαν κληθεῖσα τιμὴν διὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, ποίαν λήψῃ ψώραν διὰ τὴν ῥαθυμίαν τὴν σὴν! Οὐαὶ σοι! Ὅτι αὐτὸς μὲν σε ἐπὶ τὰς παστάδας εἵλκυσε τὰς πνευματικάς, σὺ δὲ ἑαυτὴν ἀποῤῥήξασα τῆς δόξης ἐκείνης εἰς τὸ τοῦ διαβόλου κατηνέχθης πῦρ, καὶ πρὸς τὰς ἀνηκέστους κολάσεις, ἔνθα ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων· ἔνθα οὐδεὶς ὁ παραμυθησόμενος, οὐδὲ χεῖρα ὀρέξων, ἀλλὰ σκότος πάντα καὶ ἀπορία καὶ θόρυβος καὶ κακὰ παραμυθίαν οὐκ ἔχοντα σὺ δὲ πέρας· ταῦτά σοι πάντα ἡ τοῦ κόσμου φιλία πεποίηκε, καὶ τὸ προτιμῆσαι τοῦ οὐρανοῦ τὴν γῆν, καὶ τὸ μὴ θελῆσαι ἀκοῦσαι τῆς τοῦ νυμφίου φωνῆς συνεχῶς παραινούσης, μηδὲν ἡμᾶς κοινὸν πρὸς τὰ παρόντα ἔχειν πράγματα. Τὶς σε, ἀθλίᾳ καὶ ταλαίπωρε, λοιπὸν ἐλεῆσαι δυνήσεται; Κἂν γὰρ αὐτὸν ἴδῃς τὸν Νῶε τὸν ἐν τῷ κοινῷ τῆς οἰκουμένης κλυδωνίῳ τὴν οἰκίαν ὁλόκληρον διασώσαντα, καὶ πρὸς τοσαύτην στάντα ὀργήν, κἂν τὸν Ἰώβ, καὶ τὸν Δανιήλ, καὶ μετ’ ἐκείνων τὸν Μωσέα καὶ τὸν Σαμουήλ, κἂν τὸν πατριάρχη Ἀβραάμ, οὐδεὶς σοι χεῖρα ὀρέξει λοιπόν, κἂν γένει προσήκουσα ἧς, κἂν θυγάτηρ, κἂν ἀδελφή, κἂν ἱκετηρίαν θῇς, καθάπερ ὁ πλούσιος ἐκεῖνος, πάντα εἰκῆ καὶ μάτην ἐργάσῃ. Πῶς ἐξέπεσας ἐκ τοῦ οὐρανοῦ οὐχ ἑωσφόρος οὖσα, οὐδὲ πρωῒ ἀνατέλλουσα, ἀλλ’ αὐτῶν τῶν ἡλιακῶν ἀκτίνων λάμψαι δυναμένη μᾶλλον; Πῶς ἐκάθισας ἔρημος; Καὶ τοὺς πλείονας δὲ τῶν θρήνων τῶν ἐπὶ τῇ πόλει λεχθέντων ἐκείνῃ οὐκ ἂν τις ἁμάρτοι μεταφέρων ἐπὶ τὴν αἰχμάλωτον ταύτην ψυχήν, τὴν μᾶλλον ἐκείνης αἰχμάλωτον.

γ’. Ἀλλὰ τάχα τῶν θρήνων ἅλις, ἅλις δὲ ὡς ἐν γραφῇ καὶ βιβλίῳ· ἐπεὶ τούτων χωρὶς οὐδ’ ἂν ὁ πᾶς ἡμῖν ἀρκέσειε χρόνος, ὥστε κατ’ ἀξίαν ὀδύρασθαι τὴν τὰ τοιαῦτα παθοῦσαν ψυχήν. Τὶ γὰρ ἂν τις ὠλοφύρετο πρῶτον; Ὅτι τὸ τίμιον καὶ ἅγιον καὶ μέγα ὄνομα τοῦ θεοῦ δι’ ὑμᾶς βλασφημεῖται ἐν τοῖς ἔθνεσι, καὶ ἡ δόξα αὐτοῦ βεβηλοῦται; Ἀλλ’ ὅτι ψυχαὶ πολλαὶ διὰ τῶν σκανδάλων καταπίπτουσι τούτων; Ἀλλ’ ὅτι καὶ τὸ ὑγιαῖνον τοῦ χοροῦ μέρος τῇ τῆς ὑμετέρας δόξης ἀναχρώννυται κηλῖδι; Ἀλλ’ ὅτι τὸ ἄσβεστον καὶ ἡμῖν αὐταῖς καὶ τοῖς συνοικοῦσιν ἀνέπτετο πῦρ; Καὶ πῶς ταῦτα ἀνάγκη συμβῆναι, φύσιν, ὅταν ἔχωμεν δεῖξαι τὸ σῶμα ἡμῖν μὴ διεφθαρμένον, μηδὲ πεπορνευμένον; Μάλιστα μὲν αὕτη ἡ ἐπίδειξις οὐχὶ νῦν, ἀλλὰ τότε ἔσται δήλη κατὰ τὴν ἡμέραν ἐκείνην. Μαίας μὲν γὰρ σοφία καὶ τέχνη τοσοῦτον δύναται μόνον ἰδεῖν, εἰ μίξιν ἀνδρὸς οὐκ ἐδέξατο τὸ σῶμα· εἰ δὲ καὶ ἁφὴν ἀνελεύθερον, καὶ τὴν ἀπὸ τῶν φιλημάτων, καὶ τὴν τῶν περιπλοκῶν μοιχείαν διέφυγε καὶ φθοράν, ἡ ἡμέρα δηλώσει τότε ἐκείνη, ὅταν ὁ ζῶν τοῦ Θεοῦ Λόγος, ὁ τὰ κρυπτὰ τῶν ἀνθρώπων εἰς μέσον ἄγων, καὶ τοῖς λάθρα γινομένοις παρών, πάντα γυμνὰ καὶ τετραχηλισμένα πρὸ τῶν ἁπάντων ὀφθαλμῶν θῇ· τότε εἰσόμεθα καλῶς, εἰ τούτων ἐστὶ καθαρῶν σου τὸ σῶμα καὶ πάντοθεν ἄφθορον. Πλὴν ἀλλ’ οὐδὲν ὑπὲρ τούτων ἀκριβολογούμεθα, οὐδὲ φιλονεικοῦμεν, ἀλλὰ κείσθω τέως αὐτὸ πάντων τούτων ὑπερενηνέχθαι τῶν δικτύων, καὶ εἴη πάντοθεν καθαρόν, καὶ πάσης ἠλευθερώσθω βλάβης, καὶ μενέτω παρθένος ἡ παρθένος· τὶ τοῦτο πρὸς τὰ εἰρημένα παρ’ ἡμῶν; Καὶ γὰρ τὸ δεινότατον τοῦτό ἐστι, καὶ μυρίων γέμον δακρύων, ὅτι τοσοῦτον ὑπέμεινε πόνον πάντοθεν τὸ σῶμα διατηροῦσα ἀκριβῶς, καὶ πάντα τὸν πόνον ἐξεκένωσε, καὶ τὸν μόχθον ἐξέχεε διὰ τῆς εἰς Χριστὸν βλασφημίας, καὶ τῆς σαρκὸς φεισαμένη τῆς δόξης οὐκ ἐφείσατο τοῦ Θεοῦ, ἀλλὰ ὅπως μὲν ἀνέπαφον αὐτῇ μείνῃ τὸ σῶμα, πάντα ἐποίησεν, ὅπως δὲ ἐκεῖνος μὴ ὑβρίζοιτο μηδὲ καταισχύνοιτο παρὰ τοῖς πολλοῖς, οὐδὲ λόγον ἔσχε τινά. Εἴθε μὲν οὖν μὴ πάντα ἔπραττε καὶ ἐπετήδευεν, ἐξ ὧν ἡ τοῦ Θεοῦ διαβάλλεται δόξα! Καὶ πῶς τοῦτο ποιῶ; Φησίν. Ἄνδρας ἀποκλείουσα μετὰ σαυτῆς ἐπὶ τῆς οἰκίας, καὶ διαπαντὸς σοι παρακαθίζουσα. Εἰ γὰρ ἄνδρας ἐπιθυμεῖς ἔχειν συνοικοῦντας, οὐκ ἔδει παρθενίαν ἑλέσθαι, ἀλλ’ ἐπὶ τὸν γάμον ἐλθεῖν· πολλῷ γὰρ βέλτιον γαμεῖν ἐκείνως, ἢ παρθενεύειν οὕτως.

Τὸν μὲν γὰρ τοιοῦτον γάμον οὔτε ὁ Θεὸς καταδικάζει, οὔτε ἄνθρωποι διαβάλλουσι· τίμιον γὰρ ἐστι τὸ πρᾶγμα, οὐδένα ἀδικοῦν, οὐδὲ πλῆττον· ἡ δὲ παρθένια αὕτη ἡ μετὰ ἀνδρῶν πορνείας χαλεπώτερον παρὰ πᾶσι διαβέβληται· καὶ τὴν οἰκείαν ἀπολέσασα τάξιν, κάτω που καὶ παρ’ αὐτὸ τῆς πορνείας ἐξεκυλίσθη τὸ βάραθρον. Οὔτε γὰρ μετὰ τῶν παρθένων ἀνάσχοιτό τις ἂν ἀριθμῆσαι τὴν μὴ τὰ τοῦ Κυρίου μεριμνῶσαν, ἀλλὰ μυρίους ἐργαζομένην μοιχούς, οὔτε μετὰ τῶν γεγαμημένων. Ἐκείνη μὲν γὰρ φροντίζει, ὅπως ἀρέσει ἑνὶ ἀνδρί· σὺ δὲ μυρίοις, καὶ τούτοις οὐ νόμῳ γάμου γνωρίμοις, ἀλλ’ ἑτέρῳ τινὶ τρόπῳ διαβεβλημένῳ καὶ κατεγνωσμένῳ παρὰ πάντων. Ὅθεν δέδοικα μὴ τῆς χώρας ἑκατέρας ἐκβληθεῖσα μετὰ τῶν ἠτιμωμένων γυναικῶν φανῇς ταττομένη. Καὶ γὰρ καὶ ἀπὸ τῆς προσηγορίας αὐτῆς, εἲ τις ταῦτα ψηφίσασθαι βούλοιτο, οὐδὲ ἐνταῦθα πάλιν ἀντειπεῖν τι δυνησόμεθα. Ὅταν γὰρ ἢ εἰς ἀγορὰν ἐμβάλωσιν, ἢ λόγος τις οἵκοι περὶ αὐτῶν γίνηται, οἱ διαλεγόμενοι περὶ τῆς ἀτόπου συζυγίας ταύτης, δηλῶσαι βουλόμενοι τὴν τοῦ δεῖνος, οὐ τὴν μετέρα καλοῦσιν. Οὐδὲ γὰρ αὐτὸν ἔτεκεν, οὐδὲ τὴν ἀδελφήν, οὐδὲ γὰρ τὰς αὐτὰς ἔλυσεν ὠδῖνας, οὐδὲ τὴν γαμετήν, οὐδὲ γὰρ νόμῳ γάμου συνῴκησεν, οὐδὲ ἄλλο τι συγγενείας ὄνομα τῶν συγκεχωρημένων καὶ κατὰ νόμον κειμένων, ἀλλὰ τὸ αἰσχρὸν καὶ καταγέλαστον. Οὐδὲ γὰρ ἂν ἔγωγε ἀνεχοίμην αὐτὸ εἰπεῖν· οὕτω μισῶ καὶ τὴν προσηγορίαν αὐτὴν ἀκὶ ἀποστρέφομαι, καὶ προσίσταταί μοι καὶ ἡ ἐπωνυμία τῆς συνοικίσεως. Ἀλλ’ οὐκ ἔτεκες, οὐδὲ ὠδίνησας. Καὶ τὶ ταύτης τῆς ἀπολογίας αἰσχρότερον; Τὶ δὲ ἀθλιώτερον, ὅταν ἀπὸ τούτων βούληται φαίνεσθαι παρθένος ἡ παρθένος, εἰς ἃ καὶ τῶν πορνευομένων πολλαὶ γυναῖκες ἔχουσι καταφυγεῖν; Ἀλλ’ ἐκεῖναι ἑτέρωθεν ἐλέγχονται, φησίν, ἀσελγαίνουσαι. Πόθεν ἑτέρωθεν, εἰπὲ μοι; Ἀπὸ τοῦ σχήματος, ἀπὸ τοῦ βλέμματος, ἀπὸ τοῦ βαδίσματος, ἀπὸ τῶν ἐραστῶν τῶν ἁλισκομένων ταύταις. Καλῶς μὲν ἡμῖν ὑπέγραψας τὸν χαρακτῆρα τῆς πόρνης γυναικός· ἀλλ’ ὅρα, μὴ σαυτὴν πρὸ ἐκείνης ἔλης τούτοις τοῖς τεκμηρίοις καὶ τοῖς ἐλέγχοις· καὶ γὰρ σὺ τοιούτους σαυτῇ πολλοὺς κατασκευάζεις ἐραστάς, καὶ διὰ τῶν αὐτῶν δικτύων. Εἰ δὲ μὴ ἵστασαι ἐπὶ τοῦ οἰκήματος καλοῦσα τοὺς παριόντας, ἀλλ’ ἔχεις ἔνδον συγκεκλεισμένους διαπαντὸς πολὺ χαλεπώτερον, δι’ ἕτερον μὲν οὐδέν, ἵνα δὲ ἡδονὴν πληρώσῃς ἄτοπον τὴν ἐκείνου καὶ τὴν σαυτῆς, οὐ τὴν διὰ τῆς μίξεως λέγω. Ἀλλὰ τὶ τὸ κέρδος, ὅταν καὶ ἡ διὰ τῶν ὀφθαλμῶν συνουσία τὸ αὐτοῦ τοῦτο ἐργάζηται; Ἐπεὶ δὲ μὴ τοῦτό ἐστι, μηδὲ ταύτην μοιχεύετε τὴν μοιχείαν, τίνος ἕνεκεν αὐτὸν ἔχεις οἶκοι; Ποίαν αἰτίαν δικαίαν καὶ εὔλογον ἡμῖν ἐρεῖς; Ἡ μὲν γὰρ γεγαμημένη τὸν γάμον ἐρεῖ, ἡ δὲ πορνευομένη τὴν ἀσέλγειαν· σὺ δέ, ἡ παρθένος, ποίαν ἡμῖν προβαλῇ πρόφασιν εὐπρόσωπον καὶ δικαίαν;

δ’. Τὶ γὰρ τοῦτο περιεργάζῃ, φησίν, ὅταν μὴ συγκαθεύδωσι, μηδὲ συγγένωνται ἡμῖν οἱ συνοικοῦντες, καθάπερ ἐκείναις ἐκεῖνοι; Μάλιστα μὲν καὶ τοῦτο πολλοὶ λέγουσι. Καὶ τὶ τοῦτο; Φησί· κατὰ τῆς ἑαυτῶν κεφαλῆς. Εἰ μὲν κατὰ τῆς ἑαυτῶν κεφαλῆς μόνο, ὕστερον τοῦτο ζητήσομεν. Καὶ ἤδη μὲν γὰρ σαφῶς ἀποδέδεικται, ἡνίκα τοῖς ἀνδράσι διελεγόμεθα, ὅτι οὐχ κακῶς λέγοντες μόνον, ἀλλὰ καὶ οἱ τὰς αἰτίας παρέχοντες εἰκῆ, τῆς ἐπὶ τῇ κατηγορίᾳ κειμένης εἰσὶν ὑπεύθυνοι τιμωρίας· πλὴν ἀλλὰ τοῦτο μὲν καὶ αὖθις ἀποδείξομεν πάλιν· τέως δ’ οὖν σε ἔρωμαι τῆς ὁμοσκηνίας τὴν πρόφασιν ταύτης, τίνα ἂν ἔχοις εἰπεῖν. Ἀσθενὴς εἰμι, φησί, καὶ γυνή, καὶ οὐχ ἱκανὴ μόνη ταῖς χρείαις ἀρκέσαι ταῖς ἐμαυτῆς. Καὶ μήν, ὅτε τοῖς συνοικοῦσι ὑμῖν ἐνεκαλοῦμεν, τἀναντία λεγόντων ἠκούομεν, ὅτι διὰ τὴν αὐτῶν διακονίαν ὑμᾶς κατέχουσι. Πῶς οὖν αἱ καὶ τοὺς ἄνδρας ἀναπαῦσαι δυνάμεναι ἐκ περιουσίας, ἑαυταῖς γυναιξὶν οὔσαις οὐ δυνήσεσθε βοηθεῖν, ἀλλ’ ἑτέρων δεήσεσθε; Καθάπερ γὰρ ἀνδρὶ ἀνήρ, οὕτω καὶ γυναικὶ γυνὴ ῥᾷον καὶ εὐκολώτερον συνοικήσειεν ἄν· ὅταν δὲ καὶ ἀνδράσιν ἐπιτηδειότεραι πρὸς ὑπηρεσίαν γίνησθε, πολλῷ μᾶλλον ὑμῖν αὐταῖς. Ποῦ γάρ, εἰπὲ μοι, χρήσιμος καὶ ἀναγκαία γένοιτ’ ἂν ἡ τοῦ ἀνδρὸς κοινωνία; Ποίαν δὲ οὗτος ὑμῖν παρέξει λειτουργίαν, ἣν γυναῖκα οὐ δυνατὸν γυναικὶ παρασχεῖν; Ἱστὸν ὑφᾶναι μετὰ σοῦ καὶ νῦσαι κρόκην καὶ στήμονα, οὗτος τῆς γυναικὸς δυνήσεται μᾶλλον; Καὶ μὴν τοὐναντίον ἐστίν. Ὁ μὲν γάρ, οὐδ’ ἂν ἐθέλῃ, μεταχειρίσαι τι τούτων οὐδ’ ἂν εἴσεται, πλὴν εἰ μὴ νῦν καὶ τοῦτο αὐτοὺς ἐδιδάξατε, ἀλλὰ τῆς γυναικὸς μόνης τὸ ἔργον ἐστίν. Ἀλλ’ ἱμάτιον πλῦναι, καὶ πῦρ ἀνακαῦσαι, καὶ χύτραν ἑψεῖν; Καὶ μὴν ταῦτα οὐκ ἔλαττον, ἀλλὰ καὶ βέλτιον ἀνδρὸς γυνὴ μεταχειρίζεσθαι δύναται. Ποῦ οὖν σοι χρήσιμος ὁ ἀνήρ, εἰπὲ μοι; Ὅταν ἀποδόσθαι τὶ δέῃ καὶ πρίασθαι πάντως; Ἀλλ’ οὐδὲ ἐνταῦθα ἔλαττον ἔχει τοῦ ἀνδρὸς ἡ γυνή· καὶ μαρτυρήσειεν ἂν ἡ ἀγορᾷ, καὶ πάντες δὲ ὅσοι ἱμάτια ὠνεῖσθαι βούλονται, παρὰ γυναικῶν τὰ πλείω τούτων ὠνούμενοι. Εἰ δὲ αἰσχρὸν παρθένον ἐπ’ ἀγορᾶς ἑστάναι ἐπὶ συναλλάγμασι τοιούτοις, ὥσπερ οὖν καὶ αἰσχρόν, πόσῳ μᾶλλον μὲν τὸ συνοικεῖν ἀνδράσιν αἰσχρότερον; Πλὴν ἀλλὰ καὶ τοῦτο τὸ ἔλαττον ἐκείνου διαφυγεῖν δυνατόν· ἢ γὰρ κόρῃ τῇ διακονουμένῃ, ἢ γραϊδίοις τοῖς πρὸς ταῦτα ἐπιτηδείοις τὸ πᾶν ἐπιτρέψαιμι ἄν· ὅθεν δῆλον, ὅτι πρόφασις ταῦτα καὶ σκῆψίς εἰσι καὶ προκαλύμματα ἀσθενείας. Ποίας προκαλύμματα ἀσθενείας; Φησίν. Εἰ γὰρ ἐπεθύμουν ἀνδρὸς καὶ γάμου καὶ τῆς τοιαύτης διαγωγῆς, τὶς ὁ κωλύων ἦν; Οὐκ ἐφικτὸν μετὰ παῤῥησίας τοῦτο ἐργάσασθαι, καὶ μήτε προσκροῦσαι Θεῷ, μήτε παρὰ ἀνθρώπων κατηγορεῖσθαι καὶ διαβάλλεσθαι; Καὶ γὰρ καὶ ἐγὼ τοῦτό φημι, καὶ οὐ σὰ μᾶλλον ἢ ἐμὰ ταῦτά ἐστι τὰ ῥήματα. Ἢ γὰρ ἀνάγκη εἰπεῖν, ποῦ σοι τἀνδρὸς ἡ χρεία γένοιτ’ ἂν ἀναγκαῖα, ἢ τοῦτο δεῖξαι μὴ δυναμένην, ἐκπέμπειν τὸν συνοικοῦντα κακῶς· ἑτέρως γὰρ σε ἀπαλλαγῆναι τῆς ὕβρεως ταύτης οὐκ ἔνι· ταῦτα γάρ, ἅπερ ἔφης, οὐχὶ σὰ μᾶλλον ἢ τῶν ὑπὲρ τῆς σῆς ἀσχημοσύνης ἀλγούντων ἐστίν. Ἔδει μὲν οὖν, εἰ καὶ μυριάκις χρήσιμος ἦν ἡ διακονία τἀνδρός, μηδ’ οὕτως αὐτὴν μετὰ τοσαύτης προσίεσθαι τῆς λοιδορίας· ὅταν γὰρ ἡ τοῦ Θεοῦ ὑβρίζηται δόξα, μηδεμία οὕτως ἔστω πρόφασις ἀναγκαία, ὡς πεῖσαι τοσοῦτον κακὸν παριδεῖν. Καὶ γὰρ εἰ μυριάκις ἀποθανεῖν τῆς ἡμέρας ὑπὲρ τοῦ μὴ γενέσθαι τοῦτο προὔκειτο, μετὰ πολλῆς ἔδει τῆς ἡδονῆς ὑπομεῖναι τοῦτο, μήτι γὲ ἀναπαύσεως ἕνεκεν καὶ κοσμικῆς χρείας τοσοῦτον παραδραμεῖν κακόν. Ἄκουσον γοῦν πῶς αὐτοῦ δέδοικεν ὁ Παῦλος καὶ τρέμει καὶ ἐξ ὅσης τῆς περιουσίας. «Καλὸν γὰρ μοι, φησίν, ἀποθανεῖν, ἢ τὸ καύχημά μου ἵνα τις κενώσῃ». Εἶτα ἐκεῖνος μέν, ἵνα μὴ κενωθῇ αὐτοῦ τὸ καύχημα, ἀποθανεῖν εἵλετο· ἡμεῖς δὲ ἵνα σκάνδαλα ἀνέλωμεν, οὐδὲ μικρᾶς καταφρονοῦμεν ἀνέσεως; Καὶ πῶς δυνησόμεθα σωθῆναί ποτε; Καίτοι οὐκ ἴσον ἐστίν, οὐδὲ κατὰ μικρὸν ἐγγύς, ἐγκωμίου τε ἀποστερηθῆναι καὶ κατηγορίᾳ περιπεσεῖν. Ἐκεῖνος μὲν γάρ, εἰ καὶ τοῦτο ἐγένετο, οὐκ ἂν προσέκρουσε τῷ Θεῷ· αὐτὸς γὰρ αὐτῷ προσέταξεν ἐκ τοῦ Εὐαγγελίου ζῆν· ἀλλ’ ὅμως ᾑρεῖτο μᾶλλον ἀποθανεῖν ἢ τὸ κατόρθωμα προδοῦναι· ἡμεῖς δὲ τὰ προστεταγμένα πανταχοῦ ταράττοντες, καὶ εἰδότες ὅτι μεγίστην ὑπὲρ τούτων τίσομεν δίκην, οὐδὲ συνηθείας ἀκαίρου καὶ ψυχρᾶς ὑπεριδεῖν ἀνεχόμεθα; Καὶ τὶς ἡμῖν ἔσται συγγνώμη; Ἔδει μὲν οὖν, ὅπερ ἔφθην εἰπών, εἰ καὶ ἄνδρα μόνον αἱ πολλαὶ τῶν χρειῶν ἐπεζήτουν, τοσαύτη δὲ ἀπὸ τοῦ πράγματος ἐτίκτετο ὕβρις, ἑλέσθαι μᾶλλον ἀποθανεῖν, ἢ τοῦτο γενόμενον περιιδεῖν· ὅταν δὲ καὶ διὰ γυναικὸς εὐκολώτερον ᾗ καὶ ῥᾷστον πάντα ἀνύειν, τὶς ὑμῖν ἔσται συγγνώμη θρυπτομέναις οὕτω, καὶ εἰς τὴν ὑμετέραν ἐνυβριζούσαις σωτηρίαν; Εἰπὲ δὴ μοι, ὅταν σοι ταῦτα ἐκεῖνος παρέχῃ, οὐ παρέξεις τινὰ καὶ αὐτὴ διακονίαν αὐτῷ; Παντὶ που δῆλον. Καὶ πόσῳ βέλτιον μήτε ἀντιδιδόναι τὰ τοιαῦτα, μήτε ἀντιλαμβάνειν, ἀλλὰ τὸν καιρὸν τῶν πόνων, ὃν εἰς τὴν ἀνάπαυσιν ἀναλίσκεις ἐκείνου, τοῦτον εἰς τὴν σαυτῆς δαπανᾷν, ἢ χαλεπωτέρα πονουμένην ἔτι καὶ καταισχύνειν ἑαυτῆς τὴν ὑπόληψιν; Ἀλλ’ οὐδεμίαν αὐτῷ παρέχεις διακονίαν. Οὐκοῦν αὐτὸν αὐτῷ πάντα ὑπηρετεῖν ἀνάγκη, καὶ στρωννύναι, καὶ ἑψεῖν, καὶ πῦρ ἀνακαίειν, καὶ τὰ ἀλλὰ δὴ τὰ τοιαῦτα ποιεῖν. Ταῦτα δὲ οὐδ’ ἂν οἰκέτης ἀνάσχοιτο μηδὲν παρὰ τοῦ δεσπότου καρπούμενος ὑπηρετεῖν. Ἀλλ’ οὗτος ἀνέχεται πάντα, φησί, διὰ τὸν τοῦ Θεοῦ φόβον, καὶ τὸν ἀποκείμενον ὑπὲρ τῆς διακονίας ταύτης μισθόν, καὶ χάριν εἴσεται ἐπιταττόμενος, πρὸς τὸ μηδὲν καρποῦσθαι παρ’ ἡμῶν. Πόθεν οὖν λοιπὸν ἐμφράξομεν τὰ τῶν ἀναισχύντων στόματα; Εἰ γὰρ τοσαύτην αὐτῷ μαρτυρεῖς εὐλάβειαν, καὶ οὕτω τρέμει καὶ δέδοικε τοῦ Θεοῦ τὰ προστάγματα, ὡς ἀνδραπόδου παντὸς εὐτελέστερον ἑαυτὸν καθορᾶν, καὶ πάντα ὑφίστασθαι μηδὲν καρπούμενον παρὰ σοῦ, πρὸ πάντων τούτων τῆς δόξης αὐτὸν καὶ τῆς εὐφημίας ἔδει φροντίσαι τοῦ Θεοῦ· νῦν δὲ οὐκ ἔτι τῆς αὐτῆς ψυχῆς ὁμοῦ καὶ κατὰ τὸν αὐτὸν χρόνον τοσαύτην πειθὼ τε καὶ ὑπεροψίαν ἐπιδείκνυσθαι περὶ τὰ προστάγματα τοῦ Θεοῦ, καὶ νῦν μὲν αὐτὰ τρέμειν, νῦν δὲ μηδένα λόγον ποιεῖσθαι αὐτοῦ τοῦ θέντος τοὺς νόμους ὑβριζομένου. Τὸ μὲν γὰρ ἡδονῆς καθαρεύοντα, καὶ μηδὲν ὅλως ἀνθρώπινον πάσχοντα κόπτεσθαι, καὶ ταλαιπωρεῖσθαι, καὶ ταπεινοῦν ἑαυτόν, καὶ τοῖς οἰκείοις μόχθοις ἑτέροις παρασκευάζειν ἀνάπαυσιν, φιλοσόφου σφόδρα ψυχῆς καὶ ἐπτερωμένης· τὸ δὲ μὴ ὑβρίζειν εἰς τὴν τοῦ Θεοῦ δόξαν, μηδὲ ταῦτα ποιεῖν, δι’ ὧν ἂν βλασφημηθείη παρὰ πολλῶν, καὶ τῶν οὐ σφόδρα μεγάλων πολλοὶ κατωρθώκασι. Πῶς οὖν σοι πιστεύσομεν, ὅτι τοῦτο διὰ τὸν Θεὸν καὶ τὸν τῆς ἀσκήσεως τόνον ποιεῖς, ὃ μεγάλης καὶ νεανικῆς δεῖται ψυχῆς, ὅταν ἐκεῖνο, ὅπερ ἐλάττονός ἐστι καὶ τῆς τυχούσης, ὑπερορᾶν οὐκ ἀνέχει. Οὐδ’ ἀποστῆναι τούτων ἐθέλεις, ἐξ ὧν ὁ Θεὸς ὑβρίζεται, καὶ τὸ σῶμα καὶ πάντα προδίδως ὑπὲρ τῶν μὴ δοκούντων αὐτῷ; Καὶ τὶς ἂν ταῦτα πεισθῆναι ἀνάσχοιτο; Ἀλλὰ γὰρ οὐκ οἶδα πῶς ἀπὸ τῶν παρθένων πρὸς τοὺς συνοικοῦντας αὐταῖς ἐξέβη· διὸ δὴ πάλιν πρὸς αὐτὰς ἐπανιτέον ἡμῖν.

ε’. Πόθεν οὖν τοὺς ταῦτα κατηγοροῦντας καὶ συλλογιζομένους ἡμεῖς δυνησόμεθα πεῖσαι; Καὶ μὴ πειθέσθωσαν, φησί. Καὶ ποῦ τοῦτο ψυχῆς εὐλαβοῦς; Τῶν γὰρ κακῶς λεγόντων τότε χρὴ καταφρονεῖν, ὅταν ἡμεῖς αὐτοῖς μὴ παρέχωμεν λαβάς· μᾶλλον δὲ οὐδὲ τότε, ἐπειδὰν δυνώμεθα ἐπιστομίζειν αὐτούς· ὅταν δὲ ἐξ ἡμῶν γίνηται τὸ πᾶν, ἐπὶ τὴν ἡμετέραν στρέφεται κεφαλὴν ἅπαν τὸ πῦρ. «Οὕτω γὰρ ἁμαρτάνοντες, φησίν, εἰς τοὺς ἀδελφούς, καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν, εἰς Χριστὸν ἁμαρτάνετε». ᾜδει γάρ, ᾔδει σαφῶς, ὅτι οὐκ ἀρκεῖ πρὸς ἀπολογίαν ἡμῖν ἡ τῶν πληττομένων ἀσθένεια, ἀλλ’ αὐτὸ μὲν οὖν τοῦτο καὶ μάλιστά ἐστι τὸ καταδικάζον ἡμᾶς. Ὅσῳ γὰρ ἂν καθαρεύωμεν τῆς πληττούσης αἰτίας, τοσούτῳ δίκαιοι μᾶλλον ἂν εἴημεν φείδεσθαι τῆς ἀσθενείας αὐτῶν. Καὶ οὔπω λέγω, ὅτι ἐνταῦθα οὐδὲ ἀπεικότως πλήττονται, ἀλλὰ κείσθω ἀλόγως αὐτοὺς ὑπομένειν τοῦτο· οὐδὲ γὰρ οὕτως αὐτῶν περιιδεῖν χρή. Καὶ ταῦτα Ῥωμαίοις ἐπιστέλλων ὁ Παῦλος ἡμᾶς ἐπαίδευσεν, οὕτω λέγων· «Μὴ ἕνεκεν βρώματος κατάλυε τὸ ἔργον τοῦ Θεοῦ». Καίτοι γε ἄλογος ἦν ἡ πληγή, ἀλλ’ ὅμως οὐ τῷ πληττομένῳ, ἀλλὰ τῷ τὴν πληγὴν ἐπάγοντι ταύτην ἐπιτιμᾷ. Ὅπερ γὰρ ἔφην ἤδη, τοῦτο καὶ νῦν ἐρῶ· ὅταν μὲν γὰρ μέγα τι γένηται κέρδος, καὶ τῆς πληγῆς μεῖζον, δεῖ τῶν σκανδαλιζομένων ὑπερορᾷν· ὅταν δὲ μηδὲν ἢ πλέον, ἢ τοὺς ἀσθενεῖς καταβάλλεσθαι καὶ μυριάκις ἐξ ἀλογίας τοῦτο πάσχωσιν ἐκεῖνοι, φείδεσθαι χρή· ἐπεὶ καὶ ὁ Θεὸς τοὺς ὠθοῦντας καὶ καταβάλλοντας ὑπὸ τὴν ἀπόφασιν ἄγει τῆς τιμωρίας. Τὸ γὰρ μηδὲν κερδαίνοντα ἕτερον πλήττειν, τῆς ἐσχάτης πονηρίας ἐστί. Κεῖ ἡμεῖς δὲ ὅταν ἴδωμέν τινα δυσάρεστον ἀπὸ μακρὰς ἀῤῥωστίας γενόμενον, τοὺς παροξύνοντας αὐτὸν ἀκαίρως τῆς οἰκίας ἀπελαύνομεν, καὶ οὐκ ἀκριβολογούμεθα, εἴτε δικαίως, εἴτε ἀδίκως ἐκεῖνοι τοῦτο ποιοῦσιν, ἀλλὰ πάσης αὐτοὺς ἀπολογίας ἐκβαλόντες, καὶ πολλὴν τούτῳ δόντες συγγνώμην διὰ τὴν ἀσθένειαν, κἂν ἀδίκως παροξύνηται, ἐλεοῦμεν. Εἰ δὲ ἡμεῖς τοσαύτῃ καὶ περὶ τοὺς οἰκέτας καὶ περὶ τοὺς παῖδας προνοίᾳ κεχρήμεθα, καὶ υἱὸν πολλάκις τοιαῦτα πλημμελοῦντα μαστιγοῦμεν, πολλῷ μᾶλλον ὁ ἀγαθὸς Θεὸς καὶ χρηστὸς καὶ ἐπιεικὴς τοῦτο ἐργάσεται. Τὶ λέγεις; Ἀσθενὴς ἐστιν ὁ πληττόμενος; Οὐκοῦν φειδοῦς, οὐ πληγῆς ἐστιν ἄξιος. Τραύματα ἔχει; Μὴ τοίνυν ἐπιτρίψωμεν, ἀλλ’ ἰασώμεθα. Ὑποπτεύει πονηρῶς καὶ ἀλογίστως; Οὐκοῦν ἀνέλωμεν τὴν ὑποψίαν, μὴ ἐπιτείνωμεν· εἰς γὰρ Χριστὸν αὐτὸν ἁμαρτάνεις τοιαῦτα φιλονεικοῦσα. Ἢ οὐκ ἀκούεις συνεχῶς ἐν μὲν τῇ Παλαιᾷ τοῦ Μωϋσέως λέγοντος ὅτι, «Θεὸς ἐστι ζηλωτής»; Αὐτοῦ δὲ ὅτι, «Ἐζήλωκα τὴν Ἱερουσαλήμ»; Ἐν δὲ τῇ Καινῇ τοῦ Παύλου βοῶντος· «Ζηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ». Τοῦτο, εἰ καὶ μηδὲν ἕτερον ἄλλο, ἱκανὸν ἦν τὴν μὴ σφόδρα νοσοῦσαν καὶ ἀπηλγημένην ἐπιστρέψαι ψυχήν· οὕτω γὰρ φοβερὸν ὅν, ἡδὺ μᾶλλόν ἐστιν, ἢ φοβερόν. Οὐ γὰρ ἂν ζῆλός ποτε γένοιτο, μὴ θέρμης τινος καὶ ζεούσης προϋποκειμένης ἀγάπης τοῦ Θεοῦ καὶ φιλίας τεκμήριον τοῦτό ἐστιν. Οὐδὲ γὰρ πάθος ἐστὶν ὁ ζῆλος ἐπὶ Θεοῦ, ἀλλὰ τὴν ἄφατον αὐτοῦ φιλοστοργίαν ἑρμηνεῦσαι βουλόμενος, τούτῳ πολλάκις ἀποκέχρηται τῷ ὀνόματι. Ἀλλ’ ὅμως ἡμεῖς οἱ σφόδρα ἀναίσθητοι πρὸς τὰς ἀνθρωπίνας καταπίπτομεν συμπαθείας, καὶ τὸν μὲν οὕτως ἡμῶν σφοδρῶς ἐρῶντα καθυβρίζομεν, τοὺς δὲ οὐδὲν δυναμένους ὠφελῆσαι παντὶ τρόπῳ θεραπεύομεν. Τὶ γὰρ σε, ὦ ταλαίπωρε. Τοσοῦτον ὀνῆσαι δυνήσεται ἡ ψυχρὰ αὕτη συνοίκησις, ὅσων ἐκβάλλει σε θησαυρῶν; Σκόπει δέ· κατάγει σε ἐκ τῶν οὐρανῶν, τοῦ νυμφῶνος ἀπελαύνει τοῦ πνευματικοῦ, διαζεύγνυσί σε τοῦ οὐρανίου νυμφίου, προξενεῖ τὴν ἀθάνατον κόλασιν, τὰ βασανιστήρια τὰ τέλος οὐκ ἔχοντα. Ἀντὶ τούτων, εἰ τὰ μέταλλα χρυσίου παρεῖχεν ὁ συνοικῶν μυρία, εἰ τῶν ἀργυρωνήτων σοι μᾶλλον ὑπέκειτο ἀνδραπόδων, εἰ τῆς βασιλίδος αὐτῆς ἐν πλείονί σε καὶ τιμῇ καὶ ἀναπαύσει καθίστη, ἆρα οὐχ ὡς λυμεῶνα καὶ ἐχθρὸν καὶ μείζονα ἀφαιρούμενον ἢ διδόντα, οὕτω μισεῖν καὶ ἀποστρέφεσθαι ἔδει; Περὶ τῶν ἐν τοῖς οὐρανοῖς ἀγαθῶν ὁ λόγος σοι πρόκειται, περὶ τῆς ἀποῤῥήτου δόξης· σὺ δὲ γηΐνων μνημονεύεις πραγμάτων , καὶ τὸν ἐν ἐκείνοις χρήσιμον εἶναι δοκοῦντα θεραπεύεις ὥσπερ δεσπότην, καὶ οὐ καταδύῃ, οὐδὲ εὔχῃ διαστῆναί σοι τὴν γῆν, καὶ οὕτως ἐνθένδε ἀπελθεῖν; Ἀλλ’ ἀσθένειάν μοὶ προβάλλῃ γυναικείας φύσεως, καὶ χρειῶν ἀνθρωπίνων οἰκονομίαν, καὶ ἀνάπαυσιν τὴν κατὰ τὴν οἰκίαν, πλάττουσα καὶ συντιθεῖσα τὰς οὐκ οὔσας προφάσεις. Ἀλλ’ οὐδ’ οὕτως λήσεις τοὺς νοῦν ἔχοντας. Οὐ γὰρ ἐστιν, οὐκ ἔστιν ἀνάπαυσις ἡ καταναγκάζουσα τοσαῦτα ἀσχημονεῖν. Γυνὴ γάρ, εἰ βουληθείη, οὐχ ἑαυτῇ μόνον, ἀλλὰ καὶ ἑτέροις ἀρκέσει πλείοσιν εἰς διακονίαν· ἐπεὶ καὶ ἐξ ἀρχῆς τοῦ ἀνδρὸς τὰ πολιτικὰ πράγματα λαχόντος, τὸ οἰκουρεῖν αὐτὴ καὶ οἰκονομεῖν τὰ ἔνδον ἅπαντα ἐκληρώσατο. Οὐ τοίνυν ἀναπαύσεως δεόμεναι ἕλκετε τοὺς ἄνδρας ἔνδον. Ἀλλὰ τί; φησί· πορνείας ἕνεκεν καὶ ἀσελγείας; Ἐγὼ μὲν οὐκ ἂν εἴποιμι τοῦτο, μὴ γένοιτο! Ἀλλὰ καὶ τοῖς λέγουσιν ἐπιτιμῶν οὐ παύομαι· εἴθε δὲ καὶ πεῖσαι δυνατὸν ἦν. Τὶς οὖν ἐστιν ἡ πρόφασις ἡ ποθεινὸν ἡμῖν τὸ πρᾶγμα ποιοῦσα; φησί. Κενοδοξίας ἔρως. Καὶ καθάπερ ἀνδράσιν ἡδονὴ ψυχρὰ καὶ ταλαίπωρος, οὕτω καὶ ταύταις φιλοτιμίας ἐπιθυμία τὴν ὁμοσκηνίαν ταύτην ἐργάζεται.

Κενόδοξον μὲν ἅπαν, ὡς εἰπεῖν, τὸ τῶν ἀνθρώπων γένος, μάλιστα δὲ τὸ γυναικεῖον· ὅταν γὰρ μήτε ἀναπαύσεως δέωνται, καθάπερ ἀποδέδεικται, μήτε διαφθείρωνται μετ’ αὐτῶν, εὔδηλον ὅτι τοῦτο λείπεται ὑποπτεύειν μόνον.

Ϛ’. Ἐπεὶ οὖν αὐτὴν τοῦ κακοῦ τὴν ῥίζαν εὑρήκαμεν, φέρε λοιπὸν τὸ ἐγκαλεῖν ἀφέντες, παραινῶμεν καὶ πείθωμεν ὅτι καθάπερ τῶν ἀνδρῶν οἱ συνοικοῦντες αὐταῖς δοκοῦσι μὲν ἡδονὴν καρποῦσθαι, πλείονι δὲ περιβάλλονται βασάνῳ (καὶ γὰρ ἐκείνη μόνη καθαρὰ γένοιτ’ ἂν ἡδονὴ καὶ μόνιμος, ἡ τοῦ χωρισμοῦ), οὕτω δὴ καὶ ταύταις. Δοκεῖ μέν, ὡς αὗται νομίζουσι, δόξα τις ἐντεῦθεν καὶ περιφανεία τίκτεσθαι· εἰ δὲ ἀκριβῶς τις ἐξετάσειε, γέλωτος καὶ αἰσχύνης καὶ ὀνειδῶν καὶ τῆς ἐσχάτης ἐμπίπλαται ἀδοξίας. Καὶ ὑπὲρ τούτων εἴρηται μὲν ἡμῖν καὶ ἐν ἀρχῇ βραχέα, εἰρήσεται δὲ καὶ νῦν. Ἔστω γὰρ ὁ συνοικῶν, εἰ βούλει, μὴ τῶν εὐτελῶν τις, μηδὲ τῶν ἀπεῤῥιμμένων, ἀλλὰ τῶν πολλὴν ἐν ἐκκλησίᾳ δύναμιν ἐχόντων, καὶ ἐπὶ γένους δὲ λαμπρότητι, καὶ ἐπὶ λόγων δυνάμει, καὶ εὐλαβείᾳ θαυμαζέσθω παρὰ πᾶσι, καὶ πανταχόθεν ἔστω λαμπρός· οὐδὲ οὕτω δυνήσεται ταύτην ποιῆσαι περιφανῆ καὶ εὐδόκιμον. Τὸν γὰρ μέλλοντα καρποῦσθαι δόξαν ἐκ τῆς πρὸς τινα φιλίας, τὴν ἐκείνου δόξαν πρότερον φυλάττειν δεῖ τοῦ παρέχοντος τὸ δοξάζεσθαι· ὡς εἴγε ταύτῃ λυμήναιτο, πολλῷ μᾶλλον ἂν τὴν ἑαυτοῦ καταβάλοι. Ὥσπερ γὰρ πηγῆς διαφθειρομένης καὶ τὰ προχεόμενα κοινωνεῖ νάματα τοῦ μολυσμοῦ, καὶ ῥίζης σηπομένης πολλῷ μᾶλλον ὁ καρπὸς τοῦτο πείσεται· οὕτων καὶ νῦν, τοῦ μέλλοντος τὴν παρθένον δεικνύναι λαμπράν, γενομένου καταγελάστου διὰ τῆς συνοικήσεως, αὐτὴ πρὸ ἐκείνου μετ’ ἐκείνου κοινωνήσει τοῦ γέλωτος· κἂν τύχῃ τις τῇ γυναικὶ χρηστὴ παρὰ πολλοῖς προϋπάρχουσα δόξα, καὶ ταύτην εἰσελθὼν ἐκεῖνος ἀπελάσει τῆς οἰκίας, τοσοῦτον ἀπέχει καὶ ἑτέραν προσθεῖναι αὐτῇ· κἂν αὐτὸς ἔχῃ πάλιν τοιαύτην ὑπόληψιν, τοῦτο καὶ αὐτὸς πείσεται. Οὐκ ἄρα δόξαν ὑμῖν χρηστὴν προστίθησιν αὕτη ἡ κοινωνία τῆς συνοικήσεως, ἀλλὰ καὶ τὴν οὖσαν ἀναιρεῖ, καὶ τὴν οὐκ οὖσαν ἐπάγει τὴν πονηρὰν ἀμφοτέροις. Καὶ ὃ περὶ τῶν Ἰουδαίων ὁ προφήτης εἶπεν, εὔκαιρον νῦν εἰπεῖν· «Εἰ ἀλλάζεται Αἰθίοψ τὸ δέρμα αὐτοῦ, καὶ πάρδαλις τὰ ποικίλματα αὐτῆς». Καὶ οἱ ταύταις συνοικοῦντες τὴν κηλῖδα ἀποθήσονταί ποτε ταύτην· οὕτω, καθάπερ τις καυτὴρ σώματι, ταῖς ἀμφοτέρων ὑπολήψεσιν ἐγκαίεται ἐπισκοτοῦσα πᾶσιν αὐτῶν τοῖς καλοῖς. Ἀλλ’ ἴσως δόξαν ἡγοῦνται αὐτὸ τοῦτο τὸ κεκρατηκέναι τῶν ἀνδρῶν. Ἀλλ’ οὗτός ἐστιν ὁ πολὺς γέλως, καὶ ᾧ μάλιστα αἱ ἑταιριζόμεναι ἐγκαλλωπίζονται μόναι. Οὐδὲ γὰρ γυναικῶν ἐλευθέρων οὐδὲ σωφρόνων τὸ τούτοις ἐναβρύνεσθαι τοῖς δικτύοις. Ἐπεὶ καὶ αὕτη πάλιν ἑτέρα ἀτιμίας ὑπόθεσις, καὶ ὅσῳπερ ἂν κρατῶσι τῶν ἀνδρῶν, καὶ χαλεπώτερα ἐπιτάττωσι, τοσούτῳ μᾶλλον ἑαυτὰς καταισχύνουσι μετ’ ἐκείνων. Οὐδὲ γὰρ ἡ δουλουμένη τοὺς ἄνδρας γυνή, ἀλλ’ ἡ αἰδουμένη, αὕτη πᾶσίν ἐστιν αἰδέσιμός τε καὶ ἐπίδοξος. Εἰ δὲ οὐκ ἀνέχοιντο τῶν ῥημάτων τῶν ἡμετέρων, ὁ τοῦ Θεοῦ νόμος αὐτὰς ἐπιστομίσαι δυνήσεται, λέγων οὕτως· «Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφὴ σου, καὶ αὐτὸς σου κυριεύσει· κεφαλὴ γὰρ γυναικὸς ὁ ἀνήρ». Καὶ ἑτέρωθεν δὲ εὕροι τις ἂν πολλαχόθεν τοῦτο οὕτω νενομισμένον, καὶ ταύτην ἄνωθεν οὖσαν τὴν τάξιν. Ὥστε ἀσχημοσύνη μεγάλη, ὅταν τὰ ἄνω κάτω γένηται, κάτω μὲν ἡ κεφαλή, τὸ δὲ σῶμα ἄνω. Εἰ δὲ ἐπὶ γάμου τοῦτο αἰσχρόν, πολλῷ μᾶλλον ἐπὶ ταύτης τῆς συζυγίας, ἔνθα οὐ τοῦτο μόνον ἐστὶ τὸ δεινόν, ὅτι νόμου παράβασίς ἐστι τὸ γινόμενον θείου, ἀλλ’ ὅτι πονηροτέραν καὶ ἑαυτῷ καὶ τῇ γυναικὶ περιτίθησι δόξαν. Εἰ γὰρ τὸ συνοικεῖν αἰσχρόν, πολλῷ μᾶλλον τὸ συνοικοῦσαν δουλοῦσθαι· οὐδὲ γὰρ πανταχοῦ τὸ κρατεῖν ἔπαινον φέρει, ἀλλ’ ἔστι καὶ μὴ κρατοῦντα εὐδοκιμεῖν, καὶ κρατοῦντα ἀσχημονεῖν. Ὥστε, εἰ βούλει θαυμάζεσαι παρὰ ἀνδράσι, μηδὲν σοι κοινὸν ἔστω πρὸς αὐτούς· πόῤῥω καὶ συνουσίας, καὶ ὄψεως, καὶ συνοικήσεως γίνου τῆς ἐκείνων. Τότε σε καὶ γυναῖκες ἐκπλαγήσονται, καὶ ἄνδρες θαυμάσοντα πάντες ὁμοῦ ἆτε παρθένον οὖσαν, καὶ τῷ νυμφίῳ προσεδρεύουσαν ἀπερισπάστως· τότε σε οὐχ οἱ οἰκεῖοι μόνον, ἀλλὰ καὶ Ἕλληνες, καὶ Ἰουδαῖοι, καὶ πᾶν τὸ τῶν ἀνθρώπων ἀποδέξεται γένος. Ὥστε εἰ δόξαν ζηλοῖς, ταύτην ὅδευε τὴν ὁδόν, μὴ τὴν ἐναντίαν· τότε σε οὐκέτι τὴν δοῦ δεῖνος καλέσουσι καὶ τοῦ δεῖνος, ἀλλὰ τὴν τοῦ Χριστοῦ· τοῦτο δὲ κόσμος ἕτερος ἴσος οὐκ ἂν σοὶ ποτε γένηται παρ’ οὐδενός. Ἦ μικρὰ ταῦτα εἰπὲ μοι, καθ’ ἑκάστην ἁδόμενά τε καὶ περιφερόμενα τὴν ἡμέραν, καὶ ἐν ἀγορᾷ, καὶ ἐν οἰκίαις, καὶ ἐν ἑτέροις πόλεσιν. Ἦ δεῖνα, κόρη τε οὖσα καὶ νέα κομιδῇ καὶ σφόδρα εὐπρόσωπος, πολλούς, εἲ γε ἤθελεν, ἐπισπάσασθαι δυναμένη προστάτας, οὐκ ἤθελεν, ἐπισπάσασθαι δυναμένη προστάτας, οὐκ ἠθέλησεν, ἀλλ’ εἵλετο πᾶν ὁτιοῦν ὑπομεῖναι καὶ παθεῖν, ἢ τὴν τοῦ Χριστοῦ προδοῦναι φιλίαν, καὶ τὸ τῆς σωφροσύνης ἄνθος ἀφανίσαι; Μακαρία εἶ, καὶ δίς, καὶ τρίς, καὶ πολλάκις· ὅσων ἀπολαύσεται ἀγαθῶν, οἷον δέξεται στέφανον, ὅσον καρπώσεται μισθόν, πρὸς αὐτὰς ἁμιλλωμένη τὰς ἀσωμάτους δυνάμεις! Ταῦτα καὶ τὰ τοιαῦτα περὶ αὐτῆς πάντες ἐροῦσι, καὶ εἰς ζῆλον ταῖς ἑαυτῶν θυγατράσι προσθήσουσι· κἂν κοσμίως βιοῦσαν τις προτρέψαι, καὶ διεφθαρμένην σωφρονίσαι βουληθείη, τὰ ταύτης ἐγκώμια πάλιν ἅπαντες εἰς μέσον οἴσουσιν· οὐκ ἐνταῦθα δὲ μόνον, ἀλλὰ κἂν ἁπλῶς περὶ παρθενίας γίνηται λόγος, καὶ οὕτως αὐτὴν ἅπαντες ἐπαινέσονται, οὐχ οἱ κοσμίως ζῶντες μόνον, ἀλλὰ καὶ ἐκεῖνοι οἱ σπουδάσαντες, καὶ πάντα πράξαντες, ὥστε αὐτὴν ἑλεῖν, εἶτα καταφρονηθέντες καὶ ὑπεροφθέντες. Καὶ αὕτη μὲν τοσαύτης, καὶ πολλῷ πλείονος τῆς εἰρημένης ἀπολαύσεται δόξης· ἡ δὲ ἔχουσα τοὺς συνοικοῦντας, τῶν ἐναντίων ἁπάντων. Καὶ πρῶτον μέν, ὅταν κατηγορῆται παρὰ τινων ἡ παρθένια μιαρῶν, ἥξουσι μὲν εἰς μνήμην ἀμφότεραι ἂν τοῖς τοιούτοις συλλόγοις, ἀλλ’ ἡ μὲν τὰ τῶν ἀπολογουμένων, ἡ δὲ τὰ τῶν κατηγορούντων ἀνοίγουσα στόματα. Ἔπειτα, ὅταν σωφρονισθῆναί τινα καὶ ῥυθμισθῆναι δέῃ, αὕτη μὲν καθάπερ δέῃ, αὕτη μὲν καθάπερ φάρμακον ἐπιστῦφον, καὶ σηπεδόνα ἀναστέλλειν δυνάμενον, εἰς μέσον ἄγεται, καὶ τὸ τοῦ διδασκάλου στόμα κοσμεῖ· ἐκείνη δὲ μετὰ τῆς καταισχυνθείσης ἕστηκε, κἂν μὴ παρῇ κολαζομένη καὶ καταισχυνομένη. Ἀνάγκη γὰρ καθ’ ἑκάστην διαμαρτάνουσαν κατηγορεῖσθαι ταύτην καὶ καταισχύνεσθαι πάλιν. Καὶ ὅπουπερ ἂν περὶ τοῦ πράγματος τοῦτο γίνηται λόγος, ὥσπερ ἐκείνη μακαρία, οὕτως ἀθλίᾳ αὕτη καὶ ταλαίπωρος, καὶ πάντα τὰ τοιαῦτα ἀκούσεται· καὶ ὥσπερ ἐκείνην οὐχ οἱ εἰκότες μόνον, ἀλλὰ καὶ οἱ ἀγνοοῦντες, καὶ μηδὲν εὐεργετηθέντες ᾄδουσι καὶ ἀνυμνοῦσιν, οὕτω καὶ ταύτην οἳ τε εἰδότες, οἳ τε ἀγνοοῦντες, οἳ τε μηδὲν παθόντες κακὸν κακίζουσι καὶ διαβάλλουσιν. Οἱ μὲν γὰρ ὀρθῶς βιοῦντες, οὐ παρὰ τῶν γνωρίμων μόνον, ἀλλὰ καὶ παρὰ τῶν ἀγνώστων, καὶ παρ’ αὐτῶν δὲ τῶν ἐχθρῶν ἐπαινοῦνται καὶ θαυμάζονται· οἱ δὲ διεφθαρμένοι καὶ φαῦλοι καὶ παρὰ τῶν φίλων κακίζονται. Καὶ τοῦτο δὲ τῆς τοῦ Θεοῦ κηδεμονίας ἔργον ἐστί, τὸ τοσαύτην περὶ τὴν ἀρετὴν οἰκειότητα ἡμῖν ἐνθεῖναι, τοσαύτην δὲ περὶ τὴν κακίαν ἀλλοτρίωσιν, ὡς ἐκείνῃ μὲν πάντας ψηφίζεσθαι, καὶ τοὺς μὴ μετιόντας, τὴν δὲ κακίαν καταδικάζειν καὶ τοὺς ἀποστρεφομένους αὐτήν, καὶ τοὺς διώκοντας. Ὅθεν δῆλον, ὅτι τὰς ἠμελημένας ταύτας οὐχ οἱ εἰδότες μόνον, ἀλλὰ καὶ οἱ ἀγνοοῦντες ἀποστρέφονται, καὶ μάλιστα πάντων αὐτοὶ οἱ συνοικοῦντες. Καὶ γὰρ σφόδρα λέγωσιν ὑμᾶς φιλεῖν καὶ θαυμάζειν, κἂν χάριν ἔχωσιν ὑπὲρ ταύτης τῆς ἡδονῆς, ὑπὲρ αὐτῶν ὧν χαρίζεσθε, πάλιν μισεῖσθε κατὰ τὸ συνειδὸς τὸ ἐκείνων, ὅταν ποτὲ μικρὸν ἀνενεγκόντες ἐννοήσωσι τὴν παγίδα, ἐφ’ ἧς ἑστήκασι. Τοσοῦτόν ἐστιν ἡ κακία κακόν· καὶ οἱ μάλιστα πάντων θεραπευόμενοι παρ’ ὑμῶν, οὗτοι μάλιστα πάντων εἰσὶν οἱ καταγινώσκοντες· ἐπειδὴ καὶ μάλιστα πάντων τὰ ὑμέτερα ἴσασιν, εἰς τὰ ἐνδότατα εἰσαχθέντες, καὶ τὰ ἀπόῤῥητα ὑμῶν ἅπαντα διακωδωνίσαντες. Καὶ ὅτι μισοῦσι δῆλον ἐκεῖθεν· μυριάκις ἂν εἵλοντο τῆς ψώρας ἀπαλλαγῆναι ταύτης, καὶ τῆς νόσου τῆς χαλεπῆς, τὸ δὲ κωλῦον ἡ συνηθείᾳ, καὶ ἡ δοκοῦσά τις εἶναι ἡδονή· ἐπεὶ καὶ ἐκείνου τοῦ νοσήματος εὔχονται μὲν ἀπαλλαγῆναι, καὶ μισοῦσιν αὐτὸ πάντες οἱ ἔχοντες, ἥδονται δὲ ὄντες ἐν αὐτῷ καθάπερ ἐν τούτῳ. Κἂν γὰρ λίαν ἄθλιός τις ᾗ καὶ ταλαίπωρος, οὐκ ἔστιν οὕτω τῶν ἀπεγνωσμένων καὶ σφόδρα τὴν ἑαυτῶν καταισχύνειν ἐπιθυμούντων δόξαν, ὡς ἐθελήσαι ἐν ἀσχημοσύνη ζῆν, καὶ ἐν τοῖς ἁπάντων εἶναι στόμασιν, ἐπὶ κακηγορία καὶ γέλωτι καὶ ὀνείδεσι, καὶ θέατρον κοινὸν ἐπὶ τῆς ἀγορᾶς γίνεσθαι, πάντων αὐτὸν ἅμα τῷ φανῆναι τοῖς πλησίον δακτυλοδεικτούντων ἐπὶ τοῖς αἰσχίστοις. Καὶ γὰρ οὐδὲ μικρὰ τις ἀπὸ τῆς ὑποψίας ταύτης ἀηδία τίκτεται τούτοις, καὶ ἐνοχλεῖ τῷ συνειδότι διηνεκῶς ἐγκαθημένη, καὶ σκώληκος Πάντσο μονιμώτερον διατιτρῶσα αὐτῶν τὴν διάνοιαν. Εἰ δὲ ἔνθα παρὰ ἀνθρώπων ἕπεται αἰσχύνη, φανερῶς μὲν οὐδὲν λεγόντων, οἶκοι δὲ καὶ καθ’ ἑαυτοὺς ἐγκαλούντων, τοσαύτην γίνεται ὀδύνη, ὅταν πρὸς αὐτὸν ἀπέλθωμεν τὸν ὑβρισμένον Νυμφίον, ὅταν καὶ τὰ ἄδηλα εἰς μέσον ἄγηται, ὅταν καὶ καρδίαι ἀναπτύσσωνται καὶ ῥῆμα καὶ σχῆμα καὶ βλέμμα καὶ ἐννοία (τὸ γὰρ τούτων αἰσχρότερα παρίημι)· ὅταν οὖν πάντα ἁπλῶς ἐπὶ τῆς οἰκουμένης ἁπάσης γυμνὰ φαίνηται καὶ τετραχηλισμένα, πόσην ὑποστησόμεθα ἀσχημοσύνην καὶ κόλασιν καὶ τιμωρίαν! Τότε γάρ, ἂν μὴ παραστῇ λάμπουσα οὕτως ἡμῶν ἡ ψυχή, ὡς εἰκὸς τῆς ἁρμοσθεῖσαν ἐκείνῳ τῷ νυμφίῳ, ἂν μὴ πάσης κηλῖδος καὶ ῥύπου καὶ ῥυτίδος ᾗ καθαρά, ἀπολεῖται, καὶ τὰ ἔσχατα πείσεται δεινά. Εἰ γὰρ ὁ τυχὼν μῶμος ἱκανὸς αὐτὴν ἐκβαλεῖν, ὅταν πολὺς ὁ ῥύπος ᾗ, καὶ τοσαύτη ἡ δυσωδία, καὶ μυρία πάντοθεν ἕλκη, τὶς αὐτὴν ἐξαιρήσεται τῆς κολάσεως καὶ τῆς τιμωρίας ἐκείνης; Εἰ γὰρ ἐνταῦθα οὕτω φαῦλον ὄζει παρὰ πᾶσι καὶ ἀηδές, τῆς τοιαύτης ὁ βίος ὡς πάντας αὐτὴν ἀποστρέφεσθαι καὶ φίλους καὶ ἐχθρούς, πῶς τῶν βασιλικῶν ἐπιβῆναι δυνήσεται προθύρων ἀνακεχρωσμένη βορβόρῳ τοσούτῳ; Οὐχ ὁρᾷς, ὅτι οὐδὲ ἐν οἰκίᾳ ἀνδρὸς ἰδιώτου καὶ εὐτελοῦς ἀνάσχοιτό τις ἂν ὗν ἐγκυλισθέντα βορβόρῳ παραδέξασθαι ἔνδον, ἀλλ’ ἀπελαύνουσι καὶ διώκουσιν ἅπαντες, καὶ τὰς θύρας ἀποκλείουσι, καὶ φεύγουσι πόῤῥω; Εἰ δὲ ἄλογον ζῶον, καὶ ταῦτα ἐν βορβόρῳ τρεφόμενον, οὐχ ὑπομένουσιν ἄνθρωποι παραδέξασθαι οἵκοι μετὰ κηλῖδος, πῶς εἰς τὰς οὐρανίους σκηνάς, ἔνθα τοσαύτη λαμπρότης, ἔνθα πάντα φαιδρά, ἔνθα φῶς ἀπρόσιτον, ἔνθα ἀστραπῆς πάσης λαμπρότερον ἀπαντῶσι στίλβουσι αἱ παρθένοι, πῶς δυνήσεταί τις οὕτω ῥυπῶν εἰσελθεῖν; Αἱ μὴ ἔχουσαι ἔλαιον ἀπεκλείσθησαν τοῦ νυμφῶνος, καὶ πῶς ὑμεῖς προσδοκᾶτε ἐπιβήσεσθαι τῶν ἀδύτων ἐκείνων; Καὶ γὰρ πολλῷ τοῦτο ἐκείνου χαλεπώτερον τὸ ἁμάρτημα. Οὐ γὰρ ἐστιν, οὐκ ἔστιν ἴσον σωματικῆς μὴ μεταδοῦναι τροφῆς, καὶ ψυχὰς ἀπολέσαι πολλάς. Ἐκεῖναι μὲν γὰρ τοῦ πενομένους ἠδίκησαν οὐδέν· ἐπειδὴ δὲ τῶν ἑαυτῶν αὐτοῖς οὐ μετέδωκαν, οὐδὲ ἀπήλλαξαν πενίας, ταῦτα ἔπαθον· σὺ δὲ καὶ ἠδίκησας καὶ ὦσας καὶ οὐ μόνον οὐδὲν ὤνησας, ἀλλὰ καὶ τὰ μέγιστα κατέβλαψας. Εἰ δὲ αἱ μὴ ὠφελήσασαι τοσαύτην ἔδωκαν δίκην, καὶ ταῦτα τῆς παρθενίας ἀκεραίου μενούσης· αἱ πρὸς τῷ μηδὲν ὠφελῆσαι καὶ τὰ μέγιστα ἀδικήσασαι αὐτάς, καὶ τοὺς συνοικοῦντας, καὶ τοὺς σκανδαλισθέντας, καὶ πρὸ τούτων τὸ νοῦ Νυμφίου καθυβρίσασαι ὄνομα, ποίαν ὑποστήσονται τιμωρίαν; Ἆρα ἴστε, οἷον μεταχειρίζεσθε πρᾶγμα, πρὸς οἷον ἀγῶνα ἀπεδύσασθε, ποῖον ἐλάχετε πολέμου μέρος, οἵαν ἐκληρώθητε τοῦ στρατοῦ τάξιν; Παρ’ αὐτὸν τὸν τοῦ πολέμου στρατηγὸν μᾶλλον δὲ παρ’ αὐτὸν ἐσκήνωσθε τὸν βασιλέα, καὶ στρατεύεσθε. Καθάπερ οὖν ἐν τοῖς πολέμοις τὸ στρατόπεδον ἅπαν οὐχ ἕνα τόπον ἀπολαμβάνει, ἀλλ’ οἱ μὲν τὰ κέρατα ἔχουσι τῆς παρατάξεως, οἱ δὲ τὰ μέσα, καὶ οἱ μὲν τὰ ὀπίσω, οἱ δὲ τὸ μέτωπον κατακοσμοῦσι τῆς φάλαγγος, ἄλλοι δὲ οὗπερ ἂν ὁ βασιλεὺς φαίνηται, πανταχοῦ μετ’ αὐτοῦ φαίνονται καὶ συμπαραθέουσιν· οὕτω δὴ καὶ ὁ τῶν παρθένων χορός, ὅταν παρθένων ᾗ χορός, οὐδεμίαν ἄλλην ἀλλ’ ἢ ταύτην τὴν τάξιν εἴληχεν. Οὐχ οὕτως οἱ τὰ χρυσᾶ φοροῦντες ἱμάτια, καὶ ἐφ’ ἵππων χρυσοφορούντων φερόμενοι, καὶ ἀσπίδας βαστάζοντες χρυσᾶς καὶ λιθοκολλήτους, τοῦ βασιλέως τὴν παρουσίαν ἐμφαίνειν ὀφείλουσιν, ὡς ἡ παρθένος τὴν τοῦ Χριστοῦ. Ἐκεῖνοι μὲν γὰρ παρ’ αὐτὸ φαίνονται τοῦ βασιλέως τὸ ὄχημα τὸ βασιλικόν, αὕτη δὲ καὶ ὄχημα γίνεται βασιλικόν, καθάπερ τὰ χερουβίμ, ἂν ἐθέλῃ, καὶ παρέστηκεν αὐτῷ καθάπερ τὰ σεραφίμ.

ζ’. Δεῖ τοίνυν αὐτὴν εἰς ἀγορὰν ἐμβάλλουσαν, ὥσπερ ἄγαλμα φιλοσοφίας ἁπάσης φαίνεσθαι, καὶ πάντας ἐκπλήττειν, ὡς ἄγγελον ἐξ οὐρανοῦ καταβάντα νῦν· καὶ ὡσανεὶ τῶν χερουβὶμ αὐτῶν ἓν ἐπὶ τῆς γῆς ἐφάνη, πάντας ἀνθρώπους ἐπέστρεψε πρὸς ἑαυτό, οὕτω καὶ τὴν παρθένον τοὺς ὁρῶντας ἅπαντας εἰς θαῦμα καὶ ἔκπληξιν τῆς ἁγιωσύνης αὐτῆς ἐμβάλλειν δεῖ. Ὅταν γὰρ βαδίζῃ μὲν ὥσπερ δι’ ἐρημίας, καθέζεται δὲ ἐν ἐκκλησίᾳ μετὰ σιγῆς βαθυτάτης, τὸ δὲ ὄμμα μηδένα τῶν παρόντων ὁρᾷ, μὴ γυναικῶν, μὴ ἀνδρῶν, ἀλλ’ ἢ τὸν Νυμφίον μόνον, ὥσπερ παρόντα καὶ φαινόμενον· ἂν χωρῇ δὲ οἴκαδε, πάλιν τούτῳ διαλεχθεῖσα ἐν εὐχαῖς, καὶ τῆς αὐτοῦ μόνης ἀκούσασα φωνῆς διὰ τῶν Γραφῶν· γενομένη δὲ ἐπὶ τῆς οἰκίας, τὸν ποθούμενον ἀναλογίζηται μόνον, κἂν ξένῃ καὶ πάροικος ᾗ καὶ παρεπίδημος, καὶ πάντα ποιῇ, ὡς εἰκὸς τὴν ξένην τῶν ἐνταῦθα πραγμάτων, καὶ μὴ μόνον ἀῤῥένων ὄψεις φεύγῃ, ἀλλὰ καὶ γυναικῶν συνουσίαν τῶν βιωτικωτέρων, καὶ τοσαῦτα τῷ σώματι διακονῆται, ὅσα ἀνάγκη μόνον, τὸ δὲ πᾶν εἰς τὴν τῆς ψυχῆς ἐπιμέλειαν ἀναλίσκει, τὶς οὐ θαυμάσεται; Τὶς οὐκ ἐκστήσεται, ἐν γυναικεῖα φύσει πολιτείαν ἀγγελικὴν ὁρῶν; Τὶς δὲ ὅλως τολμήσειε προσελθεῖν; Τὶς δὲ ἅψασθαι ἕλοιτο πεπυρωμένης ψυχῆς ἄνθρωπος ὤν; Διὰ δὴ τοῦτο πάντες μὲν ἀποστήσονται ἑκόντες καὶ ἄκοντες, πάντες δὲ ἐκπλαγήσονται, ἅτε χρυσίον πεπυρωμένον καὶ ἀποστίλβον ὁρῶντες. Ἔχει μὲν γὰρ καὶ αὐτὴ ἡ τοῦ χρυσίου φύσις πολλὴν τὴν λαμπηδόνα· ὅταν δὲ καὶ τὴν ἀπὸ τοῦ πυρὸς προσλάβῃ, μεῖξον τὸ θαῦμα γίνεται καὶ φοβερώτερον. Εἰ δὲ ἐπὶ σώματος τοῦτο, ὅταν ἐπὶ χρυσῆς τοῦτο συμβαίνει ψυχῆς, οὐκέτι ἀνθρώποις μόνον, ἀλλὰ καὶ ἀγγέλοις ποθεινὸν ἔσται θέαμα. Τὶ τοίνυν κοσμεῖς σεαυτὴν ἱματίοις, τὸν ἀπὸ τῆς φλογὸς ταύτης ἔχουσα κόσμον; Καὶ γὰρ τὰ ἱμάτια οὐχ ἵνα καλλωπιζώμεθα δέδοται, ἀλλ’ ἵνα τὴν ἀπὸ τῆς γυμνότητος αἰσχύνην κρύπτωμεν· οὐχ ἵνα τοιαῦτα ἐνδυώμεθα, ἃ τῶν γυμνῶν μᾶλλον ἡμᾶς καταισχῦναι δυνήσεται. Διὰ τοῦτο καὶ τὸν Ἀδὰμ χιτῶνας δερματίνους ἐνέδυσεν ὁ Θεός, καὶ τὴν ἐκείνου γυναῖκα. Καίτοι γὲ ἐνῆν, εἴπερ ἠβούλετο, καλὰ περιθεῖναι ἱμάτια· ἀλλ’ ἄνωθεν ἡμῖν καὶ δι’ ἐκείνων δείκνυσιν ὅτι οὐ τρυφῆς ὁ παρὼν καιρός, ἀλλὰ τοῦ στένειν καὶ κόπτεσθαι. Εἰ δὲ αὐτὸ τὸ δεηθῆναι περιβολῆς αἰσχύνη καὶ κατάγνωσις καὶ ἐξ ἁμαρτίας γέγονε, τὶ τῆς κατηγορίας ἐπιτείνεις τὸ αἴνιγμα; Μὴ γὰρ οὐκ ἀρκεῖ δεῖξαι τὴν κατάπτωσιν ἡμῶν αὐτὸ τὸ δεηθῆναι σκέπης; Τὶ μείζονα ποιεῖς τὴν διαβολήν; Τὶ τὴν κατηγορίαν αὔξεις, ἐπιτείνουσα τὴν χρείαν; Δέον γὰρ ὀδύρεσθαι καὶ στένειν, καὶ τὸ σῶμα αὐτὸ ἀποθέσθαι κατὰ τὸν Παῦλον· ἡμεῖς δὲ καθήμεθα περὶ τὰ σκεπάσματα αὐτοῦ φιλοτεχνοῦντες, ὥσπερ ἂν εἶ τις οἰδήματα περὶ τὴν ὄψιν ἔχων, καὶ εἰς ἀνάγκην τοῦ σκεπεῖν αὐτὰ καταστάς, ἔτι καὶ καλλωπίζοι τὰ καλύμματα ταῦτα. Διὰ τοῦτο Ἡλίας, διὰ τοῦτο Ἰωάννης ἁπλῆν εἶχον ἐσθῆτα, δερματίνους χιτῶνας καὶ ἱμάτια τρίχινα περιβαλλόμενοι· ἠπείγοντο γὰρ καὶ ἐπεθύμουν τὸ ἔνδυμα τῆς ἀφθαρσίας λαβεῖν. Σὺ δὲ καὶ τὰς ἐν σκηνῇ παρατρέχεις γυναῖκας τῇ τῶν ἱματίων περιεργίᾳ, δι’ ἐκείνων τοῖς ἀνεπτερωμένοις τῶν νέων τιθεῖσα τὰς μηχανάς. Οὐχ οὕτω σε κοσμεῖσθαι καὶ καλλωπίζεσθαι βούλεται ὁ Νυμφίος, ἀλλ’ ἐν τῇ ψυχῇ σου πᾶσαν ἀποκεῖσθαι αὐτοῦ τὴν δόξαν ἐκέλευσε· σὺ δὲ ἐκείνης μὲν ἀμελοῦσα, τὸν πηλὸν καὶ τὴν τέφραν κατακοσμεῖς ποικίλως, καὶ ἐραστὰς ἕλκεις ἀκολάστους, καὶ μοιχοὺς ἐργάζῃ τοὺς ὁρῶντας, ὡς εἰπεῖν, ἅπαντας. Καὶ ὅτι μὲν πολὺ συνάγεις ἐντεῦθεν τὸ πῦρ, οὐδὲ αὐτὴν οἶμαί σε ἀντερεῖν· ὅτι δὲ καὶ ἀδοξία καὶ ὄνειδος ἐντεῦθεν ἕψεται, καὶ τοῦτο πειράσομαι ποιῆσαι φανερὸν ἀπ’ αὐτῶν τῶν ἐραστῶν. Ὅταν γὰρ ἡ μὲν τὴν ψυχὴν καλλωπίζουσα τὸν Θεὸν ἔχῃ τοῦ κάλλους ἐραστήν, σὺ δὲ ἀνθρώπους, μᾶλλον δὲ οὐδὲ ἀνθρώπους, ἀλλὰ χοίρους καὶ κύνας, καὶ εἴ τι τούτων ἀλογώτερον, τὶς οὕτως ἀνόητος, ὡς σὲ μᾶλλον ἐκείνης κεκοσμῆσθαι φάναι τῆς τὸν Θεὸν εἰς ἐπιθυμίαν ἀγούσης τῆς εὐμορφίας τῆς ἔνδον. Ὥστε ὅσῳ ἂν ἐπιτείνῃς τὴν περιεργίαν, τοσούτῳ γέγονας βδελυκτή, τὸν μὲν Θεὸν ἀποτρέπουσα, τούτου δὲ ἐφελκομένη, καὶ ταύτῃ μειζόνως αἰσχροτέρα φαινομένη καὶ δυσειδής. Πῶς γὰρ οὐ δυσειδὴς ἡ μὴ δυναμένη τὸν Θεὸν ἐπισπάσασθαι; Εἰ δὲ ἡ καλλωπιζομένη οὕτως ἀηδής, ἡ καὶ συνοικοῦντα ἔχουσα ἐννόησον ὅσον ἐπιτείνει τὶ μῖσος.

η’. Ἀλλ’, εἰ δοκεῖ, μὴ τὴν συνοίκησιν εἴπωμεν μόνον, ἀλλὰ καὶ ἀναπτύξωμεν αὐτήν, ὥστε αἰσχροτέραν φανῆναι. Ἐπειδὴ γὰρ οὐ δεδοίκασι τὸν ἀκοίμητον ὀφθαλμόν, ἀλλ’ οἱ ὀφθαλμοὶ τῶν ἀνθρώπων, τοῦτο φόβος αὐτοῖς, φέρε καὶ ταύτης αὐτοὺς ἀποστερήσωμεν τῆς παραμυθίας, ἃ κρύπτουσι τοῖχοι καὶ συσκιάζουσι, ταῦτα εἰς μέσον ἀγαγόντες, καὶ τὰς θύρας ἀναπετάσαντες τοῖς βουλομένοις ὁρᾷν, ἀπὸ τῆς εὐνῆς αὐτοὺς πρῶτον ἐγείραντες· μᾶλλον δέ, εἰ δοκεῖ, τὰ κατὰ τὴν οἰκίαν ἐξετάσωμεν πρῶτον, καὶ δῶμεν τοίχοις αὐτοὺς διείργεσθαι καὶ οἰκήμασι καθεύδοντας· οὐδὲ γὰρ οἶμαί τινα, κἂν σφόδρα ἀσχημονεῖν ἕλοιτο, μέχρι τοσούτου παραδειγματίζειν ἑαυτόν, ὡς καὶ ἐν ἑνὶ καθεύδειν οἰκήματι. Ἔστωσαν τοίνυν διῃρημένοι τοῖς τοίχοις· καὶ τὶ τοῦτο; Οὐ γὰρ ἱκανὸν ἀπαλλάξαι ὑποψίας αὐτούς· πλὴν ἀλλὰ μηδὲν περὶ ὑποψίας νῦν, μηδὲ ἐὰν μυρίαι παιδίσκαι συνοικῶσιν αὐτῷ· τὴν δὲ ἄλλην ἀσχημοσύνην ἐξετάσωμεν τέως. Συμβαίνει γὰρ κατὰ ταὐτὸν ἀναστάντας, οὐ παννυχίδων ἕνεκεν (οὐδὲν γὰρ ἀπὸ τῶν τοιούτων ψυχῶν εὐλαβὲς ἂν ποτε γένοιτο), καὶ διοδεύειν ἀλλήλους κειμένους, καὶ προσφθέγγεσθαι νύκτωρ· οὗ τὶ γένοιτ’ ἂν αἰσχρότερον; Εἰ δὲ συμβαίη καὶ ἀῤῥωστῆσαι ἄφνω τὴν συνοικοῦσαν, οὐδὲ τοίχων ἐνταῦθα ὄφελος λοιπόν, ἀλλὰ διαναστὰς πρὸ τῶν ἄλλων ἐπεισέρχεται κειμένη τῇ παρθένῳ, τὴν ἀῤῥωστίαν ἔχων ἀπολογίαν, καὶ τῶν θεραπαινίδων πολλάκις ὀκνηρότερον διακειμένων, καὶ παρακάθηται, καὶ τὰ ἀλλὰ ἐπιμελεῖται, ἃ γυναῖκας μόνον πολλάκις θέμις διακονεῖν, καὶ οὔτε ἐκείνῃ αἰσχύνεται, ἀλλὰ καὶ ἐγκαλλωπίζεται, οὔτε οὗτος ἐρυθριᾷ, ἀλλὰ καὶ χαίρειν μειζόνως, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ τὴν δουλείαν αἰσχρότερον ἐπιδείκνυται· καὶ ἡ ἀποστολικὴ ῥῆσις ἐκείνη ἡ λέγουσα ὅτι, «Ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν», διὰ τῶν ἔργων δείκνυται τότε. Ὅταν δὲ καὶ αἱ θεραπαινίδες διαναστῶσι, χείρων ἡ αἰσχύνη· καὶ γὰρ ἀκατακαλύπτῳ τῇ κεφαλῇ, καὶ μονοχίτωνες, καὶ γυμναῖς ταῖς χερσίν, ἅτε τεθορυβημέναι καὶ ἐν νυκτὶ διανιστάμεναι, διατρέχουσι παρόντος ἐκείνου, μᾶλλον δὲ ἐν μέσῳ στρεφομένου καὶ συνδιαθέοντος, ἅπαντα ἀναγκάζονται πληροῦν· οὗ τὶ γένοιτο ἂν αἰσχρότερον; Εἰ δὲ καὶ μαῖα παραγένοιτο, οὐδ’ οὕτως ἐπαισχύνεται, ἀλλὰ καὶ κόρων ἀλλοτρίων ἐπιουσῶν ἐναβρύνεται. Εἰς ἓν γὰρ ὁρᾷ μόνον, ὅπως ἐπιδείξαιτο τῇ ἀῤῥωστούσῃ τὴν ἑαυτοῦ διακονίαν, οὐκ εἰδὼς ὅτι ὅσῳ ἂν ἐπιδείξηται, τοσούτῳ μᾶλλον καὶ αὐτὴν κἀκεῖνον καταισχύνει. Καὶ τὶ θαυμαστὸν εἰ παραγενομένην μὴ ἐρυθριᾷ; Πολλάκις γὰρ καὶ μέσων νυκτῶν οὐκ ὀκνοῦσι, θεραπαινίδων εὐτελεστέρων ἔργον ποιοῦντες, ἐπ’ αὐτὴν τὴν μαῖαν δραμεῖν· ὅταν δὲ παραγένηται, νῦν μὲν αὐτὸν ἐκβαλοῦσι καὶ ἄκοντα, κἂν λίαν ἀναίσχυντος ᾗ, νῦν δὲ ἐπιτρέπουσιν εἰσελθεῖν καὶ παρακαθίσαι· καίτοι τὶ ἂν τις, κἂν μυρία ἐπιτηδεύσῃ ὥστε καταισχύναι αὐτόν, τοιοῦτον ποιήσειεν ἄν, οἷον αὐτὸς κατασκευάζει ἑαυτῷ; Ὅταν δὲ ἡμέρα γένηται, καὶ τῆς εὐνῆς ἀμφοτέρους ἐξανίστασθαι δέῃ, φυλακαὶ καὶ παρατηρήσεις. Οὔτε γὰρ προελθεῖν εἰς τὸ ἐξώτερον δωμάτιον ἀδεῶς αὕτη δύναιτ’ ἄν· πολλάκις δὲ προελθοῦσα, ἴσως καὶ γυμνῷ τῷ σώματι προσπεσοῦσα τοῦ ἀνδρός. Κἀκεῖνος αὐτὸ τοῦτο ὑφορώμενος νῦν μὲν προαγγείλας εἰσῆλθε, νῦν δὲ ἀφυλάκτως καὶ πολὺν ὤφλησε γέλωτα· πλέον γὰρ οὐδὲν εἰπεῖν βούλομαι. Ταῦτα δέ, εἰ καὶ μικρά, μεγάλους ἄνθρακας ἀσελγείας τίκτειν εἴωθε. Καὶ ταῦτα μὲν ἐπὶ τῆς οἰκίας, καὶ πλείονα τούτων· ὅταν δὲ εἰς ἀγορὰν ἐμβαλὼν ἐπανιέναι μέλλῃ, μείζων ἡ ἀσχημοσύνη πάλιν. Ἅτε γὰρ εἰς ἰδίαν εἰσιὼν οἰκίαν, καὶ οὐκ ἀναγκαζόμενος παραγγεῖλαι, παρακαθημένας εὑρὼν γυναῖκας κατῄσχυνεν ἐκείνην· καὶ αὕτη δὲ τὸ αὐτὸ πέπονθε πολλάκις. Καὶ γυναῖκας μὲν γυνὴ δέξασθαι αἰσχρὸν εἶναι νενόμικε, καὶ ἄνδρας ὁ ἀνήρ· ἀλλήλοις δὲ συνοικεῖν οὐ παραιτοῦνται, παραιτούμενοι ἀλλήλων τοὺς ὁμοφύλους ξενίσαι. Τὶ τούτου χεῖρον γένοιτ’ ἄν; Ἔστι δὲ ὅτε αὐτὸν καὶ γυναικὶ εὗρον παρακαθήμενον μηρυομένη, ἢ καὶ ἠλακάτην ἐχούσῃ. Τὶ ἂν τις εἴποι τὰς ὕβρεις, τὰς μάχας καὶ καθημερινάς; Κἂν γὰρ πολλὴ ἡ φιλία ᾗ, καὶ ταῦτα συμβαίνειν εἰκός. Ἤκουσα δὲ ἔγωγέ τινων, ὅτι καὶ ζηλοτυπίας ὑπομένουσιν· ἔνθα γὰρ μὴ ᾗ ἀγάπη πνευματική, ἀνάγκη καὶ τοῦτο γίνεσθαι. Ἐντεῦθεν ἀνελεύθεροι καὶ ἀναίσχυντοι γίνονται αἱ παρθένοι, κἂν μὴ διαφθαρῶσι τὸ σῶμα, τὸ ἦθος διαφθειρόμεναι. Ὅταν γὰρ μετὰ παῤῥησίας μάθῃ διαλέγεσθαι ἀνδρί, καὶ συγκαθέζεσθαι, καὶ ἀντιβλέπειν, καὶ γελᾷν παρόντος, καὶ πολλὰ ἕτερα ἀσχημονεῖν, καὶ μηδὲν ἡγεῖται τοῦτο εἶναι δεινόν, ἀναιρεῖται τὸ καταπέτασμα τῆς παρθενίας, καὶ πατεῖται τὸ ἄνθος. Ἐντεῦθεν οὐδὲν ὀκνοῦσιν, οὐδὲ παραιτοῦνται, ἀλλὰ καὶ πρόβολοι καὶ προμνήστριαι γίνονται γάμου, καὶ γίνονται κάπηλοι πραγμάτων ἑτέρων, καὶ βουλομένας χηρεύειν πολλὰς κωλύουσι, νομίζουσαι τῶν οἰκείων κακῶν ἀπολογίαν εὑρηκέναι ταύτην· ἐντεῦθεν εὐκαταφρόνητοι πᾶσίν εἰσιν, ἐντεῦθεν καὶ αὐταὶ αἱ γεγαμημέναι αὐτὰς οὐκ ἐπαισχύνονται, ἅτε ἄμεινον αὐτῶν πράττουσαι πανταχοῦ. Πολλῷ γὰρ βέλτιον ἑνὶ καὶ δευτέρῳ συνάπτεσθαι γάμῳ ἢ τοιαῦτα ἀσχημονεῖν, καὶ προαγωγῶν καὶ μαστροπῶν ὑπόνοιαν λαμβάνειν παρὰ πᾶσιν, ὅτι τῶν ἡδέων ἀποστᾶσα τοῦ γάμου τοῖς φορτικοῖς ἑαυτὴν ὑποβάλλει τοῦ γάμου. Τὶ γὰρ φορτικώτερον ἀἢ ἄνδρα ἔχειν καὶ τὰ ἐκείνου μεριμνᾶν; Ἀπήλλαξέ σε τῆς ἐπαχθείας ταύτης ὁ Θεός· τό, «Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφὴ σου, καὶ αὐτὸς σου κυριεύσει», λέλυταί σοι διὰ τῆς παρθενίας. Τὶ πάλιν ἐπίσπασαι τὴν δουλείαν; Ἐλευθέραν σε ἐποίησεν ὁ Χριστός, σὺ δὲ σαυτῇ ῥάπτεις πράγματα· ἀμέριμνόν σὲ ἐποίησε, σὺ δὲ ἐπινοεῖς φροντίδας.

θ’. Ἀλλὰ γὰρ ἐπειδὴ μερίμνης ἐμνημόνευσα, εὐκαίρως με ταῦτα λέγοντα εἰσῆλθε τὸ ἀποστολικὸν ἐκεῖνο ῥῆμα. Εἰ γὰρ τὸ συνοικεῖν ἀνδράσι γυναῖκας, καὶ γυναιξὶν ἄνδρας, τοῦτο ὑπετέμνετο φροντίδας, οὐκ ἂν ἐπὶ ἐγκράτειαν παρακαλῶν ὁ Παῦλος εἶπε, «Θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι», ὡς καὶ ταύτῃ προτρέπων ἡμᾶς. Τὶ γὰρ βούλεσθε; Φησίν· ἀνάπαυσιν, καὶ ἐλευθερίαν; Εἶτα οὐχ ὁρᾶτε τὸ ἐναντίον ἐκβαῖνον, δουλείαν καὶ μόχθους καὶ ταλαιπωρίας πολλὰς ἀπὸ τοῦ συνοικεῖν ἀνδράσι; Πολλαὶ γοῦν πολλάκις ἀποβαλοῦσαι τοὺς ἄνδρας διὰ τοῦτο οὐκ ἐγήμαντο πάλιν, ἵνα μὴ ὑπὸ ζυγὸν δουλείας πάλιν ὦσιν. Ὅλως δὲ εἰ πενίᾳ συζῇς, καὶ πανταχόθεν ἀπροστάτευτος εἶ, ἀρετὴν ἐπίδειξαι βίου, καὶ πρὸς ἄνδρα μὲν μηδὲν ἔχε κοινόν, ἀνάμιξον δὲ σαυτὴν γυναιξὶν εὐσχημόνως βεβιωκυίαις, καὶ οὔτε ἀπολεῖς σου τὸν στέφανον, καὶ ἀδείας ἀπολαύσεις πάσης. Εἰ δὲ δυσπόριστον εἶναι τοῦτο νομίζεις, ζήτησον σπουδαίως, καὶ πάντως εὑρήσεις· μᾶλλον δὲ οὐδὲ ζητεῖν ἀνάγκη. Ὥσπερ γὰρ τῷ φωτὶ προστρέχομεν ἅπαντες, οὕτως ἐὰν λάμψωσί σου τῆς πολιτείας αἱ ἀκτῖνες, πᾶσαι ἐπιδραμοῦνται, ἀγαπῶσαι ἑκάστη διακόνου σοὶ τάξιν ἐπέχειν, καὶ τῆς ἰδίας οἰκίας ἀσφάλειαν σε ἡγήσεται εἶναι, καὶ κόσμον τοῦ βίου, καὶ στέφανον τῆς ζωῆς κατὰ τὸν τοῦ Χριστοῦ λόγον. «Ζητεῖτε γάρ, φησί, τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν». Νυνὶ δὲ καὶ τοῦ τῶν βιωτικῶν ἐκπίπτειν ἡμεῖς αἴτιοι, τῶν οὐρανίων ἀμελοῦντες πραγμάτων. Ἡμᾶς δὲ ὅταν εἴπω, οὐκ ἄνδρας λέγω μόνον, ἀλλὰ καὶ ὑμᾶς, καὶ ὑμᾶς μᾶλλον ἢ ἄνδρας. Ἐπεὶ καὶ παρὰ τὴν ἀρχὴν διὰ τοῦτο χαλεπωτέραν ἐδέξατο τιμωρίαν ἡ γυνή, ἐπειδὴ καὶ τὸ πλέον τῆς ἀπάτης εἰσήνεγκε· διὸ καὶ τὴν ἀπατήσασαν τοῦ ἀπατηθέντος μᾶλλον ἐκόλασεν ὁ Θεός· ὃ καὶ νῦν ἔσται, ἂν μὴ βουληθῆτε διορθώσασθαι, καὶ πρὸς τὴν οἰκείαν ἐπανελθεῖν εὐγένειαν. Διὰ γὰρ τοι τοῦτο καὶ ἡ γυνὴ τότε ἐγκαλουμένη, ὅτι τῷ ἀνδρὶ ἔδωκεν ἐκ τοῦ καρποῦ, οὐκ ἐτόλμησεν εἰπεῖν, ὅτι ἐχρῆν μὲν αὐτὸν ἄνδρα ὄντα μὴ πεισθῆναι, μηδὲ ἀπατηθῆναι, ἀλλὰ ταύτην μὲν ὡς οὐδὲν οὖσαν ἀπολογίαν ἐσίγησεν, ἐφ’ ἑτέραν δὲ ἦλθεν, ἀσθενῆ μὲν καὶ αὐτήν, πλὴν ἀλλ’ ὅμως παρὰ ταύτην μᾶλλον ἔχουσαν λόγον. Ὅθεν δῆλον, ὅτι μᾶλλον τοῖς ἠπατημένοις ἔξεστι προβάλλεσθαι τοὺς ἀπατεῶνας, ἢ ἐκείνοις τοὺς ἠπατημένους. Ἡ πόρνη καλεῖ τὸν ὑβρίζοντα αὐτῆς τὸ σῶμα, καὶ συγκατακλίνασα πάλιν ἀφίησι· σὺ δὲ τὸν ὑβρίζοντά σου τὴν ψυχὴν καὶ φθείροντα καλέσασα, κατακλείεις ἔνδον διαπαντός, καὶ οὐ συγχωρεῖς ἐξιέναι, δεσμὰ περιβάλλουσα χαλεπά, τῇ κολακεία, τῇ θεραπείᾳ, τοῖς ἄλλαις πράξεσι, καὶ ἡγῇ δοξάζεσθαι, καταισχύνουσα ἑαυτήν; Εἶτα οὐκ ἐννοεῖς, εἰπὲ μοι, τὸν παρόντα βίον, πῶς βραχύς, πῶς ὀνείρασι προσέοικε, καὶ ἄνθεσι μαραινομένοις, καὶ σκιᾷ παρατρεχούσῃ; Τὶ βούλει τρυφήσασα νῦν ἐν ὀνείρατι κολάζεσθαι ἐν ἀληθείᾳ τότε; Καίτοι γε οὐδὲ τρυφὴ τὸ πρᾶγμά ἐστι· πῶς γάρ, ὅπου κατάγνωσις καὶ κατηγορίᾳ καὶ σκώμματα καὶ σκάνδαλα; Πλὴν ἀλλ’ εἰ καὶ τρυφὴ ἦν, τὶ σταγὼν ὕδατος μικρὰ πρὸς ἄπειρον πέλαγος; «Ἄκουσον θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρὸς σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σοῦ», πρὸς τὴν οἰκουμένην ποτὲ κακῶς διακειμένην ἔλεγεν ὁ Δαυΐδ. Τοῦτο τοίνυν καὶ ἡμεῖς ἐπᾴδομέν σοι τὸ ῥῆμα, μικρὸν παραλλάξαντες τοῦ προφήτου, καὶ ἐροῦμεν μετὰ τοῦ προφήτου· ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τῆς πονηρᾶς συνηθείας, καὶ τῶν ἐπὶ κακῷ σοι συνοικούντων, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου. Τὶ σοι τούτου πλέον; Τὶ δὲ ἴσον ἔχοιμεν ἂν εἰπεῖν ἄλλο, ὅταν τὸν τῶν οὐρανῶν καὶ τῆς καὶ ἀγγέλων καὶ ἀρχαγγέλων καὶ τῶν ἄνω δυνάμεων Δεσπότην ἐραστὴν λάβῃς, ἀπαλλαγεῖσα τούτων τῶν εὐτελῶν ὁμοδούλων σοι, καὶ καταισχυνόντων σου τὴν εὐγένειαν; Διὸ δὴ καὶ ἐνταῦθα καταλῦσαι τὸν λόγον καλόν. Οὐδὲν γὰρ ἴσον εἰπεῖν ταύτης ἔχομεν τῆς τιμῆς. Εἰ γὰρ βασιλέα τὸν ἐπὶ τῆς λαβοῦσά τις νυμφίον, πάντων ἡγεῖται εἶναι ἑαυτὴν μακαριωτέραν, σὺ οὐ τὸν ἐπὶ τῆς, οὐδὲ τὸν ὁμόδουλον, ἀλλὰ τὸν ἐν τοῖς οὐρανοῖς, τὸν ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ παντὸς ὀνόματος ὀνομαζομένου, τὸν ἐπάνω τῶν χερουβεὶμ καθήμενον, τὸν σείοντα τὴν γῆν, τὸν ἐκτείναντα τὸν οὐρανόν, τὸν φοβερὸν μὲν τοῖς χερουβείμ, ἀπρόσιτον δὲ τοῖς Σεραφείμ, οὐχὶ νυμφίον ἔχουσα μόνον, ἀλλὰ καὶ ἐραστήν, καὶ ἐραστὴν Πάντσο ἀνθρώπου σφοδρότερον, πῶς οὐ πάντα ἀφήσεις τὰ ἐνταῦθα, εἰ καὶ αὐτὴν δέοι προσέσθαι τὴν ψυχήν; Ἐπεὶ οὖν τοῦτο ἀρκεῖ τὸ ῥῆμα μόνον καὶ τὸν μολύβδου παντὸς βαρύτερον ὀρθῶσαι, καὶ πρὸς τὰς ἄνω πτερῶσαι διατριβάς, καὶ ἡμεῖς ἐνταῦθα καταλύομεν, καὶ σοὶ παραινοῦμεν, καθάπερ τινὰ θείαν ταύτην ἐπᾴδειν τὴν ἐπῳδήν, καὶ ἐν οἰκίᾳ, καὶ ἐν ἀγορᾷ, καὶ ἐν ἡμέρᾳ, καὶ ἐν νυκτί, καὶ ἐν ὁδῷ, καὶ ἐν θαλάμῳ, καὶ διὰ φωνῆς, καὶ κατὰ διάνοιαν, καὶ συνεχῶς ἐπιλέγειν τῇ ψυχή· Ἄκουσον, ψυχὴ μου, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τῆς πονηρᾶς σου συνηθείας καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου· κἂν τοῦτο ἐπιλέγῃς διηνεκῶς τὸ ῥῆμα, χρυσίου παντὸς καθαρωτέραν ἐργάσῃ τὴν ψυχήν, πυρὸς σφοδρότερον τῆς λέξεως ταύτης οἷς τῆς διανοίας ἐμπνεούσης λογισμοῖς, καὶ πᾶσαν ἐκκαθαιρούσης κηλῖδα, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: -
Προηγούμενο: Πρὸς τοὺς ἔχοντας παρθένους συνεισάκτους
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 47
Ἀρχικὴ Σελίδα: Τέρτιος