Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 48

Περὶ Παρθενίας

α’. Τὸ τῆς παρθενίας καλὸν ἀποστρέφονται μὲν Ἰουδαῖοι· καὶ θαυμαστὸν οὐδέν, ὅπου γὲ καὶ αὐτὸν τὸν ἐκ Παρθένου Χριστὸν ἠτίμασαν· θαυμάζουσι δὲ Ἕλληνες καὶ καταπλήττονται, ζηλοῖ δὲ μόνη ἡ ἐκκλησία τοῦ Θεοῦ. Τὰς γὰρ τῶν αἱρετικῶν οὐκ ἂν εἴποιμί ποτε παρθένους ἐγώ· πρῶτον μὲν ὅτι οὐκ εἰσιν ἁγναί· οὐ γὰρ εἰσιν ἡρμοσμέναι ἑνὶ ἀνδρί, καθὼς ὁ μακάριος τοῦ Χριστοῦ βούλεται νυμφαγωγός, λέγων· «Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ». Εἰ γὰρ καὶ περὶ παντὸς τοῦτο τοῦ πληρώματος εἴρηται τῆς ἐκκλησίας, ἀλλ’ ὅμως κἀκείνας περιλαμβάνει τὸ λεχθέν. Αἱ τοίνυν τὸν ἕνα ἄνδρα μὴ στέργουσαι, ἀλλ’ ἕτερον αὐτῷ τὸν οὐκ ὄντα ἐπεισάγουσαι Θεόν, πῶς ἂν εἶεν ἁγναί; Πρῶτον μὲν οὖν κατὰ τοῦτον τὸν λόγον οὐκ εἶεν παρθένοι· δεύτερον δέ, ὅτι τὸν γάμον ἀτιμάσαι οὕτως ἦλθον ἐπὶ τὸ ἀποσχέσθαι τοῦ γάμου. Τῷ γὰρ νομοθετῆσαι πονηρὸν εἶναι τὸ πρᾶγμα, προλαβοῦσαι τὰ τῆς παρθενίας ἑαυτῶν ἀφείλοντο ἔπαθλα. Τοὺς γὰρ τῶν φαύλων ἀπεχομένους οὐ στεφανοῦσθαι, ἀλλὰ μὴ κολάζεσθαι δίκαιον ἂν εἴη μόνον. Καὶ ταῦτα ἴδοι τις ἂν οὐκ ἐν τοῖς ἡμετέροις μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἔξωθεν οὕτω διατεταγμένα νόμοις· ὁ φονεύων ἀναιρείσθω τιμάσθω· ὁ κλέπτης κολαζέσθω, οὐκέτι δὲ καὶ τὸν μὴ λυμαινόμενον τοῖς ἀλλοτρίοις δωρεὰν λαμβάνειν ἐκέλευσαν· καὶ τὸν μοιχὸν ἀποκτιννύντες, τὸν μὴ διορύττοντα τοὺς ἑτέρων γάμους οὐδεμιᾶς ἠξίωσαν τιμῆς. Καὶ μάλα εἰκότως. Τὸ γὰρ ἐπαινεῖσθαι καὶ θαυμάζεσθαι τῶν τὰ ἀγαθὰ κατορθούντων, οὐ τῶν τὰ κακὰ φευγόντων ἐστίν· ἀποχρῶσα γὰρ ἐκείνοις τιμὴ τὸ μηδὲν πάσχειν κακόν. Διὰ τοῦτο καὶ ὁ Κύριος ἡμῶν, ἂν μὲν τις εἰκῆ καὶ μάτην πρὸς τὸν ἀδελφὸν ὀργισθῇ τὸν αὐτοῦ, καὶ μωρὸν ἀποκαλέσῃ, τὴν γέενναν ἠπείλησεν· οὐκέτι δὲ καὶ τὴν τῶν οὐρανῶν βασιλείαν τοῖς μὴ μάτην ὀργιζομένοις καὶ λοιδορίας ἐκτρεπομένοις ὑπέσχετο, ἀλλ’ ἕτερον τι τούτου πλέον καὶ μεῖζον ἐζήτησεν, εἰπών· «Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν». Καὶ δεῖξαι βουλόμενος πῶς σφόδρα μικρὸν καὶ εὐτελὲς καὶ οὐδεμιᾶς τιμῆς ἄξιον τὸ μὴ τοῖς ἀδελφοῖς ἀπεχθάνεσθαι, τὸ τούτου πολλῷ πλέον θεὶς τί, ἀγαπᾶν αὐτοὺς καὶ φιλεῖν, οὐδὲ τοῦτο ἔφησεν ἡμῖν ἀρκεῖν πρὸς τὸ τινος ἀξιωθῆναι τιμῆς· πῶς γάρ, ὅταν τῶν ἐθνικῶν μηδὲν κατὰ τοῦτο πλέον ἔχωμεν; Ὥστε ἑτέρας ἡμῖν ταύτης πολλῷ μείζονος προσθήκης δεῖ, εἲ γε μέλλοιμεν μισθὸν ἀπαιτεῖν. Μὴ γὰρ ἐπειδὴ σε, φησίν, οὐ κατακρίνω τῇ γεέννῃ, λοιδορίας καὶ ὀργῆς ἀπεχόμενον τῆς πρὸς τὸν ἀδελφόν, ἤδη διὰ τοῦτο καὶ στεφάνων ἀξίου σαυτόν. Οὐ γὰρ τοσοῦτον ἀπαιτῶ μόνον φιλοφροσύνης μέτρον ἐγώ· ἀλλὰ κἂν πρὸς τῷ μὴ λοιδορεῖσθαι καὶ φιλεῖν αὐτὸν λέγῃς, ἔτι κάτω που στρέφῃ, καὶ παρὰ τοὺς τελώνας τάττεις σαυτόν. Ἀλλ’ εἰ βούλει τέλειος εἶναι καὶ τῶν οὐρανῶν ἄξιος, μὴ στῇς μέχρι τούτου μόνον, ἀλλ’ ἀνάβηθι προσωτέρω, καὶ τῆς φύσεως αὐτῆς μείζονα λάβε λογισμόν· τοῦτο δὲ ἐστι τὸ τοὺς ἐχθροὺς ἀγαπᾷν. Ἐπεὶ οὖν πάντοθεν ἡμῖν τοῦτο συνωμολόγηται, παυσάσθωσαν μάτην οἱ αἱρετικοὶ κόπτοντες ἑαυτούς· οὐδένα γὰρ λήψονται μισθόν· οὐκ ἐπειδὴ ὁ Κύριος ἄδικος, ἄπαγε, ἀλλ’ ἐπειδὴ αὐτοὶ ἀγνώμονες καὶ πονηροί. Πῶς; Ἀποδέδεικται μηδεμίαν κεῖσθαι δωρεὰν μόνῃ τῇ τῶν φαύλων φυγῇ· τὸν δὲ γάμον αὐτοὶ φαῦλον νομίσαντες οὕτως ἔφυγον· πῶς οὖν ὑπὲρ τῆς τῶν φαύλων ἀναχωρήσεως δυνήσονται μισθὸν ἀπαιτεῖν; Ὥσπερ γὰρ ἡμεῖς ὑπὲρ τοῦ μὴ μοιχεύειν στεφανοῦσθαι οὐκ ἀξιώσομεν, οὕτως οὐδὲ ὑπὲρ τοῦ μὴ γαμεῖν ἐκεῖνοι. Ἐρεῖ γὰρ πρὸς αὐτοὺς ὁ κατ’ ἐκείνην τὴν ἡμέραν κρίνων ἡμᾶς· ἐγὼ τὰς τιμὰς οὐ τοῖς τῶν πονηρῶν ἀπεσχημένοις τέθεικα μόνον (μικρὸν γὰρ παρ’ ἐμοὶ τοῦτο τὸ μέρος), ἀλλὰ τοὺς ἅπασαν ἐπελθόντας ἀρετήν, τούτους εἰς τὴν ἀγήρω τῶν οὐρανῶν εἰσάγω κληρονομίαν. Πῶς οὖν ἡμεῖς πρᾶγμα ἀκάθαρτον καὶ ἐναγὲς εἶναι τὸν γάμον νομίσαντες, τῆς τῶν ἐνάγων ἀπαλλαγῆς τὰ κείμενα τοῖς ἐργάταις τῶν ἀγαθῶν ἀπαιτεῖτε ἔπαθλα; Διὰ τοῦτο γὰρ καὶ τοὺς ἄρνας ἐκ δεξιῶν ἵστησι, καὶ εὐλογεῖ, καὶ εἰς τὴν βασιλείαν εἰσάγει, οὐχ ὅτι οὐχ ἥρπασαν τὰ ἀλλότρια, ἀλλ’ ὅτι καὶ τὰ ἑαυτῶν ἑτέροις διένειμαν. Καὶ τὸν τὰ πέντε τάλαντα δὲ ἐγχειρισθέντα ἀποδέχεται, οὐχ ὅτι οὐκ ἐμείωσεν, ἀλλ’ ὅτι ἐπλεόνασε τὸ δοθέν, καὶ διπλῆν τὴν παρακαταθήκην ἀπέδωκε. Μέχρι τίνος οὖν οὐ στήσεσθε τρέχοντες εἰς κενόν, καὶ κοπιῶντες μάτην, καὶ εἰκῆ πυκτεύοντες, καὶ τὸν ἀέρα δέροντες; Καὶ εἴθε μόνον εἰκῆ, καίτοι οὐδὲ τοῦτο μικρὸν εἰς κολάσεως λόγον τὸ πολλὰ καμόντας, καὶ μείζονα τῶν πόνων προσδοκήσαντας ἔπαθλα, κατὰ τὸν καιρὸν τῆς τιμῆς ἐν τοῖς ἀτίμοις τετάχθαι.

β’. Ἔστι δὲ νῦν οὐ τοῦτο μόνον τὸ δεινόν, οὐδὲ μέχρι τοῦ μὴ κερδᾶναι τὰ τῆς ζημίας αὐτοῖς, ἀλλ’ ἕτερα πολλῷ τούτων ἐκδέξεται χαλεπώτερα, τὸ πῦρ τὸ ἄσβεστον, ὁ σκώληξ ὁ ἀτελεύτητος, τὸ σκότος τὸ ἐξώτερον, ἡ θλῖψις, ἡ στενοχωρία. Ὥστε μυρίων ἡμῖν δεῖ στομάτων καὶ τῆς ἀγγέλων δυνάμεως, ἵνα δυνηθῶμεν τῆς εἰς ἡμᾶς κηδεμονίας εὐχαριστίαν ἀποδοῦναι τῷ Θεῷ τὴν ἀξίαν· μᾶλλον δὲ οὐδὲ οὕτω δυνατόν. Πῶς γάρ; Ὁ μὲν πόνος ὑπὲρ τῆς παρθενίας ἡμῖν καὶ τοῖς αἱρετικοῖς ἴσος, τάχα δὲ καὶ πολλῷ πλείων ἐκείνοις· ὁ δὲ καρπὸς τῶν πόνων οὐκ ἴσος, ἀλλ’ ἐκείνοις μὲν δεσμὰ καὶ δάκρυα καὶ οἰμωγαὶ καὶ τὸ κολάζεσθαι ἀθάνατα, ἡμῖν δὲ αἱ τῶν ἀγγέλων λήξεις, καὶ αἱ φαιδραὶ λαμπάδες, καὶ τὸ πάντων κεφάλαιον τῶν ἀγαθῶν ἡ μετὰ τοῦ νυμφίου διαγωγή. Τὶ δήποτε οὖν τῶν αὐτῶν πόνων ἐναντία τὰ ἐπίχειρα; Ὅτι ἐκεῖνοι μέν, ἵνα ἀντινομοθετήσωσι τῷ Θεῷ, τὴν παρθενίαν εἵλοντο, ἡμεῖς δὲ ἵνα ἀνύσωμεν αὐτοῦ τὸ θέλημα, τοῦτο πράττομεν. Ὅτι γὰρ ὁ Θεὸς βούλεται πάντας ἀνθρώπους ἀπέχεσθαι γάμου, καὶ μάρτυς ὁ τὸν Χριστὸν ἔχων ἐν ἑαυτῷ λαλοῦντα· «Βούλομαι γάρ, φησί, πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν», ἐν ἐγκράτεια. Φειδόμενος δὲ ἡμῶν ὁ Σωτήρ, καὶ εἰδὼς ὅτι τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής, οὐκ εἰς ἐντολῆς ἀνάγκην τὸ πρᾶγμα κατέκλεισεν, ἀλλ’ ἐπέτρεψεν αὐτοῦ τὴν αἵρεσιν ταῖς ἡμετέραις ψυχαῖς. Εἰ γὰρ ἦν ἐπίταγμα καὶ νόμος, οὐκ ἂν οἱ κατορθώσαντες τιμῆς ἀπήλαυσαν, ἀλλ’ ἤκουσαν ἄν, Ἃ ὠφείλετε ποιῆσαι, πεποιήκατε, οὔτε οἱ διαμαρτάνοντες συγγνώμης ἔτυχον, ἀλλὰ τὴν τῶν παρανομούντων ἂν ὑπέστησαν δίκην· νῦν δὲ εἰπών. «Ὁ δυνάμενος χωρεῖν χωρείτω», τοὺς μὲν μὴ δυναμένους οὐ κατέκρινε, τῶν δὲ δυναμένων πολὺν καὶ ὑπέρογκον τὸν ἀγῶνα ἀπέδειξε. Διὰ τοῦτο καὶ ὁ Παῦλος κατ’ ἴχνος βαίνων τοῦ Διδασκάλου, «Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν Κυρίου, φησίν, οὐκ ἔχω, γνώμην δὲ δίδωμι».

γ’. Ἀλλ’ οὐδὲ Μαρκίων, οὐδὲ Οὐαλεντῖνος, οὐδὲ Μάνης ταύτης ἠνέσχετο τῆς συμμετρίας. Οὐ γὰρ εἶχον ἐν ἑαυτοῖς λαλοῦντα τὸν Χριστόν, τὸν τῶν ἰδίων προβάτων φειδόμενον, καὶ τὴν ψυχὴν αὐτοῦ τιθέντα ὑπὲρ αὐτῶν, ἀλλὰ τὸν ἀνθρωποκτόνον τὸν τοῦ ψεύδους πατέρα. Διὰ τοι τοῦτο καὶ τοὺς πειθομένους αὐτοῖς πάντας ἀπώλεσαν, ἐνταῦθα μὲν αὐτοὺς ἀνονήτοις καὶ ἀφορήτοις βαρύνοντες πόνοις, ἐκεῖ δὲ εἰς τῇ ἡτοιμασμένον ἐκείνοις πῦρ συγκατασπάσαντες ἑαυτοῖς.

δ’. Ὦ καὶ Ἑλλήνων ὑμεῖς ἀθλιώτεροι· Ἕλληνας μὲν γὰρ εἰ καὶ τὰ τῆς γεέννης ἐκδέχεται δεινά, ἀλλ’ ὅμως τὸ γοῦν ἐνταῦθα καρποῦνται ἡδύ, γάμοις ὁμιλοῦντες, καὶ χρημάτων ἀπολαύοντες, καὶ τῆς ἄλλης ἀνέσεως τῆς βιωτικῆς· ὑμῖν δὲ τὸ βασανίζεσθαι καὶ ταλαιπωρεῖσθαι ἑκατέρωθεν, ἐνταῦθα μὲν ἑκοῦσιν, ἐκεῖ δὲ μὴ βουλομένοις. Καὶ Ἕλλησι μὲν ὑπὲρ νηστείας καὶ παρθενίας οὔτε μισθὸν δώσει τις, οὔτε κόλασις ἀποκείσεται· ὑμεῖς δὲ ὑπὲρ ὧν μυρίους προσεδοκήσατε ἐπαίνους, ὑπὲρ τούτων τὴν ἐσχάτην δώσετε δίκην, καὶ μετὰ τῶν ἄλλων ἀκούσεσθε, «Ἀπέλθετε ἀπ’ ἐμοῦ εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ», ὅτι ἐνηστεύσατε, ὅτι ἐπαρθενεύσατε. Ἡ γὰρ νηστεία καὶ ἡ παρθένια οὔτε καλὸν καθ’ ἑαυτό, οὔτε κακόν, ἀλλ’ ἀπὸ τῆς τῶν μετιόντων προαιρέσεως ἑκάτερον γίνεται. Καὶ Ἕλλησι μὲν ἄκαρπος ἡ τοιαύτη ἀρετή· ἀπέχουσι γὰρ αὐτῶν τὸν μισθόν, ὅτι μὴ διὰ τὸν τοῦ Θεοῦ φόβον μετῆλθον αὐτήν· ὑμεῖς δὲ ὅτι τῷ Θεῷ μαχόμενοι καὶ διαβάλλοντες αὐτοῦ τὰ κτίσματα, οὐ μόνον ἀπέχετε τὸν μισθὸν ὑμῶν, ἀλλὰ καὶ κολασθήσεσθε, καὶ δογμάτων μὲν ἕνεκεν μετ’ ἐκείνων τετάξεσθε, ὅτι ὁμοίως αὐτοῖς τὸν ὄντα Θεὸν ἀθετήσαντες πολυθεΐαν εἰσηγάγετε· τῆς δὲ πολιτείας ἕνεκεν, ἄμεινον ὑμῶν ἐκεῖνοι πράξουσι. Τοῖς μὲν γὰρ ἡ ζημία μέχρι τοῦ μηδὲν λαβεῖν ἀγαθόν, ὑμῖν δὲ καὶ τοῦ κακὰ προσλαβεῖν· καὶ τοῖς μὲν κατὰ τὸν παρόντα βίον ἀπολαῦσαι πάντων ὑπῆρξεν, ὑμεῖς δὲ ἀμφοτέρων ἐστέρησθε. Ἆρά τὶς ἐστι ταύτης κόλασις χαλεπωτέρα, πόνων καὶ ἱδρώτων τιμωρίας ἀπολαμβάνειν τὰς ἀμοιβάς; Ὁ μοιχός, καὶ ὁ πλεονέκτης, καὶ ὁ τοῖς ἀλλοτρίοις ἐντρυφῶν, καὶ τὰ τοῦ πλησίον ἁρπάζων, ἔχουσί τινα παραμυθίαν, βραχεῖαν μέν, ἔχουσι δὲ ὅμως, τὸ ὑπὲρ τούτων κολάζεσθαι ὑπὲρ ὧν ἐνταῦθα ἀπέλαυσαν· ὁ δὲ πενίαν μὲν ἑκούσιον ὑποστάς, ἵνα ἐκεῖ πλουτῇ, καὶ τοὺς τῆς παρθενίας πόνους, ἵνα ἐκεῖ μετὰ ἀγελῶν χορεύῃ, εἶτα ἐξαίφνης καὶ παρὰ πᾶσαν προσδοκίαν ὑπὲρ τούτων κολαζόμενος, ὑπὲρ ὧν μυρίων ἤλπισεν ἀπολαύσεσθαι καλῶν, οὐδὲ ἔστιν εἰπεῖν ὅσην ὑφίσταται τὴν ἀλγηδόνα τῷ παρ’ ἐλπίδας ταῦτα παθεῖν. Ἐγὼ γὰρ ἐξ ἴσης τοῦ πυρὸς ὑπὸ τοῦ συνειδότος αὐτὸν οἶμαι μαστίξεσθαι, ὅταν ἐννοήσῃ τοὺς μὲν τὰ αὐτὰ αὐτῷ πεπονηκότας τῷ Χριστῷ συνόντας, αὐτὸν δὲ ὑπὲρ ὧν ἐκεῖνοι τῶν ἀποῤῥήτων ἀπολαύουσιν ἀγαθῶν, ὑπὲρ τούτων τὴν ἐσχάτην τίνοντα δίκην, καὶ τῶν ἀκολάστων καὶ λάγνων τὸν ἐν σεμνότητι διαγαγόντα χαλεπώτερα πάσχοντα.

ε’. Καὶ γὰρ ἀσελγείας ἁπάσης ἡ τῶν αἱρετικῶν σωφροσύνη χειρῶν ἐστίν. Ἐκείνη μὲν γὰρ μέχρις ἀνθρώπων ἵστησι τὴν ἀδικίαν, αὕτη δὲ τῷ θεῷ μάχεται, καὶ τὴν ἄπειρον ὑβρίζει σοφίαν· τοιαύτας τοῖς αὐτὸν θεραπεύουσιν ὁ διάβολος ἵστησι τὰς πάγας. Ὅτι γὰρ τῆς ἐκείνου πονηρίας ἐστὶν ἀκριβῶς εὕρημα ἡ τῶν αἱρετικῶν παρθενία, οὐκ ἐμὸς ὁ λόγος, ἀλλὰ τοῦ τὰ νοήματα αὐτοῦ οὐκ ἀγνοοῦντος. Τὶ οὖν οὗτός φησι; «Τὸ πνεῦμα ῥητῶς λέγει ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντας πνεύμασι πλάνοις, καὶ διδασκαλίαις δαιμόνων, ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων· τὴν ἰδίαν συνείδησιν, κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάληψιν». Πῶς οὖν παρθένος ἡ τῆς πίστεως ἀποστᾶσα, ἡ τοῖς πλάνοις προσέχουσα, καὶ τοῖς δαίμοσι πειθομένη, καὶ τιμῶσα τὸ ψεῦδος; Πῶς παρθένος ἡ κεκαυτηριασμένη τὴν συνείδησιν; Τὴν γὰρ παρθένον οὐ τῷ σώματι μόνον καθαρὰν εἶναι δεῖ, ἀλλὰ καὶ τῇ ψυχῇ, εἲ γε μέλλοι τὸν ἅγιον ὑποδέχεσθαι Νυμφίον· αὕτη δὲ μετὰ τοσούτων καυτήρων πῶς ἂν εἴη καθαρά; Εἰ γὰρ καὶ φροντίδας βιωτικὰς ἀπελαύνειν τούτου χρὴ τοῦ νυμφῶνος, ὡς οὐκ ἐνὸν μετ’ ἐκείνων εὐσχήμονα εἶναι, πῶς φρονήματος ἀσεβοῦς ἔνδον στρεφομένου τὸ τῆς παρθενίας διασωθῆναι δυνήσεται κάλλος;

Ϛ’. Εἰ γὰρ καὶ τὸ σῶμα αὐτῆς ἀκέραιον μένει, ἀλλ’ ὅμως τὸ κρεῖττον διέφθαρται, τῆς ψυχῆς τὰ νοήματα. Τὶ οὖν ὄφελος ἀφανισθέντος τοῦ ναοῦ τοὺς περιβόλους ἑστάναι; Ἢ ποῖον τὸ κέρδος τοῦ θρόνου μολυνθέντος καθαρὸν εἶναι τοῦ θρόνου τὸν τόπον; Ἡ γὰρ βλασφημία καὶ τὰ φαῦλα ῥήματα τίκτεται μὲν ἔνδον, οὐ μένει δὲ ἔνδον ἐν τῇ ψυχῇ, ἀλλὰ μιαίνει μὲν γλῶτταν διὰ στόματος προφερόμενα, μιαίνει δὲ τὴν δεχομένην ἀκοήν· καὶ καθάπερ δηλητήρια φάρμακα εἰς αὐτὴν ἐμπίπτοντα τὴν ψυχήν, παντὸς σητὸς χαλεπώτερον διατρώγει τὴν ῥίζαν, καὶ μετ’ ἐκείνης καὶ τὸ λοιπὸν ἅπαν ἀπόλλυσι σῶμα. Εἰ τοίνυν παρθενίας ὄρος τὸ καὶ σώματι καὶ πνεύματι εἶναι ἁγίαν, αὕτη δὲ ἐξ ἑκατέρων τῶν μερῶν ἐστι βέβηλος καὶ ἐναγής, πῶς ἂν δύναιτο εἶναι παρθένος; Ἀλλὰ πρόσωπόν μοι δείκνυσιν ὠχρόν, καὶ κατισχνωμένα μέλη, καὶ στολὴν εὐτελῆ, καὶ βλέμμα ἥμερον. Καὶ τὶ τὸ ὄφελος, ὅταν τὸ ἔνδον ὄμμα ἰταμὸν ᾗ; Τὶ γὰρ ἂν γένοιτο τοῦ βλέμματος ἰταμώτερον ἐκείνου τοῦ καὶ τοὺς ἔξωθεν πείθοντος ὀφθαλμοὺς ὡς πονηροῖς προσέχειν τοῖς τοῦ Θεοῦ κτίσμασι; «Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν»· αὕτη δὲ τοῦ λόγου τὴν ἀκολουθίαν ἀντέστρεψε, καὶ τὴν δόξαν ἔξωθεν περικειμένη, τὴν δ’ ἀτιμίαν πᾶσαν ἔνδον ἔχουσα. Τοῦτο γὰρ ἐστι τὸ δεινόν, ὅτι πρὸς μὲν ἀνθρώπους ἐπιείκειαν ἐνδείκνυται πολλήν, πρὸς δὲ τὸν κτίσαντα αὐτὴν Θεὸν πολλῇ κέχρηται τῇ μανίᾳ· καὶ ἡ μηδὲ πρὸς ἄνδρα ἀντιβλέψαι ἀνεχομένη, εἲ γὲ τινὲς εἰσιν ἐν αὐταῖς τοιαῦται, πρὸς τὸν τῶν ἀνθρώπων Δεσπότην ἀναισχύντοις ὀφθαλμοῖς ὁρᾷ, καὶ ἀδικίαν εἰς τὸ ὕψος λαλεῖ· πύξινον αὐταῖς τὸ πρόσωπόν ἐστιν, καὶ θρήνων πολλῶν, ὅτι οὐκ εἰκῆ μόνον, ἀλλὰ καὶ ἐπ’ ὀλέθρῳ καὶ κατὰ τῆς ἑαυτῶν κεφαλῆς τοσαύτην ἀνεδέξαντο ταλαιπωρίαν.

ζ’. Εὐτελὴς ἡ στολή· ἀλλ’ οὐκ ἐν τοῖς ἱματίοις, οὐδὲ ἐν τοῖς χρώμασιν ἡ παρθένια, ἀλλ’ ἐν σώματι καὶ ψυχῇ. Πῶς γὰρ οὐκ ἄτοπον, εἰ τὸν μὲν φιλόσοφον οὐκ ἀπὸ τῆς κόμης, οὐδὲ ἀπὸ τῆς βακτηρίας, οὐδὲ ἀπὸ τῆς ἐξωμίδος δοκιμάζομεν, ἀλλ’ ἀπὸ τῶν τρόπων καὶ τῆς ψυχῆς, καὶ τὸν στρατιώτην οὐκ ἀπὸ τῆς χλανίδος, οὐδὲ ἀπὸ τῆς ζώνης, ἀλλ’ ἀπὸ τῆς ῥώμης καὶ τῆς ἀνδρείας, τὴν δὲ παρθένον, πρᾶγμα οὕτω θαυμαστὸν καὶ πάντα ὑπερβαῖνον τὰ ἐν ἀνθρώποις, διὰ τὴν τῶν τριχῶν αὐχμόν, καὶ τὴν τοῦ προσώπου κατήφειαν, καὶ τὸν φαιὸν ἱμάτιον, ἁπλῶς οὕτω καὶ παρέργως εἰς τὴν τοῦ πράγματος καταλέξομεν ἀρετήν, οὐκ ἀποδύσαντες αὐτῆς τὴν ψυχήν, καὶ τὴν ἕξιν αὐτῆς ἐντεῦθεν καταμαθόντες ταύτης νόμους διαταξάμενος. Οὐ γὰρ ἀπὸ τῶν ἱματίων τοὺς εἰς τοῦτον καθιέντας ἑαυτοὺς τὸν ἀγῶνα δοκιμάζειν κελεύει, ἀλλ’ ἀπὸ τῶν δογμάτων καὶ τῆς ψυχῆς. Ὁ γὰρ ἀγωνιζόμενος, φησί, πάντα ἐγκρατεύεται, πάντα τὸ διενοχλοῦντα τὴν τῆς ψυχῆς ὑγίειαν, καί· «Οὐδεὶς στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ». Τίνες οὖν οἱ τῆς ἀθλήσεως ταύτης νόμοι; Ἄκουε πάλιν αὐτοῦ λέγοντος, μᾶλλον δὲ δι’ αὐτοῦ τοῦ τὸν ἀγῶνα θέντος Χριστοῦ· «Τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος».

η’. Τὶ οὖν πρὸς ἐμὲ τοῦτο, φησί, τὴν πολλὰ χαίρειν εἰποῦσαν τῷ γάμῳ; Τοῦτο γὰρ σε, ὦ ταλαίπωρε, τοῦτο ἀπολώλεκεν, ὅτι μηδὲν οἴει σοι κοινὸν εἶναι πρὸς τοῦτο τὸ δόγμα. Διὰ τοῦτο ὑπεροψίᾳ ἀμέτρῳ κατὰ τοῦ πράγματος χρησαμένη, εἰς τὴν τοῦ Θεοῦ σοφίαν ἐξύβρισας, καὶ τὴν κτίσιν διέβαλες ἅπασαν. Εἰ γὰρ ἀκάθαρτον ὁ γάμος, ἀκάθαρτα μὲν ἅπαντα τὰ δι’ αὐτοῦ τικτόμενα ζῷα, ἀκάθαρτοι δὲ καὶ ὑμεῖς· οὐ γὰρ ἂν εἴποιμι τὴν τῶν ἀνθρώπων φύσιν. Πῶς οὖν παρθένος ἡ ἀκάθαρτος; Οὗτος γὰρ δεύτερος, μᾶλλον δὲ καὶ τρίτος ὑμῖν μολυσμῶν καὶ ἀκαθαρσίας ἐπινενόηται τρόπος· καὶ αἱ τὸν γάμον ὡς ἐναγῆ φεύγουσαι, αὐτῷ τούτῳ τῷ φεύγειν πάντων γεγόνατε ἐναγέστεραι, παρθενίαν εὑροῦσαι πορνείας μιαρωτέραν. Ποῦ τοίνυν ὑμᾶς τάξομεν; Μετὰ τῶν Ἰουδαίων; Ἀλλ’ οὐκ ἀνέχονται ἐκεῖνοι· καὶ γὰρ τὸν γάμον τιμῶσι, καὶ τοῦ Θεοῦ τὴν δημιουργίαν θαυμάζουσιν. Ἀλλὰ μεθ’ ἡμῶν; Ἀλλ’ οὐκ ἐθέλετε ἀκοῦσαι τοῦ Χριστοῦ λέγοντος διὰ τοῦ Παύλου· «Τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος». Λείπεται δὴ μετὰ τῶν Ἑλλήνων ὑμᾶς στῆναι λοιπόν. Ἀλλὰ κἀκεῖνοι παρώσονται πάλιν ὑμᾶς ὡς ἀσεβεστέρους αὐτῶν. Πλάτων μὲν γὰρ φησιν ὅτι ἀγαθὸς ἦν ὁ τόδε τὸ πᾶν συστησάμενος· καὶ ὅτι ἀγαθῷ οὐδενὶ περὶ οὐδενὸς ἐγγίνεται φθόνος· σὺ δὲ αὐτὸν πονηρὸν καλεῖς, καὶ πονηρῶν ἔργων δημιουργόν. Ἀλλὰ μὴ δείσῃς· ἔχεις τοῦ δόγματος κοινωνοὺς τὸν διάβολον καὶ τοὺς ἀγγέλους τοὺς ἐκείνου, μᾶλλον δὲ οὐδὲ ἐκείνους· μὴ γὰρ ἐπειδὴ σὲ τοιαῦτα ἀνέπεισαν μαίνεσθαι, καὶ αὐτοὺς οὕτω διακεῖσθαι νόμιζε. Ὅτι γὰρ ἴσασι τὸν Θεὸν ἀγαθόν, ἄκουσον βοώντων αὐτῶν, νῦν μέν, «Οἴδαμέν σε τὶς εἶ, ὁ Ἅγιος τοῦ Θεοῦ»· νῦν δέ, «Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσιν, οἵτινες καταγγέλλουσιν ὑμῖν ὁδὸν σωτηρίας». Ἒτ’ οὖν παρθενίας μνησθήσεσθε καὶ ἐπὶ τῷ πράγματι φιλοτιμήσεσθε, ἀλλ’ οὐκ ἀπελθόντες κλαύσετε ἑαυτοὺς καὶ θρηνήσετε τῆς ἀνοίας, δι’ ἧς ὑμᾶς ὁ διάβολος ὥσπερ αἰχμαλώτους δήσας εἰς τὸ τῆς γεέννης εἵλκυσε πῦρ; Οὐχ ὡμίλησας γάμοις; Ἀλλ’ οὐδέπω τοῦτο παρθένος. Τὴν γὰρ κυρίαν τοῦ γαμηθῆναι γενομένην, εἶτα οὐχ ἑλομένην, ταύτην ἂν εἴποιμι παρθένον ἐγώ· ὅταν δὲ τῶν κεκωλυμένων τὸ πρᾶγμα εἶναι φῇ, οὐκέτι τῆς σῆς προαιρέσεως τὸ κατόρθωμα γίνεται, ἀλλὰ τῆς ἀνάγκης τοῦ νόμου. Διὰ τοῦτο Πέρσας μὲν μὴ μητρογαμοῦντας θαυμάζομεν, Ρωμαίους δὲ οὐκέτι· ἐνταῦθα μὲν γὰρ ἅπασιν ἐφεξῆς τὸ πρᾶγμα βδελυρὸν εἶναι δοκεῖ, ἐκεῖ δὲ ἡ τῶν ταῦτα τολμώντων ἀδείᾳ τοὺς τῶν τοιούτων ἀπεχομένους μίξεων ἐπαινεῖσθαι πεποίηκε. Κατὰ τὴν αὐτὸν δὴ λόγον καὶ ἐπὶ τοῦ γάμου τὴν ἐξέτασιν ποιήσασθαι χρή. Ἡμεῖς μὲν γὰρ ἐπειδὴ τὸ πρᾶγμα πᾶσιν ἐφεῖται παρ’ ἡμῖν, εἰκότως τοὺς μὴ γαμοῦντας θαυμάζομεν· ὑμεῖς δὲ εἰς τὴν τῶν χειρόνων αὐτὸ τάξιν ὤσαντες, οὐκὲτ’ ἂν δύναισθε τῶν ἀπὸ τοῦ πράγματος ἀντιποιεῖσθαι ἐπαίνων. Τὸ γὰρ τῶν ἀπηγορευμένων ἀπέχεσθαι, οὔπω γενναίας καὶ νεανικῆς ψυχῆς. Τελείας γὰρ ἀρετῆς οὐ τὸ ταῦτα μὴ πράττειν ἃ πράξαντες παρὰ πᾶσιν εἶναι δόξομεν κακοί, ἀλλὰ τὸ ἐν τούτοις ἔνια λαμπρούς, ἃ μήτε τοὺς μὴ ἑλομένους ἀφίησι διὰ τοῦτο κακίζεσθαι, τοὺς τε ἑλομένους καὶ κατορθώσαντας οὐ μόνον τῆς τῶν φαύλων ἀπαλλάττει δόξης, ἀλλὰ καὶ εἰς τὴν τῶν ἀγαθῶν ἐγκρίνει τάξιν. Ὥσπερ γὰρ τοὺς εὐνούχους οὐδεὶς ἂν ἐπαινέσειεν εἰς παρθενίας λόγον, ὅτι μὴ γαμοῦσιν, οὕτως οὐδὲ ὑμᾶς. Ὃ γὰρ ἐκείνοις ἡ τῆς φύσεως ἀνάγκη, τοῦτο ὑμῖν ἡ τῆς πονηρᾶς συνειδήσεως πρόληψις γέγονε· καὶ καθάπερ τοὺς εὐνούχους ἡ τοῦ σώματος πήρωσις τῆς ἐπὶ τῷ πράγματι φιλοτιμίας ἐξέβαλεν, οὕτως ὑμᾶς ὁ διάβολος, τῆς φύσεως ὑμῖν ἀκεραίου μενούσης, τοὺς ὀρθοὺς περικόψας λογισμούς, καὶ οὕτως εἰς τὴν ἀνάγκην τοῦ μὴ γαμεῖν καταστήσας, κατατείνει μὲν τοῖς πόνοις, τιμᾶσθαι δὲ οὐκ ἀφίησι. Κωλύεις γαμεῖν; Διὰ τοῦτο τοῦ μὴ γαμεῖν οὐ κείσεταί σοι μισθός, ἀλλὰ καὶ τιμωρία καὶ κόλασις.

θ’. Σὺ δέ, φησίν, οὐ κωλύεις; Ἄπαγε, μὴ ποτε τὰ αὐτὰ σοι μανείην. Πῶς οὖν, φησί, παρακαλεῖς μὴ γαμεῖν; Ὅτι πείθομαι πολλῷ τιμιωτέραν εἶναι τοῦ γάμου τὴν παρθενίαν· οὐ μὴν διὰ τοῦτο ἐν τοῖς πονηροῖς τὸν γάμον τίθεμαι, ἀλλὰ καὶ λίαν αὐτὸν ἐπαινῶ. Λιμὴν γὰρ ἐστι σωφροσύνης τοῖς βουλομένοις αὐτῷ χρῆσθαι καλῶς, οὐκ ἀφιεὶς ἀγριαίνειν τὴν φύσιν. Ἀντὶ γὰρ προβόλων προστήσας τὴν ἔννομον μίξιν, καὶ ταύτῃ τὰ τῆς ἐπιθυμίας δεχόμενος κύματα, ἐν γαλήνῃ πολλῇ καθίστησιν ὑμᾶς καὶ διατηρεῖ. Ἀλλ’ εἰσὶ τινες οἱ μὴ δεόμενοι ταύτης τῆς ἀσφαλείας, ἀλλ’ ἀντὶ ταύτης νηστείαις, ἀγρυπνίαις, χαμευνίαις, τῇ λοιπῇ σκληραγωγίᾳ τιθασσεύουσι τὴν τῆς φύσεως μανίαν· τούτοις παραινῶ μὴ γαμεῖν, οὐ κώλυεν γαμεῖν. Πολὺ δὲ τούτου κἀκείνου τὸ μέσον, καὶ τοσοῦτον, ὅσον ἀνάγκης καὶ προαιρέσεως τὸ διάφορον. Ὁ μὲν γὰρ συμβουλεύων ἀφίησι τὸν ἀκούοντα κύριον εἶναι τῆς τῶν πραγμάτων αἱρέσεως ὑπὲρ ὧν ποιεῖται τὴν συμβουλήν· ὅδε κωλύων παραιρεῖται καὶ αὐτὴν τὴν ἐξουσίαν αὐτοῦ. Πρὸς τούτοις ἐγὼ μὲν παραινῶν οὐ κακίζω τὸ πρᾶγμα, οὐδὲ τοῦ μὴ πεισθέντος κατηγορῶ· σὺ δὲ διαβάλλων αὐτό, καὶ φαῦλον εἶναι λέγων, καὶ τὴν τοῦ νομοθετοῦντος, ἀλλ’ οὐ τὴν τοῦ συμβουλεύοντος τάξιν ἁρπάζων, εἰκότως τοὺς μὴ πειθομένους μισεῖς· ἀλλ’ οὐκ ἐγώ, ἀλλὰ θαυμάζω μὲν τοὺς εἰς τοῦτον ἀπογραψαμένους τὸν ἀγῶνα, οὐ κατηγορῶ δὲ τὴν ἔξω τῆς ἀθλήσεως μενόντων. Κατηγορίᾳ γὰρ τότε ἂν γένοιτο δικαίως, ὅταν τις πρὸς τὸ ὡμολογημένον ῥέψῃ κακόν· ὁ δὲ τὸ ἔλαττον μὲν ἔχων ἀγαθὸν τοῦ μείζονος δὲ οὐκ ἐφικνούμενος, τοῦ μὲν ἐπαινεῖσθαι μετ’ ἐκείνου καὶ θαυμάζεσθαι ἀπεστέρηται, κατηγορεῖσθαι δὲ οὐκ ἂν εἴη δίκαιος. Πῶς οὖν κωλύω γαμεῖν, τῶν γαμούντων μὴ κατηγορῶν; Πορνεύειν κωλύω καὶ μοιχεύειν, γαμεῖν δὲ οὐδέποτε. Καὶ τοὺς μὲν ἐκεῖνα τολμῶντας κολάζω, καὶ τοῦ πληρώματος ἀπελαύνω τῆς ἐκκλησίας, τοὺς δὲ τοῦτο ποιοῦντας, εἰ σωφρονοῦσι, καὶ ἐπαινῶν διατελῶ. Οὕτω γὰρ δύο γίνεται τὰ κέρδη, ἓν μὲν τὸ μὴ διαβάλλειν τὴν τοῦ Θεοῦ δημιουργίαν, δεύτερον δὲ τὸ μὴ καθαιρεῖν τὸ τῆς παρθενίας ἀξίωμα, ἀλλὰ πολλῷ σεμνοτέραν ἀποφαίνειν αὐτήν.

ι’. Ὁ μὲν γὰρ τὸν γάμον κακίζων καὶ τὴν τῆς παρθενίας ὑποτέμνεται δόξαν· ὁ δὲ τοῦτον ἐπαινῶν μᾶλλον ἐκείνης ἐπαίρει τὸ θαῦμα καὶ λαμπρότερον ποιεῖ. Τὸ μὲν γὰρ τῇ πρὸς τὸ χεῖρον παραθέσει φαινόμενον καλὸν οὐκ ἂν εἴη σφόδρα καλόν, τὸ δὲ τῶν ὁμολογουμένων ἀγαθῶν ἄμεινον, τοῦτό ἐστι τὸ μεθ’ ὑπερβολῆς καλόν· ὅπερ τὴν παρθενίαν ἀποδείκνυμεν οὖσαν ἡμεῖς. Ὥσπερ οὖν οἱ τὸν γάμον κακίζοντες τοῖς ταύτης ἐγκωμίοις λυμαίνονται, οὕτω διαβολῆς ἀπαλλάττων αὐτὸν οὐ τοῦτον μᾶλλον ἢ τὴν παρθενίαν ἐπῄνεσε. Καὶ γὰρ ἐπὶ τῶν σωμάτων οὐχ ὅσα τῶν πεπηρωμένων, ἀλλ’ ὅσα τῶν ἀρτίων καὶ μηδεμίαν λώβην ἐχόντων ἐστὶν ἀμείνω, ταῦτα ὡραῖα εἶναί φαμεν. Καλὸν ὁ γάμος· καὶ διὰ τοῦτο ἡ παρθενία θαυμαστόν, ὅτι καλοῦ κρεῖττον ἐστι, καὶ τοσούτῳ κρεῖττον, ὅσῳ τῶν ναυτῶν ὁ κυβερνήτης, καὶ τῶν στρατιωτῶν ὁ στρατηγός. Ἀλλ’ ὥσπερ ἐπὶ τοῦ πλοίου τοὺς ἐρέττοντας ἂν ἀφέλῃς, τὸ σκάφος κατέδυσας, καὶ ἐπὶ πολέμου τοὺς στρατιώτας ἂν ἀποστήσῃς, παρέδωκας δεδεμένον τοῖς πολεμίοις τὸν στρατηγόν· οὕτω καὶ ἐνταῦθα ἂν τῆς ἀρίστης τάξεως ἐκβάλλῃς τὸν γάμον, τῆς παρθενίας τὴν δόξαν προὔδωκας, καὶ εἰς ἔσχατον ἤγαγες κακόν. Καλὸν ἡ παρθενία· σύμφημι κἀγώ· ἀλλὰ καὶ τοῦ γάμου κρείττων· καὶ τοῦτο συνομολογῶ. Καὶ εἰ βούλει, καὶ τὸ ὅσον κρείττων προστίθημι, ὅσον τῆς γῆς ὁ οὐρανός, ὅσον τῶν ἀνθρώπων οἱ ἄγγελοι· εἰ δὲ χρὴ τι καὶ βιασάμενον εἰπεῖν, καὶ πλέον. Ἄγγελοι μὲν γάρ, εἰ καὶ μὴ γαμοῦσι μηδὲ ἐκγαμίζονται, ἀλλ’ οὐκ εἰσὶ συμπεπλεγμένοι σαρκὶ καὶ αἵματι, οὐδὲ ἐπὶ τῆς τῆς ἔχουσι τὰς διατριβάς, οὐδὲ ὄχλον ἐπιθυμιῶν ἀνέχονται, οὐδὲ σίτου δέονται καὶ ποτοῦ, οὐδὲ μέλος αὐτοὺς ἡδὺ μαλάξαι δύναιτ’ ἄν, οὐδὲ ὄψις ἐπικάμψαι λαμπρά, οὐδὲ ἄλλο τῶν τοιούτων οὐδέν· ἀλλὰ καθάπερ τὸν οὐρανὸν ἐν μεσημβρίᾳ σταθερᾷ, μηδενὸς ἐνοχλοῦντος νέφους, ἔστιν ἰδεῖν καθαρόν, οὕτω καὶ τὰς ἐκείνων φύσεις, οὐδεμιᾶς ἐνοχλούσης ἐπιθυμίας, μένειν ἀνάγκη διαυγεῖς καὶ λαμπράς.

ια’. Τὸ δὲ τῶν ἀνθρώπων γένος τῶν μακαρίων ἐκείνων τῇ φύσει λειπόμενον βιάζεται τὴν οἰκίαν ἰσχύν, καὶ φιλονεικεῖ διὰ τῆς σπουδῆς κατὰ δύναμιν ἐξισωθῆναι ἐκείνοις. Πῶς οὖν; Οὐ γαμοῦσιν, οὐδὲ γαμίζονται ἄγγελοι· ἀλλ’ οὐδὲ ἡ παρθένος. Παρεστήκασι διαπαντὸς κεῖ λειτουργοῦσι τῷ Θεῷ· τοῦτο καὶ ἡ παρθένος. Διὸ καὶ Παῦλος αὐτὰς πάντων ἀπέστησε τῶν φροντίδων, διὰ τὸ εὐπρόσεδρον καὶ ἀπερίσπαστον. Εἰ δὲ μὴ δύναιντο εἰς τὸν οὐρανὸν ἀναβῆναι τέως, καθάπερ ἐκεῖνοι, τῆς σαρκὸς καθελκούσης αὐτάς, ἀλλὰ καὶ ἐν τούτῳ πολλὴν ἔχουσι τὴν παραμυθίαν, αὐτὸν τὸν τῶν οὐρανῶν ὑποδεχόμεναι Δεσπότην, ἂν ὦσιν ἅγιαι τῷ σώματι καὶ τῷ πνεύματι. Εἶδες τῆς παρθενίας τὸ ἀξίωμα, πῶς τοὺς ἐπὶ τῆς γῆς διατρίβοντας τοῖς ἐν οὐρανοῖς διαιτωμένοις ὁμοίως πολιτεύεσθαι ποιεῖ; Τοὺς σώματα περικειμένους τῶν ἀσωμάτων οὐκ ἀφίησι λείπεσθαι δυνάμεων, ἀνθρώπους ὄντας εἰς τὸν αὐτὸν τῶν ἀγγέλων ἄγει ζῆλον. Ἀλλ’ οὐδὲν τούτων πρὸς ὑμᾶς, τοὺς τοσοῦτο πρᾶγμα λυμαινομένους, καὶ τὸν Δεσπότην διαβάλλοντας, καὶ πονηρὸν ἀποκαλοῦντας. Ἡ γὰρ τοῦ πονηροῦ δούλου κόλασις ὑμᾶς ἐκδέξεται ταῖς δὲ τῆς ἐκκλησίας παρθένοις ἀπαντήσεται τὰ πολλὰ καὶ μεγάλα ἀγαθά, καὶ ὀφθαλμὸν καὶ ἀκοὴν καὶ διάνοιαν ὑπερβαίνοντα τὴν ἀνθρωπίνην. Διόπερ ἐκείνους ἀφέντες (καὶ γὰρ τῶν πρὸς αὐτοὺς εἰρημένων ἅλις), τοῖς τέκνοις τῆς ἐκκλησίας διαλεξώμεθα λοιπὸν

ιβ’. Πόθεν οὖν ἄρξασθαι τοῦ λόγου καλόν; Ἀπ’ αὐτῶν τῶν τοῦ Κυρίου ῥημάτων, ὧν διὰ τοῦ μακαρίου φθέγγεται Παύλου· τὴν γὰρ τούτου παραίνεσιν τοῦ Κυρίου παραίνεσιν εἶναι πιστεύειν χρή. Καὶ γὰρ ὅταν λέγῃ, «Τοῖς γεγαμηκόσι παραγγέλλω, οὐκ ἐγώ, ἀλλ’ ὁ Κύριος»· καὶ πάλιν, «Τοῖς δὲ λοιποῖς ἐγὼ λέγω, οὐχ ὁ Κύριος», οὐχ ὡς ἑτέρων μὲν ὄντων τῶν αὐτοῦ, ἑτέρων δὲ τῶν τοῦ Κυρίου, ταῦτά φησιν. Ὁ γὰρ τὸν Χριστὸν ἔχων ἐν ἑαυτῷ λαλοῦντα, ὁ μηδὲ ζῆν σπουδάζων, ὥστε τὸν Χριστὸν ἐν ἑαυτῷ ζῆν, ὁ καὶ βασιλείαν, καὶ ζωήν, καὶ ἀγγέλους, καὶ δυνάμεις, καὶ κτίσιν ἑτέραν, καὶ πάντα ἁπλῶς δευτέρα τῆς ἀγάπης αὐτοῦ τιθέμενος, πῶς ἂν ἢ φθέγξασθαι ἢ καὶ ἐννοῆσαί τι τῶν οὐ δοκούντων ἠνέσχετο τῷ Χριστῷ, καὶ ταῦτα νομοθετῶν; Τὶ πὸτ’ οὖν ἐστιν ὁ λέγει, Ἐγώ, καί, Οὐκ ἐγώ; Τῶν νόμων καὶ τῶν δογμάτων τοὺς μὲν δι’ ἑαυτοῦ, τοὺς δὲ διὰ τῶν ἀποστόλων ἔδωκεν ἡμῖν ὁ Χριστός. Ὅτι γὰρ οὐ πάντας αὐτὸς δι’ ἑαυτοῦ τίθησιν, ἄκουσον τὶ φησι· «Πολλὰ ἔχω λέγειν ἡμῖν, αλλ’ οὐ δύνασθαι βαστάζειν ἄρτι». Περὶ μὲν οὖν τοῦ, γυναῖκα ἀπὸ ἀνδρὸς χωρίζεσθαι, προλαβὼν αὐτὸς ἐνομοθέτησεν ἡνίκα ἐν σαρκὶ ἐπὶ τῆς γῆς ἦν· καὶ διὰ τοῦτό φησι· «Τοῖς γεγαμηκόσι παραγγέλλω, οὐκ ἐγώ, ἀλλ’ ὁ Κύριος». Τῶν δὲ ἀπίστων ἕνεκεν αὐτὸς μὲν ἡμῖν οὐδὲν εἶπε δι’ ἑαυτοῦ, τὴν δὲ τοῦ Παύλου πρὸς τοῦτο κινήσας ψυχὴν ἐνομοθέτει. Καὶ διὰ τοῦτο ἔλεγεν· «Οὐχ ὁ Κύριος, ἀλλ’ ἐγώ»· οὐ τοῦτο δεῖξαι βουλόμενος, ὅτι ἀνθρώπινον ἦν τὸ λεγόμενον (πῶς γάρ;), ἀλλ’ ὅτι τὴν ἐντολὴν ταύτην οὐχ ἡνίκα παρῆν τοῖς μαθηταῖς αὐτὴν δέδωκεν, ἀλλὰ νῦν δι’ αὐτοῦ. Ὥσπερ οὖν τό, «Ὁ Κύριος, οὐκ ἐγώ», οὐκ ἔστιν ἐναντιουμένου τῷ προστάγματι τοῦ Χριστοῦ, οὕτως τό, «Ἐγώ, οὐχ ὁ Κύριος», οὐκ ἴδιόν τι παρὰ τὸ τῷ Θεῷ δοκοῦν λέγοντος, ἀλλὰ τοῦτο μόνον δεικνύντος, δι’ αὐτοῦ νῦν διδομένην τὴν ἐντολήν. Καὶ γὰρ περὶ τῆς χήρας διαλεγόμενος, «Μακαριωτέρα δὲ ἐστι, φησίν, ἐὰν οὕτω μείνῃ, κατὰ τὴν ἐμὴν γνώμην». Εἶτα ἵνα μή, «Τὴν ἐμὴν γνώμην» ἀκούσας, ἀνθρώπινον εἶναι νομίσῃς τὸν λογισμόν, τῇ προσθήκῃ τὴν ὑποψίαν ἐξέκοψεν, εἰπών· «Δοκῶ δὲ κἀγὼ πνεῦμα Θεοῦ ἔχειν». Ὥσπερ οὖν τὰ τοῦ πνεύματος φθεγγόμενος, αὐτοῦ λέγει γνώμην εἶναι, καὶ οὐ διὰ τοῦτο φήσομεν ἀνθρωπίνην εἶναι τὴν ἀπόφασιν· οὕτω καὶ νῦν, ὅταν εἴπῃ, «Ἐγὼ λέγω, οὐχ ὁ Κύριο», μὴ διὰ τοῦτο Παύλου νομίσῃς εἶναι τὸν λόγον. Τὸν γὰρ Χριστὸν εἶχεν ἐν ἑαυτῷ λαλοῦντα, καὶ οὐκ ἂν ἐτόλμησεν ἐν ἀποφάσει δόγμα θεῖναι τοσοῦτον, εἰ μὴ τὸν νόμον ἡμῖν ἐκεῖθεν ἔφερεν, εἴπερ γὰρ ἂν τις πρὸς αὐτόν· οὐκ ἀνέχομαι εἶναι μετὰ τῆς ἀπίστου πριστὸν ὢν αὐτός, μετὰ τῆς ἐναγοὺς ὁ καθαρός· αὐτὸς προλαβὼν εἶπες ὅτι σὺ ταῦτα λέγεις, οὐχ ὁ Κύριος. Πόθεν οὖν μοι τὸ ἀσφαλὲς καὶ τὸ βέβαιον; Ἀλλ’ εἶπεν ἂν πρὸς αὐτὸν ὁ Παῦλος· μὴ δείσης, διὰ γὰρ τοῦτο εἶπον, ὅτι τὸν Χριστὸν ἔχω λαλοῦντα ἐν ἐμαυτῷ· καὶ ὅτι «Δοκῶ πνεῦμα ἔχειν Θεοῦ», ἵνα μηδὲν ἀνθρώπινον ὑποπτεύσῃς εἶναι τῶν λεγομένων. Εἰ γὰρ μὴ τοῦτο ἦν, οὐκ ἂν τοσαύτην ἔδωκα τοῖς ἐμοῖς λογισμοῖς τὴν ἐξουσίαν. Λογισμοὶ γὰρ ἄνθρωπον δειλοί, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν. Δείκνυσι δὲ καὶ ἡ πανταχοῦ τῆς οἰκουμένης ἐκκλησία τοῦ νόμου τὴν ἰσχὺν μετὰ ἀκριβείας αὐτὸν φυλάττουσα, οὐκ ἂν φυλάξασα, εἰ μὴ πέπειστο ἀκριβῶς εἶναι Χριστοῦ πρόσταγμα τὸ λεχθέν. Τὶ οὖν ὁ Παῦλος ἐνηχούμενος ὑπὸ τοῦ Κυρίου φησί; «Περὶ δὲ ὧν ἐγράψατέ μοι, καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι». Ἀποδέξαιτο ἂν τις ἐνταῦθα τοὺς Κορινθίους, ὅτι μηδεμίαν ποτὲ παρὰ τοῦ διδασκάλου δεξάμενοι συμβουλὴν περὶ παρθενίας, αὐτοὶ φθάσαντες ἐρωτῶσιν αὐτόν. Ἐντεῦθεν ἤδη δείκνυσι τὴν ἀπὸ τῆς χάριτος ἐπίδοσιν γενομένην αὐτοῖς· ἀπὸ γὰρ τῆς Παλαιᾶς Διαθήκης οὐκ ἦν τὸ πρᾶγμα ἀμφίβολον· οὐ γὰρ μόνον οἱ λοιποὶ πάντες, ἀλλὰ καὶ Λευΐται καὶ ἀρχιερεῖς καὶ αὐτὸς ὁ μέγας ἀρχιερεὺς πολλὴν ἐποιεῖτο τοῦ γάμου σπουδήν.

ιγ’. Πόθεν οὖν ἦλθον ἐπὶ τὴν ἐρώτησιν; Εἶδον τοῦτο ὀξέως ἐκεῖνοι καὶ καλῶς, ὅτι μείζονος αὐτοῖς ἔδει τῆς ἀρετῆς, ἐπειδὴ καὶ μείζονος ἠξιώθησαν τῆς δωρεᾶς. Ἄξιον δὲ ἐξετάσαι κἀκεῖνο, διὰ τῇ μηδέποτε αὐτοῖς ταύτην εἰσηγήσατο τὴν συμβουλήν. Οὐ γὰρ ἄν, εἲ γε ἤκουσάν τι τοιοῦτον, πάλιν ἂν ἔγραψαν, ὑπὲρ τῶν τοιούτων αὖθις ἐρωτῶντες. Καὶ γὰρ καὶ ἐνταῦθα τὸ βάθος τῆς σοφὰς ἔστι τοῦ Παύλου κατανοῆσαι. Οὐ γὰρ ἁπλῶς οὐδὲ εἰκῆ παρῆκε πράγματος τοσούτου παραίνεσιν, ἀλλ’ ἀνέμενε πρώτους αὐτοὺς εἰς ἐπιθυμίαν ἐλθεῖν, καὶ ἔννοιάν τινα περὶ τοῦ πράγματος τούτου λαβεῖν, ἳν’ ᾠκειωμένας αὐτῶν ἤδη τῇ παρθενίᾳ λαβὼν λαβὼν τὰς ψυχάς, χρησίμως τοὺς περὶ τούτων κατασπείρῃ λόγους, τῆς τῶν ἀκουόντων περὶ τὸ πρᾶγμα σχέσεως πολλὴν εὐκολίαν πρὸς τὴν τῆς παραινέσεως ὑποδοχὴν παρεχούσης· καὶ ἄλλως δὲ τὸ τοῦ πράγματος δείκνυσι μέγεθος καὶ τὸν ὄγκον πολύν,. Οὐδὲ γὰρ ἄν, εἰ μὴ τοῦτο ἦν, τὴν ἐκείνων ἂν περιέμενε προθυμίαν, ἀλλὰ προλαβὼν αὐτὸς ἂν εἰσηγήσατο, εἰ καὶ μὴ ὡς ἐπίταγμα, μηδὲ ὡς ἐντολήν, ἀλλ’ ὡς παραίνεσιν καὶ συμβουλήν. Ὁ δὲ μηδὲ τοῦτο ἀνασχόμενος ποιῆσαι πρῶτος φανερὸν ἡμῖν κατέστησεν, ὅτι πολλῶν ἱδρώτων καὶ μεγάλης ἡ παρθένια δεῖται τῆς ἀγωνίας· καὶ ἐνταῦθα δὲ τὸν κοινὸν ἡμῶν Δεσπότην μιμούμενος οὕτως ἐποίησε. Καὶ γὰρ ἐκεῖνος τότε διελέχθη περὶ τῆς παρθενίας, ὅτε αὐτὸν οἱ μαθηταὶ ἤροντο. Εἰπόντων γάρ, «Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός, συμφέρει μὴ γαμῆσαι»· τότε ἔφησεν. «Εἰσιν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν». Ὅταν γὰρ μέγα ᾖ τὸ κατορθούμενον, καὶ διὰ τοῦτο μηδὲ εἰς ἐντολῆς ἀνάγκην κατακλείηται, τότε τῶν μελλόντων κατορθοῦν τὴν προθυμίαν ἀναμένειν χρή, ἑτέρῳ τινὶ τρόπῳ καὶ ἀνυπόπτως τὸ θελῆσαι καὶ βουληθῆναι κατασκευάζοντας ἐν αὐτοῖς· ὥσπερ οὖν ὁ Χριστὸς ἐποίησεν. Οὐ γὰρ ἀπὸ τῶν περὶ παρθενίας αὐτοὺς ἐπιθυμίαν ἐνέβαλεν, ἀλλὰ περὶ τοῦ γάμου μόνον διαλεχθείς, καὶ τὸ βάρος τοῦ πράγματος δείξας, καὶ μέχρι τούτου στήσας τὸν λόγον, οὕτω σαφῶς ᾠκονόμησεν, ὡς τοὺς μηδὲν περὶ τοῦ μὴ γαμεῖν ἀκούσαντας αὐτοὺς ἀφ’ ἑαυτῶν εἰπεῖν, ὅτι «Συμφέρει μὴ γαμεῖν». Διὰ τοῦτο οὖν καὶ ὁ Παῦλος ἔλεγεν, ὁ τοῦ Χριστοῦ μιμητής· «Περὶ δὲ ὧν ἐγράψατέ μοι»· μόνον οὐκ ἀπολογούμενος αὐτοῖς διὰ τούτων, καὶ λέγων, ὅτι, Ἐγὼ μὲν ἐπὶ τὴν ὑψηλὴν ταύτην κορυφὴν οὐκ ἐτόλμων ὑμᾶς ἀγαγεῖν διὰ τὸ τοῦ πράγματος δυσκατόρθωτον· ἐπειδὴ δὲ αὐτοὶ φθάσαντες ἐγράψατέ μοι, μετὰ τοῦ θαῤῥεῖν ποιοῦμαι τὴν συμβουλήν. Διὰ τὶ γὰρ ὑπὲρ πολλῶν γραψάντων ἐκείνων οὐδαμοῦ τοῦτο προσέθηκε; Δι’ οὐδὲν ἕτερον ἢ διὰ τοῦτο ὅπερ εἶπον νῦν· ἵνα γὰρ μὴ τις δυσχεράνῃ τὴν παραίνεσιν, τῶν γραμμάτων αὐτούς, ὧν ἔπεμψαν, ὑπομιμνῄσκει· καὶ οὐδὲ οὕτω μετὰ σφοδρότητος κέχρηται τῇ παραινέσει, καὶ ταῦτα τοσαύτην λαβὼν ἀφορμήν, ἀλλὰ καὶ ἄγαν ὑφειμένως, κἂν τούτῳ μιμούμενος τὸν Χριστόν. Καὶ γὰρ ὁ Σωτὴρ μετὰ τὸ πληρῶσαι τὸν περὶ τῆς παρθενίας λόγον προσέθηκεν· «Ὁ δυνάμενος χωρεῖν χωρείτω». Τὶ οὖν φησι; «Περὶ δὲ ὧν ἐγράψατέ μοι, καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι».

ιδ’. Ἀλλ’ ἴσως εἴποι τις ἄν· Καὶ εἰ καλὸν γυναικὸς μὴ ἅπτεσθαι, τινὸς ἕνεκεν γάμος ἐπεισῆλθε τῷ βίῳ; Ποῦ δὲ λοιπὸν χρησόμεθα τῇ γυναικί, μήτε εἰς γάμον, μήτε εἰς παιδοποιίαν ἡμῖν χρησιμευούσῃ; Τὶ δὲ κωλύσει τὸ τῶν ἀνθρώπων ἅπαν ἀφανισθῆναι γένος, τοῦ μὲν θανάτου καθ’ ἑκάστην αὐτὸ τὴν ἡμέραν ἐπινεμομένου καὶ κόπτοντος, τοῦ δὲ λόγου τούτου οὐκ ἐῶντος ἀντὶ τῶν πιπτόντων ἑτέρους ἀνίστασθαι; Εἰ γὰρ τὸ καλὸν τοῦτο ζηλώσαιμεν ἅπαντες, καὶ μὴ ἁψαίμεθα γυναικῶν πάντα οἰχήσεται, καὶ πόλεις, καὶ οἰκίαι, καὶ ἀγροί, καὶ τέχναι, καὶ ζῷα, καὶ φυτά. Καθάπερ γὰρ τοῦ στρατηγοῦ πεσόντος πᾶσα ἀνάγκη τοῦ στρατεύματος διασπασθῆναι τὴν εὐταξίαν, οὕτω τοῦ πάντων τῶν ἐπὶ τῆς βασιλεύοντος ἀνθρώπου διὰ τοῦ μὴ γαμεῖν ἀφανισθέντος, οὐδὲν τῶν λοιπῶν ἐπὶ τῆς αὐτῆς ἀσφαλείας καὶ εὐταξίας διαμενεῖ, καὶ τὸ καλὸν τοῦτο παράγγελμα μυρίων ἐμπλήσει τὴν οἰκουμένην κακῶν. Ἐφῶ δέ, εἰ μὲν τῶν ἐχθρῶν καὶ ἀπίστων ἦν ταυτὶ μόνον τὰ ῥήματα, βραχὺν ἂν αὐτῶν ἐποιησάμην λόγον· ἐπειδὴ δὲ καὶ τῶν εἰς τὴν Ἐκκλησίαν δοκούντων συντελεῖν πολλοὶ ταῦτα φθέγγονται, δι’ ἀσθένειαν μὲν προαιρέσεως ἀπολειφθέντες τῶν ὑπὲρ τῆς παρθενίας ἱδρώτων, τῷ δὲ τὸ πρᾶγμα κακίζειν καὶ περιττὸν ἀποφαίνειν βουλόμενοι συσκιάζειν τὴν ἑαυτῶν ῥαθυμίαν, ἵνα μὴ δοκῶσι δι’ ὀλιγωρίαν, ἀλλὰ διὰ κρίσιν ὀρθὴν λογισμῶν τῶν ἀγώνων ὑστερηκέναι τούτων, φέρε τοὺς ἐχθροὺς ἀφέντες («Ψυχικὸς γὰρ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος· μωρία γὰρ αὐτῷ ἐστιν»), τοὺς προσποιουμένους εἶναι μεθ’ ἡμῶν, διδάξωμεν ἀμφότερα, ὡς οὔτε τὸ πρᾶγμα περιττόν, ἀλλὰ καὶ σφόδρα χρήσιμον καὶ ἀναγκαῖόν ἐστιν, οὔτε αὐτοῖς ἀζήμιος ἡ τοιαύτη κατηγορίᾳ, ἀλλὰ τοσοῦτον αὐτοῖς οἴσει τὸν κίνδυνον, ὅσον τοῖς κατορθοῦσι τὸν μισθὸν καὶ τὸν ἔπαινον. Ἐπειδὴ γὰρ ὁ σύμπας οὗτος κόσμος ἀπήρτιστο, καὶ πάντα ηὐτρέπιστο τὰ πρὸς ἀνάπαυσιν καὶ χρῆσιν τὴν ἡμετέραν, ἔπλασε τὸν ἄνθρωπον ὁ Θεός, δι’ ὃν καὶ τὸν κόσμον ἐποίησε. Πλασθεὶς δὲ ἐκεῖνος ἔμεινεν ἐν παραδείσῳ, καὶ γάμου λόγος οὐδεὶς ἦν· ἐδέησεν αὐτῷ γενέσθαι καὶ βοηθόν, καὶ ἐγένετο· καὶ οὐδὲ οὕτως ὁ γάμος ἀναγκαῖος ἐδόκει. Ἀλλ’ οὐδὲ ἐφαίνετό πω, ἀλλ’ ἔμενον ἐκεῖνοι τοῦτο χωρὶς καθάπερ ἐν οὐρανῷ τῷ παραδείσῳ διαιτώμενοι, καὶ ἐντρυφῶντες τῇ πρὸς Θεὸν ὁμιλίᾳ· μίξεως δὲ ἐπιθυμία καὶ σύλληψις καὶ ὠδῖνες καὶ τόκοι καὶ πᾶν εἶδος φθορᾶς ἐξώριστο τῆς ἐκείνων ψυχῆς· ὥσπερ δὲ ρεῖθρον διειδὲς ἐκ καθαρᾶς πηγῆς προϊόν, οὕτως ἦσαν ἐν ἐκείνῳ τῷ χωρίῳ τῇ παρθενία κοσμούμενοι. Καὶ πᾶσα τότε ἡ γῇ ἔρημος ἦν ἀνθρώπων· τοῦτο ὃ νῦν δεδοίκασιν οὗτοι οἱ τῆς οἰκουμένης μεριμνηταί, οἱ τὰ μὲν ἑτέρων σπουδαίως μεριμνῶντες, τὰ δὲ ἑαυτῶν οὐδὲ ἐννοεῖν ἀνεχόμενοι καὶ ὑπὲρ μὲν τοῦ κοινοῦ τῶν ἀνθρώπων δεδοικότες γένους μὴ ποτε ἐπιλείπῃ· τῆς δὲ ἰδίας ἕκαστος ὡς ἀλλοτρίας οὕτως ἀμελοῦντες ψυχῆς, καὶ ταῦτα μέλλοντες ὑπὲρ μὲν ταύτης καὶ τῶν μικροτάτων ἕνεκεν ἀκριβεῖς ἀπαιτεῖσθαι τὰς εὐθύνας, ὑπὲρ δὲ τῆς τῶν ἀνθρώπων ὀλιγότητος οὐδὲ τὸν τυχόντα λόγον ὑφέξειν. Οὐκ ἦσαν τότε πόλεις, οὐδὲ τέχναι, οὐδὲ οἰκίαι· καὶ γὰρ καὶ τούτων ἡμῖν οὐχ ὡς ἔτυχε μέλει· ἀλλ’ οὐκ ἦν τότε ταῦτα, καὶ ὅμως τὴν μακαρίαν ἐκείνην ζωὴν καὶ πολλῷ ταύτης ἀμείνω οὐδὲν οὔτε ἐνεπόδιζεν, οὔτε ἐνέκοπτεν. Ἐπειδὴ δὲ παρήκουσαν τοῦ Θεοῦ, καὶ ἐγένετο γῆ καὶ σποδός, ἀπώλεσαν μετὰ τῆς μακαρίας ἐκείνης διαγωγῆς καὶ τὸ τῆς παρθενίας καλόν, καὶ μετὰ τοῦ Θεοῦ, καὶ αὐτὴ καταλιποῦσα αὐτοὺς ἐνεχώρησεν. Ἕως μὲν γὰρ ἦσαν ἀνάλωτοι τῷ διαβόλῳ, καὶ τὸν Δεσπότην ᾐδοῦντο τὸν αὐτῶν, παρέμενε καὶ ἡ παρθενία κοσμοῦσα αὐτοὺς μᾶλλον ἢ τοὺς βασιλεῖς τὸ διάδημα καὶ τὰ ἱμάτια τὰ χρυσᾶ· ἐπειδὴ δὲ αἰχμάλωτοι γενόμενοι τὴν βασιλικὴν ταύτην ἀπεδύσαντο στολήν, καὶ τὸν οὐράνιον ἀπέθεντο κόσμον, ἐδέξαντο δὲ τὴν ἀπὸ τοῦ θανάτου φθοράν, καὶ τὴν ἀράν, καὶ τὴν ὀδύνην, καὶ τὸν ἐπίπονον βίον, τότε ὁ γάμος ἐπεισέρχεται μετὰ τούτων, τὸ θνητὸν τοῦτο κεῖ δουλικὸν ἱμάτιον. «Ὁ γὰρ γαμήσας, φησί, μεριμνᾶ τὰ τοῦ κόσμου». Ὁρᾷς πόθεν ἔσχε τὴν ἀρχὴν ὁ γάμος πόθεν ἀναγκαῖος ἔδοξεν εἶναι; Ἀπὸ τῆς παρακοῆς, ἀπὸ τῆς ἀρᾶς ἀπὸ τοῦ θανάτου. Ὅπου γὰρ θάνατος, ἐκεῖ γάμος· τούτου δὲ οὐκ ὄντος οὐδὲ οὗτος ἕπεται. Ἀλλ’ οὐχ ἡ παρθενία ταύτην ἔχει τὴν ἀκολουθίαν, ἀλλ’ ἀεὶ χρήσιμον, ἀεὶ καλὸν καὶ μακάριον, καὶ πρὸ τοῦ θανάτου καὶ μετὰ τὸν θάνατον, καὶ πρὸ τοῦ γάμου καὶ μετὰ τὸν γάμον. Ποῖος γάρ, εἰπὲ μοι, γάμος ἀπέτεκε τὸν Ἀδάμ, ποῖαι τὴν Εὔαν ὠδῖνες; Οὐκ ἂν ἔχοις εἰπεῖν. Τὶ οὖν δέδοικας εἰκῆ καὶ τρέμεις, μὴ παυσαμένου τοῦ γάμου καὶ τὸ τῶν ἀνθρώπων παύσηται γένος; Μύριαι μυριάδες ἀγγέλων λειτουργοῦσι τῷ Θεῷ, χίλιαι χιλιάδες ἀρχαγγέλων παρεστᾶσιν αὐτῷ, καὶ οὐδεὶς τούτων γέγονεν ἐκ διαδοχῆς, οὐδὲ ἐκ τόκων καὶ ὠδίνων καὶ συλλήψεως. Οὐκοῦν πολλῷ μᾶλλον ἀνθρώπους ἀποίησεν ἂν γάμου χωρίς, ὥσπερ οὖν καὶ ἐποίησε τοὺς πρώτους, ὅθεν ἅπαντες ἄνθρωποι.

ιε’. Καὶ νῦν δὲ οὐχ ἡ τοῦ γάμου δύναμις τὸ γένος συγκροτεῖ τὸ ἡμέτερον, ἀλλ’ ὁ τοῦ Κυρίου λόγος ὁ παρὰ τὴν ἀρχὴν εἰπών, «Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν». Τὶ γάρ, εἰπὲ μοι, τὸν Ἀβραὰμ εἰς παιδοποιίαν τὸ πρᾶγμα ὤνησεν; Οὐκ ἐπὶ τοσούτοις αὐτῷ χρησάμενος ἔτεσι, ταύτην ὕστερον ἀφῆκε τὴν φωνήν· «Δέσποτα, τὶ μοι δώσεις; Ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος». Ὥσπερ οὖν τότε ἀπὸ νεκρῶν σωμάτων τοσαύταις μυριάσι δέδωκεν ὑπόθεσιν καὶ ῥίζαν ὁ Θεός, οὕτω καὶ παρὰ τὴν ἀρχήν, εἰ τοῖς προστάγμασιν αὐτοῦ πεισθέντες οἱ περὶ τὸν Ἀδὰμ τῆς ἡδονῆς ἐκράτησαν τοῦ ξύλου, οὐκ ἂν ἠπόρησεν ὁδοῦ δι’ ἧς τὸ τῶν ἀνθρώπων γένος αὐξήσει. Οὔτε γὰρ ὁ γάμος μὴ βουλομένου Θεοῦ δυνήσεται ποιῆσαι πολλοὺς τοὺς ὄντας ἀνθρώπους, οὐδὲ ἡ παρθένια, βουλομένου πολλοὺς εἶναι, λυμανεῖται τὸ πλῆθος. Ἀλλ’ οὕτως ἐβουλήθη, φησί, δι’ ἡμᾶς καὶ διὰ τὴν ἀπείθειαν τὴν ἡμετέραν. Διὰ τὶ γὰρ μὴ πρὸ τῆς ἀπάτης ὁ γάμος ἐφάνη; Διὰ τὶ μὴ ἐν παραδείσῳ ἡ μίξις; Διὰ τὶ μὴ πρὸ τῆς ἄρας ὠδῖνες; Ὅτι ταῦτα τότε μὲν περιττά, ὕστερον δὲ γέγονεν ἀναγκαῖα διὰ τὴν ἡμετέραν ἀσθένειαν καὶ ταῦτα καὶ τὰ ἀλλὰ ἅπαντα, αἱ πόλεις, αἱ τέχναι, ἡ τῶν ἱματίων περιβολή, ὁ λοιπὸς τῶν χρειῶν ὄχλος. Ταῦτα γὰρ ἅπαντα ἐπισυρόμενος εἰσήλασεν ὁ θάνατος μεθ’ ἑαυτοῦ. Μὴ τοίνυν ὃ διὰ τὴν ἀσθένειαν συνεχωρήθη τὴν σήν, τοῦτο τῆς παρθενίας προτίμα, μᾶλλον δὲ μηδὲ ἐν ἴσῳ τίθεσο· ἐπεὶ κατὰ τοῦτον προϊὼν τὸν λόγον καὶ τὸ δύο γυναῖκας ἔχειν τοῦ μιᾷ ἀρκεῖσθαι μόνον ἄμεινον εἶναι φήσεις, ἐπειδὴ καὶ τοῦτο συγκεχώρητο ἐν τῷ νόμῳ Μωϋσέως· καὶ τὸν πλοῦτον δὲ οὕτως τῆς ἑκουσίου προτιμήσεις πενίας, καὶ τὴν τρυφὴν τῆς σώφρονος διαίτης, καὶ τὸ ἀμύνεσθαι τοῦ φέρειν τὸν ἀδικοῦντα γενναίως.

ιϚ’. Σὺ δὲ αὐτὰ κακίζεις, φησί. Κακίζω μὲν οὐδαμῶς. Θεὸς γὰρ αὐτὰ συνεχώρησε, καὶ γέγονεν ἐν καιρῷ χρήσιμα· μικρὰ δὲ αὐτὰ εἶναί φημι, καὶ παίδων κατορθώματα μᾶλλον ἢ ἀνδρῶν. Καὶ διὰ τοῦτο ἡμᾶς τελείους ὁ Χριστὸς δημιουργῆσαι βουλόμενος, ἐκεῖνα μὲν ἀποθέσθαι ἐκέλευσεν, ὥσπερ ἱμάτια παιδία καὶ οὐ δυνάμενε περιβαλεῖν τὸν ἄνδρα τὸν τέλειον, οὐδὲ τὸ μέτρον κοσμῆσαι τῆς ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ· τὰ δὲ ἐκείνων εὐπρεπέστερα καὶ τελειότερα περιθέσθαι ἐκέλευσεν, οὐκ ἀντινομοθετῶν ἑαυτῷ, ἀλλὰ καὶ σφόδρα ἀκολουθῶν. Εἰ γὰρ καὶ τὰ προστάγματα ταῦτα ἐκείνων μείζω, ἀλλὰ τοῦ νομοθέτου σκοπὸς ὁ αὐτός. Τὶς οὖν ἐστιν οὗτος; Περικόψαι τὴν κακίαν τῆς ἡμετέρας ψυχῆς, καὶ πρὸς τὴν τελείαν αὐτὴν ἀγαγεῖν ἀρετήν. Εἰ τοίνυν τοῦτο ἐσπουδάκει, οὐ τὸ μείζονα ἐπιτάξαι τῶν προτέρων, ἀλλὰ τὸ ἐν τοῖς αὐτοῖς ἀφεῖναι διαπαντός, καὶ μηδέποτε τῆς εὐτελείας ἀπαλλάξαι ἐκείνης, τοῦτο ἐναντιουμένου σφόδρα ἦν ἑαυτῷ. Ὥσπερ γὰρ εἰ παρὰ τὴν ἀρχήν, ὅτε νηπιωδέστερον τὸ τῶν ἀνθρώπων διέκειτο γένος, τὴν ἐπιτεταμένην ταύτην ἐνομοθέτησε πολιτείαν, οὐδ’ ἂν τὴν σύμμετρον ἐδεξάμεθά ποτε, ἀλλὰ πάντα τὰ τῆς σωτηρίας ὑμῖν ὑπὸ ταύτης ἂν τῆς ἀμετρίας διέφθαρτο· οὕτως εἰ μετὰ τὸν πολὺν χρόνον ἐκεῖνον καὶ τὴν ἀπὸ τοῦ νόμου παιδαγωγίαν, τοῦ καιροῦ ἐπὶ τὴν οὐράνιον ταύτην καλοῦντος φιλοσοφίαν, εἴασε μένειν ἐπὶ τῆς γῆς, οὐδὲν ἂν μέγα κ τῆς συγκαταβάσεως ἐκαρπωσάμεθα ἐκείνης, τῆς τελειότητος, δι’ ἣν ἡ συγκατάβασις γέγονε, μὴ παραγενομένης ἡμῖν.

ιζ’. Νῦν δὲ παρόμοιον γέγονεν οἷον ἐπὶ τῶν νεοττῶν. Καὶ γὰρ ἐκείνους ὅταν ἐκθρέψῃ ἡ μήτηρ, προάγει μὲν τῆς καλιᾶς· ἂν δὲ ἀσθενοῦντας ἴδῃ καὶ καταπίπτοντας καὶ δεομένους ἔτι τῆς ἔνδον μόνης, ἀφίησιν ἔτι πλείους ἡμέρας, οὐχ ἵνα διαπαντὸς ἔνδον μένωσιν, ἀλλ’ ἵνα παγέντων αὐτοῖς καλῶς τῶν πτερῶν, καὶ τῆς ἰσχύος προσγενομένης ἁπάσης, μετὰ ἀσφαλείας λοιπὸν τῆς πτήσεως ἔχωνται. Οὕτω καὶ ὁ Κύριος ἡμῶν ἐξ ἀρχῆς μὲν εἷλκεν ἐπὶ τὸν οὐρανόν, καὶ τὴν ἐκεῖ φέρουσαν ὁδὸν ἐδείκνυ, οὐκ ἀγνοῶν μέν, ἀλλὰ καὶ σφόδρα εἰδώς, ὅτι οὐκ ἀρκέσομεν πρὸς τὴν πτῆσιν ἐκείνην, δεῖξαι δὲ ἡμῖν βουλόμενος, ὅτι οὐ παρὰ τὴν αὐτοῦ βούλησιν, ἀλλὰ παρὰ τὴν ἡμετέραν ἀσθένειαν τὸ πτῶμα γίνεται. Ἐπειδὴ δὲ ἔδειξεν, οὕτω λοιπὸν ἀφίησιν ὥσπερ ἐν καλιᾷ τῷ κόσμῳ τούτῳ καὶ τῷ γάμῳ τρέφεσθαι χρόνον πολύν. Ὡς δὲ ἡμῖν ἐν τῷ πολλῷ χρόνων τὰ τῆς ἀρετῆς ἔφυ πτερά, τότε ἠρέμα καὶ κατὰ μικρὸν ἐλθὼν ἐξήγαγε τῆς ἐνταῦθα μόνης, διδάσκων ὑψηλότερα πέτασθαι, οἱ μὲν οὖν ἔτι νωθρότερον διακείμενοι, καὶ τὸν βαθὺν ὕπνον καθεύδοντες, ἐμφιλοχωροῦσιν ἔτι τῇ καλιᾷ, τοῖς τοῦ κόσμου προσηλωμένοι πράγμασιν· οἱ δὲ ὄντως γενναῖοι, καὶ τοῦ φωτὸς ἐρασταί, μετὰ πολλῆς εὐκολίας ἀφέντες αὐτήν, πρὸς τὰ μετέωρα πέτανται, καὶ τῶν οὐρανῶν ἔχονται, πάντα ἐπὶ τῆς γῆς, καταλείψαντες, τὸν γάμον, τὰ χρήματα, τὰς φροντίδας, τὰ ἄλλα πάντα ὅσα πρὸς τὴν γῆν ἡμᾶς καθελεῖν εἴωθε. Μὴ τοίνυν τὴν ἐξ ἀρχῆς γενομένην ἐπιτροπὴν τοῦ γάμου, ταύτην ἀνάγκην εἰς τὸ ἑξῆς εἶναι νομίζωμεν, κωλύουσαν ἀναχωρεῖν τοῦ γάμου· ὅτι γὰρ ἡμᾶς αὐτὸν ἀφεῖναι βούλεται, ἄκουσον τὶ φησιν· «Ὁ δυνάμενος χωρεῖν χωρείτω». Εἰ δὲ μὴ παρὰ τὴν ἀρχὴν τοῦτο ἐπέταξε, μὴ θαυμάσῃς. Οὐδὲ γὰρ ἰατρὸς πάντα ὑφ ἓν τοῖς κάμνουσι καὶ κατὰ τὸν αὐτὸν καιρὸν προστάττει, ἀλλ’ ὅταν μὲν ὑπὸ τοῦ πυρετοῦ κατέχωνται, τῆς στερεᾶς αὐτοὺς ἀπείργει τροφῆς· ὄαν δὲ ἀποθῶνται ἐκεῖνο τὸ πῦρ καὶ τὴν ἀπ’ αὐτοῦ τῷ σώματι προσγενομένην ἀσθένειαν, τότε λοιπὸν ἀπαλλάξας αὐτοὺς τῶν δυσαρέστων σιτίων ἐπὶ τὴν συνήθη φέρει δίαιταν. Ὥσπερ δὲ ἐν τοῖς σώμασι τὰ στοιχεῖα πρὸς ἄλληλα στασιάζοντα κατὰ τὸ πλέον ἢ ἔλαττον τὴν νόσον ἐργάζεται, οὕτω καὶ ἐπὶ τῆς ψυχῆς αἱ τῶν παθῶν ἀμετρίαι διαφθείρουσι τὴν ὑγίειαν αὐτῆς· καὶ δεῖ μάλιστα καιροῦ τοῦ καταλλήλως τοῖς ὑποκειμένοις πάθεσιν ἔχειν τὸ πρόσταγμα, ὡς τούτων ἄνευ ἀμφοτέρων οὐκ ἂν ἀρκέσειε νόμος καθ’ ἑαυτὸν διορθῶσαι τὴν ἐν τῇ ψύχῃ γενομένην διαστροφῇ, ὥσπερ οὖν οὐδὲ ἡ τῶν φαρμάκων φύσις αὕτη καθ’ ἑαυτὴν δύναιτ’ ἂν ἕλκος ἀφανίσαι ποτέ· ὅπερ γὰρ ἐπὶ τῶν τραυμάτων τὰ φάρμακα, τοῦτο ἐπὶ τῶν ἁμαρτημάτων οἱ νόμοι. Σὺ δὲ ἰατρὸν νῦν μὲν τέμνοντα, νῦν δὲ καίοντα, νῦν δὲ οὐδέτερον τούτων ποιοῦντα ἐπὶ τῶν αὐτῶν πολλάκις τραυμάτων, οὐ πολυπραγμονεῖς, καὶ ταῦτα πολλάκις ἀποσφαλέντα τοῦ τέλους· τὸν δὲ Θεὸν ἄνθρωπος ὧν, τὸν οὐδαμοῦ μὲν διαμαρτόντα, πάντα δὲ ἀξίως τῆς οἰκεῖς οἰκονομοῦντα σοφαῖς, περιεργάσῃ καὶ τῶν προσταγμάτων εὐθύνας ἀπαιτήσεις, καὶ οὐ παραχωρήσεις τῷ τῆς σοφίας ἀπείρῳ; Καὶ πῶς οὐκ ἐσχάτης ταῦτα παραπληξίας; Εἶπεν, «Αὐξάνεσθε καὶ πληθύνεσθε». Τοῦτο γὰρ ὁ καιρὸς ἀπῄτει, τῆς φύσεως μαινονμενης, μαινομένης, καὶ τὸν τῶν παθῶν οἴστρων μὴ δυναμένης ἐνεγκεῖν, οὐδὲ ἐχούσης εἰς ἕτερόν τινα λιμένα καταφυγεῖν ἐν ἐκείνῃ τῇ ζάλῃ. Ἀλλὰ τὶ κελεύειν ἐχρῆν; Ἐν ἐγκρατείᾳ καὶ παρθενίᾳ διάγειν; Ἀλλὰ τοῦτο μεῖζον ἂν τὸ πτῶμα εἰργάσατο, καὶ τὴν φλόγα σφοδροτέραν ἐποίησε. Καὶ γὰρ τοὺς γάλακτος μόνου δεομένους παῖδας εἶ τις ἐκείνης ἀπαγαγὼν τῆς τροφῆς, τῆς ἀνδράσι προσηκούσης ἀναγκάζοι μεταλαμβάνειν, οὐδὲν τὸ κωλῦον αὐτοὺς ἀπολέσθαι εὐθέως. Τοσοῦτον ἡ ἀκαιρία κακόν. Διὰ ταῦτα ἐξ ἀρχῆς οὐκ ἐδόθη ἡ παρθενία· μᾶλλον δὲ ἡ παρθενία μὲν ἐξ ἀρχῆς καὶ τοῦ γάμου προτέρα ἡμῖν ἐφάνη· διὰ ταῦτα δὲ ἐπεισῆλθεν ὕστερον ὁ γάμος, καὶ πρᾶγμα ἀναγκαῖον ἐνομίζετο εἶναι, ὡς εἲ γε ἔμεινεν ὑπακούων ὁ Ἀδάμ, οὐκ ἂν ἐδέησε τούτου. Καὶ πῶς ἄν, φησίν, αἱ τοσαῦται μυριάδες ἐγένοντο; Ἐγὼ δὲ σε πάλιν ἐρωτῶ, ἐπειδὴ σε σφόδρα παρέμεινε κατασείων οὗτος ὁ φόβος, πῶς ὁ Ἀδάμ, πῶς δὲ ἡ Εὔα, μὴ μεσιτεύοντος γάμου; Τὶ οὖν; Οὕτως, φησίν, ἔμελλον ἅπαντες ἄνθρωποι γίνεσθαι; Εἴτε οὕτως, εἴτε ἑτέρως, οὐκ ἔχω λέγειν· τὸ γὰρ ζητούμενον νῦν, ὅτι γάμου οὐκ ἔδει τῷ Θεῷ πρὸς τὸ πολλοὺς ποιῆσαι τοὺς ἐπὶ τῆς γῆς ἀνθρώπου.

ιη’. Ὅτι δὲ οὐχ ἡ παρθενία ποιεῖ τὸ τῶν ἀνθρώπων γένος ἐπιλιπεῖν, ἀλλ’ ἡ ἁμαρτία καὶ αἱ ἄτοποι μίξεις, ἔδειξεν ὁ κατὰ τὸν Νῶε γενόμενος ἀφανισμὸς καὶ ἀνθρώπων καὶ κτηνῶν καὶ πάντων ἁπλῶς τῶν ἐμπνεόντων ἐπὶ τῆς γῆς. Εἰ γὰρ ἔστησαν πρὸς τὴν ἄτοπον τότε ἐπιθυμίαν ἐκείνην οἱ υἱοὶ τοῦ Θεοῦ, καὶ τὴν παρθενίαν ἐτίμησαν, εἰ μὴ εἶδον ἀδίκοις ὄμμασι τὰς θυγατέρας τῶν ἀνθρώπων, οὐκ ἂν αὐτοὺς ὁ τοσοῦτος κατέλαβεν ὄλεθρος. Καὶ μὴ μὲ τις οἰέσθω τῆς ἀπωλείας αὐτῶν αἰτιᾶσθαι τὸν γάμον· οὐ γὰρ τοῦτό φημι νῦν, ἀλλ’ ὅτι τὸ ἀπολλύναι καὶ διαφθείρειν τὸ γένος τὸ ἡμέτερον, οὐ τῆς παρθενίας, ἀλλὰ τῆς ἁμαρτίας ἐστίν.

ιθ’. Ἐδόθη μὲν οὖν καὶ παιδοποιίας ἕνεκεν ὁ γάμος· πολλῷ δὲ πλέον ὑπὲρ τοῦ σβέσαι τὴν τῆς φύσεως πύρωσιν. Καὶ μάρτυς ὁ Παῦλος, λέγων· «Διὰ δὲ τὰς πορνείας ἕκαστος τῆς ἑαυτοῦ γυναῖκα ἐχέτω»· οὐ διὰ τὰς παιδοποιίας· καὶ πάλιν ἐπὶ τὸ αὐτοῦ συνέρχεσθαι κελεύει, οὐχ ἵνα πατέρες γένωνται παίδων πολλῶν· ἀλλὰ τί; «Ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ σατανᾶς», φησί. Καὶ προελθὼν δὲ οὐκ εἶπεν, «Εἰ δὲ ἐγκρατεύονται, γαμησάτωσαν». Παρὰ μὲν γὰρ τὴν ἀρχήν, ὅπερ ἔφην, δύο ταύτας εἶχε τὰς ὑποθέσεις· ὕστερον δέ, πληρωθείσης καὶ τῆς γῆς καὶ τῆς θαλάττης καὶ τῆς οἰκουμένης ἁπάσης, μία λείπεται πρόφασις αὐτοῦ μόνο, ἡ τῆς ἀκολασίας καὶ ἡ τῆς ἀσελγείας ἀναίρεσις. Τοὺς γὰρ ἔτι καὶ νῦν ἐν τούτοις καλινδουμένους τοῖς πάθεσι, καὶ χοίρων βίον ἐπιθυμοῦντας ζῆν, καὶ ἐν χαμαιτυπείοις φθείρεσθαι, οὐ μικρὸν ὀνίνησι, τῆς ἀκαθαρσίας καὶ τῆς ἀνάγκης ἀπαλλάττων ἐκείνης, καὶ ἐν ἁγιασμῷ καὶ σεμνότητι διατηρῶν. Ἀλλὰ γὰρ μέχρι τίνος οὐ παύσομαι σκιαμαχῶν; Καὶ γὰρ ὑμεῖς οἱ ταῦτα λέγοντες ὑμῶν οὐχ ἧττον ἴστε τὴν τῆς παρθενίας ὑπεροχήν, καὶ πάντα, ἅπερ ὑμῖν εἴρηται, σκήψεις καὶ προφάσεις εἰσὶ καὶ ἀκρασίας προκαλύμματα.

κ’. Ἀλλ’ εἰ μὲν ἀκινδύνως ἐνῆν ταῦτα λέγειν. Ἔδει μέν, καὶ οὕτω παύεσθαι τῆς διαβολῆς. Ὁ γὰρ πρὸς τὰ καλὰ τῶν πραγμάτων ἀπ’ ἐναντίας διακείμενος τῆς γνώμης μετὰ τῆς ἄλλης βλάβης καὶ μαρτύριον οὐ μικρὸν παρὰ πᾶσι τῆς οἰκείας ἐκφέρει μοχθηρίας τὴν οὕτω διεστραμμένην καὶ ἄδικον ψῆφον· ὥστε εἰ καὶ μηδενὸς ἕνεκεν ἄλλου, τοῦ γοῦν μὴ προστρίψασθαι δόξαν οὕτω πονηρὰν ἐπέχειν τὴν γλῶτταν ἐχρῆν, ἐνθυμουμένους ὅτι ὁ μὲν θαυμάζων τοὺς ἐν τοῖς μεγίστοις διαλάμποντας ἄθλοις, κἂν μὴ δύνηται τῶν αὐτῶν ἐφικέσθαι, συγγνώμης δυνήσεται παρὰ πάντων τυχεῖν· ὁ δὲ πρὸς τῷ μὴ μετιέναι καὶ κακίζων τὰ πολλῶν ἀξία στεφάνων δικαίως ἂν παρὰ πάντων μισοῖτο ὡς ἐχθρὸς καὶ πολέμιος τῆς ἄρτης, καὶ τῶν μαινομένων ἀθλιώτερον διακείμενος. Οἱ μὲν γὰρ οὐκ ἴσασι ἃ ποιοῦσιν, οὐδὲ ἑκόντες ἃ πάσχουσιν ὑπομένουσι· διὸ καὶ τοὺς ἐν δυναστείαις ὄντας ὑβρίζοντες οὐ μόνον οὐ κολάζονται, ἀλλὰ καὶ ἐλεοῦνται παρὰ τῶν ὑβρισθέντων αὐτῶν. Εἰ δὲ τις ἑκὼν ταῦτα τολμήσειεν, ἅπερ ἄκοντες ἁκεῖνοι ποιοῦσι, δικαίως ἂν ταῖς ἀπαντῶ καταδικάζοιτο ψηφοῖς ὡς τῆς φύσεως τῆς ἡμετέρας ἐχθρός.

κα’. Ἐχρῆν μὲν οὖν, ὅπερ ἔφην, εἰ καὶ ἀκίνδυνος ἦν ἡ τοιάδε κατηγορίᾳ, τῶν γοῦν εἰρημένων ἕνεκεν αὐτῆς ἀπέχεσθαι. Νῦν δὲ καὶ κίνδυνος τῷ πράγματι κεῖται μέγας· οὐ γὰρ ὁ καθήμενος καὶ κατὰ τοῦ ἀδελφοῦ καταλαλῶν, καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρὸς τιθεὶς σκάνδαλον, κολασθήσεται μόνος, ἀλλὰ καὶ ὁ πράγματα διαβάλλειν ἐπιχειρῶν Θεῷ δοκοῦντα εἶναι καλά. Ἄκουσον γοῦν τὶ φησιν ἕτερος προφήτης περὶ αὐτοῦ τούτου διαλεγόμενος· «Οὐαὶ ὁ λέγων τὸ πονηρὸν καλόν, καὶ τὸ καλὸν πονηρόν· ὁ τιθεὶς τὸ φῶς σκότος, καὶ τὸ σκότος φῶς· ὁ τιθεὶς τὸ γλυκὺ πικρόν, καὶ τὸ πικρὸν γλυκύ». Τὶ γὰρ τῆς παρθενίας ἥδιον, τὶ κάλλιον, τὶ φωτεινότερον; Καὶ γὰρ αὐτῶν τῶν ἡλιακῶν ἀκτίνων φαιδροτέρας ἀφίησι τὰς μαρμαρυγάς, πάντων μὲν ἡμᾶς ἀφιστῶσα βιωτικῶν, καθαροῖς δὲ ὀφθαλμοῖς εἰς τὸν τῆς δικαιοσύνης ἥλιον ἀτενὲς παρασκευάζουσα ἐνορᾶν. Καὶ ταῦτα μὲν ὁ Ἠσαΐας περὶ τῶν ἐν αὐτοῖς τὰς διεστραμμένας κρίσεις ἐχόντων ἐβόα· ἄκουσον δὲ καὶ περὶ τῶν εἰς ἑτέρους ἐκφερόντων τὰ λοιμικὰ ταῦτα ῥήματα τὶ φησιν ἄλλος προφήτης, ἀπὸ τοῦ αὐτοῦ πάλιν ἐπιφθέγματος ποιούμενος τὴν ἀρχήν· «Οὐαὶ ὁ ποτίζων τὸν πλησίον αὐτοῦ ἀνατροπὴν θολεράν». Τὸ δέ, «Οὐαί», οὐ ῥῆμα ψιλὸν ἐστιν, ἀλλ’ ἀπειλὴ τις ἄφατον ἡμῖν καὶ ἀσύγγνωστον προαναφωνοῦσα τὴν τιμωρίαν· ἐπὶ γὰρ τῶν οὐκέτι δυναμένων διαφυγεῖν τὴν μέλλουσαν κόλασιν τοῦτο τὸ ἐπίῤῥημα κεῖται ἐν ταῖς Γραφαῖς. Καὶ πάλιν ἕτερος προφήτης, ἐγκαλῶν τοῖς Ἰουδαίοις, ἔλεγεν, «Ἐποτίσατε τοὺς ἡγιασμένους οἶνον», εἰ δὲ ὁ τοὺς Ναζωραίους οἶνον ποτίζων, τοσαύτην ὑποστήσεται τιμωρίαν, ὁ τὴν θολερὰν ἀνατροπὴν ἐκχέων εἰς τὰς τῶν ἀφελεστέρων ψυχὰς τίνος οὐκ ἔσται κολάσεως ἄξιος; Εἰ μέρος μικρὸν τῆς κατὰ νόμον ἀσκήσεως ὑποτεμνόμενός τις ἀπαραίτητον ἔχει τὴν κόλασιν, ὁ τὴν ἁγιωσύνην αὐτὴν ὁλόκληρον διασύρω, τίνα ὑφέξει δίκην; «Ἐὰν τις σκανδαλίσῃ, φησίν, ἕνα τῶν μικρῶν τούτων, συμφέρει αὐτῷ, ἵνα μύλος ὀνικὸς κρεμασθῇ περὶ τὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῇ εἰς τὴν θάλασσαν». Τὶ οὖν λέξουσιν οἱ διὰ τῶν ῥημάτων τούτων οὐχ ἕνα μικρόν, ἀλλὰ πολλοὺς σκανδαλίζοντες; Ὅπου γὰρ ὁ τὸν ἀδελφὸν καλῶν μωρόν, ὀρθὴν ἐπὶ τὸ τῆς γεέννης ἀπαχθήσεται πῦρ, ὁ τὴν ἰσάγγελον ταύτην διαβάλλων πολιτείαν, πόσην ὀργὴν ἐπισπάσεται κατὰ τῆς ἑαυτοῦ κεφαλῆς; Κατεγέλασέ ποτε τοῦ Μωϋσέως ἡ Μαριάμ, οὐχ οὕτως ὡς τῆς παρθενίας νῦν ὑμεῖς, ἀλλὰ πολλῷ ἔλαττον καὶ ἐπιεικέστερον. Οὐ γὰρ διέσυρε τὸν ἄνδρα, οὐδὲ ἐχλεύασε τὴν ἀρετὴν τὴν τοῦ μακαρίου τότε ἐκείνου, ἀλλὰ καὶ σφόδρα ἐθαύμασε· τοσοῦτον δὲ εἶπε μόνον, ὅτι καὶ αὐτὴ τῶν αὐτῶν ἀπήλαυσεν ὧνπερ ἐκεῖνος· ἀλλ’ ὅμως οὕτως ἐξεκαλέσατο τοῦ Θεοῦ τὴν ὀργήν, ὡς οὐδὲ αὐτοῦ ἐκείνου τοῦ δοκοῦντος ὑβρίσθαι πολλὰ παρακαλοῦντος γενέσθαι τι πλέον, ἀλλὰ καὶ περαιτέρω τῆς ἐκείνου γνώμης ἐπιταθῆναι τὴν τιμωρίαν αὐτῇ.

κβ’. Καὶ τὶ λέγω Μαριάμ; Οἱ γὰρ παῖδες ἐκεῖνοι οἱ περὶ τὴν Βηθλεὲμ παίζοντες, ἵνα πρὸς τὸν Ἐλισσαῖον τοῦτο μόνον εἴπωσιν, «Ἀνάβαινε, φαλακρέ», οὕτω παρώξυναν τὸν Θεόν, ὡς ἅμα τῷ λόγῳ τούτῳ ἄρκτους αὐτῶν ἐπαφεῖναι τῷ πλήθει (καὶ γὰρ τεσσαράκοντα δύο ἦσαν)· καὶ πάντες ἄρδην ὑπὸ τῶν θηρίων ἐσπαράττοντο τότε ἐκεῖνοι· καὶ οὔτε ἡλικία, οὔτε τὸ πλῆθος, οὔτε τὸ γελῶντας εἰπεῖν προέστη τῶν μειρακίων· καὶ μάλα εἰκότως. Εἰ γὰρ μέλλοιεν οἱ τοὺς τοσούτους ἀναδεχόμενοι πόνους καὶ παρὰ παίδων καὶ παρὰ ἀνδρῶν διασύρεσθαι, τὶς τῶν ἀσθενεστέρων αἱρήσεται πόνους ἀναδέξασθαι γέλωτας ἔχοντας καὶ χλευασίαν; Τὶς δὲ τῶν πολλῶν ζηλώσει τὴν ἀρετήν, οὕτω καταγέλαστον αὐτὴν οὖσαν ὁρῶν; Εἰ γὰρ νῦν πάντων αὐτὴν πανταχοῦ θαυμαζόντων, οὐ τῶν μετιόντων μόνον, ἀλλὰ καὶ τῶν ἐκπεπτωκότων αὐτῆς, ὅμως ὀκνοῦσι καὶ ἀναδύονται πρὸς τοὺς ἱδρῶτας ἐκείνους πολλοί, τὶς ἂν αὐτῆς ἐπιλαβέσθαι ταχέως ἠθέλησεν, εἰ πρὸς τῷ μὴ θαυμάζεσθαι καὶ διαβαλλομένην ἑώρα παρὰ πάντων ἀνθρώπων; Οἱ μὲν γὰρ ἰσχυροὶ λίαν καὶ πρὸς τὸν οὐρανὸν ἤδη μεταστάντες οὐδὲν δέονται τῆς ἀπὸ τῶν πολλῷ παραμυθίας, ἀλλ’ ἀρκεῖ πρὸς πᾶσαν παραμυθίαν αὐτοῖς ὁ παρὰ τοῦ Θεοῦ ἔπαινος· οἱ δὲ ἀσθενέστερον διακείμενοι, καὶ ἄρτι πρὸς τὸ πρᾶγμα χειραγωγούμενοι, οὐ μικρὰν καὶ ἀπὸ τῆς τῶν πολλῶν δόξης δυνάμεως προσθήκην λαμβάνουσιν, ἕως ἂν παιδαγωγηθέντες πάντοθεν κατὰ μικρὸν εἰς τὸ μηκέτι δεῖσθαι ταύτης τῆς χειραγωγίας καταστήσωσιν ἑαυτούς. Οὐκ ἐκείνων δὲ μόνων ἕνεκεν, ἀλλὰ καὶ τῆς τῶν χλευαζόντων αὐτῶν σωτηρίας τοῦτο γίνεται· ὥστε μὴ περαιτέρω προελθεῖν τῆς κακίας αὐτοὺς τῷ μηδεμίαν ὑπὲρ τῶν προτέρων δοῦναι δίκην. Ἀλλὰ μεταξὺ με ταῦτα λέγοντα καὶ ἡ τῶν κατὰ τὸν Ἡλίαν γενομένων εἰσῆλθε μνήμη. Ὅπερ γὰρ οἱ παῖδες ὑπὸ τῶν ἄρκτων ἔπασχον διὰ τὸν Ἐλισσαῖον, τοῦτο διὰ τὸν τούτου διδάσκαλον ὑπὸ πυρὸς ἄνωθεν ἁφθέντος δὶς πεντήκοντα ἄνδρες ἅμα τοῖς προεστῶσιν αὐτῶν ὑπέμενον. Ἐπειδὴ γὰρ κἀκεῖνοι μετὰ πολλῆς εἰρωνείας προσελθόντες ἐκάλουν τὸν δίκαιον, καὶ καταβαίνειν ἐκέλευον πρὸς αὐτούς, ἀντ’ ἐκείνου πῦρ κατελθὸν ἅπαντας αὐτοὺς κατέφαγε τῶν θηρίων ἐκείνων οὐχ ἧττον. Ταῦτ’ οὖν ἐννοήσαντες ἅπαντες ὑμεῖς οἱ τῆς παρθενίας ἐχθροί, ἐπίθεσθέ ποτε τῷ στόματι ὑμῶν θύραν καὶ μοχλόν, ἵνα μὴ καὶ ὑμεῖς ἄρξησθε λέγειν κατὰ τὴν ἡμέραν τῆς κρίσεως τοὺς ἀπὸ τῆς παρθενίας ἐκεῖ λάμποντες ὁρῶντες· «Οὗτοι ᾖσα οὓς εἴχομέν ποτε εἰς γέλωτα καὶ εἰς παραβολὴν ὀνειδισμοῦ· ἡμεῖς οἱ ἄφρονες τὸν βίον αὐτῶν ἐλογισάμεθα μανίαν, καὶ τὴν τελευτὴν αὐτῶν ἄτιμον. Πῶς κατελογίσθησαν ἐν υἱοῖς Θεοῦ, καὶ ἐν ἁγίοις ὁ κλῆρος αὐτῶν ἐστι; Ἆρα ἐπλανήθημεν ἀπὸ ὁδοῦ ἀληθείας, καὶ τὸ τῆς δικαιοσύνης φῶς οὐκ ἐπέλαμψεν ἡμῖν». Ἀλλὰ τὶ τὸ κέρδος τῶν ῥημάτων τούτων, τῆς μετανοίας ἐκνενευρισμένης ὑπὸ τοῦ καιροῦ τότε;

κγ’. Ἀλλ’ ἴσως ἐρεῖ τις ὑμῶν· Οὐδεὶς οὖν μετ’ ἐκείνους τοὺς καιροὺς ἐκακηγόρησεν ἁγίους ἄνδρας; Πολλοί, καὶ πολλαχοῦ γῆς. Πῶς οὖν τὴν αὐτὴν δίκην οὐκ ἔδοσαν, φησίν; Ἔδοσαν μέν, καὶ τούτων ἴσμεν πολλούς· εἰ δὲ ἔνιοι καὶ διέφυγον, ἀλλ’ οὐκ εἰς τέλος διαφεύξονται. Κατὰ γὰρ τὸν μακάριον Παῦλον, «Τινῶν αἱ ἁμαρτίαι πρόδηλοί εἰσι προάγουσαι εἰς κρίσιν, τισὶ δὲ κεῖ ἐπακολουθοῦσι»· καὶ καθάπερ οἱ νομοθέται τῶν ἀδικούντων τὰς τιμωρίας ἐν γράμμασι θέντες ἀφῆκαν, οὕτω καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἕνα καὶ δεύτερον τῶν ἡμαρτηκότων κολάσας, καὶ ὥσπερ ἐν στήλη χαλκῆ καὶ γράμμασι τὰς ἐκείνων καταθέμενος τιμωρίας, διὰ τῶν ἐκεῖνοι συμβάντων ἅπασι διαλέγεται, λέγων, ὅτι κἂν ἐν τῷ παρόντι καιρῷ τιμωρίαν μὴ δῶσι τὴν αὐτὴν οἱ τὰ αὐτὰ τολμῶντες τοῖς δεδωκόσι, κατὰ τὸν μέλλοντα καιρὸν χαλεπωτέραν ὑποστήσονται κόλασιν.

κδ’. Ὥστε ὅταν ἄμετρα ἁμαρτάνοντες μηδὲν πάσχωμεν κακόν, μὴ θαῤῥῶμεν, ἀλλὰ διὰ τοῦτο μᾶλλον φοβώμεθα. Κἂν γὰρ ἐνταῦθα μὴ κριθῶμεν ὑπὸ τοῦ Θεοῦ, ἐκεῖ σὺν τῷ κόσμῳ κατακριθησόμεθα. Καὶ αὕτη πάλιν οὐκ ἐμὴ ἡ ἀπόφασις, ἀλλὰ τοῦ λαλοῦντος ἐν τῷ Παύλῳ Χριστοῦ. Τοῖς γὰρ τῶν μυστηρίων ἀναξίως μεταλαμβάνουσι διαλεγόμενός φησι· «Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί. Εἰ γὰρ ἑαυτοὺς διεκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· νῦν δὲ κρινόμενοι ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν». Εἰσι μὲν γὰρ οἱ τῆς ἐνταῦθα μόνον ἐπιτιμήσεως δεόμενοι, ὅταν αὐτῶν σύμμετρα ᾗ τὰ ἁμαρτήματα, καὶ κολασθέντες μηκέτι πάλιν πρὸς τὰ πρότερα ἀνατρέχωσι, τὸν ἐπὶ τὸν ἔμετον ἐπιστρέψαντα κύνα μιμούμενοι· εἰσὶ δὲ οἱ διὰ τὴν ὑπερβολὴν τῆς κακίας καὶ ἐνταῦθα καὶ ἐκεῖ δώσουσι δίκην· ἕτεροι δὲ μόνον ἐκεῖ τὴν τιμωρίαν ὑποστήσονται, διὰ τὸ πάντων χαλεπωτέρα εἰργάσθαι μὴ ἀξιωθέντες μετὰ ἀνθρώπων μαστιγωθῆναι. «Καὶ μετὰ ἀνθρώπων γάρ, φησίν, οὐ μαστιγωθήσονται»· ὡς τηρούμενοι μετὰ διαμόνων κολάζεσθαι. «Ἀπέλθετε γάρ, φησίν, ἀπ’ ἐμοῦ εἰς τὸ σκότος τὸ ἐξώτερον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ». Πολλοὶ τὴν ἱερωσύνην ἥρπασαν χρήμασιν, ἀλλ’ οὐκ ἔσχον τὸν ἐλέγχοντα, οὐδὲ ἤκουσαν ὅπερ ὁ μάγος Σίμων ἤκουσε παρὰ τοῦ Πέτρου τότε· ἀλλ’ οὐ διὰ τοῦτο διέφυγον, ἀλλὰ πολλῷ χαλεπωτέραν ὑποστήσονται δίκην τῆς ἐνθάδε ὀφειλομένης, ὅτι μηδὲ ἐκ τοῦ παραδείγματος ἐσωφρονίσθησαν. Πολλοὶ τὰ τοῦ Κορὲ ἐτόλμησαν, ἀλλ’ οὐκ ἔπαθον τὰ τοῦ Κορέ, ἀλλὰ πείσονται ὕστερον ἐπὶ μείζονι τῇ ζημίᾳ. Πολλοὶ τὴν τοῦ Φαραὼ ζηλώσαντες ἀσέβειαν οὐ κατεποντίσθησαν ὥσπερ ἐκεῖνος, ἀλλὰ μένει τὸ τῆς γεέννης αὐτοὺς πέλαγος. Οὐδὲ γὰρ οἱ τοὺς ἀδελφοὺς ἀποκαλοῦντες μωροὺς ἤδη τὴν δίκην ἔδωκαν· ἐκεῖ γὰρ αὐτοῖς ἡ κόλασις τεταμίευται. Μὴ τοίνυν τὰς ἀποφάσεις τοῦ Θεοῦ ῥήματα εἶναι νομίζετε μόνον. Διὰ τοῦτο γὰρ καὶ ἐνίας αὐτῶν ἐπὶ τὸ ἔργον προήγαγεν· οἷον ἐπὶ τῆς Σαπφείρας, ἐπὶ τοῦ Χαρμὶ, ἐπὶ τοῦ Ἀαρῶν, καὶ ἐφ’ ἑτέρων δὲ πολλῶν, ἵνα οἱ τοῖς λόγοις ἀπιστοῦντες αὐτοῦ, τὴν ἀπὸ τῶν πραγμάτων πίστιν δυσωπηθέντες, παύσωνται λοιπὸν ἀπατῶντες ἑαυτούς, ὡς οὐ δώσοντες δίκην, καὶ μάθωσιν ὅτι τοῦ Θεοῦ τὸ χρηστὸν ἐν τῷ διδόναι προθεσμίαν τοῖς ἁμαρτάνουσιν, οὐκ ἐν τῷ μηδ’ ὅλως κολάζειν τοὺς ἐπιμένοντας τοῖς ἁμαρτήμασιν ἐστιν. Ἐνῆν μὲν οὖν κεῖ πλείονα λέγειν δεικνύντας ὅσον ἑαυτοῖς συνάγουσι πῦρ οἱ τὸ τῆς παρθενίας ἐξευτελίζοντες καλόν, ἀλλὰ τοῖς μὲν σωφρονοῦσιν ἀρκεῖ καὶ ταῦτα, τοὺς δὲ ἀδιορθώτως ἔχοντας καὶ μαινομένους οὐδὲ πολλῷ τούτων πλείονα τῆς μανίας αὐτοὺς ἀποστῆσαι δυνήσεται. Διὰ τοῦτο τὸ μέρος ἀφέντες τοῦ λόγου, πρὸς τοὺς σωφρονοῦντας αὐτὸν ἅπαντα τρέψωμεν, πάλιν ἐπὶ τὸν μακάριον Παῦλον ἐπανελθόντες. «Περὶ δὲ ὧν ἐγράψατέ μοι, φησί, καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι». Αἰσχυνέσθωσαν ἀμφότεροι νῦν, καὶ οἱ τὸν γάμον κακίζοντες, καὶ οἱ παρὰ τὴν ἀξίαν αὐτὸν ἐπαίροντες· ἀμφοτέρους γὰρ ὁ μακάριος ἐπιστομίζει Παῦλος, καὶ διὰ τούτων, καὶ διὰ τῶν ἐφεξῆς κειμένων.

κε’. Καλὸν ὁ γάμος, ὅτι ἐν σωφροσύνῃ τὸν ἄνδρα διατηρεῖ, καὶ οὐκ ἀφίησιν εἰς πορνείαν κατακυλισθέντα ἀποθανεῖν. Μὴ τοίνυν αὐτὸν διαβάλῃς· πολὺ γὰρ ἔχει τὸ κέρδος, οὐκ ἐῶν τὰ μέλη τοῦ Χριστοῦ μέλη γενέσθαι πόρνης, οὐ συγχωρῶν τὸν ἅγιον ναὸν γίνεσθαι βέβηλον καὶ ἀκάθαρτον. Διὰ τοῦτο καλόν, ὅτι βαστάζει καὶ ἀνορθοῖ τὸν καταπίπτειν μέλλοντα. Ἀλλὰ τὶ τοῦτο πρὸς τὸν ἑστῶτα, πρὸς τὸν οὐ δεόμενον τῆς ἀπ’ αὐτοῦ βοηθείας; Ἐνταῦθα γὰρ οὐκέτι χρήσιμον τὸ πρᾶγμα οὐδὲ ἀναγκαῖόν ἐστιν, ἀλλὰ καὶ ἐμπόδιον ἀρετῆς οὐ μόνον τῷ πολλὰ τιθέναι κωλύματα ἀλλὰ κεῖ τῷ τὸ πλέον τῶν ἐγκωμίων ὑποτέμνεσθαι μέρος.

κϚ’. Τὸν γὰρ δυνάμενον γυμνὸν μάχεσθαι καὶ νικᾷν ὁ περιφράττων ὅπλοις οὐ μόνον οὐκ ὤνησεν, ἀλλὰ καὶ τὴν ἐσχάτην ἀδικίαν ἠδίκησε, τοῦ θαύματος ἀποστερήσας αὐτὸν καὶ τῶν λαμπρῶν στεφάνων· οὐ γὰρ εἴασεν αὐτοῦ ἅπασαν φανῆναι τὴν ἰσχύν, οὐδὲ σφόδρα περιβόητον αὐτοῦ γενέσθαι τὸ τρόπαιον. Ἐπὶ δὲ τοῦ γάμου καὶ μείζων ἡ ζημίᾳ· οὐ γὰρ δόξης μόνον τῆς παρὰ τῶν πολλῶν ἀλλὰ καὶ μισθῶν ἀποστερεῖ τῶν τῇ παρθένῳ κειμένων. Διὰ ταῦτα καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι. Τὶ οὖν ἅπτεσθαι συγχωρεῖς; «Διὰ τὰς πορνείας», φησί. Φοβοῦμαί σε εἰς τὸ τῆς παρθενίας βάραθρον· οὔπω σοι κοῦφον γέγονε τὸ πτερόν, ἵνα πρὸς ἐκείνην ἐπάρω σε τὴν κορυφήν. Καίτοι γε αὐτοὶ τῶν ἄθλων εἵλοντο, καὶ τῷ τῆς παρθενίας ἐπεπήδησαν καλῷ. Τὶ τοίνυν φοβῇ καὶ τρέμεις, ᾧ μακάριε Παῦλε; Ὅτι οὗτοι μέν, ἴσως ἂν εἶπε, τὸ πρᾶγμα ἀγνοοῦντες ταύτην ἧφθαι τῆς μάχης, καὶ πρὸς τὸ συμβουλεύειν ἑτέροις ὀκνηρότερον ποιεῖ.

κζ’. Οἶδα τὴν βίαν τοῦ πράγματος, οἶδα τῶν ἀγωνισμάτων τούτων τὸν τόνον, οἶδα τοῦ πολέμου τὸ βαρύ. Φιλονείκου τίνος καὶ βιαίας καὶ ἀπονενοημένης κατὰ τῶν ἐπιθυμιῶν δεῖ ψυχῆς· ἐπὶ γὰρ ἀνθράκων δεῖ περιπατεῖν καὶ μὴ κατακαίεσθαι, ἐπὶ ξίφους βαδίζειν καὶ μὴ πλήττεσθαι. Τοσαύτη γὰρ τῆς ἐπιθυμίας ἡ ἰσχύς, ὅση καὶ πυρὸς καὶ σιδήρου· κἂν μὴ οὕτω τύχῃ παρεσκευασμένη ψυχὴ μηδὲ ἐπιστρέφεσθαι πρὸς τὰς ἐκείνης ἀλγηδόνας, ταχέως ἑαυτὴν ἀπολεῖ. Δεῖ τοίνυν ἡμῖν ἀδαμαντίνης διανοίας, μηδέποτε καθεύδοντος ὀφθαλμοῦ, καρτερίας πολλῆς, τειχῶν ἰσχυρῶν, θριγκῶν ἔξωθεν καὶ μοχλῶν, φυλακῶν ἐγρηγορότων καὶ γενναίων, ἀκὶ πρὸ τούτων ἁπάντων τῆς ἄνωθεν ῥοπῆς. «ἐὰν γὰρ μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησαν οἱ φυλάσσοντες αὐτήν». Πῶς οὖν τὴν ῥοπὴν ἐπισπασόμεθα ταύτην; Ὅταν τὰ παρ’ ἑαυτῶν ἅπαντα εἰσενέγκωμεν, λογισμὸν ὑγιῆ, νηστείας καὶ ἀγρυπνίας πολλὴν τὴν ἐπίτασιν, νομοθεσίας ἀκρίβειαν, ἐντολῶν φυλακήν, καὶ τὸ πάντων κεφάλαιον, τὸ μὴ θαῤῥεῖν ἑαυτοῖς. Κἂν γὰρ μεγάλα κατορθωκότες τύχωμεν, ἐκεῖνο λέγειν ἀναγκαῖον πρὸς ἑαυτοὺς διαπαντός, «Ἐὰν μὴ Κύριος οἶκον οἰκοδομήσῃ, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν. Οὐ γὰρ ἐστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις»· καὶ δεῖ νύκτωρ καὶ μεθ’ ἡμέραν ὡπλισμένους ἡμῖν ἑστάναι τοὺς λογισμούς, καὶ φοβεροὺς εἶναι ταῖς ἀναισχύντοις ἐπιθυμίαις· ὡς ἂν μικρὸν ἐνδῶσιν, ἕστηκεν ὁ διάβολος πῦρ ἔχων μετὰ χεῖρας, ὥστε ἐναφεῖναι καὶ καταφλέξαι τοῦ Θεοῦ τὸν ναόν. Πάντοθεν οὖν ἡμᾶς ὠχυρῶσθαι χρή. Πρὸς γὰρ φύσεως ἀνάγκην ἡμῖν ἡ μάχη, πρὸς ἀγγέλων πολιτείαν ὁ ζῆλος, μετὰ ἀσωμάτων δυνάμεων ὁ δρόμος· ἡ γῆ καὶ ὁ σποδὸς τοῖς ἐν οὐρανῷ διατρίβουσιν ἐξισοῦσθαι φιλονεικεῖ, καὶ ἡ φθορὰ πρὸς τὴν ἀφθαρσίαν τὴν ἅμιλλαν ἔθετο. Ἔτι οὖν γάμον καὶ ἡδονὴν τοσούτῳ πράγματι παραβαλεῖν τολμήσει τις, εἰπὲ μοι; Καὶ πῶς οὐκ εὔηθες λίαν; Ταῦτα ἅπαντα ὁ Παῦλος συνειδὼς ἔλεγεν· «Ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω». Διὰ ταῦτα ἀνεδύετο, διὰ ταῦτα οὐκ ἐθάῤῥει διαλεχθῆναι ἐξ ἀρχῆς περὶ παρθενίας αὐτοῖς, ἀλλὰ τοῖς περὶ τοῦ γάμου βουλόμενος αὐτοὺς καὶ τοὺς περὶ τῆς ἐγκρατείας λόγους βραχεῖς ποιησάμενος, ἐκείνοις πολλοῖς οὖσιν αὐτοὺς ἐγκατέμιξεν, οὐκ ἀφιεὶς πληγῆναι τὴν ἀκοὴν τῷ τῆς παραινέσεως αὐστηρῷ. Ὁ γὰρ ὅλον δι’ ὅλου διὰ τῶν βαρυτέρων πλέκων τὸν λόγον ἐπαχθὴς τὲ ἐστι τῷ ἀκούοντι, καὶ πολλάκις ἀναγκάζει μετασκιρτῆσαι τὴν ψυχὴν μὲ φέρουσαν τῶν λεγομένων τὸ βάρος. Ὁ δὲ ποικίλλων αὐτόν, καὶ πλείονα ἀπὸ τῶν ῥᾴστων ἢ τῶν δυσκόλων τιθεὶς τὴν μίξιν, τὸ τοῦ πράγματος κλέπτει βαρύ, καὶ διαναπαύσας τὸν ἀκροατὴν οὕτω πείθει καὶ προσάγεται μᾶλλον· ὅπερ οὖν καὶ ὁ μακάριος Παῦλος ἐποίησεν. Εἰπὼν γάρ, «Καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι, ἀπεπήδησεν ἐπὶ τὸν γάμον εὐθέως, Ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω», λέγων· καὶ τὸ μὲν μακαρίσας μόνον ἀφῆκε· «Καλὸν γάρ, φησίν, ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι»· περὶ δὲ τοῦ γάμου συμβουλεύει καὶ ἐπιτάττει, καὶ αἰτίαν προστίθησι· «Διὰ γὰρ τὰς πορνείας», φησί. Καὶ δοκεῖ μὲν αἰτιολογεῖν τοῦ γάμου τὴν συγχώρησιν, τῷ δὲ ἀληθεῖ λανθανόντως ἐν ταῖς περὶ τοῦ γάμου προφάσεσιν ἐπαίρει τὸ τῆς ἐγκρατείας ἐγκώμιον, οὐ φανερῶς ἐκκαλύπτων τῷ λόγῳ, ἀλλὰ τῷ συνειδότι τῶν ἀκουόντων καταλιμπάνων αὐτό. Ὁ γὰρ μαθὼν ὅτι παραινεῖται γαμεῖν, οὐκ ἐπειδὴ τὸ κράτιστον τῆς ἀρετῆς ὁ γάμος, ἀλλ’ ἐπειδὴ τοσαύτην αὐτοῦ κατέγνω λαγνείαν ὁ Παῦλος, ὡς ἄνευ γάμου μὴ δυναμένου λαγνείας ἀπέχεσθαι, ἐρυθριάσας καὶ αἰσχυνθείς, σπουδάσει ταχέως ἐπιλαβέσθαι τῆς παρθενίας, καὶ τὴν τοσαύτην ἀποκρούσασθαι ἀδοξίαν.

κη’. Τὶ δὲ μετὰ ταῦτά φησι; «Τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλομένην εὔνοιαν ἀποδιδότω· ὁμοίως δὲ καὶ ἡ γυνὴ τὸ ἀνδρί». Εἶτα ἑρμηνεύων αὐτὸ καὶ σαφέστερον ποιῶν ἐπάγει· «Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ’ ὁ ἀνήρ· ὁμοίως δὲ καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ’ ἡ γυνή». Καὶ ταῦτα δοκεῖ μὲν ὑπὲρ τοῦ γάμου λέγεσθαι· τὸ δὲ ἀληθές, ὥσπερ ἄγκιστρον τῇ συνήθει περιστείλας τροφῇ, οὕτως εἰς τὰς τῶν μαθητῶν ἀνίησιν ἀκοάς, αὐτοῖς τοῖς περὶ τοῦ γάμου λόγοις ἐξαγαγεῖν αὐτοὺς τοῦ γάμου βουλόμενος. Ὁ γὰρ ἀκούσας ὅτι μετὰ τὸν γάμον οὐκ ἔσται Κύριος ἑαυτοῦ, ἀλλ’ ἐν τῇ τῆς γυναικὸς κείσεται γνώμῃ, ταχέως ἀπαλλαγῆναι σπουδάσει τῆς πικροτάτης δουλείας, μᾶλλον δὲ μηδὲ τὴν ἀρχὴν τὸν ζυγὸν ὑπελθεῖν· ὑπείδῃ εἰσελθόντα ἅπαξ δουλεύειν ἀνάγκη λοιπόν, ἕως ἂν τῇ γυναικὶ τοῦτο δοκῇ. Καὶ ὅτι οὐχ ἁπλῶς καταστοχαζόμενος λέγω τῆς τοῦ Παύλου γνώμης, ἀπὸ τῶν μαθητῶν ῥᾴδιον τοῦτο καταμαθεῖν. Οὐδὲ γὰρ ἐκεῖνοι πρότερον φορτικὸν εἶναι καὶ ἐπαχθῇ τὸν γάμον ἐνόμισαν, ἀλλ’ ὅτε ἤκουσαν τοῦ Κυρίου εἰς ταύτην αὐτοὺς κατακλείοντος τὴν ἀνάγκην, εἰς ἣν καὶ τοὺς Κορινθίους ὁ Παῦλος τότε. Τὸ γάρ, «Ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχᾶσθαι»· καὶ τό, «Ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει», ῥήμασι μὲν ἑτέροις, γνώμῃ δὲ εἴρηται τῇ αὐτῇ. Εἰ δὲ τις ἀκριβέστερον καταμάθοι τὸ τοῦ Παύλου, μᾶλλον ἐπιτείνει τὴν τυραννίδα, καὶ φορτικωτέραν ἐργάζεται τὴν δουλείαν. Ὁ μὲν γὰρ Κύριος οὐκ ἀφίησι κύριον εἶναι τὸν ἄνδρα τοῦ τῆς οἰκίας ἐκβαλεῖν αὐτήν· ὁ δὲ Παῦλος και τὴν τοῦ οἰκείου σώματος παραιρεῖται, πᾶσαν αὐτοῦ τὴν ἀρχὴν τῇ γυναικὶ παραδιδούς, καὶ ἀργυρωνήτου μᾶλλον ὑποτάξας οἰκέτου. Τούτῳ μὲν γὰρ ἔξεστι πολλάκις καὶ παντελοῦς ἐλευθερίας τυχεῖν, εἲ γε δυνηθείη ποτὲ εὐπορήσας ἀργυρίου καταθεῖναι τὴν τιμὴν τῷ δεσπότῃ· ὁ δὲ ἀνὴρ ἂν τὴν ἁπάντων ἀργαλεωτέραν ἔχῃ γυναῖκα, στέργειν ἀναγκάζεται τὴν δουλείαν, καὶ λύσιν οὐδεμίαν οὐδὲ διέξοδον ταύτης δύναται τῆς δεσποτείας εὑρεῖν.

κθ’. Εἰπὼν τοίνυν, «Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει», ἐπάγει· «Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μὴ τι ἂν ἐκ συμφώνου πρὸς καιρόν, ἵνα σχολάσητε τῇ προσευχῇ καὶ τῇ νηστείᾳ, καὶ πάλιν ἐπὶ τὸ αὐτὸ συνέρχεσθε». Πολλοὺς ἐνταῦθα τῶν τὴν παρθενίαν ἐπανῃρημένων οἶμαι καὶ ἐρυθριᾷν καὶ αἰσχύνεσθαι ἐπὶ τῇ πολλῇ συγκαταβάσει τοῦ Παύλου· ἀλλὰ μὴ δείσετε, μηδὲ ἀβέλτερόν τι πάθητε. Δοκεῖ μὲν γὰρ καὶ ταῦτα εἶναι χαριζομένου τοῖς γεγαμηκόσιν· εἰ δὲ τις αὐτὰ ἀκριβῶς διασκέψαιτο, τῆς αὐτῆς ὄντα τοῖς προτέροις εὑρήσει γνώμης. Εἰ μὲν γὰρ τις αὐτὰ ἁπλῶς ἐπεξιέναι βούλοιτο, τῆς προκειμένης ἀπαλλάττων αἰτίας, δόξει νυμφευτρίας εἶναι μᾶλλον ἢ ἀποστόλου τὰ ῥήματα· εἰ δὲ τὸν σκοπὸν ἅπαντα ἀναπτύξειε, καὶ ταύτην καιρίαν εὑρήσει τῆς ἀποστολικῆς ἀξίας τὴν παραίνεσιν. Διὰ τὶ γὰρ μικρότερον ἐπέξεισι τούτῳ τῷ λόγῳ; Οὐ γὰρ ἤρκει διὰ τῶν ἀνωτέρω τοῦτο σεμνότερον ἐνδειξάμενον, μέχρις ἐκείνου στῆσαι τὴν παραίνεσιν; Τὶ γὰρ ἔχει πλέον τοῦ, «Τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλομένην εὔνοιαν ἀποδιδότω», καί, «Ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει», τό, «Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μὴ τι ἂν ἐκ συμφώνου πρὸς καιρόν»; Πλέον μὲν οὐδέν· τὸ δὲ ἐν βραχεῖ καὶ ἀμυδρῶς εἰρημένον ἐκεῖ διὰ πλειόνων ἐνταῦθα σαφέστερον ἐξειργάσατο. Ποιεῖ δὲ τοῦτο μιμούμενος τὸν ἅγιον τοῦ Θεοῦ Σαμουήλ. Καθάπερ γὰρ ἐκεῖνος μετὰ πάσης ἀκριβείας τοὺς περὶ τῆς βασιλείας ἐξηγεῖται νόμους τοῖς ἰδιώταις, οὐχ ἵνα δέξωνται, ἀλλ’ ἵνα μὴ δέξωνται· καὶ δοκεῖ μὲν διδασκαλία τὸ πρᾶγμα εἶναι, τὸ δὲ ἀληθὲς ἀποτροπὴ τις ἦν τῆς ἐπιθυμίας αὐτῶν τῆς ἀκαίρου· οὕτω καὶ ὁ Παῦλος τοῦ γάμου τὴν τυραννίδα συνεχέστερον στρέφει καὶ σαφέστερον, τούτοις αὐτοὺς τοῖς ῥήμασιν ἐκεῖθεν ἐξελκύσαι βουλόμενος. Εἰπὼν γάρ, «Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει», ἐπάγει, «Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μὴ τι ἂν ἐκ συμφώνου, ἵνα σχολάζητε τῇ νηστείᾳ καὶ τῇ προσευχῇ». Ὁρᾷς πῶς ἀνυπόπτως καὶ ἀνεπαχθὼς τοὺς ἐν τῷ γάμῳ μένοντας εἰς τὴν τῆς ἐγκρατείας γυμνασίαν ἐνήγαγε; Παρὰ μὲν γὰρ τὴν ἀρχὴν ἁπλῶς τὸ πρᾶγμα ἐπῄνεσεν, εἰπών· «Καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι»· ἐνταῦθα δὲ καὶ παραίνεσιν προσέθηκεν, εἰπών· «Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μὴ τι ἂν ἐκ συμφώνου». Διὰ τὶ δὲ καὶ ἐν παραινέσει ὅπερ θεῖναι ἠβούλετο εἰσήγαγε, ἀλλ’ οὐκ ἐν ἐπιτάγματος σχήματι; Οὐ γὰρ εἶπεν· «Ἀποστερεῖτε μὲν ἀλλήλους, συμφώνως δέ»· ἀλλὰ τί; «Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μὴ τι ἂν ἐκ συμφώνου»· ὅτι οὕτω προσηνέστερος ὁ λόγος ἐγίγνετο, τοῦ διδασκάλου τὴν γνώμην δεικνύς, οὐ μετὰ σφοδρότητος τοῦτο ἀπαιτοῦσαν, ὅτε μάλιστα καὶ μετὰ πολλῆς τῆς εὐγνωμοσύνης ἡ ἔκτισις γίνεται. Οὐ τούτῳ δὲ μόνῳ παραμυθεῖται τὸν ἀκροατήν, ἀλλὰ καὶ τῷ μὲν τραχὺ βραχέσι συστεῖλαι ῥήμασι, πρὶν ἢ δὲ ἀλγῆσαι τὸν ἀκούοντα, ἐπὶ τὰ ἡδύτερα μεταπηδῆσαι, καὶ τούτοις ἐνδιατρίψαι μᾶλλον.

λ’. Ἄξιον δὲ ἐξετάσαι κἀκεῖνο, τὶ δήποτε, εἴπερ τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος, οὐκ ἀφίησιν αὐτὸν χώραν ἔχειν ἐν τῷ τῆς νηστείας καὶ τῆς προσευχῆς καιρῷ; Ὅτι τῶν σφόδρα ἀτόπων ἦν, Ἰουδαίους μέν, οἷς ἅπαντα τὰ σωματικὰ διατετύπωτο, οἷς καὶ δύο γυναῖκας ἔχειν ἠφεῖτο, καὶ τὰς μὲν ἐκβάλλειν, τὰς δὲ ἀντεισάγειν, τοσαύτην ποιεῖσθαι τοῦ πράγματος πρόνοιαν, ὡς μέλλοντας θείων ἀκούειν λόγων, ἀποστῆναι καὶ τῆς κατὰ νόμον μίξεως, καὶ ταῦτα οὐ μίαν οὐδὲ δύο μόνον ἡμέρας, ἀλλὰ καὶ πλείους· ἡμᾶς δὲ τοὺς τοσαύτης ἀπολαύοντας χάριτος, τοὺς πνεῦμα λαβόντας τοὺς νεκρωθέντας, τοὺς συνταφέντας τῷ Χριστῷ, τοὺς υἱοθεσίας ἀξιωθέντας, τοὺς εἰς τοσαύτην ἀναχθέντας τιμήν, μετὰ τοσαῦτα καὶ τηλικαῦτα ἀγαθὰ μηδὲ εἰς τὴν αὐτὴν ἀφικέσθαι τοῖς νηπίοις ἐκείνοις σπουδήν. Εἰ δὲ ἐπιμένοι τις πάλιν ζητῶν· αὐτὸς δὲ ὁ Μωϋσὴς διὰ τὶ τοὺς Ἰουδαίους τῆς ὁμιλίας ταύτης ἀπήγαγεν; Ἐκεῖνο ἂν εἴποιμι, ὅτι εἰ καὶ τίμιος ὁ γάμος, ἀλλὰ μέχρι τοσούτου φθάσαι δύναιτ’ ἄν, ὥστε μὴ μολῦναι τὸν χρώμενον, τὸ δὲ καὶ ἁγίους ἀποφαίνειν, οὐκέτι τῆς ἐκείνου δυνάμεως, ἀλλὰ τῆς παρθενίας ἐστιν. Ὅτι δὲ οὐ Μωϋσῆς μόνον, οὐδὲ Παῦλος ταῦτα παρήγγελλον, ἄκουσον τὶ φησὶν ὁ Ἰωήλ· «Ἁγιάσατε νηστείαν, κηρύξατε θεραπείαν, συναγάγετε ἐκκλησίαν, ἐκλέξατε πρεσβυτέρους». Ἀλλ’ ἐκεῖνο ἴσως ζητεῖς, ποῦ γυναικὸς ἀπέχεσθαι ἐβούλευσεν; «Ἐξελθέτω, φησί, νυμφίος ἐκ τοῦ κοιτῶνος αὐτοῦ, καὶ νύμφη ἐκ τοῦ παστοῦ αὐτῆς». Τοῦτο γὰρ καὶ Μωσαϊκοῦ μεῖζόν ἐστιν ἐπιτάγματος. Εἰ γὰρ νυμφίον καὶ νύμφην, οἷς ἀκμάζει τὰ τῆς ἐπιθυμίας, οἷς ἡ νεότης σφριγᾷ, οἷς ὁ πόθος ἀκάθεκτος, οὐ χρὴ συνιέναι κατὰ τὸν τῆς νηστείας καιρὸν καὶ τῆς προσευχῆς, πόσῳ μᾶλλον τοὺς λοιποὺς τοὺς οὐκ ἔχοντας τοσαύτην μίξεως ἀνάγκην; Τὸν γὰρ εὐχόμενον ὡς χρὴ καὶ νηστεύοντα πάντα ἀποῤῥῖψαι δεῖ πόθον βιωτικόν, πᾶσαν φροντίδα καὶ διάχυσιν, καὶ πανταχόθεν ἑαυτὸν συναγαγόντα καλῶς, οὕτω προσιέναι τῷ Θεῷ. Διὰ τοῦτο καὶ ἡ νηστεία καλόν, ὅτι περικόπτει τὰς τῆς ψυχῆς φροντίδας, καὶ τὴν περιῤῥέουσαν τὸν νοῦν ὀλιγωρίαν ἀναστέλλουσα ὅλην πρὸς ἑαυτὴν ἐπιστρέφει τὴν διάνοιαν. Τοῦτο καὶ ὁ Παῦλος αἰνιττόμενος ἀπάγει τῆς μίξεως, καὶ τῇ λέξει σφόδρα κυρίως κέχρηται. Οὐ γὰρ εἶπεν, ἵνα μὴ μολυνθῆτε, ἀλλ’, «Ἵνα σχολάζητε τῇ νηστείᾳ καὶ τῇ προσευχῇ»· ὡς τῆς πρὸς γυναῖκα ὁμιλίας οὐκ εἰς ἀκαθαρσίαν, ἀλλ’ εἰς ἀσχολίαν ἀγούσης.

λα’. Ὅπου γὰρ νῦν μετὰ τὴν τοσαύτην ἀσφάλειαν πειρᾶται ἐμποδίζειν ἡμῖν κατὰ τὸν τῆς προσευχῆς καιρὸν ὁ διάβολος· ἂν διακεχυμένην λάβῃ ψυχήν, καὶ ὑπὸ τῆς πρὸς τὴν γυναῖκα συμπαθείας μεμαλαγμένην, τὶ οὐκ ἐργάσεται τῇδε κἀκεῖσε τοὺς τῆς διανοίας ἀναῤῥιπίζων ὀφθαλμούς; Ὅπερ ἵνα μὴ πάθωμεν, μηδέ, ὅτε μάλιστα ἵλεω σπουδάζομεν ἡμῖν καταστῆσαι τὸν Θεόν, τότε αὐτῷ προσκρούωμεν διὰ τῆς οὕτω ματαίας εὐχῆς, κελεύει τῆς κοίτης ἀπηλλάχθαι τότε.

λβ’. Εἰ γὰρ οἱ τοῖς βασιλεῦσι προσιόντες, τὶ λέγω βασιλεῦσιν; Ἐσχάτοις μὲν οὖν ἄρχουσι, καὶ δεσπόταις δοῦλοι ἐντυγχάνοντες, ἂν τε ὑφ’ ἑτέρων ἠδικημένοι τοῦτο ποιῶσιν, ἂν τε αὐτοὶ δεόμενοι παθεῖν εὖ, ἂν τε ὀργὴν τινα καθ’ ἑαυτῶν ἐγηγερμένην κοιμίσαι σπεύδοντες, καὶ τοὺς ὀφθαλμοὺς καὶ τὴν διάνοιαν ἅπασαν ἐπιστρέψαντες πρὸς ἐκείνους, οὕτω ποιοῦνται τὴν ἐντυχίαν, κἂν μικρὸν ἀποῤῥαθυμήσωσιν, οὐ μόνον οὐ κατώρθωσαν ὑπὲρ ὧν ἐδέοντο, ἀλλὰ καὶ κακὸν τι προσλαβόντες ἀπῆλθον· εἰ οἱ ὑμὸν ἀνθρώπων παῦσαι βουλόμενοι, τοσαύτῃ κέχρηνται τῇ σπουδῇ, τὶ πεισόμεθα ἡμεῖς οἱ δείλαιοι, μετὰ τοσαύτης ῥᾳθυμίας τῷ πάντων Δεσπότῃ προσιόντες Θεῷ, καὶ ταῦτα πολλῷ μείζονος ὀργῆς ὄντες ὑπεύθυνοι; Οὔτε γὰρ οἰκέτης δεσπότην, οὔτε ἀρχόμενος βασιλέα παροξύνειεν ἂν οὕτως, ὡς τὸν Θεὸν καθ’ ἑκάστην ἡμέραν ἡμεῖς. Καὶ τοῦτο ἐμφαίνων ὁ Χριστός, τὰ μὲν εἰς τὸν πλησίον ἁμαρτήματα ἑκατὸν ἐκάλει δηνάρια, τὰ δὲ εἰς τὸν Θεὸν μύρια τάλαντα.

Ἐπεὶ οὖν τοσαύτην ἐν τάσι εὐχαῖς πρόσιμεν σβέσοντες ὀργήν, καὶ ὃν οὕτω καθ’ ἑκάστην ἐκπολεμοῦμεν τὴν ἡμέραν καταλλάξοντες, εἰκότως ἡμᾶς ἀπάγει τῆς ἡδονῆς ἐκείνης, μονονουχὶ λέγων· Περὶ ψυχῆς ἡμῖν ὁ λόγος, ἀγαπητοί, ὑπὲρ τῶν ἐσχάτων ὁ κίνδυνος· τρέμειν δεῖ καὶ δεδοικέναι καὶ συνεστάλθαι· δεσπότῃ πρόσιμεν φοβερῷ, πολλὰ παρ’ ἡμῶν ὑβρισμένῳ, μεγάλα ἡμῖν ἔχοντι καὶ ὑπὲρ μεγάλων ἐγκαλεῖν. Οὐ περιπλοκῶν οὗτος ὁ καιρὸς οὐδὲ ἡδονῶν, ἀλλὰ δακρύων καὶ στεναγμῶν πικρῶν, προσπτώσεως, ἐξομολογήσεως ἀκριβοῦς, λιτανείας συντεταμένης, ἱκετηρίας πολλῆς. Ἀγαπητὸν γὰρ καὶ μετὰ τοσαύτης προσπίπτοντα σπουδῆς δυνηθῆναι προσιόντα καταμαλάξασθαι τὴν ὀργὴν ἐκείνην· οὐχ ὅτι ἀπηνής, οὐδ’ ὅτι ὠμὸς ὁ Δεσπότης ἡμῶν· καὶ γὰρ σφόδρα ἐστὶν ἥμερος καὶ φιλάνθρωπος· ἀλλ’ ἡ τῶν ἁμαρτημάτων τῶν ἡμετέρων ὑπερβολὴ οὐδὲ τὸν χρηστὸν καὶ ἐπιεικῆ καὶ πολυέλεον ἀφίησιν ἡμῖν συγγνῶναι ταχέως διὸ φησιν· «Ἵνα σχολάζητε τῇ νηστείᾳ καὶ προσευχῇ». Τὶ οὖν ἂν εἴη τῆς δουλείας ταύτης πικρότερον; Βούλομαι ἐπιδοῦναι πρὸς ἀρετήν, ἀναπτῆναι πρὸς τὸν οὐρανόν, νηστείας καὶ εὐχαῖς συνεχῶς προσκαρτερῶν ἀποσμήξαι τὸν ῥύπον τῆς ψυχῆς· εἶτα ἂν μὴ βούληται ἐκείνη ταύτῃ ἐπινεῦσαι τῇ γνώμῃ, ἀναγκάζομαι δουλεύειν αὐτῆς τῇ λαγνείᾳ. Διὰ τοῦτο γὰρ ἀρχόμενος ἔλεγε, «Καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι»· διὰ τοῦτο καὶ οἱ μαθηταὶ πρὸς τὸν Κύριον εἶπον, «Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός, οὐ συμφέρει γαμῆσαι». Λογισάμενοι γὰρ ὅτι πολλὴ ἀνάγκη θατέρῳ μέρει γενέσθαι τὴν ἐπήρειαν, καὶ στενοχωρηθέντες ὑπὸ τῶν λογισμῶν, ταύτην ἀφῆκαν τὴν φωνήν.

λγ’. Διὰ τοῦτο καὶ ὁ Παῦλος συνεχῶς αὐτὸ στρέφει, ἵνα εἰς τοῦτον τὸν λογισμὸν ἐμβάλῃ τοὺς Κορινθίους· «Ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω· Τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλομένην εὔνοιαν ἀποδιδότω· Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει· Μὴ ἀποστερεῖτε ἀλλήλους· Ἐπὶ τὸ αὐτὸ συνέρχεσθε». Οὐδὲ γὰρ οἱ μακάριοι τότε ἐκεῖνοι ἐκ πρώτης εὐθέως τοῦτο ἔπαθον τῆς φωνῆς, ἀλλ’ ὅτε ἐκ δευτέρου ταῦτα ἤκουσαν, τότε συνεῖδον τῆς ἐντολῆς τὴν ἀνάγκην. Καὶ γὰρ ὅτε ἐκάθητο ἐπὶ τοῦ ὄρους ὁ Χριστός, διελέχθη περὶ τούτου, καὶ μεθ’ ἕτερα πολλὰ πάλιν οὕτως αὐτοὺς εἰσήγαγεν εἰς τὸν τῆς ἐγκρατείας ἔρωτα· οὕτω συνεχῶς τὰ αὐτὰ λεγόμενα πλείονα ἔχει τὴν ἐνέργειαν. Κἀνταῦθα οὖν τὸν διδάσκαλον μιμούμενος ὁ μαθητὴς συνεχῶς περὶ τῶν αὐτῶν διαλέγεται· καὶ οὐδαμοῦ τὴν συγχώρησιν ἁπλῶς τίθησιν, ἀλλὰ μετὰ αἰτίας, διὰ τὰς πορνείας λέγων, καὶ τοὺς πειρασμοὺς τοὺς σατανικούς, ἀκὶ τὴν ἀκρασίαν, ἀκὶ ἀνυπόπτως τὸ τῆς παρθενίας ἐγκώμιον ἐργαζόμενος ἐν τοῖς πὲρ τοῦ γάμου λόγοις.

λδ’. Εἰ γὰρ τοὺς ἐν τῷ γάμῳ διατρίβοντας δέδοικεν ἀποστῆσαι ἐπιπολύ, μὴ τίνα παρείσδυσιν ὁ διάβολος εὕρῃ, πόσων ἂν εἶεν ἄξιαι στεφάνων αἱ μηδὲ παρὰ τὴν ἀρχὴν ταύτης δεηθεῖσαι γῆς παραμυθίας, καὶ μέχρι τέλους ἀχείρωτοι διαμείνασαι; Καίτοι οὐδὲ τὰ παρὰ τοῦ διαβόλου μηχανήματα ἐξ ἴσης ἀμφοτέροις προσάγεται. Τοῖς μὲν γὰρ οὐδὲ ἐνοχλεῖν αὐτὸν οἶμαι, εἰδότα ὅτι πλησίον αὐτοῖς ἡ καταφυγή, κἂν τινος αἴσθωνται σφοδροτέρας προσβολῆς, ἔξεστιν εὐρέως ἐπὶ τὸν λιμένα καταφεύγειν· οὐδὲ γὰρ ἀφίησιν αὐτοὺς ὁ μακάριος Παῦλος ποῤῥωτέρω πλεῖν, ἀλλ’ ὑποστρέφειν ἡνίκα ἂν κάμωσι παραινεῖ, πάλιν ἐπιτρέπων ἐπὶ τὸ αὐτὸ συνέρχεσθαι. Ἡ δὲ παρθένος δι’ ὅλου θαλαττεύειν ἀναγκάζεται, καὶ πέλαγος πλεῖν ἀλίμενον· κἂν ὁ χαλεπώτατος διεγερθῇ χειμών, οὐδὲ οὕτω θέμις ὁρμίσαι τὸ σκάφος αὐτῇ καὶ ἀναπαύσασθαι. Ὥσπερ οὖν οἱ κατὰ τὴν θάλατταν κακοῦργοι, ἔνθα μὲν ἂν ᾗ πόλις ἢ ἐπίνειον ἢ λιμήν, οὐκ ἐπιτίθενται τοῖς πλέουσι (τοῦτο γὰρ μάτην κινδυνεύειν ἐστίν)· ἂν δὲ ἐν μέσῳ τῷ πελάγει τὸ σκάφος ἀπολάβωσι, τὴν ἐρημίαν τῶν βοηθησόντων τῆς τόλμης ἐφόδιον ἔχοντες, πάντα κινοῦσι καὶ στρέφουσι, καὶ οὐ πρότερον ἀφίστανται ἕως ἂν καταδύσωσι τοὺς ἐμπλέοντας, ἢ τοῦτο πάθωσιν αὐτοί· οὕτω καὶ ὁ δεινὸς οὗτος πειρατὴς τῆς παρθένῳ πολὺν ἐπάγει τὸν χειμῶνα καὶ χαλεπὴν τὴν ζάλην, καὶ ἀφορήτους τὰς τρικυμίας, πάντα ἄνω καὶ ἀκτῶ κυκῶν, ὥστε τῇ βίᾳ καὶ τῇ ῥύμῃ περιτρέψαι τὸ σκάφος. Ἤκουσε γὰρ ὅτι τό, «Ἐπὶ τὸ αὐτὸ συνέρχεσθαι», ἡ παρθένος οὐκ ἔχει, ἀλλ’ ἀνάγκη δι’ ὅλου παλαίειν αὐτήν, δι’ ὅλου μάχεσθαι πρὸς τὰ πνευματικὰ τῆς πονηρίας, ἕως ἂν εἰς τὸ εὔδιον καταπλεύσῃ λιμένα. Καθάπερ γὰρ στρατιώτην γενναῖον ἔξω τειχῶν ἀποκλείσας τὴν παρθένον ὁ Παῦλος, οὐκ ἀφίησιν ἀνοιγῆναι τὰς πύλας αὐτῇ, καὶν σφόδρα ὁ πολέμιος ἀγριαίνῃ πρὸς αὐτὴν κἂν αὐτῷ οὕτω σφοδρότερος γίγνηται τῷ τὸν ἀντίπαλον μηδεμίαν ἐξουσίαν ἔχειν ἀνακωχῆς. Οὐχ ὁ διάβολος δὲ μόνον, ἀλλὰ καὶ αὐτὸς ὁ τῆς ἐπιθυμίας οἶστρος μειζόνως τοῖς μὴ γεγαμηκόσιν ἐνοχλεῖ· καὶ τοῦτο παντὶ που δῆλόν ἐστιν. Ὧν μὲν γὰρ τὴν ἀπόλαυσιν ἔχομεν, οὐ ταχέως ὑπὸ τῆς ἐπιθυμίας ἁλισκόμεθα, τῆς ἀδείας τῇ ψυχῇ ῥαθυμεῖν συγχωρούσης. Καὶ τοῦτο καὶ παροιμία τις ἡμῖν μαρτυρεῖ, δημώδης μέν, σφόδρα δὲ ἀληθής. Τὸ γὰρ ἐν ἐξουσίᾳ, φησίν, ἕτοιμον οὐκ εἶναι πρὸς ἐπιθυμίαν σφοδρόν. Ἂν δὲ ποτε κωλυθῶμεν ὧν πάλαι ἦμεν κύριοι, τοὐναντίον γίνεται, καὶ τὰ διὰ τὴν ἐξουσίαν παρ’ ἡμῶν καταφρονούμενα, ταῦτα, ὅταν τὸ κῦρος ἡμῶν ἐκφύσῃ, σφοδρότερον ἡμῶν τὴν ἐπιθυμίαν διήγειρε. Πρῶτον μὲν οὖν ταύτῃ μείζων παρὰ τοῖς γεγαμηκόσιν ἡ γαλήνη· δεύτερον δέ, ὅτι κἂν εἰς ὕψος ἀρθῆναι φιλονεικήσῃ ποτὲ ἡ φλόξ, καταστέλλει ταχέως αὐτὴν ἐπελθοῦσα ἡ μίξις. Ἡ δὲ παρθένος οὐκ ἔχουσα ὅπως σβέση τὸ πῦρ, ὁρᾷ μὲν αὐτὸ κορυφούμενον καὶ εἰς ὕψος αἰρόμενον, σβέσαι δὲ οὐκ ἰσχύουσα ἑνὸς γίνεται μόνου τοῦ μὴ φλεχθῆναι μαχομένην πυρί. Ἆρά ἐστὶ τι τούτου παραδοξότερον, πᾶσαν ἔνδον βαστάζειν τὴν πυράν, καὶ μὴ καίεσθαι; Συστρέφειν μὲν ἐν τοῖς τῆς ψυχῆς ταμιείοις τὴν φλόγα, ἀνέπαφον δὲ τὴν διάνοιαν διατηρεῖν; Οὐδεὶς γὰρ αὐτῇ συγχωρεῖ τοὺς ἄνθρακας τούτους ἔξω κενώσαι, ἀλλ’ ὅπερ ὁ Παροιμιαστὴς ἀδύνατον εἶναί φησιν ἐπὶ τῆς τῶν σωμάτων φύσεως, τοῦτο ὑπομένειν αὐτὴ καταναγκάζεται ἐπὶ τῆς ψυχῆς. Τὶ δὲ ἐκεῖνός φησι; «Περιπατήσει τις ἐπ’ ἀνθράκων πυρός, τοὺς δὲ πόδας οὐ κατακαύσει»; Ἀλλ’ ἰδοὺ αὕτη περιπατεῖ καὶ φέρει τὸν βάσανον. «Ἀποδήσει τις πῦρ ἐν κόλπῳ, τὰ δὲ ἱμάτια οὐ κατακαύσει»; Αὕτη δὲ οὐκ ἐν ἱματίοις, ἀλλ’ ἔνδον ἔχουσα τὸ πῦρ ἀγριαῖνον καὶ ἠχοῦν, ἀνέχεται καὶ στέγει τὴν φλόγα. Ἒτ’ οὖν τολμήσει τις, εἰπὲ μοι, τῇ παρθενίᾳ τὸν γάμον παραβάλλειν; Ἀντιβλέψαι δὲ ὅλως; Ἀλλ’ οὐκ ἀφίησιν ὁ μακάριος Παῦλος, πολὺ τὸ μέσον ἑκατέρου τοῦ πράγματος θείς· ἡ μὲν γὰρ τὰ τοῦ Κυρίου, φησίν, ἡ δὲ τὰ τοῦ κόσμου μεριμνᾶ. Συναγαγὼν τοίνυν εἰς ταὐτὸν τοὺς γεγαμηκότας, καὶ ταύτῃ χαρισάμενος, ἄκουσον πῶς αὐτοῖς ὀνειδίζει πάλιν· «Ἐπὶ τὸ αὐτὸ γάρ, φησί, συνέρχεσθε, ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς». Καὶ δεῖξαι βουλόμενος ὅτι οὐ τῆς ἐκείνου πείρας τὸ πᾶν ἐστιν, ἀλλὰ καὶ τῆς ἡμετέρας νωθείας τὸ πλέον, τὴν κυριωτέραν αἰτίαν ἐπήγαγε, «Διὰ τὴν ἀκρασίαν ὑμῶν», εἰπών. Τὶς οὖν οὐκ ἂν ἐρυθριάσειε ταῦτα ἀκούων; Τὶς οὐκ ἂν σπουδάσειεν ἐκφυγεῖν τῆς ἀκρασίας τὸν ψόγον; Οὐδὲ γὰρ πρὸς πάντας ἡ παραίνεσις αὕτη, ἀλλὰ πρὸς τοὺς σφόδρα κατωφερεῖς. Ἂν οὕτως ἧς δοῦλος τῶν ἡδονῶν, φησίν, ἂν οὕτω χαῦνος ὡς διαπαντὸς ἐκκεχύσθαι πρὸς τὴν μίξιν καὶ κεχηνέναι, συνέρχου τῇ γυναικί. Οὐκ ἄρα ἀποδεχομένου οὐδὲ ἐπαινοῦντος ἡ συγχώρησις, ἀλλὰ σκώπτοντος καὶ καταγινώσκοντος. Οὐδὲ γὰρ ἄν, εἰ μὴ σφόδρα ἠθέλησε καθάψασθαι τῆς τῶν φιληδόνων ψυχῆς, τὴν τῆς ἀκρασίας ἔθηκε λέξιν, ἐμφατικωτέραν οὖσαν, καὶ πολὺν ἔχουσαν τὸν ψόγον. Διὰ τὶ γὰρ οὐκ εἶπε, Διὰ τὴν ἀσθένειαν ὑμῶν; Ὅτι ἐκεῖνο μᾶλλον συγγινώσκοντος ἦν, τὸ δὲ τῆς ἀκρασίας δεικνύντος τῆς ῥᾳθυμίας τὴν ὑπερβολήν. Οὐκοῦν ἀκρασίας τὸ μὴ δύνασθαι πορνείας ἀπέχεσθαι, εἰ μὴ διαπαντὸς τις ἔχοιτο τῆς γυναικὸς καὶ τῆς μίξεως ἀπολαύοι. Τὶ οὖν ἂν εἴποιεν ἐνταῦθα οἱ τὴν παρθενίαν περιττὸν εἶναι τιθέμενοι; Αὕτη μὲν ὅσῳ ἂν ἐπιταθῇ, τοσούτῳ μεῖζον ἔχει τὸ ἐγκώμιον· ὁ δὲ γάμος ὅταν αὐτῷ τις κατακόρως κεχρημένος ᾗ, τότε μάλιστα ἐπαίνου παντὸς ἀπεστέρηται. Τοῦτο γάρ, φησί, λέγω κατὰ συγγνώμην, οὐ κατ’ ἐπιταγήν· ἔνθα δὲ ἂν ᾗ συγγνώμη, χώραν ἔπαινος οὐκ ἂν ἔχοι. Ἀλλὰ καὶ περὶ τῶν παρθένων διαλεγόμενός φησίν· «Ἐπιταγὴν Κυρίου οὐκ ἔχω». Μήποτε οὖν ἄρα τὸ πρᾶγμα ἐξίσωσε; Ἄπαγε· ἐπὶ μὲν γὰρ τῆς παρθένου γνώμην δίδωσιν, ἐνταῦθα δὲ συγγνώμην. Ἐπιτάττει δὲ οὐδέτερον οὐ διὰ τὴν αὐτὴν αἰτίαν, ἀλλ’ ἐνταῦθα μέν, ἵνα μὴ τις ἀναβῆναι ἀπὸ τῆς ἀκρασίας βουλόμενος κωλύηται ὡς ἐπιτάγματος ἀνάγκη δεδεμένος· ἐκεῖ δέ, ἵνα μὴ τις ἀναβῆναι πρὸς τὴν παρθενίαν ἀδυνάτων κατακρίνηται, ὡς προστάγματος παρακούων. Οὐκ ἐπιτάττω παρθενεύειν, φησί· δέδοικα γὰρ τοῦ πράγματος τὸ δυσκατόρθωτον. Οὐκ ἐπιτάττω συνεχῶς συνέρχεσθαι τῇ γυναικί· ἀκρασίας γὰρ οὐ βούλομαι ἕναι νομοθέτης. Εἶπον, «Συνέρχεσθε», κάτω καταβῆναι κωλύων, οὐ τὴν προσωτέρω προθυμίαν ἐμποδίζων. Οὐκ ἄρα αὐτοῦ βούλημα προηγούμενόν ἐστι τὸ χρῆσθαι διαπαντὸς γυναικί, ἀλλ’ ἡ τῶν ῥᾳθυμοτέρων τοῦτο ἐνομοθέτησεν ἀκρασία. Ἐπὶ εἰ τὸ Παύλου βούλημα θέλεις μαθεῖν, ἄκουσον ποῖόν ἐστι· «Θέλω, φησί, πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτὸν ἐν ἐγκρατείᾳ». Οὐκοῦν εἰ πάντας θέλεις ἐν ἐγκρατείᾳ εἶναι, οὐδένα θελιὲς εἶναι ἐν γάμῳ. Οὐδὲ γὰρ οὐ μὴν διὰ τοῦτο κωλύω τοὺς βουλομένους, οὐδὲ αἰτιῶμαι, ἀλλ’ εὔχομαι μὲν καὶ πόθῳ πάντας εἶναι ὡς καὶ ἐμαυτόν, συγχωρῶ δὲ κἀκεῖνο διὰ τὰς πορνείας· διὰ τοῦτο καὶ ἀρχόμενος εἶπον, «Καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι», ὅτι τοῦτο μᾶλλον ποθῶ.

λε’. Τίνος δὲ ἕνεκεν ἐνταῦθα ἑαυτοῦ μέμνηται, λέγων· «Θέλω δὲ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν». Καίτοι εἰ μὴ τοῦτο προσέκειτο, τὴν περιαυτολογίαν ἐξέφυγεν ἄν. Τίνος οὖν ἕνεκεν προσέθηκεν, «Ὡς καὶ ἐμαυτόν»; Οὐκ ἀπείρων ἑαυτόν· οὗτος γὰρ ἐστιν ὁ πλεονεκτήσας μὲν τῶν ἀποστόλων ἐν τοῖς ὑπὲρ τοῦ κηρύγματος πόνοις, ἀνάξιον δὲ καὶ τῆς προσηγορίας ἀποστολικῆς ἑαυτὸν εἶναι νομίζων. Εἰπὼν γάρ, ὅτι «Ἐγὼ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων», ὥσπερ τι τῆς ἀξίας αὐτοῦ μεῖζον φθεγξάμενος ἐπιλαμβάνεται ταχέως ἑαυτοῦ, λέγων· «Ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος». Τίνος οὖν ἕνεκεν ἐνταῦθα τῇ παραινέσει πρόσκειται; Οὐχ ἁπλῶς οὐδὲ ὡς ἔτυχεν, ἀλλ’ ᾔδει τοὺς μαθητὰς τότε μάλιστα εἰς τὸν τῶν καλῶν ἐναγομένους ζῆλον, ὅταν παρὰ τῶν διδασκάλων ἔχωσι τὰ παραδείγματα. Ὥσπερ οὖν ὁ χωρὶς ἔργων ἐν τοῖς λόγοις μόνον φιλοσοφῶν οὐδὲν ὀνίνησι μέγα τὸν ἀκροατήν, οὕτως ὁ παρ’ ἑαυτοῦ πρώτου κατορθωθεῖσαν ἔχων δεῖξαι τὴν συμβουλήν, ταύτῃ μάλιστα πάντων ἐπάγεται τὸν ἀκούοντα. Πρὸς δὲ τούτοις καὶ φθόνου καὶ τύφου καθαρεύοντα δείκνυσιν ἑαυτόν· τὸ γὰρ ἐξαίρετον τοῦτο κοινὸν εἶναι βούλεται τῶν μαθητῶν, οὐδὲν αὐτῶν πλέον ἔχειν ζητῶν, ἀλλ’ ἐν ἅπασιν αὐτοὺς ἐξισοῦν ἑαυτῷ. Ἔχω καὶ τρίτην αἰτίαν εἰπεῖν. Ποίαν δὴ ταύτην; Δύσκολον εἶναι τὸ πρᾶγμα ἐδόκει, καὶ οὐ κατὰ τὴν τῶν πολλῶν εὐκολίαν· βουλόμενος οὖν αὐτὸ δεῖξαι ῥᾷστον, τὸν ἠνυκότα εἰς μέσον τίθησιν, ἵνα μὴ σφόδρα ἐπίπονον εἶναι αὐτὸ νομίζωσιν, ἀλλὰ πρὸς τὸν ἡγησάμενον ἰδόντες μετὰ τοῦ θαῤῥεῖν καὶ αὐτοὶ τῆς αὐτῆς ἐπιβαίνωσιν ὁδοῦ. Τοῦτο καὶ ἀλλαχοῦ ποιεῖ. Τοῖς Γαλάταις γὰρ διαλεγόμενος, καὶ τὸν ἀπὸ τοῦ νόμου φόβον ἐκλύσαι σπεύδων, δι’ ὃν ἐπὶ τὴν παλαιὰν κατεφέροντο συνήθειαν, πολλὰ τῶν ἐκεῖ φυλάττοντες, τὶ φησί; «Γίνεσθε ὡς ἐγώ, ὅτι κἀγὼ ὡς ὑμεῖς». Ὁ δὲ λέγει τοιοῦτόν ἐστιν· οὐκ ἂν ἔχοιτε, φησίν, εἰπεῖν, ὅτι Ἐξ ἐθνῶν ἐπιστρέψας νῦν καὶ τὸν ἐκ τῆς τοῦ νόμου παραβάσεως οὐκ εἰδὼς φόβον, ἀκινδύνως ἅπαντα ταῦτα φιλοσοφεῖς πρὸς ἡμᾶς. Καὶ γὰρ ἐγώ, φησίν, ὡς ὑμεῖς ἐδούλευσα ταύτην τὴν δουλείαν ποτέ· ἐγενόμην ὑπὸ τοῖς ἐπιτάγμασι τοῦ νόμου· ἐφύλαξα τῶν ἐντολῶν τὰς παρατηρήσεις· ἀλλὰ τῆς χάριτος ἐπιφανείσης ὅλον ἐμαυτὸν ἀπ’ ἐκείνου πρὸς ταύτην μετέθηκα. Οὐκέτι γὰρ τὸ πρᾶγμα παράβασίς ἐστιν, ἀνδρὶ γενομένων ἡμῶν ἑτέρῳ· ὥστε οὐδεὶς ἂν ἔχοι τοῦτο λέγειν, ὅτι ἕτερα πράττων ἕτερα παραινῶ, οὐδὲ ὅτι τὸ ἐμαυτοῦ σκοπήσας ἀσφαλὲς ὑμᾶς εἰς κίνδυνον ἐνέβαλον. Εἰ γὰρ κίνδυνος τὸ πρᾶγμα ἦν, οὐκ ἂν ἐμαυτὸν προὔδωκα, οὐδ’ ἂν τῆς οἰκείας ἠμέλησα σωτηρίας. Ὥσπερ οὖν ἐκεῖ τὸ παράδειγμα παρ’ ἑαυτοῦ θεὶς τὸν φόβον ἐξέλυσεν, οὕτω καὶ ἐνταῦθα τὴν ἀγωνίαν ἐκβάλλει μέσον ἑαυτὸν ἐμβάλλων.

λϚ’. Ἀλλ’ ἕκαστος ἴδιον χάρισμα ἔχει, φησίν, ὃς μὲν οὕτως, ὃς δὲ οὕτως. Θέα τῆς ἀποστολικῆς ταπεινοφροσύνης οὐδαμοῦ τὸν χαρακτῆρα παραπολλύμενον, ἀλλ’ ἀκριβῶς πανταχοῦ διαλάμποντα· χάρισμα Θεοῦ καλεῖ τὸ αὐτοῦ κατόρθωμα, καὶ ἔνθα πολὺν ἵδρωσεν ἱδρῶτα, τοῦτο ὅλον ἀνατίθησι τῷ Δεσπότῃ. Καὶ τὶ θαυμαστὸν εἰ ἐπὶ τῆς ἐγκρατείας τοῦτο ποιεῖ, ὅπου γε καὶ περὶ τοῦ κηρύγματος διαλεγόμενος τῷ αὐτῷ κέχρηται τρόπῳ, ὑπὲρ οὗ μυρίσου ἤνεγκε πόνους, θλίψεις συνεχεῖς, ταλαιπωρίας ἀφάτους, θανάτους καθημερινούς; Τὶ οὖν πὲρ τοῦτο φησί; «Πλέον αὐτῶν πάντων ἐκοπίασα, οὐκ ἐγὼ δέ, ἀλλ’ ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί». Οὐ τὸ μὲν αὐτοῦ, τὸ δὲ τοῦ Θεοῦ φησιν, ἀλλ’ ὅλον τοῦ Θεοῦ. Τοῦτο εὐγνώμονος οἰκέτου, μηδὲν ἴδιον νομίζειν, ἀλλὰ πάντα δεσποτικά, μηδὲν ἴδιον ἡγεῖσθαι αὐτοῦ, ἀλλὰ πάντα τοῦ Κυρίου. Τοῦτο καὶ ἑτέρωθι ποιεῖ. Εἰπὼν γάρ, «Ἔχοντες χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα», προϊὼν προστασίας καὶ ἐλεημοσύνας καὶ μεταδόσεις ἐν τούτοις ἠρίθμησεν· ὅτι δὲ κατορθώματα ταῦτα καὶ οὐ χαρίσματα, παντὶ ποῦ δῆλόν ἐστι. Ταῦτα δὲ εἶπον, ἳν’ ὅταν ἀκούσῃς αὐτοῦ λέγοντος «Ἕκαστος ἴδιον χάρισμα ἔχει», μὴ ἀναπέσῃς, μηδὲ εἴπῃς πρὸς ἑαυτόν· οὐ δεῖται τὸ πρᾶγμα τῆς ἐμῆς σπουδῆς· χάρισμα αὐτὸ ὁ Παῦλος ἐκάλεσε. Μετριάζων γάρ, οὐκ εἰς τὴν τῶν χαρισμάτων τάξιν καταλέξαι τὴν ἐγκράτειαν βουλόμενος, τοῦτό φησίν. Οὐκ ἂν οὕτως ἠναντιώθη καὶ ἑαυτῷ καὶ τῷ Χριστῷ, τῷ μὲν Χριστῷ λέγοντι, «Εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν»· καὶ ἐπαγαγόντι, «Ὁ δυνάμενος χωρεῖν χωρείτω»· ἑαυτῷ δὲ καταδικάζοντι τὰς χηρείαν μὲν ἑλομένας, οὐ βουληθείσας δὲ ἐπιμεῖναι τῇ προθέσει. Εἰ γὰρ χάρισμά ἐστι, τινὸς ἕνεκεν αὐταῖς ἀπειλεῖς, λέγων, ὅτι «Ἔχουσι κρίμα, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν»; Οὐδαμοῦ γὰρ τοὺς οὐκ ἔχοντας χαρίσματα ὁ Χριστὸς ἐκόλασεν, ἀλλὰ πανταχοῦ τοὺς οὐ βίον ἐπιδεικνυμένους ὀρθόν. Καὶ τοῦτό ἐστι τὸ μάλιστα ἐπιζητούμενον παρ’ αὐτῷ, πολιτεία ἀρίστη καὶ ἔργα ἄληπτα· τῶν δὲ χαρισμάτων ἡ διανομῇ οὐκ ἐν τῇ τοῦ λαμβάνοντος κεῖται προαιρέσει, ἀλλ’ ἐν τῇ τοῦ παρέχοντος κρίσει. Διὰ τοῦτο οὐδαμοῦ τοὺς τὰ θαύματα ἐργαζομένους ὁ Χριστὸς ἐπαίνει, ἀλλὰ καὶ τοὺς μαθητὰς ἐπὶ τούτῳ, μέγα φρονοῦντας ἀπάγει τῆς τοιαύτης ἡδονῆς, λέγων, «Μὴ χαίρετε ὅτι τὰ δαιμόνια ὑμῖν ὑπακούει». Οἱ γὰρ μακαριζόμενοι πανταχοῦ οἱ ἐλεήμονες εἰσιν, οἱ ταπεινοί, οἱ ἐπιεικεῖς, οἱ τῇ καρδίᾳ καθαροί, οἱ εἰρηνοποιοί, οἱ ταῦτα πάντα καὶ τὰ τούτοις ὅμοια πράττοντες. Καὶ αὐτὸς δὲ ὁ Παῦλος τὰ κατορθώματα ἀριθμῶν τὰ ἑαυτοῦ, ἐν τούτοις καὶ τῆς ἐγκρατείας ἐμνημόνευσεν· εἰπὼν γάρ, «Ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν κόποις, ἐν ἀκαταστασίαις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις», ἐπήγαγεν, Ἐν ἁγνείᾳ· οὐκ ἂν τοῦτο ποιήσας εἰ χάρισμα τὸ πρᾶγμα ἦν. Τὶ δὲ καὶ σκώπτει τοὺς οὐκ ἔχοντας αὐτήν, ἀκρατεῖς αὐτὸς καλῶν; Διὰ τῇ δὲ καὶ ὁ μὴ ἐκγαμίζων τὴν ἑαυτοῦ παρθένον, κρεῖσσον ποιεῖ; Τινὸς δὲ ἕνεκεν μακαριωτέρα ἡ χήρα, ἐὰν οὕτως μείνῃ; Ὅπερ γὰρ ἔφθην εἰπών, οὐ θαυμάτων, ἀλλὰ ἐρῶν οἱ μακαρισμοί, ὥσπερ οὖν καὶ αἱ κολάσεις. Πῶς δὲ καὶ ἐπιμένοι πάλιν παραινῶν ὑπὲρ τῶν αὐτῶν, εἰ μὴ ἐφ’ ἡμῖν τὸ πρᾶγμα ἦν.καὶ μετὰ τὴν τοῦ Θεοῦ ῥοπὴν καὶ τῆς παρ’ ἡμῶν ἐδεῖτο σπουδῆς; Εἰπὼν γάρ, «Θέλω πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτὸν ἐν ἐγκρατείᾳ», πάλιν φησί· λέγω δὲ τοῖς ἀγάμοις καὶ τάσι χήραις, «Καλὸν αὐτοῖς ἐστιν, ἐὰν μείνωσιν ὡς κἀγώ». Πάλιν ἑαυτὸν τίθησι διὰ τὴν αὐτὴν αἰτίαν. Τὸ γὰρ παράδειγμα ἐγγύθεν ἔχοντες καὶ οἰκεῖον, μειζόνως ἂν τῶν τῆς παρθενίας κατετόλμησαν πόνων. Εἰ δὲ καὶ ἀνωτέρω λέγων, «Θέλω πάντας εἶναι ὡς καὶ ἐμαυτόν». Καὶ ἐνταῦθα, «Καλὸν αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγών», οὐδαμοῦ αἰτίαν προστίθησι, μὴ θαυμάσῃς. Οὐ γὰρ ἀπαυθαδιζόμενος τοῦτο ποιεῖ, ἀλλ’ ἱκανὴν εἶναι νομίζων αἰτίαν τὴν αὐτοῦ γνώμην, μεθ’ ἧς τὸ πρᾶγμα κατώρθωσεν.

λζ’. Εἰ δὲ τις καὶ λογισμῶν ἀκοῦσαι ἐθέλοι, πρῶτον μὲν τὴν παρὰ πάντων τῶν ἀνθρώπων ἐξεταζέτω δόξαν, ἔπειτα καὶ τὰ περὶ τὸ πρᾶγμα συμβαίνοντα. Τῶν γὰρ νομοθετῶν τοὺς τοιούτους οὐ κολαζόντων γάμους, ἀλλ’ ἐπιτρεπόντων καὶ συγχωρούντων, πολλοὶ καὶ παρὰ πολλῶν ἒν τε οἰκίαις καὶ κατὰ τὴν ἀγορὰν κατ’ αὐτῶν γίνονται λόγοι σκωπτόντων, μεμφομένων, ἀποστρεφομένων. Τῶν γὰρ τοὺς ὅρκους παραβαινόντων οὐχ ἧττον τοὺς τοιούτους ἅπαντες ἐκτρέπονται, ὡς εἰπεῖν, οὔτε φίλους ποιήσασθαι θαῤῥοῦντες, οὔτε συνθήκας θέσθαι πρὸς αὐτούς, οὔτε ἄλλο τι πιστεῦσαι οὐδέν. Ὅταν γὰρ ἴδωσιν αὐτοὺς συνηθείας τοσαύτης καὶ φιλίας καὶ ὁμιλίας καὶ κοινωνίας τὴν μνήμην οὕτως εὐκόλως ἀπὸ τῆς αὐτῶν ψυχῆς ἐκβάλλοντας, νάρκη τις αὐτοῖς ἀπὸ τούτων καταχεῖται τῶν λογισμῶν, καὶ οὐκ ἂν αὐτοὺς μετὰ πάσης προσίοιντο γνησιότητος, ὡς εὐκόλους καὶ ἀλλοπροσάλλους.οὐ διὰ ταῦτα δὲ μόνον αὐτοὺς ἀποστρέφονται, ἀλλὰ καὶ δι’ αὐτὴν τῶν γινωμένων τὴν ἀηδίαν. Τὶ γὰρ ἀτερπέστερον, εἰπὲ μοι, ἢ ὅταν μετὰ τὸν πολὺν κωκυτὸν καὶ τὰς οἰμωγὰς καὶ τὰ δάκρυα καὶ τὴν αὐχμηρὰν κόμην καὶ τὴν μέλαιναν στολὴν ἐξαίφνης κρότοι καὶ παστάδες γαμήλιοι, καὶ θόρυβος ἀπ’ ἐναντίας τῷ προτέρῳ, ὥσπερ ὑποκριτῶν ἐν σκηνῇ παιζόντων, καὶ νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο γινομένων; Καὶ γὰρ ἐκεῖ τὸν αὐτὸν ἴδοις ἂν ποτὲ μὲν βασιλέα, ποτὲ δὲ πάντων πενέστερον· κἀνταῦθα ὁ πρώην περὶ τὸν τάφον ἐγκαλινδούμενος, νυμφίος ἐξαίφνης· ὁ τὰς τρίχας τίλλων, στέφανον ἐπὶ τῆς αὐτῆς πάλιν φέρει κεφαλῆς, ὁ κατηφὴς καὶ στυγνὸς καὶ πολλὰ πολλάκις μετὰ δακρύων πρὸς τοὺς παρακαλοῦντας ἐγκώμια τῆς ἀπελθούσης διελθών, καὶ τὸν βίον ἀβίωτον εἶναι φήσας αὐτῷ, καὶ πρὸς τοὺς ἀπάγοντας αὐτὸν τοῦ θρήνου δυσχεράνας, πολλάκις μεταξὺ τούτων αὐτῶν ὠραΐζεται καὶ καλλωπίζεται πάλιν, καὶ τοῖς πρώην δεδακρυμένοις ὀφθαλμοῖς, τούτοις μετὰ γέλωτος εἰς τοῦ αὐτοὺς ἐνορᾷ, καὶ τῷ στόματι τούτῳ φιλοφρονεῖται καὶ ἀσπάζεται πάντας, δι’ οὗ πρώην ταῦτα πάντα ἐξώμνυτο. Τὸ δὲ πάντων ἐλεεινότερον, ὁ τοῖς παισὶν ἐπεισαγόμενος πόλεμος, ἡ ταῖς θυγατράσιν συνοικιζομένη λέαινα· τοῦτο γὰρ ἡ μητρυιὰ πανταχοῦ. Ἐντεῦθεν ἡ καθημερινὴ στάσις καὶ μάχη, ἐντεῦθεν ὁ ξένος ἐκεῖνος καὶ καινότερος ζῆλος πρὸς τὴν οὐκ ἐνοχλοῦσαν γινόμενος. Οἱ μὲν γὰρ ζῶντες καὶ βάλλουσι τῷ φθόνῳ καὶ βάλλονται, πρὸς δὲ τοὺς τετελευτηκότας καὶ οἱ πολέμιοι σπένδονται. Ἀλλ’ οὐκ ἐνταῦθα, ἀλλὰ ζηλοτυπεῖται ἡ κόνις καὶ ἡ τέφρα, καὶ μῖσος πρὸς τὴν κατορωρυγμένην ἄφατον, καὶ λοιδορίαι καὶ σκώμματα καὶ κατηγορίαι πρὸς τῆς διαλυθεῖσαν εἰς τήν, ἔχθρα ἄσπονδος πρὸς τὴν λελυπηκυΐαν οὐδέν. Τὶ ταύτης γένοιτ’ ἂν τῆς ἀλογίας χεῖρον, τὶ τῆς ὠμότητος; Οὐδὲν παρὰ τῆς ἀπελθούσης ἠδικημένη· τὶ λέγω ἠδικημένη; Τοὺς πόνους μὲν αὐτῆς καρπουμένη, καὶ τοῖς ἀγαθοῖς ἐντρυφῶσα τοῖς ἐκείνης, οὐ παύσεται σκιαμαχοῦσα πρὸς αὐτήν· καὶ τὴν οὐδὲν λελυπηκυΐαν, πολλάκις δὲ οὐδὲ ὀφθεῖσαν αὐτῇ ποτε, μυρίοις καθ’ ἑκάστην ἡμέραν βάλλει σκώμμασι, καὶ διὰ τῶν ἐκείνης ἐκγόνων τὴν οὐκὲτ’ οὖσαν ἀμύνεται, καὶ τὸν ἄνδρα πολλάκις ὁπλίζει κατ’ αὐτῶν, ὅταν αὐτὴ μηδὲν ἀνύῃ. Ἀλλ’ ὅμως ἅπαντα ταῦτα ῥᾷστα καὶ φορητὰ τοῖς ἀνθρώποις ἔδοξεν εἶναι, μόνον ἵνα μὴ τὴν ἀπὸ τῆς ἐπιθυμίας φέρειν ἀναγκάζωνται τυραννίδα. Ἀλλ’ οὐχ ἡ παρθένος πρὸς ταύτην ἰλιγγίασε τὴν παράταξιν, οὐδὲ ἔφυγε τὴν συμβολὴν τὴν οὕτως ἀφόρητον τοῖς πολλοῖς εἶναι δοκοῦσαν, ἀλλ’ ἔστη γενναίως, καὶ τὴν ἀπὸ τῆς φύσεως ἀνεδέξατο μάχην. Πῶς οὖν ἂν τις αὐτὴν κατ’ ἀξίαν θαυμάσειεν, ὅταν οἱ μὲν ἄλλοι καὶ δευτέρων δέωνται γάμων, ἵνα μὴ κατακαίωνται, αὕτη δὲ μηδὲ ἑνὸς ἁψαμένη διαπαντὸς ἐστιν ἁγία καὶ ἄτρωτος; Διὰ ταῦτα καὶ πρὸ τούτων διὰ τοὺς ἀποκειμένους ἐν τοῖς οὐρανοῖς τῇ χηρεία μισθοὺς ὁ τὸν Χριστὸν ἔχων ἐν ἑαυτῷ λαλοῦντα, ἔλεγε· «Καλὸν αὐτοῖς ἐστιν ἐὰν μείνωσιν ὡς κἀγώ». Οὐκ ἰσχύσας εἰς τὴν ἀνωτάτω κορυφὴν ἀναβῆναι; Τῆς γοῦν μετ’ ἐκείνην μὴ ἀποπέσῃς· τοσοῦτον ἡ παρθένος σοῦ ἐχέτω πλέον, ὅσον τὴν μὲν οὐδὲ ἅπαξ ἐπιθυμία κατεπάλαισε, σὲ δὲ κρατήσασα πρότερον οὐκ ἴσχυσε διαπαντὸς κατασχεῖν· καὶ σὺ μὲν μετὰ τὴν ἧτταν ἐνίκησας, ἐκείνη δὲ καθαρὰν ἥττης ἁπάσης ἔχει τὴν νίκην, καὶ τῷ τέλει συναπτομένη σοι κατὰ τὴν ἀρχὴν ὑπερέχει μόνον.

λη’. Τοῖς μὲν οὖν γεγαμηκόσι πολλὴν δίδωσι τὴν παραμυθίαν, ὡς μηδὲ ἐκόντος θατέρου ἀποστερεῖν αὐτοὺς ἀλλήλων, μήτε τὴν ἐκ συμφωνίας γιγνομένην στέρησιν ἐπὶ πολὺ προάγειν· καὶ δεύτερον πάλιν ἐπέτρεψε γάμον, ἐὰν βούλωνται, ὑπὲρ τοῦ μὴ πυροῦσθαι. Τοῖς δὲ παρθενεύουσιν οὐδεμίαν τοιαύτην ἔδωκε παραμυθίαν, ἀλλὰ τοὺς μὲν ἐπὶ τοσοῦτον ἀναπαύσας πάλιν ἀνίησι, τὴν δὲ οὐδὲ μικρὸν ἀναπνέουσαν, ἀλλὰ δι’ ὅλου μαχομένην ἀφίησιν ἑστάναι διηνεκῶς, καὶ βάλλεσθαι ὑπὸ τῶν ἐπιθυμιῶν, καὶ οὐδὲ μικρᾶς αὐτὴν λαβέσθαι δίδωσιν ἀνακωχῆς. Διὰ τὶ γὰρ οὐκ εἶπε καὶ πρὸς αὐτήν· «Εἰ δὲ οὐκ ἐγκρατεύεται, γαμησάτω»; Ὅτι οὐδὲ πρὸς τὸν ἀθλητὴν εἴποι τις ἂν μετὰ τὸ ῥίψαι τὸ ἱμάτιον, καὶ ἀλείψασθαι, καὶ εἰς τὸ στάδιον εἰσελθεῖν, καὶ καταπάσσεσθαι τὴν κόνιν, ἀπόστηθι, καὶ φύγε τὸν ἀνταγωνιστήν· ἀλλ’ ἀνάγκη λοιπὸν δυοῖν θάτερον, ἢ στεφανωθέντα, ἢ πεσόντα καὶ καταισχυνθέντα ἀπελθεῖν. Ἐν παιδοτρίβω μὲν γὰρ καὶ παλαίστρᾳ, ὅπου πρὸς τοὺς οἰκείους ἡ γυμνασία, καὶ τοῖς φίλοις ὡς ἐναντίοις συμπλέκεται, καὶ τοῦ πονεῖν καὶ τοῦ μὴ πονεῖν αὐτὸς ἐστι κύριος· ὅταν δὲ ἀπογράψηται, καὶ συλλέγῃ, τὸ θέατρον, καὶ ὁ ἀγωνοθέτης παρῇ, καὶ οἱ θεαταὶ καθέζωνται, καὶ εἰσάγηται ὁ ἀνταγωνιστὴς καὶ ἀντιπαρατάττηται, τὴν ἐξουσίαν αὐτὸν ὁ τῶν ἀγώνων παρῄρηται νόμος. Καὶ τῇ παρθένῳ τοίνυν ἕως μὲν ἂν βουλεύοιτο πρότερον εἰ δέοι γαμεῖν ἢ μὴ γαμεῖν, ἀκίνδυνος ὁ γάμος, ἐπειδὰν δὲ ἕληται καὶ ἀπογράψηται, ἐσήγαγεν ἑαυτὴν εἰς τὸ στάδιον. Τὶς οὖν τολμήσει, τοῦ θεάτρου συγκροτουμένου καὶ θεωρούντων μὲν ἄνωθεν ἀγγέλων, ἀγωνοθετοῦντος δὲ τοῦ Χριστοῦ, μαινομένου δὲ τοῦ διαβόλου καὶ τρίζοντος καὶ συμπλεκομένου πρὸς τὴν πάλην καὶ μέσου κατεχομένου, παρελθὼν εἰς μέσον εἰπεῖν· φύγε τὸν ἐχθρόν, ἔνδος τοῖς πόνοις, ἀπόστηθι τῆς λάβῃς, μὴ καταβάλῃς μηδὲ ὑποσκελίσῃς τὸν ἀνταγωνιστήν, ἀλλὰ παραχωρεῖ τῆς νίκης αὐτῷ; Καὶ τὶ λέγω πρὸς τὰς παρθένους; Πρὸς τὰς χήρας οὐκ ἂν τις τολμήσειε ταύτην ῥῆξαι τὴν φωνήν, ἀλλ’ ἀντὶ ταύτης ἐκείνην τὴν φοβεράν, ὅτι «Ἐὰν καταστρηνιάσωσι τοῦ Χριστοῦ, καὶ γαμῆσαι θελήσωσι, κρίμα ἕξουσιν, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν».

λθ’. Καὶ μὴ αὐτὸς φησιν, ὅτι «Λέγω τοῖς γάμοις καὶ τοῖς χήραις, καλὸν αὐτοῖς ἐστιν ἐὰν μείνωσι· ὡς κἀγώ· εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν». Καὶ πάλιν· «Ἐὰν κοιμηθῇ ὁ ἀνὴρ αὐτῆς, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν Κυρίῳ». Πῶς οὖν ἦν ἀφίησιν ἐλευθέραν πάλιν κολάζει, καὶ ὃν ἐν Κυρίῳ φησὶν εἶναι γάμον, τοῦτον ὡς παρανόμως γινόμενον κατακρίνει; Μὴ δείσης, οὐ τὸν αὐτόν, ἀλλ’ ἕτερον. Ὥσπερ γὰρ λέγων, «Ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτεν», οὐ περὶ τῆς ἀποταξαμένης τῷ γάμῳ φησί· δῆλον γὰρ ἅπασιν ὅτι αὐτὴ ἥμαρτε καὶ ἁμαρτίαν ἀφόρητον· ἀλλὰ περὶ τῆς ἀπειρογάμου μὲν ἔτι, οὔπω δὲ οὐδὲ τοῦτο οὐδὲ ἐκεῖνο ψηφισαμένης, ἀλλ’ ἐν μεταιχμίῳ τούτων ἑκατέρων μενούσης τῶν λογισμῶν· οὕτω καὶ χήραν ἐνταῦθα μὲν τὴν ἁπλῶς οὐκ ἔχουσαν ἄνδρα φησίν, οὔπω δὲ καὶ τῇ τῆς οἰκείας προαιρέσεως ψήφῳ προσδεδεμένην, ἀλλ’ ἐλευθέραν οὖσαν καὶ τοῦτο ἑλέσθαι κἀκεῖνο· ἐκεῖ δὲ τὴν οὐκέτι κυρίαν οὖσαν ἑτέρῳ πάλιν ὁμιλῆσαι νυμφίῳ, αλλ’ εἰς τοὺς τῆς ἐγκρατείας ἐμβεβηκυΐαν ἀγῶνας. Ἔστι γὰρ καὶ χήραν εἶναι, καὶ μὴ κατατάττεσθαι εἰς τὸ τῶν χηρῶν ἀξίωμα, ὅταν μηδέπω ᾗ τοῦτο καταδεξαμένη. Διὸ καὶ αὐτὸς φησι· «Χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα γεγονυῖα, ἑνὸς ἀνδρὸς γυνή». Τὴν μὲν γὰρ ἁπλῶς χήραν ἀφίησι γαμεῖν, εἰ βούλοιτο· τὴν δὲ ἐπαγγειλαμένην τῷ Θεῷ χηρεύειν διαπαντός, εἶτα γαμηθεῖσαν καταδικάζει σφοδρῶς, ὅτι τὰς πρὸς τὸν Θεὸν συνθήκας ἐπάτησεν. Οὐ ταυτασὶ οὖν, ἀλλ’ ἐκείναις φησίν· «Εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν· κρεῖττον γὰρ ἐστι γαμῆσαι ἢ πυροῦσθαι». Ὁρᾷς οὐδαμοῦ τὸν γάμον καθ’ ἑαυτὸν θαυμαζόμενον, ἀλλὰ διὰ τὰς πορνείας, διὰ τοὺς πειρασμούς, διὰ τὴν ἀκρασίαν; Ἄνω μὲν γὰρ ταῦτα ἅπαντα τίθησιν, ἐνταῦθα δὲ ἐπειδὴ σφόδρα αὐτῶν καθήψατο τοῖς ὀνείδεσι, ῥήμασιν εὐφημοτέροις πάλιν τὸ αὐτὸ πρᾶγμα καλεῖ, ἐμπρησμὸν αὐτὸ καὶ πύρωσιν ὀνομάζων. Καὶ οὐδὲ ἐνταῦθα ἠνέσχετο μὴ πλήξας τὸν ἀκροατὴν παρελθεῖν. Οὐ γὰρ εἶπεν, Εἰ δὲ βίαν τινὰ πάσχουσιν ὑπὸ τῆς ἐπιθυμίας, εἰ δὲ περιτρέπονται, εἰ δὲ μὴ δύνανται· οὐδὲν τοιοῦτον ὃ τῶν πασχόντων ἐστὶ καὶ συγγνώμης ἀξιῶν, ἀλλὰ τί; «Εἰ δὲ οὐκ ἐγκρατεύονται» ὃ τῶν οὐκ ἐθελόντων ἐστὶν ἐνεργεῖν διὰ τὴν ῥαθυμίαν. Δείκνυσι γὰρ ὅτι κύριοι ὄντες τοῦ πράγματος παρὰ τὸ μὴ βούλεσθαι πονεῖν οὐκ ἀνύουσιν. Ἀλλ’ ὅμως οὐδὲ οὕτως αὐτοὺς κολάζει, οὐδὲ τιμωρίας ὑπευθύνους ποιεῖ, ἀλλ’ ἐπαίνων ἀποστερήσας μόνον, μέχρι τοῦ διὰ τῶν ῥημάτων ψόγου τὴν σφοδρότητα ἐπιδείκνυται, παιδοποιίας μὲν οὐδαμοῦ μεμνημένος, τῆς εὐπροσώπου καὶ σεμνῆς αἰτίας τοῦ γάμου, πυρώσεως δὲ καὶ ἀκρασίας καὶ πορνείας καὶ πείρας σατανικῆς, ἀκὶ ὑπὲρ τοῦ ταῦτα μὴ γίνεσθαι τὸ πρᾶγμα συγχωρῶν. Καὶ τὶ τοῦτο; Φησίν· ἕως γὰρ ἂν αὐτὸ τιμωρίας ἀπαλλάττῃ, πᾶσαν κατάγνωσιν καὶ πάντα ὀνείδη εὐκόλως οἴσομεν· μόνον ἐξέστω τρυφᾶν καὶ συνεχῶς ἀπολαύειν ἐπιθυμίας. Τὶ οὖν, ὦ βέλτιστε, ἂν μηδὲ τρυφᾶν ἐξῇ, ὀνειδισμὸν καρπωσόμεθα μόνο; Καὶ πῶς, φησίν, οὐκ ἔξεστι τρυφᾷν τοῦ Παύλου λέγοντος· «Εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν»; Ἀλλ’ ἄκουε καὶ τὰ προσκείμενα τούτῳ. Ἔμαθες ὅτι κρεῖττον τὸ γαμῆσαι ἢ πυροῦσθαι· ἀπεδέξω τὸ ἡδύ, ἐπῄνεσας τὴν συγχώρησιν, ἐθαύμασας τῆς συγκαταβάσεως τὸν ἀπόστολον· ἀλλὰ μὴ στῇς μέχρι τούτου, δέχου καὶ τὰ μετὰ ταῦτα· τοῦ γὰρ αὐτοῦ ἀμφότερα τὰ παραγγέλματα. Τὶ οὖν μετὰ ταῦτά φησι; «Τοῖς δὲ γεγαμηκόσι παραγγέλλω, οὐκ ἐγώ, ἀλλ’ ὁ Κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι· ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος, ἢ τῷ ἀνδρὶ καταλλαγήτω· καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι».

μ’. Τὶ οὖν, ἐὰν μὲν ὁ ἀνὴρ ἐπιεικὴς ᾗ, ἡ δὲ γυνὴ μοχθηρά, λοίδορος, λάλος, πολυτελής, τὸ κοινὸν τοῦτο πασῶν αὐτῶν νόσημα, ἑτέρων πλειόνων γέμουσα κακῶν, πῶς οἴσει τὴν καθημερινὴν ταύτην ἀηδίαν ἐκεῖνος ὁ δείλαιος, τὸν τῦφον, τὴν ἀναισχυντίαν; Τὶ δαί, ἂν τοὐναντίον αὐτὴ μὲν ᾗ κόσμια καὶ ἥσυχος, ἐκεῖνος δὲ θρασύς, ὑπεροπτικός, ὀργίλος, πολὺν μὲν ἀπὸ τῶν χρημάτων, πολὺν δὲ ἀπὸ τῆς δυναστείας ὄγκον περιβεβλημένος, καὶ τὴν ἐλευθέραν ὡς δούλην ἔχῃ, καὶ τῶν θεραπαινίδων μηδὲν ἄμεινον πρὸς αὐτὴν διακέηται, πῶς οἴσει τὴν τοσαύτην ἀνάγκην καὶ βίαν; Τὶ δαί, ἂν συνεχῶς αὐτὴν ἀποστρέφηται, καὶ διαπαντὸς μένῃ τοῦτο ποιῶν; Καρτέρει, φησίν, πᾶσαν ταύτην τὴν δουλείαν· ὅταν γὰρ ἀποθάνῃ, τότε ἐλευθέρα ἔσῃ μόνον, ζῶντος δὲ δυοῖν θάτερον ἀνάγκη, ἢ παιδαγωγεῖν αὐτὸν μετὰ πολλῆς τῆς σπουδῆς καὶ βελτίω ποιεῖ, ἤ, εἰ τοῦτο ἀδύνατον, φέρειν γενναίως τὸν ἀκήρυκτον πόλεμον καὶ τὴν ἄσπονδον μάχην. Καὶ ἀνωτέρω μὲν ἔλεγε· «Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μὴ τι ἂν ἐκ συμφώνου»· ἐνταῦθα δὲ χωρισθεῖσαν αὐτὴν καὶ ἄκουσαν ἐγκρατεύεσθαι κελεύει λοιπόν· «Μενέτω γάρ, φησίν, ἄγαμος, ἢ τῷ ἀνδρὶ καταλλαγήτω». Ὁρᾷς αὐτὴν ἐν μέσῳ δυοῖν ἀπειλημμένην πολέμων;

Ἢ γὰρ τὴν ἀπὸ τῆς ἐπιθυμίας βίαν χρὴ καρτερεῖν, ἢ τοῦτο μὴ βουλομένην, κολακεύειν τὸν ὑβριστήν, καὶ παρέχειν ἑαυτὴν ἐκείνῳ πρὸς ὅπερ ἂν βούληται, εἴτε πληγὰς ἐντείναι, εἷται λοιδορίαις πλῦναι, εἴτε οἰκετῶν ὑπεροψίας παραδοῦναι, εἴτε ἕτερον τι τοιοῦτον· πολλαὶ γὰρ ὁδοὶ τοῖς ἀνδράσιν ἐπινενόηνται, ὅταν κολάζειν βούλωνται τὰς ἑαυτῶν γυναῖκας. Εἰ δὲ ταῦτα μὴ φέροι, τὴν ἐγκράτειαν ἀσκεῖν χρὴ τὴν ἄκαρπον· τὴν ἄκαρπον δὲ λέγω, ἐπειδὴ μὴ τὴν αὐτῇ προσήκουσαν ὑπόσχεσιν ἔχει· οὐ γὰρ δι’ ἁγιωσύνης ἐπιθυμίαν, ἀλλὰ διὰ τὴν πρὸς τὸν ἄνδρα ὀργὴν γίνεται. «Μενέτω γάρ, φησίν, ἄγαμος, ἢ τῷ ἀνδρὶ καταλλαγήτω». Τὶ οὖν, ἂν μηδέποτε βούληται καταλλαγῆναι; Φησίν. Ἔχεις δευτέραν λύσιν καὶ ἀπαλλαγήν. Τίνα ταύτην; Ἀνάμενε τὸν τούτου θάνατον. Ὥσπερ γὰρ τῇ παρθένῳ γαμεῖσθαι οὐδέποτε ἔξεστι διὰ τὸ ζῆν αὐτῆς ἀεὶ τὸν νυμφίον καὶ ἀθάνατον εἶναι, οὕτω τῇ γεγαμημένῃ τότε μόνον ἔξεστιν, ὅταν ὁ ἀνὴρ ἀποθάνῃ. Εἰ γὰρ ἐξῆν καὶ ζῶντος ἀπὸ τούτου πρὸς ἕτερον, καὶ πάλιν ἀπ’ ἐκείνου πρὸς ἄλλον μεταπηδᾷν, τὶ γάμων ἔδει λοιπόν, ταῖς ἀλλήλων γυναιξὶν ἀδιακρίτως τῶν ἀνδρῶν κεχρημένων, καὶ πάσαις ἁπλῶς ἀναμεμιγμένων ἁπάντων; Πῶς δὲ οὐκ ἂν καὶ πρὸς τοὺς συνοικοῦντας διεφθάρη ἡ διάθεσις, τήμερον μὲν τούτου αὔριον δὲ ἐκείνου, καὶ πάλιν ἄλλου τῇ αὐτῶν συζώντων γυναικί; Δικαίως οὖν ὁ Κύριος αὐτὸ μοιχείαν ἐκάλεσε.

μα’. Πῶς οὖν Ἰουδαίοις τοῦτο συνεχώρησεν; Ἵνα μὴ πολεμῶσιν ἀλλήλοις, ἵνα μὴ συγγενικῶν αἱμάτων τὰς ἑαυτῶν πλήρωσιν οἰκίας. Τὶ γὰρ ἦν ἄμεινον, εἰπὲ μοι, τὴν μισηθεῖσαν ἐκβληθῆναι ἔξω, ἢ σφαγῆναι ἔνδον; Τοῦτο γὰρ ἂν ἐποίησαν, εἶ γε μὴ ἐξῆν αὐτοῖς ἐκβάλλειν. Διὰ τοῦτό φησίν· «Εἰ μισεῖς, ἐξαπόστειλον». Ὅταν δὲ τοῖς ἐπιεικέσι διαλέγηται, καὶ οἷς μηδὲ ὀργίζεσθαι συγχωρεῖ, φησίν· «Ἐὰν δὲ χωρισθῇ, μενέτω ἄγαμος». Ὁρᾷς τὴν ἀνάγκην, τὴν ἀπαραίτητον δουλείαν, τὸν ἑκατέρους περιβάλλοντα δεσμόν; Δεσμὸς γὰρ ὄντως ὁ γάμος, οὐ διὰ τὸν τῶν φροντίδων χόλον μόνον, οὐδὲ διὰ τὰς λύπας τὰς καθημερινάς, ἀλλ’ ὅτι παντὸς οἰκέτου χαλεπώτερον ἀλλήλοις ὑποκεῖσθαι τοὺς γεγαμηκότας καταναγκάζει. «Κρατείτω, φησίν, ὁ ἀνὴρ τῆς γυναικός». Καὶ τὶ τῆς δεσποτείας ταύτης τὸ κέρδος; Πάλιν γὰρ αὐτὸν δοῦλον τῆς κρατουμένης ποιεῖ, καινὴν τινα καὶ παράδοξον δουλείας ἐπινοήσας ἀντίδοσιν· καὶ καθάπερ οἱ πόδες τῶν φυγάδων, οἱ καὶ καθ’ ἑαυτοὺς δεδεμένοι καὶ πάλιν ἀλλήλοις συνδεδεμένοι, διὰ τινος ἀλύσεως μικρᾶς ἐξ ἑκατέρας ἀρχῆς ταῖς πέδαις προσηλωμένης, οὐκ ἂν δύναιντο μετ’ ἐξουσίας θατέρῳ· οὕτω καὶ αἱ τῶν γεγαμηκότων ψυχαὶ ἔχουσι μὲν καὶ ἰδίας φροντίδας, ἔχουσι δὲ καὶ ἑτέραν ἀνάγκην τὴν ἐκ τοῦ πρὸς ἀλλήλους συνδέσμου, πάσης ἀλύσεως χαλεπώτερον ἄγχουσαν, καὶ τὴν ἀμφοτέρων ἐλευθερίαν ἀφαιρουμένην τῷ μὴ καθάπαξ ἑνὶ παραδοῦναι τὴν ἀρχήν, ἀλλ’ εἰς ἑκατέρους αὐτῆς διανεῖμαι τὴν ἐξουσίαν. Ποῦ τοίνυν εἰσὶν οἱ διὰ τὴν ἐκ τῆς ἡδονῆς παραμυθίαν πᾶσαν ἕτοιμοι καταγνῶσιν ἐνεγκεῖν; Οὐδὲ γὰρ μικρὸν ὑποτέμνεται τῆς ἡδονῆς μέρος, ἐν ταῖς πρὸς ἀλλήλους ὀργάσι καὶ ἀπεχθείας πολλάκις ἀναλισκομένου χρόνου μακροῦ. Καὶ ἡ δουλεία δὲ αὕτη, τὸ τὴν ἑτέρου μοχθηρίαν ἀναγκάζεσθαι καὶ ἄκοντα θάτερον φέρειν, ἅπασαν ἱκανὴ συσκιάσαι τρυφήν. Διὰ τοῦτο ὁ μακάριος ἐκεῖνος πρῶτον μὲν δι’ ἐντρεπτικῶν ῥημάτων ἀνέστελλε τὴν πρὸς τὴν ἐπιθυμίαν φοράν, διὰ τὰς πορνείας λέγων καὶ ἀκρασίας καὶ πυρώσεις· ἐπειδὴ δὲ συνεῖδε βραχὺν ὄντα τοῖς πολλοῖς τὸν τῆς καταγνώσεως λόγον, τὸ τούτου πάλιν ἰσχυρότερον πρὸς ἀποτροπὴν τίθησι· διὸ καὶ οἱ μαθηταὶ εἰπεῖν ἠναγκάσθησαν, «Οὐ συμφέρει γαμῆσαι». Τοῦτο δὲ ἐστι τό, μηδένα ἑαυτοῦ κύριον εἶναι τῶν γεγαμηκότων. Καὶ οὐκέτι τοῦτο ἐν παραινέσεως τάξει καὶ συμβουλῆς εἰσηγεῖται, ἀλλ’ ἐν ἐπιτάγματος καὶ ἐντολῆς ἀνάγκη. Τὸ μὲν γὰρ γαμεῖν ἢ μὴ γαμεῖν ἐφ’ ἡμῖν, τὰ δὲ μετὰ τὸν γάμον οὐκέτι ἐφ’ ἡμῖν, ἀλλὰ καὶ ἑκόντας καὶ ἄκοντας φέρειν χρὴ τὴν δουλείαν. Τὶ δήποτε; Ὅτι οὐκ ἀγνοοῦντες ταύτην εἱλόμεθα τὴν ἀρχήν, ἀλλὰ καὶ σφόδρα αὐτῆς ἐπιστάμενοι τὰ δικαιώματα καὶ τοὺς νόμους, ἑκόντες ἑαυτοὺς ὑποβάλλομεν τῷ ζυγῷ. Μετὰ ἔδε ταῦτα περὶ τῶν ταῖς ἀπίστοις συνοικούντων διαλεχθείς, καὶ πᾶσιν ἀκρίτως τοῖς περὶ τοῦ γάμου νόμοις ἐπεξελθών, καὶ τὸν περὶ τῶν οἰκετῶν λόγον παρεμβαλών, καὶ παραμυθησάμενος αὐτοὺς ἱκανῶς μὴ παρελαττοῦσθαι τῇ δουλείᾳ ταύτῃ τὴν εὐγένειαν αὐτοῖς τὴν πνευματικήν, μέτεισι λοιπὸν ἐπὶ τὸν τῆς παρθενίας λόγον, ὃν πάλαι μὲν ὤδινε καὶ κατασπεῖραι ἔσπευδεν, ἀπέτεκε δὲ νῦν, οὐδὲ ἐν τοῖς περὶ τοῦ γάμου λόγοις ἀποσιωπῆσαι καρτερήσας αὐτόν. Ἐν βραχεῖ μὲν γὰρ καὶ διεσπαρμένως, ἐνύφηνε δὲ αὐτὸν ὅμως κἀκείνη τῇ παραινέσει· καὶ τῇ καλλίστῃ ταύτῃ μεθόδῳ προγυμνάσας ἡμῶν τὰς ἀκοάς, καὶ τὴν διάνοιαν προλεάνας, εἴσοδον ἀρίστην τῷ λόγῳ παρασκευάζει. Μετὰ γοῦν τὴν πρὸς τοὺς οἰκέτας παραίνεσιν (Τιμῆς γάρ, φησὶν «ἠγοράσθητε, μὴ γίνεσθε δοῦλοι ἀνθρώπων»), τῆς Δεσποτικῆς ἡμᾶς ἀναμνήσας εὐεργεσίας, καὶ τούτῳ πάντων τὰς διανοίας ἀναστήσας καὶ πρὸς τὸν οὐρανὸν ἄρας, οὕτω τοὺς περὶ τῆς παρθενίας ἐμβάλλει λόγους, ταῦτα λέγων τὰ ῥήματα· «Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ Κυρίου πιστὸς εἶναι». Καίτοι γε καὶ ἐπὶ τῶν πιστῶν τῶν τάσι ἀπίστοις συνεζευγμένων οὐκ ἔχων ἐπιταγήν, μετὰ πολλῆς τῆς ἐξουσίας ἐνομοθέτησεν, οὑτωσὶ γράφων· «Τοῖς δὲ λοιποῖς ἐγὼ γράφω, οὐχ ὁ Κύριος· Εἰ τις ἀδελφὸς γυναῖκα, ἔχει ἄπιστον, καὶ αὐτὴ συνευδοκεῖ οἰκεῖν μετ’ αὐτοῦ, μὴ ἀφιέτω αὐτήν». Τὶ οὖν οὐχὶ καὶ ἐπὶ τῶν παρθένων τὸ αὐτοῦ ποιεῖς ἀποφαινόμενος; Ὅτι περὶ τούτου φανερῶς ὁ Χριστὸς διετάξατο, κωλύων εἰς ἐπιτάγματος ἀνάγκην ἐλθεῖν τὸ πρᾶγμα· τὸ γάρ, «Ὁ δυνάμενος χωρεῖν χωρείτω», κύριον τὸν ἀκροατὴν τῆς αἱρέσεως ποιοῦντός ἐστιν. Περὶ μὲν οὖν τῆς ἐγκρατείας διαλεγόμενος, «Θέλω, φησί, πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτὸν ἐν ἐγκρατείᾳ». Καὶ πάλιν· «Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις, Καλὸν αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγώ». Ἐν δὲ τοῖς περὶ τῆς παρθενίας λόγοις οὐδαμοῦ παρήγαγεν ἑαυτόν. Διὰ τοῦτο καὶ σφόδρα ὑφειμένως καὶ μετὰ πολλῆς τῆς ὑποστολῆς διαλέγεται· οὐ γὰρ αὐτῷ τὸ πρᾶγμα κατώρθωτο· «Ἐπιταγὴν οὐκ ἔχω», φησί. Προῶ τὴν αἵρεσιν θείς, καὶ τὸν ἀκροατὴν εὐγνώμονα καταστήσας, οὕτως ἐπάγει τὴν συμβουλήν. Ἐπειδὴ γὰρ τὸ τῆς παρθενίας ὄνομα πολὺν εὐθέως ἐμφαίνει τὸν πόνον λεχθέν, διὰ τοῦτο οὐκ εὐθέως ἐπὶ τὴν παραίνεσιν ἔδραμεν, ἀλλὰ θεραπεύσας πρότερον τῇ αἱρέσι τὸν μαθητήν, εὐήνιόν τε καὶ τιθασσὸν αὐτοῦ κατασκευάσας τὴν ψυχήν, οὕτω ποιεῖται τὴν εἰσήγησιν. Ἤκουσας παρθενίαν, ὄνομα πολλῶν πόνων καὶ ἱδρώτων μὴ δείσης· οὐκ ἔστι τὸ πρᾶγμα ἐπίταγμα, οὐδὲ ἐντολῆς ἀνάγκην ἐπάγεται, ἀλλὰ τοὺς μὲν ἑκοντὶ καὶ μετὰ προαιρέσεως δεχομένους αὐτὴν τοῖς οἰκείοις ἀμείβεται καλοῖς, τὸν φαιδρὸν καὶ εὐανθῆ στέφανον περιτιθεῖσα αὐτῶν τῇ κεφαλῇ, τοὺς δὲ παραιτουμένους αὐτήν, καὶ οὐκ ἐθέλοντας προσθέσθαι, οὔτε κολάζει, οὔτε ἄκοντας ἀναγκάζει τοῦτο ποιεῖν. Οὐ ταύτῃ δὲ μόνον ἀνεπαχθῆ τὸν λόγον εἰργάσατο καὶ ἡδύν, ἀλλὰ καὶ τῷ τὴν χάριν τοῦ πράγματος οὐκ αὐτοῦ φάναι εἶναι, ἀλλὰ τοῦ Χριστοῦ. Οὐ γὰρ εἶπε, Περὶ τῶν παρθένων οὐκ ἐπιτάσσω, ἀλλ’ «Ἐπιταγὴν οὐκ ἔχω», ὡς ἂν εἰ ἔλεγεν· εἰ μὲν ἐξ ἀνθρωπίνων λογισμῶν ἐγὼ κινούμενος ταῦτα παρῄνουν, οὐκ ἔδει θαῤῥεῖν· ἐπειδὴ δὲ τῷ Θεῷ τοῦτο ἔδοξεν, ἀσφαλὲς τὸ τῆς ἀδείας ἐνέχυρον. Τὴν μὲν ἐξουσίαν τοῦτα τοιαῦτα ἐπιτάττειν παρῄρημαι, εἰ δὲ βούλεσθε ἀκούειν ὡς ὁμοδούλου, «Γνώμην δίδωμι, φησίν, ὡς ἠλεημένος ὑπὸ Κυρίου πιστὸς εἶναι». Ἄξιον δὲ ἐνταῦθα θαυμάσαι τοῦ μακαρίου τὴν πολλὴν εὐμηχανίαν καὶ τὴν σύνεσιν, καὶ πῶς ἐν μέσῳ δυοῖν ἀναγκαίων καὶ ἐναντίων ἀπειλημένος, τοῦ τε συστῆσαι τὸ ἑαυτοῦ πρόσωπον, ὥστε εὐπαράδεκτον γενέσθαι τὴν συμβουλήν, καὶ τοῦ μηδὲν μέγα φθέγξασθαι περὶ ἑαυτοῦ, διὰ τὸ τῆς ἀρετῆς ταύτης γεγονέναι ἐκτός, ἀμφότερα ἐν βραχεῖ κατεσκεύασε. Τῷ μὲν γὰρ εἰπεῖν, «Ὡς ἠλεημένος», συνίστησί πως ἑαυτόν, τῷ δὲ μὴ ἀπὸ τοῦ λαμπροτέρου τοῦτο ποιῆσαι μέρους ταπεινοῖ καὶ συστέλλει πάλιν.

μβ’. Οὐ γὰρ εἶπε· δίδωμι γνώμην, ὡς πιστευθεὶς τὸ εὐαγγέλιον, ὡς ἀξιωθεὶς εἶναι κῆρυξ τῶν ἐθνῶν, ὡς προστασίαν τὴν ὑμετέραν ἐγχειρισθείς, ὡς διδάσκαλος καὶ καθηγητής· ἀλλὰ πῶς; «Ὡς ἠλεημένος», φησί, καὶ τὸ ἔλαττον θείς· ἔλαττον γὰρ τοῦ διδάσκαλον εἶναι τῶν πιστῶν τὸ μόνον εἶναι πιστόν. Κεῖ ἑτέραν ,ἐπινοεῖ πάλιν ταπείνωσιν. Ποίαν δὲ ταύτην; Οὐκ εἶπεν, ὡς γενόμενος πιστός, ἀλλ’ «Ὡς ἠλεημένος εἶναι πιστός». Μὴ γὰρ τὴν ἀποστολὴν καὶ τὸ κήρυγμα καὶ τὴν διδασκαλίαν μόνον νομίσητε τῆς δωρεᾶς εἶναι τοῦ Θεοῦ· καὶ γὰρ αὐτὸ τὸ πιστεῦσαι ἀπὸ τοῦ ἐλέους μοι γέγονεν ἐκείνου. Οὐ γὰρ ἐπειδὴ ἄξιος ἤμην, φησί, κατηξιώθην τῆς πίστεως, ἀλλ’ ἐπειδὴ ἠλεήθην μόνον· ὁ δὲ ἔλεος χάριτός ἐστιν, οὐ τοῦ κατ’ ἀξίαν. Ὥστε εἰ μὴ ἦν σφόδρα εὔσπλαχνος ὁ Θεός, οὐ μόνον ἀπόστολος, ἀλλ’ οὔτε πιστὸς ἠδυνήθην ἂν γενέσθαι ποτέ. Εἶδες εὐγνωμοσύνην οἰκέτου καὶ συντετριμμένην καρδίαν, πῶς οὐδὲν πλέον ἑαυτῷ δίδωσι τῶν λοιπῶν, ἀλλὰ καὶ τοῦτο, ὃ κοινὸν αὐτῷ καὶ τοῖς μαθηταῖς ἦν, τὸ τῆς πίστεως οὐκ αὐτοῦ φησιν εἶναι, ἀλλὰ τοῦ ἐλέους καὶ τῆς χάριτος τοῦ Θεοῦ, ταὐτὸν ἐμφαίνων διὰ τῶν ῥημάτων τούτων, οἷον εἰ ἔλεγε· μὴ ἀπαξιώσητε συμβουλὴν δέξασθαι παρ’ ἐμοῦ· οὐδὲ γὰρ ὁ Θεὸς ἀπηξίωσέ με τοῦ ἐλέους τοῦ παρ’ αὐτοῦ. Ἄλλως τε καὶ γνώμῃ τὸ πρᾶγμά ἐστιν, οὐκ ἐπίταγμα· συμβουλεύω γάρ, οὐ νομοθετῶ. Τὸ δὲ τὰ παραστάντα ἑκάστῳ συμφέροντα φέρειν εἰς μέσον καὶ προτιθέναι οὐδεὶς κωλύσειε νόμος, καὶ μάλιστα ὅταν ἐξ αἰτήσεως τοῦτο γίνηται τῶν ἀκροατῶν, καθάπερ καὶ ἐφ’ ὑμῶν. «Νομίζω οὖν, φησί, τοῦτο καλὸν ὑπάρχειν». Ὁρᾷς πάλιν ὑφειμένον τὸν λόγον καὶ πάσης ἔρημον ἐξουσίας. Καίτοι γε ἐνῆν οὕτως εἰπεῖν· ἐπειδὴ ὁ Κύριος οὐκ ἐπέταξε παρθενίαν, διὰ τοῦτο οὐδὲ ἐγώ· συμβουλεύω δὲ ὑμῖν καὶ παραινῶ τοῦτο ζηλοῦν, καὶ γὰρ ἀπόστολος ὑμῶν εἰμι. Καθάπερ καὶ μετὰ ταῦτα διαλεγόμενος αὐτοῖς ἔλεγεν· «Εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλὰ γε ὑμῖν εἰμι». Ἀλλ’ ἐνταῦθα οὐδὲν τούτων φθέγγεται, ἀλλὰ μετὰ πολλῆς φειδοῦς τοῖς ῥήμασι κέχρηται, ἀντὶ μὲν τοῦ, Συμβουλεύω, «Γνώμην δίδωμι», λέγων· ἀντὶ δὲ τοῦ, Ὡς διδάσκαλος, «Ὡς ἠλεημένος ὑπὸ τοῦ Κυρίου πιστὸς εἶναι»· καὶ ὥσπερ οὐδὲ τούτων ἀρκούντων πρὸς τὸ συνεσταλμένον ποιῆσαι τὸν λόγον, ἀρχόμενος τῆς συμβουλῆς ὑποτέμνεται πάλιν τὴν ἐξουσίαν, οὐχ ἁπλῶς ἀποφαινόμενος, ἀλλὰ καὶ αἰτίαν προστιθείς· «Νομίζω γὰρ τοῦτο καλὸν ὑπάρχειν, φησί, διὰ τὴν ἐνεστῶσαν ἀνάγκην». Καίτοι γε ὅτε περὶ ἐγκρατείας διελέγετο, οὔτε τό, Νομίζω τέθεικεν, οὔτε αἰτίαν τινά, ἀλλ’ ἁπλῶς, «Καλὸν αὐτοῖς ἐστιν, ἐὰν μείνωσιν ὡς κἀγώ»· ἐνταῦθα δέ, «Νομίζω εἶναι καλόν». Τοῦτο δὲ ποιεῖ οὐκ ἀμφιβάλλων περὶ τοῦ πράγματος· ἄπαγε· ἀλλὰ τῇ τῶν ἀκουόντων κρίσει τὸ πᾶν ἐπιτρέψαι βουλόμενος. Τοιοῦτον γὰρ ὁ σύμβουλος, οὐκ αὐτοῖς τοῖς λεγομένοις ψηφίζεται, ἀλλὰ τὸ πᾶν ὑπὸ τὴν κρίσιν ἀφίησι κεῖσθαι τῶν ἀκροατῶν.

μγ’. Ποίαν δὲ καὶ ἀνάγκην ἐνταῦθά φησιν; Ἆρα τὴν ἀπὸ τῆς φύσεως; Οὐδαμῶς. Πρῶτον μὲν γάρ, εἰ ταύτην ἔλεγε, τοὐναντίον ἂν οὗπερ ἐβούλετο κατεσκεύασε μεμνημένος αὐτῆς· οἱ γὰρ βουλόμενοι γαμεῖν ταύτην ἄνω καὶ κάτω στρέφουσι. Δεύτερον δὲ οὐκ ἂν αὐτὴν «ἐνεστῶσαν» ἐκάλεσε· οὐ γὰρ νῦν πρῶτον, ἀλλ’ ἄνωθεν εἰς τὸ τῶν ἀνθρώπων κατεφυτεύθη γένος, καὶ πάλαι μὲν χαλεπωτέρα καὶ ἀτιθάσσευτος ἦν· παραγενομένου δὲ τοῦ Χριστοῦ, καὶ τῆς ἀρετῆς ἐπιδοθείσης, εὐκαταγώνιστος γέγονεν. Ὥστε οὐ περὶ ταύτης ὁ λόγος αὐτῷ, ἀλλ’ ἑτέραν τινὰ αἰνίττεται πολύτροπον καὶ πολυειδῆ. Τὶς οὖν ἐστιν αὕτη; Ἡ τῶν ἐν τῷ βίῳ πραγμάτων διαστροφῇ. Τοσαύτη γὰρ ἐστιν ἡ σύγχυσις, τοσαύτη τῶν φροντίδων ἡ τυραννίς, τοσοῦτος ὁ τῶν περιστάσεων ὄχλος, ὡς καὶ ἄκοντα πολλὰ πολλάκις ἀναγκάζεσθαι τὸν γεγαμηκότα ἁμαρτάνειν καὶ πλημμελεῖν.

μδ’. Τὸ μὲν γὰρ παλαιὸν οὐ τοσοῦτον ἡμῖν ἀρετῆς πρόκειτο μέτρον, ἀλλὰ καὶ ἀμύνασθαι τὸν ἀδικοῦντα, καὶ ἀντιλοιδορήσασθαι τῷ λοιδορουμένῳ, καὶ χρημάτων ἐπιμελήσασθαι ἐξῆν, καὶ εὐορκοῦντα ὀμνύναι, καὶ ὀφθαλμὸν ἐξορύξαι ἀντὶ ὀφθαλμοῦ, καὶ μισῆσαι τὸν ἐχθρόν, καὶ οὔτε τρυφᾶν, οὔτε ὀργίζεσθαι, οὔτε γυναῖκα τὴν μὲν ἐκβάλλειν, τὴν δὲ ἀντεισάγειν κεκώλυτο. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ δύο κατὰ ταὐτὸν ὁμοῦ γυναῖκας ἔχειν ὁ νόμος ἐπέτρεπε, καὶ πολλὴ καὶ ἐν τούτοις καὶ ἐν τοῖς ἄλλοις ἅπασιν ἡ συγκατάβασις ἦν. Μετὰ δὲ τὴν τοῦ Χριστοῦ παρουσίαν πολλῷ στενωτέρα γέγονεν ἡ ὁδός, οὐ μόνον τῷ τὴν ἄδειαν τῶν εἰρημένων ἁπάντων τὴν ἄφατον ταύτην καὶ πολλὴν περικοπῆναι τῆς ἐξουσίας τῆς ἡμετέρας, ἀλλὰ καὶ τῷ τὴν πολλὰ πολλάκις ἀναπείθουσαν καὶ ἀναγκάζουσαν ἡμᾶς καὶ ἄκοντας ἁμαρτάνειν γυναῖκα, ταύτην ἔνδον ἔχειν διαπαντός, ἢ μοιχείας ἁλίσκεσθαι βουλόμενον ἐκβάλλειν. Οὐ ταύτῃ δὲ μόνον ἡμῖν ἡ ἀρετὴ δυσκατόρθωτος, ἀλλ’ ὅτι, κἂν ἀνεκτὸν ἦθος ἔχῃ ἡ συνοικοῦσα, ὁ δι’ αὐτὴν καὶ τὰ ἔκγονα τὰ ἐκείνης περιῤῥέων ἡμᾶς φροντίδων ὄχλος οὐδὲ μικρὸν ἀναβλέψαι πρὸς τὸν οὐρανὸν συγχωρεῖ, πάντοθεν ὥσπερ τις ἴλιγγος περιστρέφων καὶ βαπτίζων ἡμῶν τὴν ψυχήν. Ὅρα γὰρ βούλεται τὸν τῶν ἰδιωτῶν βίον τὸν ἀκίνδυνον τοῦτον καὶ ἀπράγμονα ζῆν ὁ ἀνήρ· ἀλλ’ ὅταν ἴδῃ παῖδας περιεστῶτας καὶ γυναῖκα καπάνης δεομένην πολλῆς, καὶ ἄκων εἰς τὸν τῶν πολιτικῶν πραγμάτων ἔῤῥιψεν ἑαυτὸν κλύδωνα. Ἐκεῖ δὲ ἐμπεσόντα λοιπὸν οὐδὲ ἔστιν εἰπεῖν ὅσα ἁμαρτάνειν ἀνάγκη, ὀργιζόμενον, ὀμνύοντα, λοιδορούμενον, ἀμυνόμενον, ὑποκρινόμενον, πολλὰ πρὸς χάριν, πολλὰ πρὸς ἀπέχθειαν ποιοῦντα. Πῶς γὰρ ἔνι στρεφόμενον ἐν ζάλη τοσαύτῃ, καὶ βουλόμενον εὐδοκιμεῖν ἐν αὐτῇ, μὴ πολὺν τὸν ἀπὸ τῶν ἁμαρτημάτων προστρίβεσθαι ῥύπον; Καὶ τὰ κατὰ τὴν οἰκίαν δὲ εἶ τις ἐξετάσειε, τῆς αὐτῆς καὶ πλείονος δυσκολίας εὑρήσει γέμοντα διὰ τὴν γυναῖκα· πολλὰ γὰρ ἀνάγκη μεριμνᾷν καὶ ὑπὲρ πολλῶν, ὧν οὐκ ἂν ἐδεήθη καθ’ ἑαυτὸν ὢν ὁ ἀνήρ, καὶ ταῦτα μὲν ὅταν κοσμία τις ᾗ καὶ ἐπιεικὴς ἡ γυνή· ἂν δὲ μοχθηρὰ καὶ ἐπαχθὴς καὶ δυσανάσχετος, οὐκέτι μόνον ἀνάγκην τὸ πρᾶγμα καλέσομεν, ἀλλὰ καὶ τιμωρίαν καὶ κόλασιν. Πῶς οὖν δυνήσεται τὴν ἐπὶ τὸν οὐρανὸν βαδίζειν ὁδόν, τῶν εὐλύτων καὶ κούφων δεομένην ποδῶν, καὶ ψυχῆς· εὐζώνου καὶ εὐσταλοῦς, τοσοῦτον ἔχων ἐπικείμενον πραγμάτων ὄγκον, τοσαύτας συνδεδεμένος πέδαις καὶ διὰ τοιαύτης ἀλύσεως ἑλκόμενος κάτω συνεχῶς, τῆς πονηρίας λέγω τῆς γυναικός;

με’. Ἀλλὰ τὶς ὁ σοφὸς τῶν πολλῶν λόγος, ὅταν ταῦτα ἅπαντα αὐτοῖς διεξέλθωμεν; Οὐκοῦν πλείονος ἄξιος ἔσται τιμῆς, φησίν, ὁ μετὰ τοσαύτης ἀνάγκης κατορθῶν. Τίνος ἕνεκεν, ὦ βέλτιστε, καὶ διὰ τί; Ὅτι πλείονα μόχθον, φησίν, ὑφίσταται ὑπὸ τοῦ γάμου. Καὶ τὶς αὐτὸν ἀναδέξασθαι φορτίον τοσοῦτον ἠνάγκαζεν; Εἰ μὲν γὰρ ἐντολὴν ἐπλήρου γαμῶν, καὶ νόμου παράβασις ἦν τὸ μὴ γαμεῖν, εὐπρόσωπος οὗτος ὁ λόγος ἦν· εἰ δὲ κύριος ὢν τοῦ μὴ τὸν ζυγὸν ὑπελθεῖν τοῦ γάμου, ἑκών, ἀναγκάζοντος οὐδενός, δυσκολίας ἑαυτῷ περιθεῖναι τοσαύτας ἠθέλησεν, ὥστε ἐπαχθέστερον αὐτῷ γενέσθαι τῆς ἀρετῆς τὸν ἀγῶνα, οὐδὲν τοῦτο πρὸς τὸν ἀγωνοθέτην· αὐτὸς γὰρ ἓν μόνον ἐπέταξεν ἀνύσαι, τὸν κατὰ τοῦ διαβόλου πόλεμον, καὶ τὴν κατὰ τῆς κακίας νίκην λαβεῖν· εἴτε δὲ γαμῶν καὶ τρυφῶν καὶ πολλὰ μεριμνῶν τις ἀνύοι τοῦτο, εἴτε ἀσκούμενος καὶ ταλαιπωρῶν, καὶ μετὰ τοῦ μηδὲν ἕτερον μεριμνᾷν, οὐδὲν αὐτῷ τούτου μέλει λοιπόν. Τὸν μὲν γὰρ τρόπον τῆς νίκης, καὶ τὴν ἐπὶ τὸ τρόπαιον φέρουσαν ὁδὸν αὐτὸς ἐκείνην εἶναί φησι τὴν πάντων ἀπηλλαγμένην τῶν βιωτικῶν· ἐπειδὴ δὲ σὺ μετὰ γυναικὸς καὶ παίδων καὶ τῶν τούτοις ἐπισυρομένων πραγμάτων στρατεύεσθαι βούλει καὶ πολεμεῖν, ὡς τὰ αὐτὰ ἀνύσων ἐκείνοις τοῖς οὐδενὶ τούτων ἐμπεπλεγμένοις, καὶ πλείονος ἀπολαύσων διὰ τοῦτο θαύματος, νῦν μὲν ἴσως καὶ τῦφον ἡμῖν ἐγκαλέσεις πολύν, ἂν εἴπωμεν ὅτι οὐ δυνατὸν σε πρὸς τὴν αὐτὴν ἐκείνοις φθάσαι κορυφήν· τὸ δὲ τέλος καὶ ὁ τῶν στεφάνων καιρὸς τότε σε πείσει καλῶς, ὅτι πολλῷ βέλτιον ἀσφάλεια φιλοτιμίας κενῆς, καὶ κρεῖττον τῷ Χριστῷ πείθεσθαι, ἢ τῇ τῶν οἰκείων ματαιότητι λογισμῶν. Ὁ μὲν γὰρ Χριστὸς οὐδὲ τὸ τοῖς οἰκείοις ἀποτάξασθαι πᾶσι πρὸς ἀρετὴν ὑμῖν φησιν ἀρκεῖν, ἂν μὴ καὶ ἡμᾶς αὐτοὺς μισήσωμεν· σὺ δὲ πᾶσι τούτοις φυρόμενος ἔφης δύνασθαι περιγενέσθαι. Ἀλλ’, ὅπερ ἔφην, τότε εἴσῃ καλῶς, ὅσον πρὸς ἀρετὴν ἐμπόδιον γυνὴ καὶ γυναικὸς φροντίδες.

μϚ’. Πῶς οὖν, φησί, βοηθὸν αὐτὴν ἐκάλεσε τὴν ἐμποδίζουσαν; «Ποιήσωμεν γὰρ αὐτῷ, φησί, βοηθὸν κατ’ αὐτόν». Κἀγὼ δὲ σε ἐρήσομαι, πῶς βοηθὸς ἡ τοσαύτης ἀποστερήσασα τὸν ἄνδρα ἀσφαλείας, καὶ τῆς θαυμαστῆς μὲν ἐκείνης ἐκβαλοῦσα διαγωγῆς τῆς ἐν τῷ παραδείσῳ, εἰς δὲ τὴν τοῦ παρόντος βίου ταραχὴν ἐμβαλοῦσα; Ταῦτα γὰρ οὐ μόνον οὐ βοηθοῦ, ἀλλὰ καὶ ἐπιβούλου. «Ἀπὸ γὰρ γυναικός, φησίν, ἀρχὴ ἁμαρτίας, καὶ δι’ αὐτὴν ἀποθνῄσκωμεν πάντες». Καὶ ὁ μακάριος δὲ Παῦλος, «Ἀδάμ, φησίν, οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἀπατηθεῖσα ἐν παραβάσει γέγονε». Πῶς οὖν βοηθὸς ἡ τῷ θανάτῳ τὸν ἄνδρα ὑποτάξασα; Πῶς βοηθὸς δι’ ἧς οἱ υἱοὶ τοῦ Θεοῦ, μᾶλλον δὲ πάντες οἱ τὴν γῆν κατοικοῦντες τότε, ἅμα θηρίοις καὶ πετεινοῖς καὶ τοῖς ἄλλοις ἅπασι ζώοις κατακλυσθέντες ἀπώλοντο; Οὐχ αὕτη τὸν δίκαιον Ἰὼβ ἔμελλεν ἀπολλύναι, εἰ μὴ σφόδρα ἐκεῖνος ἦν ἀνήρ; Οὐχ αὕτη τὸν Σαμψῶν ἀπώλεσεν; Οὐ τὸ πᾶν Ἑβραίων γένος αὐτὴ τελεσθῆναι τῷ Βεελφεγὼρ καὶ ταῖς συγγενικαῖς κατακοπῆναι χερσὶ παρεσκεύασε; Τὸν δὲ Ἀχαὰβ τὶς μάλιστα τῷ διαβόλῳ παρέδωκε, καὶ πρὸ τούτου τὸν Σολομώντα μετὰ τὴν πολλὴν ἐκείνην σοφίαν καὶ εὐδοκίμησιν; Οὐ μέχρι καὶ νῦν πολλὰ τοὺς ἄνδρας τοὺς ἑαυτῶν ἀναπείθουσι προσκρούειν τῷ Θεῷ; Οὐ διὰ τοῦτό φησιν ὁ σοφὸς ἐκεῖνος ἀνήρ· «Μικρὰ πᾶσα κακία πρὸς κακίαν γυναικός»; Πῶς οὖν, φησίν, εἶπεν αὐτῷ ὁ Θεός, «Ποιήσωμεν αὐτῷ βοηθὸν ὅμοιον αὐτῷ»; Οὐδὲ γὰρ ψεύδεται ὁ Θεός. Οὐδὲ ἐγὼ τοῦτο ἂν εἴποιμι· ἄπαγε· ἀλλ’ ἐγένετο μὲν ἐπὶ τοῦτο καὶ διὰ τοῦτο, οὐκ ἠθέλησε δὲ μεῖναι ἐπὶ τῆς οἰκείας ἀξίας, καθάπερ οὖν οὐδὲ ὁ ταύτης ἀνήρ. Καὶ γὰρ ἐκεῖνον ὁ Θεὸς ἐποίησε κατ’ εἰκόνα καὶ ὁμοίωσιν τὴν ἑαυτοῦ· «Ποιήσωμεν γάρ, φησίν, ἄνθρωπον κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν ἡμετέραν», ὥσπερ οὖν εἶπε «Ποιήσωμεν αὐτῷ βοηθόν»· γενόμενος δὲ ἀμφότερα εὐθέως ἀπώλεσεν. Οὔτε γὰρ τὸ καθ’ ὁμοίωσιν ἐφύλαξε (πῶς γάρ, ἐνδοὺς ἐπιθυμίᾳ, ἀτόπῳ, καὶ ἀπάτῃ ἁλούς, καὶ μὴ κρατήσας ἡδονῆς), τὸ τε κατ’ εἰκόνα καὶ ἄκοντος ἀφῃρέθη λοιπόν· οὐ γὰρ μικρὸν αὐτοῦ τῆς ἀρχῆς ὁ Θεὸς ὑπετέμετο μέρος, τὸν φοβερὸν ἅπασι καθάπερ δεσπότην, ὥσπερ οἰκέτην ἀγνώμονα μετὰ τὸ προσκροῦσαι τῷ δεσπότῃ, τοῖς ὁμοδούλοις ποιήσας εὐκαταφρόνητον. Παρὰ μὲν γὰρ τὴν ἀρχὴν καὶ τοῖς θηρίοις πᾶσιν ἐπίφοβος ἦν· πάντα γὰρ πρὸς αὐτὸν ἤγαγεν ὁ Θεός, καὶ οὐδὲν αὐτῷ λυμήνασθαι οὐδὲ ἐπιβουλεῦσαι ἐτόλμησεν· ἑώρα γὰρ ἐν αὐτῷ λάμπουσαν τὴν εἰκόνα τὴν βασιλικήν· ἐπειδὴ δὲ τοὺς χαρακτῆρας ἐκείνους ἠμαύρωσε διὰ τῆς ἁμαρτίας, καὶ ἀπὸ τῆς ἀρχῆς αὐτὸν ἐκείνης κατήγαγεν. Ὥσπερ οὖν τὸ μὴ πάντων αὐτῶν ἄρχειν τῶν ἐπὶ τῆς γῆς, ἀλλ’ ἔνια καὶ τρέμειν καὶ δεδοικέναι, οὐ ψευδῆ ποιεῖ τοῦ Θεοῦ τὴν ἀπόφασιν τὴν λέγουσαν, «Καὶ ἀρχέτωσαν τῶν θηρίων ἧς γῆς» (οὐ γὰρ παρὰ τὸν δεδωκότα, ἀλλὰ παρὰ τὸν εἰληφότα ὁ τῆς ἐξουσίας ἀκρωτηριασμὸς γέγονεν)· οὕτως οὐδὲ αἱ παρὰ τῶν γυναικῶν ἐπιβουλαὶ εἰς τοῦ ἄνδρας γινόμεναι, ἐκείνῳ τῷ λόγῳ λυμαίνονται τῷ λέγοντι, «Ποιήσωμεν αὐτῷ βοηθὸν κατ’ αὐτόν»· ἐγένετο μὲν γὰρ εἰς τοῦτο, οὐκ ἔμεινε δὲ ἐν τούτῳ. Χωρὶς δὲ τούτου κἀκεῖνο ἔστιν εἰπεῖν, ὅτι καὶ πρὸς τὴν τοῦ παρόντος βίου σύστασιν, καὶ πρὸς παίδων γονήν, καὶ πρὸς φυσικὴν ἐπιθυμίαν τὴν βοήθειαν ἐπιδείκνυται τὴν αὐτῆς· ὅταν δὲ μηκέτι καιρὸς ᾗ τοῦ παρόντος βίου, μηδὲ παιδοποιίας, μηδὲ ἐπιθυμίας, τὶ μάτην μνημονεύεις ἐνταῦθα βοηθοῦ; Τὴν γὰρ ἐν τοῖς ἐλαχίστοις συλλαμβάνειν δυναμένην μόνον, ταύτην ἂν τις ἐν τοῖς μεγάλοις ἐπάγηται συνεργόν, οὐ μόνον οὐδὲν ὤνησεν ἀλλὰ καὶ συνεπόδισεν αὐτὸν ταῖς φροντίσι.

μζ’. Τὶ οὖν ἐροῦμεν τῷ Παύλῳ, φησί, λέγοντι, «Τὶ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις»; Καὶ τὴν βοήθειαν αὐτῆς ἀναγκαίαν καὶ ἐν τοῖς πνευματικοῖς ἀποφαίνοντι; Καὶ ἐγὼ τοῦτο συνομολογῶ. Οὐδὲ γὰρ αὐτὴν παντελῶς ἐκκόπτω τῆς ἐν τοῖς πνευματικοῖς συμμαχίας· μὴ γένοιτο· ἀλλὰ τότε φημὶ ταῦτα αὐτὴν κατορθοῦν, ὅταν μὴ τὰ τοῦ γάμου πράττῃ, ἀλλὰ μένουσα τῇ φύσει γυνὴ πρὸς τὴν τῶν μακαρίων ἀνδρῶν ἀρετὴν διαβαίνῃ. Οὐ γὰρ καλλωπιζομένῃ, οὐδὲ τρυφῶσα, οὐδὲ προσόδους ἀπαιτοῦσα τὸν ἄνδρα χρημάτων, οὐδὲ πολυτελὴς γινομένη καὶ δαπανηρά, οὕτως αὐτὸν δυνήσεται ἐπαγαγέσθαι· ἀλλ’ ὅταν ἀνωτέρω γενομένη πάντων τῶν παρόντων πραγμάτων, ἀκὶ τὸν ἀποστολικὸν ἐν ἑαυτῇ χαρακτηρίσασα βίον, πολλὴν μὲν τὴν ἐπιείκειαν, πολλὴν δὲ τὴν κοσμιότητα, πολλὴν δὲ τὴν τῶν χρημάτων ὑπεροψίαν καὶ τὴν ἀνεξικακίαν ἐπιδεικνύηται, τότε αὐτὸν δυνήσεται ἑλεῖν ὅταν λέγῃ, «Ἔχοντες δὲ τροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα». Ὅταν διὰ τῶν ἔργων ταῦτα φιλοσοφῇ, καὶ τοῦ σωματικοῦ θανάτου καταγελῶσα, μηδὲν εἶναι λέγῃ τὴν παροῦσαν ζωήν· ὅταν πᾶσαν τοῦ βίου τούτου τὴν δόξαν κατὰ τὸν προφήτην ἄνθος εἶναι χόρτου νομίζῃ. Οὐκ ἄρα τῷ συνεῖναι καθάπερ γυνή, τούτῳ σῶσαι τὸν ἄνδρα δυνήσεται, ἀλλὰ τῷ τὸν εὐαγγελικὸν ἐπιδείκνυσθαι βίον· ἐπεὶ καὶ γάμου χωρὶς ἐποίησαν τοῦτο πολλαὶ γυναῖκες. Ἡ γὰρ Πρίσκιλλα τὸν Ἀπολλῶ προσλαβομένη, φησί, πρὸς πᾶσαν ἐχειραγώγησε τῆς ἀληθείας τὸν ὁδόν. Εἰ δὲ νῦν τοῦτο οὐκ ἐφεῖται, ἀλλ’ ἐπὶ τῶν γυναικῶν τὴν αὐτὴν ἔνεστιν ἐπιδείξασθαι σπουδήν, καὶ τὸ αὐτὸ κέρδος καρπώσασθαι· καὶ γάρ, ὅπερ ἔφθην εἰπών, οὐδὲ ἐκείνῃ, διὰ τὸ γυνὴ εἶναι, τὸν ἄνδρα ἐφέλκεται· ἐπεὶ οὐδὲν ἂν ἐκώλυσε μηδένα τῶν ἐχόντων γυναῖκα πιστὴν ἄπιστον μένειν, εἲ γε ἡ συνουσίᾳ καὶ τὸ συνοικεῖν τὸ πρᾶγμα κατώρθου. Ἀλλ’ οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν, ἀλλὰ τὸ πολλὴν ἐπιδείκνυσθαι τὴν φιλοσοφίαν καὶ τὴν ὑπομονήν, καὶ τῶν τοῦ γάμου περιστάσεων καταγελᾷν, καὶ τοῦτο ἔργον τίθεσθαι διηνεκῶς, τοῦτό ἐστι τὸ ποιοῦν τὴν τοῦ συνοικοῦντος σωθῆναι ψυχήν· ὡς ἐὰν ἐπιμείνῃ τὰ τῶν γυναικῶν ἐπιζητοῦσα, οὐ μόνον οὐδὲν αὐτὸν ὤνησεν, ἀλλὰ καὶ κατέβλαψεν. Ὅτι δὲ καὶ οὕτω τῶν σφόδρα δυσκόλων τὸ πρᾶγμα ἐστιν, ἄκουσον τὶ φησι· «Τὶ γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις»; Τούτῳ δὲ τῷ τρόπῳ τῆς ἐρωτήσεως κεχρῆσθαι ἐπὶ τῶν παραδόξως συμβαινόντων εἰώθαμεν. Τὶ δὲ μετὰ ταῦτά φησι; «Δέδεσαι γυναικί; Μὴ ζήτει λύσιν· λέλυσαι ἀπὸ γυναικός; Μὴ ζήτει γυναῖκα». Ὁρᾷς πῶς συνεχῶς ποιεῖται τὰς μεταβάσεις, καὶ πολλὴν καὶ δι’ ὅλου τῆς παραινέσεως ἑκατέρας τὴν μίξιν; Ὥσπερ γὰρ ἐν τοῖς περὶ τοῦ γάμου λόγοις καὶ τοὺς τῆς ἐγκρατείας ἐνέβαλε, μεταξὺ διεγείρων τὸν ἀκροατήν, οὕτω καὶ ἐνταῦθα τοὺς περὶ τοῦ γάμου λόγους πάλιν ἐντίθησι, διαναπαύων αὐτόν. Ἤρξατο ἀπὸ τῆς παρθενίας, καὶ πρὶν τι περὶ αὐτῆς εἰπεῖν, εὐθέως ἐπὶ τὸν ὑπὲρ τοῦ γάμου λόγον κατέφυγε· τὸ γάρ, «Ἐπιταγὴν οὐκ ἔχω», τὸν γάμον συγχωροῦντός ἐστι καὶ εἰσάγοντος. Εἶτα ἐπὶ τὴν παρθενίαν ἐλθών, καὶ εἰπών, ὅτι «Νομίζω τοῦτο καλὸν ὑπάρχειν», ἐπειδὴ εἶδεν ὅτι συνεχῶς αὐτῆς τὸ ὄνομα λεγόμενον τῇ λειότητι τῆς ἀκοῆς πολλὴν ἐμποιεῖ τὴν τραχύτητα, οὐ τίθησιν αὐτὸ πυκνῶς, ἀλλὰ καίτοι αἰτίαν ἱκανὴν παραμυθήσασθαι τοὺς ὑπὲρ αὐτῆς πόνους εἰπών, τὴν ἐνεστῶσαν ἀνάγκην λέγω, οὐδὲ οὕτως ἐθάῤῥησε πάλιν παρθενίαν εἰπεῖν, ἀλλὰ τί; «Καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι». Καὶ οὐδὲ ἐπεξέρχεται τῷ λόγῳ ἀλλὰ διατεμὼν αὐτὸν καὶ διακόψας πρὶν φανῆναι σκληρόν, τοὺς περὶ τοῦ γάμου πάλιν ἐνέβαλε λόγους· «Δέδεσαι γυναικί»; Λέγων, «μὴ ζήτει λύσιν». Ἐπεὶ εἰ μὴ τοῦτό ἐστι, μηδὲ ταύτην ἐνταῦθα κατασκευάσαι τὴν παραμυθίαν ἐβούλετο, περιττὸν ὑπὲρ παρθενίας συμβουλεύοντα περὶ γάμου φιλοσοφεῖν. Εἶτα πάλιν ἐπὶ τὴν παρθενίαν μεθίσταται· καὶ οὐδὲ νῦν αὐτὴν τῇ κυρίᾳ προσηγορίᾳ καλεῖ, ἀλλὰ τί; «Λέλυσαι ἀπὸ γυναικός; Μὴ ζήτει γυναῖκα». Ἀλλὰ μὴ δείσης· οὐκ ἀπεφήνατο, οὐδὲ ἐνομοθέτησε· ὁ γὰρ περὶ τοῦ γάμου λόγος πάλιν ἐγγὺς ἕστηκε, τοῦτον τὸν φόβον ἀνιείς, καὶ λέγω· «Ἐὰν δὲ γήμῃς, οὐχ ἥμαρτες». Ἀλλὰ μηδὲ νῦν ἀναπέσῃς· πάλιν γὰρ σε ἐπὶ τὴν παρθενίαν ἕλκει. Καὶ τοῦτο ὁ λόγος αὐτῷ βούλεται, διδάσκων πολλὴν τῇ σαρκὶ θλῖψιν ὑπομένειν τοὺς τῷ γάμῳ προσέχοντας. Καθάπερ γὰρ οἱ τῶν ἰατρῶν ἄριστοι καὶ προσηνεῖς φάρμακον πικρόν, ἢ τομήν, ἢ καῦσιν, ἢ τι τῶν τοιούτων προσάγειν μέλλοντες, οὐκ ἀθρόως τὸ πᾶν ἐργάζονται, ἀλλ’ ἐν τῷ μεταξὺ δόντες ἀναπνεῦσαι τῷ κάμνοντι, οὕτως ἀεὶ τὸ λειπόμενον προστιθέασι· τὸν αὐτὸν τρόπον καὶ ὁ μακάριος Παῦλος οὐκ ἀνενδότως, οὐδὲ δι’ ὅλου, οὐδὲ ἐφεξῆς τὴν πὲρ τῆς παρθενίας ὕφηνε συμβουλήν, ἀλλὰ διακόπτων αὐτὴν συνεχῶς τοῖς περὶ τοῦ γάμου λόγοις, καὶ ταύτης τὸ σφοδρότερον ὑποκλέπτων, προσηνῆ τε καὶ εὐπαράδεκτον τὸν λόγον ἐποίησεν. Ἡ μὲν οὖν ποικίλη μίξις τῶν λόγων διὰ τοῦτο γεγένηται. Ἄξιον δὲ καὶ αὐτὰ λοιπὸν ἐξετάσαι τὰ ῥήματα· «Δέδεσαι γυναικί; Φησί, μὴ ζήτει λύσιν». Τοῦτο οὐχ οὕτω συμβουλεύοντος ἐστιν, ὡς τὸ ἄπορον δεικνύντος καὶ ἀδιεξόδευτον τοῦ δεσμοῦ. Τίνος δὲ ἕνεκεν οὐκ εἶπεν· ἔχεις γυναῖκα; Μὴ καταλίπῃς αὐτήν· συνοικεῖς; Μὴ διαστῇς· ἀλλὰ δεσμὸν τὴν συζυγίαν ἐκάλεσε; Τὸ φορτικὸν ἐνταῦθα τοῦ πράγματος ἐνδεικνύμενος. Ἐπειδὴ γὰρ ἐπὶ ῥᾷστον τὸν γάμον ἅπαντες τρέχουσι, δείκνυσιν ὅτι τῶν δεδεμένων οἱ γεγαμηκότες οὐδὲν διαφέρουσι. Κἀνταῦθα γὰρ ὅπουπερ ἂν ἑλκύσῃ θἄτερος, ἀνάγκη καὶ τὸν ἕτερον ἕπεσθαι, ἢ διαστασιάζοντα καὶ τὸν ἕτερον συναπολέσθαι ἐκείνῳ. Τὶ οὖν, ἐὰν ὁ ἀνὴρ καταφερὴς ᾗ, φησίν, ἐγὼ δὲ ἐγκρατεύεσθαι βούλωμαι; Ἀνάγκη σε ἐκείνῳ ἕπεσθαι. Καὶ γὰρ μὴ βουλομένην σε τοῦτο ποιεῖν ἡ ἡδεῖα τοῦ γάμου περιτεθεῖσα ἅλυσις καθέλκει καὶ ἐπισπᾶται πρὸς τὸν συνδεθέντα σοι τὴν ἀρχὴν κἂν ἀντιπέσῃς καὶ διακόψῃς, οὐ μόνον οὐκ ἀπήλλαξας σαυτὴν τῶν δεσμῶν, ἀλλὰ καὶ εἰς τιμωρίαν ἐσχάτην ἐνέβαλες.

μη’. Ἡ γὰρ ἄκοντος ἐγκρατευομένη τοῦ ἀνδρὸς οὐχ ὅτι τῶν τῆς ἐγκρατείας μισθῶν ἀποστερεῖται μόνον, ἀλλὰ καὶ τῆς ἐκείνου μοιχείας αὐτὴ τὸν λόγον ὑφέξει, καὶ τὰς εὐθύνας μᾶλλον ἐκείνου. Τὶ δήποτε; Ὅτι αὐτὴ πρὸς τὸ βάραθρον αὐτὸν τῆς ἀσελγείας ὤθησε τῆς κατὰ νόμον ἀποστερήσασα μίξεως. Εἰ γὰρ μήτε πρὸς ὀλίγον τοῦτο ποιεῖν ἐπιτέτραπται ἄκοντος ἐκείνου, τίνα ἂν ἔχοι συγγνώμην ἡ διαπαντὸς αὐτὴν ταύτης ἀφελομένη τῆς παραμυθίας; Καὶ τὶ ταύτης, φησί, τῆς ἀνάγκης καὶ τῆς ἐπηρείας βαρύτερον γένοιτ’ ἄν; Κἀγὼ τοῦτό φημι. Τίνος ἕνεκεν ὑποβάλλεις τῇ ἀνάγκῃ σαυτήν; Τοῦτον γὰρ τὸν λογισμὸν οὐ μετὰ τὸν γάμον, ἀλλὰ πρὸ τὸ γάμου λαβεῖν ἐχρῆν. Διὰ τοῦτο καὶ ὁ Παῦλος ὑστέραν τὴν ἀπὸ τοῦ δεσμοῦ θεὶς ἀνάγκην, τότε περὶ τῆς λύσεως διαλέγεται. Εἰπὼν γὰρ «Δέδεσαι γυναικί; Μὴ ζήτει λύσιν», τὸ τηνικαῦτα ἐπήγαγε, «Λέλυσαι ἀπὸ γυναικός; Μὴ ζήτει γυναῖκα». Ποιεῖ δὲ τοῦτο, ἵνα σὺ πρότερον ἀκριβῶς ἐπισκεψάμενος καὶ καταμαθὼν τὴν ἀπὸ τῆς συζυγίας βίαν εὐκολώτερον τὸν μερὶ τῆς ἀγαμίας δέξῃ λόγον. «Ἐὰν δὲ καὶ γήμῃς, φησίν, οὐκ ἥμαρτες· καὶ ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτεν». Ἰδοὺ τὸ μέγα τοῦ γάμου κατόρθωμα ποῦ τελευτᾷ· εἰς τὸ μὴ ἐγκληθῆναι, οὐκ εἰς τὸ θαυμασθῆναι· τοῦτο γὰρ τῆς παρθενίας ἐστίν, ὁ δὲ γεγαμηκὼς ἀρκείσθω ἀκούων ὅτι οὐχ ἥμαρτε. Τίνος οὖν ἕνεκεν παραινεῖς, φησί, μὴ ζητεῖν γυναῖκα; Ὅτι δεθέντα καθάπαξ λυθῆναι οὐκ ἔνι, ὅτι πολλὴν ἔχει τὸ πρᾶγμα θλῖψιν. Τοῦτο οὖν, εἰπὲ μοι, κερδανοῦμεν ἀπὸ τῆς παρθενίας μόνον τὸ τὴν ἐνθάδε θλῖψιν διαφυγεῖν; Καὶ τὶς ἀνέξεται παρθενεύειν ἐπὶ τοιούτοις μισθοῖς; Τὶς δ’ ἂν ἐδέξατο εἰς τοσοῦτον καθεῖναι ἀγῶνα, μέλλων τοσούτων ἱδρώτων ταύτην μόνην ἀπολαμβάνειν τὴν ἀμοιβήν;

μθ’. Τὶ λέγεις; Πρὸς δαίμονάς με μάχεσθαι καλῶν («Οὐ γὰρ ἐστιν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα»), πρὸς μανίαν φύσεως ἑστάναι προτρέπων, μετὰ σαρκὸς καὶ αἵματος ἴσα ταῖς ἀσωμάτοις δυνάμεσι κατορθῶσαι παρακαλῶν, τῶν ἐν τῇ γῇ μέμνησαι καλῶν καὶ ὅτι θλῖψιν οὐχ ἕξομεν τὴν ἀπὸ τῶν γάμων; Διὰ τὶ γὰρ οὐχ οὕτως εἶπεν· ἐὰν δὲ καὶ γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτε, τῶν δὲ ἀπὸ τῆς παρθενίας ἑαυτὴν ἀπεστέρησε στεφάνων, τῶν μεγάλων καὶ ἀποῤῥήτων δωρεῶν; Διὰ τὶ μὴ διηγήσατο τὰ μετὰ τὴν ἄθλησιν αὐταῖς ἀποκείμενα καλά, πῶς εἰς ἀπάντησιν ἔρχονται τοῦ Νυμφίου, πῶς φαιδρὰς ἕξουσι τὰς λαμπάδας, πῶς μετὰ δόξης πολλῆς καὶ παῤῥησίας εἰς ἐκεῖνον συνεισέρχονται τὸν νυμφῶνα τῷ βασιλεῖ, πῶς μάλιστα πάντων πλησίον ἐκείνου τοῦ θρόνου καὶ τῶν παστάδων λάμπουσι τῶν βασιλικῶν; Ἀλλὰ τούτων μὲν οὐδὲ βραχεῖαν μνήμην πεποίηται, ἄνω δὲ καὶ κάτω τῆς ἀπαλλαγῆς τῶν ἐν τῷ βίῳ μνημονεύει δυσχερῶν. «Νομίζω τοῦτο, φησί, καλὸν ὑπάρχειν». Καὶ ἀφεὶς εἰπεῖν. Διὰ τὰ μέλλοντα ἀγαθά, λέγει, «Διὰ τὴν ἐνεστῶσαν ἀνάγκην». Εἶτα πάλιν εἰπών· «Ἐὰν δὲ καὶ γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτε»· καὶ σιωπήσας τὰς ἐν τοῖς οὐρανοῖς δωρεάς, ὧν ἑαυτὴν ἀπεστέρησε, «Θλῖψιν, φησί, τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι». Καὶ οὐ μέχρι τούτου μόνον, ἀλλὰ καὶ ἕως τέλους τοῦτο ποιεῖ, καὶ παρεὶς ἐπᾶραι τὸ πρᾶγμα ἀπὸ τῶν μελλόντων ἀγαθῶν, πάλιν ἐπὶ τὴν αὐτὴν αἰτίαν καταφεύγει, «Ὁ καιρὸς συνεσταλμένος ἐστί», λέγων· καὶ ἀντὶ τοῦ εἰπεῖν, Θέλω ὑμᾶς ἀστράψαι ἂν τοῖς οὐρανοῖς καὶ πολλῷ λαμπροτέρους δειχθῆναι τῶν γεγαμηκότων, πάλιν ἐνταῦθα ἔχεται λέγων, «Θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι». Οὐκ ἐνταῦθα δὲ μόνον τοῦτο ποιεῖ, ἀλλὰ καὶ πὲρ ἀνεξικακίας διαλεγόμενος ἐπὶ τὴν αὐτὴν τῆς συμβουλῆς ἦλθεν ὁδόν. Εἰπὼν γὰρ ὅτι, «Ἐὰν πεινᾷ ὁ ἐχθρὸς σου, ψώμιζε αὐτόν· ἐὰν διψᾷ, πότιζε αὐτόν»· καὶ πρᾶγμα τοσοῦτον ἐπιτάξας, καὶ τῆς φύσεως βιάσασθαι τὴν ἀνάγκην κελεύσας, καὶ πρὸς οὕτως ἀφόρητον παρατάξασθαι πυράν, ἐν τοῖς περὶ τῶν μισθῶν λόγοις σιωπήσας τὸν οὐρανόν, καὶ τὰ ἐν τοῖς οὐρανοῖς, ἐν τῇ τοῦ λελυπηκότος βλάβῃ τὴν ἀντίδοσιν ἵστησι· «Τοῦτο γάρ, φησί, ποιῶν ἄνθρακας πυρὸς σωρεύεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ». Τίνος οὖν ἕνεκεν τούτῳ τῆς παρακλήσεως κέχρηται τῷ τρόπῳ; Οὐ δι’ ἄγνοιαν, οὐδὲ διὰ τὸ μὴ εἰδέναι πῶς ἂν τις ἐπαγάγοιτο κεῖ πείσειε τὸν ἀκροατήν, ἀλλὰ καὶ διὰ τὸ μάλιστα πάντων ἀνθρώπων ταύτην κατωρθωκέναι τὴν ἀρετήν, τὴν τοῦ πείθειν λέγω, τοῦτο πόθεν δῆλον; Ἀπὸ τὴν εἰρημένων αὐτῷ. Πῶς καὶ τίνι τρόπῳ; Κορινθίοις διελέγετο (πρότερον γὰρ ὑπὲρ τῶν περὶ παρθενίας αὐτῷ διειλεγμένων ἐροῦμεν), Κορινθίοις, ἐν οἷς ἔκρινε μηδὲν εἰδέναι, εἰ μὴ Ἰησοῦν Χριστόν, καὶ τοῦτον ἐσταυρωμένον. Οἷς οὐκ ἠδυνήθη λαλῆσαι ὡς πνευματικοῖς, καὶ διὰ τὸ σαρκικοὺς εἶναι ἔτι γάλα ἐπότιζεν· οἷς καὶ ὅτε ταῦτα ἐπέστελλεν ἐνεκάλει, λέγων· «Ἀλλ’ οὐδὲ ἔτι νῦν δύνασθε· ἔτι γὰρ σαρκικοὶ ἐστε, καὶ κατὰ ἄνθρωπον περιπατεῖτε». Διὰ τοῦτο ἀπὸ τῶν ἐν τῇ γῇ πραγμάτων, ἀπὸ τῶν ὁρωμένων, ἀπὸ τῶν αἰσθητῶν, καὶ προτρέπει εἰς παρθενίαν αὐτούς, καὶ ἀπάγει τοῦ γάμου. Συνεῖδε γὰρ τοῦτο καλῶς, ὅτι τοὺς ταπεινοὺς καὶ χαμαιπετεῖς καὶ πρὸς τὴν γῆν ἔτι κύπτοντας ἀπὸ τὴν ἐν τῇ γῇ μᾶλλον ἐφελκύσαιτο ἂν τις καὶ προτρέψειε. Διὰ τὶ γάρ, εἰπὲ μοι, πολλοὶ τῶν ἀγροικότερον ἔτι καὶ παχύτερον διακειμένων τὸν μὲν Θεὸν καὶ ἐπὶ μικροῖς καὶ ἐπὶ μεγάλοις καὶ ὀμνύουσι καὶ ἐπιορκοῦσιν ἀδεῶς, ἐπὶ δὲ τῆς τῶν παίδων κεφαλῆς οὐδ’ ἂν ὀμόσαι ἕλοιντο τὴν ἀρχήν; Καίτοι γε καὶ ἡ ἐπιορκία καὶ ἡ κόλασις πολλῷ μείζων ταύτης ἐκείνη· ἀλλ’ ὅμως τούτῳ μᾶλλον ἢ ἐκείνῳ τῷ ὁρίῳ κατέχονται. Καὶ πρὸς τὸ βοηθῆσαι δὲ πένησιν οὐχ οὕτως αὐτοὺς οἱ τῆς βασιλείας διεγείρουσι λόγοι, καίτοι γε συνεχῶς ἐνηχούμενοι, ὡς τὸ χρηστὸν ἐλπίσαι τι κατὰ τὸν παρόντα βίον ἢ ὑπὲρ παίδων ἢ ὑπὲρ ἑαυτῶν. Τότε γοῦν μάλιστα φιλότιμοι γίνονται περὶ τὰς τοιαύτας ἐπικουρίας, ὅταν ἐκ μακρὰς ἀνενέγκωσι νόσου, ὅταν κίνδυνον διαφύγωσιν, ὅταν δυναστείας τινὸς ἐπιτύχωσι καὶ ἀρχῆς· καὶ ὀλοῶς τοὺς πλείονας τῶν ἀνθρώπων τοῖς παρὰ πόδας εὕροι τις ἂν μᾶλλον νουθετουμένους. Ἐν τε γὰρ τοῖς χρηστοῖς ταῦτα μᾶλλον προτρέπει, ἓν τε τοῖς λυπηροῖς μειζόνως φοβεῖ, τῷ τὴν αἴσθησιν ἐγγυτέραν ὑπάρχειν αὐτοῖς. Διὰ ταῦτα καὶ Κορινθίοις οὕτω διελέγετο, καὶ Ρωμαίους ἀπὸ τῶν παρόντων εἰς ἀνεξικακίαν ἐγύμναζεν. Ἡ γὰρ ἀσθενὴς καὶ ἠδικημένη ψυχὴ οὐχ οὕτως εὐκόλως ἀφίησι τῆς ὀργῆς τὸν ἰόν, ὅταν περὶ βασιλείας ἀκούσῃ, καὶ εἰς μακρὰς ἐλπίδας ἐμπέσῃ, ὡς ὅταν παρὰ τοῦ λελυπηκότος προσδοκήσῃ λήψεσθαι δίκην. Βουλόμενος οὖν διασεῖσαι τῆς μνησικακίας τὴν ῥίζαν, καὶ τέως κενώσαι τὴν ὀργήν, ὃ μᾶλλον ἐπαγωγὸν ἦν πρὸς τὸ παραμυθήσασθαι τὸν ἠδικημένον, τοῦτον τίθησιν, οὐκ ἀποστερῶν αὐτὸν τῆς ἐν τῷ μέλλοντι καιρῷ κειμένης τιμῆς, ἀλλὰ τέως αὐτὸν ἐμβιβάσαι σπεύδων οἰῳδήποτε τρόπῳ εἰς τὴν γῆς φιλοσοφίας ὁδόν, καὶ τὰς θύρας ἀνοῖξαι τῆς καταλλαγῆς· τὸ γὰρ δυσκολώτατον, τῆς ἀρχῆς ἐπιλαβέσθαι τοῦ κατορθώματος, μετὰ δὲ τὴν εἴσοδον οὐκέτι τοσοῦτος ὁ πόνος ἐστίν. Ἀλλ’ οὐχ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τοῦτο ποιεῖ, οὔτε περὶ παρθενίας, οὔτε περὶ ἀνεξικακίας διαλεγόμενος· ἀλλ’ ἐκεῖ μὲν τὴν βασιλείαν τίθησι τῶν οὐρανῶν· «Εἰσὶ γὰρ εὐνοῦχοι, φησίν, οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν»· ὅτε δὲ εὔχεσθαι ὑπὲρ τῶν ἐχθρῶν παρεκάλει, οὐδὲν ὑπὲρ τῆς τῶν λελυπηκότων βλάβης εἰπών, οὐδὲ τῶν ἀνθράκων μνημονεύσας τοῦ πυρός, ἀλλὰ πάντα ἐκεῖνα ἀφείς, πρὸς τοῦ μικροψύχους αὐτοὺς προτρέπει. Ποιῶν δὴ τούτων; «Ὅπως γένησθε, φησίν, ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς». Βλέπε πόσον τὸ ἔπαθλον· Πέτρος γὰρ ἦν ὁ ταῦτα ἀκούων, καὶ Ἰάκωβος, καὶ Ἰωάννης, καὶ ὁ λοιπὸς τῶν ἀποστόλων χορός· διὰ τοῦτο ἀπὸ τῶν πνευματικῶν αὐτοὺς ἐνῆγεν ἐπάθλων. Καὶ ὁ Παῦλος δὲ τὸ αὐτὸ ἂν ἐποίησεν, εἰ πρὸς τινας τοιούτους ὁ λόγος ἦν αὐτῷ· ἐπειδὴ δὲ πρὸς Κορινθίους τοὺς ἀτελέστερον διακειμένους, ἤδη τῶν πόνων αὐτοῖς δίδωσι τοὺς καρπούς, ἵνα προθυμότερον ἐπὶ τὴν ἐργασίαν ἔλθωσι τῆς ἀρετῆς. Διὰ τοῦτο καὶ ὁ Θεὸς Ἰουδαίοις ἀφεὶς ἐπαγγείλασθαι βασιλείαν οὐρανῶν, τὰ τῆς γῆς ἐχαρίζετο ἀγαθά· καὶ ἀντὶ τῶν πονηρῶν δὲ πράξεων οὐ γέενναν, ἀλλὰ τὰς ἐν τῷ αἰῶνι τούτῳ συμφορὰς ἠπείλει, λιμοὺς καὶ λοιμούς, καὶ νόσους, καὶ πολέμους, καὶ αἰχμαλωσίαν, καὶ ὅσα τοιαῦτα ἕτερα. Τούτοις γὰρ μᾶλλον οἱ σαρκικώτεροι τῶν ἀνθρώπων κατέχονται, καὶ ταῦτα μᾶλλον δεδοίκασι· τῶν δὲ οὐχ ὁρωμένων οὐδὲ παρόντων ἐλάττονα ποιοῦνται λόγον. Διὰ τοῦτο καὶ ὁ Παῦλος τούτοις μᾶλλον ἐνδιατρίβει, ἃ μάλιστα αὐτῶν καθικέσθαι τῆς παχύτητος ἦν ἱκανά. Πρὸς τούτοις δὲ κἀκεῖνο δεῖξαι ἐβούλετο, ὅτι τῶν μὲν ἄλλων ἀγαθῶν ἔνια ἐνταῦθα μὲν ὑμᾶς πόνοις περιβάλλει πολλοῖς, τὸν δὲ καρπὸν ἅπαντα ἐν τῷ μέλλοντι ταμιεύεται χρόνῳ· ἡ δὲ παρθένια ἐν αὐτῷ τῷ κατορθοῦσθαι οὐ μικρᾶς ἡμῖν ἀποδίδωσι τὰς ἀμοιβάς, τοσούτων ἀπαλλάττουσα πόνων καὶ φροντίδων. Μετὰ δὲ τούτων καὶ τρίτον τι συγκατεσκεύασε. Ποῖον; Τὸ μὴ τῶν ἀδύνατον νομισθῆναι εἶναι τὸ πρᾶγμα, ἀλλὰ καὶ τῶν σφόδρα δυνατῶν. Ποιεῖ δὲ αὐτό, ἐκ περιουσίας πολλῆς τὸν γάμον ἀποφαίνων πλέονας ἔχοντα δυσκολίας, ὡς εἰ πρὸς τινα ἔλεγε· μοχθηρὸν καὶ ἐπίπονόν σοι εἶναι τὸ πρᾶγμα τοῦτο δοκεῖ; Δι’ αὐτὸ μὲν οὖν τοῦτο ἔγωγέ φημι δεῖν αὐτὸ μετιέναι, ὅτι οὕτω ῥᾷστόν ἐστιν’ ὡς πολὺ τοῦ γάμου πράγματα ἡμῖν παρέχειν ἐλάττω· ἐπειδὴ γὰρ φείδομαι, φησίν, ὑμῶν καὶ οὐ βούλομαι θλῖψιν ὑμᾶς ἔχειν, διὰ τοῦτο ὑμᾶς οὐ θέλω γαμεῖν. Καὶ ποίαν θλῖψιν; Εἴποι τις ἂν ἴσως· τοὐναντίον μὲν οὖν καὶ ἄνεσιν ἔχοντα πολλὴν καὶ τρυφὴν τὸν γάμον εὑρήσομεν. Καὶ πρῶτον ἁπάντων τὸ μετὰ πάσης ἀδείας τὴν ἐπιθυμίαν ἀποπληροῦν, καὶ μηδεμίαν ἀπὸ τῆς φύσεως ὑπομένειν βίαν, οὐ μικρὸν εἰς ῥᾳστώνης λόγον ἐστί· ἔπειτα τὸ καὶ τὴν ἄλλην διαγωγὴν ἀπηλλάχθαι κατηφείας καὶ αὐχμοῦ, καὶ μεστὴν εἶναι φαιδρότητος καὶ γέλωτος καὶ χαρᾶς. Καὶ γὰρ τραπέζῃ πολυτελεῖ, καὶ μαλακοῖς ἱματίοις, καὶ στρωμνὴ μαλακωτέρα, καὶ λουτροῖς διηνεκέσι, καὶ μύροις, καὶ οἴνῳ μύρου οὐδὲν χεῖρον διακειμένῳ, καὶ ἑτέρα πολλῇ καὶ διαφόρῳ δαπάνη λειτουργοῦντες λειτουργοῦντες τῇ σαρκί, πολλὴν ἀπὸ ταύτης παρέχουσιν αὐτῇ τὴν τρυφήν.

ν’. Μάλιστα μὲν οὐδὲ ταῦτα ἐφίεται· ὁ δὲ γάμος τὴν τῆς μίξεως μόνης ἄδειαν, οὐχὶ δὲ καὶ τὴν τρυφὴν παρέχειν ἡμῖν εἴωθε. Καὶ μάρτυς ὁ μακάριος Παῦλος οὑτωσὶ λέγων· «Ἡ δὲ σπαταλῶσα ζῶσα τέθνηκεν». Εἰ δὲ περὶ χηρῶν ταῦτα εἴρηται, ἄκουσον καὶ περὶ τῶν γεγαμημένων τὶ φησι· «Γυναῖκας ἐν καταστολῇ κοσμίῳ μετὰ πάσης αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτάς, μὴ ἐν πλέγμασιν, ἢ χρυσῷ, ἢ μαργαρίταις, ἢ ἱματισμῷ πολυτελεῖ, ἀλλ’ ὡς πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν, δι’ ἔργων ἀγαθῶν». Καὶ οὐκ ἐνταῦθα δὲ μόνον, ἀλλὰ καὶ ἑτέρωθι ἴδοι τις ἂν πολὺν αὐτὸν ποιούμενον τὸν λόγον ὑπὲρ τοῦ μηδὲν ὅλως εἶναι τούτων ἡμῖν περισπούδαστον. Καὶ τὸ λέγω Παῦλον; Ὃς τὲ τῆς ἄκρας φιλοσοφίας ἦν ὁ καιρός, καὶ πολλὴ τοῦ πνεύματος ἡ χάρις, ἔλεγε ταῦτα. Ὁ γὰρ Ἀμὼς τοῖς νηπίοις Ἰουδαίοις διαλεγόμενος, ἐφ’ ὧν καὶ τρυφὴ συγκεχώρητο καὶ πολυτελείᾳ καὶ πάντα, ὡς εἰπεῖν, τὰ περιττά, ἄκουσον πῶς σφόδρα καθάπτεται τῶν τῇ τρυφῇ προσκειμένων· «Οὐαί, οἱ ἐρχόμενοι εἰς ἡμέραν κακήν, οἱ ἐγγίζοντες καὶ ἐφαπτόμενοι Σαββάτων ψευδῶν, καὶ καθεύδοντες ἐπὶ κλινῶν ἐλεφαντίνων, καὶ κατασπαταλῶντες ἐπὶ τοῖς στρωμναῖς αὐτῶν· οἱ ἐσθίοντες ἐρίφους ἐκ ποιμνίων, καὶ μοσχάρια ἐκ μέσου βουκολίων γαλαθηνά· οἱ ἐπικροτοῦντες πρὸς τὴν φωνὴν τῶν ὀργάνων· ὡς ἑστῶτα ἐλογίσαντο, καὶ οὐχ ὡς φεύγοντα· οἱ πίνοντες τὸν διυλισμένον οἶνον, καὶ τὰ πρῶτα μύρα χριόμενοι».

να’. Ὅπερ οὖν ἔφην μάλιστα μὲν οὐκ ἐφίεται τρυφᾶν· εἰ δὲ καὶ μηδὲν τούτων ἐκεκώλυτο, ἀλλὰ πάντα συνεχωρεῖτο, ἐστιν ἕτερα τούτῳ ἀντίῤῥοπα εἰς ἀθυμίας καὶ ὀδύνης λόγον· μᾶλλον δὲ οὕτω πλείονα καὶ μείζω, ὡς μηδὲ μικρὰν ἀπὸ τούτων ἡμᾶς λαμβάνειν τὴν αἴσθησιν, ἀλλ’ ἐκποδὼν ἄσαν γίνεσθαι τὴν ἐξ αὐτῶν ἡδονήν.

νβ’. Εἰ γὰρ τις, εἰπὲ μοι, φύσει ζηλότυπος ὧν τύχοι, ἢ καὶ ἐκ τινος προφάσεως οὐκ ἀληθοῦς τούτῳ ληφθείη τῷ κακῷ, τὶ τῆς τοιαύτης ψυχῆς ἐλεεινότερον γένοιτ’ ἄν; Πόλεμόν τινα καὶ χειμῶνα τῇ τοιαύτη παραβάλλοντες οἰκίᾳ, ἀκριβῶς ἐπιτυχεῖν δυνησόμεθα τῆς εἰκόνος· πάντα ὀδύνης μεστά, πάντα ὑποψίας καὶ στάσεως καὶ ταραχῆς. Τῶν γὰρ δαιμονώντων ἢ φρενίτιδι κατεχομένων νόσῳ οὐδὲν ἄμεινον διάκειται ὁ τούτη τῇ μανίᾳ πληγείς· οὕτω συνεχῶς ἐξάλλεται καὶ ἀποπηδᾷ καὶ δυσχεραίνει πρὸς ἅπαντας, καὶ ἑὸς τοῦ παρόντας ἁπλῶς καὶ ἀνευθύνους ἀφίησιν ἀεὶ τὴν ὀργήν, κἂν δοῦλος ᾗ, κἂν υἱός, κἂν ὁστισοῦν ἕτερος. Καὶ ἡδονὴ μὲν ἀπελήλαται πᾶσα, κατηφείας δὲ ἅπαντα γέμει καὶ πένθους καὶ ἀηδίας· κἂν οἶκοι μένῃ, κἂν εἰς ἀγορὰν ἐμβάλλῃ, κἂν ἀποδημίαν στέλληται, πανταχοῦ τὸ δεινὸν ἅπτεται κέντρου παντὸς χαλεπώτερον παρακνίζον καὶ ἐρεθίζον αὐτοῦ τὴν ψυχήν, καὶ οὐ συγχωροῦν ἠρεμεῖν. Οὐ γὰρ ἀθυμίαν μόνον αὕτη ἡ νόσος, ἀλλὰ καὶ θυμὸν ἀφόρητον τίκτειν εἴωθε. Τούτων δὲ ἕκαστον καὶ καθ’ ἑαυτὸ μὲν ἱκανὸν ἀπολέσαι τὸν ἁλόντα· ὅταν δὲ καὶ ὁμοῦ συνελθόντα πολιορκῇ, συνεχῶς αὐτὸν πιέζοντα, καὶ οὐδὲ βραχὺν ἀναπνεῖν συγχωροῦντα καιρόν, πόσων τοῦτο θανάτων οὐ χαλεπώτερον; Ἂν τὲ γὰρ πενίαν, εἴποι τις τὴν ἐσχάτην, ἂν τε νόσον ἀνίατον, ἂν τε πῦρ, ἂν τε σίδηρον, οὐδὲν ἴσον ἐρεῖ. Καὶ τοῦτο οἱ πεῖραν λαβόντες ἴσασι μόνοι καλῶς· λόγος γὰρ οὐδεὶς ἂν παραστήσειε τοῦ δεινοῦ τὴν ὑπερβολήν. Ὅταν γὰρ τὴν μάλιστα πάντων ἀγαπωμένην, καὶ ὑπὲρ ἧς ἂν ἡδέως καὶ τὴν ψυχὴν προΐτο, ταύτην ἀναγκάζηται δι’ ὑποψίας ἔχειν ἀεί, τὶ τῶν ἁπάντων αὐτὸν παραμυθήσασθαι δύναιτ’ ἄν; Ἂν τε γὰρ εἰς εὐνὴν τρέπεσθαι, ἂν τε σῖτον ἑλέσθαι καὶ πότον δέῃ, τὴν μὲν τράπεζαν οἰήσεται δηλητηρίων γέμειν φαρμάκων μᾶλλον ἢ ἐδεσμάτων· ἐπὶ δὲ τῆς εὐνῆς οὐδὲ μικρὸν ἀτρεμεῖν ἀνέξεται χρόνον, ἀλλ’ ὥσπερ ἀνθράκων ὑποκειμένων οὕτως θορυβεῖται καὶ μεταστρέφεται· καὶ οὔτε συνουσίᾳ φίλων, οὔτε πραγμάτων φροντίς, οὔτε κινδύνων φόβος, οὔτε ἡδονῆς ὑπερβολή, οὔτε ἄλλο οὐδὲν τῆς τοιαύτης αὐτὸν ζάλης ἀπαγαγεῖν δυνήσεται· ἀλλὰ παντὸς μὲν χρηστοῦ, παντὸς δὲ λυπηροῦ τυραννικώτερον οὗτος αὐτοῦ κατακρατεῖ τὴν ψυχὴν ὁ χειμών. Ταῦτα διασκεψάμενος ὁ Σολομῶν ἔλεγε· «Σκληρὸς ὡς ᾅδης ζῆλος»· καὶ πάλιν, «Μεστὸς γὰρ ζήλου θυμὸς ἀνδρὸς αὐτῆς, οὐ φείσεται ἐν ἡμέρᾳ κρίσεως, καὶ οὐκ ἀνταλλάξεται οὐδενὸς λύτρου τὴν ἔχθραν, οὐδὲ μὴ διαλυθῇ πολλῶν δώρων». Τοσαύτη γὰρ ἡ τῆς νόσου ταύτης μανία, ὡς μηδὲ μετὰ τὴν τοῦ λελυπηκότος τιμωρίαν ἀφεῖσθαι τῆς ὀδύνης· πολλοὶ γοῦν πολλάκις ἀνελόντες τὸν μοιχόν, τὸν θυμὸν καὶ τὴν ἀθυμίαν οὐκ ἴσχυσαν ἀνελεῖν. Εἰσὶ δὲ οἳ καὶ μετὰ τὸ κατασφάξαι τὰς ἑαυτῶν γυναῖκας ἔμεναν ὁμοίως ἢ καὶ μειζόνως τηκόμενοι τῇ πυρᾷ. Καὶ ὁ μὲν ἀνὴρ τοσούτοις συζῇ κακοῖς, καὶ ὅταν μηδὲν ἀληθὲς ὃν τύχῃ· ἡ δὲ ἀθλίᾳ καὶ ταλαίπωρος ἐκείνη πολλῷ χαλεπωτέρα ὑπομένει τἀνδρός. Ὅταν γὰρ τὸν ὀφείλοντα εἶναι παραμυθίαν τῶν λυπηρῶν ἁπάντων, καὶ ὅθεν προστασίαν ἐχρῆν προσδοκᾶν, τοῦτον ἐκτεθηριωμένον καὶ πάντων πολεμιώτερον ἴδῃ διακείμενον πρὸς αὐτήν, ποῦ δυνήσεται βλέψαι λοιπόν; Πρὸς τίνα καταφύγῃ; Πόθεν τῶν κακῶν εὕρῃ τὴν ἀπαλλαγήν, τοῦ λιμένος αὐτῇ προκεχωσμένου, καὶ μυρίων γέμοντος προβόλων; Τότε καὶ οἰκέται καὶ θεράπαιναι τἀνδρὸς ὑβριστικώτερον αὐτῇ κέχρηνται· ὕποπτον μὲν γὰρ καὶ ἄλλως καὶ ἀχάριστον τοῦτο τὸ γένος, ὅταν δὲ καὶ παῤῥησίας μείζονος ἐπιλάβηται, καὶ διαστασιάζοντας πρὸς ἀλλήλους ἴδῃ τοὺς κρατοῦντας αὐτῶν, οὐ μικρὰν ἀφορμὴν τῆς οἰκείας βδελυρίας τὸν ἐκείνων λαμβάνουσι πόλεμον. Καὶ γὰρ συντιθέναι καὶ πλάττειν ὅσαπερ ἂν ἐθέλωσιν ἔξεστιν αὐτοὶ μετὰ ἀδείας ἁπάσης τότε, καὶ τὴν ὑποψίαν ταῖς παρ’ αὐτῶν διαβολαῖς δυνατωτέραν ποιεῖν. Ἡ γὰρ ἅπαξ τῇ πονηρὰ ταύτῃ νόσῳ κατασχεθεῖσα ψυχὴ πάντα εὐκόλως πείθεται, καὶ πᾶσιν ἀναπετάσασα ἐξ ἴσης τὴν ἀκοήν, οὐκ ἀνέχεται διακρίνειν τοὺς συκοφάντας τῶν μὴ τοιούτων, ἀλλὰ καὶ αὐτοὶ μάλιστα πιστὰ λέγειν δοκοῦσιν, ὅσοι τὴν ὑποψίαν ἐπαίρουσιν, ἢ ὅσοι σπουδάζουσιν αὐτὴν καθελεῖν. Ἐντεῦθεν λοιπὸν ἀνάγκη δεδοικέναι καὶ τρέμειν τοῦ συνοικοῦντος οὐχ ἧττον τοὺς δραπέτας ἐκείνους, καὶ τὰς ἐκείνων γυναῖκας, καὶ τὴν αὐτῇ πρέπουσαν τάξιν προεμένην αὐτοῖς, τὴν ἐκείνων ἀντιλαβεῖν. Πότε οὖν ἀδακρυτὶ διαγαγεῖν δυνήσεται; Ποίαν νύκτα; Ποίαν ἡμέραν; Ποίαν ἑορτήν; Πότε στεναγμῶν χωρὶς καὶ ὀδυρμῶν καὶ θρήνων; Ἀπειλαὶ καὶ ὕβρεις καὶ λοιδορίαι διαπαντὸς αἱ δὲ παρὰ τῶν μιαρῶν θεραπόντων· φυλακαί, προφυλακαί, καὶ ἅπαντα δέους καὶ τρόμου μεστά. Οὐ γὰρ εἴσοδοι αἱ ἔξοδοι πολυπραγμονοῦνται μόνον, ἀλλὰ καὶ ῥήματα καὶ βλέμματα καὶ στεναγμὸς μετὰ πολλῆς βασανίζεται τῆς ἀκριβείας, καὶ ἀνάγκη ἢ τῶν λίθων ἀκινητοτέραν εἶναι, καὶ σιγὴ πάντα φέρειν, καὶ τῷ θαλάμω, προσηλῶσθαι διαπαντὸς δεσμώτου χεῖρον, ἢ βουλομένην φθέγγεσθαι καὶ στένειν καὶ ἐξιέναι, πάντων εὐθύνας ὑπέχειν καὶ λόγον, ἐν τοῖς διεφθαρμένοις ἐκείνοις δικασταῖς, ταῖς θεραπαινίσι λέγω καὶ τῷ πλήθει τῶν οἰκετῶν. Τούτων, εἰ βούλει, μεταξὺ τῶν δεινῶν τίθει καὶ πλοῦτον ἄφατον, καὶ τραπέζης πολυτέλειαν, καὶ οἰκετῶν ἀγέλας, γένους λαμπρότητα, δυναστείας, μέγεθος, δόξαν πολλήν, προγόνων περιφάνειαν· μηδὲν ὅλως ἁφῆς τῶν δοκούντων ζηλωτὸν τὸν παρόντα βίον ποιεῖν, ἀλλὰ πάντα ἀκριβῶς συναγαγών, ἀντίθες ταύτῃ τῇ λύπῃ, καὶ οὐδὲ φαινομένην ὄψει τὴν ἐξ ἐκείνων ἡδονήν, ἀλλ’ οὕτως ἠφανισμένην, ὥσπερ ἐν πελάγει πολλῷ σπινθῆρα μικρὸν ἐμπεσόντα σβεσθῆναι εἰκός. Καὶ ταῦτα μὲν ὅταν ὁ ἀνὴρ ζηλοτυπῇ· εἰ δὲ ἐπὶ τὴν γυναῖκά ποτε μεταβαίη τὸ πάθος (οὐκ ὀλιγάκις δὲ τοῦτο εἴωθε γίνεσθαι), ἐκεῖνος μὲν ῥᾷον διακείσεται τῆς γυναικός, τὸ δὲ πλέον τῆς ὀδύνης πάλιν ἐπὶ τὴν ἀθλίαν ἐκείνην μετέπεσεν· οὔτε γὰρ τοῖς αὐτοῖς ὅπλοις χρήσασθαι ἐπὶ τὸν ὑποπτευθέντα δυνήσεται· τὶς γὰρ ἀνέξεται γυναικὸς κελευούσης οἶκοι μένειν διαπαντός; Τὶς δὲ τὸν δεσπότην τολμήσει παρατηρεῖσθαι τῶν οἰκετῶν, καὶ οὐκ εὐθέως ἐπὶ τὸ βάραθρον ἀπαχθήσεται; Οὔτε οὖν τούτοις δυνήσεται ἑαυτὴν παραμυθήσασθαι τοῖς μηχανήμασιν, οὔτε τῷ τὴν ὀργὴν διὰ τῶν ῥημάτων ἐξενεγκεῖν, ἀλλ’ ἅπαξ μὲν αὐτὴν ἴσως χαλεπαίνουσαν οἴσει καὶ δὶς ὁ ἀνήρ· ἐὰν δὲ ἐπιμείνῃ συνεχῶς ἐγκαλοῦσα, διδάξει ταχέως αὐτήν, ὅτι βέλτιον σιγῇ τὰ τοιαῦτα φέρειν καὶ τήκεσθαι. Καὶ ταῦτα μὲν ἐν ταῖς ὑποψίαις· ὅταν δὲ ἀληθὲς ὃν τύχῃ τὸ δεινόν, τὴν μὲν γυναῖκα οὐδεὶς ἐξαιρήσεται τῶν τοῦ ἠδικημένου χειρῶν, ἀλλ’ ἔχων αὐτῷ βοηθοῦντας τοὺς νόμους τὴν ἁπάντων αὐτῷ φιλτάτην εἰς δικαστήριον ἀγαγὼν κατέσφαξεν· ὁ δὲ ἀνὴρ τὴν μὲν ἀπὸ τῶν νόμων διαφεύγει τιμωρίαν, τῇ δὲ ἄνωθεν καὶ τῇ τοῦ Θεοῦ τετήρηται ψήφῳ. Ἀλλ’ οὐχ ἱκανὸν τοῦτο παραμυθήσασθαι τὴν ἀθλίαν ἐκείνην ἀλλ’ ἀνάγκη μακρὸν τινα καὶ ἐλεεινὸν ὑπομένειν θάνατον, τὸν ἀπὸ τῶν μαγγανειῶν, τὸν ἀπὸ τῶν φαρμακειῶν, ἅπερ αἱ πορνευόμεναι γυναῖκες κατασκευάζουσιν. Εἰσὶ δὲ αἷς οὔτε ἐπιβουλῆς ἐπὶ τὰς ἠδικημένας ἐδέησεν, ἀλλ’ ἔφθασαν ἐκεῖναι προαναρπασθεῖσαι τῇ τῆς ἀθυμίας σφοδρότητι· ὥστε εἰ καὶ πάντες ἄνδρες ἐπέτρεχον τῷ γάμῳ, τὰς γυναῖκας οὐκ ἐχρῆν αὐτὸν διώκειν. Οὔτε γὰρ ἂν ἔχοιεν εἰπεῖν ὡς τοσαύτη παρ’ αὐταῖς τῆς ἐπιθυμίας ἡ τυραννίς, καὶ τῶν τοῦ πράγματος κακῶν τὸ πλέον αὐταὶ καρποῦνται μέρος, ὥσπερ οὖν καὶ ὁ λόγος ἀπέδειξε. Τὶ οὖν, φησίν, ἅπασι τοῦτο πρόσεστι τοῖς γάμοις; Ἀλλ’ οὐδὲ πάντων ἄπεστι, παρθενίας δὲ πόῤῥω καὶ μακρὰν πάσης ἐστί. Καὶ ἡ μὲν γαμηθεῖσα, κἂν μὴ τῷ δεινῷ περιπέσῃ, ἀλλὰ τῇ τοῦ δεινοῦ προσδοκίᾳ περιπεσεῖται οὐ γὰρ ἔστι τὴν ἀνδρὶ μέλλουσαν ὁμιλεῖν, μὴ μετὰ τῆς ὁμιλίας πάντα ἀναλογίζεσθαι καὶ δεδοικέναι τὰ δεινά· ἡ δὲ παρθένος οὐ μόνον τῶν δυσχερῶν πραγμάτων, ἀλλὰ καὶ τῆς ὑποψίας ἀπήλλακται. Οὐ πρόσεστι τοῦτο πᾶσι τοῖς γαμίοις. Οὐδὲ γὰρ ἐγὼ τοῦτό φημι, ἀλλ’ ἐὰν τοῦτο μὴ προσῇ, πολλὰ ἕτερα πρόσεστι· κἂν ἐκεῖνά τις διαφύγῃ, πάντα ἁπλῶς διαφυγεῖν οὐ δυνήσεται. Ἀλλ’ ὥσπερ ἐπὶ τῶν ἀκανθῶν τῶν τοῖς ἱματίοις προσπηγνυμένων ἐν τῷ τὰς αἱμασιὰς διαβαίνειν, ὅταν ἐπιστραφῇ τις τὴν μίαν ἐξελεῖν, ἑτέραις κατέχεται πλείοσιν, οὕτω καὶ ἐπὶ τῶν τοῦ γάμου πραγμάτων ὁ τοῦτο διαδράς, ἐκείνῳ περιπείρεται πάλιν· καὶ ὁ τοῦτο διαδύς, ἄλλῳ προσέπταισε, καὶ ὀλοῶς οὐκ ἔνι γάμον πάσης εὑρεῖν ἀηδίας ἐλεύθερον.

νγ’. Ἀλλ’, εἰ βούλει, τὰ δυσχερῆ τέως ἀφέντες τὸ δοκοῦν εἶναι ἐν αὐτῷ μακαριστόν, καὶ οὐ πολλοὶ πολλάκις, μᾶλλον δὲ πάντες εὔχονται ἐπιτυχεῖν, τοῦτο ἀγαγόντες εἰς μέσον ἐξετάσωμεν νῦν. Τὶ δὴ τοῦτό ἐστιν; Τὸ πένητα ὄντα καὶ εὐτελῆ καὶ ταπεινὸν ἀπὸ μεγάλων καὶ δυνατῶν καὶ πολλὰ χρήματα κεκτημένων γυναῖκα λαβεῖν. Ἀλλὰ τοῦτο τὸ ζηλωτὸν ἐκείνου τοῦ ἀπευκτοῦ οὐκ ἐλάττους εὑρήσομεν ἔχον τὰς συμφοράς. Ἔστι μὲν γὰρ καὶ ἄλλως τὸ τῶν ἀνθρώπων γένος ὑπεροπτικώτατον, καὶ ἐν αὐτῷ τούτῳ μᾶλλον τὸ τῶν γυναικῶν, ὅσῳ καὶ ἀσθενέστερον· διὸ καὶ μᾶλλον ὑπὸ τοῦ πάθους ἁλίσκεται· ὅταν δὲ καὶ ἀφορμὰς ἔχῃ τῆς ὑπεροψίας πολλάς, οὐδὲν ἐστι τὸ κατέχον αὐτάς· ὥσπερ ὕλης τινὸς λαβομένη φλόξ, οὕτως εἰς ὕψος ἄφατον αἴρονται, καὶ τὴν τάξιν ἀντιστρέφουσι, καὶ τὰ ἄνω κάτω ποιοῦσιν. Οὐ γὰρ ἀφίησιν ἐν τῇ τῆς κεφαλῆς χώρᾳ μένειν τὸν ἄνδρα ἡ γυνή, ἀλλ’ ὑπὸ φρονήματος καὶ ἀπονοίας ἀπωσαμένη τῆς τάξεως αὐτὸν ἐκείνης, καὶ εἰς τὴν αὐτῇ προσήκουσαν ἄγουσα, τὴν τῆς ὑποταγῆς, αὐτὴ γίνεται κεφαλὴ καὶ ἀρχή. Τὶ οὖν ταύτης τῆς ἀνωμαλίας χεῖρον γένοιτ’ ἄν; Καὶ σιωπῶ τὰ ὀνείδη, τὰς ὕβρεις, τὰς ἀηδίας, ἃ πάντων ἐστὶν ἀφορητότερα.

νδ’. Εἰ δὲ λέγοι τις (καὶ γὰρ πολλῶν ἤκουσα λεγόντων ἐγώ, ὅταν τοιοῦτοι γίνωνται λόγοι). Πλουτείτω μόνον καὶ εὔπορος ἔστω, καὶ οὐδὲν ἔργον ἐστὶ κατενεγκεῖν αὐτῆς καὶ ταπεινῶσαι τὸ φρόνημα· εἰ τις οὖν ταῦτα λέγοι, πρῶτον μὲν ἀγνοεῖ ὅτι τῶν σφόδρα δυσκόλων ἐστίν· ἔπειτα ὅτι κἂν γένοιτο οὐ μικρὰν ἔχει τὴν ζημίαν. Τὸ γὰρ ἀνάγκῃ καὶ δεδοικυῖαν καὶ μετὰ βίας ὑποτετάχθαι τῷ ἀνδρὶ τοῦ μετὰ πάσης ἐξουσίας ἐπιτάττειν αὐτῷ βαρύτερον ἔσται καὶ ἀηδέστερον. Τὶ δήποτε; Ὅτι πᾶσαν ἐκβάλλει φιλίαν καὶ ἡδονὴν αὕτη ἡ βίᾳ· φιλίας δὲ οὐκ οὔσης οὐδὲ πόθου, ἀλλ’ ἀντὶ τούτῳ φόβου καὶ ἀνάγκης, τίνος ὁ τοιοῦτος ἄξιος ἔσται γάμος λοιπόν;

νε’. Καὶ ταῦτα μὲν ἡ γυνὴ ὄτα εὔπορος ᾗ. Εἰ δὲ συμβαίη ταύτην μὲν μηδὲν ἔχειν, τὸν δὲ ἄνδρα πλουτεῖν, θεράπαινα μὲν ἀντὶ γαμετῆς, καὶ ἡ ἐλευθέρα γίνεται δούλη, καὶ τὴν αὐτῇ προσήκουσαν παῤῥησίαν ἀπολέσασα, τῶν ἀργυρωνήτων οὐδὲν ἄμεινον διακείσεται, ἀλλὰ κἂν ἀσελγαίνειν, κἂν παροινεῖν ἐκεῖνος ἐθέλῃ, κἂν ἐπ’ αὐτὴν ἄγειν τὴν ἐκείνης εὐνὴν ἑταιριζομένων πλῆθος γυναικῶν, πάντα φέρειν ἀνάγκη καὶ ἀσμενίζειν, ἢ τῆς οἰκίας ἐκπεσεῖν. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ δεινόν, ἀλλ’ ὅτι τἀνδρὸς οὕτω διακειμένου, οὔτε οἰκέταις, οὔτε θεραπαινίσι μετ’ ἐλευθερίας ἐπιτάττειν δυνήσεται, ἀλλ’ ὥσπερ ἂν ἀλλοτρίοις ζῶσα, καὶ τῶν οὐ προσηκόντων ἀπολαύουσα, καὶ δεσπότῃ μᾶλλον ἢ ἀνδρὶ συνοικοῦσα, οὕτω καὶ πράττειν καὶ πάσχειν ἅπαντα ἀναγκάζεται. Εἰ δὲ καὶ ἐξ ὁμοίων τις ἐθέλοι γαμεῖν, πάλιν τῷ τῆς ὑποταγῆς νόμῳ τὰ τῆς ὁμοτιμίας λυμαίνεται, τοῦ τῆς οὐσίας μέτρου πείθοντος αὐτὴν ἐξισοῦσθαι τῷ ἀνδρί. Τὶ οὖν ἂν τις ποιήσειε τοσαύτης δυσκολίας πανταχοῦ οὔσης; Μὴ γὰρ μοι, εἴπου σφόδρα ὀλίγοι καὶ εὐαρίθμητοι ταῦτα διέφυγον γάμοι, τούτους εἰς μέσον ἀγάγῃς· οὐ γὰρ ἀπὸ τῶν σπανιζόντων, ἀλλ’ ἀπὸ τῶν ἀεὶ συμβαινόντων χαρακτηρίζειν τὰ πράγματα προσήκει. Ἐπὶ μὲν γὰρ τῆς παρθενίας δύσκολον ταῦτα γενέσθαι, μᾶλλον δὲ ἀδύνατον, ἐπὶ δὲ τῶν γάμων δύσκολον μὴ γενέσθαι.

νϚ’. Εἰ δὲ ἐπὶ τοῖς δοκοῦσιν εἶναι χρηστοῖς, τοσαῦται τίκτονται ἀηδίαι καὶ συμφοραί, τὶ ἂν τις ἐπὶ τοῖς ὡμολογημένοις εἴποι λυπηροῖς; Οὐ γὰρ ὑπὲρ ἑνὸς δέδοικε θανάτου μόνον, καίτοι γε ἅπαξ μέλλουσα ἐναποθανεῖσθαι, οὐδὲ ὑπὲρ μιᾶς φροντίζει ψυχῆς μίαν ἔχουσα μόνην, ἀλλὰ τρέμει μὲν ὑπὲρ τῶν ἀνδρός, τρέμει δὲ ὑπὲρ παίδων, τρέμε δὲ ὑπὲρ τῶν ἐκείνοις προσηκόντων γυναικῶν πάλιν καὶ παίδων καὶ ὅσῳπερ ἂν εἰς πλείονας ἐκτείνηται κλάδους ἡ ῥίζα, τοσούτῳ πλεονάζει καὶ τὰ τῶν φροντίδων αὐτῇ· καὶ καθ’ ἕκαστον τούτων εἴτε ζημία χρημάτων, εἴτε σώματος ἀῤῥωστία, εἴτε ἕτερόν τι συμβαίη τῶν ἀβουλήτων, ἀνάγκη κόπτεσθαι καὶ θρηνεῖν τῶν πασχόντων οὐχ ἧττον αὐτῶν· κἂν μὲν προαπέλθωσιν ἅπαντες, ἀπενεχθῶσι θανάτοις, οὐδὲ οὕτω καθαρὰν εὕροι τις ἂν παραμυθίαν. Ὁ γὰρ ὑπὲρ τῶν ζώντων ἀεὶ φόβος κατασείων τὴν ψυχὴν οὐκ ἐλάττων τῆς ἐπὶ τοῖς τετελευτηκόσι γίνεται λύπης, ἀλλ’ εἰ δεῖ τι καὶ θαυμαστὸν εἰπεῖν, χαλεπώτερος. Τὴν μὲν γὰρ ἐπὶ τοῖς κεκοιμημένοις ἀθυμίαν ὁ χρόνος ἐμάλαξε, τὰς δὲ ὑπὲρ τῶν ζώντων φροντίδας μένειν ἀνάγκη διαπαντός, ἢ θανάτῳ παύσασθαι μόνῳ. Εἰ δὲ τοῖς οἰκείοις οὐκ ἀρκοῦμεν πάθεσι, ποῖον βιωσόμεθα βίον τὰς ἑτέρων πενθεῖν ἀναγκαζόμενοι συμφοράς; Πολλαὶ πολλάκις ἐγένοντο γονέων λαμπρῶν, ἀνεγράφησαν μετὰ πολλῆς τῆς τρυφῆς, ἐξεδόθησαν τινι τῶν μεγάλα δυναμένων ἀνδρῶν, εἶτα ἐξαίφνης πρὶν ἐπὶ τούτοις μακαρισθῆναι, κινδύνου τινὸς καθάπερ καταιγίδος ἢ πνεύματος προσπεσόντος, κατέδυσαν καὶ αὗται, καὶ τῶν τοῦ ναυαγίου συμμετέσχον δεινῶν, καὶ μυρίων πρὸ τοῦ γάμου καλῶν ἀπολαύουσαι, πρὸς τὴν ἐσχάτην ἀπὸ τοῦ γάμου κατέπεσαν συμφοράν. Ἀλλ’ οὐ ταῦτα, φησί, πᾶσιν, οὐδὲ ἀεὶ συμπίπτειν εἴωθεν, ἀλλ’ οὐδὲ πάντων κεχώρισται (καὶ γὰρ ἐγὼ τὰ αὐτὰ πάλιν ἐρῶ), ἀλλὰ τοῖς μὲν καὶ διὰ τῆς πείρας ἐπῆλθον, ὅσοι δὲ τὴν πεῖραν διέφυγον, τούτους διὰ τῆς προσδοκίας ἠνίασε. Παρθένος δὲ πᾶσα καὶ τῆς πείρας καὶ τῆς προσδοκίας ἐστὶν ἀνωτέρα.

νζ’. Πλὴν ἀλλ’ εἰ δοκεῖ ἐκεῖνα ἀφέντες, ἃ συγκεκλήρωται φύσει τῷ γάμῳ, καὶ ἅπερ οὐδεὶς ἂν οὔτε ἑκὼν οὔτε ἄκων διαφύγοι, ταῦτα διασκεψώμεθα νῦν. Τίνα οὖν ἐστι ταῦτα; Ὠδῖνες καὶ τόκοι καὶ παιδία. Μᾶλλον δὲ ἀνωτέρω τὸν λόγον ἀγάγωμεν, καὶ τὰ πρὸ τοῦ γάμου καταμάθωμεν ὡς δυνατόν· μετὰ ἀκριβείας γὰρ παθόντες ἴσασι μόνοι. Ἐπέστη τῆς μνηστείας ὁ καιρὸς καὶ φροντίδες εὐθέως ἐπάλληλοι καὶ ποικίλαι, τίνα ἄρα λήψεται ἄνδρα, μὴ δυσγενῆ, μὴ τῶν ἀτίμων τινά, μὴ αὐθάδη, μὴ ἀπατεῶνα, μὴ ἀλαζόνα, μὴ θρασύν, μὴ ζηλότυπον, μὴ μικρολόγον τινά, μὴ εὐήθη, μὴ πονηρόν, μὴ σκληρόν, μὴ ἄνανδρον. Ταῦτα γὰρ ἅπαντα συμβαίνειν μὲν οὐκ ἀνάγκη ταῖς γαμουμέναις ἀπάσαις, μεριμνᾶν δὲ ἀνάγκη καὶ φροντίζειν ἅπαντα· οὔπω γὰρ ὄντος τοῦ κληρωθησομένου δήλου, ἀλλ’ ἔτι τῆς ἐλπίδος μετεώρου μενούσης, πάντα ἡ ψυχὴ δέδοικε καὶ τρέμει, καὶ οὐδὲν ἐστιν ὅπερ οὐ λογίζεται τούτων. Εἰ δὲ λέγοι τις ὅτι καὶ τὰ ἐναντία προσδοκῶσα εὐφραίνεσθαι δύναιτ’ ἄν, εὖ ἴστω ὅτι οὐχ οὕτως ἡμᾶς αἱ τῶν ἀγαθῶν ἐλπίδες παραμυθοῦνται, ὡς αἱ τῶν πονηρῶν προσδοκίαι λυποῦσι. Τὰ μὲν γὰρ ἀγαθὰ ὅταν ἐλπισθῇ βεβαίως, τότε μόνον τίκτει τὴν ἡδονήν· τὰ δὲ κἀκ κἂν ὑποπτευθῇ μόνον εὐθέως συνέχεε καὶ συνετάραξε τὴν ψυχήν. Ὥσπερ δὲ ἐπὶ τῶν ἀνδραπόδων ἡ τῶν ἐσομένων ἀδηλία δεσποτῶν οὐκ ἀφίησιν ἠρεμήσαι τὴν ἐκείνων ψυχήν, οὕτω καὶ ἐπὶ τὴν παρθένων πάντα τὸν ἀπὸ τῆς μνηστείας καιρὸν χειμαζομένῳ πλοίῳ προσέοικεν αὐτῶν ἡ ψυχή, καθ’ ἑκάστην ἡμέραν τῶν γονέων τοὺς μὲν κρατούντων, τοὺς δὲ ἐκβαλλόντων. Τὸν γὰρ νικήσαντα χθὲς τῶν μνηστήρων σήμερον παρευδοκίμησεν ἕτερος, καὶ τοῦτον πάλιν ἐξέβαλεν ἄλλος. Ἔστι δὲ ὅτε καὶ πρὸς αὐτοῖς τοῦ γάμοι ταῖς θύραις ὁ μὲν προσδοκηθεὶς νυμφίος κεναῖς ἀπῆλθε χερσί, τῷ δὲ μὴ ἐλπισθέντι τὴν κόρην παρέδωκαν οἱ γονεῖς. Οὐ γυναῖκες δὲ μόνον, ἀλλὰ καὶ ἄνδρες χαλεπὰς ἔχουσι τὰς φροντίδας. Τούτους μὲν γὰρ καὶ πολυπραγμονεῖν ἔνεστι, τὴν δὲ ἔνδον συγκεκλεισμένην διαπαντὸς πῶς ἂν τις περιεργάσαιτο τρόπων ἕνεκεν ἢ μορφῆς; Καὶ ταῦτα μὲν κατὰ τὸν τῆς μνηστείας καιρόν· ὅταν δὲ ὁ τοῦ γάμου παραγίνηται, ἐπιδίδωσιν ἡ ἀγωνία, καὶ τῆς ἡδονῆς πλείων ὁ φόβος, μήποτε ἀπ’ αὐτῆς τῆς ἑσπέρας ἀηδὴς τις εἶναι δόξῃ, καὶ τῆς προσδοκίας πολλῷ καταδεέστερα. Τὴν μὲν γὰρ παρὰ τὴν ἀρχὴν εὐδοκιμήσασαν ὕστερον καταφρονηθῆναι φορητόν· ὅταν δὲ ἀπ’ αὐτῆς, ὡς ἂν εἴποι τις, τῆς γραμμῆς φαίνηται προσκορής, πότε δυνήσεται θαυμασθῆναι λοιπόν; Καὶ μὴ μοι τοῦτο εἴπῃς, τὶ δέ, ἂν εὔμορφος οἶσα τύχῃ; Οὐδὲ γὰρ οὕτω ταύτης ἀπήλλακται τῆς φροντίδος. Πολλαὶ γοῦν διαλάμψασαι σφόδρα κατὰ τὴν τοῦ σώματος ὥραν οὐκ ἴσχυσαν τοὺς ἄνδρας ἑαυτῶν ἑλεῖν, ἀλλὰ ἀφέντες αὐτὰς ἐκεῖνοι ταῖς σφόδρα λειπομέναις αὐτῶν ἐξέδωκαν ἑαυτούς. Καὶ ταύτης δὲ τῆς φροντίδος λυθείσης ἑτέρα, πάλιν ἐπεισέρχεται ἀηδία ἐν τῇ τῆς προικὸς καταβολῇ, ὃ τε κηδεστὴς οὐ μετὰ προθυμίας ἀποδιδούς, ἅτε προῖκα κατατιθείς, ὃ τε νυμφίος πάντα μὲν ἀπολαβεῖν σπεύδων, τὴν δὲ εἴσπραξιν μετὰ αἰδοῦς ποιεῖσθαι ἀναγκαζόμενος, ἢ τὲ γυνὴ ἐν τῇ τῆς ἐκτίσεως ἀναβολῇ αἰσχυνομένη καὶ ἐρυθριῶσα τὸν ἄνδρα παντὸς μᾶλλον ἀγνώμονος ὀφειλέτου· παρίημι νῦν. Ἀλλὰ γὰρ ἐκείνης τῆς φροντίδος λυθείσης ὁ τῆς ἀπαιδίας εὐθέως ἐπεισέρχεται φόβος, καὶ πρὸς τούτῳ πάλιν ἡ τῆς πολυπαιδίας φροντίς, καὶ οὐδενὸς ὄντων τούτων οὐδέπω φανεροῦ, ταῖς ἀμφοτέρων ἐξ ἀρχῆς ταράττονται φροντίσι. Κἂν μὲν εὐθέως κυήσῃ, μετὰ φόβου πάλιν ἡ χαρὰ (οὐδὲν γὰρ τῶν ἐν τῷ γάμῳ καλῶν φόβου χωρίς)· ὁ δὲ φόβος, μήποτε γενομένης ἀμβλώσεως διαφθαρῇ μὲν τὸ συλληφθέν, κινδυνεύσῃ δὲ περὶ τῶν ἐσχάτων ἡ κύουσα. Ἂν δὲ πολὺς μεταξὺ γένηται χρόνος, ἀπαῤῥησίαστος ἡ γυνή, ὥσπερ αὐτὴ κυρία οὖσα τοῦ τεκεῖν. Ὅταν δὲ ὁ τοῦ τόκου καιρὸς ἐπιστῇ, διακόπτουσι μὲν καὶ διασπῶσι τὴν ἐπὶ τοσούτῳ χρόνῳ πονηθεῖσαν νηδὺν ὠδῖνες, αἱ καὶ μόναι ἱκαναὶ πάντα συσκιάσαι τὰ τοῦ γάμου χρηστά. Θορυβοῦσι δὲ αὐτὴν καὶ ἀλλὰ μετὰ τούτων φροντίδες. Ἡ γὰρ ἀθλίᾳ καὶ ταλαίπωρος κόρη, καίτοι οὕτω σφοδρῶς ὑπὸ τῶν ἀλγηδόνων ἐκείνων κατατεινομένη, δέδοικε τούτων οὐχ ἧττον, μήποτε λελωβημένον καὶ ἀνάπηρον ἀντὶ ἀρτίου καὶ ὑγιοῦς προέλθῃ, μήποτε ἀντὶ ἄῤῥενος θῆλυ. Καὶ γὰρ αὕτη οὐχ ἧττον αὐτὰς τῶν ὠδίνων ἡ ἀγωνία θορυβεῖ τότε· οὐδὲ γὰρ ἐν οἷς εἰσιν ὑπεύθυνοι μόνον, ἀλλὰ καὶ ὧν τῆς αἰτίας ἀφεῖνται, κἂν τούτοις δεδοίκασι τοὺς ἄνδρας οὐκ ἔλαττον ἢ ἐν ἐκείνοις, καὶ τὴν ἰδίαν ἀσφάλειαν ἀφεῖσαι σκοπεῖν ἐν τοσούτῳ κλύδωνι, μεριμνῶσι μὴ τι τἀνδρὶ τῶν ἀβουλήτων γένηται. Τοῦ δὲ παιδίου πεσόντος εἰς τὴν γῆν καὶ πρώτην ἀφέντος φωνήν, ἑτάραι πάλιν διαδέχονται φροντίδες, αἱ τῆς σωτηρίας, αἱ τῆς ἀνατροφῆς. Κἂν μὲν εὐφυὲς ὃν τύχῃ καὶ πρὸς ἀρετὴν ἐπιτήδειον, πάλιν ἐν φόβοις οἱ τεκόντες μὴ τι πάθῃ δεινὸν τὸ τεχθέν, μὴ θάνατον ἄωρον ὑποστῇ, μὴ μεταβάλῃ πρὸς κακίαν τινά.οὐδὲ γὰρ ἐκ πονηρῶν χρηστοὶ γίνονται μόνον, ἀλλὰ καὶ ἀπὸ σπουδαίων φαῦλοι καὶ πονηροί. Κἂν μὲν οὕτων τι γένηται τῶν ἀπευκτῶν, ἀφορητοτέραν ἔχει τὴν λύπην, ἢ εἰ παρὰ τὴν ἀρχὴν ταῦτα συνέπεσε· ἂν δὲ ἅπαντα μένῃ τὰ χρηστὰ βεβαία, ὁ γοῦν ἀπὸ τῆς μεταβολῆς ἀεὶ πάρεστιν αὐτοῖς φόβος, κατασείων τὴν ψυχὴν τῶν τεκόντων, καὶ πολὺ τῆς ἡδονῆς ὑποτεμνόμενος μέρος. Ἀλλ’ οὐ πᾶσι τοῖς γεγαμηκόσι παῖδας ἔχειν συμβαίνει. Οὐκοῦν ἑτέραν μοι λέγεις πάλιν ἀθυμίας ὑπόθεσιν. Ὅταν οὖν καὶ παίδων ὄντων καὶ οὐκ ὄντων, καὶ χρηστῶν γενομένων καὶ πονηρῶν, διαφόροις συνέχωνται λύπαις καὶ φροντίσι, πόθεν λοιπὸν ἡδίστην καλέσωμεν τὴν τῷ γάμῳ ζωήν; Πάλιν, ἂν μὲν ὁμονοοῦντες οἱ συνοικοῦντες διατελῶσι, φόβος μὴ θάνατος ἐμπεσὼν διακόψῃ τὴν ἡδονήν· μᾶλλον δὲ οὐκέτι φόβος τοῦτο μόνον, οὐδὲ μέχρι προσδοκίας τὸ δεινόν, ἀλλὰ καὶ εἰς ἔργον αὐτὸ προελθεῖν πάντως ἀνάγκη. Οὐδεὶς γὰρ ἔσχεν ἐπιδεῖξαί ποτε ἐν ἡμέρᾳ μιᾷ ἀμφοτέρους τελευτήσαντας· τούτου δὲ οὐκ ὄντος τὸ λειπόμενον ἀνάγκη πολὺ τοῦ θανάτου χαλεπωτέραν ὑπομένειν ζωήν, ἂν τε πολὺν τύχῃ συνῳκηκὼς χρόνον, ἂν τε ὀλίγον. Ἐκεῖνος μὲν γὰρ ὅσῳ πλείονα τὴν πεῖραν ἔλαβε, τοσούτῳ μείζονα ἔχει τὴν ὀδύνην, τῆς πολλῆς συνηθείας ἀφόρητον ποιούσης τὸν χωρισμόν· ὁ δὲ πρὶν ἢ γεύσασθαι καὶ ἐμπλησθῆναι τῆς φιλίας, ἀκμαζούσης ἔτι τῆς ἐπιθυμίας, αὐτὴν ἀφαιρεθείς, αὐτὸ τοῦτο μᾶλλον ἐκείνου πενθεῖ, καὶ ἐξ ὑποθέσεως ἐναντίων ἴσοις ἀμφότεροι συνέχονται τοῖς λυπηροῖς. Τὶ δὲ χρὴ λέγειν τοὺς ἐν τῷ μεταξὺ γινομένους χωρισμούς, τὰς μακρὰς ἀποδημίας, τὰς συνεζευγμένας αὐτοῖς ἀγωνίας, τὰς νόσους. Καὶ τὶ τοῦτο πρὸς τὸν γάμον; Φησί. Μάλιστα μὲν καὶ ἀπὸ τῆς αἰτίας τῆς τούτου πολλαὶ πολλάκις ἠῤῥώστησαν. Καὶ γὰρ ὑβρισθεῖσαν καὶ ὀργισθεῖσαι τοτὲ μὲν ὑπὸ τοῦ θυμοῦ, τοτὲ δὲ ὑπὸ τῆς ἀθυμίας πολλοὺς ἔτεκον πυρετούς. Ἐὰν δὲ καὶ παρόντος μηδὲν πάθωσι τοιοῦτον, ἀλλὰ προσηνοῦς ἀπολαύσωσι διαπαντός, ὑπὸ τῆς ἀποδημίας εἰς ταῦτα πάλιν περιίστανται τὰ κακά. Πλὴν ἀλλὰ ταῦτα πάντα παρείσθω, καὶ μηδὲν ἐγκαλῶμεν τῷ γάμῳ, ἀλλ’ οὐχὶ μετὰ τούτων κἀκείνης αὐτὸν ἀπαλλάξαι δυνησόμεθα τῆς αἰτίας. Ποίας δὲ ταύτης; Ὅτι τὸν ὑγιαίνοντα οὐδὲν ἀφίησιν ἄμεινον τοῦ κάμνοντος διακεῖσθαι, ἀλλ’ εἰς τὴν αὐτὴν τῷ κειμένῳ καθίστησιν ἀθυμίαν.

νη’. Βούλει καὶ ταῦτα πάντα ἐκβαλόντες θῶμεν τῷ λόγῳ τὰ ἀδύνατα, καὶ συγχωρήσωμεν γενέσθαι γάμον πάντα ὁμοῦ ἔχοντα τὰ ἀγαθά, πολυπαιδίαν, εὐπαιδίαν, πλοῦτον, γυναικὸς σωφροσύνην, κάλλος, σύνεσιν, ὁμόνοιαν, γῆρας μακρόν; Προσέστω καὶ γένους περιφάνεια, καὶ δυναστείας μέγεθος, καὶ μηδὲ τὸ κοινὸν τοῦτο τῆς φύσεως ὀχλείτω πάθος, ὁ φόβος τῆς τούτων μεταβολῆς, ἀλλ’ ἐξωρίσθω πᾶσα μὲν ἀθυμίας ὑπόθεσις, πᾶσα δὲ φροντίδος καὶ μερίμνης ἀφορμή, καὶ μήτε ἄλλη τις αἰτία, μήτε θάνατος ἄωρος διαζευγνύτω τὸν γάμον, ἀλλὰ καὶ τοῦτον ἐν μιᾷ πάντες δεχέσθωσαν ἡμέρᾳ, ἤ, ὃ τούτων πολλῷ μακαριώτερον εἶναι δοκεῖ, μενέτωσαν μὲν οἱ παῖδες κληρονόμοι, τοὺς δὲ γονεῖς ἀμφοτέρους ὁμοῦ προπεμπόντων μετὰ γῆρας μακρόν· καὶ τὶ τὸ πέρας; Ποῖον τὸ κέρδος ἐκ ταύτης τῆς πολλῆς ἡδονῆς ἔχοντες ἀπελεύσονται ἐκεῖ; Τὸ γὰρ πολλοὺς παῖδας καταλιπεῖν καὶ καλῆς ἀπολαῦσαι γυναικὸς μετὰ τρυφῆς καὶ τῶν ἄλλων ἁπάντων ὧν ἄρτι διῆλθον, καὶ εἰς γῆρας ἐλάσαι μακρόν, τὶ πρὸς τὸ δικαστήριον ἡμᾶς ὠφελῆσαι δυνήσεται ἐκεῖνο ἐν τοῖς αἰωνίοις πράγμασι καὶ ἀληθινοῖς; Οὐδέν. Οὐκοῦν σκιὰ ταῦτα καὶ ὄναρ. Ὅταν γὰρ ἐν τοῖς ἐκεῖ διαδεξομένοις ἡμᾶς αἰῶσι καὶ πέρας οὐκ ἔχουσι μηδὲν ἀπὸ τούτων δυνηθῶμεν κερδάναι, μήτε παραμυθίας ἀπολαῦσαί τινος, ἐν ἴσῳ τοῖς οὐ μετασχοῦσι τὸν μετασχόντα θετέον. Οὐδὲ γὰρ εἲ τις ἐν χιλίοις ἔτεσι μίαν νύκτα μόνην εἶδεν ὄναρ χρηστόν, πλέον τι τοῦτον ἔχειν φήσομεν τοῦ μὴ ταύτης ἀπολελαυκότος τῆς ὄψεως. Καίτοι γε οὐδὲ ὅσον ἐβουλόμην εἶπον. Οὐδὲ γὰρ ὅσον τὰ ὀνείρατα ἀπολείπεται τῆς ἀληθείας, τοσοῦτον τὰ ἐνταῦθα ἀφέστηκε τῶν ἐκεῖ, ἀλλ’ ἔτι μᾶλλον· οὐδὲ ὅπερ ἐστὶν ἐν ἔτεσι χιλίοις μία νύξ, τοσοῦτον ὁ παρὼν αἰὼν πρὸς τὸν μέλλοντα, ἀλλὰ κἂν τούτῳ πολλῷ πλέον πάλιν τὸ μέσον. Ἀλλ’ οὐ τὰ τῆς παρθένου τοιαῦτα, ἀλλὰ πολλὴν ἄπεισιν ἔχουσα τὴν ἐμπορίαν· μᾶλλον δὲ τὸν λόγον ἄνωθεν ἐξετάσωμεν.

νθ’. Οὐκ ἀναγκάζεται πολυπραγμονεῖν τὸν νυμφίον, οὐδὲ μὴ τινα ἀπάτην ὑπομείνῃ δέδοικεν· Θεὸς γὰρ ἐστιν οὐκ ἄνθρωπος, δεσπότης οὐχ ὁμόδουλος. Καὶ τῶν μὲν νυμφίων τὸ μέσον τοσοῦτον· σκόπει δὲ καὶ ἐπὶ τισὶν ἁρμόζονται. Οὐ γὰρ ἀνδράποδα, οὐδὲ γῆς πλέθρα, οὐδὲ τόσα καὶ τόσα χρυσίου τάλαντα, ἀλλ’ οὐρανοὶ καὶ τὰ ἐν οὐρανοῖς ἀγαθὰ τὰ ἕδνα ταύτης τῆς νύμφης ἐστί. Πρὸς τούτοις ἡ μὲν γεγαμηκυΐα φρίττει, τὸν θάνατον τῶν τε ἄλλων ἕνεκεν, καὶ ὅτι τοῦ συνοικοῦντος αὐτὴν διαζεύγνυσιν· ἡ δὲ παρθένος καὶ ποθεῖ τὴν τελευτήν, καὶ βαρύνεται τῇ ζωῇ, σπεύδουσα τὸν νυμφίον ἰδεῖν πρόσωπον πρὸς πρόσωπον, καὶ τῆς δόξης ἀπολαῦσαι ἐκείνης.

ξ’. Οὔτε δὲ τὸ πενίᾳ συζῆν καθάπερ ἐπὶ τοῦ γάμου παραβλάψαι δύναιτ’ ἂν αὐτήν, ἀλλὰ καὶ μᾶλλον ποθεινοτέραν τῷ νυμφίῳ τὴν ἑκοῦσαν τοῦτο ὑπομένουσαν ποιεῖ, οὔτε τὸ ἐκ ταπεινῶν γεγονέναι, οὔτε τὸ μὴ διαλάμπειν τὴν τοῦ σώματος ὥραν, οὔτε ἄλλο τῶν τοιούτων οὐδέν. Καὶ τὶ λέγω ταῦτα; Κἂν γὰρ μηδὲ ἐλευθέρα οὖσα τύχῃ, οὐδὲ τοῦτο αὐτὴν λυμαίνεται τὴν μνηστείαν, ἀλλ’ ἀρκεῖ ψυχὴν ἐπιδείξασθαι καλήν, καὶ τῶν πρωτείων τυχεῖν. Οὐκ ἔστιν ἐκεῖ φοβηθῆναι ζηλοτυπίαν, οὐκ ἔστιν ἀλγήσαι διαφθονουμένην ἑτέρᾳ γυναικὶ ὡς λαμπροτέρῳ συνεζευγμένῃ ἀνδρί. Οὐ γὰρ ἐστιν ὅμοιος αὐτῷ οὐδὲ ἴσος οὐδείς, ἀλλ’ οὐδὲ κατὰ μικρὸν ἐγγύς· ἐν δὲ τῷ γάμῳ κἂν τῶν σφόδρα πλουτούντων καὶ μεγάλα δυνάμενων ἔχῃ τις ἄνδρα, ἀλλ’ ὅμως δύναιτ’ ἂν ἑτέραν εὑρεῖν πολλῷ μείζονα ἔχουσαν. Οὐχ ὡς ἔτυχε δὲ ἐλαττοῖ τὴν ἐκ τῆς τῶν ἡττόνων ὑπεροχῆς ἡδονὴν ἡ τῶν μειζόνων ὑπερβολή. Ἀλλ’ ἡ πολλὴ τρυφὴ τῶν χρυσίων καὶ τῶν ἱματίων καὶ τῆς τραπέζης καὶ τῆς ἄλλης ἀδείας ἱκανὴ δελεάσαι ψυχὴν καὶ ἐφελκύσασθαι; Καὶ πόσαι τούτων ἀπολαύουσι γυναῖκες; Τὸ γὰρ πλεῖστον τῶν ἀνθρώπων μέρος πενίᾳ συζῇ καὶ ταλαιπωρίαις καὶ πόνοις. Εἰ δὲ τινες εἶεν αἱ τούτων μετέχουσαι, σφόδρα μὲν ὀλίγαι καὶ εὐαρίθμητοι, καὶ αὗται δὲ παρὰ τὸ τῷ Θεῷ δοκοῦν· οὐδενὶ γὰρ ἐφίεται ἐν τούτοις τρυφᾷν, ὡς καὶ ἀπεδείξαμεν ἐν τοῖς πρόσθεν λόγοις.

ξα’. Πλὴν ἀλλὰ θῶμεν πάλιν τῷ λόγῳ καὶ ταύτην συγχωρεῖσθαι τὴν τρυφήν, καὶ μήτε τὸν προφήτην, μήτε τὸν Παῦλον ἀπεχθάνεσθαι πρὸς τὰς χλιδώσας τῶν γυναικῶν· τὶ τὸ ὄφελος τῶν πολλῶν χρυσίων; Ἕτερον μὲν οὐδέν, βασκανία δὲ καὶ φροντὶς καὶ φόβος οὐχ ὁ τυχών. Οὐ γὰρ μόνον ὅταν εἰς τὸ κιβώτιον αὐτὰ ἀποθῶνται, οὐδὲ νυκτὸς καταλαβούσης μόνον ταράττονται ταῖς φροντίσιν, ἀλλὰ καὶ ὅταν αὐτὰ περικέωνται, καὶ ὅταν ἡμέρα ᾗ, τὴν αὐτὴν ὑπομένουσι μέριμναν, μᾶλλον δὲ καὶ χαλεπωτέραν. Καὶ γὰρ ἐν βαλανείοις καὶ ἐκκλησίαις παραγίνονται δὲ πολλάκις χωρὶς ὑπὸ τοῦ πλήθους ὠθούμεναι καὶ πιεζόμεναι αἱ χρυσοφοροῦσαι οὐδὲ αἰσθάνονται ἐκπεσόντος αὐταῖς τῶν χρυσίων τινός. Οὕτω γοῦν πολλαὶ οὐ ταῦτα μόνον, ἀλλὰ πολλῷ τούτων ἔτι τιμιώτερα περιδέραια ἀπὸ τιμίων συγκείμενα λίθων διασπασθέντα καὶ ἐκπεσόντα ἀπώλεσαν.

ξβ’. Πλὴν ἀλλὰ μηδὲ οὗτος ἔστω ὁ φόβος, ἀλλὰ καὶ αὕτη ἐξῃρήσθω ἡ φροντίς, τὶ τὸ ὄφελος; Εἶδεν ἕτερος, φησί, καὶ ἐθαύμασεν. Ἀλλὰ σὺ τὴν περικειμένην, ἀλλὰ τὰ περικείμενα, ἐκείνην δὲ διὰ ταῦτα καὶ ἐκάκισε πολλάκις, ὥσπερ παρὰ τὴν ἀξίαν κοσμουμένην αὐτοῖς. Ἂν μὲν γὰρ εὔμορφος ᾗ, λυμαίνεται τῷ κάλλει τῆς φύσεως· ὁ πολὺς γὰρ κόσμος ἐκεῖνος οὐκ ἀφίησιν αὐτὸ φαίνεσθαι γυμνὸν τὸ πλεῖστον αὐτοῦ μέρος ἀφαιρούμενος· ἐὰν δὲ ἄμορφος ᾗ καὶ δυσειδής, ἀτερπεστέραν ἀπέδειξεν οὕτω μᾶλλον αὐτήν. Ἡ γὰρ ἀμορφία πανταχοῦ καθ’ ἑαυτὴν μὲν φαινομένη ὅσον ἐστὶ φαίνεται μόνον· ὅταν δὲ αὐτῇ παραβάλληται λίθων λαμπρότης καὶ ἑτέρας τινὸς ὕλης κάλλος, ἐπιτείνεται εἰς δυσειδίαν μειζόνως. Τὸ τε γὰρ τοῦ σώματος μέλαν πολλῷ μελάντερον δείκνυσιν ἐπικείμενον τοῦ μαργαρίτου τὸ φῶς καὶ ὥσπερ ἐν σκότῳ στίλβον, τὸ τε τοῦ προσώπου δυσδιάπλαστον τὰ τῶν ἱματίων ἄνθη πολὺ κάκιον ἀποφαίνει, οὐκ ἀφιέντα καθ’ ἑαυτὸν ἀγωνίζεσθαι τὸν τῆς ὄψεως τύπον παρὰ τοῖς θεαταῖς, ἀλλὰ πρὸς τὸ χειροποίητον ἐκεῖνο καὶ ἀμήχανον κάλλος, ὅθεν ἡ μείζων ἧττα γίνεται. Ὁ γὰρ διεσπαρμένος ἐν τοῖς ἱματίοις χρυσός, καὶ ἡ πολλὴ τῶν τὰ τοιαῦτα ἐργαζομένων ποικιλία, καὶ ὁ λοιπὸς κόσμος ἅπας, καθάπερ τις ἀθλητὴς γενναῖος εὐεκτῶν καὶ σφριγῶν ψωραλέον τινὰ καὶ αἰσχρὸν καὶ λιμώττοντα δόξαν τῆς περικειμένης καταβαλὼν πρὸς ἑαυτὸν ἐπισπᾶται τοὺς θεατάς, ἐκείνη μὲν καταγελᾶσθαι μειζόνως, αὐτὸν δὲ μεθ’ ὑπερβολῆς θαυμάζεσθαι παρασκευάζων.

ξγ’. Ἀλλ’ οὐχ ὁ παρθενίας κόσμος τοιοῦτος. Οὐ γὰρ λυμαίνεται τῇ περικειμένῃ, ἐπειδὴ μηδ’ ἔστι σωματικός, ἀλλὰ τῆς ψυχῆς ὅλος· καὶ διὰ τοῦτο, ἂν τε δυσειδὴς ᾗ, μετάβαλε τὴν δυσειδίαν εὐθέως κάλλος περιθεὶς ἀμήχανον, ἂν τε ὡραία καὶ φαιδρά, λαμπροτέραν εἰργάσατο. Οὐ γὰρ λίθοι καὶ χρυσός, οὐδὲ ἱματίων πολυτελείᾳ, οὐδὲ χρωμάτων πολυτελῆ ἄνθη διάφορα, οὐδὲ ἄλλο τοιοῦτον οὐδὲν τῶν φθαρτῶν ἐκείνων κοσμεῖ τὰς ψυχάς, ἀλλ’ ἀντὶ τούτων νηστείαι, παννυχίδες ἱεραί, πραότης, ἐπιεικείᾳ, πενία, ἀνδρεία, ταπεινοφροσύνῃ, καρτερία, πάντων ἁπλῶς τῶν ἐν τῷ παρόντι βίῳ πραγμάτων ὑπεροψία. Καὶ γὰρ ὀφθαλμὸς αὐτῇ οὕτω μὲν καλὸς καὶ εὐπρεπής, ὡς ἀντὶ ἀνθρώπων τὰς ἀσωμάτους δυνάμεις καὶ τὸν τούτων Δεσπότην ἔχειν ἐραστήν· οὕτω δὲ καθαρὸς καὶ διειδής, ὡς ἀντὶ τῶν σωματικῶν τὰ ἀσώματα κάλλη δύνασθαι καθορᾶν· οὕτω δὲ ἥμερος καὶ γαληνός, ὡς μηδὲ πρὸς τοὺς ἀδικοῦντας καὶ συνεχῶς λυποῦντας ἀγριαίνειν καὶ διανίστασθαι, ἀλλὰ καὶ πρὸς τούτους ἡδὺ καὶ μείλιχον ὁρᾷν. Κοσμιότης δὲ αὐτῇ τοσαύτη περίκειται, ὡς καὶ τοὺς ἀκολάστους αἰσχύνεσθαι καὶ ἐρυθριᾶν καὶ τῆς οἰκείας ἐνδιδόναι μανίας, ὅταν πρὸς αὐτὴν ἴδωσιν ἀκριβῶς. Ὥσπερ δὲ γυναικὶ κοσμίᾳ τὴν διακονουμένην θεράπαιναν καὶ αὐτὴν εἶναι τοιαύτην οὕτω φιλοσοφούσης ψυχῆς πρὸς τὰ ἐκείνης κινήματα καὶ τὰς οἰκείας ἀνάγκη ῥυθμίζειν ὁρμάς. Καὶ γὰρ ὀφθαλμός, καὶ γλῶττα, καὶ σχῆμα, καὶ βάδισις, καὶ πάντα ἁπλῶς πρὸς τὴν ἔνδον εὐταξίαν χαρακτηρίζεται· καὶ καθάπερ μύρον βαρύτιμον, κἂν εἰς ἄγγος ἀποκλείηται, τὸν ἀέρα τῆς οἰκείας ἀναχρῶσαν εὐωδίας, οὐ τοὺς ἔνδος καὶ πλησίον ἑστῶτας μόνον, ἀλλὰ καὶ τοὺς ἔξω πάντας ἐμπίπλησι τῆς ἡδονῆς· οὕτω καὶ ἡ τῆς παρθενικῆς ψυχῆς εὐωδία ταῖς αἰσθήσεσι περιῤῥέουσα ἐνδείκνυται τὴν ἔνδον ἀποκειμένην ἀρετήν, καὶ τὰς χρυσᾶς τῆς εὐκοσμίας ἐπιβάλλουσα πᾶσιν ἡνίας ἐν πολλῇ τῶν ἵππων ἕκαστον εὐρυθμίᾳ διατηρεῖ, καὶ οὔτε τὴν γλῶτταν ἀφίησιν ἀπηχὲς τι καὶ ἀνάρμοστον φθέγξασθαι, οὔτε τὸν ὀφθαλμὸν μόνον ἀναισχύντως καὶ ὑπόπτως ἐνιδεῖν, οὔτε τὴν ἀκοὴν δέξασθαι τι τῶν οὐ προσηκόντων μελῶν. Καὶ ποδῶν δὲ αὐτῇ μέλει, ὥστε μὴ ἄτακτα βαδίζειν καὶ διατεθρυμμένα, ἀλλ’ ἄπλασιόν τινα καὶ ἀνεπιτήδευτον ἔχειν τὴν βάδισιν· καὶ τὸν ἀπὸ τῶν ἱματίων δὲ καλλωπισμὸν περικόψασα καὶ τῷ προσώπῳ παραινεῖ συνεχῶς μὴ διαχεῖσθαι τῷ γέλωτι, ἀλλὰ μηδὲ ἠρέμα μειδιᾶν, ἀλλ’ ἐπισκύνιον αἰδέσιμον ἀεὶ καὶ αὐστηρὸν ἐπιδείκνυσθαι, καὶ πρὸς δάκρυα παρεσκευάσθαι διαπαντός, πρὸς γέλωτε δὲ μηδέποτε.

ξδ’. Ὅταν δὲ δακρύων ἀκούσῃς, μηδὲν ὑποπτεύσῃς σκυθρωπόν· τοσαύτην γὰρ ἔχει τὰ δάκρυα ἐκεῖνα τὴν ἡδονήν, ὅσην οὐδὲ ὁ γέλως τοῦ κόσμου τούτου. Εἰ δὲ ἀπιστεῖς, ἄκουσον τοῦ Λούκα λέγοντος, ὅτι μαστιχθέντες οἱ ἀπόστολοι ἀνεχώρουν ἀπὸ προσώπου τοῦ συνεδρίου χαίροντες· καίτοι γε οὐ τοιαύτη τῶν μαστίγων ἡ φύσις· οὐ γὰρ ἡδονὴν καὶ χαράν, ἀλλ’ ὀδύνην καὶ πόνον ἐργάζεσθαι εἴωθεν. Ἀλλ’ ἡ μὲν τῶν μαστίγων φύσις οὐ τοιαύτη, ἡ δὲ εἰς Χριστὸν πίστις τοιαύτη, ὡς καὶ τῆς φύσεως αὐτῆς τῶν πραγμάτων κρατεῖν. Εἰ δὲ μάστιγες ἡδονὴν ἔτεκον διὰ τὸν Χριστόν, τὶ θαυμαστὸν εἰ καὶ τὰ δάκρυα τὸ αὐτὸ ἐργάζεται διὰ τὸν αὐτόν; Διὰ τοῦτο ἣν στενὴν καὶ τεθλιμμένην ἐκάλεσεν ὁδόν, ταύτην πάλιν καλεῖ καὶ ζυγὸν χρηστὸν καὶ φορτίον ἐλαφρόν. Τῇ μὲν γὰρ φύσει τὸ πρᾶγμα τοιοῦτόν ἐστι, τῇ δὲ τῶν κατορθούντων προαιρέσει καὶ ταῖς ἐλπίσι ταῖς χρησταῖς σφόδρα γίνεται κοῦφον. Διὸ τῆς εὐρυχώρου καὶ πλατείας τὴν στενὴν καὶ τεθλιμμένην μετὰ πλείονος ἂν τις ἴδοι προσθυμίας ὁδεύοντας τοὺς ἑλομένους αὐτήν, οὐ διὰ τὸ μὴ θλίβεσθαι, ἀλλὰ διὰ τὸ τῶν θλίψεων ἀνωτέρους εἶναι, καὶ μηδὲν πάσχειν ὑπ’ αὐτῶν, οἷον καὶ τοὺς ἄλλους εἰκός. Ἔχει μὲν γὰρ θλίψεις καὶ οὗτος ὁ βίος, ἀλλ’ ὅταν αὐτὰς πρὸς τὰς τοῦ γάμου παραβάλωμεν, οὐδὲ θλίψεις χρὴ καλεῖν.

ξε’. Τὶ γάρ, εἰπὲ μοι, παρὰ πάντα τὸν βίον ἡ παρθένος ὑπομένει τοιοῦτον, οἷον καθ’ ἕκαστον ὡς εἰπεῖν ἐνιαυτὸν ἡ γεγαμημένη, ὠδῖσι καὶ οἰμωγαῖς διακοπτομένη; Τοσαύτη γὰρ τῆς ἀλγηδόνος ταύτης ἡ τυραννίς, ὡς καὶ τὴν θείαν Γραφὴν ἡνίκα ἂν αἰχμαλωσίαν, καὶ λιμόν, καὶ λοιμόν, καὶ τὰ ἀφόρητα τῶν κακῶν αἰνίττεσθαι βούληται, ὠδῖνας πάντα τὰ τοιαῦτα καλεῖν. Καὶ ὁ Θεὸς δὲ ἀντὶ τιμωρίας αὐτὸ καὶ ἀρᾶς ἐπέθηκε τῇ γυναικί· οὐ τὸ τίκτειν λέγω, ἀλλὰ τὸ οὕτω τίκτειν, μετὰ πόνων καὶ ὠδίνων· «Ἐν λύπαις γάρ, φησί, τέξῃ τέκνα». Ἡ δὲ παρθένος ἀνωτέρω ταύτης ἕστηκε τῆς ὠδῖνος καὶ τῆς ἄρας· ὁ γὰρ τὴν ἀπὸ τοῦ νόμου κατάραν λύσας καὶ ταύτην ἔλυσε μετ’ ἐκείνης.

ξϚ’. Ἀλλὰ τὸ περιφέρεσθαι ἐπὶ τῆς ἀγορὰς ἐπὶ ἡμιόνων ἡδύ. Τῦφος τοῦτο περιττὸς μόνον, ἡδονῆς δὲ ἀπεστέρηται πάσης· καὶ ὥσπερ οὔτε σκότος τοῦ φωτὸς ἄμεινον, οὐδὲ τὸ συγκεκλεῖσθαι τοῦ λελύσθαι, οὔτε τὸ πολλῶν χρῄζειν τοῦ μηδενός, οὕτως οὐδὲ αὐτὴ τοῖς οἰκείοις ποσὶ μὴ κεχρημένη ἄμεινον διακείσεται. Τὰς γὰρ ἀηδίας ὅσας ἐκ τούτων ὑπομένειν ἀνάγκη παρίημι. Καὶ γὰρ οὐχ ὅτε βούλεται ἔξεστιν αὐτὴν τῆς οἰκίας προελθεῖν, ἀλλὰ καὶ πολλάκις χρησίμου τινὸς κατεπειγούσης ἐξόδου οἶκοι μένειν ἀναγκάζεται, καθάπερ τῶν ἐπαιτῶν οἱ τοὺς πόδας ἀποτετμημένοι καὶ οὐκ ἔχοντες ὅτῳ φέροιντο. Κἂν μὲν ὁ ἀνὴρ τύχῃ τὰς ἡμιόνους ἀπασχολήσας, μικροψυχία καὶ μάχη καὶ πολλὴ παρασιώπησις· ἂν δὲ αὐτὴ μηδὲν τῶν μελλόντων προορωμένη τὸ αὐτὸ τοῦτο ἐργάσηται, τὸν ἄνδρα ἀφεῖσα καθ’ ἑαυτῆς τρέπει τὸν θυμόν, διατρώγουσα συνεχῶς ὑπὸ τῆς ἐπηρείας ἑαυτήν. Καὶ πόσῳ βέλτιον ἦν τοῖς ποσὶ κεχρημένην (διὰ γὰρ τοῦτο ἡμῖν αὐτοὺς ἐποίησεν ὁ Θεός) μηδὲν τούτων ὑπομένειν τῶν δεινῶν, ἢ βουλομένην θρύπτεσθαι τοσαύτας ἔχειν λύπης καὶ μικροψυχίας ἀνάγκας! Οὐδὲ γὰρ αὗται μόναι ἃ προφάσεις αὐτὰς οἶκοι κατέχουσιν, ἀλλὰ κἂν ἀλγήσαι τοὺς πόδας τύχῃ, ἂν τε ἀμφοτέρας τὰς ἡμιόνους, ἂν τὲ θατέραν, τὸ αὐτὸ γίνεται· καὶ ὅταν δὲ εἰς πόαν ἀφεθῆναι συμβῇ (συμβαίνει δὲ τοῦτο καθ’ ἕκαστον ἐνιαυτὸν καὶ ἐπὶ πολλαῖς ἡμέραις), ἀνάγκη πάλιν οἶκοι μένειν ὥσπερ δεδεμένην, καὶ μηδὲ χρείας καλούσης ἀναγκαίας ἐξιέναι τῆς οἰκίας. Εἰ δὲ λέγει τις, ὅτι τοῦ πλήθους ἀπήλλακται τῶν ἐντυγχανόντων οὐκ ἀναγκαζομένη καθ’ ἕκαστον τῶν γνωρίμων ὁρᾶσθαι καὶ ἐρυθριᾷν, σφόδρα ἀγνοεῖν μοι δοκεῖ καὶ τὰ ἀπαλλάττοντα καὶ τὰ περιβάλλοντα τὴν γυναικείαν φύσιν τὴν αἰσχύνην. Οὔτε γὰρ τὸ φαίνεσθαι, οὔτε τὸ κρύπτεσθαι τοῦτο ποιεῖ, ἀλλὰ τὸ μὲν ἡ κατέχουσα τὴν ψυχὴν ἔνδον προπέτεια, τὸ δὲ ἡ σωφροσύνη καὶ ἡ αἰδώς. Διὰ ταῦτα καὶ τῶν ἀπηλλαγμένων τῆς εἰρκτῆς ἐκείνης πολλαὶ καὶ διὰ μέσου τοῦ πλήθους ἐπὶ τῆς ἀγορᾶς βαδίζουσαι οὐ μόνον οὐκ ἐπεσπάσαντο κατηγόρους, ἀλλὰ καὶ πολλοὺς ἔσχον τῆς σωφροσύνης τοὺς θαυμαστάς, καὶ διὰ τοῦ σχήματος, καὶ διὰ τοῦ βαδίσματος, καὶ διὰ τοῦ τῶν ἱματίων ἀνεπιτηδεύτου τῆς ἔνδον κοσμιότητος ἀφιεῖσαι τὴν ἀκτῖνα λαμπράν· οὐκ ὀλίγαι δὲ τῶν ἔνδον καθημένων πονηρὰ δόξῃ περιέβαλον ἑαυτάς. Ἔνεστι γὰρ καὶ συγκεκλεισμένην μᾶλλον τῶν φαινομένων τοῖς βουλομένοις ἐπιδείκνυσθαι μετὰ πολλῆς τῆς προπετείας καὶ τῆς ἰταμότητος.

ξζ’. Ἀλλ’ ἴσως τὸ τῶν θεραπαινίδων πλῆθος ἡδύ. Ταύτης μὲν οὐδὲν χεῖρον τῆς ἡδονῆς, τοσαύτας ἔχει τὰς φροντίδας· ἀνάγκη γὰρ ἐφ’ ἑκάστῃ καὶ ἀῤῥωστούσῃ καὶ τελευτώσῃ ταράττεσθαι καὶ ἀθυμεῖν. Ἀλλὰ ταῦτα μὲν ἴσως φορητά, καὶ τὰ τούτων ἔτι χαλεπώτερα, οἷον τὸ καθ’ ἑκάστην διατείνεσθαι τὴν ἡμέραν ῥαθυμίαν ἐπιστρέφουσαν, κακουργίαν ἐγκόπτουσαν, ἀχαριστίας παύουσαν, τὴν ἄλλην πᾶσαν αὐτῶν κακίαν παιδαγωγοῦσαν· τὸ δὲ πάντων χαλεπώτερον, ὅπερ μάλιστα ἐν τῷ πλήθει τῆς τοιαύτης θεραπείας συμβαίνειν εἴωθεν, ὅταν ἐν τῇ τῷ θεραπαινίδων ἐκείνων ἀγέλῃ εὐπρεπὴς τις οὖσα τύχῃ. Ἀνάγκη γὰρ τοῦτο πάντως ἐν τῷ πλήθει συμπεσεῖν· οὐδὲ γὰρ ὥστε πολλὰς κτήσασθαι μόνον, ἀλλ’ ὥστε καὶ εὐειδεῖς ἐξ ἴσης οἱ πλουτοῦντες σπουδάζουσιν. Ὅταν οὖν συμβῇ τινα διαλάμπειν ἐν αὐταῖς, ἂν τε ἕλη τὸν δεσπότην τῷ φίλτρῳ, ἂν τε μηδὲν περαιτέρω τοῦ θαυμασθῆναι ἰσχύσῃ, τὰ τῆς ὀδύνης ἴσα γίνεται τῇ δεσποίνῃ παρευδοκιμουμένῃ, εἰ καὶ μὴ τῷ πόθῳ, ἀλλὰ τῇ τοῦ σώματος ὥρᾳ καὶ τῷ θαύματι. Ὅταν οὖν τὰ δοκοῦντα εἶναι παρ’ αὐτοῖς λαμπρὰ καὶ ζηλωτὰ τοσαύτας ἔχῃ τὰς θλίψεις, τὶ ἂν τις εἴποι περὶ τῶν λυπηρῶν;

ξη’. Ἀλλ’ οὐχ ἡ παρθένος ὑπομένει τούτων οὐδέν, ἀλλ’ ἀπήλλακται ταραχῆς τὸ σωμάτιον, καὶ κραυγὴ πᾶσα ἐκποδὼν ἀπελήλαται· ὥσπερ δὲ ἐν εὐδιεινῷ λιμένι σιγὴ πάντα κατέχει τὰ ἔνδον, καὶ τῆς σιγῆς πλείων ἑτέρα ἀταραξία τὴν ψυχήν, ἅτε ἀνθρώπινον μὲν οὐδὲν μεταχειρίζουσαν, διαπαντὸς δὲ τῷ Θεῷ διαλεγομένην, καὶ πρὸς αὐτὸν ἀτενέστερον ὁρῶσαν. Τὶς ἂν οὖν ταύτην ἀναμετρήσειε τὴν ἡδονήν; Ποῖος λόγος τὴν εὐφροσύνην τῆς οὕτω διακειμένης παραστήσειε ψυχῆς; Οὐκ ἔστιν οὐδείς· ἀλλ’ οἱ τοῦ Κυρίου κατατρυφῶντες, αὐτοὶ μόνοι τὸ μέγεθος ἴσασι ταύτης τῆς τρυφῆς, καὶ πῶς πᾶσαν σύγκρισιν ἐκ πολλοῦ τοῦ περιόντος νικᾷ. Ἀλλ’ ὁ πολὺς ἄργυρος ὁρώμενος πανταχοῦ πολλὴν παρέχει τὴν τέρψιν τοῖς ὀφθαλμοῖς. Καὶ πόσῳ βέλτιον εἰς τὸν οὐρανὸν ἐνορᾶν, καὶ πολλῷ μείζονα ἐκεῖθεν καρποῦσθαι τὴν ἡδονήν; Ὅσον γὰρ ὁ χρυσὸς κασσιτέρου καὶ μολύβδου, τοσοῦτον ὁ οὐρανὸς χρυσοῦ καὶ ἀργύρου καὶ πάσης ὕλης λαμπρότερός τε ἐστι καὶ φαιδρότερος· καὶ αὕτη μὲν χωρὶς φροντίδος ἡ θεωρία, ἐκείνη δὲ μετὰ πολλῆς τῆς μερίμνης, ὃ μάλιστα πανταχοῦ ταῖς ἐπιθυμίαις λυμαίνεται. Ἀλλ’ οὐ βούλει τὸν οὐρανὸν ἰδεῖν; Ἔξεστί σοι τὸν ἐπὶ τῆς ἀγορᾶς κείμενον ἄργυρον ἰδεῖν. Πρὸς ἐντροπὴν ὑμῖν λέγω, κατὰ τὸν μακάριον Παῦλον, ἐπειδὴ οὕτως ἐπτόησθε πρὸς τὸν τῶν χρημάτων ἔρωτα. Ἀλλ’ οὐκ ἔχω τὶ εἰπεῖν. Πολλὴ γὰρ με ἐνταῦθα κατέσχεν ἀπορία, καὶ οὐ δύναμαι συνιδεῖν, πόθεν ἅπαν, ὡς εἰπεῖν, τὸ τῶν ἀνθρώπων γένος, ὅταν μὲν ἐξῇ, μετ’ εὐκολίας καὶ ἀνέσεως τέρπεσθαι, οὐδὲ ἡδονὴν τὸ πρᾶγμα τίθενται, ἐν δὲ τῷ φροντίζειν καὶ περισπᾶσθαι καὶ μεριμνᾷν μάλιστα πάντων ἥδονται. Διὰ τὶ γὰρ αὐτοὺς οὐχ οὕτω τέρπει ὁ κείμενος ἐπὶ τῆς ἀγορᾶς ἄργυρος, ὡς ὁ κατὰ τὴν οἰκίαν; Καίτοι γε λαμπρότερος ἐκεῖνός ἐστι, καὶ μερίμνης ἁπάσης ἐλευθέραν ἀφίησι τὴν ψυχήν. Ὅτι, φησίν, ἐκεῖνος μὲν οὐκ ἐμός, οὗτος δὲ ἐμός. Ἡ πλεονεξίᾳ ἄρα ἐστὶν ἡ τὴν ἡδονὴν ἔχουσα, οὐχ ἡ τοῦ ἀργύρου φύσις ἐπεὶ εἰ τοῦτο ἦν, καὶ ἐκεῖθεν ὁμοίως τέρπεσθαι ἔδει. Εἰ δὲ χρήσεως ἕνεκεν λέγοις, πολλῷ βελτίων ἡ ὕελος· καὶ ταῦτα αὐτοὶ οἱ πλουτοῦντες εἴποιεν ἄν, οἱ τὰ ἐκπώματα ἀπὸ τῆς ὕλης ταύτης ὡς τὰ πολλὰ κατασκευάζοντες. Εἰ δὲ που διὰ τὸν τῦφον ἀναγκασθεῖεν καὶ ἐξ ἀργύρου τοῦτο ποιῆσαι, πρότερον ἔνδοθεν θέντες τὴν ὕελον οὕτως ἔξωθεν τὸν ἄργυρον περιβάλλουσι, δεικνύντες ὅτι αὕτη μὲν πρὸς πόμα ἡδίων καὶ ἐπιτήδεια, ἐκεῖνος δὲ πρὸς τῦφον μόνον καὶ ἀλαζονείαν περιττήν. Τὶ δὲ ἐστιν ὅλως, ἐμὸς καὶ οὐκ ἐμός; Ταῦτα γὰρ ὅταν μετὰ ἀκριβείας ἐξετάσω τὰ ῥήματα, ῥήματα μόνον ὁρῶ ψιλά. Πολλοὶ μὲν γὰρ καὶ ζῶντες ἀποπηδῶντα αὐτὸν τῆς αὐτῶν δεσποτείας οὐκ ἴσχυσαν κατασχεῖν· οἷς δὲ μέχρι τέλους παρέμεινεν, ἐν τῷ καιρῷ τῆς τελευτῆς καὶ ἑκόντες καὶ ἄκοντες αὐτοῦ τῆς ἐξουσίας ἐξέπεσον. Οὐκ ἐπὶ τοῦ ἀργύρου δὲ μόνον καὶ χρυσοῦ, ἀλλὰ καὶ ἐπὶ τῶν λουτρῶν, καὶ ἐπὶ τῶν παραδείσῳ, καὶ ἐν ταῖς οἰκίας τὸ ἐμὸν καὶ οὐκ ἐμόν, τοῦτο ῥῆμα ἂν τις ἴδοι μόνον ψιλόν. Ἡ μὲν γὰρ χρῆσις κοινὴ πάντων ἐστίν, πλεονεκτοῦσι δὲ οἱ δοκοῦντες αὐτῶν εἶναι κύριοι τῶν οὐκ ὄντων τὴν ὑπὲρ αὐτῶν φροντίδα. Οἱ μὲν γὰρ ἀπολαύουσι μόνον αὐτῶν, οἱ δὲ μετὰ τοῦ ποιεῖσθαι πολλὴν τὴν ἐπιμέλειαν τὸ αὐτοῦ τοῦτο καρποῦνται, ὃ μετὰ τῆς ἀμελείας ἐκεῖνοι.

ξθ’. Εἰ δὲ τις τὴν πολλὴν θαυμάζοι τρυφήν, οἷον τὸ τῶν κατακοπτομένων πλῆθος κρεῶν, τὴν περιττὴν τοῦ οἴνου δαπάνην, τῶν καρυκευμάτων, τὴν περιεργίαν, τραπεζοποιῶν καὶ σιτοποιῶν τέχνας, παρασίτων καὶ δαιτυμόνων ὄχλον, εὖ ἴστω ὅτι τῶν μαγείρων αὐτῶν οὐδὲν ἄμεινον ἐν τοῖς τοιούτοις οἱ πλουτοῦντες διάκεινται. Καθάπερ γὰρ ἐκεῖνος τοὺς δεσπότας, οὕτω τοὺς κεκλημένους αὐτοὶ δεδοίκασι, μὴ τινος ἐπιλάβωνται τῶν μετὰ πολλοῦ πόνου καὶ δαπάνης παρασκευασθέντων αὐτοῖς. Καὶ τούτῳ μὲν ἐξισοῦνται τοῖς μαγείροις, καθ’ ἕτερον δὲ καὶ πλεονεκτοῦσιν αὐτῶν· οὐ γὰρ μόνον κατηγόρους ἐκεῖνοι, ἀλλὰ καὶ βάσκανους δεδοίκασι. Πολλοῖς γὰρ πολλάκις ἀπὸ τῶν τοιούτων συμποσίων ἐτέχθη φθόνος, καὶ οὐ πρότερον ἔστη, ἕως κινδύνους ἐπήγαγε τοὺς ἐσχάτους. Ἀλλὰ σιτεῖσθαι πολλὰ πολλάκις ἡδύ. Ἄπαγε· ὅταν καρηβαρίαι, καὶ γαστρὸς διάτασις, καὶ πνεύματος ἔμφραξις, καὶ σκοτοδινίαι, καὶ ἴλιγγοι, καὶ ἀχλύες, καὶ τὰ ἔτι τούτων ἀτοπωτέρα ἀπὸ τῆς τρυφῆς ταύτης ἀναβλαστάνῃ δεινά. Καὶ εἴθε μέχρι τῶν παρ’ ἡμέραν λυπηρῶν τὰ τῆς ἀσχημοσύνης ἐκείνης καὶ τὰ τῆς ζημίας ἵστατο μόνον· νυνὶ δὲ αἱ μάλιστα τῶν νόσων δυσίατοι ἀπὸ τῶν τοιούτων τραπεζῶν ἔχουσι τὴν ἀρχήν. Καὶ γὰρ ποδαλγίαι, καὶ φθόη, καὶ νόσος, καὶ παράλυσις, καὶ πολλὰ ἔτι τούτων χαλεπώτερα ἀπολαβόντα τὸ σῶμα πολιορκεῖ εἰς ἐσχάτας ἀναπνοάς. Τίνα οὖν ἂν τις ἔχοι τούτων ἀντίῤῥοπον τῶν κακῶν ἡδονὴν εἰπεῖν; Ποίαν δὲ οὐκ ἂν τις ἕλοιτο σκληραγωγίαν ὑπὲρ τῆς τούτων ἀπαλλαγῆς;

ο’. Ἀλλ’ οὐχ ἡ εὐτελείᾳ τοιαύτῃ, ἀλλὰ πόῤῥω τούτων ἀφέστηκε τῶν δυσχερῶν, ὑγιείας καὶ εὐεξίας οὖσα ποιητική. Εἰ δὲ καὶ ἡδονὴν τις ἐπιζητοίη, καὶ ταύτην παρ’ αὐτῇ μείζονα οὖσαν εὑρήσει τῆς τρυφῆς· καὶ πρῶτον μὲν ἀπὸ τοῦ ἐῤῥῶσθαι καὶ μηδενὶ τῶν κακῶν ἐνοχλεῖσθαι ἐκείνων, ὧν ἕκαστον καὶ καθ’ ἑαυτὸ πᾶσαν ἱκανὸν σβέσαι καὶ ἀνατρέψαι ἐκ βάθρων ἡδονήν· δεύτερον δὲ καὶ ἀπὸ τὴν σιτίων αὐτῶν. Πῶς; Ὅτι ἡδονῆς ποιητικὸν ἐπιθυμία· ἐπιθυμίαν δὲ οὐχ ὁ κόρος, οὐδὲ ἡ πλησμονή, ἀλλ’ ἡ ἔνδεια καὶ ἡ σπάνις ποιεῖ. Αὕτη δὲ οὐκ ἐν ἐκείνοις τοῖς συμποσίοις τοῖς τῶν πλουτούντων, ἀλλ’ ἐν τοῖς τῶν πενομένων ἀεὶ πάρεστι, Πάντσο τραπεζοποιοῦ καὶ μαγείρου μᾶλλον ἐπιστάζουσα πολὺ τοῖς προκειμένοις τὸ μέλι. Οἱ μὲν γὰρ πλουτοῦντες οὔτε πεινῶντες ἐσθίουσι, καὶ χωρὶς τοῦ διψεῖν πίνουσι, καὶ πρὶν σφοδρῶς αὐτοῖς ἐπελθεῖν τὴν ἀνάγκην τοῦ ὕπνου καθεύδουσιν· οὗτοι δὲ ἐν χρείᾳ τούτων καθιστάμενοι πρότερον οὕτως αὐτῶν μετέχουσιν· ὃ μάλιστα πάντων αὔξει τὰ τῆς ἡδονῆς. Διὰ τὶ γάρ, εἰπὲ μοι, καὶ ὁ Σολομῶν τὸν ὕπνον τοῦ δούλου φησὶν εἶναι ἡδύν, οὑτωσὶ λέγων, «Ἡδὺς ὕπνος τῷ δούλῳ, ἂν τε πολύ, ἂν τε ὀλίγον φάγῃ»; Ἆρα διὰ τὴν στρωμνὴν τὴν ἁπαλήν; Καὶ μὴν ἐπὶ ἐδάφους ἢ ἐπὶ στιβάδος οἱ πλείους καθεύδουσιν. Ἀλλὰ διὰ τὴν ἄδειαν; Ἀλλ’ οὐδὲ μικρᾶς καιροῦ ῥοπῆς εἰσι κύριοι. Ἀλλὰ διὰ τὴν ῥᾳστώνην; Ἀλλ’ οὐ διαλιμπάνουσι μόχθοις κοπτόμενοι καὶ ταλαιπωρίαις. Τὶ ποτ’ οὖν ἐστι τὸ ποοῦν τὸν ὕπνον ἡδύν, ἢ τὸ πρότερον εἰς χρείαν καταστάντας οὕτως αὐτοῦ μεταλαμβάνειν; Τοὺς δὲ πλουτοῦντας ἂν μὴ μέθῃ βαπτισθέντας ἡ νὺξ καταλάβῃ, ἀνάγκη διαπαντὸς ἀγρυπνεῖν καὶ ἐπιστρέφεσθαι καὶ ἀλύειν ἐπὶ τῶν μαλακῶν κειμένους στρωμάτων.

οα’. Ἐνῆν καὶ ἑτέρωθεν δεῖξαι τῆς τρυφῆς τὴν ἀηδίαν καὶ τὴν ζημίαν καὶ τὴν ἀσχημοσύνην, τὰς νόσους καταλέγοντα ὅσας ἐναπομόργνυται τῇ ψυχῇ πολλῷ πλείους καὶ χαλεπωτέρας οὔσας τῶν σωματικῶν. Καὶ γὰρ μαλακούς, καὶ ἀνάνδρους, καὶ θρασεῖς, καὶ ἀλαζόνας, καὶ ἀσελγεῖς, καὶ ὑβριστάς, καὶ ἀκολάστους, καὶ ἀκροχόλους, καὶ ὠμούς, καὶ ἀγενεῖς, καὶ πλεονέκτας, καὶ δουλοπρεπεῖς, καὶ πρὸς ἅπαν εἰπεῖν τῶν χρησίμων καὶ ἀναγκαίων ἀχρήστους καθίστησιν· ὧν τἀναντία πάντα ἡ αὐτάρκεια ποιεῖ. Ἀλλὰ νῦν πρὸς ἕτερον ἡμῖν ὁ λόγος ἐπείγεται· διὸ μόνον ἐκεῖνο προσθέντες τῶν ἀποστολικῶν πάλιν ἁψώμεθα ῥημάτων. Εἰ γὰρ τὰ δοκοῦντα εἶναι ζηλωτὰ τοσούτων γέμει κακῶν, καὶ τοσοῦτον τῇ ψυχῇ καὶ τῷ σώματι τὸν νιφετὸν ἐπάγει τῶν νοσημάτων, ποῦ τὰ λυπηρὰ θήσομεν; Οἷον ἀρχόντων φόβους, δήμων ὁρμάς, συκοφαντῶν καὶ βασκάνων ἐπιβουλάς· ἃ μάλιστα τοὺς πλουτοῦντας περιστοιχίζεται· ἐν οἷς καὶ τὰς γυναῖκας μειζόνως τῶν κακῶν ἀνάγκη κοινωνεῖν διὰ τὸ μὴ γενναίως τὰς τοιαύτας φέρειν μεταβολάς.

οβ’. Καὶ τὶ λέγω γυναικίας; Καὶ γὰρ αὐτοὶ οἱ ἄνδρες ταλαιπώρως ὑπὸ τῶν τοιούτων ἁλίσκονται. Ὁ μὲν γὰρ ἐν αὐτάρκεια ζῶν οὐδεμίαν μετάπτωσιν δέδοικεν· ὁ δὲν ἐν ἐκείνῳ τῷ ὑγρῷ καὶ διακεχυμένῳ βίῳ δαπανηθείς, εἴποτε συμβαίη κατὰ περίστασίν τινα καὶ ἀνάγκην παραδοθῆναι πενίᾳ, τεθνήξεται πρότερον ἢ ταύτην οἴσει τὴν μεταβολήν, διὰ τὸ ἀμελέτητον καὶ ἀγύμναστον. Διὰ ταῦτα ὁ μακάριος Παῦλος ἔλεγε· «Θλῖψιν τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι· ἐγὼ δὲ ὑμῶν φείδομαι». Εἶτα μετὰ τοῦτό φησιν· «Ο καιρὸς συνεσταλμένος τὸ λοιπὸν ἐστιν».

ογ’. Καὶ τὶ τοῦτο πρὸς τὸν γάμον; Ἴσως ἂν εἴποι τις. Καὶ σφόδρα μὲν οὖν πρὸς αὐτόν. Εἰ γὰρ ἐν τῷ παρόντι βίῳ συγκέκλεισται, ἐν δὲ τῷ μέλλοντι οὔτε γαμοῦσιν οὔτε γαμίζονται, ὁ δὲ παρὼν καιρὸς πρὸς τὸ τέλος ἐπείγεται, καὶ ἐπὶ θύραις τὰ τῆς ἀναστάσεως ἕστηκεν, οὐ γάμων καιρὸς οὐδὲ κτημάτων, ἀλλ’ ἐνδείας καὶ τῆς ἄλλης φιλοσοφίας ἁπάσης τῆς ἐκεῖ χρησιμευούσης ἡμῖν. Ὥσπερ γὰρ ἡ παρθένος ἕως μὲν ἂν οἶκοι μένῃ μετὰ τῆς μητρός, πολλὴν τῶν παιδικῶν ἁπάντων ποιεῖται φροντίδα, καὶ κιβώτιον ἐν τῷ ταμιείῳ καταθεμένη τῶν ἀποκειμένων ἐκεῖ, καὶ τὴν κλεῖν αὐτὴ κέκτηται, καὶ τὴν ἐξουσίαν ἅπασαν ἕει, καὶ τοσαύτην ὑπὲρ τῆς τῶν μικρῶν ἐκείνων καὶ φαύλων φυλακῆς ἀναδέχεται, μέριμναν, ὅσην οἱ τὰς μεγάλας ἐπιτροπεύοντες· ἐπειδὰν δὲ μνηστεύεσθαι δέῃ καὶ ὁ τοῦ γάμου καιρὸς ἀναγκάζῃ τὴν πατρῴαν οἰκείαν ἀφεῖναι, τότε τῆς εὐτελείας ἐκείνης ἀπαλλαγεῖσα καὶ τῆς ταπεινότητος, οἰκίας προστασίαν, καὶ κτημάτων καὶ ἀνδραπόδων πλῆθος, καὶ ἀνδρὸς θεραπείαν, καὶ τὰ ἀλλὰ τὰ τούτων μείζονα μεριμνᾶν ἀναγκάζεται· οὕτω καὶ ἡμᾶς χρή, ἐπειδὴ πρὸς τὸν τέλειον ἀγόμεθα βίον καὶ τὸν ἀνδράσι προσήκοντα, τὰ ἐπὶ τῆς γῆς πάντα ἀφέντας τὰ ὄντως παιδικὰ ἀθύρματα, φαντάζεσθαι τὸν οὐρανὸν καὶ τῆς ἐκεῖ διατριβῆς τὴν λαμπρότητα καὶ τὴν δόξαν ἅπασαν. Ἡρμόσθημεν γὰρ καὶ ἡμεῖς νυμφίῳ οὕτως ζητοῦντι παρ’ ἡμῶν ἀγαπᾶσθαι, ὡς μὴ τῶν ἐν τῇ γῇ μόνον, μηδὲ τῶν μικρῶν τούτων καὶ εὐτελῶν, ἀλλὰ καὶ τῆς ψυχῆς αὐτῆς ἀφίστασθαι δι’ αὐτόν, ὅταν δέῃ. Ἐπεὶ οὖν ἐκεῖ λοιπὸν ἀπιέναι χρή, ἀπαλλάξωμεν ἑαυτοὺς τῆς φροντίδος τῆς εὐτελοῦς. Οὐδὲ γὰρ εἰς βασιλείαν μεθίστασθαι μέλλοντες ἀπὸ πενιχρᾶς οἰκίας, κεραμίδων, καὶ ξύλων, καὶ ἐπίπλων, καὶ τῆς ἄλλης τῆς κατὰ τὴν οἰκίαν ἐφροντίσαμεν ἂν πενίας. Μὴ τοίνυν μηδὲ νῦν τὰ ἐν τῇ γῇ μεριμνῶμεν· ὁ γὰρ καιρὸς ἡμᾶς ἤδη καλεῖ πρὸς τὸν οὐρανόν, καθάπερ καὶ Ῥωμαίοις ἐπιστέλλων ὁ μακάριος Παῦλος ἔλεγε· «Νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἢ ὅτε ἐπιστεύσαμεν· ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικε». Καὶ πάλιν, «Ἐνταῦθα ὁ καιρὸς ὁ συνεσταλμένος τὸ λοιπὸν ἐστιν, ἵνα καὶ οἱ ἔχοντες γυναῖκας, ὡς μὴ ἔχοντες ὦσι». Τὶ οὖν δεῖ γάμου τοῖς οὐ μέλλουσιν ἀπολαύσεσθαι γάμου, ἀλλ’ ἐν ἴσῳ τοῖς οὐκ ἔχουσι διακείσεσθαι; Τὶ δὲ χρημάτων, τὶ δὲ κτημάτων, τὶ δὲ τῶν βιωτικῶν, τῆς χρήσεως αὐτῶν ἀώρου λοιπὸν οὔσης καὶ παράκαιρου; Εἰ γὰρ οἱ μέλλοντες δικαστηρίῳ παραστήσεσθαι τῷ παρ’ ἡμῖν, καὶ λόγον ὑφέξειν τῶν πεπλημμελημένων, τῆς κυρίας γενομένης ἐγγύς, οὐ γυναικὸς μόνον, ἀλλὰ καὶ σίτων καὶ πότων καὶ πάσης ἑαυτοὺς ἀποστήσαντες φροντίδος, τῆς ἀπολογίας γίνονται μόνης, πολλῷ μᾶλλον ἡμᾶς τοῦ οὐκ ἐπιγείῳ τινὶ δικαστηρίῳ, ἀλλ’ οὐρανίῳ βήματι παραστήσεσθαι μέλλοντας, καὶ ῥημάτων καὶ πραγμάτων καὶ ἐννοιῶν εὐθύνας ὑφέξειν, πάντων ἀφίστασθαι χρή, καὶ χαρᾶς καὶ λύπης τῆς ἐπὶ τοῖς παροῦσι πράγμασι, καὶ τὴν φοβερὰν μόνον ἐκείνην ἡμέραν μεριμνᾶν. «Εἰ τις γάρ, φησίν, ἔρχεται πρὸς μέ, καὶ οὐ μισεῖ τὸν πατέρα αὐτοῦ, καὶ τὴν μητέρα, καὶ τὴν γυναῖκα, καὶ τὰ τέκνα, καὶ τοὺς ἀδελφούς, καὶ τὰς ἀδελφάς, ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχήν, οὐ δύναταί μου μαθητὴς εἶναι· καὶ ὅστις οὐ βαστάζει τὸν σταυρὸν αὐτοῦ καὶ ἔρχεται ὀπίσω μου, οὐ δύναταί μου εἶναι μαθητής». Σὺ δὲ παρακάθῃ σχολάζων ἐπιθυμίαις γυναικὸς καὶ γέλωτι καὶ διαχύσει καὶ τρυφῇ; Ὁ Κύριος ἐγγύς, μηδὲν μεριμνᾶτε· σὺ δὲ ὑπὲρ χρημάτων φροντίζεις καὶ μεριμνᾷς; Ἡ βασιλεία τῶν οὐρανῶν ἐφέστηκε· σὺ δὲ περὶ οἰκίας καὶ τρυφῆς καὶ τῆς ἄλλης σκοπεῖς ἡδονῆς; «Παράγει τὸ σχῆμα τοῦ κόσμου τούτου»· τὶ οὖν κόπτεις σαυτὸν ἐν τοῖς τοῦ κόσμου πράγμασι τοῖς οὐ μένουσιν, ἀλλὰ δαπανωμένοις, τῶν μενόντων καὶ βεβαιῶν ἀμελῶν; Οὐκέτι γάμος, οὐκέτι ὠδῖνες, οὐχ ἡδονὴ καὶ μίξις, οὐ χρημάτων εὐπορία, οὐδὲ κτημάτων ἐπιμέλεια, οὐ τροφή, οὐδὲ ἐνδύματα, οὐ γεωργίαι καὶ ναυτιλίαι, οὐ τέχναι οὔτε οἰκοδομαί, οὐ πόλεις οὐδὲ οἰκίαι, ἀλλ’ ἕτερα τις κατάστασις καὶ διαγωγή. Ταῦτα δὲ πάντα μικρὸν ὕστερον ἀπολεῖται. Τοῦτο γὰρ ἐστι, «Παράγει τὸ σχῆμα τοῦ κόσμου τούτου». Τὶ τοίνυν ὡς εἰς τοῦ αἰῶνας ἅπαντας ἐνθάδε μενοῦντες, οὕτω πᾶσαν σπουδὴν ἐπιδεικνύμεθα, ὑπὲρ πραγμάτων μεριμνῶντες, ὧν πρὸ τῆς ἑσπέρας πολλάκις ἀποστησόμεθα; Τὶ τὸν μοχθηρὸν αἱρούμεθα βίον, ἐπὶ τὸν ἀπράγμονα καλοῦντος ἡμᾶς τοῦ Χριστοῦ; «Θέλω γάρ, φησίν, ὑμᾶς ἀμερίμνους εἶναι. Ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου».

οδ’. Πῶς οὖν ἡμᾶς ἀμερίμνους εἶναι βούλει, εἰς ἑτέραν πάλιν ἐμβαλὼν φροντίδα; Ὅτι οὔτε φροντίζειν τοῦτό ἐστιν, ὥσπερ οὖν οὐδὲ θλίβεσθαι τὸ διὰ τὸν Χριστὸν θλίβεσθαι, οὐ διὰ τὸ μεταβάλλεσθαι τὴν τῶν πραγμάτων φύσιν, ἀλλὰ διὰ τὸ τὴν προαίρεσιν τῶν ταῦτα φερόντων μεθ’ ἡδονῆς, καὶ τῆς τῶν πραγμάτων φύσεως κρατεῖν. Ὁ μὲν γὰρ ὑπὲρ τούτων φροντίζων, ὧν οὐκ εἰς Μάρκον ἀπολαύσεται χρόνον, πολλάκις δὲ οὐδὲ εἰς βραχύν, εἰκότως ἂν λέγοιτο μεριμνᾶν· ὁ δὲ μείζονας τῶν φροντίδων ἀποληψόμενος τοὺς καρπούς, ἐν τοῖς ἀμερίμνοις παντὶ δικαίως ἂν τάττοιτο λόγῳ. Καὶ τούτων δὲ χωρὶς τοσοῦτον τῆς μερίμνης ἑκατέρας τὸ μέσον, ὡς μηδὲ μέριμναν ταύτην ἐκείνῃ παραβαλλομένην νομίζεσθαι· οὕτω κουφοτέρα τὲ ἐστιν ἐκείνης καὶ σφόδρα εὐκολωτέρα. Καὶ ταῦτα ἅπαντα διὰ τῶν ἔμπροσθεν ἀπεδείξαμεν λόγων· «Ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου»· ἀλλ’ ὁ μὲν παράγει, ὁ δὲ μένει. Τοῦτο οὖν μόνον οὐχ ἱκανὸν δεῖξαι τὸ τῆς παρθενίας ἀξίωμα; Ὅσον γὰρ τοῦ Θεοῦ πρὸς τὸν κόσμον τὸ διάφορον, τοσοῦτον αὕτη βελτίων ἐκείνης ἡ φροντίς. Πῶς οὖν συγχωρεῖ τὸν γάμον, τὸν προσηλοῦντα ἡμᾶς ταῖς φροντίσι, καὶ τῶν πνευματικῶν ἀπάγοντα; Διὰ γὰρ τοῦτο, φησίν, εἶπον· Ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσιν, ἵνα οἱ φθάσαντες ἤδη δεθῆναι, ἢ καὶ μέλλοντες, ἑτέρῳ τινὶ τρόπῳ χαυνότερον ἐργάσωνται τὸν δεσμόν. Ἐπειδὴ γὰρ διαῤῥῆξαι αὐτὸν οὐκ ἔνι περιβληθέντα ἅπαξ, ἀνεκτότερον αὐτὸν ποίησον. Ἔξεστι γάρ, ἂν βουλώμεθα, πάντα περικόπτειν τὰ περιττά, καὶ μὴ μειζόνως τῶν ἀπὸ τῆς τοῦ πράγματος φύσεως τικτομένων φροντίδων τὰ παρὰ τῆς ἡμετέρας προστιθέναι νωθείας.

οε’. Εἰ δὲ καὶ σαφέστερόν τις θέλοι μαθεῖν τὶ ποτὲ ἐστιν, ἔχοντε γυναῖκα μὴ ἔχειν, τοὺς οὐκ ἔχοντας ἐννοείτω τοὺς ἐσταυρωμένους, πῶς διάκεινται. Πῶς οὖν ἐκεῖνοι διάκεινται; Οὐ θεραπαινίδων ἀναγκάζονται πλῆθος ὠνεῖσθαι, οὐ χρυσία καὶ περιδέραια, οὐκ οἰκίας λαμπρὰς καὶ μεγάλας, οὐ πλέθρα γῆς τόσα καὶ τόσα· ἀλλὰ ταῦτα πάντα ἀφέντες ὑπὲρ ἱματίου φροντίζουσιν ἑνὸς καὶ τροφῆς αὐτῶν. Ἕξεσι καὶ τῷ γυναῖκα ἔχοντι εἰς ταύτην ἑαυτὸν ἀγαγεῖν τὴν φιλοσοφίαν. Τὸ γὰρ ἀνωτέρω λεχθέν, «Μὴ ἀποστερεῖτε ἀλλήλους», περὶ μίξεως εἴρηται μόνης· ἐν τούτῳ γὰρ ἕπεσθαι ἀλλήλοις κελεύει, καὶ οὐδένα ἀφίησιν ἑαυτοῦ κύριον εἶναι· Ἔνθα δὲ ἂν δέῃ τὴν ἄλλην φιλοσοφίαν ἀσκεῖν, τὴν ἐν τοῖς ἱματίοις, τὴν ἐν τῇ διαίτῃ, τὴν ἐν τοῖς ἄλλοις ἅπασιν, οὐκέτι θατέρῳ λοιπὸν ὁ ἕτερος ὑπεύθυνος γίνεται, ἀλλ’ ἔξεστι τοῖς ἀνδράσι, κἂν ἡ γυνὴ μὴ βούληται, περικόψαι τρυφὴν ἅπασαν καὶ τὸν περιῤῥέοντα τῶν φροντίδων ὄχλον· καὶ γυναικὶ πάλιν ὁμοίως οὐδεμία ἀνάγκη μὴ βουλομένη καλλωπίζεσθαι καὶ κενοδοξεῖν καὶ περιττὰ μεριμνᾶν. Εἰκότως· ἐκείνῃ μὲν γὰρ ἡ ἐπιθυμία φυσικὴ τὶς ἐστι, καὶ διὰ τοῦτο πολλῆς ἔτυχε τῆς συγγνώμης, καὶ οὐκ ἔστι κύριος ὁ ἕτερος ἀποστερεῖν τὸν ἕτερον μὴ βουλόμενον· ἡ δὲ τῆς τρυφῆς καὶ τῆς θεραπείας τῆς περιττῆς, καὶ τῆς φροντίδος τῆς ἀνονήτου οὐκ ἀπὸ τῆς φύσεως ὁρμᾶται, ἀλλ’ ἀπὸ τῆς ῥᾳθυμίας καὶ τῆς πολλῆς ὕβρεως τίκτεται. Διὰ ταῦτα οὐκ ἀναγκάζει καὶ ἐν τούτοις τοὺς γεγαμηκότας ὑποκεῖσθαι ἀλλήλοις, καθάπερ καὶ ἐν ἐκείνοις. Τοῦτο τοίνυν ἐστὶν ἔχοντα γυναῖκα μὴ ἔχειν, ὅταν τὰς περιττὰς φροντίδας τὰς διὰ τὸν ἀκκισμὸν καὶ τὴν διάθρυψιν γινομένας τῶν γυναικῶν μὴ δεχώμεθα, ἀλλὰ τοσαύτην λάβωμεν προσθήκην φροντίδος, ὅσην εἰκὸς μιᾶς ψυχῆς προστεθείσης ἡμῖν, καὶ ταύτης φιλοσόφως καὶ εὐτελῶς ζῆν προῃρημένης. Ὅτι γὰρ τοῦτό φησι, διὰ τῆς ἐπαγωγῆς ἐδήλωσε· «Καὶ οἱ κλαίοντες ὡς μὴ κλαίοντες, καὶ οἱ χαίροντες ἐν κτήσεσιν ὡς μὴ χαίροντες». Οἱ γὰρ μὴ χαίροντες οὐδὲ τῆς κτήσεως ἐπιμελήσονται καὶ οἱ μὴ κλαίοντες οὔτε τὴν πενίαν δυνήσονται φρίττειν, οὔτε τὴν αὐτάρκειαν ἀποστρέφεσθαι. Τοῦτό ἐστιν ἔχειν γυναῖκα καὶ μὴ ἔχειν· τοῦτό ἐστι κεχρῆσθαι τῷ κόσμῳ καὶ μὴ παρακεχρῆσθαι. «Ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου». Ὅταν οὖν καὶ ἐνταῦθα καὶ ἐκεῖ μέριμνα ᾗ, καὶ ἐνταῦθα μὲν εἰκῆ καὶ μάτην, μᾶλλον δὲ καὶ ἐπὶ λύπῃ καὶ θλίψει («Θλῖψιν γὰρ τῇ σαρκί, φησίν, ἕξουσιν οἱ τοιοῦτοι»), ἐκεῖ δὲ ἐπὶ τοῖς ἀποῤῥήτοις ἀγαθοῖς, τὶ μὴ ταύτην αἱρούμεθα μᾶλλον τὴν φροντίδα, οὐ τῷ τοιαύτας καὶ τοσαύτας ἔχειν τὰς ἀντιδόσεις, ἀλλὰ καὶ τῇ φύσει κουφοτέραν οὖσαν ἐκείνης; Τὶ γὰρ ἡ μὴ γαμηθεῖσα μεριμνᾷ; Ἆρα ὑπὲρ χρημάτων, ὑπὲρ οἰκετῶν, ὑπὲρ οἰκονομῶν, ὑπὲρ ἀγρῶν, καὶ τῶν ἄλλων; Μαγείροις ἐφέστηκε, καὶ ὑφανταῖς, καὶ τῇ λοιπῇ θεραπεία; Ἄπαγε· οὐδὲν τούτων εἰς νοῦν βάλλεται, ἀλλ’ ἓν φροντίζει μόνον, τὴν αὐτῆς οἰκοδομεῖν ψυχήν, τὸν ναὸν ἐκεῖνον τὸν ἅγιον κοσμεῖν οὐκ ἐν πλέγμασιν ἢ χρυσῷ ἢ μαργαρίταις, οὐκ ἐπιτρίμμασιν οὐδὲ ὑπογραφαῖς, οὐ ταῖς ἄλλαις δυσκολίαις καὶ μοχθηρίαις, ἀλλὰ τῇ ἁγιωσύνῃ τῇ κατὰ σῶμα καὶ κατὰ πνεῦμα. «Ἡ δὲ γαμήσασα, φησί, μεριμνᾷ πῶς ἀρέσει τῷ ἀνδρί». Σφόδρα συνετῶς οὐκ ἦλθεν ἐπὶ τὴν τῶν πραγμάτων αὐτῶν ἐξέτασιν, οὐδὲ εἶπεν ὅσα πάσχουσι γυναῖκες ὑπὲρ τῆς εἰς τοὺς ἄνδρας ἀρεσκείας καὶ τῷ σώματι καὶ τῇ ψυχῇ, τὸν μὲν βασανίζουσαι καὶ κονιῶσαι καὶ ἑτέραις κολάσεσι κατατείνουσαι, τὴν δὲ ἀνελευθερίας, κολακείας, ὑποκρίσεως, μικροψυχίας, φροντίδων περιττῶν καὶ ἀνονήτων πληροῦσαι· ἀλλὰ μιᾷ ῥήσει πάντα ταῦτα αἰνιξάμενος ἀφῆκε τὸ συνειδότι τῶν ἀκουόντων αὐτὰ ἀναλογίσασθαι· καὶ δείξας οὕτω τῆς παρθενίας τὴν ὑπεροχήν, καὶ πρὸς αὐτὸν ἄρας αὐτὴν τὸν οὐρανόν, πάλιν μετατίθησιν ἐπὶ τὴν τοῦ γάμου συγχώρησιν τὸν λόγον, πανταχοῦ δεδοικὼς μὴ τις τὸ πρᾶγμα ἐπίταγμα εἶναι νομίζῃ. Διόπερ οὐδὲ ἠρκέσθη τάσι προτέραις παραινέσεσιν, ἀλλ’ εἰπών· «Ἐπιταγὴν Κυρίου οὐκ ἔχω»· καί, «Ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτε», πάλιν ἐνταῦθα φησιν, «Οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω».

οϚ’. Ὑπὲρ οὗ καὶ διαπορήσειεν ἂν τις εἰκότως, πῶς ἀνωτέρω λύσιν δεσμῶν τὸ πρᾶγμα καλῶν, καὶ πρὸς τὸ συμφέρον ἡμῖν αὐτὸ συμβουλεύειν λέγων, καὶ ἵνα θλῖψιν μὴ ἐχέμεν, καὶ ἵνα ἀμέριμνοι ὦμεν, καὶ ἐπειδὴ φείδεται ἡμῶν, καὶ διὰ τούτων ἁπάντων δεικνὺς τὸ κοῦφον αὐτοῦ καὶ φορητόν, ἐνταῦθά φησιν· «Οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω»; Οὐ τὴν παρθενίαν βρόχον ἐκάλεσε· ἄπαγε· ἀλλὰ τὸ μετὰ βίας καὶ ἀνάγκης αἱρεῖσθαι τοῦτο τὸ καλόν. Καὶ γὰρ οὕτως ἔχει. Πᾶν ὅπερ ἂν βιαζόμενος καὶ μετὰ τοῦ μὴ βούλεσθαι καταδέχηταί τις, κἂν σφόδρα κοῦφον ᾗ, πάντων ἀφορητότερον γίνεται, καὶ ἀγχόνης χαλεπώτερον τὴν ἡμετέραν ἀποπνίγει ψυχήν. Διὰ τοῦτο εἶπεν, «Οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω»· τοῦτο ἐστιν· ἅπαντα τὰ καλὰ τῆς παρθενίας εἶπον καὶ ἀπέδειξα, καὶ μετὰ ταῦτα ὅμως ἅπαντα τὴν αἵρεσιν ὑμῖν ἐπιτρέπω τοῦ πράγματος, οὐχὶ μὴ βουλομένους ἕλκω πρὸς τὴν ἀρετήν. Οὐδὲ γὰρ ὑμᾶς θλῖψαι βουλόμενος ταῦτα συνεβούλευσα, ἀλλ’ ὥστε μὴ τὴν εὐσχήμονα προσεδρίαν ὑπὸ τῶν βιωτικῶν ἐκκοπῆναι πραγμάτων. Σὺ δὲ μοι θέα κἀνταῦθα τοῦ Παύλου τὴν σύνεσιν, πῶς ταῖς παραιτήσεσι πάλιν παραίνεσιν ἐπεισήγαγε, καὶ διὰ τῆς συγχωρήσεως συμβουλήν. Τῷ γὰρ εἰπεῖν, «Οὐκ ἀναγκάζω, ἀλλὰ παραινῶ», καὶ προσθεῖναι, διὰ «Τὸ εὔσχημον καὶ εὐπρόσεδρον», ἔδειξε τῆς παρθενίας τὸ θαυμαστόν, καὶ τὸ κέρδος ὅσον ὑμῖν ἔντη κατὰ Θεὸν ἀπ’ αὐτῆς γίνεται πολιτείᾳ. Οὐ γὰρ ἔνι τὴν βιωτικαῖς ἐμπεπλεγμένην φροντίσι, καὶ πανταχοῦ περιελκομένην εὐπρόσεδρον εἶναι, τῆς σπουδῆς καὶ σχολῆς ἁπάσης εἰς πολλὰ μεριζομένης, εἰς ἄνδρα λέγω, καὶ οἰκίας ἐπιμέλειαν, καὶ τῶν ἄλλων ἁπάντων, ἅπερ ὁ γάμος ἐπισύρεσθαι εἴωθε.

οζ’. Τὶ οὖν, φησίν, ὅταν ἡ παρθένος πολλὰ πραγματεύηται, καὶ μερίμνας ἔχῃ βιωτικάς; Ἄπαγε, ἔξω ταύτην ἑλκύσας τοῦ τῶν παρθένων χοροῦ· οὐ γὰρ ἀρκεῖ τὸ μὴ γαμηθῆναι ποιῆσαι παρθένον, ἀλλὰ δεῖ καὶ τῆς ψυχικῆς ἁγνείας· ἁγνείαν δὲ λέγω οὐ τὸ πονηρᾶς καὶ αἰσχρᾶς ἐπιθυμίας ἀπηλλάχθαι μόνον καὶ καλλωπισμάτων καὶ περιεργίας, ἀλλὰ καὶ φροντίδος εἶναι καθαρὰν βιωτικῆς· ἂν δὲ μὴ τοῦτο ᾗ, τὶ ὄφελος σωματικῆς καθαρότητος; Ὥσπερ γὰρ στρατιώτου οὐδὲν αἰσχρότερον γένοιτ’ ἂν τὰ ὅπλα ῥίψαντος καὶ καπηλείοις σχολάζοντος, οὕτως οὐδὲ παρθένων ἀσχημονέστερον βιωτικαῖς ἐνδεδεμένων φροντίσι. Καὶ γὰρ αἱ πέντε ἐκεῖναι καὶ λαμπάδας εἶχον καὶ παρθενίαν ἤσκησαν, ἀλλ’ οὐδενὸς τούτων ἀπώναντο, ἀλλὰ τῶν θυρῶν ἀποκλεισθεισῶν ἔμενον ἔξω καὶ ἀπώλλυντο. Καὶ γὰρ ἡ παρθένια διὰ τοῦτο καλόν, ὅτι πᾶσαν ἐκκόπτει φροντίδος ὑπόθεσιν περιττῆς, καὶ πᾶσαν σχολὴν τοῖς κατὰ Θεὸν ἀνατίθησιν ἔργοις· ὡς ἂν μὴ τοῦτο ἔχοι, πολὺ τοῦ γάμου πάλιν ἐλάττων γίνεται, ἀκάνθας ἐν τῇ ψυχῇ περιφέρουσα καὶ τὸν καθαρὸν καὶ οὐράνιον συμπνίγουσα σπόρον.

οη’. «Εἰ δὲ τις ἀσχημονεῖν, φησίν, ἐπὶ τὴν παρθένον αὐτοῦ νομίζει, ἐὰν ᾗ ὑπέρακμος, καὶ οὕτως ὀφείλει γίνεσθαι, ὃ θέλει ποιείτω, οὐχ ἁμαρτάνει, γαμείτωσαν». Τὶ λέγεις, «Ὃ θέλει ποιείτω»· καὶ οὐ διορθοῖς τὴν ἐσφαλμένην γνώμην, ἀλλ’ ἐπιτρέπεις γαμεῖν; Διὰ τὶ γὰρ οὐκ εἶπες· εἰ δὲ ἀσχημονεῖν ἐπὶ τὴν παρθένον αὐτοῦ νομίζει, ἄθλιος ἐστι καὶ ταλαίπωρος, πρᾶγμα οὕτω θαυμαστὸν ἐπονείδιστον εἶναι νομίζων; Διὰ τὶ μὴ συνεβούλευσας ταύτης ἀπαλλαγέντα τῆς ὑποψίας, ἀπαγαγεῖν τοῦ γάμου τὴν αὐτοῦ θυγατέρα; Ὅτι, φησί, τῶν σφόδρα ἀσθενῶν καὶ χαμαὶ συρομένων ἦσαν αἱ τοιαῦται ψυχαί· τὰς δὲ οὕτω διακειμένας οὐκ ἐνῆν ἀθρόον ἀγαγεῖν ἐπὶ τοὺς ὑπὲρ τῆς παρθενίας λόγους. Ὁ γὰρ οὕτω πρὸς τὰ τοῦ κόσμου πράγματα ἐπτοημένος, καὶ τὸν παρόντα βίον θαυμάζων, ὡς καὶ μετὰ τὴν τοσαύτην παραίνεσιν αἰσχύνης ἄξιον εἶναι νομίζειν, ὃ τῶν οὐρανῶν ἄξιόν ἐστι καὶ τῆς ἀγγελικῆς πολιτείας ἐγγύς, πῶς ἂν ἠνέσχετο συμβουλῆς εἰς τοῦτο ἐναγούσης αὐτόν; Καὶ τὶ θαυμαστόν, εἰ ἐπὶ πράγματος συγκεχωρημένου τοῦτο ὁ Παῦλος ἐποίησεν, ὅπου γε ἐπὶ κεκωλυμένου καὶ παρανόμου τὸ αὐτὸ πάλιν ποιεῖ; Οἶόν τι λέγω· τὸ τῆς τῶν βρωμάτων παρατηρήσεως ἔχεσθαι, καὶ τοῦτο μὲν ἐγκρίνειν, ἐκεῖνο δὲ ἐκβάλλειν, Ἰουδαϊκῆς ἀσθενείας ἦν· ἀλλ’ ὅμως ἦσαν παρὰ Ῥωμαίοις οἱ ταύτην ἔχοντες τὴν ἀσθένειαν· καὶ οὐ μόνον αὐτῶν οὐ κατηγόρησε μετὰ σφοδρότητος, ἀλλὰ καὶ ἕτερόν τι πλέον τούτου ποιεῖ. Τοὺς γὰρ ἁμαρτάνοντας ἀφεὶς τοῖς ἐπιχειροῦσι κωλύειν αὐτοὺς ἐπιτιμᾷ λέγων· «Σὺ δὲ τὶ κρίνεις τὸν ἀδελφὸν σοῦ»; Ἀλλ’ οὐχ, ὅτε Κολοσσαεῦσιν ἐπέστειλε, τοῦτο ἐποίησεν, ἀλλὰ μετὰ πολλῆς ἐξουσίας καὶ καθάπτεται αὐτῶν, καὶ φιλοσοφεῖ, λέγων· «Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει ἢ ἐν πόσει»· καὶ πάλιν· «Εἰ ἀπεθάνετε ἐν Χριστῷ ἀπὸ τῶν στοιχείων τοῦ κόσμου, τὶ ὡς ζῶντες ἐν κόσμῳ δογματίζεσθε; Μὴ ἅψῃ, μηδὲ γεύσῃ, μηδὲ θίγῃς, ἃ ἐστι πάντα εἰς φθορὰν τῇ ἀποχρήσει». Τὶ δήποτε οὖν τοῦτο ποιεῖ; Ὅτι ἐκεῖνοι μὲν ἦσαν ἰσχυροί, Ρωμαῖοι δὲ πολλῆς ἔτι τῆς συγκαταβάσεως ἐδέοντο, καὶ περιέμενε πρότερον τὴν πίστιν ἐν ταῖς ἐκείνων παγῆναι ψυχαῖς, δεδοικὼς μὴ πρὸ καιροῦ τοῦ δέοντος θᾶττον ἐπὶ τὸ τὰ ζιζάνια ἀνασπάσαι ἐλθών, πρόῤῥιζα μετ’ αὐτῶν συνανασα=παση καὶ τὰ τῆς ὑγιοῦς διδασκαλίας φυτά. Διὰ τοῦτο οὔτε καθικνεῖται αὐτῶν σφοδρῶς, οὔτε ἀνεπιτιμήτους ἀφίησιν, ἀλλὰ καθάπτεται μέν, ἀνυπόπτως δὲ καὶ λανθανόντως, καὶ ἐν τῇ τῶν ἑτέρων ἐπιτιμήσει. Τῷ γὰρ λέγειν, «Τῷ ἰδίῳ κυρίῳ στήκει ἢ πίπτει», δοκεῖ μὲν ἐπιστομίζειν τὸν ἐπιπλήττοντα ἐκείνῳ, τὸ δὲ ἀληθὲς τὴν τούτου δάκνει ψυχήν, ἐμφαίνων ὅτι τὸ τὰ τοιαῦτα αἱρεῖσθαι οὐ τῶν βεβαιῶν οὐδὲ τῶν παγίως ἑστώτων ἐστίν, ἀλλὰ τῶν ἔτι σαλευομένων, τῶν εἰ μὴ σταῖεν καὶ πεσεῖν κινδυνευόντων. Τὸν αὐτὸν δὴ κἀνταῦθα φυλάττει νόμον, διὰ τὴν πολλὴν ἀσθένειαν τῶν ἐπαισχυνομένων τῷ πράγματι. Οὐ γὰρ φανερῶς πρὸς αὐτὸν ἀποτείνεται, ἀλλ’ ἐν τοῖς ἐπαίνοις τοῦ τὴν αὐτοῦ διατηροῦντος παρθένον δίδωσιν αὐτῷ σφοδρὰν τὴν πληγήν. Τὶ γὰρ φησιν; «Ὃς δὲ ἕστηκεν ἑδραῖος ἐν τῇ καρδίᾳ αὐτοῦ». Τοῦτο δὲ πρὸς ἀντιδιαστολὴν εἴρηται τοῦ εὐκόλως καὶ εὐχερῶς περιφερομένου, καὶ οὐδέποτε βεβαία βαδίζειν εἰδότος, οὐδὲ ἑστάναι μετὰ πολλῆς τῆς ἀνδρείας. Εἶτα ἐπειδὴ συνεῖδεν ἱκανὸν ὄντα τὸν λόγον δακεῖν τὴν ἐκείνου ψυχήν, ὅρα πῶς αὐτὸν συνεσκίασε πάλιν, αἰτίαν ἐπαγαγὼν οὐ σφόδρα κατηγορίας ἀξίαν. Εἰπὼν γάρ, «Ὃς δὲ ἕστηκεν ἑδραῖος ἐν τῇ καρδίᾳ αὐτοῦ», προσέθηκε, «Μὴ ἔχων ἀνάγκην, ἐξουσίαν δὲ ἔχων». Καίτοι ἀκόλουθον ἦν εἰπεῖν· ὃς δὲ ἕστηκεν ἑδραῖος, καὶ μὴ νομίζει τὸ πρᾶγμα ἀσχημοσύνην εἶναι· ἀλλὰ τοῦτο πληκτικώτερον ἦν· διὸ ἕτερον ἀντὶ τούτου προσέθηκε παραμυθούμενος αὐτόν, καὶ διδοὺς μᾶλλον ἐπὶ ταύτην ἐλθεῖν τὴν αἰτίαν. Οὐ γὰρ οὕτω δεινὸν τὸ πρᾶγμα δι’ ἀνάγκην κωλύειν, ὡς δι’ αἰσχύνην. Τοῦτο μὲν γὰρ ψυχῆς ἐστιν ἀνάνδρου καὶ ταλαιπώρου, ἐκεῖνο δὲ καὶ διεστραμμένης, καὶ οὐδὲ τὴν τῶν πραγμάτων φύσιν ἐπισταμένῃς κρίνειν ὀρθῶς. Ἀλλὰ τούτων οὔπω τῶν λόγων ἦν ὁ καιρός· ἐπεὶ ὅτι γε οὐδὲ ἐπικειμένης θέμις τὴν προῃρημένην παρθενεύειν κωλύεσθαι, ἀλλὰ πρὸς πάντα ἵστασθαι χρὴ γενναίως τὰ διακόπτοντα τὴν καλὴν ταύτην ὁρμήν, ἄκουσον τὶ φησιν ὁ Χριστός· «Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμέ, οὐκ ἔστι μου ἄξιος». Ὅταν γὰρ τὶ μετίωμεν τῶν τῷ Θεῷ δοκούντων, ἅπας ὁ κωλύων ἐχθρὸς ἔστω καὶ πολέμιος, κἂν πατὴρ ᾗ, κἂν μήτηρ, κἂν ὁστισοῦν. Ἀλλ’ ὁ Παῦλος ἔτι διαβαστάζων τῶν ἀκουόντων τὸ ἀτελές, ταῦτα ἔγραφε, λέγων· «Ὃς δὲ ἕστηκεν ἑδραῖος μὴ ἔχων ἀνάγκην»· καὶ οὐδὲ μέχρι τούτου τὸν λόγον ἔστησε· καίτοι γε τό, «Μὴ ἔχων ἀνάγκην», καί, «Ἐξουσίαν ἔχων», ταὐτὸν ἐστιν· ἀλλὰ τῷ μήκει τοῦ λόγου καὶ τῇ συνεχείᾳ τῶν συγχωρήσεων τὴν εὐτελῆ καὶ μικρὰν παραμυθεῖται διάνοιαν, μετὰ τούτων καὶ ἑτέραν αἰτίαν προσθεὶς τό, «Ὃς κέκρικεν ἐν τῇ καρδίᾳ αὐτοῦ». Οὐ γὰρ ἀρκεῖ τὸ ἐλεύθερον εἶναι, οὐδὲ ἀπὸ τούτου μόνον ὑπεύθυνος ἐστιν, ἀλλ’ ὅταν ἕληται καὶ κρίνῃ, τότε καλῶς ποιεῖ. Εἶτα ἵνα μὴ νομίσῃς διὰ τὴν πολλὴν συγκατάβασιν μηδὲν εἶναι τὸ μέσον, τίθησι πάλιν τὴν διαφορὰν μεθ’ ὑποστολῆς μέν, τίθησι δ’ ὅμως λέγων· «Ὥστε καὶ ὁ ἐκγαμίζων καλῶς ποιεῖ, ὁ δὲ μὴ ἐκγαμίζων κρεῖσσον ποιεῖ». Ἀλλ’ ἐνταῦθα μὲν ὅσον τὸ κρεῖττον οὐκ ἔδειξε διὰ τὴν αὐτὴν πάλιν αἰτίαν· σὺ δὲ εἰ θέλεις μαθεῖν, ἄκουσον τοῦ Χριστοῦ λέγοντος· «Οὔτε γαμοῦσιν, οὔτε γαμίζονται, ἀλλ’ εἰσιν ὡς ἄγγελοι ἐν οὐρανῷ». Εἶδες τὸ μέσον, ποῦ τὸν θνητὸν ἡ παρθένια ἀθρόον αἴρει, ὅταν ὄντως ᾗ παρθένια.

οθ’. Τὶ γὰρ τῶν ἀγγέλων ἀπεῖχον, εἰπὲ μοι, ὁ Ἡλίας, ὁ Ἐλισσαῖος, ὁ Ἰωάννης, οὗτοι οἱ γνήσιοι τῆς παρθενίας ἐρασταί; Οὐδὲν ἀλλ’ ἢ ὅσον θνητῇ προσεδέδεντο φύσει· τὰ δὲ ἀλλὰ εἲ τις ἀκριβῶς ἐξετάσειεν, οὐδὲν χεῖρον ἐκείνων εὑρήσει διακειμένους· καὶ τοῦτο δὲ αὐτὸ τὸ δοκοῦν ἐλάττωμα εἶναι, μέγα εἰς ἐγκωμίου λόγον ἐστί. Τὸ γὰρ γῆν οἰκοῦντας, καὶ τῇ τῆς θνητῆς φύσεως ὑποκειμένους ἀνάγκῃ, δυνηθῆναι φθάσαι πρὸς ἐκείνην τὴν ἀρετήν, ὅρα πάσης ἀνδρείας, πόσης φιλοσοφίας ἦν. Ὅτι δὲ αὐτοὺς ἡ παρθένια τοιούτους ἐποίησε, δῆλον ἐκεῖθεν· εἰ γὰρ γυναῖκα εἶχον καὶ παῖδας, οὐκ ἂν εὐκόλως τὴν ἐρημίαν ᾤκησαν, οὐκ ἂν οἰκίας κατεφρόνησαν, οὐκ ἂν τῆς ἄλλης τοῦ βίου κατασκευῆς· νῦν δὲ πάντων τούτων ἀπολυθέντες τῶν δεσμῶν, ὡς ἐν οὐρανοῖς ὄντες οὕτω διέτριβον ἐπὶ τῆς γῆς· οὐ τοίχων ἐδέοντο, οὐκ ὀροφῆς, οὐ κλίνης, οὐ τραπέζης, οὐκ ἄλλου τῶν τοιούτων τινός, ἀλλ’ ἀντὶ μὲν στέγης εἶχον τὸν οὐρανόν, ἀντὶ δὲ κλίνης τὴν γῆν, ἀντὶ δὲ τραπέζης τὴν ἐρημίαν· καὶ πρᾶγμα ὃ τοῖς ἄλλοις αἴτιον εἶναι λιμοῦ δοκεῖ, τῆς ἐρημίας ἡ ἀκαρπίᾳ, τοῦτο τοὺς ἁγίους ἐκείνους ἐν ἀφθονίᾳ καθίστη. Οὐ γὰρ ἀμπελὼν αὐτοῖς ἐδέησεν, οὐδὲ ληνῶν, οὐδὲ ληΐων, οὐδὲ ἀμητοῦ· ἀλλὰ τὸ μὲν ποτὸν αὐτοῖς ἄφθονον παρεῖχον καὶ ἡδὺ πηγαὶ καὶ ποταμοὶ καὶ λίμναι, τράπεζαν δὲ τῷ μὲν ἄγγελος κατεσκεύαζε θαυμαστὴν τινα καὶ παράδοξον, καὶ μείζονα ἢ κατ’ ἀνθρωπίνην συνήθειαν· «Ὁ γὰρ εἷς ἄρτος, φησί, πρὸς τεσσαράκοντα ἡμερῶν ἀσιτίαν ἤρκεσε»· τὸν δὲ ἡ τοῦ πνεύματος χάρις πολλάκις ἔτρεφε θαυματουργοῦσα, καὶ οὐκ αὐτὸν μόνον, ἀλλὰ καὶ δι’ ἐκείνου ἑτέρους. Ὁ δὲ προφήτου πλέον Ἰωάννης, οὐ μείζων ἐν γεννητοῖς γυναικῶν οὐκ ἐγήγερται, οὐδὲ ἀνθρωπίνης ἐδεήθη τροφῆς· οὐ γὰρ σῖτος καὶ οἶνος καὶ ἔλαιον, ἀλλ’ ἀκρίδες καὶ μέλι ἄγριον τὴν τοῦ σώματος αὐτοῦ διεκράτουν ζωήν. Εἶδες ἀγγέλους ἐπὶ τῆς γῆς; Εἶδες παρθενίας ἰσχύν; Τοὺς αἵματι καὶ σαρκὶ συμπεπλεγμένους, τοὺς χαμαὶ ἐρχομένους, τοὺς ἀνάγκῃ φύσεως ὑποκειμένους θνητῆς, ὡς ἀσωμάτους, ὡς τὸν οὐρανὸν ἤδη λαχόντας, ὡς ἀθανασίαν μετειληφότας, οὕτως ἅπαντα ποιεῖν παρεσκεύασε.

π’. Πάντα γὰρ ἐκείνοις ἦν περιττά, οὐ ταῦτα μόνον τὰ ὄντως ὄντα περιττά, τρυφή, καὶ πλοῦτος, καὶ δυναστεία, καὶ δόξα, καὶ ὁ λοιπὸς τῶν ὀνείρων τούτων ὁρμαθός· ἀλλὰ καὶ τὰ δοκοῦντα εἶναι ἀναγκαῖα, οἰκίαι, καὶ πόλεις, καὶ τέχναι· τοῦτό ἐστιν τό, «Εὔσχημον καὶ εὐπρόσεδρον» εἶναι, τοῦτο παρθενίας ἀρετή. Θαυμαστὸν μὲν γὰρ καὶ πολλῶν στεφάνων ἄξιον καὶ τὸ τῆς τῶν ἐπιθυμιῶν περιγενέσθαι λύττης, καὶ μαινομένην κατέχειν τὴν φύσιν, ἀλλὰ τότε ὄντως γίνεται θαυμαστόν, ὅταν ὁ τοιοῦτος βίος προσῇ· αὐτὸ δὲ καθ’ ἑαυτὸ ἀσθενές, καὶ οὐχ ἱκανὸν σῶσαι τοὺς ἔχοντας. Καὶ μαρτυρήσειαν ἂν ἡμῖν ὅσαι παρθενίαν μὲν ἀσκοῦσι καὶ νῦν· τοσοῦτον δὲ ἀποδέουσιν Ἡλίου καὶ Ἐλισσαίου καὶ Ἰωάννου, ὅσον ἡ γῆ τοῦ οὐρανοῦ. Ὥσπερ γὰρ τὸ «Εὔσχημον καὶ εὐπρόσεδρον» ἂν περιέλῃς, αὐτὰ τὰ νεῦρα τῆς παρθενίας ἐξέκοψας, οὕτως ὅταν αὐτὴν μετὰ πολιτείας ἔχῃς ἀρίστης, τὴν ῥίζαν γῆ λιπαρὰ καὶ γόνιμος, οὕτως οἶδεν ἀρίστη πολιτείᾳ τρέφειν τοὺς τῆς παρθενίας καρπούς· μᾶλλον δὲ καὶ ῥίζα καὶ καρπὸς παρθενίας ὁ ἐσταυρωμένος βίος ἐστίν. Αὕτη τοὺς γενναίους ἐκείνους πρὸς τὸν θαυμαστὸν ἤλειψε δρόμον, πάντα μὲν αὐτῶν τὰ δεσμὰ περικόψασα, ποσὶ δὲ εὐλύτοις καὶ κούφοις καθάπερ πτηνοὺς ἀφεῖσα πέτεσθαι πρὸς τὸν οὐρανόν. Ὅπου γὰρ οὔτε γυναικὸς θεραπεία, οὔτε παίδων ἐπιμέλεια, πολλὴ τῆς ἀκτημοσύνης ἡ εὐκολία· ἀκτημοσύνη δὲ ἐγγὺς εἶναι ποιεῖ τῶν οὐρανῶν, οὐ φόβων μόνον, οὐδὲ φροντίδων, οὐδὲ κινδύνων, ἀλλὰ καὶ τῆς ἄλλης δυσκολίας ἡμᾶς ἀπαλλάττουσα.

πα’. Ὁ μὲν γὰρ μηδὲν ἔχων ὡς τὰ πάντα κατέχων, οὕτως ἁπάντων καταφρονεῖ, καὶ παῤῥησίᾳ κέχρηται πολλῇ καὶ πρὸς ἄρχοντας καὶ πρὸς δυνάστας καὶ πρὸς αὐτὸν τὸν τὸ διάδημα περικείμενον. Ὁ χρημάτων καταφρονῶν ὁδῷ προβαίνων καὶ θανάτου καταφρονήσει ῥᾳδίως· τούτων δὲ γενόμενος ἀνωτέρω πᾶσι μετὰ παῤῥησίας διαλέξεται, οὐδένα δεδοικὼς οὐδὲ τρέμων. Ὁ δὲ περὶ χρήματα ἠσχολημένος οὐ χρημάτων ἐστὶ μόνον δοῦλος, ἀλλὰ καὶ δόξης καὶ τιμῆς καὶ τῆς παρούσης ζωῆς, καὶ πάντων ἁπλῶς εἰπεῖν τῶν βιωτικῶν. Διὰ τοῦτο ῥίζαν αὐτὴν τῶν κακῶν πάντων ὁ Παῦλος ἐκάλεσε. Ἀλλὰ ταύτην ἱκανὴ ξηρᾶναι τὴν ῥίζαν ἡ παρθένια, καὶ ἑτέραν ἡμῖν ἐνθεῖναι τὴν ἀρίστην, τὴν ἅπαντα βλαστάνουσαν τὰ καλά, ἐλευθερίαν, παῤῥησίαν, ἀνδρείαν, ζῆλον πεπυρωμένον, ἔρωτα τῶν οὐρανίων θερμόν, ὑπεροψίαν πάντων τῶν ἐπὶ τῆς γῆς· οὕτω τὸ «Εὔσχημον καὶ εὐπρόσεδρον», γίνεται.

πβ’. Ἀλλὰ τὶς ὁ σοφὸς τῶν πολλῶν λόγος; Ὁ πατριάρχης, φησίν, Ἀβραὰμ καὶ γυναῖκα εἶχε, καὶ παῖδας, καὶ χρήματα, καὶ ποίμνια, καὶ βουκόλια. Καὶ μετὰ πάντα ἐκεῖνα Ἰωάννης, ὃ τε Βαπτιστής, ὃ τε Εὐαγγελιστής, παρθένοι ἀμφότεροι τυγχάνοντες, καὶ Παῦλος καὶ Πέτρος ἐπὶ τῆς ἐγκρατείας διαλάμψαντες, εἰς τοὺς ἐκείνου κόλπου εὔχονται ἐλθεῖν. Τὶς σοι τοῦτο εἶπεν, ὦ βέλτιστε, ποῖος προφήτης, τὶς εὐαγγελιστής; Αὐτός, φησίν, ὁ Χριστός. Τὸν γὰρ ἑκατοντάρχην ἰδὼν πολλὴν ἔχοντα πίστιν, ἔλεγεν· «Ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι, καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ». Καὶ ὁ Λάζαρος δὲ μετ’ αὐτοῦ τότε ὁρᾶται ὑπὸ τοῦ πλουσίου τρυφῶν. Καὶ τὶ τοῦτο πρὸς Παῦλον, τὶ δὲ πρὸς Πέτρον, τὶ δὲ πρὸς Ἰωάννην; Οὐ γὰρ ὁ Λάζαρος Παῦλος καὶ Ἰωάννης ἦν, οὐδὲ οἱ πολλοὶ οἱ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ὁ τῶν ἀποστόλων ἦσαν χορός. Ὥστε περιττὸς ὑμῖν οὗτος ὁ λόγος καὶ μάταιος. Εἰ δὲ θέλεις ὅλως ἀκοῦσαι τὰ τῶν ἀποστόλων ἔπαθλα, ἄκουσον τοῦ μέλλοντος αὐτοῦ διδόναι, λέγοντος· «Καθίσεσθε ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ». Καὶ οὐδαμοῦ ἐνταῦθα ὁ Ἀβραάμ, οὔτε ὁ τούτου παῖς, οὐδὲ ὁ ἐκείνου, οὐδὲ ὁ λαχὼν αὐτοὺς κόλπος, ἀλλ’ ἀξία πολλῷ μείζων ἐκείνης· τοὺς γὰρ ἐκείνων οὗτοι καθεδοῦνται κρινοῦντες ἐκγόνους. Οὐ ταύτῃ δὲ μόνον ἡ διαφορὰ δήλη, ἀλλ’ ὅτι ὧν μὲν ὁ Ἀβραὰμ ἔτυχε πολλοὶ τεύξονται· «Πολλοὶ γὰρ ἐλεύσονται, φησίν, ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ»· τῶν δὲ θρόνων ἐκείνων οὐδεὶς ἕτερος ἐπιλήψεται, ἀλλὰ μόνος ὁ τῶν ἁγίων τούτων χορός. Ἒτ’ οὖν, εἰπὲ μοι, ποιμνίων μέμνησθε, καὶ βουκολίων, καὶ γάμων, καὶ παίδων; Τὶ οὖν, φησίν, ὅταν τῶν παρθενευσάντων πολλοὶ μετὰ τοὺς πολλοὺς ἱδρῶτας εὔχονται χωρῆσαι ἐκεῖ; Ἐγὼ δὲ τούτου μεῖζον ἐρῶ, ὅτι πολλοὶ τῶν παρθενευσάντων οὐδὲ ἐκείνων ἐπιτεύξονται τῶν κόλπων, οὐδὲ τῶν ἐλαττόνων, ἀλλ’ εἰς τὴν γέενναν αὐτὴν ἀπελεύσονται. Καὶ δηλοῦσιν αἱ τοῦ νυμφῶνος ἀποκλεισθεῖσαι παρθένοι. Ἆρ’ οὖν παρὰ τοῦτο τῆς παρθενίας ἴσος ὁ γάμος, ἢ καὶ χειρῶν; Τὸ γὰρ ὑπόδειγμα τὸ σὸν καὶ χείρονα αὐτὴν ποιεῖ. Εἰ γὰρ ὁ μὲν γεγαμηκὼς Ἀβραὰμ ἐν ἀνέσει καὶ τρυφῇ, οἱ δὲ παρθενεύσαντες ἐν γεέννῃ, τοῦτο λείπεται κατὰ τὸν ὑμέτερον ὑποπτεῦσαι λόγον. Ἀλλ’ οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν· οὐ γὰρ μόνον οὐκ ἐλάττων, ἀλλὰ κεῖ πολλῷ βελτίων ἡ παρθένια τοῦ γάμου. Πῶς; Ὅτι οὔτε τὸν Ἀβραὰμ ὁ γάμος τοιοῦτον ἐποίησεν, οὔτε ἡ παρθένια τὰς ἀθλίας ἐκείνας ἀπώλεσεν· ἀλλὰ καὶ τὸν πατριάρχην ἡ λοιπὴ τῆς ψυχῆς ἀρετὴ λαμπρὸν ἀπέδειξε, καὶ ταύτας ἡ λοιπὴ κακία τοῦ βίου τῷ πυρὶ παρέδωκεν. Ἐκεῖνος μὲν γὰρ καὶ ἐν γάμῳ ζῶν ἐσπούδασε τὰ τῆς παρθενίας κατορθῶσαι καλά, τὸ «Εὔσχημον» λέγω καὶ «εὐπρόσεδρον»· αὗται δὲ καὶ παρθενίαν ἑλόμεναι, εἰς τὸν τοῦ βίου κλύδωνα καὶ τὰς ἐν τῷ γάμῳ πραγματείας κατέπεσαν. Τὶ οὖν κωλύει, φησί, καὶ νῦν μετὰ τοῦ γάμου καὶ τῶν παίδων καὶ τῶν χρημάτων καὶ τῶν ἄλλων ἁπάντων τὸ «Εὐπρόσεδρον» διασῶσαι; Πρῶτον μὲν ὅτι οὐδεὶς κατὰ τὸν Ἀβραὰμ νῦν, ἀλλ’ οὐδὲ κατὰ μικρὸν ἐγγύς. Καὶ γὰρ τῶν ἀκτημοσύνην ἀσκούντων μᾶλλον ἐκεῖνος χρημάτων κατεφρόνησε, πλουτῶν καὶ γυναῖκα ἔχων, καὶ ἡδονῆς μᾶλλον τῶν παρθενευόντων ἐκράτει. Οὔτε μὲν γὰρ καθ’ εἰκαστὴν ὑπὸ τῆς ἐπιθυμίας φλέγονται τὴν ἡμέραν· ἐκεῖνος δὲ οὕτω ταύτην κατεσβέκει τὴν φλόγα, καὶ οὐδεμιᾷ συνεδέδετο προσπαθείᾳ, ὡς μὴ μόνον ἀποσχέσθαι τῆς παλλακίδος, ἀλλὰ καὶ ἐκβαλεῖν αὐτὴν τῆς οἰκίας ὑπὲρ τοῦ μάχης καὶ στάσεως πᾶσα ὑπόθεσιν ἀνελεῖν· νῦν δὲ οὐ σφόδρα εὔκολον τοῦτο εὑρεῖν.

πγ’. Καὶ χωρὶς τούτῳ δέ, ὅπερ καὶ ἀρχόμενος ἔλεγον, τοῦτο καὶ νῦν ἐρῶ, ὅτι οὐ τὸ αὐτοῦ τῆς ἀρετῆς ἀπαιτούμεθα μέτρον ἡμεῖς τε κἀκεῖνοι. Νῦν μὲν γὰρ οὐκ ἔστι τέλειον εἶναι μὴ πάντα πωλήσαντα, μὴ πᾶσιν ἀποταξάμενον, οὐ χρήμασι λέγω μόνον καὶ οἰκίᾳ, ἀλλὰ καὶ τῇ ψυχῇ τῇ ἑαυτοῦ· τότε δὲ οὔπω τοσαύτης ἀκριβείας ἐπίδειξις ἦν. Τὶ οὖν; Ἀκριβέστερον ἡμεῖς, φησί, τοῦ πατριάρχου βιοῦμεν νῦν; Ὠφείλομεν μέν, καὶ τούτου ἐπιτετάγμεθα, οὐ βιοῦμεν δέ· καὶ διὰ τοῦτο πολὺ τοῦ δικαίου λειπόμεθα· ἐπεὶ ὅτι γε μείζονα ἡμῖν τὰ σκάμματα πρόκειται, παντὶ που δῆλόν ἐστι. Διὰ τοῦτο καὶ τὸν Νῶε θαυμάζουσα ἡ Γραφὴ οὐχ ἁπλῶς τοῦτο ποιεῖ, ἀλλὰ μετὰ προσθήκης τινός. «Νῶε γάρ, φησί, δίκαιος, τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ, τῷ Θεῷ εὐηρεστησεν». Οὐχ ἁπλῶς τέλειος, αλλ’ ἐν τῷ τότε καιρῷ· πολλοὶ γὰρ τελειότητος τρόπου κατὰ διαφόρους ὡρισμένοι καιρούς. Καὶ «τοῦ χρόνου προκόπτοντος τὸ ποτὲ τέλειον ἀτελὲς ὕστερον γίνεται». Οἶόν τι λέγω· «Τέλειος ἦν ποτε ὁ κατὰ τὸν νόμον βιῶν· ὁ ποιήσας γὰρ αὐτά, φησί, ζήσεται ἐν αὐτοῖς»· ἀλλ’ ἐλθὼν ὁ Χριστὸς τοῦτο τὸ τέλειον ἔδειξεν ἀτελές. «Ἐὰν γὰρ μὴ περισσεύσῃ, φησίν, ἡ δικαιοσύνη ὑμῶν πλεῖον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν». Τότε φόνος ἐδόκει μόνον εἶναι δεινόν, νῦν δὲ καὶ ὀργὴ καὶ λοιδορίᾳ μόνῃ τῇ γεέννῃ, παραπέμψαι δύναιτ’ ἄν· τότε μοιχεία ἐκολάζετο μόνον, νῦν δὲ καὶ τὸ ἀκολάστοις ὀφθαλμοῖς γυναῖκα ἰδεῖν οὐκ ἀπήλλακται τιμωρίας· τότε ἡ ἐπιορκία μόνη ἦν ἐκ τοῦ πονηροῦ, νῦν δὲ καὶ τὸ ὀμόσαι. «Τὸ γὰρ περισσόν, φησί, τούτων ἐκ τοῦ πονηροῦ ἐστιν». Οὐδὲν πλέον ἀπῃτοῦντο οἱ τότε, ἢ τὸ τοὺς φιλοῦντας ἀγαπᾶν· νῦν δὲ τὸ μέγα τοῦτο καὶ θαυμαστὸν οὕτως ἐστὶν ἀτελές, ὡς καὶ μετὰ τὴν κατόρθωσιν αὐτοῦ μηδὲν πλέον ἡμᾶς ἔχειν τῶν τελωνῶν.

πδ’. Τὶ δήποτε οὖν τῶν αὐτῶν κατορθωμάτων οὐχ ὁ αὐτὸς κεῖται μισθὸς ἡμῖν καὶ τοῖς ἐν τῇ Παλαιᾷ, ἀλλὰ μείζονα ἐπιδείκνυσθαι δεῖ τὴν ἀρετήν, εἰ μέλλοιμεν τῶν αὐτῶν ἐκείνοις τυγχάνειν; Ὅτι πολλὴ ἡ τοῦ Πνεύματος χάρις ἐκκέχυται νῦν, καὶ μεγάλη τῆς τοῦ Χριστοῦ παρουσίας ἡ δωρεά· ἄνδρας γὰρ αὐτῇ τελείους ἀντὶ νηπίων ἐποίησεν. Ὥσπερ οὖν ἡμεῖς τοὺς παῖδας τοὺς ἡμετέρους, ὅταν ἡβήσωσι, πολλῷ μείζονα ἀπαιτοῦμεν τὰ κατορθώματα, καὶ ἃ ποιοῦντας πρότερον ἐπῃνοῦμεν κατὰ τὴν πρώτην ἡλικίαν, ταῦτα γενομένους ἄνδρας καὶ κατορθοῦντας οὐκὲθ’ ὁμοίως θαυμάζομεν, ἀλλ’ ἕτερα πολλῷ μείζονα ἐκείνων κελεύομεν ἐπιδείκνυσθαι· οὕτω καὶ τὴν ἀνθρωπίνην φύσιν ὁ Θεὸς ἐν τοῖς πρώτοις χρόνοι οὐ μεγάλα ἀπῄτει τὰ κατορθώματα, ἅτε νηπιωδέστερον διακειμένην· ἐπειδὴ δὲ προφητῶν ἤκουσεν, ἀποστόλων, καὶ τῆς τοῦ Πνεύματος ἐπέτυχε χάριτος, ἐπέτεινεν αὕτη τῶν κατορθωμάτων τὸ μέγεθος· εἰκότως. Καὶ γὰρ μισθοὺς μείζονας ἔθηκε, καὶ τὰ ἔπαθλα πολλῷ λαμπροτέρα νῦν· οὐκέτι γὰρ τῇ καὶ τὰ ἐπὶ τῆς γῆς, ἀλλ’ οὐρανὸς καὶ τὰ νοῦν ὑπερβαίνοντα ἀγαθὰ τοῖς κατορθοῦσιν ἀπόκειται. Πῶς οὖν οὐκ ἄτοπον ἐπὶ τῆς αὐτῆς ἔτι μένειν σμικρότητος ἀνδρωθέντας; Τότε μὲν γὰρ ἡ ἀνθρωπίνη καθ’ ἑαυτῆς ἔσχιστο φύσις, καὶ πόλεμος ἦν ἄσπονδος· καὶ τοῦτον ὁ Παῦλος διηγούμενος οὑτωσὶ πώς φησιν· «Βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσί μοὶ ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοὸς μου, καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσί μου». Ἀλλὰ νῦν οὐκ ἔστι ταῦτα. «Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ πὲρ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί»· καὶ περὶ τούτων εὐχαριστῶν ὁ Παῦλος ἔλεγε· «Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τὶς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; Εὐχαριστῶ τῷ Θεῷ δι’ Ἰησοῦ Χριστοῦ». Διὰ τοῦτο κολαζόμεθα εἰκότως, ὅτι τῶν συμπεποδισμένων ἴσα τρέχειν οὐ βουλόμεθα οἱ λελυμένοι· μᾶλλον δὲ κἂν ἴσα δυνηθῶμεν, οὐδὲ οὕτως ἀπηλλάγμεθα τῆς κολάσεως. Τοὺς γὰρ βαθείας ἀπολαύοντας εἰρήνης τῷ σφόδρα βαρυνομένων πολέμῳ πολλῷ μείζονα δὲ καὶ λαμπροτέρα ἱστᾷν τὰ τρόπαια. Εἰ δὲ μέλλοιμεν περὶ χρήματα καὶ τρυφὴν καὶ γυναῖκας καὶ πραγμάτων ἐπιμέλειαν στρέφεσθαι, πότε ἄνδρες ἐσόμεθα, πότε πνεύματι ζήσομεν, πότε τὰ τοῦ Κυρίου μεριμνήσομεν; Ὅταν ἀποδημήσωμεν ἐντεῦθεν; Ἀλλ’ οὐκέτι πόνων οὐδὲ ἀγώνων ὁ καιρός, ἀλλὰ στεφάνων καὶ κολάσεων. Τότε, κἂν παρθένος ᾗ τις οὐκ ἔχουσα ἔλαιον ἐν ταῖς λαμπάσιν, οὐ δυνήσεται παρ’ ἑτέρων λαβεῖν, ἀλλ’ ἔξω μενεῖ· κἂν ῥυπαρὰ τις ἱμάτια ἐνδεδυμένος παραγένηται, οὐ δυνήσεται ἐξελθὼν ἀμεῖψαι τὴν στολήν, ἀλλ’ εἰς τὸ τῆς γεέννης ἀπαχθήσεται πῦρ· κἂν αὐτὸν παρακαλῇ τὸν Ἀβραάμ, οὐδὲν αὐτῷ πλέον ἔσται λοιπόν. Τῆς γὰρ κυρίας παραγενομένης, καὶ τοῦ βήματος τεθέντος, καὶ τοῦ δικαστοῦ καθίσαντος, καὶ τοῦ ποταμοῦ συρομένου τῆς φλογός, καὶ τῆς ἐξετάσεως γινομένης τῶν πεπραγμένων ἡμῖν, οὐκέτι λοιπὸν ἀπεκλύσασθαι τὰ πλημμελήματα συγχωρούμεθα, ἀλλ’ ἐπὶ τὴν ὀφειλομένην ἀπὸ τούτων δίκην καὶ ἑκόντες καὶ ἄκοντες ἑλκόμεθα μόνον, οὐδενὸς ἡμᾶς ἐξαιτήσασθαι τότε δυναμένου, ἀλλὰ κἂν τύχῃ τὴν αὐτὴν τοῖς μεγάλοις καὶ θαυμαστοῖς ἀνδράσι παῤῥησίαν ἔχων τις, κἂν Νῶε, κἂν Ἰώβ, κἂν Δανιήλ, κἂν ὑπὲρ παίδων δέηται καὶ θυγατέρων, οὐδὲν ἔσται πλέον, ἀλλ’ ἀνάγκη λοιπὸν ἀθάνατα κολάζεσθαι τοὺς ἡμαρτηκότας, ὥσπερ οὖν καὶ τιμᾶσθαι τοὺς κατωρθωκότας. Ὅτι γὰρ οὔτε τούτων οὔτε ἐκείνων τέλος ἔσται, ὁ Χριστὸς ἀπεφήνατο, ὥσπερ τὴν ζωὴν αἰώνιον, οὕτω καὶ τὴν κόλασιν αἰώνιον εἶναι λέγων. Ὅτε γὰρ τοὺς μὲν ἐκ δεξιῶν ἀπεδέξατο, τοὺς δὲ ἐξ εὐωνύμων κατεδίκασεν, ἐπήγαγε λέγων· «Ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον». Διὸ χρὴ πάντα ἐνταῦθα πραγματεύεσθαι, καὶ τὸν ἔχοντα γυναῖκα ὡς μὴ ἔχοντα εἶναι, καὶ τὸν ὄντως οὐκ ἔχοντα μετὰ τῆς παρθενίας καὶ τὴν ἄλλην ἅπασαν ἀσκεῖν ἀρετήν, ἵνα μὴ μετὰ τὴν ἐνθένδε ἀποδημίαν ἀνόνητα ἀποδυρώμεθα.

Εἰς Νεωτέραν Χηρεύσασαν

α’. Ὅτι μὲν χαλεπὴν ἔλαβες τὴν πληγήν, καὶ ἐν καιρῷ τὸ πεμφθὲν καὶ ἄνωθεν ἐδέξω τὸ βέλος, ἅπαντες ἂν σοι συνομολογήσαιεν, καὶ οὐδὲ τῶν σφόδρα φιλοσοφούντων οὐδεὶς ἀντερεῖ· ἐπεὶ δὲ τοὺς πληττομένους οὐκ εἰς πένθος καὶ δάκρυα τὸν ἅπαντα χρόνον ἀναλίσκειν δεῖ, ἀλλὰ καὶ τῆς θεραπείας τῶν τραυμάτων πολλὴν ποιεῖσθαι τὴν πρόνοιαν, ὥστε μὴ παροφθέντα μείζονα τοῖς δάκρυσι παρασχεῖν τὴν πληγήν, καὶ τῆς ὀδύνης σφοδροτέραν τὴν φλόγα ἐργάσασθαι, καλὸν καὶ τῆς διὰ τῶν λόγων ἀνασχέσθαι παρακλήσεως, καὶ τοὺς κρουνοὺς μικρὸν ἀνασχοῦσαν τῶν δακρύων χρόνον γοῦν βραχὺν καὶ τοῖς παραμυθεῖσθαι σε ἐπιχειροῦσι παρασχεῖν σεαυτήν. Διὰ γὰρ τοι τοῦτο καὶ ἡμεῖς οὐ παρ’ αὐτὴν τοῦ πένθους τὴν ἀκμήν, οὐδ’ ἅμα τῷ κατενεχθῆναι τὸν σκηπτὸν ἠνωχλήσαμεν· ἀλλ’ ἀναμείναντες τὸν ἐν μέσῳ τουτονὶ χρόνον, καὶ συγχωρήσαντες ἐμπλησθῆναι σε τῶν ὀδυρμῶν, ὅτε λοιπὸν καὶ διαβλέψαι μικρὸν ἀπὸ τῆς ἀχλύος ἐκείνης, καὶ τὰς ἀκοὰς παρανοῖξαι δεδύνησαι τοῖς σε παρακαλεῖν πειρωμένοις, τότε καὶ αὐτοὶ μετὰ τοὺς τῶν θεραπαινίδων λόγους καὶ τὰ παρ’ ἑαυτῶν προστεθείκαμεν. Ἔτι μὲν γὰρ τοῦ χειμῶνος ὄντος σφοδροῦ, καὶ πολλοῦ τοῦ πένθους πνέοντος, ὁ παρακαλῶν ἀποσχέσθαι τῆς λύπης πλέον ἂν παρώξυνε πρὸς τὰς οἰμωγάς, καὶ τὸ μισηθῆναι κερδάνας μόνον ὕλην ἂν πολλὴν τοῖς τοιούτοις λόγοις παρέσχε τῷ πυρὶ μετὰ τοῦ καὶ ἐχθροῦ καὶ ἀνοήτου δόξαν λαβεῖν· ἐπειδὴ δὲ λοιπὸν ἤρξατο λήγει ἡ ζάλη, καὶ τῷ τῶν κυμάτων ἄγριον κατεστόρεσεν ὁ Θεός, εὐκόλως τοῦ λόγου τὰ ἱστία ἀναπετάσομεν. Ἐν συμμέτρῳ μὲν γὰρ χειμῶνι δυνήσεται ἴσως ἡ τέχνη ποιῆσαι τὸ ἑαυτῆς· ὅταν δὲ ἄμαχος ᾗ τῶν πνευμάτων ἡ προσβολή, τῆς ἐμπειρίας ὄφελος οὐδέν. Διὰ ταῦτα πάντα τὸν ἔμπροσθεν χρόνον σιγήσαντες, μόλις καὶ νῦν ἐπεχειρήσαμεν ῥῆξαι φωνήν, ἐπειδὴ παρὰ τοῦ θείου ἠκούσαμεν τοῦ σοῦ, ὅτι λοιπὸν χρὴ θαῤῥεῖν· καὶ γὰρ καὶ τῶν θεραπαινίδων τὰς ἐν τιμῇ κατατολμᾷν ὑπὲρ τούτων μακροὺς ἀποτείνειν λόγους, τὰς τε ἔξωθεν γυναῖκας, καὶ τὰς γένει προσηκούσας, καὶ τὰς ἄλλως πῶς ἐπιτηδείως ἐχούσας. Ὅτι δὲ τοὺς παρ’ ἐκείνων δεχομένη λόγους οὐκ ἀτιμάσεις τοὺς παρ’ ἡμῶν, ἀλλὰ καὶ ἡσυχίαν καὶ ἀταραξίαν παρέξεις αὐτοῖς κατὰ δύναμιν, σφόδρα θαῤῥοῦμεν καὶ πεπιστεύκαμεν. Καὶ ἄλλως μὲν οὖν τὸ γυναικεῖον γένος ἐπιῤῥεπέστερόν πῶς ἐστι πρὸς συμπάθειαν· ὅταν δὲ καὶ νεότης προσῇ, καὶ χηρεία ἄωρος, καὶ πραγμάτων ἀπειρία, καὶ φροντίδων ὄχλος πολύς, καὶ τὸ ἐν τρυφῇ καὶ εὐθυμίᾳ καὶ πλούτῳ τὸ ἔμπροσθεν ἅπαντα τετράφθαι χρόνον, πολλαπλάσιον γίνεται τὸ δεινόν, κἂν ἡ τοῦτο παθοῦσα μὴ τῆς ἄνωθεν τύχη ῥοπῆς, καὶ ὁ τυχὼν αὐτὴν λογισμὸς καταλῦσαι δυνήσεται, ὅπερ πρῶτον καὶ μέγιστον τῆς πολλῆς περὶ σὲ τοῦ Θεοῦ κηδεμονίας τίθεμαι εἶναι τεκμήριον. Τὸ γὰρ τοσούτων συνδραμόντων ἐξαίφνης κακῶν μὴ ἀποπνιγῆναι τῇ λύπῃ, μηδὲ τῶν κατὰ φύσιν ἐκστῆναι φρενῶν, οὐκ ἀνθρωπίνης τινὸς βοηθείας ἦν, ἀλλὰ τῆς τὰ πάντα δυναμένης χειρός, τῆς συνέσεως, ἧς οὐκ ἔστιν ἀριθμός, τῆς φρονήσεως, ἧς οὐκ ἔστιν ἐξεύρεσις, τοῦ Πατρὸς τῶν οἰκτιρμῶν καὶ Θεοῦ πάσης παρακλήσεως. «Αὐτὸς γὰρ πέπαικεν ἡμᾶς, φησί, καὶ ἰάσεται ἡμᾶς· πατάξει, καὶ μοτώσει ἡμᾶς καὶ ὑγιάσει ἡμᾶς».

Ἕως μὲν γὰρ σοι συνῆν ὁ μακάριος ἐκεῖνος ἀνήρ, ἀπέλαυες μὲν τιμῆς καὶ φροντίδος καὶ σπουδῆς, ἀπέλαυες δὲ οἵας παρὰ ἀνθρώπου ἀπολαύειν εἰκὸς ἦν· ἐπειδὴ δὲ ἐκεῖνον ἔλαβε πρὸς ἑαυτὸν ὁ Θεός, ἀντ’ ἐκείνου σοι γέγονεν αὐτός. Καὶ οὐκ ἐμὸς οὗτος ὁ λόγος, ἀλλὰ τοῦ μακαρίου προφήτου Δαυῒδ· φησὶ γάρ· «Ὀρφανὸν καὶ χήραν ἀναλήψεται». Καὶ ἀλλαχοῦ δὲ αὐτὸν πατέρα καλεῖ τῶν ὀρφανῶν, καὶ κριτὴν τῶν χηρῶν· οὕτω πολλὴν ὑπὲρ τούτου τοῦ γένους πολλαχοῦ ποιούμενον αὐτὸν ὄψει τὴν σπουδήν.

β’. Ἵνα δὲ μὴ συνεχῶς τοῦτο λεγόμενον τὸ ὄνομα στρέφῃ σου τὴν ψυχήν, καὶ συγχέῃ σου τὸν λογισμόν, ἐν αὐτῷ τῆς ἡλικίας τῷ ἄνθει ἐπελθόν, ὑπὲρ τούτου διαλεχθῆναι βούλομαι πρῶτον καὶ δεῖξαι ὅτι οὐ συμφορᾶς, ἀλλὰ τιμῆς ἐστιν ὄνομα (τὸ τῆς χηρείας ὄνομα), καὶ τιμῆς τῆς μεγίστης. Μὴ γὰρ μοι τὴν τῶν πολλῶν δόξαν τὴν πεπλανημένην εἰς μαρτυρίαν ἀγάγῃς, ἀλλὰ τοῦ μακαρίου Παύλου, μᾶλλον δὲ τοῦ Χριστοῦ τὴν νομοθεσίαν. Ἃ γὰρ ἐκεῖνος ἐφθέγγετο, ταῦτα ὁ Χριστὸς ἐλάλει δι’ αὐτοῦ, καθὼς καὶ αὐτὸς ἔλεγεν, «Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ»; Τὶ οὖν φησι; «Χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα γεγονυῖα»· καὶ πάλιν· «Νεωτέρας δὲ χήρας παραιτοῦ»· δι’ ἀμφοτέρων τοῦ πράγματος ὑμῖν τὸ μέγεθος παραστῆσαι βουλόμενος. Καὶ περὶ μὲν ἐπισκόπων διαταττόμενος οὐδαμοῦ τίθησιν ἐτῶν ἀριθμόν, ἐνταῦθα δὲ πολλὴν ποιεῖται τὴν ἀκρίβειαν. Τὶ δήποτε; Οὐχ ὅτι ἡ χηρεία μείζων ἱερωσύνης ἐστίν, ἀλλ’ ὅτι μείζονα αὗται πόνον ἐκείνων ἔχουσι, πραγμάτων αὐτὰς πολλῶν πολλαχόθεν περιῤῥεόντων, δημοσίων καὶ ἰδιωτικῶν. Καθάπερ γὰρ πόλις ἀτείχιστος εἰς μέσον ἅπασι τοῖς βουλομένοις ἁρπάζειν πρόκειται, οὕτω καὶ κόρη χηρεία συζῶσα πολλοὺς ἔχει πανταχόθεν τοὺς ἐπιβουλεύοντας, οὐ τοὺς τῶν χρημάτων αὐτῆς ἐφιεμένους μόνον, ἀλλὰ καὶ τοὺς τὴν σωφροσύνην αὐτῆς διαφθεῖραι σπεύδοντας. Καὶ οὐ ταύτας μόνον, ἀλλὰ καὶ ἑτέρας πρὸς τὸ πεσεῖν αὐτὴν ἀφορμὰς προσγενόμενος εὑρήσομεν. Καὶ γὰρ οἰκέται καταφρονοῦντες, καὶ πράγματα ἀμελούμενα, καὶ τὸ μηκέτι ἐν τῇ προτέρᾳ εἶναι τιμῇ, καὶ τὸ ὁμήλικας εὖ πραττούσας ὁρᾷν, πολλάκις δὲ καὶ τὸ τρυφῆς ἐπιθυμεῖν, δευτέροις αὐτὰς ἔπεισεν ὁμιλῆσαι γάμοις.

Εἰσὶ δὲ αἳ νόμῳ μὲν γάμου οὐκ ἐθέλουσι συγγενέσθαι τοῖς ἀνδράσι, λάθρα δὲ καὶ μετὰ τοῦ κρύπτεσθαι. Τοῦτο δὲ ποιοῦσιν, ἵνα τὰ ἐγκώμια τῆς χηρείας καρπώσωνται· οὕτως οὐκ ἐπονείδιστον, ἀλλὰ θαυμαστὸν καὶ τιμῆς ἄξιον τὸ πρᾶγμα παρὰ ἀνθρώποις εἶναι δοκεῖ, οὐ παρ’ ἡμῖν μόνον τοῖς πιστοῖς. Ἀλλὰ καὶ τοῖς ἀπίστοις αὐτοῖς. Καὶ γὰρ ἐγὼ ποτε νέος ἔτι ὤν, τὸν σοφιστὴν τὸν ἐμὸν (πάντων δὲ ἀνδρῶν δεισιδαιμονέστερος ἐκεῖνος ἦν) οἶδα ἐπὶ πολλῶν τὴν μητέρα τὴν ἐμὴν θαυμάζοντα. Τῶν γὰρ παρακαθημένων αὐτῷ πυνθανόμενος, οἷα εἴωθε, τὶς εἴην ἐγώ, καὶ τίνος εἰπόντος, ὅτι χήρας γυναικός, ἐμάνθανε παρ’ ἐμοῦ τὴν τὲ ἡλικίαν τῆς μητρὸς καὶ τῆς χηρείας τὸν χρόνον· ὡς δεῖ εἶπον, ὅτι ἐτῶν τεσσαράκοντα γεγονυΐα εἴκοσιν ἔχει λοιπόν, ἐξ οὗ τὸν πατέρα ἀπέβαλε τὸν ἐμόν, ἐξεπλάγη, καὶ ἀνεβόησε μέγα, καὶ πρὸς τοὺς παρόντας ἰδών· Βαβαί, ἔφη, οἷαι παρὰ Χριστιανοῖς γυναῖκές εἰσι· τοσούτου οὐ παρ’ ἡμῖν μόνον, ἀλλὰ καὶ παρὰ τοῖς ἔξωθεν τὸ πρᾶγμα ἀπολαύει τοῦ θαύματος καὶ τοῦ ἐπαίνου. Ἅπερ ἅπαντα συνιδὼν ὁ μακάριος Παῦλος, ἔλεγε· «Χήρα καταλεγέσθω, μὴ ἔλαττον ἐτῶν ἑξήκοντα γεγονυῖα». Καὶ οὐδὲ μετὰ τὴν τοσαύτην τῶν χρόνων μαρτυρίαν ἀφίησιν αὐτὴν εἰς τὸν ἅγιον τοῦτον ταγῆναι χορόν, ἀλλὰ καὶ ἕτερα προστίθησι λέγων, «Ἐν ἔργοις ἀγαθοῖς μαρτυρουμένη, εἰ ἐτεκνοτρόφησεν, εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψεν, εἰ θλιβομένοις ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησε». Βαβαὶ τῆς δοκιμασίας καὶ τῆς βασάνου, ὅσην παρὰ τῆς χήρας ἀπαιτεῖ τὴν ἀρετὴν καὶ πῶς ἀκριβολογεῖται οὐκ ἂν τοῦτο ποιήσας, εἰ μὴ πρᾶγμα τίμιον καὶ σεμνὸν ἔμελλεν ἐμπιστεύειν αὐτῇ. Καί, «Νεωτέρας δέ, φησί, χήρας παραιτοῦ». Εἶτα τὴν αἰτίαν προστίθησιν· «Ὅταν γὰρ καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσι». Διὰ τούτου γὰρ ἡμῖν τοῦ ῥήματος αἰνίττεται, ὅτι αἱ τοὺς ἄνδρας ἀποβαλοῦσαι ἀντ’ ἐκείνων ἁρμόττονται τῷ Χριστῷ. Ὅρα πῶς δεικνὺς τὴν ἁρμονίαν ταύτην ῥᾴονα οὖσαν καὶ ἐπιεικῆ, τοῦτο τίθησι λέγω δὲ τό, «Ὅταν γὰρ καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσι», καθάπερ τινὸς ἀνδρὸς ἐπιεικοῦς, καὶ οὐ μετ’ ἐξουσίας αὐταῖς κεχρημένου, ἀλλ’ ἐῶντος ἐν ἐλευθερίᾳ ζῇν. Καὶ οὐδὲ μέχρι τούτων τὸν λόγον ἔστησεν, ἀλλὰ καὶ ἑτέρωθι πάλιν πολλὴν ὑπὲρ αὐτῆς φροντίδα πεποίηται λέγων· «Ἡ δὲ σπαταλῶσα ζῶσα τέθνηκεν· ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπισεν ἐπὶ τὸν Θεόν, καὶ προσμένει ταῖς δεήσεσι καὶ ταῖς προσευχαῖς ἡμέρας καὶ νυκτός». Καὶ Κορινθίοις ἐπιστέλλων φησί· «Μακαριωτέρα δὲ ἐστιν ἐὰν οὕτω μείνῃ». Εἶδες ὅσα τῆς χηρείας τὰ ἐγκώμια, καὶ ταῦτα ἐν τῇ Καινῇ, ὅτε καὶ τὸ τῆς παρθενίας διέλαμψε καλόν; Ἀλλ’ ὅμως οὐδὲ τότε τὰς μαρμαρυγὰς αὐτῆς ἀποκρύψαι ἴσχυσεν ἡ ταύτης φαιδρότης, ἀλλὰ διαλάμπει καὶ οὕτω τὴν οἰκείαν ἔχουσα ἀρετήν. Ὅταν οὖν μνημονεύωμεν μεταξὺ χηρείας, μὴ καταπέσῃς, μηδὲ ὄνειδος τὸ πρᾶγμα νόμιζε· εἰ γὰρ τοῦτο ἐπονείδιστον, πολλῷ μᾶλλον ἡ παρθένια. Ἀλλ’ οὐκ ἔστιν, οὐκ ἔστι, μὴ γένοιτο. Ποῦ γὰρ τὰς ἔτι περιόντων ἀπεχομένας τῶν ἀνδρῶν θαυμάζομεν ἅπαντες καὶ ἀποδεχόμεθα, τὰς καὶ ἀπελθόντων αὐτῶν τὴν αὐτὴν περὶ αὐτοὺς ἐπιδεικνυμένας εὔνοιαν, πῶς οὐκ ἐκπλήττεσθαι δεῖ καὶ ἐπαινεῖν; Ἕως μὲν οὖν, ὅπερ ἔφην, συνῇς τῷ μακαρίῳ Θηρασίω, καὶ τιμῆς καὶ προνοίας ἀπέλαυσας, οἵας παρὰ ἀνθρώπου ἀπολαύειν εἰκός· νῦν δὲ εἰς τὴν ἐκείνου τάξιν ἔχεις τὸν ἁπάντων Δεσπότην Θεόν, ὃς καὶ πάλαι σου προεστὼς μειζόνως καὶ μετὰ πλείονος τοῦτο ποιήσει τῆς σπουδῆς νῦν· καὶ τῆς πολλῆς αὐτοῦ προνοίας οὐ μικρόν, ὥσπερ ἔφθην εἰπών, τεκμήριον ἔδειξεν ἡμῖν ἤδη, ἐν τοσαύτῃ καμίνῳ φροντίδων καὶ λύπης ὑγιῆ καὶ ἀνέπαφόν σε διαφυλάξας, καὶ μηδὲν ἀφεὶς τῶν ἀβουλήτων παθεῖν. Ὁ δὲ ἐν τοσούτῳ σάλῳ μηδὲν συγχωρήσας γίνεσθαι ναυάγιον, πολλῷ μᾶλλον ἐν γαλήνῃ διατηρήσει τὴν σὴν ψυχὴν καὶ κούφην ποιήσει τὴν χηρείαν, καὶ τὰ ἐκ ταύτης δοκοῦντα εἶναι δεινά.

γ’. Εἰ δὲ σε οὐ τὸ τῆς χηρείας ὄνομα θορυβεῖ, ἀλλὰ τὸ ἄνδρα τοιοῦτον ἀποβαλεῖν, συνομολογῶ μὲν σοι κακῷ πανταχοῦ τῆς ὀλίγους γεγενῆσθαι τοιούτους ἐν ἀνδράσι βιωτικοῖς φιλοστόργους, ἐπιεικεῖς, ταπεινούς, ἀπλάστους, συνετούς, εὐλαβεῖς. Ἀλλ’ εἰ μὲν διελύετο παντελῶς, καὶ εἰς τὸ μηδὲν ἔληγεν, ἔδει θορυβεῖσθαι καὶ ἀλγεῖν· εἰ δὲ εἰς τὸν εὔδιον κατέπλευσε λιμένα, καὶ πρὸς τὸν ὄντως αὐτοῦ βασιλέα ἀποδεδήμηκεν, οὐ πενθεῖν ὑπὲρ τούτων, ἀλλὰ καὶ χαῖρεν δεῖ. Οὐ γὰρ θάνατος ὁ θάνατος οὗτος, ἀλλ’ ἀποδημία καὶ μετάστασις τις ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ βελτίω, ἀπὸ τῆς γῆς πρὸς τὸν οὐρανόν, ἀπὸ τῶν ἀνθρώπων πρὸς ἀγγέλους καὶ ἀρχαγγέλους καὶ τὸν τῶν ἀγγέλων καὶ ἀρχαγγέλων δεσπότην. Ἐνταῦθα μὲν γὰρ ἐπὶ τῆς γῆς στρατευόμενον βασιλεῖ καὶ κινδύνους ἦν προσδοκᾷν, καὶ πολλὰς παρὰ τῶν φθονούντων τὰς ἐπιβουλάς· ὅσῳ γὰρ αὐτῷ τὰ τῆς εὐδοκιμήσεως ηὔξετο, τοσούτῳ καὶ τὰ παρὰ τῶν ἐχθρῶν ἐπλεόναζεν· ἐκεῖ δὲ ἀπελθόντα οὐκ ἔστιν ὑποπτεύσαι τούτων οὐδέν. Ὥστε ὅσῳπερ ἂν πενθῇς ὅτι χρηστὸν ὄντα καὶ ἐνάρετον ἔλαβεν ὁ Θεός, τοσούτῳ χαῖρεν δεῖ ὅτι μετὰ πολλῆς τῆς ἀσφαλείας καὶ τῆς δόξης ἀποδεδήμηκε, καὶ τῆς ἐν τῷ παρόντι κινδύνῳ ταραχῆς ἀπαλλαγείς, ἐστὶν ἐν εἰρήνη καὶ ἡσυχίᾳ πολλῇ. Πῶς γὰρ οὐκ ἄτοπον τὸν μὲν οὐρανὸν πολλῷ βελτίω τῆς γῆς εἶναι ὁμολογεῖν, τοὺς δὲ ἀπὸ ταύτης ἐκεῖ μεταστάντας πενθεῖν; Εἰ μὲν γὰρ τῶν αἰσχρῶς βεβιωκότων καὶ παρὰ τὸ τῷ Θεῷ δοκοῦν ὁ μακάριος ἐκεῖνος ἦν, ἔδει κόπτεσθαι καὶ θρηνεῖν, οὐκ ἀπελθόντα μόνον, ἀλλὰ καὶ ζῶντα ἐκεῖνον ἐπειδὴ δὲ τῶν αὐτῷ φίλων καὶ οὕτως εἷς ἐτύγχανεν ὤν, οὐ ζῶντι μόνον, ἀλλὰ καὶ κοιμηθέντι συνήδεσθαι χρή. Καὶ ὅτι τοῦτο ποιεῖν δεῖ, τοῦ μακαρίου Παύλου πάντως ἤκουσας λέγοντος· «Τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι πολλῷ μᾶλλον κρεῖσσον». Ἀλλὰ ῥημάτων ἴσως ποθεῖς ἀκοῦσαι τῶν ἐκείνου, καὶ φιλίας ἀπολαῦσαι τῆς πρὸς αὐτόν, καὶ λαμπρότητα καὶ τιμὴν καὶ ἀσφάλειαν, καὶ ταῦτά τε πάντα φροῦδα γενόμενα θορυβεῖ καὶ σκοτοῖ. Τὴν μὲν οὖν φιλίαν τὴν πρὸς ἐκεῖνον ἔξεστί σοι φυλάττειν καὶ νῦν ὁμοίως, ὥσπερ καὶ πρότερον.

Τοιαύτη γὰρ ἡ τῆς ἀγάπης δύναμις· οὐ τοὺς παρόντας μόνον καὶ πλησίον ὄντας ἡμῶν καὶ ὁρωμένους, ἀλλὰ καὶ τοὺς μακρὰν ἀφεστῶτας περιλαμβάνειν καὶ συγκολλᾶ καὶ συνδεῖ· καὶ οὔτε χρόνου πλῆθος, οὔτε ὁδῶν διάστημα, οὔτε ἄλλο τῶν τοιούτων οὐδὲν ψυχῆς φιλίαν διακύψαι δύναιτ’ ἂν διατεμεῖν. Εἰ δὲ καὶ πρόσωπον αὐτὸν βούλει πρὸς πρόσωπον ἰδεῖν (τοῦτο γὰρ οἶδα ὅτι μάλιστα ποθεῖς), διαφύλαξον αὐτῷ τὴν εὐνὴν ἀνέπαφον ἀνδρὸς ἑτέρου, καὶ βίον ἐπιδείξασθαι σπούδασον ἴσον ἐκείνῳ, καὶ πάντως εἰς τὸν αὐτὸν ἀπελεύσῃ χορὸν αὐτῷ, οὐ πέντε ἔτη καθάπερ ἐνθάδε, οὐδὲ εἴκοσι καὶ ἑκατόν, οὐδὲ χίλια καὶ δὶς τοσαῦτα, οὐδὲ μυρία καὶ πολλάκις τοσαῦτα, ἀλλὰ τοὺς ἀπείρους καὶ ἀτελευτήτους αἰῶνας αὐτῷ συνοικήσουσα. Τοὺς γὰρ τῆς ἀναπαύσεως τόπους ἐκείνους οὐχ αἱ συγγένειαι αἱ σωματικαί, ἀλλ’ ἡ τῷ βίων ἰσότης κληρονομεῖν πέφυκεν. Εἰ γὰρ καὶ τὸν Λάζαρον ἀγνῶτα ὄντα τῷ Ἀβραὰμ εἰς τοὺς αὐτοὺς αὐτῷ κόλπους ἤγαγε, καὶ πολλοὺς ἀπὸ ἀνατολῶν καὶ δυσμῶν μετ’ ἐκείνου ἀνακλιθῆναι παρασκευάζει τὸ ἧς πολιτείας ἀπαράλλακτον, καὶ σὲ μετὰ τοῦ καλοῦ Θηρασίου ὁ τῆς ἀνέσεως ἐκδέξεται τόπος, ἂν ἐκείνῳ τὸν βίον θέλῃς ἐπιδείξασθαι τὸν αὐτόν· καὶ τότε αὐτὸν οὐκ ἐν τούτῳ τῷ κάλλει τοῦ σώματος, ὅπερ ἔχων ἀπῆλθεν, ἀπολήψῃ πάλιν, ἀλλ’ ἐν ἑτέρᾳ τινὶ μαρμαρυγῇ καὶ φαιδρότητι μᾶλλον τῶν ἡλιακῶν ἀκτίνων ἀπολαμπούσῃ.

Τοῦτο γὰρ τὸ σῶμα, κἂν ἐν ὕψει τρέχῃ πολλῷ, φθαρτὸν ὅμως ἐστί· τὰ δὲ σώματα τῶν εὐηρεστηκότων τῷ Θεῷ τοσαύτην ἐνδύσεται δόξαν, ὅσην οὐδὲ ἰδεῖν ἔνι τούτοις τοῖς ὀφθαλμοῖς. Καὶ τούτων ἡμῖν σημεῖά τινα καὶ ἴχνη ἀμυδρὰ καὶ ἐν τῇ Παλαιᾷ καὶ ἐν τῇ Καινῇ δοθῆναι παρεσκεύασεν ὁ Θεός. Ἐκεῖ μὲν γὰρ τὸ πρόσωπον τοῦ Μωυσέως τοσαύτη κατελάμπετο δόξῃ τότε, ὡς ἀπρόσιτον εἶναι τοῖς τῶν Ἰσραηλιτῶν ὀφθαλμοῖς· ἐν δὲ τῇ Καινῇ τούτου πολλῷ πλέον ἐξέλαμψε τὸ τῆς Χριστοῦ. Εἰπὲ γὰρ μοι, εἰ βασιλέα τις αὐτὸν ἐπηγγέλλετο πάσης ποῆσαι τῆς γῆς, εἶτα ἐτῶν εἴκοσι χρόνον ἀποστῆναί σε ἐκέλευσεν ὑπὲρ τούτου, καὶ μετὰ ταῦτά σοι μετὰ τοῦ διαδήματος καὶ τῆς ἁλουργίδος ἀποδώσειν αὐτὸν ἐπηγγέλλετο, καὶ πάλιν εἰς τὴν αὐτὴν τάξειν ἐκείνῳ τιμήν, ἆρα οὐκ ἂν τὸν χωρισμὸν πράως ἐνέγκῃς καὶ μετὰ σωφροσύνης τῆς προσηκούσης; Ἆρα οὐκ ἂν ἠσμένισας τῷ δώρῳ, καὶ πρᾶγμα εὐχῆς ἄξιον εἶναι ἐνόμισας; Τοῦτο τοίνυν ἀνάσχου καὶ νῦν, οὐχ ὑπὲρ βασιλείας τῆς ἐν τῇ γῇ, ἀλλ’ ὑπὲρ τῆς ἐν οὐρανοῖς· οὐχ ἵνα ἱμάτιον χρυσοῦν φοροῦντα ἀπολάβῃς, ἀλλ’ ἵνα ἀθανασίαν καὶ δόξαν, ὅσην τοὺς ἐν οὐρανοῖς διάγοντας ἔχειν εἰκός. Εἰ δὲ σφόδρα ἀφορήτως ἔχεις πρὸς τὸ τοῦ χρόνου μακρόν, εἰκὸς αὐτὸν καὶ δι’ ὀνειράτων ἐπιστῆναί σοί ποτε, καὶ διαλέγεσθαι τὰ ἐν συνηθείᾳ, καὶ δείξειν ὄψιν τὴν ποθουμένην· τοῦτό σοι ἀντὶ τῶν ἐπιστολῶν ἔστω παραμύθιον, μᾶλλον δὲ τοῦτο καὶ ἐπιστολῶν τρανότερον. Ἐκεῖ μὲν γὰρ γράμματα μόνον ἔστιν ἰδεῖν, ἐνταῦθα δὲ καὶ τύπον ὄψεως καὶ γέλωτα προσηνῆ καὶ σχῆμα καὶ βάδισιν καὶ ἠχῆς ἀκοῦσαι, καὶ φωνὴν ἐπιγνῶναι τὴν φιλτάτην.

δ’. Ἐπειδὴ δὲ καὶ ὑπὲρ ἀσφαλείας θρηνεῖς, ἦν δι’ ἐκεῖνον πάλαι ἐκέκτησο, ἴσως δὲ καὶ διὰ τὸ μείζους ἐμφαίνειν ἐλπίδας εὐδοκιμήσεως (καὶ γὰρ ἤκουον εὐθέως ἐπὶ τὸν τῶν ὑπάρχων θρόνον ἥξειν αὐτόν, ὃ μάλιστα πάντων οἶμαι, συστρέφει σου τὴν ψυχὴν καὶ συγχεῖ), ἐννόησον τοὺς ἐπὶ μείζονος ἀξιώματος ὄντας ἐκείνου, καὶ τὸν βίον σφόδρα ἐλεεινῶς καταστρέφοντας. Ἀναμνήσω δὲ σε· Θεόδωρον ἴσως ἀκούεις τὸν ἀπὸ Σικελίας· καὶ γὰρ τῶν σφόδρα ἐπισήμων ἐτύγχανεν ὤν· οὗτος καὶ κάλλει καὶ μεγέθει σώματος καὶ παῤῥησίᾳ τῇ πρὸς τὸν βασιλέα πάντων κρατῶν, καὶ δυνάμενος ὅσα τῶν ἔνδον στρεφομένων οὐδείς, οὐκ ἤνεγκε τὴν εὐπραγίαν πράως ἐκείνην, ἀλλ’ ἐπιβουλεύσας βασιλεῖ καὶ ἁλούς, αὐτὸς μὲν ἀπετμήθη σφόδρα ἐλεεινῶς, ἡ δὲ τούτου γυνή, καὶ ἀνατροφῆς ἀκὶ γένους καὶ τῶν ἄλλων ἁπάντων οὐδὲν ἔλαττον ἔχουσα τῆς εὐγενείας τῆς σῆς, πάντων ἄφνω γυμνωθεῖσα τῶν αὐτῆς καὶ τῆς ἐλευθερίας αὐτῆς ἐκπεσοῦσα ταῖς ταμιακαῖς ἐρίθοις ἐγκατελέγετο, καὶ πάσης θεραπαινίδος οἰκτρότερον ζῆν ἠναγκάζετο βίον, τοσοῦτον ἔχουσα τῶν ἄλλων πλέον, ὅσον διὰ τὴν ὑπερβολὴν τῆς συμφορᾶς ἐδακρύετο παρὰ τῶν ὁρώντων ἁπάντων αὐτήν. Λέγεται δὲ καὶ Ἀρτιμισία ἀνδρὸς σφόδρα εὐδοκίμου γενομένη γυνή, ἐπειδὴ κἀκεῖνος τυραννίδος ἐπεθύμησεν, οὕτως εἰς ταύτην τὴν πενίαν ἐλθεῖν καὶ τὴν πήρωσιν. Τὸ τε γὰρ μέγεθος τῆς ἀθυμίας, τὸ τὲ πλῆθος τῶν δακρύων ἔσβεσεν αὐτῇ τοὺς ὀφθαλμούς· καὶ νῦν τῶν χειραγωγησόντων δεῖται καὶ πρὸς τὰς ἑτέρων ἀξόντων θύρας, ἵνα ἀναγκαίας οὕτως εὐπορεῖν ἔχῃ τροφῆς. Καὶ πολλὰς ἂν ἑτέρας εἶχον οἰκίας εἰπεῖν οὕτω κατενεχθείσας, εἰ μὴ τὴν τε εὐλάβειαν καὶ τὴν σύνεσιν τῆς σῆς ἠπιστάμην ψυχῆς, οὐκ ἐκ τῶν ἀλλοτρίων κακῶν τῆς οἰκείας συμφορᾶς παραμυθίαν βουλομένην εὑρεῖν. Καὶ τούτων δέ, ὧν ἐμνήσθην, δι’ οὐδὲν ἕτερον ἐμνήσθην νῦν, ἀλλ’ ἵνα μάθῃς ὅτι τὰ ἀνθρώπινα οὐδὲν ἐστι πράγματα, ἀλλ’ ἀληθῶς, ὡς ὁ προφῆτις φησί, «Πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου». Ὅσῳ γὰρ ἂν ἐπαρθῇ, καὶ λάμψῃ, τοσούτῳ μείζονα τὴν πτῶσιν ἐργάζεται, σὺ τὰ τῶν ἀρχομένων μόνον, ἀλλὰ καὶ τὰ τῶν βασιλευόντων αὐτῶν. Οὐδὲ γὰρ ἂν εὕροι τις οἰκίαν ἰδιωτικὴν τοσούτων ἐμπεπλησμένην συμφορῶν, ὅσαν τὰ βασίλεια γέμει τῶν κακῶν. Καὶ γὰρ ὀρφανίαι ἄωροι, καὶ χηρεῖαι, καὶ θανατοῖ βίαιοι, καὶ τῶν ἐν ταῖς τραγῳδίαις παρανομώτεροι πολλῷ καὶ πικρότεροι μάλιστα εἰς ταύτην κατασκήπτουσι τὴν ἀρχήν.

Καὶ ἵνα τὰ παλαιὰ ἀφῶμεν, τῶν βασιλευσάντων ἐπὶ τῆς γενεᾶς τῆς ἡμετέρας, ἐννέα γεγενημένων ἁπάντων, δύο μόνοι κοινῷ θανάτῳ, τὸν βίον κατέλυσαν· τῶν δὲ ἄλλων ὁ μὲν ὑπὸ τυράννου, ὁ δὲ ἐν πολέμῳ, ὁ δὲ ὑπὸ τῶν ἔνδον φυλαττόντων αὐτὸν ἐπιβουλευθείς, ὁ δὲ ὑπ’ αὐτοῦ τοῦ χειροτονήσαντος, καὶ τὴν ἁλουργίδα περιθέντος αὐτῷ· αἱ δὲ τούτοις συνοικῆσαι γυναῖκες, αἱ μέν, ὡς φασι, φαρμάκοις ἀπέθανον, αἱ δὲ ὑπὸ τῆς ἀθυμίας αὐτῆς. Τῶν δὲ ἔτι περιουσιῶν ἡ μὲν παῖδα ἔχουσα ὀρφανὸν τρέμει κεῖ δέδοικε μὴ τις αὐτὸν τῶν κρατούντων φόβῳ ἀπὸ τῆς ὑπερορίας ἐπανῆλθεν, εἰς ἣν αὐτὴν ὁ κρατῶν ἐξέβαλε πρότερον. Τῶν δὲ τοῖς νῦν βασιλεύουσι συνοικουσῶν ἡ μὲν ἀπὸ τῶν προτέρῳ ἀναπνεύσασα συμφορῶν ἀναμεμιγμένην ἔχει πολλὴν τῇ ἡδονῇ τὴν ὀδύνην διὰ τὸ σφόδρα ἔτι νέον εἶναι καὶ ἄπειρον τὸν κρατούταν, καὶ πολλοὺς πολλαχόθεν ἔχειν τοὺς ἐπιβουλεύοντας· ἡ δὲ ἀποτέθνηκε τῷ δέει, καὶ τῶν καταδίκων ἀθλιώτερον ζῇ διὰ τὸ τὸν ἄνδρα αὐτῆς, ἐξ οὗ τὸ διάδημα ἀνεδήσατο μέχρι τῆς σήμερον, ἐν πολέμοις διατρίβειν καὶ μάχαις, καὶ τῶν συμφορῶν πλέον ὑπὸ τῆς αἰσχύνης ἀναλίσκεσθαι καὶ τοῖς παρὰ πάντων ὀνείδεσιν. Ὃ γὰρ μηδέποτε γέγονε, συνέβη νῦν, καὶ τὴν αὐτῶν ἀφέντες οἱ βάρβαροι χώραν μυρίους σταδίους τῆς ἡμετέρας καὶ πολλάκις τοσούτους ἐπέδραμον, καὶ τὰς χώρας κατακαύσαντες, καὶ τὰς πόλεις ἑλόντες, οὐκ ἐθέλουσιν ὑποστρέφειν οἴκαδε πάλιν, ἀλλ’ ὥσπερ χορεύοντες μᾶλλον ἢ πολεμοῦντες, οὕτω καταγελῶσι τοὺς ἡμετέρους στρατιώτας, οἳ μᾶλλον προβάτων κατασφαττόμενοι προσδοκῶσιν ἔτι νικᾷν, καὶ οὐκ ἐθέλουσιν ἐκστῆναι τῆς ἑαυτῶν· αὐτὸς μὲν γὰρ ἔφασκε καὶ κόρον εἰληφέναι πολλάκις κατακόπτων αὐτούς. Ποίαν οὖν οἴει καὶ τὸν βασιλέα, καὶ τὴν τούτου γυναῖκα ταῦτα ἀκούουσαν τὰ ῥήματα, ἔχει ψυχήν;

ε’. Ἐπειδὴ δὲ ἐμνήσθην τοῦ πολέμου τούτου, ἐσμὸς μοι πολὺς χηρῶν ἐπέδραμεν, αἳ πάλαι μὲν σφόδρα ἔλαμπον ἀπὸ τῆς τῶν ἀνδρῶν τιμῆς, νῦν δὲ ἀθρόως ἅπασαι πενθήρη καὶ μέλαιναν περιθέμεναι στολὴν θρηνοῦσι τὸν ἅπαντα χρόνον. Οὐδὲ γὰρ τοῦτο αὐταῖς ὑπῆρξεν, ὅπερ τῇ τιμίᾳ σου κεφαλῇ. Σὺ μὲν γάρ, ᾧ θαυμάσια, καὶ κείμενον ἐπὶ τῆς κλίνης εἶδες τὸν καλὸν ἐκεῖνον, καὶ ἐσχάτης ἤκουσας φωνῆς, καὶ τίνα χρὴ πρᾶξαι ὑπὲρ τῶν πραγμάτων τῆς οἰκίας ἔμαθες ἐπισκήπτοντος, καὶ διὰ τῶν διαθηκῶν ἅπασαν τοῖς πλεονέκταις καὶ συκοφάνταις ἀποτειχίζοντος ἔφοδον. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ νεκρῷ ἔτι κειμένῳ πολλάκις ἐπέπεσες, καὶ κατεφίλησας ὀφθαλμούς, καὶ περιεχύθης, καὶ ἐκώκυσας, καὶ προπεμφθέντα εἶδες μετὰ πολλῆς τῆς τιμῆς, καὶ τὰ πρὸς τὴν ταφὴν πάντα ἔπραξας, ὡς προσῆκον ἦν, καὶ πρὸς τὸν τάφον πολλάκις ἐρχομένη τὸν ἐκείνου παραμυθίαν ἔχεις τῆς ὀδύνης οὐ μικράν. Αὗται δὲ τούτων ἁπάντων ἐστέρηνται, ἐκπέμψασαι μὲν εἰς πόλεμον ἅπασαι τοὺς ἑαυτῶν ἄνδρας, ὡς πάλιν αὐτοὺς ἀποληψόμεναι, ἀντὶ δὲ ἐκείνων τὴν πικρὰν τῆς τελευτῆς αὐτῶν ἀγγελίαν στρέφονται δεξάμεναι. Οὐδὲ γὰρ τὰ σώματα τις αὐτῶν κομίζων ἐπανῆλθεν αὐταῖς, ἀλλὰ ῥήματα μόνον τὸν τρόπον διηγούμενα τῆς τελευτῆς. Εἰσὶ δὲ αἳ ταύτης ἠξιώθησαν τῆς διηγήσεως, οὐδὲ ὅπως κατέπεσον μαθεῖν ἠδυνήθησαν, ἐν πολλῷ τῷ πλήθει τῆς συμβολῆς καταχωσθέντων αὐτῶν.

Καὶ τὶ θαυμαστόν, εἰ τῶν στρατηγῶν οὕτως ἀπέθανον οἱ πολλοί, ὅπου γε καὶ αὐτὸς ὁ βασιλεὺς εἰς κώμην τινὰ ἀπολειφθεὶς μετ’ ὀλίγων στρατιωτῶν ἐξελθεῖν μὲν καὶ ἀντιστῆναι τοῖς ἐπελθοῦσιν οὐκ ἐτόλμησε, μένων δὲ ἔνδον πῦρ ἐξαψάντων ἐκείνων συγκατεφλέχθη τοῖς ἔνδον ἅπασιν οὐκ ἀνδράσι μόνον, ἀλλὰ καὶ ἵπποις καὶ δοκοῖς καὶ τοίχοις, καὶ πάντα μία γέγονε κόνις; Καὶ ταύτην οἱ μετὰ τοῦ βασιλέως ἀπελθόντες εἰς πόλεμον ἀντὶ Βοῦ βασιλέως ἐπανῆλθον τῇ γυναικὶ φέροντες τὴν φωνήν. Οὐδὲν γάρ, οὐδὲν τῶν ἐν τῇ σκηνῇ γινομένων καὶ τῆς τῶν ἐαρινῶν ἀνθέων ὥρας τὰ τοῦ κόσμου λαμπρὰ διενήνοχε. Πρῶτον μὲν γὰρ πρὶν ἢ φανῆναι ἀφίπταται· ἔπειτα δέ, κἂν μικρὸν ἀναμεῖναι ἀνάσχηται χρόνον, εὐθέως εὔφθαρτα γίνεται τὶ γὰρ τῆς παρὰ τῶν πολλῶν τιμῆς καὶ δόξης οὐδαμινέστερον; Τίνα ἔχει τὸν καρπόν, πόαν τὴν ὄνησιν; Εἰς ποῖον τέλος χρήσιμον ἅπαντα; Καὶ εἴθε τοῦτο μόνον ἦν τὸ δεινόν· νυνὶ δέ, πρὸς τῷ μηδὲν ἔχειν ἀπὸ τοῦ κερδαίνειν καλόν, πολλὰ λυπηρὰ καὶ ἐπιβλαβῆ φέρειν ἀναγκάζεται συνεχῶς ὁ τὴν χαλεπωτάτην ταύτην δέσποιναν ἔχων. Δέσποινα γὰρ ἐστι τῶν ἐχόντων αὐτήν, καὶ ὅσῳπερ ἂν κολακεύηται παρὰ τῶν δούλων, τοσούτῳ πλέον αἴρεται κατ’ αὐτῶν καὶ σκληροτέροις αὐτοὺς κατατείνει τοῖς ἐπιτάγμασι· τοὺς δὲ διαπτύοντας αὐτὴν καὶ παρορῶντας οὐδὲ αὐτὴ λοιπὸν ἀμύνασθαι δύναιτ’ ἄν· οὕτω καὶ τυράννου καὶ θηρίου παντὸς ἐστι χαλεπωτέρα. Ὁ μὲν γὰρ τύραννος καὶ τὰ θηρία τιθασσεύονται διὰ θωπείας πολλάκις, αὕτη δὲ τότε μάλιστα ἀγριαίνει ὅταν αὐτῇ μάλιστα πειθώμεθα, κἂν εὕρῃ τὸν ἀκουσόμενον καὶ εἰς πάντα εἴξοντα, οὐδὲν ἐστιν ὁ παραιτεῖται ἐπιτάξαι λοιπόν. Ἔχει δὲ σύμμαχον ἑτέραν, ἣν οὐκ ἂν τις ἁμάρτοι θυγατέρα αὐτῆς προσειπών. Ὅταν γὰρ καὶ αὕτη τραφεῖσα καὶ αὐξηθεῖσα καλῶς ῥιζωθῇ πὰρ’ ἡμῖν, τότε τίκτει τὴν ἀπόνοιαν, πρᾶγμα οὐχ ἧττον αὐτῆς δυνάμενον κατακρημνῆσαι τὴν τῶν ἐχόντων ψυχήν.

Ϛ’. Ταῦτα οὖν θρηνεῖς, εἰπὲ μοι, ὅτι σε ὁ Θεὸς τῆς οὕτω χαλεπωτάτης δουλείας ἀπήλλαξεν, ὅτι ταῖς λοιμικαῖς ταύταις νόσοις πᾶσαν ἀπετείχισεν ἔφοδον; Ζῶντος μὲν γὰρ σοι τοῦ ἀνδρὸς οὔπω ἐπαύσαντο συνεχῶς ἐπιπηδῶσαι τοῖς τῆς ψυχῆς λογισμοῖς, τελευτήσαντος δὲ οὐκ ἔχουσι πόθεν ἐπιλάβωνται τῆς διανοίας τῆς σῆς. Τοῦτο οὖν δεῖ κατορθωθῆναι λοιπόν, τὸ μὴ θρηνεῖν αὐτῶν τὴν ἀναχώρησιν, μηδὲ τὴν δεσποτείαν ἐπιζητεῖν τὴν πικράν. Ὅπου γὰρ ἂν αὗται πνεύσωσι σφοδρόν, πάντα ἐκ βάθρων ἀνέτρεψαν καὶ κατέσπασαν· καὶ καθάπερ πολλαὶ τῶν πορνευομένων γυναικῶν, δυσειδεῖς οὖσαι κατὰ φύσιν καὶ εἰδεχθεῖς, τοῖς ἐπιτρίμμασι καὶ ταῖς ὑπογραφαῖς ἁπαλὰς οὔσας ἔτι τὰς τῶν νέων ἀναπτεροῦσι ψυχάς, καὶ ἐπειδὰν ὑπὸ τὴν ἀρχὴν λάβωσι τὴν ἑαυτῶν, παντὸς ἀνδραπόδου τούτοις ὑβριστικώτερον κέχρηνται· οὕτω καὶ ταῦτα τὰ πάθη, ἢ τε κενοδοξία καὶ ἡ ἀπόνοια, παντὸς ἄγους μᾶλλον τὰς τῶν ἀνθρώπων μολύνουσι ψυχάς.

Διὰ τοῦτο καὶ ὁ πλοῦτος τοῖς πολλοῖς ἔδοξεν εἶναι καλόν· ταύτης γοῦν γυμνωθεὶς οὐδὲ αὐτὸς ἔσται λοιπὸν ἐπέραστος. Οἷς γοῦν ἐξῆν διὰ πενίας ἐπιτυχεῖν τῆς δόξης τῆς παρὰ τῶν πολλῶν, οὐκ ἔτι εἵλοντο πλουτεῖν, ἀλλὰ πολὺ διδόμενον χρυσίον διέπτυσαν. Καὶ τούτους οὐ παρ’ ἐμοῦ δεήσῃ μαθεῖν, ἀλλ’ ἀκριβέστερον ἡμῶν οἶδας αὐτὴ τὸν Ἐπαμεινώνδα, τὸν Σωκράτην, τὸν Ἀριστείδην, τὸν Διογένην, τὸν Κράτητα, τὸν μηλόβοτον ἀνέντα τὴν χώραν τὴν ἑαυτοῦ. Οἱ μὲν γὰρ ἄλλοι παρ’ ὧν πλουτῆσαι οὐκ ἦν, διὰ τῆς πενίας εἶδον τὴν δόξαν παραγενομένην αὐτοῖς καὶ ἐπὶ τοῦτο ἦλθον εὐθέως· οὗτος δὲ καὶ ἅπερ εἶχεν ἔῤῥιψεν· οὕτως ἅπαντες ἦσαν ἐμμανεῖς πρὸς τὴν τοῦ χαλεποῦ τούτου κτῆσιν θυρίου. Μὴ δὴ δακρύωμεν ὅτι ἡμᾶς ὁ Θεὸς ταύτης τῆς τυραννίδος ἀπήλλαξε τῆς αἰσχρᾶς καὶ καταγελάστου καὶ πολλὰ ἐχούσης ὀνείδη· ὄνομα γὰρ ἔχει μόνον λαμπρόν, ἐν δὲ τοῖς ἔργοις τἀναντία τῇ προσηγορίᾳ τοὺς ἔχοντας αὐτὴν διατίθησι, καὶ οὐκ ἔστιν οὐδεὶς ὁ μὴ καταγελῶν τοῦ πρὸς δόξα τι πράττοντος. Μόνος γὰρ ἐκεῖνος περίβλεπτος καὶ ἐπίδοξος γενέσθαι δυνήσεται ὁ μὴ πρὸς τοῦτο ὁρῶν· ὁ δὲ μεγάλην δόξαν τιθέμενος τὴν παρὰ τῶν πολλῶν, καὶ πάντα ὑπὲρ τοῦ ταύτης τυχεῖν ὑπομένων καὶ ποιῶν, οὗτος μάλιστα αὐτῆς ἀποτεύξεται καὶ ἀποπεσεῖται, καὶ τῶν ἐναντίων ἀπολαύσεται πάντων, γέλωτος καὶ κατηγορίας, σκωμμάτων, ἀπεχθείας καὶ μίσους. Οὐκ ἐπὶ τῶν ἀνδρῶν δὲ μόνον τοῦτο συμβαίνειν εἴωθεν, ἀλλὰ καὶ ἐπὶ ὑμῶν τῶν γυναικῶν, καὶ μάλιστά γε ἐφ’ ὑμῶν. Τὴν μὲν γὰρ ἄπλαστον καὶ ἐν σχήματι, καὶ ἐν βαδίσει, καὶ ἐν ἱματίοις, καὶ παρὰ μηδενὸς ἐπιζητοῦσαν τιμὴν θαυμάζουσιν ἅπασαι καὶ ἐκπλήττονται καὶ μακαρίζουσι καὶ πάντα αὐτῇ συνεύχονται τὰ καλά· τὴν δὲ κενόδοξον ἀποστρέφονται καὶ μισοῦσι, καὶ ὥσπερ τι θηρίον ἄγριον φεύγουσι, καὶ μυρίαις ἀραῖς τε καὶ λοιδορίαις βάλλουσιν. Οὐ ταῦτα δὲ μόνον ἀπὸ τοῦ μὴ προσίεσθαι τὴν παρὰ τῶν πολλῶν δόξαν διαφεύγομεν τὰ κακά, ἀλλὰ καὶ τὰ μέγιστα πάντων κερδανοῦμεν πρὸς τοῖς εἰρημένοις, παιδευόμενοι κατὰ μικρὸν ἀνιέναι καὶ μεταστῆναι πρὸς τὸν οὐρανόν, καὶ πάντων καταφρονεῖν τῶν ἐπὶ τῆς γῆς. Ὁ γὰρ μὴ δεόμενος τῆς παρὰ τῶν ἀνθρώπων τιμῆς, ἅπερ ἂν πράττοι καλά, ταῦτα μετὰ ἀσφαλείας ἅπαντα πράξει, καὶ οὔτε ἐπὶ τῶν λυπηρῶν, οὔτε ἐπὶ τῶν χρηστῶν τοῦ βίου τούτου πείσεταί τι δεινόν. Οὔτε γὰρ ταῦτα αὐτὸν καταπτῆξαι καὶ καθελεῖν, οὔτε ἐκεῖνα ἐξογκῶσαι καὶ φυσῆσαι δύναται, ἀλλ’ ἐν πράγμασιν εὐμεταπτώτοις καὶ τεταραγμένοις αὐτὸς μένει πάσης ἐκτὸς ὢν μεταβολῆς· ὅπερ ταχέως καὶ ἐπὶ τῆς σῆς ἔσεσθαι προσδοκῶ ψυχῆς, καὶ ἀθρόῳ ἁπάντων ἀποσπασθεῖσαν τῶν βιωτικῶν, τὴν ἐν τοῖς οὐρανοῖς ἡμῖν ἐπιδείξεσθαι πολιτείαν, καὶ τῆς δόξης, ἧς θρηνεῖς νῦν μικρὸν ὕστερον καταγελάσεσθαι, καὶ τὸ διάκενον καὶ μάταιον κατοπτεύσειν προσωπεῖον αὐτῆς. Εἰ δὲ ἀσφάλειαν ποθεῖς τὴν δι’ ἐκεῖνόν σοι γεγενημένην, καὶ τὴν τῶν πραγμάτων φυλακήν, καὶ τὸ παρὰ μηδενὸς ἐπιβουλεύεσθαι τῶν ταῖς ἀλλοτρίαις ἐπιπηδώντων συμφοραῖς. «Ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτὸς σε διαθρέψει. Ἐμβλέψατε γάρ, φησίν, εἰς ἀρχαίας γενεάς, καὶ ἴδετε τὶς ἤλπισεν ἐπὶ Κύριον, καὶ κατῃσχύνθη, ἢ τὶς ἐπεκαλέσατο αὐτόν, καὶ ὑπερεῖδεν αὐτόν, ἢ τὶς ἐνέμεινε ταῖς ἐντολαῖς αὐτοῦ, καὶ ἐγκατέλιπεν αὐτόν». Ὁ γὰρ τὴν συμφορὰν τὴν οὕτως ἀφόρητον παρενεγκών, καὶ ποιήσας εἶναι ἐν γαλήνῃ νῦν, οὗτος καὶ τὰ ἐπερχόμενα ἀποκρούσεται· ὅτι γὰρ ταύτης τῆς πληγῆς οὐδεμίαν ἑτέραν χαλεπωτέραν λήψῃ λοιπόν, καὶ αὐτὴ συνομολογήσαις ἡμῖν. Ἡ τοίνυν οὕτω γενναίως ἐνεγκοῦσα τὰ ἐν χερσί, καὶ ταῦτα ἄπειρος οὖσα, πολλῷ μᾶλλον τὰ ἐπερχόμενα, εἴποτε, ὃ μὴ γένοιτο, συμβῇ τι τῶν ἀβουλήτων ἡμῖν, οἴσεις εὐκόλως. Οὐκοῦν τὸν οὐρανὸν ζήτει, καὶ πάντα τὰ πρὸς τὴν ἐκεῖ φέροντα ζωήν, καὶ οὐδὲν τῶν ἐνταῦθα βλάψαι δυνήσεταί σε, οὐδὲ ὁ τοῦ σκότους κοσμοκράτωρ αὐτός, μόνον μὴ ἑαυτοὺς καταβλάψωμεν ἡμεῖς. Κἂν γὰρ τὴν οὐσίαν τις ἀφέληται, καὶ κατατέμῃ τὸ σῶμα, τούτων οὐδὲν πρὸς ἡμᾶς, ὑγιοῦς μενούσης ἡμῖν τῆς ψυχῆς.

ζ’. Ὅλως δὲ εἰ βούλει καὶ τὰ χρήματά σοι μένειν ἐν ἀσφαλείᾳ, καὶ αὔξεσθαι πάλιν, ἐγὼ σοι καὶ τὸν τρόπον ὑποδείξω καὶ τὸν τόπον, ἔνθα οὐδενὶ τῶν ἐπιβουλευόντων θέμις εἰσελθεῖν. Τὶς οὖν ἐστιν ὁ τόπος; Ὁ οὐρανός. Ἀπόστειλον αὐτὰ πρὸς τὸν καλὸν ἐκεῖνον ἄνδρα, καὶ οὔτε κλέπτης, οὔτε ἐπίβουλος, οὔτε ἄλλο τι τῶν λυμαινομένων αὐτοῖς ἐπιπηδῆσαι δυνήσεται. Ἂν ἐκεῖ κατορύξῃς ταῦτα τὰ χρήματα, πολὺν εὑρήσεις τὸν ἀπὸ τούτων καρπόν. Τὰ γὰρ ἐν τοῖς οὐρανοῖς φυτευόμενα πάντα παρ’ ἡμῶν καὶ πλείονα καὶ κρείττονα ἔχει τὴν φοράν, καὶ τοιαύτην οἵαν εἰκὸς ἐν οὐρανοῖς ἐῤῥιζωμένων αὐτῶν. Κἂν τοῦτο πράξῃς, ὅρα ποιῶν ἀπολαύσῃ καλῶν· πρῶτον μὲν τῆς αἰωνίου ζωῆς καὶ τῶν ἐπηγγελμένων τοῖς ἀγαπῶσι τὸν Θεόν, ἃ οὔτε ὀφθαλμὸς εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, ἔπειτα τοῦ πάντα συνοικῆσαι τῷ καλῷ τούτῳ τὸν αἰῶνα, καὶ τῶν ἐνταῦθα δὲ φροντίδων καὶ φόβων καὶ κινδύνων καὶ ἐπιβουλῶν καὶ ἔχθρας καὶ μίσους ἀπαλλάξεις σαυτήν. Ἕως μὲν γὰρ αὐτὰ περικειμένη ἧς, ἴσως ἔσονταί τινες οἱ ἐπιτεθησόμενοι· ἂν δὲ πρὸς τὸν οὐρανὸν αὐτὰ μεταθῇς, ἀκίνδυνον καὶ ἀσφαλῆ μετὰ εὐσεβείας ἀπολαύουσα. Καὶ γὰρ πολλῆς ἀλογίας, ἀγρὸν μὲν βουλόμενον ὠνήσασθαι τὴν εὐφοροῦσαν ζῆν ἐπιζητεῖν, οὐρανοῦ δὲ ἀντὶ γῆς προκειμένου, παρὸν ἐκεῖ κτήσασθαι χωρίον, μένειν ἐπὶ τῆς τῆς, καὶ τῶν ἐκ ταύτης ἀνέχεσθαι πόνων [καὶ τῶν ἁμαρτιῶν]· πολλάκις γὰρ σφάλλει τῆς ἐλπίδος ἡμᾶς. Ἐπειδὴ δὲ σου δεινῶς στρέφει τὴν ψυχὴν καὶ θορυβεῖ τὸ προσδοκηθέν, πολλάκις αὐτὸν ἐπὶ τὸ τῶν ὑπάρχων ἥξειν ἀξίωμα καὶ προανηρπάσθαι τῆς ἀρχῆς, πρῶτον μὲν ἐκεῖνο σκόπει, ὅτι εἰ καὶ σφόδρα δήλη ἦν αὕτη ἡ ἐλπίς, ἀλλ’ ὅμως ἀνθρώπων ἐλπὶς ἦν, πολλάκις διαπίπτουσα· καὶ πολλὰ ἐν τῷ βίῳ τοιαῦτα ὁρῶμεν γινόμενα, καὶ τῶν σφόδρα προσδοκηθέντων ἀτελέστων μεινάντων, τὰ δὲ μηδ’ εἰς νοῦν ἐλθόντα ἡμῖν εἰς τέλος ἐξῆλθε πολλάκις, καὶ τοῦτο κἂν ταῖς ἀρχαῖς, κἂν ταῖς βασιλείαις, κἂν ταῖς κληρονομίαις, καὶ τοῖς γάμοις, καὶ πανταχοῦ συμβαῖνον ὁρῶμεν ἀεί. Ὥστε εἰ καὶ σφόδρα ἐγγὺς ἦν ὁ καιρός, ἀλλὰ πολλά, κατὰ τὴν παροιμίαν, «μεταξὺ κύλικος καὶ χείλεος ἄκρου πέλει». Καὶ ἡ Γραφὴ δὲ φησιν· «Ἀπὸ πρωΐθεν ἕως ἑσπέρας μεταβάλλει καιρός». Οὕτω καὶ βασίλευες ὁ σήμερον ὢν αὔριον τελευτᾷ. Καὶ πάλιν τὸ παρ’ ἐλπίδας ἐμφαίνων ἡμῖν αὐτὸς οὗτος ὁ σοφὸς φησι· «Πολλοὶ τύραννοι ἐκάθισαν ἐπὶ ἐδάφους, ὁ δὲ ἀνυπονόητος ἐφόρεσε διάδημα». Καὶ οὐ πάντως δῆλον ἦν ὅτι ζήσας ἐπ’ ἐκείνην ἥξει τὴν ἀρχήν· τὸ γὰρ τοῦ μέλλοντος ἄδηλον καὶ ἕτερα ὑποπτεύειν παρεῖχεν ἡμῖν. Πόθεν γὰρ δῆλον ὅτι ζήσας ἐπ’ ἐκείνην ἥξει τὴν ἀρχήν; Ὅτι οὐχὶ καὶ τὰ ἐναντία ἐξέβαινε, καὶ τῆς οὔσης ἐξέπιπτε τιμῆς νόσῳ παραδοθείς, καὶ φθόνῳ καὶ βασκανίᾳ τῶν βουλομένων αὐτῶν παρευημερῆσαι βληθείς, ἢ καὶ ἕτερόν τι παθῶν χαλεπόν; Θῶμεν δέ, εἰ βούλει, καὶ δῆλον εἶναι σαφῶς ὅτι πάντως ἐπιβιώσας, ταύτης ἔμελλεν ἐπιτυγχάνειν τῆς κορυφῆς· ὅσῳ γὰρ ἡ ἀξία μείζων, τοσούτῳ καὶ μείζονας ἔχειν ἀνάγκη τοὺς κινδύνους ἦν,καὶ φροντίδας καὶ ἐπιβουλάς. Μηδὲ ταῦτα ἔστω, ἀλλ’ ἀκινδύνως καὶ μετὰ πολλῆς τῆς ἡσυχίας ἐκεῖνο διαπλείτω τὸ πέλαγος· καὶ τὶ τὸ πέρας εἶπε μοι; Οὐ τοῦτο ὅπερ νῦν, μᾶλλον δὲ τοῦ τοῦτο, αλλ’ ἕτερον ἴσως ἀηδὲς καὶ ἀπευκτόν. Πρῶτον μὲν τὸ βραδύτερον ἰδεῖν τὸν οὐρανόν, καὶ τὰ ἐν τοῖς οὐρανοῖς, ὅπερ οὐ μικρὰ ζημίας τοῖς ὑπὲρ τῶν μελλόντων πεπιστευκόσιν ἐστίν· ἔπειτα δέ, εἰ καὶ σφόδρα ἐβίου καθαρῶς, ἀλλ’ ὅμως τὸ μῆκος τοῦ βίου καὶ ἡ τῆς ἀρχῆς ἐκείνης ἀνάγκη οὐκ ἂν ἀφῆκεν οὕτως ἀπελθεῖν καθαρὸν ὥσπερ νῦν. Ἄδηλον δὲ εἰ καὶ πολλὰς δεξάμενος μεταβολὰς καὶ πρὸς ῥαθυμίαν ἀποκλίνας ἐσχάτης ἀνέπνευσε. Νῦν μὲν γὰρ θαῤῥοῦμεν, ὅτι τῇ τοῦ Θεοῦ χάριτι πρὸς τῇ τῆς ἀναπαύσεως ἀπέπτη χωρίον, διὰ τὸν μηδὲν αὐτῷ τετολμῆσθαι ἴτων ἀποκλειόντων τῆς βασιλείας τὸν οὐρανῶν· τότε δὲ πολὺν χρόνον δημοσίοις πράγμασιν ἐνδιατρίψας, ἴσως ἂν καὶ ῥύπον πολὺν προσετρίψατο. Τὸ γὰρ ἐν μέσῳ στρεφόμενον τοσούτων κακῶν κατορθῶσαι μὲν τῶν σφόδρα σπανίων ἐστίν, ἁμαρτεῖν δὲ καὶ ἄκοντα καὶ ἑκόντα, τῶν εἰκότων καὶ συμβαινόντων ἀεί. Ἀλλὰ νῦν τούτου τοῦ δέους ἀπηλλάγμεθα, καὶ σφόδρα πεπείσμεθα ὅτι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ μετὰ πολλῆς ἥξει τῆς φαιδρότητος, ἐγγὺς τοῦ βασιλέως ἀπολάμπων, καὶ μετ’ ἀγγέλων προηγούμενος τοῦ Χριστοῦ, καὶ τὴν ἄῤῥητον δόξαν ἠμφιεσμένος, καὶ κρίνοντι παρεστὼς τῷ βασιλεῖ, καὶ τὰ πρῶτα διακονούμενος αὐτῷ. Διὸ τοὺς θρήνους ἀφεῖσα καὶ τὰς οἰμωγὰς ἔχου τῆς αὐτῆς πολιτείας μᾶλλον δὲ καὶ ἀκριβεστέρας, ἵνα πρὸς τὴν ἴσην αὐτῷ φθάσασα ἀρετήν, τὴν αὐτὴν ἐκείνῳ κατοικήσῃς σκηνήν, καὶ συναφθῆναι πάλιν αὐτῷ δυνηθῇς εἰς τοὺς ἀθανάτους αἰῶνας ἐκείνους, οὐ ταύτην τὴν τοῦ γάμου συνάφειαν, αλλ’ ἑτέραν πολλῷ βελτίονα. Αὕτη μὲν γὰρ σωμάτων ἐστὶ συμπλοκὴ μόνον· τότε δὲ ψυχῆς ἔσται πρὸς ψυχὴν ἕνωσις ἀκριβέστερα, καὶ ἡδίων πολλῷ καὶ βελτίων. Πρὸς τὴν Αὐτὴν περὶ μονανδρίας

α’. Τὸ μὲν τὰς ἀπείρους ὁμιλίας ἀνδρῶν καὶ ὠδίνων καὶ τῶν ἄλλων ἁπάντων, ἅπερ ἐπισυρόμενος ὁ γάμος εἰς τὰς ἀνθρώπων εἰσέρχεται οἰκίας, ἄνδρας ἐπιζητεῖν θαυμαστὸν οὐδέν· καὶ γὰρ τὸν πόλεμον πρᾶγμα οὕτως ἐπίπονον τοῖς ἀπείροις γλυκὺν ἡ παροιμία εἶναί φησι· τὸ δὲ τὰς μυρία ἀνασχομένας κακά, πολλάκις δὲ ὑπὸ τῆς τῶν πραγμάτων ἀνάγκης ἀναπεισθείσας, μακαρίσαι μὲν τὰς ἀπηλλαγμένας τῶν τοῦ κόσμου πραγμάτων, ἐπαρᾶσθαι δὲ μυριάκις ἑαυταῖς, καὶ ταῖς προμνηστευτρίαις, καὶ τῇ ἡμέρᾳ καθ’ ἣν αἱ παστάδες ἐπλέκοντο, ταύτας δὲ μετὰ τοσαύτην ἀποδυσπέτησιν πάλιν τῶν αὐτῶν πραγμάτων ἐπιθυμεῖν, τοῦτό ἐστι τὸ μάλιστά με ἐκπλῆττον καὶ ποιοῦν ἀπορεῖν, καὶ τὴν αἰτίαν ἐπιζητεῖν, δι’ ἣν τὰ πράγματα, ἃ πρότερον ἐνόμιζον εἶναι φευκτά, ὅτε ἦσαν ἐν αὐτοῖς, ταῦτα νῦν, ὅτε αὐτῶν ἀπηλλάγησαν, ὡς ποθεινὰ πάλιν διώκειν. Καὶ μυρίσου ἄνω καὶ κάτω στρέφων παρ’ ἐμαυτῷ λογισμοὺς μόλις ποτέ, ὡς ἐμαυτὸν πείθω, τὴν αἰτίαν τοῦ πράγματος ηὕρισκον· μᾶλλον δὲ οὐ μία τὶς ἐστιν αἰτία, οὐδὲ δύο μόνον, ἀλλὰ καὶ τούτων πλείους. Αἱ μὲν γὰρ ὑπὸ τοῦ πολλοῦ χρόνου λήθῃ παραδοῦσαι τὰ πρότερα, καὶ τὰ ἐν χερσὶ μνημονεύουσαι μόνον, ἔρχονται μὲν ἐπὶ τὸν γάμον ὡς ἐπὶ λύσιν τῶν τῆς χηρείας κακῶν, εὑρίσκουσι δὲ ἕτερα πολλῷ χαλεπώτερα ἐν αὐτῶν, ὡς πάλιν τὰς αὐτὰς ἀφιέναι φωνὰς ἅσπερ καὶ πρότερον. Ἄλλαι δὲ πάλιν πρὸς τὰ τοῦ κόσμου κεχηνυῖαι πράγματα, καὶ τῆς δόξης τοῦ παρόντος ἐκκρεμάμεναι βίου, καὶ τὴν χηρείαν ἐπονείδιστον πρᾶγμα εἶναι νομίζουσαι, αἱροῦνται τὰς ἐν τῷ γάμῳ ταλαιπωρίας, ὑπὲρ τῆς δόξης τῆς κενῆς καὶ τοῦ τύφου τοῦ περιττοῦ. Εἰσὶ δὲ αἱ τούτων μὲν οὐδενί, ἀκρασίᾳ δὲ μόνῃ κρατούμεναι, ἐπὶ τὰ πρότερα πάλιν ἐπανέρχονται, καὶ τὴν ὄντως αἰτίαν πειρῶνται τάσι εἰρημέναις ἀποκρύπτειν προφάσεσιν. Αἰτιᾶσθαι μὲν οὖν αὐτὰς καὶ καταδικάσαι ὑπὲρ τοῦ γάμου τούτου οὔτε αὐτὸς τολμῶ, οὔτε ἄλλῳ παραινῶ· ἐπειδὴ μηδὲ τῷ μακαρίῳ Παύλῳ τοῦτο δοκεῖ, μᾶλλον δὲ τῷ Πνεύματι τῷ ἁγίῳ. Εἰπὼν γάρ, «Γυνὴ δέδεται νόμῳ ἐφ’ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ἐὰν δὲ κοιμηθῇ ὁ ἀνὴρ αὐτῆς, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν Κυρίῳ· καὶ συγχωρήσας τῇ χήρᾳ εἰ βούλοιτο γαμηθῆναι πάλιν», καὶ εἰπών· «Μακαριωτέρα δὲ ἐστιν, ἐὰν οὕτω μείνῃ»· ἵνα μὴ τις νομίσῃ ἀνθρώπινον εἶναι τὸ ἐπίταγμα, ἐπήγαγε· «Δοκῶ δὲ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν»· δηλῶν ὅτι ἐν Πνεύματι ταῦτα ἔγραψε.

Μὴ τοίνυν ἐγκαλοῦντα ταῖς γαμουμέναις ἢ μεμφόμενον νομιζέτω μὲ τις λέγειν ταῦτα, ἅπερ ἐρῶ νῦν. Καὶ γὰρ ἂν εἴη τῆς ἐσχάτης ἀπονοίας τε καὶ μανίας, ἃς οὐκ ἐκόλασεν ὁ μακάριος ἐκεῖνος, ἀλλ’ ἐφείσατο, ταύτας ἡμᾶς καταδικάζειν ἀφειδῶς ἐξ ἐναντίας, καὶ ταῦτα μυρίων ἐμπεπλησμένους κακῶν. Εἰ γὰρ μηδὲ κρίνειν κελευόμεθα, ἵνα μὴ τῷ αὐτῷ μέτρῳ κριθῶμεν, μηδὲ σφοδροὶ τῶν ἑτέροις ἁμαρτανομένων γίνεσθαι δικασταί, ἀλλὰ συγγνωμονικοὶ καὶ ἥμεροι· ὅταν πρᾶγμα τι κολάσῃς μηδὲ ἁμάρτημα ὅν, καὶ κατακρίνῃς ἑτέρους, πάσης ἀποστερεῖς σεαυτὸν συγγνώμης, διὰ τῶν εἰς τὸν πλησίον σφοδρότερον σαυτῷ γίνεσθαι παρασκευάζων τὸν κριτήν. Οὐ τοίνυν κατηγορῶν αὐτῶν οὐδὲ καθαπτόμενος ἐπὶ τοῦτο ἦλθον νῦν· τὸ γὰρ ἐν Κυρίῳ γενέσθαι δυνάμενον, πάσης κατηγορίας ἀπήλλακται. «Μόνον γάρ, φησίν, ἐν Κυρίῳ». Ὥσπερ οὖν ὅταν ὑπὲρ παρθενίας λέγωμεν, οὐ τὸν γάμον ἀτιμάζοντες ἐκείνην ἐπαίρομεν· οὕτως ὅταν πὲρ χηρείας διαλεγώμεθα, οὐ τὸν δεύτερον γάμον ἐν τοῖς ἀπειρημένοις τιθέντες τῷ προτέρῳ στέργειν παρακαλοῦμεν, ἀλλ’ ὁμολογοῦμεν μὲν καὶ τοῦτον εἶναι κατὰ νόμον τὸν δεύτερον, πολλῷ δὲ τὸν ἕνα τοῦ δευτέρου βελτίονα. Μὴ δὴ οὖν τὴν κατὰ σύγκρισιν ὑπεροχὴν τοῦ κατ’ αὐτὴν ἐλαττωθέντος πράγματος κακίαν τις εἶναι νομιζέτω. Οὐδὲ γὰρ εἰς τὴν τῶν πονηρῶν τὸ πρᾶγμα ὠθοῦντες τάξιν τὴν σύγκρισιν ταύτην ποιούμεθα· ἀλλ’ ἀφέντες αὐτὸ τῶν νενομισμένων εἶναι καὶ ἐν ἐξουσίᾳ, οὕτως αὐτοῦ τὸ πολλῷ κρεῖττον προτιμῶμέν τε καὶ θαυμάζομεν. Τὶ δήποτε; Ὅτι οὐκ ἔστιν ἴσον ἑνὸς ἀνδρὸς εἶναι γυναῖκα καὶ δευτέρου τὴν αὐτήν. Ἡ μὲν γὰρ ἀρκεσθεῖσα τῷ προτέρῳ ἔδειξεν ὅτι οὐδ’ ἂν τοῦτον εἵλετο τὴν ἀρχήν, εἰ τοῦ πράγματος ᾔδει τὴν πεῖραν καλῶς· ἡ δὲ δεύτερον ἐπεισάγουσα νυμφίον τῇ τοῦ προτέρου εὐνῇ, τῆς πολλῆς περὶ τὸν κόσμον φιλίας καὶ πρὸς τὰ γήινα πράγματα συμπαθείας τεκμήριον ἐξήνεγκεν οὐ μικρόν. Κἀκείνη μὲν οὔτε ζῶντος τοῦ ἀνδρὸς πρὸς ἕτερόν τινα ἐπτοεῖτο· αὕτη δὲ εἰ καὶ μὴ ἥμαρτεν εἰς ἑτέρους ζῶντος ἐκείνου, ἀλλ’ ἐκείνου μᾶλλον πολλοὺς ἑτέρους ἐθαύμασεν.

β’. Ἵνα δὲ μὴ τοῦ διελθόντος καταστοχαζώμεθα βίου, αὐτὸ τὸ πρᾶγμα συγκρίνομεν . Ὥσπερ γὰρ ἡ παρθένια τοῦ γάμου κρείττων, οὕτως οὗτος ἐκείνου βελτίων ὁ γάμος. Ἡ μὲν χήρα, ἀπὸ τῆς ἀρχῆς ἐλαττωθεῖσα τῆς παρθενίας μόνον, κατὰ τὸ τέλος ἐξισοῦται πάλιν αὐτῇ καὶ συνάπτεται· ὁ δὲ γάμος οὗτος ἐξ ἑκατέρων αὐτῆς ἀφέστηκε τῶν μερῶν. Χωρὶς δὲ τούτων ἡ μὲν εὐκόλως φέρουσα τὴν χηρείαν, καὶ ζῶντος πολλάκις ἐγκρατεύεται τοῦ ἀνδρός· ἡ δὲ τὸ πρᾶγμα ἔχουσα ἐπαχθῶς οὐ δύο μόνον καὶ τρισίν, ἀλλὰ καὶ πολλῷ πλείοσιν ὁμιλῆσαι παρεσκεύασται ἀνδράσι, καὶ μόλις τοῦ γήρως ἐπελθόντος ἀφίσταται. Ὥσπερ οὖν πολλῆς σεμνότητος καὶ σωφροσύνης σημεῖον ὁ γάμος ἐκεῖνός ἐστιν, οὕτως οὗτος ἀσελγείας μὲν οὐκ ἂν εἴποιμι, μὴ γένοιτο! Ἀσθενοῦς δὲ ψυχῆς καὶ σαρκικωτάτης, καὶ τῇ γῇ προσδεδεμένης, καὶ μέγα καὶ ὑψηλὸν οὐδὲν δυναμένης φαντασθῆναί ποτε.

Εἰ δὲ λέγοι τις, ὅτι τὸ καλὸν ταὐτὸν ἐστι, κἂν τὲ ἅπαξ γένηται, κἂν τε δίς, κἂν τε πολλάκις (ὁμοίως γὰρ ἔσται καλόν, καὶ ὁ πολλάκις αὐτῷ χρώμενος μᾶλλον ἐπαινοῖτ’ ἂν δικαίως· ὥστε εἰ καὶ ὁ γάμος καλόν, ὁ συνεχῶς αὐτῷ κεχρημένος τοῦ σπανιάκις θαυμαστότερος, καὶ μᾶλλον ἀποδεκτός)· ἐροῦμεν, ὅτι τοὺς μὲν ἀφελεστέρους τοῦτο σοφίσασθαι δύναιτ’ ἄν, τοῖς δὲ βουλομένοις προσέχειν, εὐφώρατον ἔσται τὸ σόφισμα. Γάμος γὰρ οὐ διὰ τὴν μίξιν λέγεται γάμος· ἐπεὶ οὕτω γε καὶ ἡ πορνεία γάμος ἂν ἦν· ἀλλὰ διὰ τὸ στέργειν ἑνὶ τὴν γαμουμένην ἀνδρί, καὶ τούτῳ τῆς πόρνης διέστηκεν ἡ ἐλευθέρα καὶ σώφρων γυνή. Εἰ μὲν γὰρ ἑνὶ διαπαντὸς ἀρκοῖτο ἀνδρί, γάμος τὸ πρᾶγμα εἰκότως ἂν λέγοιτο· εἰ δὲ ἀνθ’ ἑνὸς πολλοὺς εἰς τὴν οἰκίαν εἰσάγει νυμφίους, πορνείαν μὲν οὐ τολμῶ τὸ πρᾶγμα καλεῖν, τῆς δὲ οὐκ εἰδυίας ἕτερον ἄνδρα πλὴν ἑνὸς πολλῷ τῷ μέτρῳ ἀπολείπεσθαι φαιὴν ἄν. Ἐκείνη μὲν γὰρ ἤκουσε τοῦ Κυρίου λέγοντος, «Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ, καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν», καὶ ὥσπερ σαρκὸς ἀληθῶς οἰκείας ἀντείχετο, καὶ οὐκ ἐπελάθετο τῆς ἅπαξ δοθείσης αὐτῇ κεφαλῆς· αὕτη δὲ οὔτε τὸν πρῶτον, οὔτε τὸν δεύτερον ἔσχεν ἐν τάξει τῆς οἰκείας σαρκός, ὁ μὲν γὰρ πρῶτος ἐκβέβληται παρὰ τοῦ δευτέρου, ὁ δεύτερος δὲ ὑπ’ ἐκείνου· οὔτε δὲ τοῦ προτέρου μεμνῆσθαι δύναιτ’ ἂν καλῶς τῷ ἑτέρῳ μετ’ ἐκεῖνον προσέχουσα, οὔτε τοῦτον μετὰ τῆς προσηκούσης φιλοστοργίας ὄψεται, σχιζομένης εἰς τὸν ἀπελθόντα τῆς διανοίας αὐτῆς. Ὥστε ἑκάτερον λοιπὸν συμβαίνει, καὶ τοῦτον κἀκεῖνον ἐκβεβλῆσθαι τῆς ἀνδρὶ προσηκούσης καὶ τιμῆς καὶ φιλίας παρὰ γυναικός. Ποίαν δὲ ὅλως οἴεται ἔχειν ψυχὴν τὸν δεύτερον νυμφίον εἰς τὸν τοῦ προτέρου θάλαμον εἰσαγόμενον, καὶ εἰς τὴν εὐνὴν ἀναβαίνοντα τὴν ἐκείνου, καὶ γελῶσαν καὶ χαριεντιζομένην ἐπὶ τοῦτος ὁρῶντα τὴν ἐκείνου γυναῖκα; Σφόδρα γε· οὐδὲ γὰρ μετὰ πολλῆς αὐτῇ προσελεύσεται τῆς φιλίας· κἂν γὰρ ἁπάντων ἀνθρώπων ἀπηνέστερος ᾗ, οὐκ ἔσται οὕτως ἄγριος, ὡς μηδὲν ἀνθρώπινον παθεῖν, κἂν μυρίοις καὶ ἑαυτὴν καὶ τὸν οἶκον περιβάλλῃ καλλωπισμοῖς ἐκείνη. Τὸ γὰρ καταλαβὸν ἤδη πένθος τὴν οἰκίαν οὐκ ἀφίησι καθαρὰν γενέσθαι τὴν εὐφροσύνην· ἀλλ’ ὥσπερ ἐπὶ τῶν τοίχων ὅταν σφόδρα καταφλεγὲν τις μέρος τύχῃ, εἶτα ἠρέμα κονιαθέντι τὸ τῆς μελανίας ἐπιτεταμένον καὶ βαθὺ λυμαίνεται τῇ τῆς ἐπιφανείας λευκότητι, καὶ ἔστι θέαμα ἀηδές· οὕτω καὶ ἐνταῦθα, κἂν πολλὰ ἐπινοήσῃ τὰ λαμπρά, ἐν μέσοις αὐτοῖς διαφαίνεται τὰ σκυθρωπά, καὶ τις ἐν τοῖς μίξις ἀτερπής. Καὶ γὰρ καὶ οἰκέται, καὶ θεράπαιναι, καὶ γεωργοί, καὶ πάροικοι, καὶ γείτονες, καὶ συγγενεῖς τοῦ προαπελθόντος κατηφοῦσιν ἐπὶ τοῖς γενομένοις καὶ στενάζουσιν. Εἰ δὲ καὶ ὀρφανοὶ τύχωσι καταλειφθέντες, νέοι μὲν ὄντες κομιδῇ, σφοδρὸν τὸ παρὰ τῶν δυναμένων συνιέναι τῶν γινομένων τῇ μητρὶ τὸ μῖσος ἐξάπτουσιν· εἰ δὲ ἐνήλικες τύχοιεν ὄντες, πάντων ἐκεῖνοι μᾶλλον ἀηδίαν κατασκευάζουσιν. Ἅπερ οὖν καὶ τὸ νομοθέται συνεωρακότες ἅπαντα, καὶ τοὺς ἐπὶ τούτοις ἀλγοῦντας παραμυθούμενοι, καὶ ὑπὲρ ἑαυτῶν ἀπολογούμενοι, ὅτι οὐ κατὰ γνώμην οὐδὲ προηγουμένως τοῦτον τὸν γάμον ἐπέταξαν, ἀλλὰ δεδοικότες, μὴ τι χεῖρον γένηται κακόν, πάντα τοῦ δευτέρου γάμου τὰ φαιδρὰ παρῃτήσαντο, καὶ οὔτε αὐλός, οὔτε κρότοι, οὔτε ὑμέναιος, οὔτε ὀρχήματα, οὔτε στέφανοι νυμφικοί, οὔτε ἄλλο τι τῶν τοιούτων τὴν ἑσπέραν κοσμοῦσιν ἐκείνην, ἀλλὰ πάντων αὐτὴν ἀποκοσμήσαντες, οὕτως ἀστεφάνωτον ἄγουσι τὸν ἄνδρα πρὸς τὴν χήραν γυναῖκα, μονονουχὶ βοῶντες διὰ τούτων ὅτι πάντα συγγνώμης ἄξια πράττουσιν, ἀλλ’ οὐκ ἐπαίνων καὶ κρότων καὶ στεφάνων.

γ’. Πῶς οὖν ὁ Παῦλος ἐκώλυσε χηρεύειν, φησί, καὶ βουλομένας τὰς νέας, οὑτωσὶ γράφων· «Νεωτέρας δὲ χήρας παραιτοῦ»; Οὐχ ὁ Παῦλος τὰς βουλομένας χηρεύειν ἐκώλυσεν, ἀλλ’ ἐκεῖναι καὶ τὸν Παῦλον ἠνάγκασαν μὴ βουλόμενον τοῦτον διατάξασθαι τὸν νόμον αὐταῖς· εἰ γὰρ τοῦ Παύλου τὸ θέλημα βούλει μαθεῖν, ἄκουε τὶ φησι· «Θέλω δὲ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν, ἐν ἐγκρατείᾳ». Ὥστε οὐκ ἐν ἐμαχέσατο ἑαυτῷ, οὐδὲ ἐναντιολογία τοσαύτῃ περιέπεσεν ὁ μακάριος ἐκεῖνος, οὐδ’ ἂν ὁ πάντας ἀνθρώπους βουλόμενος εἶναι ἐν ἐγκρατείᾳ, τὰς βουλομένας χηρεύειν ἐκώλυσε. Πῶς οὖν φησι· «Νεωτέρας δὲ χήρας παραιτοῦ»; Ἀλλ’ εἰπέ, τίνος ἕνεκεν καὶ διὰ τί; Οὐ γὰρ ἁπλῶς οὕτως εἴρηκεν, ἀλλὰ καὶ τὴν αἰτίαν προστέθεικεν εἰπών· «Ὅταν γὰρ καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσιν». Ὁρᾷς ὅτι οὐ τὰς χηρεύειν βουλομένας, ἀλλὰ τὰς γαμῆσαι προαιρουμένας μετὰ τὸ χηρεῦσαι κωλύει ἐκεῖνος χηρεῦσαι καὶ εἰς τὸν ἅγιον ἐκεῖνον κατατάττεσθαι χορόν· καὶ σφόδρα ποιῶν συνετῶς. Εἰ γὰρ μέλλοις, φησί, δευτέροις γάμοις ὁμιλεῖν, μηδὲ ἐπαγγείλῃ χηρείαν· τοῦ γὰρ μηδ’ ὅλως ὑποσχέσθαι τὸ μετὰ τὴν ὑπόσχεσιν ἀγνωμονῆσαι πολλῷ χεῖρόν ἐστιν. Ὥσπερ οὖν τὰς συνεχεῖς συνουσίας ἐπέτρεψεν, οὐ νομοθετῶν, ἀλλὰ συγγινώσκων αὐτοῖς· «Τοῦτο γὰρ λέγω, φησί, κατὰ συγγνώμην, οὐ κατ’ ἐπιταγήν, καὶ τὴν ἀκρασίαν ὑμῶν»· οὕτω καὶ ἐνταῦθα δι’ ἕτερον μεῖζον κακὸν τὸν δεύτερον γάμον ἐπέταξε, δεικνὺς ὅτι καὶ τοῦτο συγγνώμης ἐστί, τῇ τῶν πολλῶν ἀσθενείᾳ συγκαταβαινούσης. Ἀσθένειαν δὲ οὐ δυνάμεως, ἀλλὰ προαιρέσεώς φημι. Καθάπερ γὰρ ἡ παρθένος, μετὰ τὴν τῆς παρθενίας ἐπαγγελίαν διαφθαρεῖσα, μοιχείας χεῖρον ἐτόλμησεν· οὕτω καὶ ἡ χήρα ἅπαξ ἐπαγγειλαμένη, εἶτα πατήσασα τὰς πρὸς τὸν Θεὸν συνθήκας, ὑπὸ τὴν αὐτὴν ἁμαρτίαν πεσεῖται, καὶ τῆς αὐτῆς ἔσται τιμωρίας ὑπεύθυνος· εἰ δὲ χρὴ τι καὶ θαυμαστὸν εἰπεῖν, τάχα καὶ πολλῷ μείζονος· οὐ γὰρ ἐστιν ἴσον, ὅπερ καὶ ἀρχόμενος εἶπον, τὴν τε ἄπειρον, καὶ τὴν πεπειραμένην τοῖς αὐτοῖς πάλιν περιπεσεῖν πειρασμοῖς. Καὶ οὐκ ἐνταῦθα μόνον, ἀλλὰ προειπών, καὶ πάλιν λέγων, «Βούλομαι νεωτέρας χήρας γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν, τὴν αἰτίαν προστίθησι, δι’ ἣν ταῦτα βούλεται». Τὶς δὲ ἐστιν αὕτη; «Μηδεμίαν, φησί, διδόναι τῷ ἀντικειμένῳ ἀφορμὴν λοιδορίας χάριν». Ἐπειδὴ γὰρ πολλὰς τῶν χηρῶν εἰκὸς ἦν τότε προπετέστερον καὶ αὐθαδέστερον τῷ μετὰ ταῦτα κεχρῆσθαι βίῳ, καθάπερ τινὸς ἀνάγκης καὶ δεσποτείας τῆς πρὸς τὸν ἄνδρα συζυγίας ἀπαλλαγείσας, ὡς καὶ πονηρὰν ἐπισπάσασθαι δόξαν διὰ τῆς ἰταμότητος, ἀπάγων αὐτὰς τῆς ὀλεθρίου ταύτης ἐλευθερίας, πάλιν ἐπὶ τὸν ζυγὸν ἄγει τὸν πρότερον. Εἰ γὰρ μέλλοι τις, φησί, χήρα οὖσα λάθρᾳ πορνεύειν καὶ καταισχύνειν ἑαυτήν, πολλῷ βέλτιον γαμεῖν, καὶ «μηδεμίαν διδόναι τῷ ἀντικειμένῳ ἀφορμὴν λοιδορίας χάριν»· ὥστε διὰ τὸ μὴ παρέχειν τὰς ἀφορμὰς τῆς λοιδορίας, καὶ βίον ἐφύβριστον ζῆν καὶ πορνικόν, τὸν γάμον ἐπέταξεν. Ἄκουε γοῦν καὶ ὅσα αὐτῶν κατηγορεῖ. Δέον γὰρ εἰς προσευχὰς τετράφθαι τὸν ἅπαντα χρόνον καὶ ἱκετηρίας· «Αἱ δέ, φησί, καὶ ἀργαὶ μανθάνουσιν περιερχόμεναι τὰς οἰκίας»· οὐ μόνον δὲ ἀργαί, ἀλλὰ καὶ φλύαροι καὶ περίεργοι, λαλοῦσαι τὰ μὴ δέοντα. Αὐτὸς δὲ οὐχ οὕτω βούλεται, ἀλλὰ προσηλῶσθαι αὐτὴν διαπαντὸς τοῖς πνευματικοῖς. «Ἡ γὰρ σπαταλῶσα, φησί, ζῶσα τέθνηκεν». Ἐπεὶ καὶ τὴν παρθένον, οὐ τῇ τοῦ σώματος ἁγνείᾳ βούλεται ὁρίζειν τοῦτο τὸ καλόν, ἀλλὰ τὴν πᾶσαν σχολὴν εἰς τὴν λατρείαν ἀναλίσκειν τοῦ Θεοῦ. «Τοῦτο γάρ, φησί, λέγω ὑμῖν, οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ εὐπρόσεδρον τῷ Κυρίῳ ἀπερισπάστως». Οὐ γὰρ θέλει αὐτὴν μερίζεσθαι, ἀλλ’ ὅλην εἶναι τῶν πνευματικῶν καὶ τῶν ἐν τοῖς οὐρανοῖς, καὶ τὰ τοῦ Κυρίου μεριμνᾶν. Οὕτω καὶ τὴν χήραν πολιτεύεσθαι παραινεῖ λέγων· «Ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπισεν ἐπὶ τὸν Θεόν, καὶ προσμένει ταῖς δεήσεσι, καὶ ταῖς προσευχαῖς νυκτὸς καὶ ἡμέρας». Ὅταν οὖν τὴν σχολὴν ἣν ἐν τοῖς εὐαγγελικοῖς πράγμασιν ἀναλίσκειν χρή, ταύτην μὴ μόνον εἰς περιττὰ καὶ ἀνωφελῆ, ἀλλὰ καὶ εἰς τὰ σφόδρα ἐπιβλαβῆ παρὰ πάντα δαπανῶσι τὸν βίον, εἰκότως αὐτὰς ἐπὶ γάμον ἄγει λοιπόν. Καθάπερ οὖν καὶ Ἰουδαίοις τὸ σάββατον ἔδωκεν ὁ Θεός, οὐχ ἵνα ἀργῶσιν ἁπλῶς, ἀλλ’ ἵνα τῶν πονηρῶν ἀπέχωνται πράξεων· οὕτω καὶ ἡ χήρα καὶ ἡ παρθένος, οὐχ ἵνα ἁπλῶς μὴ ὁμιλῶσιν ἀνδρί, τοῦτον αἱροῦνται τὸν βίον, ἀλλ’ ἵνα τὰ τοῦ Κυρίου μεριμνῶσιν, ἵνα ἐξ ὁλοκλήρου τῇ τοῦ Θεοῦ θεραπείᾳ προσεδρεύωσι.

δ’. Ναί, φησίν· ἀλλ’ ἀφόρητον ἔσται κακὸν γυναῖκα οὖσαν πραγμάτων ἄπειρον τὰ τῶν ἀνδρῶν ἀναγκάζεσθαι ὑπομένειν. Οὔτε γὰρ αὐτὴ μεταχειρίσαι δυνήσεται, καθάπερ ἐκεῖνος, καὶ θλίψεις ἀπὸ τούτων καὶ τὸ πάντα ἀπολέσαι κερδανοῖ μόνον. Ἆρ’ οὖν πᾶσαι αἱ μὴ δευτέροις ὁμιλήσασαι γάμοις πάντα ἀπώλεσαν τὰ αὐτῶν, καὶ πάντων ἐξέπεσον, καὶ οὐκ ἔστιν ἰδεῖν γυναῖκα χήραν πραγμάτων προϊσταμένην; Σκῆψις ταῦτα καὶ πρόφασις καὶ τῆς οἰκείας ἀσθενείας προκαλύμματα. Πολλαὶ γὰρ τῶν ἀνδρῶν γενναιότερον καὶ οἰκίας προέστησαν, καὶ παῖδας ἐξέθρεψαν ὀρφανούς, καὶ τὰς ἐν χερσὶν οὐσίας αἱ μὲν ηὔξησαν, αἱ δὲ οὐκ ἠλάττωσαν. Καὶ γὰρ ὁ Θεὸς ἐξ ἀρχῆς οὐ τὸ πᾶν τοῖς ἀνδράσιν ἐπέτρεψεν, οὐδὲ ἐν πᾶσιν αὐτῶν ἐκκρέμασθαι τὰ ἐν τῷ βίῳ πράγματα μόνον ἀφῆκεν· ἧ γὰρ ἂν εὐκαταφρόνητος ἡ γυνὴ ἦν, μηδὲν συντελοῦσα πρὸς τὸν βίον ἡμῖν. Ὅπερ οὖν εἰδὼς ὁ Θεὸς ἀπένειμεν αὐτῇ μοῖραν οὐκ ἐλάττονα· καὶ τοῦτο δηλῶν ἄνωθεν ἔλεγε, «Ποιήσωμεν αὐτῷ βοηθόν». Ἵνα γὰρ μὴ τῷ πρῶτον γεγενῆσθαι, μηδὲ τῷ δι’ αὐτὸν τὴν γυναῖκα πεπλάσθαι, μέγα κατ’ αὐτῆς ἔχῃ φρονεῖν ὁ ἀνήρ, διὰ τοῦ ῥήματος τούτου κατέστειλε τὸν τῦφον αὐτοῦ, δεικνὺς ὅτι οὐχ ἧττον τοῦ ἀνδρὸς τῆς γυναικὸς τὰ τοῦ κόσμου δεῖται πράγματα. Τίνα οὖν ἐστι ταῦτα, καὶ ἐν τίσι συνεφάπτεται ἡμῖν εἰς τὴν τοῦ βίου σύστασιν αὕτη; Ἐπειδὴ γὰρ οὐχ ἧττον τῶν δημοσίων τὰ ἰδιωτικὰ συγκροτεῖ τὴν παροῦσαν κατάστασιν, διανείμας αὐτά, τὰ μὲν ἐπ’ ἀγορᾶς πάντα ἐνεχείρισε τοῖς ἀνδράσι, τὰ δὲ κατὰ τὴν οἰκίαν ταῖς γυναιξί· κἂν ἀλλάξωνται τὴν τάξιν, πάντα διεφθάρη καὶ ἀπόλωλεν· οὕτως ἕκαστος ἐν τῷ ἰδίῳ πολὺ θατέρου χρησιμώτερος. Οὐκοῦν εἰ τὰ κατὰ τὴν οἰκίαν τῆς γυναικείας ἐπιστήμης ἐξήρτηται, καὶ τοσοῦτον ἐν τούτῳ κρείττων ἀνδρὸς ἡ γυνή, ὅσον τῶν ἀτέχνων οἱ τεχνῖται ἐν οἷς εἰσι τεχνῖται, τὶ περιττῶς τὸ δέος τοῦτο δεδοίκαμεν; Τὸ μὲν γὰρ προσοδεύειν ἔξωθεν καὶ συνάγειν, ἀνδρῶν μόνον ἐστί, γυναῖκας δὲ κερδαίνειν οὐ θέμις· τὸ δὲ τὰ συναχθέντα διατηρεῖν καὶ φυλάττειν, ταύτης μόνης ἐστίν. Ὥστε, εἰ καὶ δοκεῖ πλέον εἶναι τὸ κτήσασθαι τοῦ φυλάξαι, ἀλλ’ ὅμως ἄνευ τούτου κἀκεῖνο ἄχρηστον γίνεται καὶ περιττόν· πολλάκις δὲ καὶ τούτου προσόντος ἐκεῖνο οὐ μόνον οὐδὲν ὤνησεν, ἀλλὰ καὶ ἃ πάντα διέφθειρεν. Ἐπειδὴ γὰρ πρᾶγμα ἐστι δυσχερές, κερδαίνοντα ἔξωθεν ἄνδρα δίκαια κέρδη πορίζεσθαι (ὡς γὰρ ἐπὶ πολὺ τὰς τῶν ἀλλοτρίων οὗτοι πραγματεύονται συμφοράς), καὶ τῇ τῆς γυναικὸς τέχνῃ καὶ τῇ οἰκονομίᾳ πολλάκις ἐλυμήναντο τὰ ἀδίκως καὶ μετὰ βίας εἰς τὰ χεῖρας ἀχθέντα τὰς ἐκείνης. Ὥστε, εἰ καὶ μεῖζον τὸ κτήσασθαι τοῦ φυλάξαι, ἑτέρῳ δείκνυται τρόπῳ ἔλαττον τοῦτο, ὅταν μὴ μόνον μηδὲν συντελῇ εἰς τὴν τῶν ὄντων προσθήκην, ἀλλὰ καὶ διαφθείρῃ τὰ ἀποκείμενα. Τὶ οὖν δέδοικεν ἡ χήρα, μὴ παρὰ τὴν ἀπουσίαν τοῦ ἀνδρὸς χεῖρον διαθῇ τὰ κατὰ τὴν οἰκίαν, ἧς καὶ ζῶντος ἐκείνου τὴν ἐπιμέλειαν εἶχεν αὐτή; Ἀλλ’ εὐκολώτερον, φησί, μεταχειριεῖται, διὰ τὸν ἐκείνου φόβον οὐδενὸς ἀντιπίπτοντος, οὐδὲ δυσκολίαν παρέχοντος. Καὶ γὰρ οἰκέται καὶ οἰκονόμοι καὶ ἐπίτροποι καὶ πάντες κατεπτήχασι, καὶ μετὰ πολλῆς ὑπακούουσι τῆς πειθοῦς, καὶ ὁ ἀντιλέγων οὐδείς· ὅταν δὲ ὁ φοβῶν ἀπέλθῃ, ἅπαντες ἐπεμβαίνουσι τῇ χήρᾳ, καὶ κακουργοῦσι, καταθρασύνονται, πάντα συγχέουσι καὶ διασπῶσι· κἂν ἐπεξέλθῃ καὶ ἀμύνηται, στρεβλοῦσα, μαστίζουσα, εἰς δεσμωτήριον ἐμβάλλουσα, καταγνώσεις, λοιδορίαι, κατηγορίαι παρὰ τῶν πολλῶν. Ἂν δὲ τὰς πρὸς τὸν ἀπελθόντα συνθήκας πατήσῃ, καὶ τῆς φιλίας ἐπιλάθηται τῆς ἐκείνου, καὶ τὴν ἑσπέραν καθ’ ἣν πρῶτον αὐτῇ συνήπτετο, καὶ τὸν κρότον, καὶ τὸν ὑμέναιον, καὶ τὰς γαμηλίους δᾷδας, καὶ τὰς πρώτας περιπλοκάς, καὶ τὰς τραπέζας, καὶ τῶν ἁλῶν ὧν αὐτῇ παρὰ πάντα τὸν χρόνον ἐκοινώνησε, καὶ ῥημάτων ὧν εἰκὸς γυναῖκα ἀπολαύειν παρὰ ἀνδρός· ἂν ταῦτα ῥίψῃ πάντα ἐξαίφνης ὡς οὐδὲ γεγενημένα, ἑτέρῳ τὰς θύρας ἀναπετάσασα τῆς οἰκίας, καὶ πρὸς τὴν εὐνὴν αὐτὸν ἕλκῃ τὴν ἐκείνου τὴν πάντα τὰ πρότερον συνειδυῖαν, ἂν ταῦτα ποιῇ, οὐδεὶς ὁ μεμφόμενος, οὐδὲ ἐγκαλῶν; Οὐδεὶς ὁ μισήσων, καὶ ἄστοργον, καὶ ἄπιστον, καὶ ἄσπονδον καὶ πάντα τὰ τοιαῦτα προσερῶν;

ε’. Μὴ γάρ, ἐπειδὴ συνεχώρησεν ὁ μακάριος Παῦλος τὸ πρᾶγμα, ἤδη αὐτὸ καὶ ἐπαινῶν ἄξιον νόμιζε, καὶ καταγνώσεως ἀπηλλάχθαι τῆς παρὰ τῶν πολλῶν. Κολάσεως μὲν γὰρ καὶ τιμωρίας ἐστὶν ἐκτός, ἐπαίνων δὲ καὶ ἐγκωμίων οὐκ ἂν δύναιτο κοινωνεῖν. Καὶ γὰρ τὸ κατωφερῆ τινα καὶ λάγνον εἶναι, καὶ μήτε ἐν καιρῷ τῆς νηστείας, μήτε ἐν ἄλλῳ τινὶ τῆς γυναικὸς ἀπέχεσθαι, κολάσεως μὲν καὶ αὐτὸ πόῤῥω καὶ μακράν, οὐ μὴν ἐπαίνων ἐγγύς· αὐτὸ γὰρ τὸ συγκαταβῆναι τοσοῦτον, οὐδὲν ἕτερόν ἐστιν, ἢ σημεῖον ἀσθενείας καὶ ἀπροσεξίας πολλῆς. Ὥστε εἰ δέδοικας μὴ θρασύτητος δόξαν λάβῃς διὰ τὴν τῶν οἰκετῶν ἐπιτίμησιν, πρὸ τούτου δεδοικέναι χρὴ μὴ λαγνείας καὶ ἀσωτίας δόξαν προστρίψῃ τοσαύτην. Χωρὶς δὲ τούτων τῇ χήρᾳ τὸ πρᾶγμα ἄμεινον ἐξέσται μετελθεῖν, ὥστε καὶ ἐν ἀσφαλείᾳ αὐτῇ τὰ πολλὰ πράγματα εἶναι, καὶ μὴ μόνον μὴ ψέγεσθαι, ἀλλὰ καὶ ἐπαινεῖσθαι παρὰ πάντων, καὶ πρὸ τούτου τῶν ἀγαθῶν ἐπιτυχεῖν τῶν παρὰ τοῦ Θεοῦ. Ἂν γὰρ θελήσῃς παρακαταθέσθαι τὰ χρήματα τῷ οὐρανῷ, καὶ εἰς τὸν ἄσυλον αὐτὰ κατορύξῃς τόπον ἐκεῖνον, οὐ μόνον οὐκ ἐλαττωθήσεται, ἀλλὰ καὶ πολλῷ πλείω γενήσεται. Τοιοῦτος γὰρ οὗτος ὁ σπόρος. Εἰ δὲ ἐλάττων ἐστὶ τοῦ χωρῆσαι μέχρι τῆς νομοθεσίας ἐκείνης, καὶ πάντα ἀθρόως οὐ βούλεται μεταθεῖναι, λογιζέσθω πάλιν ἐκεῖνο, ὅτι καὶ ἄνδρα λαβοῦσα οὐ πάντως λήψεται τοιοῦτον, οἷον καὶ προσθεῖναι τοῖς οὖσιν· ἂν δ’ ἄρα καὶ τοιοῦτος ᾗ, μὴ τοῦτο ἐννοείτω μόνον τὴν τῶν χρημάτων προσθήκην, ἀλλ’ ὅτι πολλὰ καὶ τῷ Θεῷ καὶ τοῖς ἀνθρώποις προσκρούειν προαχθήσεται. Ἂν μὲν γὰρ τῶν δυνατῶν ᾗ καὶ πολλὴν ἐχόντων ἰσχύν, ἔστιν ὅτε παρὰ γνώμην πολλὰ καὶ πρᾶξαι καὶ παθεῖν αὐτὴν βιάσεται, καὶ ὅπερ ἐπὶ χηρείας ἐδεδοίκει, τοῦτο μετὰ πλείονος ἀνάγκης ὑποστήσεται νῦν· καὶ οὐ τοῦτο μόνον, ἀλλ’ ὅτι καὶ ταχίστην εἰκὸς αὐτὴν δέξασθαι τὴν μεταβολήν. Χήρα μὲν γὰρ οὖσα, κἂν ἐλαττώσῃ τι τῶν τοιούτων, ὅμως τὰ λειπόμενα μετὰ πολλῆς ἕξει τῆς ἀσφαλείας· ἀνδρὶ δὲ συναφθεῖσα δυνατῷ, καὶ τὰ τῆς πόλεως πράττοντι, ἢ καὶ ἑτέραν τινὰ μετιόντι φροντίδα, πολλάκις ἀθρόον πάντα ἀποβαλεῖται· ταῖς γὰρ τῶν ἀνδρῶν συμφοραῖς ἀνάγκη καὶ τὰς συνοικούσας αὐτοῖς κοινωνεῖν. Εἰ δὲ καὶ μηδὲν συμβαίη τοιοῦτον, τὶ τὸ κέρδος, εἰπὲ μοι, δουλείαν ἀντὶ ἐλευθερίας αἱρεῖσθαι; Τὶ δὲ τὸ ὄφελος τῶν πολλῶν χρημάτων, ὅταν αὐτοῖς χρήσασθαι μὴ δύνηται πρὸς ὃ βούλεται; Οὐ πολλῷ βέλτιον ὀλίγα μετ’ ἐξουσίας ἔχειν, ἢ τὰ τῆς οἰκουμένης μετὰ τοῦ καὶ αὐτὴν σὺν ἐκείνοις ὑποκεῖσθαι ἑτέρῳ; Τὰς γὰρ φροντίδας, καὶ τὰς ὕβρεις, καὶ τὰς λοιδορίας, καὶ τὰς ζηλοτυπίας, καὶ τὰς ὑποψίας τὰς εἰκῆ, καὶ τὰς ὠδῖνας, καὶ τὰ ἀλλὰ ἅπαντα παρίημι νῦν. Ὁ μὲν γὰρ τῇ παρθένῳ διαλεγόμενος εἰκότως καὶ περὶ τούτων διαλέξεται, ἅτε ἀπείρῳ οὔσῃ καὶ ἀμαθεῖ τῶν πραγμάτων ἐκείνων· χήρᾳ δὲ κἂν ἐνοχλήσειέ τις ταῦτα λέγων. Ἃ γὰρ διὰ τῶν πραγμάτων ἔμαθεν ἀκριβέστερον, περιττὸν τῷ λόγῳ πειρᾶσθαι διδάσκειν αὐτήν. Τοσοῦτον δὲ προσθεῖναι καλόν, ὅτι καὶ μετὰ πλείονος ὁμιλήσει τῆς παῤῥησίας καὶ τῆς ἐλευθερίας ἡ παρθένος γαμηθεῖσα τῆς μετὰ τὴν χηρείαν. Ταύτην μὲν γὰρ κἂν ὡς γυναῖκα στέργῃ, ἀλλ’ οὐχ ὡς παρθένον λαβών· ὅτι δὲ πολλῷ ἐκεῖνοι τούτων οἱ ἔρωτες σφοδρότεροι καὶ μανικώτεροι, παντὶ που δῆλόν ἐστιν· ἐκείνην δὲ ἅτε μὴ παντὸς ἀνδρὸς ἄπειρον οὐ παντὶ θυμῷ καὶ ἀσπάσεται καὶ φιλήσει. Πεφύκαμεν γάρ, ὡς εἰπεῖν, ἅπαντες ἄνθρωποι, εἴτε ὑπὸ ζηλοτυπίας, εἴτε ὑπὸ κενοδοξίας, εἴτε οὐκ οἱδ’ ὅθεν ἑτέρωθεν, τῶν πραγμάτων ἐκεῖνα μάλιστα φιλεῖν ὧν καὶ τὴν ἐξουσίαν καὶ τὴν ἀπόλαυσιν οὐ μεθ’ ἑτέρους ἔχομεν, ἀλλ’ αὐτοὶ πρῶτοι καὶ μόνοι καθεστήκαμεν κύριοι. Τοῦτο καὶ ἐπὶ ἱματίων ἴδιοι τις ἂν συμβαῖνον ἡμῖν· οὐ γὰρ ὁμοίως διεκείμεθα πρὸς τὰ παρ’ ἑτέρων εἰς χρῆσιν ἐλθόντα τοῖς παρ’ οὐδενός. Τοῦτο καὶ ἐπὶ οἰκίας ἀκὶ ἐπὶ σκευῶν· καὶ γὰρ καὶ οἰκίαν τὴν παρ’ ἑτέρου δοθεῖσαν ἡμῖν οὐχ ὁμοίως ἐκείνῃ φιλοῦμεν, ἣν αὐτοὶ κατεσκευάσαμεν· καὶ τῶν σκευῶν τὰ μὲν ἄρτι γενόμενα καὶ πρώτην παρ’ ἡμῖν χρείαν δεξάμενα ἐν πολλῇ τῇ φειδοῖ φυλάττομεν καὶ σπουδῇ, τὰ δὲ ἐξ ἑτέρων ἐλθόντα εἰς ἡμᾶς οὐ σφόδρα προσιέμεθα, αλλ’ οὕτως ἀποστρεφόμεθα, ὡς καὶ ἀνασκευάσαι πολλάκις αὐτά. Εἰ δὲ ἐπὶ οἰκίας καὶ ἱματίων καὶ σκευῶν τοῦτο ἡμῖν συμβαίνει τὸ πάθος, ἐννόησον ἐπὶ τῆς γυναικός, οὗ τιμιώτερον ἀνδράσιν οὐδέν, πῶς αὐτὸ μετὰ σφοδρότητος ἐμπίπτειν εἰκός. Ἐκείνων μὲν γὰρ κἂν μεταδιδόαμεν τοῖς βουλομένοις, ταύτης δὲ οὐ θέμις ἡμῖν, ἀλλὰ τῆς ψυχῆς ἀποστησόμεθα πρῶτον, ἢ τοῦτο παθεῖν ἀνεξόμεθα. Τὴν μὲν οὖν παρθένον, ὅπερ ἔφην ἅτε ἀνέπαφον οὖσαν καὶ ἰδίαν αὐτοῦ καὶ οὐδενὸς ἑτέρου γενομένην, πάσῃ προθυμίᾳ προσίεται· τὴν δὲ ἑτέρῳ πρότερον συναφθεῖσαν οὐ μετὰ τῆς αὐτῆς φιλίας ὄψεται καὶ εὐνοίας.

Ϛ’. Μὴ γὰρ μοι τὰ σπανιάκις καὶ μόλις ἅπαξ συμβαίνοντα εἴπῃς, ἀλλὰ τὰ συνεχῶς ἐπὶ τῶν πραγμάτων δεικνύμενα. Οὐ διὰ ταῦτα δὲ μόνον πλείονος ἐκείνη μεθέξει τῆς παῤῥησίας, ἀλλὰ καὶ δι’ ἕτερα πολλά. Οὗτος μὲν γὰρ καὶ ὀνειδίσαι εὐκόλως δύναιτ’ ἂν ὡς καταφρονούμενος παρ’ αὐτῆς, καὶ τεκμήριον τῆς ὀλιγωρίας τὴν εἰς τὸν πρότερον αὐτῇ γεγενημένην ἀπιστίαν προσενεγκεῖν καὶ ἐπιστομίσαι καὶ ὑπὲρ τῶν γεγενημένων, καὶ ὑπὲρ τῶν μηδὲ συμβησομένων ἴσως. Ὁ γὰρ ἀπελθὼν καὶ καταφρονηθεὶς καὶ τὸν ζῶντα ταῦτα ὑποπτεῦσαι πείσει περὶ ἑαυτοῦ, κἂν μὴ γένηται. Οὐκ ἐκεῖνος δὲ μόνον ταῦτα προφέρων αὐτῇ συνεχῶς ἔσται φορτικός, ἀλλὰ καὶ οἰκέται καὶ θεράπαιναι, κἂν μὴ φανερῶς, λάθρα γοῦν διαγογγύζοντες μυρίοις αὐτὴν βάλλουσι σκώμμασιν. Εἰ δὲ συμβῇ καὶ παῖδας τοῦ τετελευτηκότος καταλειφθῆναι νέους, πῶς αὐτοὺς ἀναθρέψει, πῶς δὲ προστήσεται; Τίνων δὲ ὀρφανῶν οὐ χαλεπώτερον ἐκεῖνοι βιώσονται τὰ τοῦ πατρὸς ὁρῶντες ἅπαντα ἕτερον ἔχοντα, καὶ οἰκέτας, καὶ οἰκίαν, καὶ ἀγρούς, καὶ τὸ πάντων κεφάλαιον τὴν γυναῖκα; Πῶς δυνήσονται ὡς πρὸς μητέρα διακεῖσθαι ἐκεῖνοι; Πῶς δὲ αὕτη ὡς πρὸς παῖδας, οὓς αἰσχύνεσθαι καὶ ἐρυθριᾷν ἀναγκάζεται, καὶ οἷς πᾶσαν ἀπονεῖμαι τὴν μητρικὴν οὐκ ἔχει φιλοστοργίαν, εἰς τοὺς ἐξ ἐκείνου παῖδας σχιζομένης αὐτῇ τῆς διανοίας; Τὶ οὖν, ἂν ᾗ σφόδρα κόρη, φησί, καὶ βραχὺν ἀπολαύσασα χρόνον τοῦ ἀνδρός; Πρὸς γὰρ τὰς κόρας μοι ταῦτα εἴρηται, οὐ πρὸς τὰς γεγηρακυίας· πρὸς γὰρ ἐκείνας τοῦτο ποιούσας οὐδὲ διαλεχθήσομαι· εἰ γὰρ ὁ πολὺς χρόνος καὶ ἡ ἡλικία καὶ τὰ ἀλλὰ πάντα οὐκ ἔπεισαν αὐτὰς ἀποσχέσθαι δευτέρου γάμου, πολὺ γε ἧττον ἡμεῖς· οὐ γὰρ ὁ παρ’ ἡμῶν πείσει λόγος· ἀλλ’ ἅπας μοι πρὸς ταύτας ὁ λόγος ἐστί. Τὶ οὖν, ἂν ᾗ κόρη, φησί, καὶ μόνον ἐνιαυτὸν μετὰ τοῦ προτέρου συνοικήσασα δευτερογαμῆται πάλιν; Τίνος ἕνεκεν τῆς εἰκοστὸν ἔτος καὶ Τρίκοστον ἀνηλωκυίας ἐν γάμῳ προτιμήσεις αὐτήν; Οὐκ ἔγωγε, ἀλλ’ ὁ μακάριος Παῦλος· ἐκεῖνος γὰρ φησι, «Μακαριωτέρα δὲ ἐστιν, ἐὰν οὕτω μείνῃ». Τὶ γάρ, εἰ καὶ πολὺν ἐκείνη χρόνον συνῴκησεν ἀνδρί, ἀλλ’ ἑνὶ καὶ τῷ αὐτῷ καὶ μόνῳ καὶ ᾧ ἐξ ἀρχῆς ἐκληρώθη; Αὕτη δὲ δυσὶν ἔδωκεν ἑαυτήν, καὶ ταῦτα ἐν βραχεῖ τῷ χρόνῳ. Ἀλλ’ οὐχ ἑκοῦσα, φησίν· εἰ γὰρ ὁ πρῶτος ἔζη, οὐκ ἂν ἕτερον ἠγάπησεν ἐπ’ ἐκείνῳ· ἐπειδὴ δὲ πρὸ ὥρας ἀπῆλθεν ἐκεῖνος, ὑπὸ τῆς ἀνάγκης δευτέρῳ συνήφθη πάλιν. Ποίας ἀνάγκης; Ἐγὼ γὰρ ταύτης ἧς λέγεις μείζονα ἑτέραν ἀνάγκην ὁρῶ ἱκανὴν αὐτὴν κατασχεῖν ἐπὶ τῷ τετελευτηκότι, τὸ πικρῶν οὕτως ἀπολαῦσαι τῶν πραγμάτων τοῦ κόσμου. Ἡ μὲν γὰρ πολὺν αὐτοῖς συγγενομένη χρόνον, καὶ ἐμπλησθεῖσα καλῶς, ὡς τῶν αὐτῶν τευξομένη τῶν ἴσων ἅψεται πάλιν· ἡ δὲ προοιμίων οὕτω χαλεπῶν πειραθεῖσα ποίᾳ προαιρέσει καὶ ἐλπίδι πρὸς τὴν πεῖραν ἥξει τῶν χαλεπῶν; Οὐδὲ γὰρ εἲ τις βουλόμενος ἐμπορεύσασθαι, πρὶν τι κερδάνῃ ἅμα τῷ τὸν λιμένα ἐξελθεῖν ναυάγιον ὑπομένοι, εὐκόλως ἅψεται τῆς πραγματείας λοιπόν. Οὐδὲ ταύτην εἰκότως τὴν πολλὰ μὲν προσδοκήσασαν ἡδέα, πρὶν ἢ δὲ ἐκείνων πεῖραν καλῶς λαβεῖν, τοσοῦτον πένθος ἰδοῦσαν ἀγαπῆσαι τὰ τοῦ κόσμου πράγματα, εἰ μὴ σφόδρα ἀκρατὴς οὖσα τύχοι· μᾶλλον δέ, εἰ καὶ σφόδρα πρὸς αὐτὰ διακέοιτο, καὶ λίαν ἔχοι προσπαθῶς, ἱκανὴ τῆς ἀρχῆς ἡ ἀηδία πᾶσαν σβέσαι τὴν ἐπιθυμίαν αὐτῆς. Τότε γὰρ τοῖς πράγμασι μάλιστα ἐπιμένειν εἰώθαμεν, ὅταν προοιμίων πειραθῶμεν καλῶν· ὅταν δὲ ἐξ ἀρχῆς καὶ ἀπ’ αὐτῆς, ὡς ἂν εἴποι τις, τῆς γραμμῆς χαλεπῶν καὶ δυσκόλων αἰσθώμεθα, ταχέως ἀνακρουόμεθα τῆς προαιρέσεως σβεννυμένης ἡμῖν. Ὥστε αἱ τὰς ἀώρους ὑπομείνασαι χηρείας, αὗται εἰκότως ἂν ἀπόσχοιντο γάμου δευτέρου ὑπὲρ τοῦ μὴ τὰ αὐτὰ πάλιν παθεῖν. Ἡ μὲν γὰρ ἐν τῇ χηρεία μένουσα ἕξει τὸ ἀσφαλές, καὶ οὐχ ὑποπτεύσει πένθος ἕτερον τοιοῦτον πάλιν· ἡ δὲ προσομιλήσασα γάμῳ δευτέρῳ καὶ τοῦτο προσδοκᾶν ἀναγκασθήσεται τὸ δεινόν. Καὶ ἄλλως δέ, εἰ καὶ πρᾶγμα ἓν ἐστιν ἡ χηρεία, ἀλλ’ οὐ πᾶσαι τοὺς αὐτοὺς ἀπολήψονται τούτου μισθούς, ἀλλ’ αἱ μὲν πλείους, αἱ δὲ ἐλάττους. Αἱ μὲν γὰρ ἐν νεότητι τὸν ζυγὸν ἀναδεξάμεναι πλείονος ἀπολαύσονται καὶ τῆς τιμῆς καὶ τῆς δωρεᾶς, αἱ δὲ πρὸς αὐτῷ τῷ γήρᾳ οὐχ ὁμοίως ἐκείναις. Τὶ δήποτε; Ὅτι ἡ μὲν πολλῶν ὄντων τῶν κωλυμάτων διὰ τὸν τοῦ Θεοῦ φόβον πάντα ἠνέσχετο, αὕτη δὲ οὐδὲ βραχὺ ἱδρῶτα ὑπέμεινεν οὐδὲ πόνον· πῶς γάρ, οὐδενὸς ὄντος πράγματος τοῦ βίαν παρέχοντος; Ὥσπερ οὖν ἡ δευτέρῳ δοῦσα ἑαυτὴν ἐλάττων ἐστὶ τῆς τὸν ἐν ἄνδρα ἐχούσης, οὕτως ἡ ἐν χηρείᾳ μένουσα ἐν αὐτῇ τῇ νεότητι πολλῷ τῷ μέτρῳ τὴν ἐν τῷ γήρᾳ τὸν ἄνδρα ἀποβαλοῦσαν ὑπερακοντίσαι δυνήσεται καίτοι γε ἀμφοτέραις εἷς γέγονεν ὁ ἀνήρ, ἀλλ’ ὅμως αὕτη μὲν τὸν τῆς ἁγνείας ἔδραμε δρόμον, ἐκείνῃ δὲ πολλοῖς ἀπελείφθη τοῖς σταδίοις. Μὴ τοίνυν τὸν πόνον ἴδῃς μόνον, ἀλλὰ καὶ τὸν μισθόν, καὶ γὰρ τὰ πολλὰ τῶν κατορθωμάτων οὕτως ἡμῖν δύσκολα φαίνεται, ὅτι τὸν μόχθον αὐτῶν καὶ τοὺς ἱδρῶτας συνεχῶς στρέφοντες τοὺς ἀποκειμένους αὐτοῖς μισθοὺς οὐκ ἐν νῷ λαμβάνομεν. Ἀλλ’ οὐχ οὕτω δεῖ ποιεῖ, ἀλλὰ πάντα ὁμοῦ λογίζεσθαι μετὰ τῶν πόνων καὶ τὰς ἀμοιβάς, καὶ οὕτως εὔκολα ὑμῖν φανεῖται, ὥσπερ οὖν καὶ ἔστιν εὔκολα. Καὶ γὰρ ὁ ἀριστεὺς οὐ τὰ τραύματα μόνον, οὐδὲ τὰ πτώματα, οὐδὲ τὸν θάνατον, ἀλλὰ καὶ τὰ τρόπαια καὶ τὰς νίκας καὶ τὰς ἄλλας ἁπάσας ἀναλογισάμενος τιμὰς οὕτως ἐπὶ τὴν ἀριστείαν ἔρχεται· καὶ ὁ γεωργὸς δὲ οὐχὶ τὴν ἄροσιν μόνον, οὐδὲ τὸν ἐν τῷ σκάπτειν πόνον, ἀλλὰ καὶ τὴν ἅλω, καὶ τὰς ληνοὺς πρὸ τῶν ὀφθαλμῶν θείς, οὕτω τῶν ἔργων ἐφάπτεται. Οὕτω καὶ ἡμεῖς ταῖς ἐλπίσι ταῖς χρησταῖς τὸν τῆς χηρείας μόχθον ἐπικουφίσωμεν, καὶ πολλῷ μᾶλλον ἡμεῖς ἢ ἐκεῖνοι· ἐκείνοις μὲν γὰρ πολλὰ πολλάκις τῶν οὐκ ἐπ’ αὐτοῖς κειμένων τὴν προσδοκίαν διέκοψε, τὰς δὲ ἡμετέρας ἐλπίδας οὐδεὶς ὁ καταισχύνων ἐστίν, ἂν μὴ βουληθῶμεν αὐτοί. Μὴ δὲ βουληθῶμεν, ἀλλ’ ἐννοήσαντες ὡς οὐ πολλῷ τῆς παρθένου ἡ χήρα λείπεται (ἔστι δὲ ὅπου αὐτὴν καὶ ὑπερηκόντισεν, ὅταν ἡ μὲν παρθένος περιπλέκηται πράγμασιν, «Ἡ δὲ χήρα, (κατὰ τὸν Παῦλον), μεμονωμένη καὶ ἐλπίζουσα ἐπὶ τὸν Θεὸν προσκαρτερῇ ταῖς δεήσεσι καὶ ταῖς προσευχαῖς», καὶ τῶν βιωτικῶν πραγμάτων ἀπέχηται), ἀναδεξώμεθα τὸν ἀγῶνα τοῦτον, ἵνα τῶν ἐν αὐτῷ στεφάνων τύχωμεν. Ταῦτα ὑμῖν οὐκ ἀνάγκης ἕνεκεν εἴρηται, οὐδέ, ὅπερ ἔφην, καταδικάζοντες τὰς οὐ βουλομένας, χηρεύειν, ἐπὶ ταύτην ἤλθομεν τὴν παραίνεσιν, ἀλλὰ προτρέποντες καὶ παρακαλοῦντες, μὴ ἐπὶ τοσοῦτον προσδεθῆναι τῇ γῇ, ἀλλ’ ἅπαξ λυθείσας μένειν ἐλευθέρας, καὶ τὸν οὐρανὸν ἐπιζητεῖν, καὶ τὴν πολιτείαν ἐπιδείκνυσθαι τὴν ἐκεῖ, καὶ ἁρμοσθείσας τῷ Χριστῷ οὕτως ἅπαντα πράττειν, ὡς προσῆκε τὰς τὸν τοιοῦτον ἐχούσας νυμφίον, ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ Πατρὶ καὶ τῷ ζωοποιῷ καὶ ἁγίῳ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Περὶ Ἱερωσύνης Λόγοι Ϛ’

Λόγος Πρῶτος

Τάδε ἔνεστιν ἐν τῷ Πρώτῳ Λόγῳ.
α. Βασίλειος ὁ πάντας τοὺς τοῦ Χρυσοστόμου φίλους ὑπερβαλλόμενος.
β. Ἡ ὁμόνοια Βασιλείου καὶ Χρυσοστόμου, καὶ συζήτησις πὲρ πάντων.
γ. Ὁ ζυγὸς ἄνισος ἐν τῇ τοῦ μοναστικοῦ βίου μεταδιώξει.
δ. Ἡ πρόθεσις περὶ κοινῆς οἰκήσεως ἀμφοτέρων.
ε. Αἱ τῆς μητρὸς ἐπῳδαί.
Ϛ. Η ἀπάτη Χρυσοστόμου, ᾗ ἐχρήσατο ἐν τῇ χειροτονίᾳ.
ζ. Βασιλείου κατηγορίᾳ ἐπιεικὴς καὶ ἀφέλῃς.
η. Χρυσοστόμου ἀπολογία ἀντιληπτική.
θ. Ἀπάτης εὐκαίρου μέγα κέρδος. Θέσις καὶ κοινὸς τόπος.

α’. Ἐμοὶ πολλοὶ μὲν ἐγένοντο φίλοι γνήσιοί τε καὶ ἀληθεῖς καὶ τοὺς τῆς φιλίας νόμους καὶ εἰδότες καὶ φυλάττοντες ἀκριβῶς· εἶς δὲ τις τουτωνὶ τῶν πολλῶν, ἅπαντας αὐτοὺς ὑπερβαλλόμενος τῇ πρὸς ἡμᾶς φιλίᾳ, τοσοῦτον ἐφιλονείκησεν ἀφιέναι κατόπιν αὐτούς, ὅσον ἐκεῖνοι τοὺς ἁπλῶς πρὸς ἡμᾶς διακειμένους. Οὗτος τὴν τὸν ἅπαντά μοι χρόνον παρηκολουθηκότων ἦν· καὶ γὰρ μαθημάτων ἡψάμεθα τῶν αὐτῶν, καὶ διδασκάλοις ἐχρησάμεθα τοῖς αὐτοῖς. Ἦν δὲ ἡμῖν καὶ προθυμία καὶ σπουδὴ πὲρ τοὺς λόγους οὓς ἐπονούμεθα μία, ἐπιθυμία τε ἴση καὶ ἐκ τῶν αὐτῶν τικτομένη πραγμάτων. Οὐ γὰρ ὅτε εἰς διδασκάλους μόνον ἐφοιτῶμεν, ἀλλὰ καὶ ἡνίκα ἐκεῖθεν ἐξελθόντας βουλεύεσθαι ἐχρῆν, ὁποίαν ἑλέσθαι τοῦ βίον βέλτιον ἡμῖν ὁδόν, καὶ ἐνταῦθα ὁμογνωμονοῦντες ἐφαινόμεθα.

β’. Καὶ ἕτερα δὲ πρὸς τούτοις ἡμῖν τὴν ὁμόνοιαν ταύτην ἐφύλαττεν ἀῤῥαγῆ τε καὶ βεβαίαν. Οὔτε γὰρ ἐπὶ πατρίδος μεγέθει ἕτερος ἑτέρου μᾶλλον φρονεῖν εἶχεν, οὔτε ἐμοὶ μὲν πλοῦτος ὑπέρογκος ἦν, ἐκεῖνος δὲ ἐσχάτῃ συνέζῃ πενίᾳ, ἀλλὰ καὶ τὸ τῆς οὐσίας μέτρον τὸ τῆς προαιρέσεως ἰσοστάσιον ἐμιμεῖτο. Καὶ γένος μὲν ἡμῖν ὁμότιμον ἦν, καὶ πάντα τῇ γνώμῃ συνέτρεχεν.

γ’. Ἐπειδὴ δὲ ἔδει τὸν μακάριον τὸν τῶν μοναχῶν μεταδιώκειν βίον, καὶ τὴν φιλοσοφίαν τὴν ἀληθῆ, οὐκ ἔτι ἡμῖν ὁ ζυγὸς οὗτος ἴσος ἦν, ἀλλ’ ἡ μὲν ἐκείνου πλάστιγξ ἐκουφίζετο μετέωρος, ἐγὼ δὲ ἔτι ταῖς τοῦ κόσμου πεπεδημένος ἐπιθυμίαις, καθεῖλκον τὴν ἐμαυτοῦ, καὶ ἐβιαζόμην κάτω μένειν, νεωτερικαῖς αὐτὴν ἐπιβρίθων φαντασίαις. Ἐνταῦθα λοιπὸν ἡ μὲν φιλία βέβαιος ἔμενεν ἡμῖν, καθάπερ καὶ πρότερον, ἡ δὲ συνουσίᾳ διεκόπτετο· οὐ γὰρ ἦν τοὺς μὴ πὲρ τὰ αὐτὰ σπουδάζοντας κοινὰς ποιεῖσθαι τὰς διατριβάς. Ὡς δὲ ποτε καὶ αὐτὸς μικρὸν ἀνέκυψα τοῦ βιωτικοῦ κλύδωνος, δέχεται μὲν ἡμᾶς ἄμφω τῷ χεῖρε προτείνας, τὴν δὲ ἰσότητα οὐδὲ οὕτως ἰσχύσαμεν φυλάξαι τὴν προτέραν. Καὶ γὰρ καὶ τῷ χρόνῳ φθάσας ἡμᾶς, καὶ πολλὴν τὴν σφοδρότητα ἐπιδειξάμενος, ἀνωτέρω πάλιν ἡμῶν ἐφέρετο, καὶ εἰς ὕψος ἤρετο μέγα.

δ’. Πλὴν ἀλλ’ ἀγαθὸς τε ὤν, καὶ πολλοῦ τὴν ἡμετέραν τιμώμενος φιλίαν, ἁπάντων ἑαυτὸν ἀποστήσας τῶν ἄλλων, ἡμῖν τὸν ἅπαντα χρόνον συνῆν, ἐπιθυμῶν μὲν τούτου καὶ πρότερον, ὅπερ δὲ ἔφην, ὑπὸ τῆς ἡμετέρας κωλυόμενος ῥᾳθυμίας. Οὐ γὰρ ἦν τὸν δικαστηρίῳ προσεδρεύοντα καὶ περὶ τὰς ἐν τῇ σκηνῇ τέρψεις ἐπτοημένον συγγίνεσθαι πολλάκις τῷ βιβλίοις προσηλωμένῳ, καὶ μηδὲ εἰς ἀγορὰν ἐμβαλόντι ποτέ. Διὰ τοῦτο οὖν πρότερον διειργόμενος, ἐπειδὴ ποτε ἡμᾶς ἔλαβε εἰς τὴν αὐτὴν τοῦ βίου κατάστασιν, ἀθρόως ἣν πάλαι ὤδινεν ἐπιθυμίαν ἀπέτεκε τότε, καὶ οὐδὲ τὸ βραχύτατον τῆς ἡμέρας ὑμᾶς ἀπολιμπάνειν ἠνείχετο μέρος. Διετέλει τε παρακαλῶν, ἵνα τὴν οἰκίαν ἀφέντες ἕκαστος τὴν ἑαυτοῦ κοινὴν ἀμφότεροι τὴν οἴκησιν ἔχοιμεν, καὶ ἔπεισέ γε, καὶ τὸ πρᾶγμα ἦν ἐν χερσίν.

ε’. Ἀλλὰ με αἱ συνεχεῖς τῆς μητρὸς ἐπῳδαὶ διεκώλυσαν δοῦναι ταύτην ἐκείνῳ τὴν χάριν, μᾶλλον δὲ λαβεῖν ταύτην παρ’ ἐκείνου τὴν δωρεάν. Ἐπειδὴ γὰρ ᾔσθετο ταῦτα βουλόμενον, λαβοῦσα με τῆς δεξιᾶς εἰσήγαγεν εἰς τὸν ἀποτεταγμένον οἶκον αὐτῇ, καὶ καθίσασα πλησίον ἐπὶ τῆς εὐνῆς ἧς ἡμᾶς ὤδινεν, πηγὰς τε ἠφίει δακρύων, καὶ τῶν δακρύων ἐλεεινότερα προσετίθει τὰ ῥήματα, τοιαῦτα πρὸς ἡμᾶς ἀποδυρομένη. Ἐγώ, παιδίον, φησί, τῆς ἀρετῆς τοῦ πατρὸς τοῦ σοῦ οὐκ ἀφείθην ἀπολαῦσαι ἐπὶ πολύ, τῷ Θεῷ τοῦτο δοκοῦν. Τὰς γὰρ ὠδῖνας τὰς ἐπὶ σοὶ διαδεξάμενος ὁ θάνατος ἐκείνου, σοὶ μὲν ὀρφανίαν, ἐμοὶ δὲ χηρείαν ἐπέστησεν ἄωρον καὶ τὰ τῆς χηρείας δεινά, ἃ μοναὶ αἱ παθοῦσαι δύναιντ’ ἂν εἰδέναι καλῶς. Λόγος γὰρ οὐδεὶς ἂν ἐφίκοιτο τοῦ χειμῶνος ἐκείνου καὶ τοῦ κλύδωνος, ὃν ὑφίσταται κόρη, ἄρτι μὲν τῆς πατρῴας οἰκίας προελθοῦσα, καὶ πραγμάτων ἄπειρος οὖσα, ἐξαίφνης δὲ πένθει τε ἀσχέτῳ βαλλομένη, καὶ ἀναγκαζομένη φροντίδος καὶ τῆς ἡλικίας καὶ τῆς φύσεως ἀνέχεσθαι μείζονος. Δεῖ γάρ, οἶμαι, ῥᾳθυμίας τε οἰκετῶν ἐπιστρέφειν, καὶ κακουργίας παρατηρεῖν, συγγενῶν ἀποκρούεται ἐπιβουλάς, τῶν τὰ δημόσια εἰσπραττόντων τὰς ἐπηρείας καὶ τὴν ἀπήνειαν ἐν τάσι τῶν εἰσφορῶν καταβολαῖς φέρειν γενναίως. Ἐὰν δὲ καὶ παιδίον καταλιπὼν ὁ τεθνεὼς ἀπέλθῃ, θῆλυ μὲν ὃν πολλὴν καὶ οὕτω παρέξει τῇ μητρὶ τὴν φροντίδα, ὅμως δὲ καὶ ἀναλωμάτων καὶ δέους ἀπηλλαγμένην· ὁ δὲ υἱὸς μυρίων αὐτὴν φόβων καθ’ ἑκάστην ἐμπίπλησι τὴν ἡμέραν, καὶ πλειόνων φροντίδων. Τὴν γὰρ τῶν χρημάτων ἕω δαπάνην, ὅσην ὑπομένειν ἀναγκάζεται, ἐλευθερίως αὐτὸν θρέψαι ἐπιθυμοῦσα. Ἀλλ’ ὅμως οὐδὲν με τούτων ἔπεισε δευτέροις ὁμιλῆσαι γάμοις, οὐδὲ ἕτερον ἐπεισαγαγεῖν νυμφίον τῇ τοῦ πατρὸς οἰκίᾳ τοῦ σοῦ· ἀλλ’ ἔμενον ἐν τῇ ζάλη καὶ τῷ θορύβῳ, καὶ τὴν σιδηρᾶν τῆς χηρείας οὐκ ἔφυγον κάμινον, πρῶτον μὲν ὑπὸ τῆς ἄνωθεν βοηθουμένη ῥοπῆς· ἔφερε δὲ μοι παραμυθίαν οὐ μικρὰν τῶν δεινῶν ἐκείνων καὶ τὸ συνεχῶς τὴν σὴν ὄψιν ὁρᾷν, καὶ εἰκόνα μοι τοῦ τετελευτηκότος φυλάσσεσθαι ἔμψυχον, καὶ πρὸς ἐκεῖνον ἀπηκριβωμένην καλῶς. Διὰ τοι τοῦτο καὶ ἔτι νήπιος ὤν, καὶ μηδὲ φθέγγεσθαί πω μαθών, ὅτε μάλιστα τέρπουσι τοὺς τεκόντας οἱ παῖδες, πολλὴν μοι παρεῖχες τὴν παράκλησιν. Καὶ μὴν οὐδὲ ἐκεῖνό γ’ ἂν ἔχοις εἰπεῖν καὶ αἰτιάσασθαι ὅτι τὴν μὲν χηρείαν γενναίως ἠνέγκαμεν, τὴν δὲ οὐσίαν σοι τὴν πατρῴαν ἠλαττώσαμεν διὰ τὴν τῆς χηρείας ἀνάγκην, ὅπερ πολλοὺς καὶ τῷ ὀρφανία δυστυχησάντων οἶδε παθόντας ἐγώ. Καὶ γὰρ καὶ ταύτην ἀκέραιον ἐφύλαξα πᾶσα, καὶ τῶν ὀφειλόντων εἰς τὴν εὐδοκίμησιν δαπανηθῆναι τὴν σὴν ἐνέλιπον οὐδέν, ἐκ τὴν ἐμαυτῆς καὶ ὧν ἦλθον οἴκοθεν ἔχουσα δαπανῶσα χρημάτων. Καὶ μὴ τοι νομίσῃς ὀνειδίζουσάν με ταῦτα λέγειν νῦν· ἀλλ’ ἀντὶ πάντων σε τούτων μίαν τὸ κοιμηθὲν ἤδη πένθος ἀνάψαι πάλιν, ἀλλὰ περίμεινον τὴν ἐμὴν τελευτήν· ἴσως μετὰ μικρὸν ἀπελεύσομαι χρόνον. Τοὺς μὲν γὰρ νέους ἐλπὶς καὶ εἰς γῆρας ἥξειν μακρόν, οἱ δὲ γεγηρακότες ἡμεῖς οὐδὲν ἕτερον ἢ τὸν θάνατον ἀναμένομεν. Ὅταν οὖν με τῇ γῇ παραδῷς, καὶ τοῖς ὀστέοις τοῦ πατρὸς ἀναμίξῃς τοῦ σοῦ, στέλλου μακρὰς ἀποδημίας, καὶ πλέε θάλατταν ἣν ἂν ἐθέλῃς· τότε ὁ κωλύων οὐδείς· ἕως δ’ ἂν ἐμπνέωμεν, ἀνάσχου τὴν μεθ’ ἡμῶν οἴκησιν· μὴ δὴ προσκρούσης τῷ Θεῷ μάτην καὶ εἰκῆ τοσούτοις ἡμᾶς περιβάλλων κακοῖς ἠδικηκότας οὐδέν. Εἰ μὲν γὰρ ἔχεις ἐγκαλεῖν ὅτι σὲ εἰς βιωτικὰς περιέλκω φροντίδας, καὶ τῶν πραγμάτων ἀναγκάζω προστῆναι τῶν σῶν, μὴ τοὺς τῆς φύσεως νόμους, μὴ τὴν ἀνατροφήν, μὴ τὴν συνήθειαν, μηδὲ ἄλλο μηδὲν αἰδεσθῇς, ἀλλ’ ὡς ἐπιβούλους φεῦγε καὶ πολεμίους· εἰ δὲ ἅπαντα πράττομεν ὑπὲρ τοῦ πολλὴν σοι παρασκευάσαι σχολὴν εἰς τὴν τοῦ βίου τούτου πορείαν, εἰ καὶ μηδὲν ἕτερον, οὗτος γοῦν κατεχέτω σὲ παρ’ ἡμῖν ὁ δεσμός. Κἂν γὰρ μυρίους σε λέγῃς φιλεῖν, οὐδεὶς σοι παρέξει τοσαύτης ἀπολαῦσαι ἐλευθερίας, ἐπειδὴ μηδὲ ἔστι τις ὅτῳ μέλει τῆς σῆς εὐδοκιμήσεως ἐξ ἴσης ἐμοί.

Ϛ’. Ταῦτα μὲν καὶ τὰ τούτων πλείονα πρὸς ἐμὲ μὲν ἡ μήτηρ· ἐγὼ δὲ πρὸς τὸν γενναῖον ἔλεγον ἐκεῖνον. Ὁ δὲ οὐ μόνον οὐκ ἐδυσωπεῖτο τοῖς ῥήμασι τούτοις, ἀλλὰ καὶ πλέον ἐνέκειτο, τὰ αὐτὰ ἀπαιτῶν ἅπερ καὶ πρότερον. Ἐν τούτῳ δὲ ἡμῶν ὄντων, καὶ τοῦ μὲν συνεχῶς ἱκετεύοντος, ἐμοῦ δὲ οὐκ ἐπινεύοντος, ἁφῶν τις ἐπιστᾶσα φήμη διετάραξεν ἀμφοτέρους· ἡ δὲ φήμη ἦν εἰς τὸ τῆς ἐπισκοπῆς ἡμᾶς ἀξίωμα μέλλειν προάγεσθαι. Ἐγὼ μὲν οὖν ἅμα τῷ τὸν λόγον ἀκοῦσαι τοῦτον δέει τε καὶ ἀπορίᾳ συνειχόμην· δέει μέν, μήποτε καὶ ἄκων ἀλῶ, ἀπορίᾳ δέ, ζητῶν πολλάκις πόθεν ἐπῆλθε τοῖς ἀνδράσιν ἐκείνοις ἐνθυμηθῆναί τι τοιοῦτο περὶ ἡμῶν· εἰς γὰρ ἐμαυτὸν ἀφορῶν οὐδὲν εὕρισκον ἔχοντα τῆς τιμῆς ἄξιον ἐκείνης. Ὁ δὲ γενναῖος οὑτοσὶ προσελθὼν μοι κατ’ ἰδίαν καὶ κοινωσάμενος περὶ τούτων ὡς ἀνηκόῳ γε ὄντι τῆς φήμης, ἐδεῖτο κἀνταῦθα καὶ πράττοντας καὶ βουλευομένους ὀφθῆναι τὰ αὐτά, καθάπερ καὶ πρότερον· ἕψεσθαι γὰρ αὐτὸν ἑτοίμως ἡμῖν, καθ’ ὁποτέραν ἂν ἡγώμεθα τῶν ὁδῶν, εἴτε φύσειν, εἴτε ἑλέσθαι δέοι. Αἰσθόμενος τοίνυν αὐτοῦ τῆς προθυμίας ἐγώ, καὶ ζημίαν ἡγησάμενος οἴσειν παντὶ τῷ κοινῷ τῆς ἐκκλησίας, εἰ νέου οὕτως ἀγαθοῦ καὶ πρὸς τὴν τῶν πολλῶν ἐπιστασίαν ἐπιτηδείου ἀποστεροίην τοῦ Χριστοῦ τὴν ἀγέλην διὰ τὴν ἀσθένειαν τὴν ἐμαυτοῦ, οὐκ ἀπεκάλυψα τὴν γνώμην, ἣν εἶχον περὶ τούτων ἐκείνῳ· καίτοι γε μηδέποτε πρότερον ἀνασχόμενος λαθεῖν τι τῶν βουλευμάτων αὐτὸν τῶν ἐμῶν· ἀλλ’ εἰπὼν δεῖν τὴν ὑπὲρ τούτων βουλὴν εἰς ἕτερον ἀναβάλλεσθαι καιρόν, οὐ γὰρ νῦν τοῦτο κατεπείγειν, ἔπεισά τε εὐθέως μηδὲν ὑπὲρ τούτων φροντίζειν, καὶ ὑπὲρ ἐμαυτοῦ παρέσχον θαῤῥεῖν ὡς ὁμογνωμονήσοντος, εἲ ποτε συμβαίη τοιοῦτόν τι παθεῖν. Χρόνου δὲ παρελθόντος οὐ πολλοῦ, καὶ τοῦ μέλλοντος ἡμᾶς χειροτονήσειν ἐλθόντος, καὶ κρυπτομένου μου, αὐτὸς μηδὲν τούτων εἰδὼς ἄγεται μὲν ὡς ἐφ’ ἑτέρα προφάσει, δέχεται δὲ τὸν ζυγόν, ἐλπίζων ἐξ ὧν ὑπεσχημένος ἤμην αὐτῷ, καὶ ἡμᾶς πάντως ἕψεσθαι, μᾶλλον δὲ νομίζων ἡμῖν ἀκολουθεῖν. Καὶ γὰρ τινες τῶν ἐκεῖ παρόντων, ἀσχάλλοντα πρὸς τὴν σύλληψιν ὁρῶντες, ἠπάτησαν βοῶντες ὡς ἄτοπον εἴη τὸν μὲν θρασύτερον εἶναι δοκοῦντα παρὰ πᾶσιν, ἐμὲ λέγοντες, μετὰ πολλῆς τῆς ἐπιεικείας εἴξαι τῇ τῶν Πατέρων κρίσει, ἐκεῖνον δὲ τὸν πολὺ συνετώτερον καὶ ἐπιεικέστερον θρασύνεσθαι καὶ κενοδοξεῖν σκιρτῶντα καὶ ἀποπηδῶντα καὶ ἀντιλέγοντα. Τούτοις εἴξας τοῖς ῥήμασιν, ἐπειδὴ ἤκουσεν ὅτι διέφυγον, εἰσελθὼν πρὸς μὲ μετὰ πολλῆς τῆς κατηφείας, καθέζεται πλησίον μου, καὶ ἐβούλετο μὲν τι καὶ εἰπεῖν, ὑπὸ δὲ τῆς ἀπορίας κατεχόμενος, καὶ λόγῳ παραστῆσαι τὴν βίαν, ἣν ὑπέμεινεν, οὐκ ἔχων, ἅμα τῷ χᾶναι ἐκωλύετο φθέγγεσθαι ὑπὸ τῆς ἀθυμίας, πρὶν ἢ τοὺς ὀδόντας ὑπερβῆναι, διακοπτούσης τὸν λόγον. Ὁρῶν τοίνυν ἐγὼ περίδακρυν ὄντα, καὶ πολλῆς πεπληρωμένον τῆς ταραχῆς, καὶ τὴν αἰτίαν εἰδώς, ἐγέλων τε ὑπὸ πολλῆς τῆς ἡδονῆς, καὶ τὴν δεξιὰν κατέχων, ἐβιαζόμην καταφιλεῖν, καὶ τὸν Θεὸν ἐδόξαζον ὅτι μοι τὰ τῆς μηχανῆς τέλος εἶχε καλὸν καὶ οἷον ηὐχόμην ἀεί. Ὡς δὲ εἶδε περιχαρῆ τε ὄντα καὶ φαιδρόν, καὶ πρότερον ἠπατημένος ὑφ’ ἡμῶν ᾔσθετο, καὶ μᾶλλον ἐδάκνετο καὶ ἐδυσχέραινε.

ζ’. Καὶ ποτε μικρὸν ἀπ’ ἐκείνου καταστὰς τοῦ θορύβου τῆς ψυχῆς. Ἀλλ’ εἰ καὶ τὸ ἡμέτερον, φησί, μέρος διέπτυσας, καὶ λόγον ἡμῶν ἔχεις οὐδένα λοιπόν, ὡς ἔγωγε οὐκ οἶδα ἀνθ’ ὅτου, τῆς γοῦν ὑπολήψεως ἔδει σε φροντίσαι τῆς σῆς· νῦν δὲ τὰ πάντων ἠνέῳξας στόματα, καὶ δόξης σε ἐρῶντα κενῆς τὴν λειτουργίαν τὴν λειτουργίαν ταύτην παρῃτῆσθαι λέγουσιν ἅπαντες, ὁ δὲ ἐξαιρησόμενός σε τῆς κατηγορίας ταύτης οὐκ ἔστιν. Ἐμοὶ δὲ οὐδὲ εἰς ἀγορὰν ἐμβαλεῖν ἀνεκτὸν τοσοῦτοι οἱ προσιόντες ἡμῖν, καὶ καθ’ ἑκάστην ἐγκαλοῦντες τὴν ἡμέραν. Ὅταν γὰρ ἴδωσι φανέντα που τῆς πόλεως, λαβόντες καταμόνας ὅσοι πρὸς ἡμᾶς οἰκείως ἔχουσι, τῷ πλειῶνί με τῆς κατηγορίας ὑποβάλλουσι μέρει. Εἰδότα γὰρ αὐτοῦ τὴν γνώμην, φησίν, οὐδὲ γὰρ ἂν σε ἔλαθέ τι τῶν ἐκείνου, οὐκ ἔδει ἀποκρύψασθαι, ἀλλ’ ἡμῖν ἀνακοινώσασθαι ἔχρη, καὶ πάντως οὐκ ἂν ἠπορήσαμεν μηχανῆς πρὸς τὴν ἄγραν. Ἐγὼ δὲ ὅτι μὲν σε οὐκ ᾔδειν ἐκ πολλοῦ ταῦτα βουλευόμενον, αἰσχύνομαι καὶ ἐρυθριῶ πρὸς ἐκείνου εἰπεῖν, μήποτε καὶ ὑπόκρισιν τὴν ἡμετέραν εἶναι νομίσωσι φιλίαν. Εἰ γὰρ καὶ ἔστιν, ὥσπερ οὖν καὶ ἔστιν, καὶ οὐδὲ ἂν αὐτὸς ἀρνηθείης, ἐξ ὧν εἰς ἡμᾶς ἔπραξας νῦν· ἀλλὰ τοὺς ἔξωθεν καὶ μετρίαν γοῦν περὶ ἡμῶν ἔχοντα δόξαν καλὸν τὰ ἡμέτερα κρύπτειν κακά. Εἰπεῖν μὲν οὖν πρὸς αὐτοὺς τἀληθές, καὶ ὡς ἔχει τὰ καθ’ ἡμᾶς, ὀκνῶ· ἀναγκάζομαι δὲ λοιπὸν σιωπᾷν καὶ κρύπτειν εἰς γῆν καὶ τοὺς ἀπαντῶντας ἐκτρέπεσθαι καὶ ἀποπηδᾶν. Κἂν γὰρ τὴν προτέραν ἐκφύγω καταγνῶσιν, ψεύδους ἀνάγκη με κρίνεσθαι λοιπόν. Οὐδὲ γὰρ ἐθελήσουσί μοι πιστεῦσαί ποτε, ὅτι καὶ Βασίλειον μετὰ τῶν ἄλλων ἔταξας, οἷς οὐ θέμις εἰδέναι τὰ σά. Ἀλλὰ τούτων μὲν οὐ πολὺς μοι λόγος, ἐπειδὴ σοι τοῦτο γέγονεν ἡδύ· τὴν δὲ λοιπὴν πῶς οἴσομεν αἰσχύνην; Οἱ μὲν γὰρ ἀπονοίας, οἱ δὲ φιλοδοξίας σε γράφονται· ὅσοι δὲ εἰσιν ἀφειδέστεροι τῶν αἰτιωμένων, ταῦτά τε ἡμῖν ἀμφότερα ἐγκαλοῦσιν ὁμοῦ, καὶ προστιθέασι τὴν εἰς τοῦ τετιμηκότας ὕβρις, δίκαια πεπονθέναι λέγοντες αὐτούς, καὶ εἰ μείζονα τούτων ἀτιμασθέντες ἔτυχον παρ’ ἡμῶν, ὅτι τοσούτους καὶ τηλικούτους ἀφέντες ἄνδρας, μειράκια χθὲς καὶ πρώην ἔτι ταῖς τοῦ βίου μερίμναις ἐγκαλινδούμενα, ἵνα χρόνον βραχὺν τὰς ὀφρῦς συναγάγωσι, καὶ φαιὰ περιβάλλωνται, καὶ κατήφειαν ὑποκρίνωνται, ἐξαίφνης εἰς τοσαύτην ἤγαγον τιμήν, ὅσην δὲ ὄναρ λήψεσθαι προσεδόκησαν. Καὶ οἱ μὲν ἐκ πρώτης ἡλικίας εἰς ἔσχατον γῆρας τὴν ἑαυτῶν ἐκτείναντες ἄσκησιν, ἐν τοῖς ἀρχομένοις εἰσίν· ἄρχουσι δὲ αὐτῶν οἱ παῖδες αὐτῶν, καὶ μηδὲ τοὺς νόμους ἀκηκοότες καθ’ οὓς ταύτην δεῖ διοικεῖν τὴν ἀρχήν. Ταῦτα καὶ πλείονα τούτων λέγοντες συνεχῶς ὑμῖν ἐπιφύονται. Ἐγὼ δὲ ὅτι μὲν ἀπολογήσομαι πρὸς ταῦτα οὐκ ἔχω, δέομαι δὲ σου φράσαι μοι. Οὐδὲ γὰρ ἁπλῶς οὐδὲ εἴδη ταύτην οἶμαί σε φυγεῖν τὴν φυγήν, καὶ πρὸς ἄνδρας οὕτω μεγάλους τοσαύτην ἀναδέξασθαι τὴν ἔχθραν, ἀλλὰ μετὰ τινος λογισμοῦ καὶ σκέψεως ἐπὶ τοῦτο ἐλθεῖν, ὅθεν καὶ λόγον ἕτοιμον εἶναί σοι πρὸς ἀπολογίαν στοχάζομαι. Εἰπὲ οὖν εἲ τινα πρόφασιν δικαίαν πρὸς τοὺς ἐγκαλοῦντας δυνήσομαι λέγειν. Ὧν γὰρ αὐτὸς ἠδίκημαι παρὰ σοῦ, οὐδένα ἀπαιτῶ λόγον, οὐχ ὧν ἠπάτησας, οὐχ ὧν προὔδωκας, οὐχ ὧν ἀπήλαυσας παρ’ ἡμῶν ἅπαντα τὸν ἔμπροσθεν χρόνον. Ἡμεῖς μὲν γὰρ καὶ τὴν ψυχὴν τὴν ἡμετέραν, ὡς εἰπεῖν, φέροντες, ἐνεθήκαμέν σου ταῖς χερσί· σὺ δὲ τοσαύτη πρὸς ἡμᾶς ἐχρήσω τῇ πανουργίᾳ, ὅσηπερ ἂν εἰ πολεμίους σοὶ τινας φυλάξασθαι προὔκειτο. Καίτοι γε ἐχρῆν, εἰ μὲν ὠφέλιμον ταύτην ᾔδεις οὖσαν τὴν γνώμην, μηδὲ αὐτῆς τὸ κέρδος φυγεῖν· εἰ δὲ ἐπιβλαβῆ, καὶ ἡμᾶς οὓς ἁπάντων ἀεὶ προτιμᾷν ἔλεγες, ἀπαλλάξαι τῆς ζημίας. Σὺ δὲ καὶ ὅπως ἐμπεσούμεθα ἅπαντα ἔπραξας· καὶ δόλου σοὶ καὶ ὑποκρίσεως ἐδέησεν οὐδὲν πρὸς τὸν ἀδόλως καὶ ἁπλῶς ἅπαντα καὶ λέγειν καὶ πράττειν εἰωθότα πρὸς σέ. Ἀλλ’ ὅμως, ὅπερ ἔφην, οὐδὲν τούτων ἐγκαλῶ νῦν, οὐδὲ ὀνειδίζω τὴν ἐρημίαν, εἰς ἣν κατέστησας ἡμᾶς, τὰς συνόδους διακόψας ἐκεῖνα, ἐξ ὧν καὶ ἡδονὴν καὶ ὠφέλειαν οὐ τὴν τυχοῦσαν ἐκαρπωσάμεθα πολλάκις· ἀλλὰ πάντα ταῦτα ἀφίημι, καὶ φέρω σιγῇ καὶ πράως· οὐκ ἐπειδὴ πράως εἰς ἡμᾶς ἐπλημμέλησας, ἀλλ’ ἐπειδὴ τοῦτον ἔθηκα ἐμαυτῷ τὸν μόνον ἀπὸ τῆς ἡμέρας ἐκείνης ἧς τὴν φιλίαν ἔστερξα τὴν σήν, ὑπὲρ ὧν ἂν θέλῃς ἡμᾶς λυπεῖν, μηδέποτέ σε εἰς ἀπολογίας ἀνάγκην καθιστᾷν. Ἐπεί, ὅτι γε οὐ μικρὰν τὴν ζημίαν ἡμῖν ἐπήγαγες, οἶσθα καὶ αὐτός, εἲ γε μέμνησαι τῶν ῥημάτων, καὶ τῶν παρὰ τῶν ἔξωθεν περὶ ἡμῶν, καὶ τῶν ὑφ’ ἡμῶν λεγομένων ἀεί·ταῦτα δὲ ἦν, ὅτι πολὺ κέρδος ἡμῖν ὀμοψύχοις εἶναί τε καὶ φράττεσθαι τῇ πρὸς ἀλλήλους φιλία. Καὶ οἱ μὲν ἄλλοι πάντες ἔλεγον, καὶ ἑτέροις πολλοῖς οὐ μικρὰν ὠφέλειαν τὴν ἡμετέραν οἴσειν ὁμόνοιαν· ἐγὼ δὲ ὠφέλειαν μὲν οὐδέποτε ἐνενόησα, τὸ γε εἰς ἐμὲ ἧκον, παρέξειν τισίν· ἔλεγον δέ, ὅτι τοῦτο γοῦν ἀπ’ αὐτῆς κερδανοῦμεν κέρδος οὐ μικρόν, τὸ δυσχείρωτοι γενέσθαι τοῖς καταγωνίσασθαι βουλομένοις ἡμᾶς. Καὶ ταῦτά σε ὑπομιμνήσκων οὐκ ἐπαυσάμην ποτέ. Χαλεπὸς ὁ καιρός· οἱ ἐπιβουλεύοντες πολλοί· τὸ τῆς ἀγάπης γνήσιον ἀπόλωλεν· ἀντεισῆκται δὲ ὁ τῆς βασκανίας ὄλεθρος· ἐν μέσῳ παγίδων διαβαίνομεν, καὶ ἐπὶ ἐπάλξεων πόλεων περιπατοῦμεν· οἱ μὲν ἕτοιμοι τοῖς ἡμετέροις ἐφησθῆναι κακοῖς, εἲ ποτὲ τι συμβαίη, πολλοὶ καὶ πολλαχόθεν ἐφεστήκασιν· ὁ δὲ συναλγήσων οὐδείς, ἢ καὶ εὐαρίθμητοι λίαν. Ὅρα μὴ διαστάντες ποτὲ πολὺν τὸν γέλωτα ὀφλήσωμεν, καὶ τοῦ γέλωτος μείζονα τὴν ζημίαν· «Ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος ὡς πόλις ὀχυρά, καὶ ὡς μεμοχλευμένη βασιλεία». Μὴ δὲ διαλύσῃς ταύτην τὴν γνησιότητα, μηδὲ διακόψῃς τὸν μοχλόν. Ταῦτα καὶ τὰ τούτων πλείονα ἔλεγον συνεχῶς, οὐδὲν μὲν ποτε ὑποπτεύων τοιοῦτον, ἀλλὰ καὶ πάνυ σε τὰ πρὸς ἡμᾶς ὑγιαίνειν νομίζων, ἃκ περιουσίας δὲ καὶ ὑγιαίνοντα θεραπεύειν βουλόμενος· ἐλάνθανον δέ, ὡς ἔοικε, νοσοῦντι τὰ φάρμακα ἐπιτιθείς· καὶ οὐδὲ οὕτως ὁ δείλαιος ὤνησα, οὐδὲ γέγονεν ἐμοὶ τι πλέον ἐκ ταύτης τῆς ἄγαν προμηθείας. Πάντα γὰρ ἐκεῖνα ῥίψας ἀθρόως, καὶ οὐδὲ εἰς νοῦν βαλόμενος, ὥσπερ ἀνερμάτιστον πλοῖον εἰς πέλαγος ἡμᾶς ἄπειρον ἀφῆκας, οὐδὲν τῶν ἀγρίων ἐκείνων ἐννοήσας κυμάτων, ἅπερ ἡμᾶς ὑπομένειν ἀνάγκη. Εἰ γὰρ ποτε συμβαίη συκοφαντίαν, ἢ χλευασίαν, ἢ καὶ ἄλλην τινὰ ὕβριν καὶ ἐπήρειαν ἐπενεχθῆναί ποθεν ἡμῖν (πολλάκις δὲ τὰ τοιαῦτα συμβαίνειν ἀνάγκη), πρὸς τίνα καταφευξόμεθα; Τίνι κοινωσόμεθα τὰ ἡμετέρας ἀθυμίας; Τὶ ἡμῖν ἀμύναι θελήσει, καὶ τοὺς μὲν λυποῦντας ἀνακόψει, καὶ ποιήσει μηκέτι λυπεῖν, ἡμᾶς δὲ παραμυθήσεται, καὶ παρασκευάσει τὰς ἑτέρων φέρειν ἀπαιδευσίας; Οὐκ ἔστιν οὐδείς, σοῦ πόῤῥωθεν ἑστηκότος τοῦ δεινοῦ τούτου πολέμου, καὶ μηδὲ κραυγὴν ἀκοῦσαι δυναμένου. Ἄρα οἶδας ὅσον εἴργασται σοι κακόν; Ἆρα νῦν γοῦν μετὰ τὸ πλῆξαι ἐπιγινώσκεις ὡς καιρίαν ἡμῖν ἔδωκας τὴν πληγήν; Ἀλλὰ ταῦτα μὲν ἀφείσθω· οὐδὲ γὰρ ἔστι τὰ γενόμενα ἀναλῦσαι λοιπόν, οὐδὲ πόρον τοῖς ἀπόροις εὑρεῖν. Τὶ πρὸς τοὺς ἔξωθεν ἐροῦμεν; Τὶ πρὸς τὰς αἰτίας ἀπολογησόμεθα τὰς ἐκείνων;

η’. ΧΡΥΣΟΣΤΟΜΟΣ: Θάρσει, ἔφην ἐγώ· οὐ γὰρ ὑπὲρ τούτων εἰμὶ μόνον ἕτοιμος εὐθύνας ὑπέχειν, ἀλλὰ καὶ ὧν ἀνευθύνους ἡμᾶς ἀφῆκας, καὶ τούτων πειράσομαί σοι λόγον δοῦναι, ὡς ἂν οἶός τε ὦ. Καί, εἰ βούλει γε, ἀπ’ αὐτῶν πρῶτον τῆς ἀπολογίας ποιήσομαι τὴν ἀρχήν. Καὶ γὰρ ἂν εἴην ἄτοπος καὶ λίαν ἀγνώμων, εἰ τῆς παρὰ τῶν ἔξωθεν δόξης φροντίζων, καὶ ὅπως παύσωνται ἡμῖν ἐγκαλοῦντες, πάντα ποιῶν, τὸν ἁπάντων μοι φίλτατον, καὶ τοσαύτῃ πρὸς ἡμᾶς αἰδοῖ κεχρημένον, ὡς μηδὲ ὑπὲρ ὧν ἠδικῆσθαι φησιν ἐγκαλέσαι θελῆσαι, ἀλλὰ πάρ’ Οὐδὲν Τὰ αὐτοῦ θέμενον ἔτι τῶν ἡμετέρων φροντίζειν, μὴ δυναίμην ὡς οὐκ ἀδικῶ πεῖσαι, ἀλλὰ μείζονι περὶ αὐτὸν φαινοίμην κεχρημένος ῥᾳθυμίᾳ ἧς αὐτὸς περὶ ἡμᾶς ἐπιδείξατο σπουδῆς. Τὶ ποτε οὖν σὲ ἠδικήσαμεν, ἐπειδὴ καὶ ἐντεῦθεν ἐγνώκαμεν εἰς τὸ τῆς ἀπολογίας ἀφεῖναι πέλαγος; Ἆρα ὅτι σε παρεκρουσάμεθα, καὶ τὴν ἡμετέραν ἐκρύψαμεν γνώμην; Ἀλλ’ ἐπὶ κέρδει καὶ τοῦ ἀπατηθέντος σου, καὶ οἷς ἀπατήσαντές σε προὐδώκαμεν. Εἰ μὲν γὰρ δι’ ὅλου τὸ τῆς κλοπῆς κακόν, καὶ οὐκ ἔστιν εἰς δέον αὐτῷ χρήσασθαί ποτε, δοῦναι ἕτοιμοι δίκην ἡμεῖς, ἣν ἂν αὐτὸς ἐθέλῃς· μᾶλλον δὲ σὺ μὲν οὐδέποτε παρ’ ἡμῶν ἀνέξῃ δίκην λαβεῖν, ἡμεῖς δὲ ἑαυτῶν καταγνωσόμεθα ταῦτα, ἃ τῶν ἀδικούντων οἱ δικάζοντες, ὅταν αὐτοὺς ἐλῶσιν οἱ κατήγοροι. Εἰ δὲ οὐκ ἀεὶ τὸ πρᾶγμα ἐπιβλαβές, ἀλλὰ παρὰ τὴν τῶν χρωμένων προαίρεσιν γίνεται φαῦλον ἢ καλόν, ἀφεὶς ἐγκαλεῖν τὸ ἠπατῆσθαι, δεῖξον ἐπὶ κακῷ τοῦτο τεχνασαμένους· ὡς ἕως ἂν τοῦτο ἀπῇ, μὴ ὅτι μέμψεις καὶ αἰτίας ἐπάγειν, ἀλλὰ καὶ ἀποδέχεσθαι τὸν ἀπατῶντα δίκαιον ἂν εἴη τοὺς γε εὐγνωμόνως διακεῖσθαι βουλομένους. Τοσοῦτον γὰρ ἔχει κέρδος εὔκαιρος ἀπάτη, καὶ μετὰ τῆς ὀρθῆς γινομένη διανοίας, ὡς πολλούς, ὅτι μὴ παρεκρούσαντο, καὶ δίκην δοῦναι πολλάκις. Καὶ εἰ βούλει γε τῶν στρατηγῶν τοὺς ἐξ αἰῶνος εὐδοκιμήσαντας ἐξετάσαι, τὰ πλείονα αὐτῶν τροπαὶ τῆς ἀπάτης εὑρήσεις ὄντα κατορθώματα, καὶ μᾶλλον τούτους ἐπαινουμένους, ἢ τοὺς ἐκ τοῦ φανεροῦ κρατοῦντας. Οἱ μὲν γὰρ μετὰ πλείονος τῆς δαπάνης καὶ τῆς τῶν χρημάτων, καὶ τῆς τῶν σωμάτων κατορθοῦσι τοὺς πολέμους, ὡς μηδὲν αὐτοῖς πλέον ἀπὸ τῆς νίκης γίνεσθαι, ἀλλὰ παρ’ οὐδὲν ἧττον τῶν ἡττημένων τοὺς κρατήσαντας δυστυχεῖν, καὶ τῶν στρατευμάτων ἀνηλωμένων, καὶ τῶν ταμιείων κεκενωμένων. Πρὸς δὲ τούτοις οὐδὲ τῆς ἐπὶ τῇ νίκη δόξης αὐτοὺς ἀφιᾶσιν ἀπολαῦσαι πάσης· μέρος γὰρ αὐτῆς οὐ μικρὸν συμβαίνει καὶ τοὺς πεπτωκότας καρποῦσθαι, διὰ τὸ ταῖς ψυχαῖς νικῶντας τοῖς σώμασιν ἡττηθῆναι μόνοις ὡς, εἲ γε ἐνῆν βαλλομένους μὴ πίπτειν, μηδὲ ἐπελθὼν ὁ θάνατος αὐτοὺς ἔπαυσεν, οὐκ ἂν ἔστησαν τῆς προθυμίας ποτέ. Ὁ δὲ ἀπάτῃ κρατῆσαι δυνηθείς, οὐ συμφορᾷ μόνον, ἀλλὰ καὶ γέλωτι περιβάλλει τοὺς πολεμίους. Οὐ γὰρ ὥσπερ ἐκεῖ τοὺς ἐπαίνους ἐξ ἴσης ἀμφότεροι ἀποφέρονται τοὺς ἐπὶ τῇ ῥώμῃ, οὕτω καὶ ἐνταῦθα τοὺς ἐπὶ τῆς φρονήσει, ἀλλ’ ὅλον τὴν νικώντων ἐστὶ τὸ βραβεῖον, καί, τὸ τούτων οὐκ ἔλαττον, τὴν ἀπὸ τῆς νίκης ἡδονὴν ἀκέραιον τῇ πόλει φυλάττουσιν. Οὐ γὰρ ἐστιν ὥσπερ ὁ τῶν χρημάτων πλοῦτος καὶ τὸ τῶν σωμάτων πλῆθος, ἡ τῆς ψυχῆς φρόνησις· ἀλλ’ ἐκεῖνα μέν, ὅταν τις αὐτοῖς ἐν τοῖς πολέμοις χρῆται συνεχῶς, δαπανᾶσθαι συμβαίνει καὶ ἀπολείπειν τοὺς ἔχοντας, αὕτη δέ, ὅσῳπερ ἂν τις αὐτὴν ἀνακινῇ, τοσούτῳ μᾶλλον αὔξεσθαι πέφυκεν. Οὐκ ἐν τοῖς πολέμοις δὲ μόνον, ἀλλὰ καὶ ἐν εἰρήνῃ πολλὴν καὶ ἀναγκαίαν εὕροι τις ἂν τῆς ἀπάτης τὴν χρείαν, καὶ οὐ πρὸς τὰ τῆς πόλεως πράγματα μόνον, ἀλλὰ καὶ ἐν οἰκίᾳ πρὸς γυναῖκα ἀνδρί, καὶ πρὸς ἄνδρα γυναικί, καὶ πατρὶ πρὸς υἱόν, καὶ πρὸς φίλον φίλῳ, ἤδη δὲ καὶ πρὸς πατέρα παισί. Καὶ γὰρ τῶν τοῦ Σαοὺλ χειρῶν ἡ τοῦ Σαοὺλ θυγάτηρ οὐκ ἴσχυσεν ἂν ἑτέρως ἐξελέσθαι τὸν ἄνδρα τὸν αὐτῆς, ἀλλ’ ἢ μετὰ τοῦ παραλογίσασθαι τὸν πατέρα. Καὶ ὁ ταύτης δὲ ἀδελφός, τὸν ὑπ’ ἐκείνης διασωθέντα σῶσαι βουλόμενος κινδυνεύοντα πάλιν, τοῖς αὐτοῖς ὅπλοις ἐχρήσατο, οἷσπερ καὶ ἡ γυνή.

Καὶ ὁ Βασίλειος: Ἀλλ’ οὐδὲν τούτων πρὸς ἐμέ, φησίν. Οὐδὲ γὰρ ἐχθρὸς ἐγὼ καὶ πολέμιος, οὔτε τῶν ἀδικεῖν ἐπιχειρούντων, ἀλλ’ ἅπαν τοὐναντίον τῇ σῇ γὰρ γνώμῃ τὰ ἐμαυτοῦ πάντα ἐπιτρέψας ἀεὶ ταύτῃ εἰπόμην εἴπερ ἐκέλευσας.

θ’. ΧΡΥΣΟΣΤΟΜΟΣ: Ἀλλ’ ὦ θαυμάσιε καὶ ἀγαθώτατε, διὰ τοῦτο γὰρ καὶ αὐτὸς φθάσας εἶπον, ὅτι οὐκ ἐν πολέμῳ μόνον, οὐδ’ ἐπὶ τοὺς ἐχθρούς, ἀλλὰ καὶ ἐν εἰρήνῃ καὶ ἐπὶ τοὺς φιλτάτους χρῆσθαι ταύτῃ καλόν. Ὅτι γὰρ οὐ τοῖς ἀπατῶσι μόνον, ἀλλὰ καὶ τοῖς ἀπατωμένοις τοῦτο χρήσιμον, προσελθὼν τινι τῶν ἰατρῶν ἐρώτησον, πῶς ἀπαλλάττουσι τῆς νόσου τοὺς κάμνοντας, καὶ ἀκούσῃ παρ’ αὐτῶν, ὅτι οὐκ ἀρκοῦνται τῇ τέχνῃ μόνῃ, ἀλλ’ ἔστιν ἀποῦ καὶ τὴν ἀπάτην παραλαβόντες, καὶ τὴν παρ’ αὐτῆς βοήθειαν καταμίξαντες, οὕτως ἐπὶ τὴν ὑγίειαν τοὺς ἀσθενοῦντας ἐπανήγαγον. Ὅταν γὰρ τὸ δυσάρεστον τῶν ἀῤῥωστούντων καὶ τῆς νόσου δὲ αὐτῆς τὸ δυστράπελον μὴ προσίηται τὰς τῶν ἰατρῶν συμβουλάς, τότε τὸ τῆς ἀπάτης ὑποδῦναι προσωπεῖον ἀνάγκη, ἳν’ ὥσπερ ἐπὶ τῆς σκηνῆς τὴν τῶν γενομένων ἀλήθειαν κρύψαι δυνηθῶσιν. Εἰ δὲ βούλει, καὶ ἐγὼ σοι διηγήσομαι δόλον ἕνα ἐκ πολλῶν, ὧν ἤκουσα κατασκευάζειν ἰατρῶν παῖδας. Ἐπέπεσέ ποτὲ τινι πυρετὸς ἀθρόως μετὰ πολλῆς τῆς σφοδρότητος, καὶ ἡ φλὸξ ἤρετο· καὶ τὰ μὲν δυνάμενα σβέσαι τὸ πῦρ ἀπεστρέφετο ὁ νοσῶν, ἐπεθύμει δὲ καὶ πολὺς ἐνέκειτο, τοὺς εἰσιόντας πρὸς αὐτὸν ἅπαντας παρακαλῶν, ἄκρατον ὀρέξαι πολύν, καὶ παρασχεῖν ἐμφορηθῆναι τῆς ὀλεθρίου ταύτης ἐπιθυμίας. Οὐ γὰρ τὸν πυρετὸν ἐκκαύσειν μόνον ἔμελλεν, ἀλλὰ καὶ παραπληξίᾳ παραδώσειν τὸν δείλαιον, εἲ τις αὐτῷ πρὸς ταύτην εἶξε τὴν χάριν. Ἐνταῦθα τῆς τέχνης ἀπορουμένης καὶ οὐδεμίαν ἐχούσης μηχανήν, ἀλλὰ παντελῶς ἐκβεβλημένης, εἰσελθοῦσαν τοσαύτην ἐπεδείξατο τὴν αὐτῆς δύναμιν ἡ ἀπάτη, ὅσην αὐτίκα παρ’ ἡμῶν ἀκούσῃ. Ὁ γὰρ ἰατρὸς ἄρτι ἀπὸ τῆς καμίνου προελθὸν ἄγγος ὀστράκου λαβών, καὶ βάψας οἴνῳ πολλῷ, εἶτα ἀνασπάσας κενὸν καὶ πλήσας ὕδατος, κελεύει τὸ δωμάτιον ἔνθα κατέκειτο ὁ νοσῶν συσκιάσαι παραπετάσμασι πολλοῖς, ἵνα μὴ τὸ φῶς ἐλέγξῃ τὸν δόλον, καὶ δίδωσιν ἐκπιεῖν ὡς ἀκράτου πεπληρωμένον. Ὁ δὲ πρὶν εἰς τὰς χεῖρας λαβεῖν ὑπὸ τῆς ὀσμῆς προσπεσούσης εὐθέως ἀπατηθεὶς οὐδὲ πολυπραγμονεῖν ἠνέσχετο τὸ δοθέν, ἀλλὰ ταύτῃ πειθόμενος, καὶ τῷ σκότει κλαπείς, ὑπὸ τε τῆς ἐπιθυμίας ἐπειγόμενος, ἔσπασε τὸ δοθὲν μετὰ πολλῆς τῆς προθυμίας, καὶ ἐμφορηθεὶς ἀπετινάξατο τὸ πνῖγος εὐθέως, καὶ τὸν ἐπικείμενον ἔφυγε κίνδυνον. Εἶδες τῆς ἀπάτης τὸ κέρδος; Καὶ εἰ πάντας βούλοιτό τις τῶν ἰατρῶν καταλέγειν τοὺς δόλους, εἰς ἄπειρον ἐκπεσεῖται μῆκος ὁ λόγος. Οὐ μόνον δὲ τοὺς τὰ σώματα θεραπεύοντας, ἀλλὰ καὶ τοὺς τῶν ψυχικῶν νοσημάτων ἐπιμελομένους εὕροι τις ἂν συνεχῶς τούτῳ κεχρημένους τῷ φαρμάκῳ. Οὕτω τὰς πολλὰς μυριάδας ἐκείνας τῶν Ἰουδαίων ὁ μακάριος προσηγάγετο Παῦλος. Μετὰ ταύτης τῆς προαιρέσεως τὸν Τιμόθεον περιέτεμεν ὁ Γαλάταις ἐπιστέλλων, ὅτι Χριστὸς οὐδὲν ὠφελήσει τοὺς περιτεμνομένους. Διὰ τοῦτο ὑπὸ μόνον ἐγίνετο ὁ ζημίαν ἡγούμενος μετὰ τὴν εἰς Χριστὸν πίστιν τὴν ἀπὸ τοῦ νόμου δικαιοσύνην. Πολλὴ γὰρ ἡ τῆς ἀπάτης ἰσχύς· μόνον μὴ μετὰ δολερὰς προσαγέσθω τῆς προαιρέσεως. Μᾶλλον δὲ οὐδὲ ἀπάτην τὸ τοιοῦτο δεῖ καλεῖν, ἀλλ’ οἰκονομίαν τινὰ καὶ σοφίαν καὶ τέχνην ἱκανὴν πολλοὺς πόρους ἐν τοῖς ἀπόροις εὑρεῖν, καὶ πλημμελείας ἐπανορθῶσαι ψυχῆς. Οὐδὲ γὰρ τὸν Φινεὲς ἀνδροφόνον εἴποιμ’ ἂν ἔγωγε, καίτοι γε μιᾷ πληγῇ δύο σώματα ἀνεῖλεν· ὥσπερ οὐδὲ τὸν Ἡλίαν μετὰ τοὺς ἑκατὸν στρατιώτας, καὶ τοὺς τούτων ἡγεμόνας, καὶ τὸν πολὺν τῶν αἱμάτων χειμάῤῥουν, ὃν ἐκ τῆς τῶν ἱερωμένων τοῖς δαίμοσιν ἐποίησε ῥεῦσαι σφαγῆς. Εἰ γὰρ τοῦτο συγχωρήσαιμεν, καὶ τὰ πράγματα τῆς τῶν πεποιηκότων προαιρέσεώς τις γυμνώσας ἐξετάζοι καθ’ ἑαυτά, καὶ τὸν Ἀβραὰμ παιδοκτονίας ὁ βουλόμενος κρινεῖ, καὶ τὸν ἔγγονον τὸν ἐκείνου καὶ τὸν ἀπόγονον κακουργίας καὶ δόλου γράψεται. Οὕτω γὰρ ὁ μὲν τῶν τῆς φύσεως ἐκράτησε πρεσβειῶν, ὁ δὲ τὸν τῶν Αἰγυπτίων πλουτῶν εἰς τὸν τῶν Ἰσραηλιτῶν μετήνεγκε στρατόν. Ἀλλ’ οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν· ἄπαγε τῆς τόλμης. Οὐ γὰρ μόνον αὐτοὺς αἰτίας ἀφίεμεν, ἀλλὰ καὶ θαυμάζομεν διὰ ταῦτα, ἐπεὶ καὶ ὁ Θεὸς αὐτοὺς διὰ ταῦτα ἐπῄνεσεν. Καὶ γὰρ ἀπατεὼν ἐκεῖνος ἂν εἴη καλεῖσθαι δίκαιος ὁ τῷ πράγματι κεχρημένος ἀδίκως, οὐχ ὁ μεθ’ ὑγιοῦς γνώμης τοῦτο ποιῶν. Καὶ πολλάκις ἀπατῆσαι δέον, καὶ τὰ μέγιστα διὰ ταύτης ὠφελῆσαι τῆς τέχνης, ὁ δὲ ἐξ εὐθείας προσενεχθεὶς κατὰ μεγάλα τὸν οὐκ ἀπατηθέντα εἰργάσατο.

Λόγος Δεύτερος

Τάδε ἔνεστιν ἐν τῷ Δευτέρῳ Λόγῳ.
α. Ὅτι μέγιστον ἡ ἱερωσύνη τεκμήριον τῆς εἰς τὸν Χριστὸν ἀγάπης.
β. Ὅτι ἡ ταύτης ὑπηρεσία μείζων ἄλλων.
γ. Ὅτι μεγάλης δεῖται ψυχῆς καὶ θαυμαστῆς.
δ. Ὅτι πολλῆς τὸ πρᾶγμα δυσκολίας γέμει καὶ κίνδυνον.
ε. Ὅτι τῆς εἰς τὸν Χριστὸν ἀγάπης, ἕνεκεν τὸ πρᾶγμα ἐφύγομεν.
Ϛ. Ἀπόδειξις τῆς ἀρετῆς τοῦ Βασιλείου, καὶ τῆς ἀγάπης τῆς σφοδρᾶς.
ζ. Ὅτι οὐχ ὑβρίσει ἑλόμενοι τοὺς ψηφισαμένους ἐφύγομεν τὴν χειροτονίαν.
η. Ὅτι κεῖ μέμψεως αὐτοὺς ἀπηλλάξαμεν διὰ τῆς φυγῆς.

Ὅτι μὲν οὖν ἔστι καὶ ἐπὶ καλῷ τῇ τῆς ἀπάτης κεχρῆσθαι δυνάμει, μᾶλλον δὲ ὅτι μηδὲ ἀπάτην δεῖ τὸ τοιοῦτον καλεῖν, ἀλλ’ οἰκονομίαν τινὰ θαυμαστήν, ἐνῆν μὲν καὶ πλείονα λέγειν· ἐπειδὴ δὲ καὶ τὰ εἰρημένα πρὸς ἀπόδειξιν ἱκανὰ γέγονε, φορτικὸν καὶ ἐπαχθὲς περιττὸν τῷ λόγῳ προστιθέναι μῆκος. Σὸν δὲ ἂν εἴη δείκνυται λοιπὸν εἰ μὴ τῷ πράγματι τούτῳ πρὸς τὸ κέρδος ἐχρησάμεθα τὸ σόν.

Καὶ ὁ ΒΑΣΙΛΕΙΟΣ. Καὶ ποῖον ἡμῖν κέρδος, φησίν, ἐκ ταύτης γέγονε τῆς οἰκονομίας, ἢ σοφίας, ἢ ὅπως ἂν αὐτὴν χαίρῃς καλῶν, ἵνα πεισθῶμεν ὅτι οὐκ ἠπατήμεθα παρὰ σοῦ;

α’. ΙΩΑΝΝΗΣ. Καὶ τὶ τούτου τοῦ κέρδους, ἔφην, ἂν γένοιτο μεῖζον, ἢ τὸ ταῦτα φαίνεσθαι πράττοντας, ἅπερ δείγματα τῆς εἰς τὸν Χριστὸν ἀγάπης αὐτὸς ἔφησεν εἶναι ὁ Χριστός; Πρὸς γὰρ τὸν κορυφαῖον τῶν ἀποστόλων διαλεγόμενος, «Πέτρε, φησίν, φιλεῖς μέ»; Τούτου δὲ ὁμολογήσαντος, ἐπιλέγει, «Εἰ φιλεῖς με, ποίμαινε τὰ πρόβατά μου». Ἔρωτα τὸν μαθητὴν ὁ διδάσκαλος, εἰ φιλοῖτο παρ’ αὐτοῦ, οὐχ ἵνα αὐτὸς μάθῃ (πῶς γὰρ ὁ τὰς ἁπάντων ἐμβατεύων καρδίας), ἀλλ’ ἵνα ἡμᾶς διδάξῃ, ὅσον αὐτῷ μέλει τῆς τῶν ποιμνίων ἐπιστασίας τούτων. Τούτου δὲ ὄντος δήλου, κἀκεῖνο ὁμοίως ἔσται φανερόν, ὅτι πολὺς καὶ ἄφατος ἀποκείσεται μισθὸς τῷ περὶ ταῦτα πονουμένῳ, ἃ πολλοῦ τιμᾶται ὁ Χριστός. Εἰ γὰρ ἡμεῖς, ὅταν ἴδωμεν τῶν οἰκετῶν ἢ τῶν θρεμμάτων τῶν ἡμετέρων ἐπιμελομένους τινάς, τῆς περὶ ἡμᾶς ἀγάπης τὴν εἰς ἐκεῖνα σπουδὴν τιθέμεθα σημεῖον, καίτοι γε ταῦτα πάντα χρημάτων ἐστὶν ὠνητά, ὁ μὴ χρημάτων, μηδὲ ἄλλου τινὸς τοιούτου, ἀλλ’ ἰδίῳ θανάτῳ τὸ ποίμνιον πριάμενος τοῦτο, καὶ τιμὴν τῆς ἀγέλης τὸ αἷμα δοὺς τὸ ἑαυτοῦ, πόσῃ τοὺς ποιμαίνοντας αὐτὴν ἀμείψεται δωρεᾷ; Διὰ τοι τοῦτο εἰπόντος τοῦ μαθητής, «Σὺ οἶδας, Κύριε, ὅτι φιλῶ σε», καὶ μάρτυρα τῆς ἀγάπης αὐτὸν τὸν ἀγαπώμενον καλέσαντος, οὐκ ἔστη μέχρι τούτου ὁ Σωτήρ, ἀλλὰ καὶ τὸ τῆς ἀγάπης προσέθηκε σημεῖον. Οὐ γὰρ ὅσον ὁ Πέτρος αὐτὸν ἐφίλει, τότε ἐπιδεῖξαι ἐβούλετο· ἀλλ’ ὅσον αὐτῆς τὴν Ἐκκλησίαν ἀγαπᾷ τὴν ἑαυτοῦ, καὶ Πέτρον καὶ πάντας ἡμᾶς μαθεῖν ἠθέλησεν, ἵνα πολλὴν καὶ ἡμεῖς περὶ ταῦτα εἰσφέρωμεν τὴν σπουδήν. Διὰ τὶ γὰρ Υἱοῦ καὶ μονογενοῦς οὐκ ἐφείσατο ὁ Θεός, ἀλλ’ ὃν μόνον εἶχεν ἐξέδωκεν; Ἵνα τοὺς ἐχθρωδῶς πρὸς αὐτὸν διακειμένους ἑαυτῷ καταλλάξῃ, καὶ ποιήσῃ λαὸν περιούσιον. Διὰ τὶ καὶ τὸ αἷμα ἐξέχεεν; Ἵνα τὰ πρόβατα κτήσηται ταῦτα, ἃ τῷ Πέτρῳ καὶ τοῖς μετ’ ἐκεῖνον ἐνεχείρισεν. Εἰκότως ἄρα ἔλεγεν ὁ Χριστός· «Τὶς ἄρα ὁ πιστὸς δοῦλος καὶ φρόνιμος, ὃν καταστήσει ὁ κύριος αὐτοῦ ἐπὶ τὴν οἰκίαν αὐτοῦ»; Πάλιν τὰ μὲν ῥήματα ἀποροῦντος, ὁ δὲ φθεγγόμενος αὐτὰ οὐκ ἀπορῶν ἐφθέγγετο· ἀλλ’ ὥσπερ τὸν Πέτρον ἐρωτῶν, εἰ φιλοῖτο, οὐ μαθεῖν δεόμενος τοῦ μαθητοῦ τὸν πόθον ἠρώτα, ἀλλὰ δέξαι βουλόμενος τῆς οἰκείας ἀγάπης τὴν ὑπερβολήν· οὕτω καὶ νῦν λέγων· «Τὶς ἄρα ὁ πιστὸς δοῦλος καὶ φρόνιμος»; Οὐ τὸν πιστὸν καὶ φρόνιμον ἀγνοῶν ἔλεγεν, ἀλλὰ παραστῆσαι θέλων τὸ τοῦ πράγματος σπάνιον, καὶ τῆς ἀρχῆς ταύτης τὸ μέγεθος. Ὅρα γοῦν καὶ τὸ ἔπαθλον ὅσον· «Ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν, φησίν».

β’. Ἔτι οὖν ἀμφισβητήσεις ἡμῖν τοῦ μὴ καλῶς ἠπατῆσθαι, πᾶσι μέλλων ἐπιστήσεσθαι τοῦ Θεοῦ τοῖς ὑπάρχουσι, καὶ ταῦτα πράττων, ἃ καὶ τὸν Πέτρον ποιοῦντα ἔφησε δυνήσεται καὶ τῶν ἀποστόλων ὑπερακοντίσαι τοὺς λοιπούς. «Πέτρε, γάρ, φησί, φιλεῖς με πλεῖον τούτων; Ποίμαινε τὰ πρόβατά μου». Καίτοι γ’ ἐνῆν εἰπεῖν πρὸς αὐτόν, εἰ φιλεῖς με, νηστείαν ἄσκει, χαμευνίαν, ἀγρυπνίας συντόνους, προΐστασο τῶν ἀδικουμένων, γίνου ὀρφανοῖς ὡς πατήρ, καὶ ἀντὶ ἀνδρὸς τῇ μητρὶ αὐτῶν. Νῦν δὲ πάντα ταῦτα ἀφείς, τὶ φησι; «Ποίμαινε τὰ πρόβατά μου». Ἐκεῖνα μὲν γάρ, ἃ προεῖπον, καὶ τῶν ἀρχομένων πολλοὶ δύναιντ’ ἂν ἐπιτελεῖν ῥᾳδίως, οὐκ ἄνδρες μόνον, ἀλλὰ καὶ γυναῖκες· ὄτα δὲ ἐκκλησίας προστῆναι δέῃ, καὶ ψυχῶν ἐπιμέλειαν πιστευθῆναι τοσούτων, πᾶσα μὲν ἡ γυναικεῖα φύσις παραχωρείτω τῷ μεγέθει τοῦ πράγματος, καὶ ἀνδρῶν δὲ τὸ πλέον· ἀγέσθωσαν δὲ εἰς μέσον οἱ πολλῷ τῷ μέτρῳ πλεονεκτοῦντες ἀπαντῶ, καὶ τοσοῦτον ὑψηλότεροι τῶν ἄλλων κατὰ τὴν τῆς ψυχῆς ὄντες ἀρετήν, ὅσον τοῦ Πάντσο ἔθνους Ἑβραίων κατὰ τὸ τοῦ σώματος μέγεθος ὁ Σαούλ, μᾶλλον δὲ καὶ πολλῷ πλέον. Μὴ γὰρ μοι μόνον ὑπερωμίας ἐνταῦθα ζητείσθω μέτρον· ἀλλ’ ὅση πρὸς τὰ ἄλογα τῶν λογικῶν ἀνθρώπων ἡ διαφορά, τοσοῦτον τοῦ ποιμένος καὶ τῶν ποιμαινομένων ἔστω τὸ μέσον, ἵνα μὴ καὶ πλέον τι εἴπω· καὶ γὰρ περὶ πολλῷ μειζόνων ὁ κίνδυνος. Ὁ μὲν πρόβατα ἀπολλύς, ἢ λύκων ἁρπασάντων, ἢ λῃστῶν ἐπιστάντων, ἢ λοιμοῦ τινος, ἢ καὶ ἄλλου συμπτώματος ἐπιπεσόντος, τύχοι μὲν ἂν τινος καὶ συγγνώμης παρὰ τοῦ κυρίου τῆς ποίμνης· εἰ δὲ καὶ δίκην ἀπαιτοῖτο, μέχρι τῶν χρημάτων ἡ ζημία· ὁ δὲ ἀνθρώπους πιστευθείς, τὸ λόγιον τοῦ Χριστοῦ ποίμνιον, πρῶτον μὲν οὐκ εἰς χρήματα, αλλ’ εἰς τὴν ἑαυτοῦ ψυχὴν τὴν ζημίαν ὑφίσταται ὑπὲρ τῆς τῶν προβάτων ἀπωλείας· ἔπειτα καὶ τὸν ἀγῶνα πολλῷ μείζονα καὶ χαλεπώτερον ἔχει. Οὐ γὰρ αὐτῷ πρὸς λύκους ἡ μάχη, οὐδὲ ὑπὲρ λῃστῶν δέδοικεν, οὐδὲ ἵνα λοιμὸν ἀπελάσῃ τῆς ποίμνης φροντίζει· ἀλλὰ πρὸς τινὰς ὁ πόλεμος, καὶ μετὰ τινῶν ἡ πάλη; Ἄκουε τοῦ μακαρίου Παύλου λέγοντος· «Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις». Εἶδες πολεμίων πλῆθος δεινόν, καὶ φάλαγγας ἀγρίας, οὐ σιδήρῳ πεφραγμένας, ἀλλ’ ἀντὶ πάσης πανοπλίας ἀρκουμένας τῇ φύσει; Βούλει καὶ ἕτερον στρατόπεδον ἰδεῖν ἀπηνὲς καὶ ὠμὸν ταύτῃ προσεδρεῦον τῇ ποίμνη; Καὶ τοῦτο ἀπὸ τῆς αὐτῆς ὄψει περιωπῆς. Ὁ γὰρ περὶ ἐκείνων ἡμῖν διαλεχθείς, οὗτος καὶ τούτους ἡμῖν ὑποδείκνυσι τοὺς ἐχθρούς, ὧδέ πως λέγων· «Φανερὰ ἐστι τὰ ἔργα τῆς σαρκός, ἅτινά ἐστι, πορνεία, μοιχεία, ἀκαθαρσία, ἀσέλγεια, εἰδωλολατρεία, φαρμακεία, ἔχθραι, ἔρεις, ζῆλοι, θυμοί, ἐριθείαι, καταλαλιαί, ψιθυρισμοί, φυσιώσεις, ἀκαταστασίαι, καὶ ἕτερα τούτων πλείονα»· οὐ γὰρ πάντα κατέλεξεν, ἀλλ’ ἐκ τούτων ἀφῆκεν εἰδέναι καὶ τὰ λοιπά. Καὶ ἐπὶ μὲν τοῦ ποιμένος τῶν ἀλόγων οἱ βουλόμενοι διαφθεῖραι τὴν ποίμνην, ὅταν ἴδωσι τὸν ἐφεστῶτα φεύγοντα, τὴν πρὸς ἐκεῖνον μάχην ἀφέντες, ἀρκοῦνται τῇ τῶν θρεμμάτων ἁρπαγῇ· ἐνταῦθα δέ, κἂν ἅπασαν λάβωσι τὴν ποίμνην, οὐδ’ οὕτω τοῦ ποιμένος ἀφίστανται, ἀλλὰ μᾶλλον ἐφεστήκασι, καὶ πλέον θρασύνονται· καὶ οὐ πρότερον παύονται, ἕως ἂν ἢ καταβάλωσιν ἐκεῖνον, ἢ νικηθῶσιν αὐτοί. Πρὸς δὲ τούτοις τὰ μὲν τῶν προβάτων νοσήματα καθέστηκε φανερά, κἂν λιμὸς ᾗ, κἂν λοιμός, κἂν τραῦμα, κἂν ὀτιδηποτοῦν ἕτερον ᾗ τὸ λυποῦν· οὐ μικρὸν δὲ τοῦτο δύναιτ’ ἂν πρὸς τὴν τῶν ἐνοχλούντων ἀπαλλαγήν. Ἔστι δὲ τι καὶ ἕτερον τούτου μεῖζον, τὸ ποιοῦν ταχεῖαν τῆς ἀῤῥωστίας ἐκείνης τὴν λύσιν. Τὶ δὲ τοῦτό ἐστι; Μετὰ πολλῆς τῆς ἐξουσίας καταναγκάζουσι τὰ πρόβατα οἱ ποιμένες δέχεσθαι τὴν ἰατρείαν, ὅταν ἑκόντα μὴ ὑπομένῃ. Καὶ γὰρ δῆσαι εὔκολον, ὅταν καῦσαι δέῃ, καὶ τεμεῖν καὶ φυλάξαι ἔνδον ἐπὶ χρόνον πολύν, ἡνίκα ἂν τοῦτο συμφέρῃ, καὶ ἑτέραν δὲ ἀνθ’ ἑτέρας προσαγαγεῖν τροφήν, καὶ ἀποκωλῦσαι ναμάτων, καὶ τὰ ἀλλὰ δὲ πάντα, ὅσαπερ ἂν δοκιμάσωσι πρὸς τὴν ἐκείνων ὑγίειαν συμβάλλεσθαι, μετὰ πολλῆς ἄγουσι τῆς εὐκολίας.

γ’. Τὰς δὲ τῶν ἀνθρώπων ἀῤῥωστίας πρῶτον μὲν οὐκ ἔστιν ἀνθρώπῳ ῥᾴδιον ἰδεῖν· «Οὐδεὶς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ». Πῶς οὖν τις προσαγάγοι τῆς νόσου τὸ φάρμακον, ἧς τὸν τρόπον οὐκ οἶδε, πολλάκις δὲ μηδὲ εἰ τυγχάνοι νόσων δυνάμενος συνιδεῖν; Ἐπειδὰν δὲ καὶ καταφανὴς γένηται, τότε πλείονα αὐτῷ παρέχει τὴν δυσκολίαν. Οὐ γὰρ ἐστι μετὰ τοσαύτης ἐξουσίας ἅπαντας θεραπεύειν ἀνθρώπους, μεθ’ ὅσης τὸ πρόβατον ὁ ποιμήν. Ἔστι μὲν γὰρ καὶ ἐνταῦθα καὶ δῆσαι, καὶ τροφῆς ἀπεῖρξαι, καὶ καῦσαι, καὶ τεμεῖν· ἀλλ’ ἡ ἐξουσία τοῦ δέξασθαι τὴν ἰατρείαν οὐκ ἐν τῷ προσάγοντι τὸ φάρμακον, ἀλλ’ ἐν τῷ κάμνοντι κεῖται. Τοῦτο γὰρ καὶ ὁ θαυμάσιος ἐκεῖνος ἀνὴρ συνιδών, Κορινθίοις ἔλεγεν· «Οὐ γὰρ κυριεύομεν ὑμῶν τῆς πίστεως, ἀλλὰ συνεργοὶ ἐσμεν τῆς χαρᾶς ὑμῶν»· Μάλιστα μὲν γὰρ ἁπάντων Χριστιανοῖς οὐκ ἐφεῖται πρὸς βίαν ἐπανορθοῦν τὰ τῶν ἁμαρτανόντων πταίσματα. Ἀλλ’ οἱ μὲν ἔξωθεν δικασταὶ τοὺς κακούργους ὅταν ὑπὸ τοῖς νόμοις λάβωσι, πολλὴν ἐπιδείκνυνται τὴν ἐξουσίαν, καὶ ἄκοντας τοῖς τρόποις κωλύουσι χρῆσθαι τοῖς αὐτῶν· ἐνταῦθα δὲ οὐ βιαζόμενον, ἀλλὰ πείθοντα δεῖ ποιεῖν ἀμείνω τὸν τοιοῦτον. Οὔτε γὰρ ἡμῖν ἐξουσία τοσαύτη παρὰ τῶν νόμων δέδοται πρὸς τὸ κωλύειν τοὺς ἁμαρτάνοντας, οὔτε, εἰ καὶ ἔδωκαν, εἴχομεν ὅπου χρησόμεθα τῇ δυνάμει, οὐ τοὺς ἀνάγκῃ τῆς κακίας, ἀλλὰ τοὺς προαιρέσει ταύτης ἀπερχομένους στεφανοῦντος τοῦ Θεοῦ. Διὰ τοῦτο πολλῆς χρεία τῆς μηχανῆς, ἵνα πεισθῶσιν ἑκόντες ἑαυτοὺς ὑπέχειν τάσι παρὰ τῶν ἱερέων θεραπείαις οἱ κάμνοντες, καὶ οὐ τοῦτο μόνον, ἀλλ’ ἵνα καὶ χάριν εἰδῶσι τῆς ἰατρείας αὐτοῖς. Ἂν τε γὰρ ποτε σκιρτήσῃ δεθεὶς (κύριος γὰρ ἐστι τούτου), χεῖρον εἰργάσατο τὸ δεινόν· ἂν τε τοὺς σιδήρου δίκην τέμνοντας λόγους παραπέμψηται, προσέθηκε διὰ τῆς καταφρονήσεως τραῦμα ἕτερον, καὶ γέγονεν ἡ τῆς θεραπείας πρόφασις νόσου χαλεπωτέρας ὑπόθεσις. Ὁ γὰρ καταναγκάζων καὶ ἄκοντα θεραπεῦσαι δυνάμενος οὐκ ἔστι.

δ’. Τὶ οὖν ἂν τις ποιήσειε; Καὶ γάρ, ἂν πραότερον προσενεχθῇς, τῷ πολλῆς ἀποτομίας δεομένῳ, καὶ μὴ δῷς βαθεῖαν τὴν πληγὴν τῷ τοιαύτης χρείαν ἔχοντι, τὸ μὲν περιέκοψας, τὸ δὲ ἀφῆκας τοῦ τραύματος· κἂν ἀφειδῶς τὴν ὀφειλομένην ἐπαγάγῃς τομήν, πολλάκις ἀπογνοὺς πρὸς τὰς ἀλγηδόνας ἐκεῖνος, ἀθρόως ἅπαντα ῥίψας, καὶ τὸ φάρμακον, καὶ τὸν ἐπίδεσμον, φέρων ἑαυτὸν κατεκρήμνισε, καὶ συντρίψας τὸν ζυγόν, καὶ διαῤῥήξας τὸν δεσμόν. Καὶ πολλοὺς ἂν ἔχοιμι, λέγειν τοὺς εἰς ἔσχατα ἐξοκείλαντας κακὰ διὰ τὸ δίκην ἀπαιτηθῆναι τῶν ἁμαρτημάτων ἀξίαν. Οὐ γὰρ ἁπλῶς πρὸς τὸ τῶν παραπτωμάτων μέτρον δεῖ καὶ τὴν ἐπιτιμίαν ἐπάγειν, ἀλλὰ καὶ τῆς τῶν ἁμαρτανόντων στοχάζεσθαι προαιρέσεως, μήποτε ῥάψαι τὸ διεῤῥωγὸς βουλόμενος χεῖρον τὸ σχίσμα ποιήσῃς, καὶ ἀνορθῶσαι τὸ καταπεπτωκὸς σπουδάζων μείζονα ἐργάσῃ τὴν πτῶσιν. Οἱ γὰρ ἀσθενεῖς καὶ διακεχυμένοι καὶ τὸ πλέον τῇ τοῦ κόσμου προσδεδεμένοι τρυφῇ, ἔτι δὲ καὶ ἐπὶ γένει καὶ δυναστείᾳ μέγα φρονεῖν ἔχοντες, ἡρέμα μὲν καὶ κατὰ μικρὸν ἐν οἷς ἂν ἁμαρτάνωσιν ἐπιστρεφόμενοι, δύναιτ’ ἄν, εἰ καὶ μὴ τέλεον, ἀλλὰ γοῦν ἐκ μέρους τῶν κατεχόντων αὐτοὺς ἀπαλλαγῆναι κακῶν· ἂν δὲ ἀθρόον τις ἐπαγάγῃ τὴν παίδευσιν, καὶ τῆς ἐλάττονος αὐτοὺς ἀπεστέρησε διορθώσεως. Ψυχὴ γὰρ ἐπειδὰν εἰς ἅπαξ ἀπερυθριάσαι βιασθῇ, εἰς ἀναλγησίαν ἐκπίπτει· καὶ οὔτε προσηνέσιν εἴκει λόγοις λοιπόν, οὔτε ἀπειλαῖς κάμπτεται, οὐκ εὐεργεσίαις προτρέπεται, ἀλλὰ γίνεται πολὺ χειρῶν τῆς πόλεως ἐκείνης, ἣν ὁ προφήτης κακίζων ἔλεγεν· «Ὄψις πόρνης ἐγένετό σοι, ἀπηναισχύντησας πρὸς πάντας»· διὰ τοῦτο πολλῆς δεῖ τῆς συνέσεως τῷ ποιμένι, καὶ μυρίων ὀφθαλμῶν πρὸς τὸ περισκοπεῖν πάντοθεν τὴν τῆς ψυχῆς ἕξιν. Ὥσπερ γὰρ εἰς ἀπόνοιαν αἴρονται πολλοί, καὶ εἰς ἀπόγνωσιν τῆς ἑαυτῶν καταπίπτουσι φαρμάκων· οὕτως εἰσι τινε, οἳ διὰ τὸ μὴ δοῦναι τιμωρίαν τῶν ἁμαρτημάτων ἀντίῤῥοπον εἰς ὀλιγωρίαν ἐκτρέπονται, καὶ πολλῷ γίνονται χείρους, καὶ πρὸς τὸ μείζονα ἁμαρτάνειν προσάγονται. Χρὴ τοίνυν μηδὲν τούτων ἀνεξέταστον ἀφεῖναι, ἀλλὰ πάντα διερευνησάμενον ἀκριβῶς καταλλήλως τὰ παρ’ αὐτοῦ προσάγειν τὸν ἱερωμένον, ἵνα μὴ μάταιος αὐτῷ γίνηται ἡ σπουδή. Οὐκ ἐν τούτῳ δὲ μόνῳ, ἀλλὰ καὶ ἐν τῷ ἀπεῤῥηγμένα τῆς ἐκκλησίας μέλη συνάπτειν πολλὰ ἴδοι τις ἂν αὐτὸν ἔχοντα πράγματα. Ὁ μὲν γὰρ τῶν προβάτων οἴμην ἔχει τὸ ποίμνιον ἑπόμενον, ἤπερ ἂν ἥγηται· εἰ δὲ καὶ ἐκτρέποιτό τινα τῆς εὐθείας ὁδοῦ, καὶ τὴν ἀγαθὴν ἀφιέντα νομὴν λεπτόγεα καὶ ἀπόκρημνα βόσκοιτο χωρία, ἀρκεῖ βοήσαντα σφοδρότερον συνελάσαι πάλιν, καὶ εἰς τὴν ποίμνην ἐπαναγαγεῖν τὸ χωρισθέν· εἰ δὲ τῆς εὐθείας ἄνθρωπος ἀποπλανηθείη πίστεως, πολλῆς δεῖ τὸ ποιμένι τῆς πραγματείας, τῆς καρτερίας, τῆς ὑπομονῆς. Οὐ γὰρ ἑλκύσαι πρὸς βίαν ἔστιν, οὐδὲ ἀναγκάσαι φόβῳ, πείσαντα δὲ δεῖ πάλιν πρὸς τὴν ἀλήθειαν ἀγαγεῖν, ὅθεν ἐξέπεσε τὴν ἀρχήν. Γενναίας οὖν δεῖ ψυχῆς, ἵνα μὴ περικακῇ, ἵνα μὴ ἀπογινώσκῃ τὴν τῶν πλανωμένων σωτηρίαν, ἵνα συνεχῶς ἐκεῖνο καὶ λογίζηται καὶ λέγῃ, «Μὴ ποτε δῷ αὐτοῖς ὁ Θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας, καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος». Διὰ ταῦτα τοῖς μαθηταῖς ὁ Κύριος διαλεγόμενος ἔφη· «Τὶς ἄρα πιστὸς δοῦλος καὶ φρόνιμος»; Ὁ μὲν γὰρ ἑαυτὸν ἀσκῶν εἰς ἑαυτὸν κέρδος περιίστησι τὴν ὠφέλειαν· τὸ δὲ τῆς ποιμαντικῆς κέρδος εἰς ἅπαντα διαβαίνει τὸν λαόν. Καὶ ὁ μὲν χρήματα διανέμων τοῖς δεομένοις, ἢ κεῖ ἑτέρως πως ἀδικουμένοις ἀμύνων, ὤνησε μὲν τι καὶ οὗτος τοὺς πλησίον, τοσούτῳ δὲ ἔλαττον τοῦ ἱερέως, ὅσον τὸ μέσον σώματος πρὸς ψυχήν. Εἰκότως ἄρα τῆς εἰς αὐτὸν ἀγάπης τὴν περὶ τὰ ποίμνια σπουδὴν ὁ Κύριος ἔφησεν εἶναι σημεῖον.

ΒΑΣΙΛ. Σὺ δέ, φησίν, οὐ φιλεῖς τὸν Χριστόν;

ΧΡΥΣΟΣΤ. Καὶ φίλῳ, καὶ φιλῶν οὐ παύσομαί ποτε, δέδοικα δὲ μὴ παροξυνῶ τὸν φιλούμενον ὑπ’ ἐμοῦ.

ΒΑΣΙΛ. Καὶ τὶ τούτου γένοιτ’ ἂν αἴνιγμα, φησίν, ἀσαφέστερον, εἰ ὁ μὲν Χριστὸς τὸν φιλοῦντα αὐτὸν ποιμαίνειν προσέταξεν αὐτοῦ τὰ πρόβατα, σὺ δὲ διὰ τοῦτο φὴς οὐ ποιμαίνειν, ἐπειδὴ τὸν τοῦτο προστάξαντα φιλεῖς;

ΧΡΥΣΟΣΤ. Οὐκ ἔστιν αἴνιγμα, ἔφην, ὁ λόγος, ἀλλὰ καὶ λίαν σαφὴς καὶ ἁπλοῦς. Εἰ μὲν γὰρ ἱκανῶς ἔχων διοικῆσαι τὴν ἀρχὴν ταύτην, καθὼς ὁ Χριστὸς ἤθελεν, εἶτα ἀπέφυγον, ἔδει πρὸς τὸ παρ’ ἐμοῦ λεγόμενον ἀπορεῖν· ἐπειδὴ δὲ ἄχρηστόν με πρὸς τὴν διακονίαν ταύτην ἡ τῆς ψυχῆς ἀσθένεια καθίστησι, ποῦ ζητήσεως ἄξιον τὸ λεγόμενον; Καὶ γὰρ δέδοικα μὴ τὴν ἀγέλην τοῦ Χριστοῦ σφριγῶσαν καὶ εὐτραφῆ παραλαβών, εἶτα αὐτὴν ἐξ ἀπροσεξίας λυμηνάμενος, παροξυνῶ κατ’ ἐμαυτοῦ τὸν οὕτως αὐτὴν ἀγαπήσαντα Θεόν, ὡς ἑαυτὸν ἐκδοῦναι διὰ τὴν ταύτης σωτηρίαν τε καὶ τιμήν.

ΒΑΣΙΛ. Παίζων λέγεις ταῦτα, φησίν· εἰ γὰρ σπουδάζων, οὐκ οἶδα πῶς ἂν ἑτέρως μᾶλλον ἡμᾶς ἐπέδειξας δικαίως ἀλγοῦντας, ἢ διὰ τῶν ῥημάτων τούτων, δι’ ὧν ἀποκρούσασθαι τὴν ἀθυμίαν σπουδάσας. Ἐγὼ γὰρ καὶ πρότερον εἰδὼς ὅτι με ἠπάτησας καὶ προὔδωκας, νῦν δὲ πολλῷ πλέον, ὅτε καὶ τὰ ἐγκλήματα ἀποδύσασθαι ἐπεχείρησας, τοῦτο μανθάνω καὶ συνίημι καλῶς, οἷ τῶν κακῶν με ἤγαγες. Εἰ γὰρ διὰ τοῦτο σαυτὸν ὑπεξήγαγες τῆς τοιαύτης λειτουργίας, ὅτι σύνοιδας οὐκ ἀρκοῦσαν σου τὴν ψυχὴν πρὸς τὸν τοῦ πράγματος ὄγκον, ἐμὲ πρότερον ἐξελέσθαι ἐχρῆν, καὶ εἰ πολλὴν πρὸς τοῦτο ἐπιθυμίαν ἔχων ἐτύγχανον, μὴ ὅτι καὶ πᾶσαν τὴν ὑπὲρ τούτων ἐπέτρεψά σοὶ βουλήν· νῦν δὲ τὸ σαυτοῦ μόνον ἰδὼν τὸ ἡμέτερον παρεῖδες. Εἴθε μὲν οὖν παρεῖδες, καὶ ἀγαπητὸν ἂν ἦν· σὺ δὲ καὶ ὅπως εὐχείρωτοι γενώμεθα τοῖς βουλομένοις λαβεῖν, ἐπεβούλευσας. Οὐδὲ γὰρ εἰς ἐκεῖνο καταφυγεῖν ἔχοις ἄν, ὅτι ἡ τῶν πολλῶν δόξα ἠπάτησέ σε, καὶ μεγάλα τινὰ καὶ θαυμαστὰ περὶ ἡμῶν ὑποπτεύειν ἔπεισεν. Οὔτε γὰρ τῶν θαυμαζομένων καὶ ἐπισήμων ἡμεῖς, οὔτε, εἰ καὶ τοῦτο οὕτως ἔχον ἐτύγχανε, τὴν τῶν πολλῶν δόξαν τῆς ἀληθείας προτιμῆσαι ἐχρῆν. Εἰ μὲν γὰρ μηδέποτέ σοι πεῖραν τῆς ἡμετέρας ἐδώκαμεν συνουσίας, ἐδόκει τις εἶναί σοι πρόφασις εὔλογος, ἀπὸ τῆς τῶν πολλῶν φήμης φέροντι τὴν ψῆφον· εἰ δὲ οὐδ’ εἷς οὕτω τὰ ἡμέτερα οἶδεν, ἀλλὰ καὶ τῶν γεγεννηκότων καὶ θρεψαμένων αὐτῶν τὴν ἡμετέραν μᾶλλον ἐπίστασαι ψυχήν, τὶς οὕτως ἔσται σοι λόγος πιθανός, ὡς δυνηθῆναι πεῖσαι τοὺς ἀκούοντας ὅτι οὐχ ἑκὼν ἡμᾶς εἰς τοῦτον ὦσας τὸν κίνδυνον; Ἀλλὰ γὰρ ταῦτα ἀφείσθω νῦν· οὐδὲ γὰρ ὑπὲρ τούτων ἀναγκάζομέν σε κρίνεσθαι· τὶ πρὸς τοὺς ἐγκαλοῦντας ἀπολογησόμεθα; Λέγε.

ΧΡΥΣΟΣΤ. Ἀλλ, οὐδὲ αὐτὸς πρότερον, ἔφην, ἐπ’ ἐκεῖνα πορεύσομαι, ἕως ἂν διαλύσωμαι τὰ πρὸς σέ, κἂν μυριάκις αὐτὸς ἡμᾶς τῶν ἐγκλημάτων ἐθέλῃς ἀπολύειν. Σὺ μὲν γὰρ ἔφης τὴν ἄγνοιαν ἡμῖν φέρειν συγγνώμην, καὶ πάσης ἂν ἡμᾶς ἀφεῖναι κατηγορίας, εἰ μηδὲν τῶν σῶν εἰδότες, εἶτά σε εἰς τὰ παρόντα ἠγάγομεν· ἐπειδὴ δὲ οὐκ ἀγνοοῦντας προδοῦναι, ἀλλ’ ἀκριβῶς ἐπισταμένους τὰ σά, διὰ τοῦτο πᾶσαν ἡμῖν πρόφασιν εὔλογον καὶ ἀπολογίαν ἀνῃρῆσθαι δικαίαν. Ἐγὼ δὲ πᾶν τοὐναντίον φημι· διότι τὰ τοιαῦτα πολλῆς δεῖται τῆς ἐξετάσεως, καὶ τὸν μέλλοντα παραδώσειν τὸν εἰς ἱερωσύνην ἐπιτήδειον οὐ δὲ τῇ τῶν πολλῶν ἀρκεῖσθαι φήμῃ μόνον, ἀλλὰ μετ’ ἐκείνης καὶ αὐτὸν μάλιστα πάντων καὶ πρὸ πάντων ἐξητακέναι τὰ ἐκείνου. Καὶ γὰρ ὁ μακάριος Παῦλος εἰπών, «Δεῖ δὲ αὐτὸν καὶ μαρτυρίαν ἔχειν καλὴν ἀπὸ τῶν ἔξωθεν», οὐκ ἀναιρεῖ τὴν ἀκριβῆ καὶ βεβασανισμένην ἔρευναν, οὐδ’ ὡς προηγούμενον τεκμήριον τοῦτο τίθησι τῆς τῶν τοιούτων δοκιμασίας. Καὶ γὰρ πολλὰ πρότερον διαλεχθείς, ὕστερον τοῦτο προσέθηκε, δεικνὺς ὡς οὐκ αὐτῷ μόνον ἀρκεῖσθαι δὲ πρὸς τὰς τοιαύτας αἱρέσεις, ἀλλὰ μετὰ τῶν ἄλλων καὶ αὐτὸ παραλαμβάνειν χρή. Συμβαίνει γὰρ πολλάκις τὴν τῶν πολλῶν ψεύδεσθαι φήμην· τῆς δὲ ἀκριβοῦς ἐξετάσεως ἡγησαμένης, οὐδένα ἐκ ταύτης κίνδυνόν ἐστιν ὑποπτεύσαι λοιπόν. Διὰ τοῦτο μετὰ τὰ ἀλλὰ τὰ παρὰ τῶν ἔξωθεν αὐτοῦ τίθησιν. Οὐ γὰρ ἁπλῶς ἔφησε· «Δεῖ δὲ αὐτὸν μαρτυρίαν ἔχειν καλήν», ἀλλὰ τὸ καὶ «Παρὰ τῶν ἔξωθεν» παρενέβαλε, δηλῶσαι βουλόμενος ὅτι πρὸ τῆς τῶν ἔξωθεν φήμης πρὸς ἀκρίβειαν αὐτὸν διερευνήσασθαι δεῖ. Ἐπεὶ οὖν καὶ αὐτὸς ᾔδειν τὰ σὰ τῶν γεγεννηκότων μᾶλλον, ὡς καὶ αὐτὸς ὡμολόγησας, διὰ τοῦτο δίκαιος ἂν εἴην πάσης ἀφεῖσθαι αἰτίας.

ΒΑΣΙΛ. Δι’ αὐτὸ μὲν οὖν τοῦτο, φησίν, οὐκ ἔφυγε, εἲ τὶς σε γράφεσθαι ἤθελεν. Ἦ οὖν μέμνησαι καὶ παρ’ ἡμῶν ἀκούσας καὶ πολλάκις καὶ διὰ τῶν ἔργων αὐτῶν διδαχθεὶς τὸ τῆς ψυχῆς ἀγεννὲς τῆς ἐμῆς; Οὐ διὰ τοῦτο εἰς μικροψυχίαν ἡμᾶς διετέλεις σκώπτων ἀεί, ὅτι καὶ ταῖς τυχούσαις φροντίσι καταπίπτομεν εὐκόλως;

ε’. ΧΡΥΣΟΣΤ. Μέμνημαι μὲν καὶ ταῦτα πολλάκις, ἔφην, ἀκούσας παρὰ σοῦ τὰ ῥήματα, καὶ οὐκ ἂν ἀρνηθείην, ἐγὼ δὲ σε εἲ ποτε ἔσκωπτον, παίζω, οὐκ ἀληθεύων τοῦτο ἐποίουν. Ἀλλ’ ὅμως οὐδὲν ὑπὲρ τούτων φιλονεικῶ νῦν, ἀξιῶ δὲ καὶ σεαυτὸν τὴν ἴσην μοι παρασχεῖν εὐγνωμοσύνην, ὅταν θελήσω τινὸς ἐπιμνησθῆναι τῶν σοὶ προσόντων ἀγαθῶν. Κἂν γὰρ ἐπιχειρήσῃς ἡμᾶς ἀπελέγξαι ψευδομένους, οὐ φεισόμεθα, ἀλλ’ ἀποδείξομεν μετριάζοντα σε μᾶλλον ἢ πρὸς ἀλήθειαν ταῦτα φθεγγόμενον, ἑτέρῳ μὲν οὐδενί, τοῖς δὲ λόγοις τοῖς σοῖς καὶ πράξεσι μάρτυσι κεχρημένοι πρὸς τὴν γῶν λεγομένων ἀλήθειαν. Πρῶτον δὲ σε ἐκεῖνο ἐρέσθαι βούλομαι· οἶσθα πόση τῆς ἀγάπης ἡ δύναμις; Ὁ μὲν γὰρ Χριστὸς τὰ τεράστια πάντα ἀφείς, ἅπερ ἔμελλεν ὑπὸ τῶν ἀποστόλων τελεῖσθαι, «Ἐν τούτῳ, φησί, γνώσονται οἱ ἄνθρωποι, ὅτι ἐμοὶ ἐστε μαθηταί, ἐὰν ἀγαπᾶτε ἀλλήλους». Ὁ δὲ Παῦλος πλήρωμα τοῦ νόμου φησὶν αὐτὴν εἶναι, καὶ ταύτης ἀπούσης οὐδὲν εἶναι τῶν χαρισμάτων ὄφελος. Τοῦτο δὴ τὸ ἐξαίρετον ἀγαθόν, τὸ γνώρισμα τῶν τοῦ Χριστοῦ μαθητῶν, τὸ τῶν χαρισμάτων ἀνωτέρω κείμενον, εἶδον γενναίως ἐν τῇ σῇ πεφυτευμένον ψυχῇ, καὶ πολλῷ βρύον τῷ καρπῷ.

Καὶ ὁ ΒΑΣΙΛ. Ὅτι μὲν πολλὴ μοι, φησί, τοῦ πράγματος ἡ φροντίς, καὶ μεγίστην ποιοῦμαι τὴν σπουδὴν ὑπὲρ ταύτης τῆς ἐντολῆς, καὶ αὐτὸς ὁμολογῶ· ὅτι δὲ οὐδὲ ἐξ ἡμισείας αὐτὴν διηνύσαμεν, καὶ αὐτὸς ἂν μοι μαρτυρήσεις, εἰ τὸ πρὸς χάριν λέγειν ἀφεὶς τιμῆσαι τἀληθὲς βουληθείης.

ΧΡΥΣΟΣΤ. Οὐκοῦν ἐπὶ τοὺς ἐλέγχους τρέψομαι, ἔφην, ,αἱ ὅπερ ἠπείλησα, ποιήσω νῦν, μετριάζειν μᾶλλον ἢ ἀληθεύειν βουλόμενον ἀποδείξας. Ἐρῶ δὲ πρᾶγμα ἄρτι συμβεβηκός, ἵνα μὴ τις ὑποπτεύσῃ, τὰ παλαιὰ με διηγούμενον τῷ πλήθει τοῦ χρόνου τἀληθὲς ἐπισκιάζειν ἐπιχειρεῖν, τῆς λήθης οὐκ ἀφιείσης ἐπισκῆψαί τι τοῖς πρὸς χάριν λεγομένοις παρ’ ἡμῶν.

Ϛ’. Ὅτε γὰρ τῶν ἐπιτηδείων τις τῶν ἡμετέρων ἐπ’ ἐγκλήμασιν ὕβρεως καὶ ἀπονοίας συκοφαντηθεὶς περὶ τῶν ἐσχάτων ἐκινδύνευε, τότε οὔτε ἐγκαλοῦντος σοὶ τινος, οὔτε ἐκείνου τοῦ κινδυνεύειν μέλλοντος δεηθέντος, εἰς μέσους σαυτὸν ἔῤῥιψας τοὺς κινδύνους. Καὶ τὸ μὲν ἔργον τοῦτο ἦν· ἵνα δὲ σε καὶ ἀπὸ τῶν ῥημάτων ἐλέγξωμεν, καὶ αὐτῶν τῶν εἰρημένων σοὶ μνημονεύσωμεν· ἐπειδὴ γὰρ τὴν προθυμίαν ταύτην οἱ μὲν οὐκ ἀπεδέχοντο, οἱ δὲ ἐπῄνουν καὶ ἐθαύμαζον· καὶ τὶ πάθω; Πρὸς τοὺς ἐγκαλοῦντας ἔφης· ἑτέρως γὰρ οὐκ οἶδα φιλεῖν, ἀλλ’ ἢ μετὰ τοῦ καὶ τὴν ψυχὴν ἐκδιδόναι τὴν ἐμαυτοῦ, ἡνίκα ἂν τινα τῶν ἐπιτηδείων κινδυνεύοντα διασῶσαι δέῃ, ῥήμασι μὲν ἑτέροις, διανοίᾳ δὲ τῇ αὐτῇ τὰ τοῦ Χριστοῦ φθεγγόμενος, ἃ πρὸς τοὺς μαθητὰς ἔλεγε, τῆς τελείας ἀγάπης τοὺς ὄρους τιθείς· «Μείζονα γὰρ ταύτης ἀγάπην οὐδεὶς ἔχει, φησίν, ἢ ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ». Εἰ τοίνυν μείζονα ταύτης οὐκ ἔστιν εὑρεῖν, ἐπὶ τὸ τέλος αὐτῆς ἔφθασας, καὶ δι’ ὧν ἔπραξας, καὶ δι’ ὧν εἶπες, τῆς κορυφῆς ἐπέβης αὐτῆς. Διὰ τοῦτό σὲ προὐδώκαμεν, διὰ τοῦτο τὸν δόλον ἐῤῥάψαμεν ἐκεῖνον. Ἆρα σε πείθομεν ὅτι οὔτε ἐκ κακονοίας, οὔτε εἰς κίνδυνον ἐμβαλεῖν βουλόμενοι, ἀλλὰ χρήσιμον ἔσεσθαι εἰδότες, εἰς τὸ στάδιον εἵλκομεν τοῦτο;

ΒΑΣΙΛ. Εἶτα ἀρκεῖν οἴει, φησί, πρὸς τὴν τῶν πλησίον διόρθωσιν τὴν τῆς ἀγάπης δύναμιν;

ΧΡΥΣΟΣΤ. Μάλιστα μὲν πολὺ μέρος, ἔφην, πρὸς τοῦτο συμβάλλεσθαι δύναιτ’ ἄν· εἰ δὲ βούλει καὶ τῆς φρονήσεως ἡμᾶς τῆς σῆς δείγματα ἐξενεγκεῖν, καὶ ἐπὶ ταύτην βαδιούμεθα, καὶ δείξομεν συνετὸν ὄντα μᾶλλον ἢ φιλόστοργον.

Ἐπὶ τούτοις ἐρυθριάσας ἐκεῖνος καὶ φοινιχθεὶς (ΒΑΣΙΛ.), Τὰ μὲν ἡμέτερα, φησί, παρείσθω νῦν· οὐδὲ γὰρ παρὰ τὴν ἀρχὴν σε τὸν ὑπὲρ τούτων λόγον ἀπῄτουν· εἰ δὲ τι πρὸς τοὺς ἔξωθεν δίκαιον ἔχεις εἰπεῖν, ἡδέως ἂν τοὺς ὑπὲρ τούτων ἀκούοιμι λόγους. Διὸ τὴν σκιαμαχίαν ταύτην ἀφεὶς εἰπέ, τὶ πρὸς τοὺς λοιποὺς ἀπολογησόμεθα, καὶ τοὺς τετιμηκότας καὶ τοὺς ὑπὲρ ἐκείνων ὡς ὑβρισμένων ἀλγοῦντας.

ζ’· ΧΡΥΣΟΣΤ. Καὶ αὐτὸς λοιπόν, ἔφην, πρὸς τοῦτο ἐπείγομαι, ἐπειδὴ γὰρ ὁ πρὸς σὲ μοι διήνυσται λόγος, εὐκόλως καὶ ἐπὶ τοῦτο τρέψομαι τῆς ἀπολογίας τὸ μέρος. Τὶς οὖν ἡ τούτων κατηγορίᾳ, καὶ τίνα τὰ ἐγκλήματα; Ὑβρίσθαι φασὶν ὑφ’ ἡμῶν, καὶ δεινὰ πεπονθέναι, ὅτι τὴν τιμήν, ἣν τιμῆσαι ἠθέλησαν, οὐκ ἐδεξάμεθα. Ἐγὼ δὲ πρῶτον μὲν ἐκεῖνό φημί, ὅτι οὐδὲν ἄλογον ποιεῖσθαι δεῖ τῆς εἰς ἀνθρώπους ὕβρεως, ὅταν διὰ τῆς εἰς ἐκείνους τιμῆς, ἀναγκαζώμεθα προσκρούειν Θεῷ. Οὐδὲ γὰρ τοῖς ἀγανακτοῦσιν αὐτοῖς τὸ δυσχεραίνειν ἐπὶ τούτοις ἀκίνδυνον φαίην ἄν, ἀλλὰ τὸ πολλὴν ἔχειν τὴν ζημίαν. Δεῖ γάρ, οἶμαι, τοὺς ἀνακειμένους Θεῷ, καὶ πρὸς αὐτὸν βλέποντας μόνον, οὕτω διακεῖσθαι εὐλαβῶς, ὡς μηδὲ ὕβριν τὸ τοιοῦτο ἡγεῖσθαι, κἂν μυριάκις ἠτιμωμένοι τυγχάνοιεν. Ὅτι δὲ οὐδὲ μέχρι ἐννοίας τετόλμηται τι τοιοῦτον ἢ ἕτερον ἐμοί, δῆλον ἐκεῖθεν. Εἰ μὲν γὰρ ἀπονοίᾳ καὶ φιλοδοξίᾳ, ὡς πολλάκις ἔφης τινὰς διαβάλλειν, ἐπὶ τοῦτο ἦλθον ἐγὼ ψηφίσασθαι τοῖς κατηγόροις, τῶν τὰ μέγιστα ἠδικηκότων ἂν εἴην, ἀνδρῶν καταφρονήσας θαυμαστῶν καὶ μεγάλων, καὶ πρὸς τοῦτοι εὐεργετῶν. Εἰ γὰρ τὸ τοὺς μηδὲν ἠδικηκότας ἀδικεῖν κολάσεως ἄξιον, τοὺς τιμῆσαι προελομένους ἀφ’ ἑαυτῶν πῶς τιμᾷν χρή; Οὐδὲ γὰρ τοῦτο ἔχοι τις ἂν εἰπεῖν, ὅτι εὖ παθόντες ἢ μικρὸν ἢ μέγα παρ’ ἐμοῦ, τῶν εὐεργεσιῶν ἐκείνων ἐξέτισαν τὰς ἀμοιβάς. Πόσης οὖν οὐκ ἂν εἴη τιμωρίας ἄξιον, τοῖς ἐναντίοις ἀμείβεσθαι; Εἰ δὲ τοῦτο μὲν οὐδὲ εἰς νοῦν ἐβαλόμεθα ποτε, μεθ’ ἑτέρας δὲ προαιρέσεως τὸ βαρὺ φορτίον ἐξεκλίναμεν, τὶ παρέντες συγγινώσκειν, εἲ γε ἀποδέχεσθαι μὴ βούλοιντο, ἐγκαλοῦσιν ὅτι τῆς ἑαυτῶν ἐφεισάμεθα ψυχῆς; Ἐγὼ γὰρ τοσοῦτον ἀπέσχον εἰς τοὺς ἄνδρας ὑβρίσαι ἐκείνους, ὅτι καὶ τετιμηκέναι αὐτοὺς φαίην ἂν τῇ παραιτήσει. Καὶ μὴ θαυμάσῃς, εἰ παράδοξον τὸ λεγόμενον· ταχεῖαν γὰρ καὶ τούτου τὴν λύσιν ἐπάξομεν.

Τότε μὲν γάρ, εἰ καὶ μὴ πάντες, ἀλλ’ οἷς τὸ κακῶς ἀγορεύειν ἡδύ, πολλὰ ἂν εἶχον καὶ ὑποπτεῦσαι καὶ εἰπεῖν περὶ τε τοῦ χειροτονηθέντος ἐμοῦ, περὶ τε τῶν ἑλομένων ἐκείνων· οἷον ὅτι τε πρὸς πλοῦτον βλέπουσιν, ὅτι λαμπρότητα γένους θαυμάζουσιν, ὅτι κολακευθέντες ὑφ’ ἡμῶν εἰς τοῦτο ἡμᾶς παρήγαγον· εἰ δὲ καὶ ὅτι χρήμασι πεισθέντες, οὐκ, ἔχω λέγειν, εἲ τις καὶ τοῦτο ὑποπτεύων ἦν. Καὶ ὁ μὲν Χριστὸς ἁλιεῖς καὶ σκηνοποιοὺς καὶ τελώνας ἐπὶ ταύτην ἐκάλεσε τὴν ἀρχήν· οὗτοι δὲ τοὺς μὲν ἀπὸ τῆς ἐργασίας τῆς καθημερινῆς τρεφομένους διαπτύουσιν· εἰ δὲ τις λόγων ἅψαιτο τῶν ἔξωθεν καὶ ἀργῶν τρέφοιτο, τοῦτον ἀποδέχονται καὶ θαυμάζουσι. Τὶ γὰρ δήποτε τοὺς μὲν μυρίους ἀνασχομένους ἱδρῶτας εἰς τὰς τῆς ἐκκλησίας χρείας παρεῖδον· τὸν δὲ οὐδέποτε τοιούτων γευσάμενον πόνων, πᾶσαν δὲ τὴν ἡλικίαν ἐν τῇ τῷ ἔξωθεν λόγων ματαιοπονίᾳ καταναλώσαντα, ἐξαίφνης εἰς ταύτην εἵλκυσαν τὴν τιμήν; Ταῦτα καὶ πλείονα τούτων λέγειν εἶχον ἄν, δεξαμένων ἡμῶν τὴν ἀρχήν. Ἀλλ’ οὐ νῦν· πᾶσα γὰρ αὐτοῖς κακηγορίας ἐκκόπτεται πρόφασις, καὶ οὔτε ἐμοὶ κολακείαν, οὔτε μισθαρνίαν ἐκείνοις ἔχουσιν ἐγκαλεῖν, πλὴν εἲ τινες ἁπλῶς μαίνεσθαι βούλοιντο. Πῶς γὰρ ὁ κολακεύων καὶ χρήματα ἀναλίσκων, ἵνα τύχῃ τῆς τιμῆς, ἡνίκα ἔδει τυχεῖν, ἑτέροις ἂν ἀφῆκεν αὐτήν; Ὅμοιον γὰρ ἂν εἴη τοῦτο, ὥσπερ ἂν εἲ τις πολλοὺς πὲρ τὴν γῆν ἀνασχόμενος πόνους, ἵνα βρίθηται μὲν αὐτῷ τὸ λήϊον πολλῷ τῷ καρπῷ, οἴνῳ δὲ ὑπερβλύζωσιν αἱ ληνοί, μετὰ τοὺς μυρίους ἱδρῶτας καὶ τὴν πολλὴν τῶν χρημάτων δαπάνην, ἡνίκα ἂν καλαμᾶσθαι καὶ τρυγᾶν δέῃ, τηνικαῦτα ἑτέροις τῆς τῶν καρπῶν ἐκσταίη φορᾶς. Ὁρᾷς ὅτι τότε μὲν εἰ καὶ πόῤῥω τῆς ἀληθείας ἦν τὰ λεγόμενα, ἀλλ’ ὅμως εἶχον πρόφασιν οἱ βουλόμενοι διαβάλλειν αὐτούς, ὡς οὐκ ὀρθῇ κρίσει λογισμῶν τὴν αἵρεσιν πεποιημένους; Ἡμεῖς δὲ αὐτοῖς νῦν οὐδὲ χᾶναι οὐδὲ ἁπλῶς διᾶραι τὸ στόμα συνεχωρήσαμεν. Καὶ τὰ μὲν παρὰ τὴν ἀρχὴν λεγόμενα τοιαῦτα ἂν ἦν, καὶ τούτων πλείονα. Μετὰ δὲ τὸ τῆς διακονίας ἅψασθαι οὐκ ἂν ἠρκέσαμεν καθ’ ἑκάστην ἡμέραν τοῖς ἐγκαλοῦσιν ἀπολογούμενοι, εἰ καὶ πάντα ἡμῖν ἀναμαρτήτως ἐπράττετο, μὴ ὅτι καὶ πολλὰ διαμαρτεῖν ὑπὸ τὲ τῆς ἀπειρίας καὶ τῆς ἡλικίας ἠναγκάσθημεν ἄν. Νῦν δὲ καὶ ταύτης αὐτοὺς κατηγορίας ἀπηλλάξαμεν, τότε δὲ μυρίοις ἂν αὐτοὺς περιεβάλομεν ὀνείδεσι. Τὶ γὰρ οὐκ ἂν εἶπον; Παισὶν ἀνοήτοις πράγματα οὕτω θαυμαστὰ καὶ μεγάλα ἐπέτρεψαν, ἐλυμήναντο τοῦ Θεοῦ τὸ ποίμνιον, παίγνια καὶ γέλως γέγονε τὰ Χριστιανῶν; Ἀλλὰ νῦν «Πᾶσα ἀνομία ἐμφράξει τὸ στόμα αὐτῆς». Εἰ γὰρ καὶ διὰ σὲ ταῦτα λέγοιεν, ἀλλὰ ταχέως αὐτοὺς διδάξεις διὰ τῶν ἔργων, ὅτι οὐ χρὴ τὴν σύνεσιν ἡλικίᾳ κρίνειν, οὐδὲ τὸν πρεσβύτην ἀπὸ τῆς πολιὰς δοκιμάζειν, οὐδὲ τὸν νέον πάντως ἀπείργειν τῆς τοιαύτης διακονίας, ἀλλὰ τὸν νεόφυτον. Πολὺ δὲ ἀμφοτέρων τὸ μέσον.

Λόγος Τρίτος

Τάδε ἔνεστιν ἐν τῷ Τρίτῳ Λόγῳ.
α. Ὅτι οἱ ὑπονοήσαντες δι’ ἀπόνοιαν παρῃτῆσθαι ἡμᾶς τὴν ἑαυτῶν ὑπόληψιν ἔβλαψεν.
β. Ὅτι οὐδὲ διὰ κενοδοξίαν ἐφύγομεν.
γ. Ὅτι εἰ δόξης ἐπεθυμοῦμεν, ἑλέσθαι μᾶλλον τὸ πρᾶγμα ἐχρῆν.
δ. Ὅτι φρικτὸν ἡ ἱερωσύνη, καὶ πολὺ τῆς παλαιᾶς λατρείας ἡ καινὴ φρικωδεστερα
ε. Ὅτι πολλοὶ τῶν ἱερέων ἡ ἐξουσία καὶ ἡ τιμή.
Ϛ. Ὅτι τῶν παρὰ τοῦ Θεοῦ μεγίστων δωρεῶν εἰσιν αἱ διακονίαι.
ζ. Ὅτι καὶ ὁ Παῦλος περιδεὴς ἦν, πρὸς τὸ μέγεθος τῆς ἀρχῆς ὁρῶν.
η. Ὅτι πολλάκις ἁμαρτάνειν προάγεται, εἰς τὸ μέσον ἐλθών, ἂν μὴ σφόδρα γενναῖος ἦ.
θ. Ὅτι κενοδοξία καὶ τοῖς ταύτης ἁλίσκεται δεινοῖς.
ι. Ὅτι οὐχ ἡ ἱερωσύνη τούτων αἰτία, ἀλλ’ ἡ ἡμέτερα ῥαθυμίᾳ.
ια. Ὅτι τὴν ἐπιθυμίαν τῆς φιλαρχίας ἐκβεβλῆσθαι δεῖ ἀπὸ τῆς τοῦ ἱερέως ψυχῆς.

α’. Τῆς μὲν οὖν ὕβρεως ἕνεκεν τῆς εἰς τοὺς τετιμηκότας, καὶ ὅτι αὐτοὺς οὐ καταισχῦναι βουλόμενοι ταύτην ἐφύγομεν τὴν τιμήν, ταῦτα ἂν ἔχοιμεν λέγειν, ἅπερ εἰρήκαμεν· ὅτι δὲ οὐδὲ ὑπὸ ἀπονοίας τινὸς φυσηθέντες, καὶ τοῦτο νῦν εἰς δύναμιν τὴν ἐμὴν πειράσομαί σοι ποιῆσαι φανερόν. Εἰ μὲν γὰρ στρατηγίας ἡμῖν ἢ βασιλείας αἵρεσις προὔκειτο, εἰ ταύτην εἶχον τὴν γνώμην, εἰκότως ἂν τις τοῦτο ὑπέλαβεν, ἢ τότε μὲν ἀπονοίας οὐδείς, ἀνοίας δὲ πάντες ἂν ἡμᾶς ἔκριναν· ἱερωσύνης δὲ προκειμένης, ἢ τοσοῦτον ἀνωτέρω βασιλείας ἕστηκεν, ὅσον πνεύματος καὶ σαρκὸς τὸ μέσον, τολμήσει τις ἡμᾶς ὑπεροψίας γράφεσθαι; Καὶ πῶς οὐκ ἄτοπον τοὺς μὲν τὰ μικρὰ διαπτύοντας ὡς παραπαίοντας αἰτιᾶσθαι, τοὺς δὲ ἐπὶ τῶν ἄγαν ὑπερεχόντων τοῦτο ποιοῦντας τῶν μὲν τῆς παραπληξίας ἐγκλημάτων ἐξαίρειν, ταῖς δὲ τῆς ὑπερηφανίας ὑποβάλλειν αἰτίαις; Ὥσπερ ἂν εἲ τις τὸν ἀγέλης βοῶν καταφρονοῦντα, καὶ μὴ βουλόμενον εἶναι βουκόλον, εἰς ὑπερηφανίαν μὲν οὐδαμῶς, εἰς δὲ φρενῶν ἔκστασιν αἰτιώμενος τὸν ἁπάσης τῆς οἰκουμένης τὴν βασιλείαν καὶ τὸ γενέσθαι κύριον τῶν ἁπανταχοῦ στρατοπέδων μὴ δεχόμενον ἀντὶ τοῦ μαίνεσθαι τετυφῶσθαι φαίη. Ἀλλ’ οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν, οὐδὲ ἡμᾶς μᾶλλον ἢ ἑαυτοὺς οἱ ταῦτα λέγοντες διαβάλλουσι. Τὸ γὰρ ἐννοῆσαι μόνον, ὅτι δυνατὸν ἀνθρωπείᾳ φύσει τῆς ἀξίας ὑπερφρονῆσαι ἐκείνης, δεῖγμα κατ’ αὐτῶν τῶν ἐκφερόντων ἐστὶν ἧς ἔχουσι περὶ τοῦ πράγματος δόξης. Εἰ γὰρ μὴ τῶν τυχόντων αὐτό, καὶ ὧν οὐ πολὺς ὁ λόγος, ἐνόμιζον εἶναι, οὐδ’ ἂν ὑποπτεῦσαι τοῦτο ἐπῆλθεν αὐτοῖς. Διὰ τὶ γὰρ περὶ τῆς τῶν ἀγγέλων ἀξίας οὐδεὶς ἐτόλμησέ τι τοιοῦτον ὑποπτεῦσαί ποτε, καὶ εἰπεῖν ὅτι ἔστιν ἀνθρωπίνη ψυχὴ δι’ ἀπόνοιαν οὐκ ἂν ἑλομένη ἐπὶ τὸ τῆς φύσεως ἐκείνης ἀξίωμα ἐλθεῖν; Μεγάλα γὰρ τινα φανταζόμεθα περὶ τῶν δυνάμεων ἐκείνων, καὶ τοῦτο ἡμᾶς οὐκ ἀφίησι πιστεῦσαι ὅτι δύναται ἄνθρωπος τῆς τιμῆς φρονῆσαί τι μεῖζον ἐκείνης. Ὥστε αὐτοὺς μᾶλλον δικαίως ἂν τις γράψαιτο ἀπονοίας τοὺς ἡμῶν τοῦτο κατηγοροῦντας. Οὐ γὰρ ἂν ποτε περὶ ἑτέρων τοῦτο ὑπέλαβον, εἰ μὴ πρότερον αὐτοὶ τοῦ πράγματος, ὡς οὐδενὸς ὄντος, κατέγνωσαν. Εἰ δὲ πρὸς δόξαν ὁρῶντά με τοῦτο πεποιηκέναι φασίν, περιπίπτοντες ἑαυτοῖς ἐλεγχθήσονται καὶ μαχόμενοι φανερῶς· οὐδὲ γὰρ οἶδα ποίους ἂν ἑτέρους πρὸ τούτων ἐζήτησαν λόγους, εἰ τῶν τῆς κενοδοξίας ἡμᾶς ἠθέλησαν ἀπαλλάξαι ἐγκλημάτων.

β’. Εἰ γὰρ οὗτός μὲ ποτε εἰσῆλθεν ὁ ἔρως, καταδέξασθαι μᾶλλον ἐχρῆν, ἢ φυγεῖν. Διὰ τί; Ὅτι πολλὴν ἡμῖν τοῦτο τὴν δόξαν ἤνεγκεν ἄν. Τὸ γὰρ ἐν τούτῳ τῆς ἡλικίας ὄντα, καὶ πρὸ βραχέος ἀποστάντα τῶν βιωτικῶν φροντίδων, ἐξαίφνης οὕτω δόξαι παρὰ πᾶσιν εἶναι θαυμαστόν, ὥστε τῶν τὸν ἅπαντα χρόνον ἐν τοῖς τοιούτοις ἐξαναλωθέντων πόνοις προτιμηθῆναι, καὶ πλείονας ψήφους πάντων ἐκείνων λαβεῖν, θαυμαστὰ τινα καὶ μεγάλα περὶ ἡμῶν πάντας ἂν ὑποπτεύειν ἔπεισε, καὶ σεμνοὺς ἂν ἡμᾶς καὶ περιβλέπτους κατέστησε. Νῦν δέ, πλὴν ὀλίγων, τὸ πλέον τῆς ἐκκλησίας μέρος οὐδ’ ἐξ ὀνόματος ἡμᾶς ἴσασιν· ὥστε οὐδὲ ὅτι παρῃτήμεθα πᾶσιν ἔσται φανερόν, ἀλλ’ ὀλίγοις τισίν, οὓς οὐδ’ αὐτοὺς οἶμαι τὸ σαφὲς εἰδέναι πάντας. Εἰκὸς δὲ καὶ τούτων πολλοὺς ἢ μηδ’ ὅλως ἡμᾶς ᾑρῆσθαι νομίσαι, ἢ παρεῶσθαι μετὰ τὴν αἵρεσιν, ἀνεπιτηδείους εἶναι δόξαντας, οὐχ ἑκόντας φυγεῖν.

γ’. ΒΑΣΙΛ. Ἀλλ’ οἱ τἀληθὲς εἰδότες θαυμάσονται.

ΧΡΥΣΟΣΤ. Καὶ μὴν τούτους ἔφης ὡς κενοδόξους καὶ ὑπερηφάνους διαβάλλειν ἡμᾶς. Πόθεν οὖν ἔστιν ἐλπίσαι τὸν ἔπαινον; Ἀπὸ τῶν πολλῶν; Ἀλλ’ οὐκ ἴσασι τὸ σαφές. Ἀλλ’ ἐκ τῶν ὀλίγων; Ἀλλὰ κἀνταῦθα ἡμῖν τοὐναντίον τὸ πρᾶγμα περιτέτραπται. Οὐδὲ γὰρ ἑτέρου τινὸς ἕνεκεν ἐνθάδε εἰσῆλθες νῦν, ἀλλ’ ἵνα μάθῃς, τὶ πρὸς ἐκείνους ἀπολογήσασθαι δέοι. Καὶ τὶ τούτων ἕνεκεν ἀκριβολογοῦμαι νῦν; Ὅτι γάρ, εἰ καὶ πάντες ᾔδεσαν τἀληθές, οὐδὲ οὕτως ἡμᾶς ἀπονοίας ἢ φιλοδοξίας ἔδει κρίνειν, μικρὸν ἀνάμεινον, καὶ τοῦτο εἴσῃ σαφῶς. Καὶ πρὸς τούτῳ πάλιν ἐκεῖνο· ὅτι οὐ τοῖς ταύτην τολμῶσι τὴν τόλμαν μόνον, εἴπερ τὶς ἐστιν ἀνθρώπων (οὐ γὰρ ἔγωγε πείθομαι), ἀλλὰ καὶ τοῖς περὶ ἑτέρων ὑποπτεύουσι, κίνδυνος ἐπικείσεται οὐ μικρός.

δ’. Ἡ γὰρ ἱερωσύνη τελεῖται μὲν ἐπὶ τῆς τῆς, τάξιν δὲ ἐπουρανίων ἔχει ταγμάτων· καὶ μάλα γε εἰκότως. Οὐ γὰρ ἄνθρωπος, οὐκ ἄγγελος, οὐκ ἀρχάγγελος, οὐκ ἄλλη τις κτιστὴ δύναμις, ἀλλ’ αὐτὸς ὁ Παράκλητος ταύτην διετάξατο τὴν ἀκολουθίαν, καὶ ἔτι μένοντες ἐν σαρκὶ τὴν τῶν ἀγγέλων ἔπεισε φαντάζεσθαι διακονίαν. Διὸ χρὴ τὸν ἱερωμένον ὥσπερ ἐν αὐτοῖς ἑστῶτα τοῖς οὐρανοῖς μεταξὺ τῶν δυνάμεων ἐκείνων οὕτως εἶναι καθαρόν. Φοβερὰ μὲν γὰρ καὶ φρικωδέστατα καὶ τὰ πρὸ τῆς χάριτος, οἷον οἱ κώδωνες, οἱ ῥοΐσκοι, οἱ λίθοι οἱ ἐπὶ τοῦ στήθους, οἱ τῆς ἐπωμίδος, ἡ μίτρα, ἡ κίδαρις, ὁ ποδήρης, τὸ πέταλον τὸ χρυσοῦν, τὰ ἅγια τῶν ἁγίων, ἡ πολλὴ τῶν ἔνδον ἠρεμία. Ἀλλ’ εἲ τις τὰ τῆς χάριτος ἐξετάσειε, μικρὰ ὄντα εὑρήσει τὰ φοβερὰ φρικωδέστατα ἐκεῖνα, καὶ τὸ περὶ τοῦ νόμου λεχθὲν κἀνταῦθα ἀληθὲς ὅν, «Ὅτι οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης». Ὅταν γὰρ ἴδῃς τὸν Κύριον τεθυμένον καὶ κείμενον, καὶ τὸν ἱερέα ἐφεστῶτα τῷ θύματι, καὶ ἐπευχόμενον, καὶ πάντας ἐκείνῳ τῷ τιμίῳ φοινισσομένους αἵματι, ἆρα ἔτι μετὰ ἀνθρώπων εἶναι νομίζεις, καὶ ἐπὶ τῆς γῆς ἑστάναι, ἀλλ’ οὐκ εὐθέως ἐπὶ τοὺς οὐρανοὺς μετανίστασαι, καὶ πᾶσαν σαρκικὴν διάνοιαν τῆς ψυχῆς ἐκβαλών, γυμνῇ τῇ ψυχῇ καὶ τῷ νῷ καθαρῷ περιβλέπεις τὰ ἐν οὐρανοῖς; ᾯ τοῦ θαύματος! ᾧ τῆς τοῦ Θεοῦ φιλανθρωπίας! Ὁ μετὰ τοῦ Πατρὸς ἄνω καθήμενος, κατὰ τὴν ὥραν ἐκείνην ταῖς ἁπάντων κατέχεται χερσί, καὶ δίδωσιν αὐτὸν τοῖς βουλομένοις περιπτύξασθαι καὶ περιλαβεῖν. Ποιοῦσι δὲ τοῦτο πάντες διὰ τῶν ὀφθαλμῶν τῆς πίστεως. Ἆρα σοι τοῦ καταφρονεῖσθαι ταῦτα ἄξια καταφαίνεται, ἢ τοιαῦτα εἶναι ὡς δυνηθῆναί τινα καὶ ἐπαρθῆναι κατ’ αὐτῶν; Βούλει καὶ ἐξ ἑτέρου θαύματος τῆς ἁγιαστείας ταύτης ἰδεῖν τὴν ὑπερβολήν; Ὑπόγραψον μοι τὸν Ἡλίαν τοῖς ὀφθαλμοῖς, καὶ τὸν ἄπειρον ὄχλον περιεστῶτα, καὶ τὴν θυσίαν ἐπὶ τῶν λίθων κειμένην, καὶ πάντας μὲν ἐν ἡσυχίᾳ τοὺς λοιποὺς καὶ πολλῇ τῇ σιγῇ, μόνον δὲ τὸν προφήτην εὐχόμενον· εἶτα ἐξαίφνης τὴν φλόγα ἐκ τῶν οὐρανῶν ἐπὶ τὸ ἱερεῖον ῥιπτουμένην· θαυμαστὰ ταῦτα καὶ πάσης ἐκπλήξεως γέμοντα. Μετάβηθι τοίνυν ἐκεῖθεν ἐπὶ τὰ νῦν τελοῦμεν, καὶ οὐ θαυμαστὰ ὄψει μόνον, ἀλλὰ καὶ πᾶσαν ἔκπληξιν ὑπερβαίνοντα. Ἕστηκε γὰρ ὁ ἱερεύς, οὐ πῦρ καταφέρων, ἀλλὰ τὸ Πνεῦμα τὸ ἅγιον· καὶ τὴν ἱκετηρίαν ἐπὶ πολὺ ποιεῖται, οὐχ ἵνα τις λαμπὰς ἄνωθεν ἀφεθεῖσα καταναλώσῃ τὰ προκείμενα, ἀλλ’ ἵνα ἡ χάρις ἐπιπεσοῦσα τῇ θυσία δι’ ἐκείνης τὰς ἁπάντων ἀνάψῃ ψυχάς, καὶ ἀργυρίου λαμπροτέρας ἀποδείξῃ πεπυρωμένου. Ταύτης οὖν τῆς φρικωδεστάτης τελετῆς τὶς μὴ σφόδρα μαινόμενος, μηδὲ ἐξεστηκώς, ὑπερφρονῆσαι δυνήσεται; Ἢ ἀγνοεῖς, ὅτι οὐκ ἂν ποτε ἀνθρωπίνη ψυχὴ τὸ πῦρ ἐκεῖνο τῆς θυσίας ἐβάστασεν, ἀλλ’ ἄρδην ἂν ἅπαντες ἠφανίσθησαν, εἰ μὴ πολλὴ τῆς τοῦ Θεοῦ χάριτος ἦν ἡ βοήθεια;

ε’. Εἰ γὰρ τις ἐννοήσειεν ὅσον ἐστὶν ἀνθρώπινον ὄντα, καὶ ἔτι σαρκὶ καὶ αἵματι περιπεπλεγμένον, τῆς μακαρίας καὶ ἀκηράτου φύσεως ἐκείνης ἐγγὺς δυνηθῆναι γενέσθαι, τότε ὄψεται καλῶς ὅσης τοὺς ἱερεῖς τιμῆς ἡ τοῦ Πνεύματος ἠξίωσε χάρις. Διὰ γὰρ ἐκείνων καὶ ταῦτα τελεῖται, καὶ ἕτερα τούτων οὐδὲν ἀποδέοντα, καὶ εἰς ἀξιώματος καὶ εἰς σωτηρίας τῆς ἡμετέρας λόγον. Οἱ γὰρ τὴν γῆν οἰκοῦντες, καὶ ἐν ταύτῃ ποιούμενοι τὴν διατριβήν, τὰ ἐν οὐρανοῖς διοικεῖν ἐπετράπησαν, καὶ ἐξουσίαν ἔλαβον ἥν οὔτε ἀγγέλοις οὔτε ἀρχαγγέλοις ἔδωκεν ὁ Θεός. Οὐ γὰρ πρὸς ἐκείνους εἴρηται· «Ὅσα ἂν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα καὶ ἐν τῷ οὐρανῷ, καὶ ὅσα ἂν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τῶν οὐρανῷ». Ἔχουσι μὲν γὰρ καὶ οἱ κρατοῦντες ἐπὶ τῆς γῆς τὴν τοῦ δεσμεῖν ἐξουσίαν, ἀλλὰ σωμάτων μόνον· οὗτος δὲ ὁ δεσμὸς αὐτῆς ἅπτεται τῆς ψυχῆς, καὶ διαβαίνει τοὺς οὐρανούς· καὶ ἅπερ ἂν ἐργάσωνται κάτω οἱ ἱερεῖς, ταῦτα ὁ Θεὸς ἄνω κυροῖ, καὶ τὴν τῶν δούλων γνώμην ὁ Δεσπότης βεβαιοῖ. Καὶ τὶ γὰρ ἀλλ’ ἢ πᾶσαν αὐτοῖς τὴν οὐράνιον ἔδωκεν ἐξουσίαν; «Ὧν γὰρ ἄν, φησίν, ἀφῆτε τὰς ἁμαρτίας, ἀφέωνται, καὶ ὧν γὰρ ἂν κρατῆτε, κεκράτηνται». Τὶς ἂν γένοιτο ταύτης ἐξουσία μείζων; «Πᾶσαν τὴν κρισην ἔδωκεν ὁ Πατὴρ τῷ Υἱῷ»· ὁρῶ δὲ πᾶσαν αὐτὴν τούτους ἐγχειρισθέντας ὑπὸ τοῦ Υἱοῦ. Ὥσπερ γὰρ εἰς οὐρανοὺς ἤδη μετατεθέντες, καὶ τὴν ἀνθρωπείαν ὑπερβάντες φύσιν, καὶ τῶν ἡμετέρων ἀπαλλαγέντες παθῶν, οὕτως εἰς ταύτην ἤχθησαν τὴν ἀρχήν. Εἶτα ἂν μὲν βασίλευες τινι τῶν ὑπ’ αὐτὸν ὄντων ταύτης μεταδῷ τῆς τιμῆς, ὥστε ἐμβάλλειν εἰς δεσμωτήριον οὓς ἂν ἐθέλῃ, καὶ ἀφιέναι πάλιν, ζηλωτὸς καὶ περίβλεπτος παρὰ πᾶσιν οὗτος· ὁ δὲ παρὰ Θεοῦ τοσούτῳ μείζονα ἐξουσίαν λαβών, ὅσῳ τῆς τιμιώτερος ὁ οὐρανὸς καὶ σωμάτων ψυχαί, οὕτω μικρὰν τισιν ἔδοξεν εἰληφέναι τιμήν, ὡς δυνηθῆναι καὶ ἐννοῆσαι ὅτι τῶν ταῦτά τις πιστευθέντων ὑπερφρονήσει τῆς δωρεᾶς. Ἄπαγε τῆς μανίας! Μανία γὰρ περιφανὴς ὑπερορᾷν τῆς τοσαύτης ἀρχῆς, ἧς ἄνευ οὔτε σωτηρίας ἡμῖν, οὔτε τῶν ἐπηγγελμένων τυχεῖν ἔστιν ἀγαθῶν. Εἰ γὰρ οὐ δύναταί τις εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἐὰν μὴ δι’ ὕδατος καὶ πνεύματος ἀναγεννηθῇ, καὶ ὁ μὴ τρώγων τὴν σάρκα τοῦ Κυρίου, καὶ τὸ αἷμα αὐτοῦ πίνων ἐκβέβληται τῆς αἰωνίου ζωῆς, πάντα δὲ ταῦτα δι’ ἑτέρου μὲν οὐδενός, μόνον δὲ διὰ τῶν ἁγίων ἐκείνων ἐπιτελεῖται χειρῶν, τῶν τοῦ ἱερέως λέγω· πῶς ἂν τις, τούτων ἐκτός, ἢ τὸ τῆς γεέννης ἐκφυγεῖν δυνήσεται πῦρ, ἢ τῶν ἀποκειμένων στεφάνων τυχεῖν;

Ϛ’. Οὗτοι γὰρ ἡμῖν εἰσιν, οὗτοι οἱ τὰς πνευματικὰς πιστευθέντες ὠδῖνας, καὶ τὸν διὰ τοῦ βαπτίσματος ἐπιτραπέντες τόκον· διὰ τούτων ἐνδυόμεθα τὸν Χριστόν, καὶ συνθαπτόμεθα τῷ Υἱῷ τοῦ Θεοῦ, μέλη γινόμεθα τῆς μακαρίας ἐκείνης κεφαλῆς. Ὥστε ἡμῖν οὐκ ἀρχόντων μόνον, οὐδὲ βασιλέων φοβερώτεροι, ἀλλὰ καὶ πατέρων τιμιώτεροι δικαίως ἐν εἶεν. Οἱ μὲν γὰρ ἐξ αἱμάτων καὶ ἐκ θελήματος σαρκὸς ἐγέννησαν, οἱ δὲ τῆς ἐκ τοῦ Θεοῦ γεννήσεως ἡμῖν εἰσιν αἴτιοι, τῆς μακαρίας παλιγγενεσίας ἐκείνης, τῆς ἐλευθερίας τῆς ἀληθοῦς καὶ τῆς κατὰ χάριν υἱοθεσίας. Λέπραν σώματος ἀπαλλάττειν, μᾶλλον δὲ ἀπαλλάττειν μὲν οὐδαμῶς, τοὺς μὲν ἀπαλλαγέντας δοκιμάζειν μόνον εἶχον ἐξουσίαν οἱ τῶν Ἰουδαίων ἱερεῖς, καὶ οἶσθα πῶς περιμάχητον ἦν τὸ τῶν ἱερέων τότε. Οὔτε δὲ οὐ λέπραν σώματος, ἀλλ’ ἀκαθαρσίαν ψυχῆς, οὐκ ἀπαλλαγεῖσαν δοκιμάζειν, ἀλλ’ ἀπαλλάττειν παντελῶς ἔλαβον ἐξουσίαν. Ὥστε οἱ τούτων ὑπερορῶντες πολλῷ καὶ τῶν περὶ Δαθὰν εἶεν ἐναγέστεροι, καὶ μείζονος ἄξιοι τιμωρίας. Οἱ μὲν εἰ καὶ μὴ προσηκούσης αὐτοῖς ἀντεποιοῦντο τῆς ἀρχῆς, ἀλλ’ ὅμως θαυμαστὴν τινα περὶ αὐτῆς εἶχον δόξαν, καὶ τούτῳ τῷ μετὰ πολλῆς ἐφίεσθαι σπουδῆς ἔδειξαν· οὗτοι δὲ ὅτε ἐπὶ τὸ κρεῖττον διεκοσμήθη καὶ τοσαύτην ἔλαβεν ἐπίδοσιν τὸ πρᾶγμα, τότε ἐξ ἐναντίας μὲν ἐκείνοις, πολλῷ δὲ ἐκείνων μείζονα τετολμήκασιν. Οὐδὲν γὰρ ἴσον εἰς καταφρονήσεως λόγον ἐφίεσθαι μὴ προσηκούσης τιμῆς, καὶ ὑπερορᾶν τοσούτων ἀγαθῶν, ἀλλὰ τοσούτῳ μεῖζον ἐκεῖνο τούτου, ὅσῳ τοῦ διαπτύειν καὶ θαυμάζειν τὸ μέσον ἐστίν. Τὶς οὖν οὕτως ἀθλίᾳ ψυχή, ὡς τοσούτων ὑπεριδεῖν ἀγαθῶν; Οὐκ ἂν ποτε οὐδένα φαίην ἔγωγε, πλὴν εἰ μὴ τις οἶστρον ὑπομείνειεν δαιμονικόν. Ἀλλὰ γὰρ ἐπάνειμι πάλιν ὅθεν ἐξέβην· οὐ γὰρ ἐν τῷ κολάζειν μόνον, ἀλλὰ καὶ ἐν τῷ ποιεῖν εὖ, μείζονα τοῖς ἱερεῦσιν ἔδωκε δύναμιν τῶν φυσικῶν γονέων ὁ Θεός· καὶ τοσοῦτον ἀμφοτέρων τὸ διάφορον, ὅσον τῆς παρούσης καὶ τῆς μελλούσης ζωῆς. Οἱ μὲν γὰρ εἰς ταύτην, οἱ δὲ εἰς ἐκείνην γεννῶσι· κἀκεῖνοι μὲν οὐδὲ τὸν σωματικὸν αὐτοῖς δύναιντ’ ἂν ἀμῦναι θάνατον, οὐ νόσον ἐπενεχθεῖσαν ἀποκρούσασθαι. Οὗτοι δὲ καὶ κάμνουσαν καὶ ἀπόλλυσθαι μέλλουσαν τὴν ψυχὴν πολλάκις ἔσωσαν, τοῖς μὲν πραοτέραν τὴν κόλασιν ἐργασάμενοι, τοὺς δὲ οὐδὲ παρὰ τὴν ἀρχὴν ἀφέντες ἐμπεσεῖν, οὐ τῷ διδάσκειν μόνον καὶ νουθετεῖν, ἀλλὰ καὶ τῷ δι’ εὐχῶν βοηθεῖν. Οὐ γὰρ ὅταν ἡμᾶς ἀναγεννῶσι μόνον, ἀλλὰ καὶ τὰ μετὰ ταῦτα συγχωρεῖν ἔχουσιν ἐξουσίαν ἁμαρτήματα. «Ἀσθενεῖ γὰρ τις, φησίν, ἐν ὑμῖν; Προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας, καὶ προσευξάσθωσαν ἐπ’ αὐτόν, ἀλείψαντες αὐτὸν ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ Κυρίου. Καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα, καὶ ἐγερεῖ αὐτὸν ὁ Κύριος· κἂν ἁμαρτίας ᾗ πεποιηκώς, ἀφεθήσονται αὐτῷ». Ἔπειτα οἱ μὲν φυσικοὶ γονεῖς, εἰ μὲν τισι τῶν ὑπερεχόντων καὶ μεγάλα ὧδε δυναμένων προσκρούσαιεν οἱ παῖδες, οὐδὲν αὐτοὺς ἔχουσιν ὠφελεῖν· οἱ δὲ ἱερεῖς οὐκ ἄρχοντας, οὐδὲ βασιλεῖς, ἀλλ’ αὐτὸν αὐτοῖς πολλάκις ὀργισθέντα κατήλλαξαν τὸν Θεόν. Ἔτι οὖν ἡμᾶς μετὰ ταῦτα τολμήσει τις ἀπονοίας κρίνειν; Ἐγὼ μὲν γὰρ ἐκ τῶν εἰρημένων τοσαύτην εὐλάβειαν οἶμαι τὰς τῶν ἀκουόντων κατασχεῖν ψυχάς, ὡς μηκέτι τοὺς φεύγοντας, ἀλλὰ καὶ τοὺς ἀφ’ ἑαυτῶν προσιόντας καὶ σπουδάζοντας ταύτην ἑαυτοῖς κτήσασθαι τὴν τιμήν, ἀπονοίας καὶ τόλμης κρίνειν. Εἰ γὰρ οἱ τὰς τῶν πόλεων ἀρχὰς πιστευθέντες, ὅταν μὴ συνετοὶ καὶ λίαν ὀξεῖς τυγχάνωσιν ὄντες, καὶ τὰς πόλεις ἀνέτρεψαν, καὶ ἑαυτοὺς προσαπώλεσαν· ὁ τοῦ Χριστοῦ τὴν νύμφην κατακοσμεῖν λαχών, πόσης σοι δοκεῖ δεῖσθαι δυνάμεως καὶ τῆς παρ’ αὐτοῦ καὶ τῆς ἄνωθεν πρὸς τὸ μὴ διαμαρτεῖν;

ζ’. Οὐδεὶς μᾶλλον Παύλου τὸν Χριστὸν ἠγάπησεν, οὐδεὶς μείζονα ἐκείνου σπουδὴν ἐπεδείξατο, οὐδεὶς πλείονος ἠξιώθη χάριτος· ἀλλ’ ὅμως μετὰ τοσαῦτα πλεονεκτήματα δέδοικεν ἔτι καὶ τρέμει περὶ ταύτης τῆς ἀρχῆς καὶ τῷ ἀρχομένων ὑπ’ αὐτοῦ. «Φοβοῦμαι γάρ, φησί, μὴ πως, ὡς ὁ ὄφις τὴν Εὔαν ἐξηπάτησεν ἐν τῇ πανουργίᾳ αὐτοῦ, οὕτω φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος τῆς εἰς τὸν Χριστόν»· καὶ πάλιν, «Ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς»· ἄνθρωπος εἰς τρίτον ἁρπαγεὶς οὐρανόν, καὶ ἀποῤῥήτων κοινωνήσας Θεῷ, καὶ τοσούτους ὑπομείνας θανάτους, ὅσας μετὰ τὸ πιστεῦσαι ἔζησεν ἡμέρας· ἄνθρωπος μηδὲ τῇ δοθείσῃ παρὰ τοῦ Χριστοῦ χρήσασθαι ἐξουσίᾳ βουληθείς, ἵνα μὴ τις τῶν πιστευσάντων σκανδαλισθῇ. Εἰ τοίνυν ὁ τὰ προστάγματα ὑπερβαίνων τοῦ Θεοῦ, καὶ μηδαμοῦ τὸ ἑαυτοῦ ζητῶν, ἀλλὰ τὸ τῶν ἀρχομένων, οὕτως ἔμφοβος ἦν ἀεί,πρὸς τὸ τῆς ἀρχῆς μέγεθος ἀφορῶν, τὶ πεισόμεθα ἡμεῖς οἱ πολλαχοῦ τὰ ἑαυτῶν ζητοῦντες, οἱ τὰς ἐντολὰς τοῦ Χριστοῦ οὐ μόνον οὐχ ὑπερβαίνοντες, ἀλλὰ καὶ ἐκ πλείονος παραβαίνοντες μοίρας; «Τὶς ἀσθενεῖ, φησί, καὶ οὐκ ἀσθενῶ; Τὶς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι»; Τοιοῦτον εἶναι δεῖ τὸν ἱερέα, μᾶλλον δὲ οὐ τοιοῦτον μόνον· μικρὰ γὰρ ταῦτα καὶ τὸ μηδὲν πρὸς ὃ μέλλω λέγειν. Τὶ δὲ τοῦτό εστιν; «Ηὐχόμην, φησίν, ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου τῶν κατὰ σάρκα». Εἲ τις δύναται ταύτην ἀφιέναι τὴν φωνήν, εἲ τις ἔχει τὴν ψυχὴν ταύτης ἐφικνουμένην τῆς εὐχῆς, ἐγκαλεῖσθαι δίκαιος ἂν εἴη φεύγων· εἰ δὲ τις ἀποδέοι τῆς ἀρετῆς ἐκείνης τοσοῦτον, ὅσον ἡμεῖς, οὐχ ὅταν φεύγῃ, ἀλλ’ ὅταν δέχηται μισεῖσθαι δίκαιος. Οὐδὲ γάρ, εἰ στρατιωτικῆς ἀξίας αἵρεσις προὔκειτο, εἶτα χαλκοτύπον, ἢ σκυτοτόμον, ἢ τινα τῶν τοιούτων δημιουργημάτων ἑλκύσαντες εἰς τὸ μέσον οἱ δοῦναι κύριοι τὴν τιμήν, ἐνεχείριζον τὸν στρατόν, ἐπῄνεσα ἂν τὸν δείλαιον ἐκεῖνον οὐ φεύγοντα, καὶ πάντα ποιοῦντα ὥστε μὴ εἰς προὖπτον ἑαυτὸν ἐμβαλεῖν κακόν. Εἰ μὲν γὰρ ἁπλῶς τὸ κληθῆναι ποιμένα καὶ μεταχειρίσαι τὸ πρᾶγμα ὡς ἔτυχεν ἀρκεῖ, καὶ κίνδυνος οὐδείς, ἐγκαλείτω κενοδοξίας ἡμῖν ὁ βουλόμενος· εἰ δὲ πολλὴν μὲν σύνεσις, πολλὴν δὲ πρὸς τῆς συνέσεως τὴν παρὰ τοῦ Θεοῦ χάριν, καὶ τρόπων ὀρθότητα, καὶ καθαρότητα βίου, καὶ μείζονα ἢ κατὰ ἄνθρωπον ἔχειν δὲ τὴν ἀρετήν, τὸν ταύτην ἀναδεχόμενον τὴν φροντίδα, μὴ μὲ ἀποστερήσῃς συγγνώμης, μάτην ἀπολέσθαι μὴ βουλόμενον καὶ εἰκῆ. Καὶ γὰρ εἰ μυριαγωγὸν τις ὁλκάδα ἄγων, πεπληρωμένην ἐρετῶν, καὶ φορτίων γέμουσαν πολυτελῶν, εἶτα ἐπὶ τῶν οἰάκων καθίσας ἐκέλευέ με περᾷν τὸ Αἰγαῖον ἢ τὸ Τυῤῥηνικὸν πέλαγος, ἐκ πρώτης ἂν ἀπεπήδησα τῆς φωνῆς· καὶ εἶ τις ἤρετο, διὰ τί; Ἵνα μὴ καταδύσω τὸ πλοῖον, εἶπον ἄν. Εἶτα ἔνθα μὲν εἰς χρήματα ἡ ζημία, καὶ ὁ κίνδυνος σωματικοῦ μέχρι θανάτου, οὐδεὶς ἐγκαλέσει πολλῇ κεχρημένοις προνοίᾳ· ὅπου δὲ τοῖς ναυαγοῦσιν οὐκ εἰς τὸ πέλαγος τοῦτο, ἀλλ’ εἰς τὴν ἄβυσσον τοῦ πυρὸς ἀπόκειται πεσεῖν, καὶ θάνατος αὐτοὺς οὐχ ὁ τὴν ψυχὴν ἀπὸ τοῦ σώματος διαιρῶν, ἀλλ’ ὁ ταύτην μετ’ ἐκείνου εἰς κόλασιν παραπέμπων αἰώνιον ἐκδέχεται, ἐνταῦθα ὅτι μὴ προπετῶς εἰς τοσοῦτον ἑαυτοὺς ἐῤῥίψαμεν κακόν, ὀργιεῖσθαι καὶ μισήσετε;

η’. Μή, δέομαι καὶ ἀντιβολῶ. Οἶδα τὴν ἐμαυτοῦ ψυχήν, τὴν ἀσθενῆ ταύτην καὶ μικράν· οἶδα τῆς διακονίας ἐκείνης τὸ μέγεθος καὶ τὴν πολλὴν τοῦ πράγματος δυσκολίαν. Πλείονα γὰρ τῶν τὴν θάλατταν ταραττόντων πνευμάτων χειμάζει κύματα τὴν τοῦ ἱερωμένου ψυχήν.

θ’. Καὶ πρῶτον ἁπάντων ὁ δεινότατος τῆς κενοδοξίας σκόπελος, χαλεπώτερος ὢν οὗπερ οἱ μυθοποιοὶ τερατεύονται τῶν Σειρήνων· τοῦτον γὰρ πολλοὶ μὰν ἴσχυσαν διαπλεύσαντες διαφυγεῖν ἀσινεῖς· ἐμοὶ δὲ οὕτω τοῦτο χαλεπόν, ὡς μηδὲ νῦν, ὅτε οὐδεμία μὲ τις ἀνάγκη πρὸς ἐκεῖνο τὸ βάραθρον, δύνασθαι καθαρεύειν τοῦ δεινοῦ. Εἰ δὲ καὶ τὴν ἐπιστασίαν τις ἐγχειρίζοι ταύτην, μονονουχὶ δήσας ὀπίσω τῷ χεῖρε, παραδώσει τοῖς ἐν ἐκείνῳ τῷ σκοπέλῳ κατοικοῦσι θηρίοις καθ’ ἑκάστην μὲ σπαράττειν τὴν ἡμέραν. Τίνα δὲ ἐστι τὰ θηρία; Θυμός, ἀθυμία, φθόνος, ἔρις, διαβολαί, κατηγορίαι, ψεῦδος, ὑπόκρισις, ἐπιβουλαί, ὀργαὶ κατὰ τῶν ἠδικηκότων οὐδέν, ἡδοναὶ ἐπὶ ταῖς τῶν λειτουργούντων ἀσχημοσύναις, πένθος ἐπὶ ταῖς εὐημερίαις, ἐπαίνων ἔρως, τιμῆς πόθος (τοῦτο δὲ τὸ μάλιστα πάντων τὴν ἀνθρωπείαν ἐκτραχηλίζον ψυχήν), διδασκαλίαι πρὸς ἡδονήν, ἀνελεύθεροι κολακείαι, θωπεῖαι ἀγεννεῖς, καταφρονήσεις πενήτων, θεραπεῖαι πλουσίων, ἀλόγιστοι τιμαὶ καὶ ἐπιβλαβεῖς, χάριτος κίνδυνον φέρουσαι καὶ τοῖς παρέχουσι καὶ τοῖς δεχομένοις αὐτάς, φόβος δουλοπρεπής, καὶ τοῖς φαυλοτάτοις τῶν ἀνδραπόδων προσήκων μόνοις, παῤῥησίας ἀναίρεσις, ταπεινοφροσύνης τὸ μὲν σχῆμα πολύ, ἡ δὲ ἀληθείᾳ οὐ οὐδαμοῦ, ἔλεγχοι δὲ ἐκποδὼν καὶ ἐπιτιμήσεις, μᾶλλον δὲ κατὰ μὲν τῶν ταπεινῶν καὶ πέρα τοῦ μέτρου, ἐπὶ δὲ τὴν δυναστείαν περιβεβλημένων οὐδὲ διᾶραί τις τὰ χείλη τολμᾷ. Ταῦτα γὰρ ἅπαντα, καὶ τὰ τούτων πλείονα, ὁ σκόπελος ἐκεῖνος τρέφει θηρία, οἷς τοὺς ἅπαξ ἁλόντας εἰς τοσοῦτον ἀνάγκη καθελκυσθῆναι δουλείας, ὡς καὶ εἰς γυναικῶν ἀρέσκειαν πράττειν πολλὰ πολλάκις, ἃ μηδὲ εἰπεῖν καλόν. Ὁ μὲν γὰρ θεῖος νόμος αὐτὰς ταύτης ἐξέωσε τῆς λειτουργίας, ἐκεῖναι δὲ ἑαυτὰς εἴσω θεῖναι βιάζονται. Καὶ ἐπειδὴ δι’ ἑαυτῶν ἰσχύουσιν οὐδέν, δι’ ἑτέρων ἅπαντα πράττουσι· καὶ τοσαύτην περιβέβληνται δύναμιν, ὡς τῶν ἱερέων καὶ ἐγκρίνειν καὶ ἐκβάλλειν οὓς ἂν ἐθέλωσι· καὶ τὰ ἄνω κάτω, τοῦτο δὴ τὸ τῆς παροιμίας λεγόμενον ἔστιν ἰδεῖν γιγνόμενον, τοὺς ἄρχοντας ἄγουσιν οἱ ἀρχόμενοι· καὶ εἴθε μὲν ἄνδρες, ἀλλ’ αἷς οὐδὲ διδάσκειν ἐπιτέτραπται. Τὶ λέγω διδάσκειν; Οὐδὲ λαλεῖν μὲν οὖν αὐταῖς ἐν ἐκκλησίᾳ συνεχώρησεν ὁ μακάριος Παῦλος. Ἐγὼ δὲ τινος ἤκουσα λέγοντος, ὅτι καὶ τοσαύτης αὐταῖς μετέδωκαν παῤῥησίας, ὡς καὶ ἐπιτιμᾷν τοῖς τῶν ἐκκλησιῶν προεστῶσι, καὶ καθάπτεσθαι πικροτέρων ἐκείνων, ἢ τῶν ἰδίων οἰκετῶν οἱ δεσπόται.

ι’. Καὶ μὴ μὲ τις οἰέσθω πάντας ταῖς εἰρημέναις ὑποβάλλειν αἰτίαις· εἰσι γάρ, εἰσι πολλοὶ οἱ τούτων ὑπερενεχθέντες τῶν δικτύων, καὶ τοὺς ἁλόντων πλείους. Ἀλλ’ οὐδὲ τὴν ἱερωσύνην αἰτιάσαιμι ἂν τούτων τῶν κακῶν μηδέποτε οὕτω μανείην ἐγὼ! Οὔτε γὰρ τὸν σίδηρον τῶν φόνων, οὔτε τὸν οἶνον τῆς μέθης, οὔτε τὴν ῥώμην τῆς ὕβρεως, οὔτε τὴν ἀνδρείαν τῆς ἀλόγου τόλμης, ἀλλὰ τοὺς οὐκ εἰς δέον χρωμένους ταῖς παρὰ τοῦ Θεοῦ δεδομέναις δωρεαῖς ἅπαντες οἱ νοῦν ἔχοντες αἰτίους εἶναι φασι καὶ κολάζουσιν. Ἐπεὶ ἢ γε ἱερωσύνη καὶ ἐγκαλέσει δικαίως ὑμῖν οὐκ ὀρθῶς αὐτὴν μεταχειρίζουσιν. Οὐ γὰρ αὐτὴ τῶν εἰρημένων ἡμῖν αἰτία κακῶν, ἀλλ’ ἡμεῖς αὐτὴν τοσούτοις, τὸ γε εἰς ἡμᾶς ἧκον, κατεῤῥυπάναμεν μολυσμοῖς, ἀνθρώποις τοῖς τυχοῦσιν ἐγχειρίζοντες αὐτήν· οἳ γε οὔτε τὰς ἑαυτῶν πρότερον καταμαθόντες ψυχάς, οὔτε εἰς τὸν τοῦ πράγματος ὄγκον ἀποβλέψαντες, δέχονται μὲν προθύμως τὸ διδόμενον, ἡνίκα δ’ ἂν εἰς τὸ πράττειν ἔλθωσιν, ὑπὸ τῆς ἀπειρίας σκοτούμενοι, μυρίων ἐμπιπλῶσι κακῶν οὓς ἐπιστεύθησαν λαούς. Τοῦτο δή, τοῦτο, ὅπερ καὶ ἐφ’ ἡμῶν μικροῦ δεῖν ἔμελλε γίνεσθαι, εἰ μὴ ταχέως ἡμᾶς ὁ Θεὸς τῶν κινδύνων ἐκείνων ἐξείλκυσε, καὶ τῆς ἐκκλησίας τῆς αὐτοῦ καὶ τῆς ἡμετέρας φειδόμενος ψυχῆς. Ἐπεὶ πόθεν, εἶπε μοι, νομίζεις τὰς τοσαύτας ἐν ταῖς ἐκκλησίαις τίκτεσθαι ταραχάς; Ἐγὼ μὲν γὰρ οὐδὲ ἄλλοθέν ποθεν, οἶμαι, ἢ ἐκ τοῦ τὰς τῶν προεστώτων αἱρέσεις καὶ ἐκλογὰς ἁπλῶς καὶ ὡς ἔτυχε γίνεσθαι. Τὴν γὰρ κεφαλὴν ἰσχυροτάτην εἶναι ἐχρῆν, ἵνα τοὺς ἐκ τοῦ λοιποῦ σώματος κάτωθεν πεμπομένους ἀτμοὺς πονηροὺς διοικεῖν καὶ εἰς τὸ δέον καθιστᾶν δύνηται. Ὅταν γὰρ καθ’ ἑαυτὴν ἀσθενὴς οὖσα τύχη, τὰς νοσοποιοὺς ἐκείνας προσβολὰς ἀποκρούσασθαι μὴ δυναμένη, αὐτὴ τε ἀσθενέστερα μᾶλλον ἤπερ ἐστὶ καθίσταται, καὶ τὸ λοιπὸν μεθ’ ἑαυτῆς προσαπόλλυσι σῶμα. Ὅπερ ἵνα μὴ καὶ νῦν γένηται, ἐν τῇ τάξει τῶν ποδῶν ἡμᾶς ἐφύλαξεν ὁ Θεός, ἥνπερ καὶ ἐλάχομεν ἐξ ἀρχῆς. Πολλὰ γὰρ ἐστιν, ὦ Βασίλειε, πρὸς τοῖς εἰρημένοις, πολλὰ ἕτερα, ἃ τὸν ἱερωμένον ἔχειν χρή, ἡμεῖς δὲ οὐκ ἔχομεν· καὶ πρὸ γὲ τῶν ἄλλων ἐκεῖνο· πανταχόθεν αὐτῷ τῆς τοῦ πράγματος ἐπιθυμίας καθαρεύειν δεῖ τὴν ψυχήν· ὡς ἐὰν προσπαθῶς πρὸς ταύτην διακείμενος τύχῃ τὴν ἀρχήν, γενόμενος ἐπ’ αὐτῆς, ἰσχυροτέραν ἀνάπτει τὴν φλόγα, καὶ κατὰ κράτος ἁλούς, ὑπὲρ τοῦ βεβαίαν ἔχειν αὐτὴν μυρία ὑπομένει δεινά, κἂν κολακεύσαι δέῃ, κἂν ἀγεννὲς τις καὶ ἀνάξιον ὑπομεῖναι, καὶ χρήματα ἀναλῶσαι πολλά. Ὅτι γὰρ καὶ φόνων τὰς ἐκκλησίας ἐνέπλησάν τινες, καὶ πόλεις ἀναστάτους ἐποίησαν ὑπὲρ ταύτης μαχόμενοι τῆς ἀρχῆς, παρίημι νῦν, μὴ καὶ ἄπιστα δόξω λέγειν τισίν. Ἐχρῆν δέ, οἶμαι, τοσαύτην τοῦ πράγματος ἔχειν εὐλάβειαν, ὡς καὶ τῆς ἀρχῆς ἐκφυγεῖν τὸν ὄγκον, καὶ μετὰ τὸ γενέσθαι ἐν αὐτῇ μὴ περιμένειν τὰς παρ’ ἑτέρων κρίσεις, εἲ ποτε συμβαίη καθαίρεσιν ἱκανὸν ἐργάσασθαι ἁμάρτημα, ἀλλὰ προλαβόντα ἐκβάλλειν ἑαυτὸν τῆς ἀρχῆς. Οὕτω μὲν γὰρ καὶ ἔλεον ἐπισπάσασθαι παρὰ τοῦ Θεοῦ εἰκὸς ἦν· τὸ δὲ ἀντέχεσθαι παρὰ τὸν πρέπον τῆς ἀξίας πάσης ἑαυτὸν ἀποστερεῖν συγγνώμης ἐστί, καὶ μᾶλλον ἐκκαίειν τοῦ Θεοῦ τὴν ὀργήν, δεύτερον χαλεπώτερον προσθέντα πλημμέλημα.

ια’. Ἀλλ’ οὐδεὶς ἀνέξεταί ποτε. Δεινὸν γὰρ ἀληθῶς, δεινὸν τὸ ταύτης γλίχεσθαι τῆς τιμῆς. Καὶ οὐ μαχόμενος τῷ μακαρίῳ Παύλῳ ταῦτα λέγω, ἀλλὰ καὶ πάνυ συνᾴδων αὐτοῦ τοῖς ῥήμασι. Τὶ γὰρ ἐκεῖνός φησιν; «Εἰ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυμεῖ». Ἐγὼ δὲ τοῦ τοῦ ἔργου, τῆς δὲ αὐθεντίας καὶ δυναστείας ἐπιθυμεῖν εἶπον εἶναι δεινόν. Καὶ τοῦτον οἶμαι δεῖν τὸν πόθον πάσῃ σπουδῇ τῆς ψυχῆς ἐξωθεῖν, καὶ μηδὲ τὴν ἀρχὴν κατασχεθῆναι αὐτὴν ὑπ’ αὐτοῦ συγχωρεῖν, ἵνα μετ’ ἐλευθερίας ἅπαντα αὐτῷ πράττειν ἐξῇ. Ὁ γὰρ οὐκ ἐπιθυμῶν ἐπὶ ταύτης δειχθῆναι τῆς ἐξουσίας οὐδὲ τὴν καθαίρεσιν αὐτῆς δέδοικεν, οὐ δεδοικὼς δὲ μετὰ τῆς προσηκούσης Χριστιανοῖς ἐλευθερίας πάντα πράττειν δύναιτ’ ἄν· ὡς οἳ γὲ φοβούμενοι καὶ τρέμοντες κατενεχθῆναι ἐκεῖθεν, πικρὰν ὑπομένουσι δουλείαν καὶ πολλῶν γέμουσαν τῶν κακῶν, καὶ ἀνθρώποις καὶ Θεῷ προσκρούειν ἀναγκάζονται πολλάκις. Δεῖ δὲ οὐχ οὕτω διακεῖσθαι τὴν ψυχήν, ἀλλ’, ὥσπερ ἐν τοῖς πολέμοις τοὺς γενναίους τῶν στρατιωτῶν ὁρῶμεν καὶ πολεμοῦντας προθύμως καὶ πίπτοντας ἀνδρείως, οὕτω καὶ τοὺς ἐπὶ ταύτην ἥκοντας τὴν οἰκονομίαν καὶ ἱερᾶσθαι καὶ παραλύεσθαι τῆς ἀρχῆς, ὡς Χριστιανοῖς ἐστι προσῆκον ἀνδράσιν, εἰδότας ὡς ἡ τοιαύτη καθαίρεσις οὐκ ἐλάττονα φέρει τῆς ἀρχῆς τὸν στέφανον. Ὅταν γὰρ τις ὑπὲρ τοῦ μηδὲν ἀπρεπὲς μηδ’ ἀνάξιον τῆς ἀξίας ὑπομεῖναι ἐκείνης πάθῃ τι τοιοῦτο, καὶ τοῖς ἀδίκως καθελοῦσι τὴν κόλασιν, καὶ ἑαυτῷ μείζονα προξενεῖ τὸν μισθόν. «Μακάριοι γάρ, φησίν, ἐστὲ ὅταν ὀνειδίσωσι καὶ διώξωσιν ὑμᾶς, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ’ ὑμῶν ψευδόμενοι, ἕνεκεν ἐμοῦ· χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι πολὺς ἐστιν ὁ μισθὸς ὑμῶν ἐν τοῖς οὐρανοῖς». Καὶ ταῦτα μὲν ὅταν ὑπὸ τῶν ὁμοταγῶν ἢ διὰ φθόνον, ἢ πρὸς ἕτερον χάριν, ἢ πρὸς ἀπέχθειαν, ἢ ἑτέρῳ τινὶ μὴ ὀρθῷ τις ἐκβάλληται λογισμῷ· ὅταν δὲ καὶ ὑπὸ τῶν ἐναντίων τοῦτο πάσχειν συμβαίνῃ οὐδὲ λόγου δεῖν οἶμαι πρὸς τὸ δεῖξαι τὸ κέρδος, ὅσον αὐτῷ διὰ τῆς ἑαυτῶν συλλέγουσι πονηρίας ἐκεῖνοι. Τοῦτο οὖν δεῖ πανταχόθεν περισκοπεῖν καὶ ἀκριβῶς διερευνᾷν, μὴ πού τις σπινθὴρ τῆς ἐπιθυμίας ἐκείνης ἐντυφόμενος λάθῃ. Ἀγαπητὸν γὰρ καὶ τοὺς ἐξ ἀρχῆς καθαρεύοντας τοῦ πάθους, ἡνίκα ἂν ἐμπέσωσιν εἰς τὴν ἀρχήν, δυνηθῆναι τοῦτο διαφυγεῖν. Εἰ δὲ τις καὶ πρὶν ἢ τυχεῖν τῆς τιμῆς τρέφει παρ’ ἑαυτῷ τὸ δεινὸν καὶ ἀπηνὲς τοῦτο θηρίον, οὐδὲ ἔστιν εἰπεῖν εἰς ὅσην ἑαυτὸν ἐμβαλεῖ κάμινον μετὰ τὸ τυχεῖν. Ἡμεῖς δὲ (καὶ μὴ τοι νομίσῃς μετριάζοντας ἡμᾶς ἐθελῆσαι ἂν τι ποτε ψεύσασθαι πρὸς σέ) πολλὴν ταύτην κεκτήμεθα τὴν ἐπιθυμίαν, καὶ μετὰ τῶν ἄλλων ἁπάντων οὐχ ἧττον ἡμᾶς καὶ τοῦτο ἐφόβησε, καὶ πρὸς ταύτην ἔτρεψε τὴν φυγήν. Καθάπερ γὰρ οἱ σωμάτων ἐρῶντες, ἕως μὲν ἂν πλησίον εἶναι τῶν ἐρωμένων ἐξῇ, χαλεπωτέραν τοῦ πάθους τὴν βάσανον ἔχουσιν, ὅταν δὲ ὡς ποῤῥωτάτω τῶν ποθουμένων ἑαυτοὺς ἀπαγάγωσι, καὶ τὴν μανίαν ἀπήλασα· οὕτω καὶ τοῖς ταύτης ἐπιθυμοῦσι τῆς ἀρχῆς, ὅταν μὲν πλησίον αὐτῆς γένωνται ἀφόρητον γίνεται τὸ κακόν, ὅταν δὲ ἀπελπίσωσι, καὶ τὴν ἐπιθυμίαν μετὰ τῆς προσδοκίας ἔσβεσαν.

ιβ’. Μία μὰν οὖν αὕτη πρόφασις οὐ μικρά. Ἀλλ’ εἰ καὶ μόνῃ καθ’ ἑαυτὴν οὖσα ἐτύγχανεν, ἱκανὴ ταύτης ἡμᾶς ἀπεῖρξαι τῆς ἀξίας· νῦν δὲ καὶ ἑτέρα ταύτης οὐχ ἧττον προστέθειται. Τὶς δὲ ἐστιν αὕτη; Νηφάλιον εἶναι δεῖ τὸν ἱερέα, καὶ διορατικόν, καὶ μυρίους πανταχόθεν κεκτῆσθαι τοὺς ὀφθαλμούς, ὡς οὐχ ἑαυτῷ μόνον, ἀλλὰ καὶ πλήθει ζῶντα τοσούτῳ. Ἡμεῖς δὲ ὅτι νωθροὶ καὶ παρειμένοι καὶ πρὸς τὴν ἑαυτῶν μόλις ἀρκοῦντες σωτηρίαν, καὶ αὐτὸς ἂν ὁμολογήσειας, ὁ μάλιστα πάντων τὰ ἡμέτερα διὰ τὸ φιλεῖν κρύπτειν σπουδάζων κακά. Μὴ γὰρ μοι νηστείαν ἐνταῦθα εἴπῃς, μηδὲ ἀγρυπνίαν, μηδὲ χαμευνίαν, καὶ τὴν λοιπὴν τοῦ σώματος σκληραγωγίαν καὶ τούτων μὲν γὰρ ὅσον ἀπέχομεν οἶδας. Εἰ δὲ καὶ εἰς ἀκρίβειαν ἡμῖν κατώρθωτο, οὐδὲ οὕτως μετὰ τῆς παρούσης νωθρότητος ἴσχυσεν ἂν τι πρὸς τὴν ἐπιστασίαν ἡμᾶς ταῦτα ὠφελῆσαι ἐκείνην. Ἀνθρώπῳ μὲν γὰρ εἰς οἰκίσκον τινὰ κατακλεισθέντι, καὶ τὰ αὐτοῦ μεριμνῶντι μόνον, πολλὴν ἂν ταῦτα παράσχοι τὴν ὠφέλειαν· εἰς δὲ τοσοῦτον σχιζομένῳ πλῆθος, καὶ καθ’ ἕκαστον τῶν ἀρχομένων ἰδίας κεκτημένῳ φροντίδας, τὶ δύναιτ’ ἂν πρὸς τὴν ἐκείνων ἐπίδοσιν ἀξιόπιστον συμβάλλεσθαι κέρδος, ἐὰν μὴ ψυχὴν εὔτονον καὶ ἰσχυροτάτην ἔχων τύχῃ;

ιγ’. Καὶ μὴ θαυμάσῃς, εἰ μετὰ τοσαύτης καρτερίας ἑτέραν βάσανον ζητῶ τῆς ἐν τῇ ψυχῇ ἀνδρείας. Τὸ μὲν γὰρ σίτων καὶ πότων καὶ στρωμνῆς καταφρονεῖν ἁπαλῆς, πολλοῖς οὐδὲ ἔργον ὁρῶμεν ὅν, καὶ μάλιστα γε τοῖς ἀγροικότερον διακειμένοις, καὶ οὕτως ἐκ πρώτης τραφεῖσι τῆς ἡλικίας, καὶ πολλοῖς δὲ ἑτέροις, τῆς τε τοῦ σώματος κατασκευῆς καὶ τῆς συνηθείας ἐξευμαριζούσης τὴν ἐν ἐκείνοις τοῖς πόνοις τραχύτητα· ὕβριν δὲ καὶ ἐπήρειαν καὶ λόγον φορτικόν, καὶ τὰ παρὰ τῶν ἐλαττόνων σκώμματα, τὰ τε ἁπλῶς καὶ τὰ ἐν δίκῃ λεγόμενα, καὶ μέμψεις τὰς εἰκῆ καὶ μάτην παρὰ τῶν ἀρχόντων καὶ παρὰ τῶν ἀρχομένων γινομένας, οὐ τῶν πολλῶν ἐνεγκεῖν, ἀλλ’ ἑνὸς που καὶ δευτέρου· καὶ ἴδοι τις ἂν τοὺς ἐν ἐκείνοις ἰσχυροὺς πρὸς ταῦτα οὕτως ἰλιγγιῶντας, ὡς μᾶλλον τῶν χαλεπωτάτων ἀγριαίνειν θηρίων. Τοὺς δὲ τοιούτους μάλιστα τῶν τῆς ἱερωσύνης ἀπείρξομεν περιβόλων. Τὸ μὲν γὰρ μήτε πρὸς τὰ σῖτα ἀπηγχονίσθαι, μηδὲ ἀνυπόδετον εἶναι τὸν προεστῶτα, οὐδὲν ἂν βλάψειε τὸ κοινὸν τῆς ἐκκλησίας· θυμὸς δ ἄγριος εἲς τε τὸν κεκτημένον, εἲς τε τοὺς πλησίον μεγάλας ἐργάζεται συμφοράς. Καὶ τοῖς μὲν ἐκεῖνα μὴ ποιοῦσιν οὐδεμία ἀπειλὴ παρὰ τοῦ Θεοῦ κεῖται, τοῖς δὲ ἁπλῶς ὀργιζομένοις γέεννα καὶ τὸ τῆς γεέννης ἠπείληται πῦρ. Ὥσπερ οὖν ὁ δόξης ἐρῶν κενῆς, ὅταν τῆς τῶν πολλῶν ἀρχῆς ἐπιλάβηται, μείζονα τῷ πυρὶ παρέχει τὴν ὕλην, οὕτως ὁ καθ’ ἑαυτὸν καὶ ἐν τοῖς πρὸς ὀλίγους ὁμιλίαις κρατεῖν ὀργῆς μὴ δυνάμενος, ἀλλ’ ἐκφερόμενος εὐχερῶς, ὅταν πλήθους ὅλου προστασίαν ἐμπιστευθῇ, καθάπερ τι θηρίον πανταχόθεν καὶ ὑπὸ μυρίων κεντούμενον, οὔτε αὐτὸς ἐν ἡσυχίᾳ δύναιτ’ ἂν ποτε διάγειν, καὶ τοὺς ἐμπιστευθέντας αὐτῷ μυρία διατίθησι κακά.

ιδ’. Οὐδὲν γὰρ οὕτω καθαρότητα νοῦ καὶ τὸ διειδὲς θολοῖ τῶν φρενῶν, ὡς θυμὸς ἄτακτος, καὶ μετὰ πολλῆς φερομένης τῆς ῥύμης. «Θυμὸς γάρ, φησίν, ἀπόλλυσι καὶ τοὺς φρονίμους». Καθάπερ γὰρ ἓν τινι νυκτομαχίᾳ σκοτωθεὶς ὁ τῆς ψυχῆς ὀφθαλμὸς οὐχ εὑρίσκει διακρῖναι τοὺς φίλους τῶν πολεμίων, οὐδὲ τοὺς ἐντίμους τῶν ἀτίμων, ἀλλὰ πᾶσιν ἐφεξῆς ἑνὶ κέχρηται τρόπῳ, κἂν λαβεῖν τι δέῃ κακόν, ἅπαντα εὐκόλως ὑπομένων ὑπὲρ τοῦ πληρῶσαι τὴν τῆς ψυχῆς ἡδονήν. Ἡδονὴ γὰρ τὶς ἐστιν ἡ τοῦ θυμοῦ πύρωσις, καὶ τῆς ἡδονῆς χαλεπώτερον τυραννεῖ τὴν ψυχήν, πᾶσαν αὐτῆς τὴν ὑγιῆ κατάστασιν ἄνω καὶ κάτω ταράττουσα. Καὶ γὰρ πρὸς ἀπόνοιαν αἴρει ῥᾳδίως, καὶ ἔχθρας ἀκαίρους, καὶ μῖσος ἄλογον καὶ προσκρούματα ἁπλῶς, καὶ εἰκῆ προσκρούειν παρασκευάζει συνεχῶς· καὶ πολλὰ ἕτερα τοιαῦτα καὶ λέγειν καὶ πράττειν βιάζεται, πολλῷ τὸ ῥοίζῳ τοῦ πάθους τῆς ψυχῆς ὑποσυρομένης, καὶ οὐκ ἐχούσης ὅπου τὴν αὐτῆς ἐρείσασα δύναμιν ἀντιστήσεται πρὸς τοσαύτην ὁρμήν.

ΒΑΣΙΛ. Ἀλλ’ οὐκ ἔτι σε εἰρωνευόμενον ἀνέξομαι περαιτέρω. Τὶς γὰρ οὐκ οἶδε, φησίν, ὅσον τοσαύτης ἀπέχεις τῆς νόσου; ΧΡΥΣΟΣΤ. Τὶ οὖν, ἔφην, ᾧ μακάριε, βούλει πλησίον με τῆς πυρᾶς ἀγαγεῖν, καὶ παροξῦναι τὸ θηρίον ἠρεμοῦν; Ἢ ἀγνοεῖς, ὡς οὐκ οἰκείᾳ τοῦτο κατωρθώσαμεν ἀρετῇ, ἀλλ’ ἐκ τοῦ τὴν ἡσυχίαν ἀγαπᾷν, τὸν δὲ οὕτω διακειμένων ἀγαπητὸν ἐφ’ ἑαυτοῦ μένοντα, καὶ ἑνὶ μόνῳ ἢ δευτέρῳ χρώμενον φίλῳ, δυνηθῆναι τὸν ἐκεῖθεν διαφυγεῖν ἐμπεσόντα φροντίδων; Τότε γὰρ οὐχ ἑαυτὸν μόνον, ἀλλὰ καὶ ἑτέρους πολλοὺς ἐπισύρει μεθ’ ἑαυτοῦ πρὸς τὸν τῆς ἀπωλείας κρημνόν, καὶ πὲρ τὴν τῆς ἐπιεικείας ἐπιμέλειαν ἀργοτέρους καθίστησι. Πέφυκα γὰρ ὡς τὰ πολλὰ τὸ τῶν ἀρχομένων πλῆθος, ὥσπερ εἰς ἀρχέτυπον τινα εἰκόνα τοὺς τῶν ἀρχόντων τρόπους ὁρᾷν, καὶ πρὸς ἐκείνους ἐξομοιοῦν ἑαυτούς. Πῶς οὖν ἂν τις τὰς ἐκείνων παύσειε φλεγμονάς, οἰδαίνων αὐτός; Τὶς δ’ ἂν ἐπιθυμήσειε ταχέως τῶν πολλῶν γενέσθαι μέτριος, τὸν ἄρχοντα ὀργίλον ὁρῶν; Οὐ γὰρ ἐστιν, οὐκ ἔστι δυνατὸν τὰ τῶν ἱερέων κρύπτεσθαι ἐλαττώματα, ἀλλὰ καὶ τὰ μικρὰ ταχέως κατάδηλα γίνεται. Καὶ γὰρ ἀθλητής, ἕως μὲν ἂν οἴκοι μένῃ, καὶ μηδενὶ συμπλέκηται, δύναται λανθάνειν, κἂν ἀσθενέστατος ὢν τύχῃ· ὅταν δὲ ἀποδύσηται πρὸς τοὺς ἀγῶνας, ῥᾳδίως ἐλέγχεται. Καὶ τῶν ἀνθρώπων τοίνυν οἱ μὲν τὸν ἰδιωτικὸν τοῦτον καὶ ἀπράγμονα βιοῦντες βίον, ἔχουσα παραπετάσματα τῶν ἰδίων ἁμαρτημάτων τὴν μόνωσιν· εἰς δὲ τὸ μέσον ἀχθέντες καθάπερ ἱμάτιον τὴν ἠρεμίαν ἀποδύναι ἀναγκάζονται, καὶ πᾶσι γυμνὰς ἐπίδεξαι τὰς ψυχὰς διὰ τῷ ἔξωθεν κινημάτων. Ὥσπερ οὖν αὐτῶν τὰ κατορθώματα πολλοὺς ὤνησε πρὸς τὸν ἴσον παρακαλοῦντα ζῆλον, οὕτω καὶ τὰ πλημμελήματα ῥᾳθυμοτέρους κατέστησε περὶ τὴν τῆς ἀρετῆς ἐργασίαν, καὶ βλακεύειν πρὸς τοὺς ὑπὲρ τῶν σπουδαίων παρεσκεύασε πόνους. Διὸ χρὴ πάντοθεν αὐτοῦ τὸ κάλλος ἀποστίλβειν τῆς ψυχῆς, ἵνα καὶ εὐφραίνειν ἅμα καὶ φωτίζειν δύνηται τὰς τῶν ὁρώντων ψυχάς. Τὰ μὲν γὰρ τῶν τυχόντων ἁμαρτήματα, ὥσπερ ἓν τινι σκότῳ πραττόμενα, τοὺς ἐργαζομένους ἀπώλεσε μόνους· ἀνδρὸς δὲ ἐπιφανοῦς καὶ πολλοῖς γνωρίμου πλημμέλεια κοινὴν ἅπασι φέρει τὴν βλάβην, τοὺς μὲν ἀναπεπτωκότας πρὸς τοὺς ὑπὲρ τῶν ἀγαθῶν ἱδρῶτας ὑπτιωτέρους ποιοῦσα, τοὺς δὲ προσέχειν ἑαυτοῖς βουλομένους ἐρεθίζουσα πρὸς ἀπόνοιαν. Χωρὶς δὲ τούτων τὰ μὲν τῶν εὐτελῶν παραπτώματα, κἂν εἰς τὸ μέσον ἔλθῃ, οὐδὲν ἔπληξεν ἀξιόλογον πληγήν· οἱ δὲ ἐν τῇ κορυφῇ ταύτης καθήμενοι τῆς τιμῆς, πρῶτον μὲν πᾶσίν εἰσι κατάδηλοι, ἔπειτα, κἂν ἐν τοῖς μικροτάτοις σφαλῶσι, μεγάλα τὰ μικρὰ τοῖς ἄλλοις φαίνεται. Οὐ γὰρ τῷ τοῦ γεγονότος μεγέθει, ἀλλὰ τῇ τοῦ διαμαρτόντος ἀξίᾳ τὴν ἁμαρτίαν μετροῦσιν ἅπαντες. Καὶ δεῖ τὸν ἱερέα καθάπερ τισὶν ἀδαμαντίνοις ὅπλοις πεφράχθαι πάντοθεν τῇ τε συντόνῳ σπουδῇ καὶ τῇ διηνεκεῖ πὲρ τὸν βίον νήψει, πάντοθεν περισκοποῦντα, μὴ πού τις γυμνὸν εὑρὼν τόπον καὶ παρημελημένον, πλήξῃ καιρίαν πληγήν. Πάντες γὰρ περιεστήκασι τρώσαι ἕτοιμοι καὶ καταβαλεῖν, οὐ τῶν ἐχθρῶν μόνον καὶ πολεμίων, ἀλλὰ καὶ αὐτῶν πολλοὶ τῶν προσποιουμένων φιλίαν.

Τοιαύτας οὖν ἐπιλέγεσθαι δεῖ ψυχάς, οἷα τὰ τῶν ἁγίων ἐκείνων ἀπέδειξε σώματα ἡ τοῦ Θεοῦ χάρις ἐν τῇ Βαβυλωνίᾳ καμίνῳ ποτέ. Οὐ γὰρ κληματὶς καὶ πίσσα καὶ στυππεῖον ἡ τοῦ πυρὸς τούτου τροφή, ἀλλὰ πολὺ τούτων χαλεπωτέρα· ἐπεὶ μηδὲ πῦρ τὸ αἰσθητὸν ὑπόκειται ἐκεῖνο, ἀλλ’ ἡ παμφάγος αὐτοὺς τῆς βασκανίας περιστοιχίζεται φλόξ, πανταχόθεν αἰρομένη, καὶ ἀκριβέστερον αὐτῶν ἐπιοῦσα καὶ διερευνωμένη τὸν βίον ἢ τὸ πῦρ τότε τῶν παίδων ἐκείνων τὰ σώματα. Ὅταν οὖν εὕρῃς καλάμης ἴχνος μικρόν, προσπλέκεται ταχέως· καὶ τὸ μὲν σαθρὸν ἐκεῖνο κατέκαυσε μέρος, τὴν δὲ λοιπὴν ἅπασαν οἰκοδομήν, ἀπ’ ἐκείνου τοῦ καπνοῦ προσέφλεξε καὶ ἠμαύρωσεν ἅπασαν. Ἕως μὲν γὰρ ἂν πανταχόθεν ἡρμοσμένος ᾗ καλῶς ὁ τοῦ ἱερέως βίος, ἀνάλωτος γίνεται ταῖς ἐπιβουλαῖς· ἂν δὲ τύχῃ μικρὸν τι παριδών, οἷα εἰκὸς ἄνθρωπον ὄντα, καὶ τὸ πολυπλανὲς τοῦ βίου τούτου περαιοῦντα πέλαγος, οὐδὲν αὐτῷ τῶν λοιπῶν κατορθωμάτων ὄφελος πρὸς τὸ δυνηθῆναι τὰ τῶν κατηγορῶν στόματα διαφύγει, ἀλλ’ ἐπισκιάζει παντὶ τῷ λοιπῷ τὸ μικρὸν ἐκεῖνο παράπτωμα. Καὶ οὐχ ὡς σάρκα περικειμένῳ, οὐδὲ ἀνθρωπείαν λαχόντι φύσιν, ἀλλ’ ὡς ἀγγέλῳ, καὶ τῆς λοιπῆς ἀσθενείας ἀπηλλαγμένῳ, δικάζειν ἅπαντες ἐθέλουσι τῷ ἱερεῖ. Καὶ καθάπερ τύραννον, ἕως μὲν ἂν κρατῇ, ἅπαντες πεφρίκασι καὶ κολακεύουσι, διὰ τὸ μὴ δύνασθαι καθελεῖν, ὅταν δὲ ἴδωσιν εἰς τοὐναντίον προχωροῦντα ἐκείνου τὰ πράγματα, τὴν μεθ’ ὑποκρίσεως ἀφέντες τιμὴν οἱ πρὸ μικροῦ φίλοι γεγόνασιν ἐξαίφνης ἐχθροὶ καὶ πολέμιοι, καὶ πάντα αὐτοῦ σαθρὰ καταμαθόντες ἐπιτίθενται παραλύοντες τῆς ἀρχῆς· οὕτω δὴ καὶ ἐπὶ τῶν ἱερέων οἱ πρὸ βραχέος, καὶ ἡνίκα ἐκράτει, τιμῶντες καὶ θεραπεύοντες, ὅταν μικρὰν εὕρωσι λαβήν, παρασκευάζονται σφοδρῶς, οὐχ ὡς τύραννον μόνον, ἀλλὰ καὶ τι τούτου χαλεπώτερον καθαιρήσειν μέλλοντες. Καὶ ὥσπερ ἐκεῖνος τοὺς τοὺς σώματος φυλακὰς δέδοικεν, οὕτω καὶ οὗτος τοὺς πλησίον καὶ συλλειτουργοῦντας αὐτῷ μάλιστα πάντων τρέμει. Οὔτε γὰρ ἕτεροί τινες οὕτω τῆς ἀρχῆς ἐπιθυμοῦσι τῆς ἐκείνου, καὶ τὰ ἐκείνου μάλιστα πάντων ἴσασιν, ὡς οὗτοι ἐγγύθεν γὰρ ὄντες, εἲ τὶ συμβαίη τοιοῦτο, πρὸ τῶν ἄλλων αἰσθάνονται, καὶ δύναιντ’ ἂν εὐχερῶς καὶ διαβάλλοντες πιστευθῆναι, καὶ τὰ μικρὰ μεγάλα ποιοῦντες τὸν συκοφαντούμενον ἑλεῖν. Τὸ γὰρ ἀποστολικὸν ἐκεῖνο ῥῆμα ἀντέστραπται· «Καὶ εἴτε πάσχειν ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη»· πλὴν εἴ τις εὐλαβείᾳ πολλῇ πρὸς ἅπαντα στῆναι δυνηθείη. Εἰς τοσοῦτον οὖν ἡμᾶς ἐκπέμπεις πόλεμον; Καὶ πρὸς μάχην οὕτω καὶ ποικίλην καὶ πολυειδῆ τὴν ἡμετέραν ἐνόμισας ἀρκέσειν ψυχήν; Πόθεν καὶ παρὰ τίνος μαθών; Εἰ μὲν γὰρ ὁ Θεὸς ἐγνώρισε τοῦτο, ἐπίδειξον τὸν χρησμόν, καὶ πείθομαι· εἰ δὲ οὐκ ἔχεις, ἀλλ’ ἀπὸ δόξης ἀνθρωπίνης φέρεις τὴν ψῆφον, ἀπαλλάγηθί ποτε ἐξαπατώμενος. Ὑπὲρ γὰρ τῶν ἡμετέρων ὑμῖν μᾶλλον ἢ ἑτέροις πείθεσθαι δίκαιον· ἐπειδὴ «Τὰ τοῦ ἀνθρώπου οὐδεὶς οἶδεν, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ». Ὅτι γὰρ καὶ ἡμᾶς αὐτοὺς καὶ τοὺς ἑλομένους καταγελάστους ἂν ἐποιήσαμεν, ταύτην δεξάμενοι τὴν ἀρχήν, καὶ μετὰ πολλῆς τῆς ζημίας εἰς ταύτην ἂν ἐπανήλθομεν τοῦ βίου τὴν κατάστασιν, ἐν ᾗ καὶ νῦν ἐσμεν, εἰ καὶ μὴ πρότερον, ἀλλὰ νῦν σε τούτοις οἶμαι πεπεικέναι τοῖς ῥήμασιν. Οὐδὲ γὰρ βασκανία μόνον, ἀλλὰ πολλῷ καὶ τῆς βασκανίας σφοδρότερον, ἡ τῆς ἀρχῆς ταύτης ἐπιθυμία τοὺς πολλοὺς ὁπλίζειν εἴωθε κατὰ τοῦ ταύτην ἔχοντος. Καὶ καθάπερ οἱ φίλαρχοι τῶν παίδων βαρύνονται τὸ τῶν πατέρων γῆρας, οὕτω καὶ τούτων τινές, ὅταν ἴδωσιν σιὲ μακρὸν παραταθεῖσαν τὴν ἱερωσύνην χρόνον, ἐπειδὴ ἀνελεῖν οὐκ εὐαγές, παραλῦσαι σπεύδουσιν αὐτὸν τῆς ἀρχῆς, πάντες ἀντ’ ἐκείνου γενέσθαι ἐπιθυμοῦντες, καὶ εἰς ἑαυτὸν ἕκαστος μεταπεσεῖσθαι τὴν ἀρχὴν προσδοκῶντες.

ιε’. Βούλει σοι καὶ ἕτερον ἐπιδείξω ταύτης τῆς μάχης εἶδος, μυρίων ἐμπεπλησμένον κινδύνων; Ἴθι δή, καὶ διάκυψον εἰς τὰ δημοτελεῖς ἑορτάς, ἐν αἷς μάλιστα τῶν ἐκκλησιαστικῶν ἄρχων τὰς αἱρέσεις ποιεῖσθαι νόμος· καὶ τοσαύταις ὄψει κατηγορίαις τὸν ἱερέα βαλλόμενον, ὅσον τῶν ἀρχομένων τῇ πλῆθός ἐστι. Πάντες γὰρ οἱ δοῦναι κύριοι τὴν τιμὴν εἰς πολλὰ τότε σχίζονται μέρη, καὶ οὔτε πρὸς ἀλλήλους, οὔτε πρὸς αὐτὸν τὸν λαχόντα τὴν ἐπισκοπήν, τὸ τῶν πρεσβυτέρων συνέδριον ὁμογνωμονοῦν ἴδοι τις ἄν· ἀλλ’ ἕκαστος καθ’ ἑαυτὸν ἑστήκασιν, ὁ μὲν τοῦτον, ὁ δὲ ἐκεῖνον αἱρούμενος. Τὸ δὲ αἴτιον, οὐκ εἰς ἓν πάντες ὁρῶσιν, εἰς ὃ μόνον ὁρᾷν ἐχρῆν, τῆς ψυχῆς τὴν ἀρετήν· ἀλλ’ εἰσὶ καὶ ἕτεραι προφάσεις αἱ ταύτης πρόξενοι τῆς τιμῆς· οἷον, Ο μέν, ὅτι γένους ἐστὶ λαμπροῦ, ἐγκρινέσθω, φησίν· ὁ δέ, ὅτι πλοῦτον περιβέβληται πολύν, καὶ οὐκ ἂν δέοιτο τρέφεσθαι ἐκ τῶν τῆς ἐκκλησίας προσόδων· ὁ δέ, ὅτι παρὰ τῶν ἐχθρῶν ηὐτομόλησε· καὶ ὁ μὲν τὸν οἰκείως πρὸς αὐτὸν διακείμενον, ὅδε τὸν γένει προσήκοντας, ὁ δὲ τὸν κολακεύοντα πάλιν τῶν ἄλλων προτιμᾶν σπουδάζουσιν, εἰς δὲ τὸν ἐπιτήδειον οὐδεὶς ὁρᾷν βούλεται, οὐδὲ ψυχῆς τινα ποιεῖσθαι βάσανον. Ἐγὼ δὲ τοσούτου δέω ταύτας ἡγεῖσθαι τὰς αἰτίας ἀξιοπίστους εἶναι πρὸς τὴν τῶν ἱερέων δοκιμασίαν, ὡς μηδὲ εἲ τις πολλὴν εὐλάβειαν ἐπιδείξαιτο τὴν οὐ μικρὸν ἡμῖν πρὸς τὴν ἀρχὴν συντελοῦσαν ἐκείνην, μηδὲ τοῦτον ἀπὸ ταύτης εὐθέως ἐγκρίνειν τολμᾷν, εἰ μὴ μετὰ τῆς εὐλαβείας πολλὴν καὶ τὴν σύνεσιν ἔχων τύχοι. Καὶ γὰρ οἶδα πολλοὺς ἐγὼ τῶν ἅπαντα τὸν χρόνον καθειρξάντων ἑαυτούς, καὶ νηστείαις δαπανηθέντων, ὅτι, ἕως μὲν αὐτοῖς μόνοις εἶναι ἐξῆν καὶ τὰ αὐτῶν μεριμνᾶν εὐδοκιμοῦν παρὰ Θεῷ, καὶ καθ’ ἑκάστην ἡμέραν ἐκείνῃ προσετίθεσαν τῇ φιλοσοφίᾳ μέρος οὐ μικρόν· ἐπειδὴ δὲ εἰς τὸ πλῆθος ἦλθον, καὶ τὰς τῶν πολλῶν ἀμαθίας ἐπανορθοῦν ἠναγκάσθησαν, οἱ μὲν οὐδὲ τὴν ἀρχὴν ἤρκεσαν πρὸς τὴν τοσαύτην πραγματείαν· οἱ δὲ βιασθέντες ἐπιμεῖναι, τὴν προτέραν ἀκρίβειαν ῥίψαντες, ἑαυτοὺς τε ἐζημίωσαν τὰ μέγιστα, καὶ ἑτέρους ὤνησαν οὐδέν. Ἀλλ’ οὐδὲ εἲ τις τὸν ἅπαντα χρόνον ἀνήλωσεν ἐν τῇ ἐσχάτῃ τῆς λειτουργίας τάξει μένων, καὶ εἰς ἔσχατον ἤλασε γῆρας, τοῦτον ἁπλῶς διὰ τὴν ἡλικίαν αἰδεσθέντες ἐπὶ τὴν ἀρχὴν οἴσομεν τὴν ἀνωτέρω. Τὶ γάρ, εἰ καὶ μετὰ τὴν ἡλικίαν ἐκείνην ἀνεπιτήδειος ὢν μένοι; Καὶ οὐ τὴν πολιὰν ἀτιμάσαι βουλόμενος, οὐδὲ νομοθετῶν τοὺς ἀπὸ χοροῦ μοναζόντων ἥκοντας, πάντως ἀπείργεσθαι τῆς τοιαύτης ἐπιστασίας, ταῦτα εἶπον νῦν (συνέβη γὰρ πολλοὺς καὶ ἐξ ἐκείνης ἐλθόντας τῆς ἀγέλης εἰς ταύτην διαλάμψαι τὴν ἀρχήν), ἀλλ’ ἐκεῖνο δεῖξαι σπουδάζων, ὅτι εἰ μήτε εὐλαβείᾳ καθ’ ἑαυτήν, μήτε γῆρας μακρὸν ἱκανὰ γένοιτ’ ἂν δέξαι τὸν κεκτημένον ἱερωσύνης ἄξιον ὄντα, σχολῇ γ’ ἂν αἱ προειρημέναι προφάσεις τοῦτο ἐργάσαιντο. Οἱ δὲ καὶ ἑτέρας προστιθέασιν ἀτοπωτέρας· καὶ γὰρ οἱ μέν, ἵνα μὴ μετὰ τῶν ἐναντίων τάξωσιν ἑαυτούς, εἰς τὴν τοῦ κλήρου καταλέγονται τάξιν, οἱ δὲ διὰ πονηρίαν, καὶ ἵνα μὴ παροφθέντες μεγάλα ἐργάσωνται κακά. Ἆρα γένοιτ’ ἂν τι τούτου παρανομώτερον; Ὅταν ἄνθρωποι μοχθηροὶ καὶ μυρίων γέμοντες κακῶν διὰ ταῦτα θεραπεύωνται, δι’ ἃ κολάζεσθαι ἔδει, καὶ ὧν ἕνεκεν μηδὲ τὸν οὐδὸν τῆς ἐκκλησίας ὑπερβαίνειν ἐχρῆν, ὑπὲρ τούτων καὶ εἰς τὴν ἱερατικὴν ἀναβαίνωσιν ἀξίαν; Ἔτι οὖν ζητήσομεν, εἶπε μοι, τοῦ Θεοῦ τῆς ὀργῆς τὴν αἰτίαν, πράγματα οὕτως ἅγια καὶ φρικωδέστατα ἀνθρώποις τοῖς μὲν πονηροῖς, τοῖς δὲ οὐδενὸς ἀξίοις λυμαίνεσθαι παρέχοντες; Ὅταν γὰρ οἱ μὲν τῶν μηδὲν αὐτοῖς προσηκόντων, οἱ δὲ τῶν πολλῷ μειζόνων τῆς οἰκείας δυνάμεως προστασίαν ἐμπιστευθῶσιν, οὐδὲν εὐρίπου τὴν ἐκκλησίαν διαφέρειν ποιοῦσιν.

Ἐγὼ δὲ πρότερον τῶν ἔξωθεν ἀρχόντων κατεγέλων, ὅτι τὰς τῶν τιμῶν διανομὰς οὐκ ἀπὸ τῆς ἀρετῆς τῆς ἐν ταῖς ψυχαῖς, ἀλλ’ ἀπὸ τῶν χρημάτων καὶ πλήθους ἐτῶν καὶ ἀνθρωπίνης ποιοῦνται προστασίας· ἐπεὶ δὲ ἤκουσα, ὅτι αὕτη ἡ ἀλογία καὶ εἰς τὰ ἡμέτερα εἰσεκώμασεν, οὐκ ἔτι ὁμοίως ἐποιούμην τὸ πρᾶγμα δεινόν. Τὶ γὰρ θαυμαστόν, ἀνθρώπους βιωτικούς, καὶ δόξης τῆς παρὰ τῶν πολλῶν ἐρῶντας, καὶ χρημάτων ἕνεκα πάντα πράττοντας ἁμαρτάνειν τοιαῦτα, ὅπου γε οἱ πάντων ἀπηλλάχθαι προσποιούμενοι τούτων οὐδὲν ἄμεινον ἐκείνων διάκεινται, ἀλλ’ ὑπὲρ τῶν οὐρανίων τὸν ἀγῶνα ἔχοντες, ὡς περὶ πλέθρων τῆς, ἢ ἑτέρου τινὸς τοιούτου τῆς βουλῆς αὐτοῖς προκειμένης, ἁπλῶς ἀνθρώπους ἀγελαίους λαβόντες ἐφιστᾶσι πράγμασι τοιούτοις, ὑπὲρ ὧν καὶ τὴν ἑαυτοῦ κενῶσαι δόξαν, καὶ ἄνθρωπος γενέσθαι, καὶ δούλου μορφὴν λαβεῖν, καὶ ἐμπτυσθῆναι, καὶ ῥαπισθῆναι καὶ θάνατον τὸν ἐπονείδιστον ἀποθανεῖν διὰ τῆς σαρκὸς οὐ παρῃτήσατο ὁ μονογενὴς τοῦ Θεοῦ Παῖς; Καὶ οὐδὲ μέχρι τούτων οὗτοι ἵστανται μόνον, ἀλλὰ καὶ ἕτερα προστιθέασιν ἀτοπωτέρα· οὐ γὰρ τοὺς ἀναξίους ἐγκρίνουσι μόνον, ἀλλὰ καὶ τοὺς ἐπιτηδείους ἐκβάλλουσιν. Ὥσπερ γὰρ δέον ἀμφοτέρωθεν λυμήνασθαι τῆς ἐκκλησίας τὴν ἀσφάλειαν, ἢ ὥσπερ οὐκ ἀρκούσης τῆς προτέρας προφάσεως, ἐκκαῦσαι τοῦ Θεοῦ τὴν ὀργήν, οὕτω τὴν δευτέραν συνῆψαν, οὐχ ἧττον οὖσαν χαλεπήν. Καὶ γὰρ ἐξ ἴσης οἶμαι εἶναι δεινόν, τὸ τε τοὺς χρησίμους ἀπείργειν, καὶ τὸ τοὺς ἀχρείους εἰσωθεῖν. Καὶ τοῦτο δὴ γίνεται, ἵνα μηδαμόθεν παραμυθίαν εὑρεῖν μηδὲ ἀναπνεῦσαι δυνηθῇ τοῦ Χριστοῦ τὸ ποίμνιον. Ταῦτα οὖν οὐ μυρίων ἄξια σκηπτῶν; Ταῦτα οὐ γεέννης σφοδροτέρας, οὐ ταύτης μόνον τῆς ἠπειλημένης ἡμῖν; Ἀλλ’ ὅμως ἀνέχεται καὶ φέρει τὰ τοσαῦτα κακὰ ὁ μὴ βουλόμενος τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι αὐτὸν καὶ ζῆν. Καὶ πῶς ἂν τις αὐτοῦ τὴν φιλανθρωπίαν θαυμάσειε; Πῶς ἂν ἐκπλαγείη τὸν ἔλεον; Οἱ τοῦ Χριστοῦ τὰ τοῦ Χριστοῦ διαφθείρουσιν ἐχθρῶν καὶ πολεμίων μᾶλλον , ὁ δὲ ἀγαθὸς ἔτι χρηστεύεται καὶ εἰς μετάνοιαν καλεῖ. Δόξα σοι, Κύριε, δόξα σοι· πόση φιλανθρωπίας ἄβυσσος παρὰ σοὶ! Πόσος ἀνεξικακίας πλοῦτος! Οἱ διὰ τὸ ὄνομα τὸ σὸν ἐξ εὐτελῶν καὶ ἀτιμιῶν ἔντιμοι καὶ περίβλεπτοι γεγονότες τῇ τιμῇ κατὰ τοῦ τετιμηκότος κέχρηνται, καὶ τολμῶσι τὰ ἀτόλμητα, καὶ ἐνυβρίζουσιν εἰς τὰ ἅγια, τοὺς σπουδαίους ἀπωθούμενοι καὶ ἐκβάλλοντες, ἵνα ἐν ἠρεμίᾳ πολλῇ καὶ μετὰ ἀδείας τῆς ἐσχάτης οἱ πονηροὶ πάντα, ὅσαπερ ἂν ἐθέλωσιν ἀνατρέπωσι. Καὶ τούτου δὲ τοῦ δεινοῦ τὰς αἰτίας εἰ θέλεις μαθεῖν, ὁμοίας ταῖς προτέραις εὑρήσεις· τὴν μὲν γὰρ ῥίζαν, καὶ ὡς ἂν τις εἴποι, μητέρα μίαν ἔχουσι, τὴν βασκανίαν· αὗται δὲ οὐ μιᾶς εἰσιν ἰδέας, ἀλλὰ διεστήκασιν. Ὁ μὲν γὰρ ἐπειδὴ νέος ἐστίν, ἐκβαλλέσθω, φησίν· ὅδε ἐπειδὴ κολακεύειν οὐκ οἶδεν· ὁ δέ, ἐπειδὴ τῷ δεῖνι προσέκρουσεν· καὶ ὁ μέν, ἵνα μὴ ὁ δεῖνα λυπῆται, τὸν μὲν ὑπ’ αὐτοῦ δοθέντα ἀποδοκιμασθέντα, τοῦτον δὲ ἐγκεκριμένον ὁρῶν· ὁ δέ, ἐπειδὴ χρηστὸς ἐστι καὶ ἐπιεικής· ὁ δέ, ἐπειδὴ τοῖς ἁμαρτάνουσι φοβερός, ὁ δὲ δι’ ἄλλην αἰτίαν τοιαύτην. Οὐδὲ γὰρ ἀποροῦσι προφάσεων, ὅσων ἂν ἐθέλωσιν· ἀλλὰ καὶ τὸ πλῆθος τῶν ὄντων ἔστιν αὐτοῖς αἰτιᾶσθαι ὅταν μηδὲν ἔχωσιν ἕτερον. Ἀλλὰ καὶ τὸ μὴ δεῖν ἀθρόως εἰς ταύτην ἄγεσθαι τὴν τιμήν, ἀλλ’ ἠρέμα καὶ κατὰ μικρόν, καὶ ἑτέρας, ὅσας ἂν βούλωνται, δύναιντ’ ἂν αἰτίας εὑρεῖν. Ἐγὼ δὲ ἡδέως ἐνταῦθα ἐρήσομαι, Τὶ οὖν δεῖ τὸν ἐπίσκοπον ποιεῖν, τοσούτοις μαχόμενον πνεύμασι; Πῶς πρὸς τοσαῦτα στήσεται κύματα; Πῶς πᾶσα ταύτας ἀπῶσται τὰς προσβολάς; Ἂν μὲν γὰρ ὀρθῷ λογισμῷ τὸ πρᾶγμα διάθῃ, ἐχθροὶ καὶ πολέμιοι καὶ αὐτῷ καὶ τοῖς αἱρεθεῖσιν ἅπαντες, καὶ πρὸς φιλονεικίαν τὴν ἐκείνου ἅπαντα πράττουσι, στάσεις καθ’ ἑκάστην ἐμβάλλοντες τὴν ἡμέραν, καὶ σκώμματα μυρία τοῖς αἱρεθεῖσιν ἐπιτιθέντες, ἕως ἂν ἢ τούτους ἐκβάλωσιν ἢ τοὺς αὐτῶν εἰσαγάγωσιν. Καὶ γίνεται παραπλήσιον, οἷον ἂν εἲ τις κυβερνήτης ἔνδον ἐν τῇ νηῒ τῇ πλεούσῃ πειρατὰς ἔχοι συμπλέοντας, καὶ αὐτῷ καὶ τοῖς ναύταις καὶ τοῖς ἐπιβάταις συνεχῶς καὶ καθ’ ἑκάστην ἐπιβουλεύοντας ὥραν. Ἂν δὲ τὴν πρὸς ἐκείνους χάριν προτιμήσῃ τῆς αὐτοῦ σωτηρίας, δεξάμενος οὓς οὐκ ἔδει, ἕξει μὲν τὸν Θεὸν ἀντ’ ἐκείνων ἐχθρόν· οὗ τὶ γένοιτ’ ἂν χαλεπώτερον; Καὶ τὰ πρὸς ἐκείνους δὲ αὐτῷ δυσκολώτερον ἢ πρότερον διακείσεται, πάντων συμπραττόντων ἀλλήλοις, ἀκὶ τούτῳ μᾶλλον ἰσχυρῶν γενομένων. Ὥσπερ γὰρ ἀγρίων ἀνέμων ἐξ ἐναντίας προσπεσόντων ἀλλήλοις, τὸ τέως ἡσυχάζον πέλαγος μαίνεται ἐξαίφνης καὶ κορυφοῦται, καὶ τοὺς ἐμπλέοντας ἀπόλλυσιν· οὕτω καὶ ἡ τῆς ἐκκλησίας γαλήνη, δεξαμένη φθόρους ἀνθρώπους, ζάλης καὶ ναυαγίων πληροῦται πολλῶν.

ις’. Ἐννόησον οὖν, ὁποῖόν τινα εἶναι χρὴ τὸν πρὸς τοσοῦτον μέλλοντα ἀνθέξειν χειμῶνα, καὶ τοσαῦτα κωλύματα τῶν κοινῇ συμφερόντων διαθήσειν καλῶς. Καὶ γὰρ καὶ σεμνὸν καὶ ἄτυφον, καὶ φοβερὸν καὶ προσηνῆ, καὶ ἀρχικὸν καὶ κοινωνικόν, καὶ ἀδέκαστον καὶ θεραπευτικόν, καὶ ταπεινόν, καὶ ἀδούλωτον, καὶ σφοδρὸν καὶ ἥμερον εἶναι δεῖ, ἵνα πρὸς ἅπαντα ταῦτα εὐκόλως μάχεσθαι δύνηται· καὶ τὸν ἐπιτήδειον δεῖ μετὰ πολλῆς τῆς ἐξουσίας, κἂν ἅπαντες ἀντιπίπτωσι, παράγειν· καὶ τὸν οὐ τοιοῦτον μετὰ τῆς αὐτῆς ἐξουσίας, κἂν ἅπαντες συμπνέωσι, μὴ προσίεσθαι, ἀλλ’ εἰς ἓν μόνον ὁρᾷν τὴν ἐκκλησιαστικὴν οἰκοδομήν, καὶ μηδὲν πρὸς ἀπέχθειαν ἢ χάριν ποιεῖν. Ἆρά σοι δοκοῦμεν εἰκότως παρῃτῆσθαι τοῦ πράγματος τούτου τὴν διακονίαν; Καίτοι γε οὔπω πάντα διῆλθον πρὸς σέ· ἔχω γὰρ καὶ ἕτερα λέγειν. Ἀλλὰ μὴ ἀποκάμῃς ἀνδρὸς φίλου καὶ γνησίου, βουλομένου σε πείθειν ὑπὲρ ὧν ἐγκαλεῖς, ἀνεχόμενος· οὐδὲ γὰρ πρὸς τὴν ἀπολογίαν σοι τὴν ὑπὲρ ἡμῶν ταῦτα χρήσιμά ἐστι μόνον, ἀλλὰ καὶ πρὸς αὐτὴν τοῦ πράγματος τὴν διοίκησιν τάχα οὐ μικρὸν συμβαλεῖται κέρδος. Καὶ γὰρ ἀναγκαῖον, τὸν μέλλοντα ἐπὶ ταύτην ἔρχεσθαι τοῦ βίου τὴν ὁδὸν πρότερον ἅπαντα διερευνησάμενον καλῶς, οὕτως ἅψασθαι τῆς διακονίας. Τὶ δήποτε; Ὅτι, εἰ κεῖ μηδὲν ἄλλο, τὸ γοῦν μὴ ξενοπαθεῖν, ἡνίκα ἂν ταῦτα προσπίπτῃ, περιέσται τῷ πάντα εἰδότι σαφῶς. Βούλει οὖν ἐπὶ τὴν χηρῶν προστασίαν ἴωμεν πρότερον, ἢ τὴν τῶν παρθένων κηδεμονίαν, ἢ τοῦ δικαστικοῦ μέρους τὴν δυσχέρειαν; Καὶ γὰρ ἐφ’ ἑκάστου τούτων διάφορος ἡ φροντίς, καὶ τῆς φροντίδος μείζων ὁ φόβος. Καὶ πρῶτον, ἵνα ἀπὸ τοῦ τῶν ἄλλων εὐτελεστέρου δοκοῦντος εἶναι ποιησώμεθα τὴν ἀρχήν, ἡ τῶν χηρῶν θεραπεία δοκεῖ μὲν μέχρι τῆς τῶν χρημάτων δαπάνης τοῖς ἐπιμελουμένοις αὐτῶν παρέχειν τὶν φροντίδα· τὸ δὲ οὐ τοιοῦτόν ἐστιν, ἀλλὰ πολλῆς δεῖται κἀνταῦθα τῆς ἐξετάσεως, ὅταν αὐτὰς καταλέγειν δέῃ, ὡς τὸ γε ἁπλῶς καὶ ὡς ἔτυχεν αὐτὰς ἐγγράφεσθαι μυρία εἰργάσαντο δεινά. Καὶ γὰρ οἴκους διέφθειραν, καὶ γάμους διέσπασαν, καὶ ἐπὶ κλοπαῖς πολλάκις καὶ ἐπὶ καπηλείαις καὶ ἑτέροις τοιούτοις ἀσχημονοῦσαι ἑάλωσαν. Τὸ δὲ τὰς τοιαύτας ἀπὸ τῶν τῆς ἐκκλησίας τρέφεσθαι χρημάτων καὶ παρὰ Θεοῦ τιμωρίαν, καὶ παρὰ ἀνθρώπων φέρει τὴν ἐσχάτην κατάγνωσιν, καὶ τοὺς εὖ ποιεῖν βουλομένους ὀκνηροτέρους καθίστησι. Τὶς γὰρ ἂν ἕλοιτό ποτε, ἃ τῷ Χριστῷ προσετάχθη δοῦναι χρήματα, ταῦτα ἀναλίσκειν εἰς τοὺς τὸ τοῦ Χριστοῦ διαβάλλοντας ὄνομα; Διὰ ταῦτα πολλὴν δεῖ καὶ ἀκριβῆ ποιεῖσθαι τὴν ἐξέτασιν, ὡς μὴ μόνον τὰς εἰρημένας, ἀλλὰ μηδὲ τὰς ἑαυταῖς ἀρκεῖν δυναμένας τὴν τῶν ἀδυνάτων λυμαίνεσθαι τράπεζαν. Μετὰ δὲ τὴν ἐξέτασιν ταύτην ἑτέρα διαδέχεσθαι φροντὶς οὐ μικρά, ἵνα αὐταῖς τὰ τῆς τροφῆς ἀθρόως, ὥσπερ ἐκ πηγῶν, ἐπιῤῥέῃ καὶ μὴ διαλιμπάνῃ ποτέ. Καὶ γὰρ ἀκόρεστόν πως κακὸν ἡ ἀκούσιος πενία καὶ μεμψίμοιρον καὶ ἀχάριστον. Καὶ δεῖ πολλῆς μὲν τῆς συνέσεως, πολλῆς δὲ τῆς σπουδῆς, ὥστε αὐτῶν ἐμφράττειν τὰ στόματα, πᾶσαν ἐξαιροῦντα κατηγορίας πρόφασιν. Οἱ μὲν οὖν πολλοί, ὅταν τινὰ ἴδωσι χρημάτων κρείττονα, εὐθέως αὐτὸν ἐπιτήδειον εἶναι πρὸς ταύτην ἀποφαίνονται τὴν οἰκονομίαν. Ἐγὼ δὲ οὐχ ἡγοῦμαί ποτε ταύτην αὐτῷ τὴν μεγαλοψυχίαν ἀρκεῖν μόνην, ἀλλὰ δεῖν μὲν αὐτὴν πρὸ τῶν ἄλλων ἔχειν· χωρὶς γὰρ ταύτης λυμεὼν ἂν εἴη μᾶλλον ἢ προστάτης, καὶ λύκος ἀντὶ ποιμένος· μετὰ δὲ αὐτῆς καὶ ἑτέραν ζητεῖν εἰ κεκτημένος τυγχάνοι. Αὕτη δὲ ἐστιν ἡ πάντων αἰτία ἀνθρώποις τῶν ἀγαθῶν, ἀνεξικακία, ὥσπερ εἲς τινα εὔδιον λιμένα ὁρμίζουσα καὶ παραπέμπουσα τὴν ψυχήν. Τὸ γὰρ τῶν χηρῶν γένος καὶ διὰ τὴν πενίαν, καὶ διὰ τὴν ἡλικίαν, καὶ διὰ τὴν φύσιν ἀμέτρῳ τινὶ κέχρηται παῤῥησίᾳ· οὕτω γὰρ ἄμεινον εἰπεῖν· καὶ βοῶσιν ἀκαίρως, καὶ αἰτιῶνται μάτην, καὶ ἀποδύρονται ὑπὲρ ὧν χάριν εἰδέναι ἐχρῆν, καὶ κατηγοροῦσιν ὑπὲρ ὧν ἀποδέχεσθαι ἔδει. Καὶ δεῖ τὸν προεστῶτα ἅπαντα φέρειν γενναίως, καὶ μήτε πρὸς τὰς ἀκαίρους ἐνοχλήσεις, μήτε πρὸς τὰς ἀλόγους παροξύνεσθαι μέμψεις. Ἐλεεῖσθαι γὰρ ἐκεῖνο τὸ γένος ὑπὲρ ὧν δυστυχοῦσιν, οὐχ ὑβρίζεσθαι, δίκαιον· ὡς τὸ γε ἐπεμβαίνειν αὐτῶν ταῖς συμφοραῖς, καὶ τῇ διὰ τὴν πενίαν ὀδύνη τὴν ἀπὸ ὕβρεως προστιθέναι τῆς ἐσχάτης ὠμότητος ἂν εἴη. Διὰ τοῦτο καὶ τὶς ἀνὴρ σοφώτατος, εἲς τε τὸ φιλοκερδὲς καὶ τὸ ὑπεροπτικὸν τῆς ἀνθρωπίνης φύσεως ἀπιδών, καὶ τῆς πενίας τὴν φύσιν καταμαθὼν δεινὴν οὖσαν καὶ τὴν γενναιοτάτην ψυχὴν καταβαλεῖν, καὶ πεῖσαι περὶ τῶν αὐτῶν ἀναισχυντεῖν πολλάκις, ἵνα μὴ τις αἰτούμενος παρ’ αὐτῶν ὀργίζηται, μηδὲ τῷ συνεχεῖ τῆς ἐντεύξεως παροξυνθεὶς πολέμιος ὁ βοηθεῖν ὀφείλων γένηται, παρασκευάζει προσηνῆ τε αὐτὸν καὶ εὐπρόσιτον εἶναι τὸ δεομένῳ, λέγων· «Κλῖνον πτωχῷ ἀλύπως τὸ οὖς σου, καὶ ἀποκρίθητι αὐτῷ ἐν πραότητι εἰρηνικά». Καὶ τὸν παροξύνοντα ἀφεὶς (τὶ γὰρ ἂν τις τῷ κειμένῳ λέγοι;), τῷ δυναμένῳ τὴν ἐκείνου φέρειν ἀσθένειαν διαλέγεται, παρακαλῶν τῷ τε ἡμέρῳ τῆς ὄψεως, καὶ τῇ τῶν λόγων πραότητι πρὸ τῆς δόσεως αὐτὸν ἀνορθοῦν. Ἂν δὲ τις τὰ μὲν ἐκείνων μὴ λαμβάνῃ, μυρίοις δὲ αὐτὰς ὀνείδεσι περιβάλλῃ καὶ ὑβρίζῃ καὶ παροξύνηται κατ’ αὐτῶν, οὐ μόνον οὐκ ἐπεκούφισε τὴν ἀπὸ τῆς πενίας ἀθυμίαν τῷ δοῦναι, ἀλλὰ καὶ μεῖζον ταῖς λοιδορίαις εἰργάσατο τὸ δεινόν. Κἂν γὰρ λίαν ἀναισχυντεῖν βιάζωνται διὰ τὴν τῆς γαστρὸς ἀνάγκην, ἀλλ’ ὅμως ἀλγοῦσιν ἐπὶ τῇ βίᾳ ταύτῃ. Ὅταν οὖν διὰ μὲν τοῦ λιμοῦ δέος προσαιτεῖν ἀναγκάζωνται, διὰ δὲ τὸ προσαιτεῖν ἀναιδεύεσθαι, διὰ δὲ τὸ ἀναιδεύεσθαι πάλιν ὑβρίζωνται, ποικίλη τις καὶ πολὺν φέρουσα τὸν ζόφον ἐπὶ τὴν ψυχὴν ἐκείνων κατασκήπτει τῆς ἀθυμίας ἡ δύναμις. Καὶ δὲ τὸν τούτων ἐπιμελούμενον ἐπὶ τοσοῦτον εἶναι μακρόθυμον, ὡς μὴ μόνον αὐταῖς μὴ πλεονάζειν τὴν ἀθυμίαν ταῖς ἀγανακτήσεσιν, ἀλλὰ καὶ τῆς οὔσης τὸ πλέον κοιμίζειν διὰ τῆς παρακλήσεως. Ὥσπερ γὰρ ἐκεῖνος ὁ ὑβρισθεὶς ἐν πολλῇ περιουσίᾳ οὐκ αἰσθάνεται τῆς ἀπὸ τῶν χρημάτων ὠφελείας διὰ τὴν ἀπὸ τῆς ὕβρεως πληγήν· οὕτω καὶ οὗτος ὁ προσηνῆ λόγον ἀκούσας, καὶ μετὰ παρακλήσεως τὸ διδόμενον δεξάμενος, γάννυται πλέον καὶ χαίρει, καὶ διπλοῦν αὐτὸ τὸ δοθὲν τῷ τρόπῳ γίνεται. Καὶ ταῦτα οὐκ ἀπ’ ἐμαυτοῦ, ἀλλ’ ἀπ’ ἐκείνου τοῦ τὰ πρότερα παραινέσαντος φθέγγομαι. «Τέκνον γάρ, φησίν, ἐν ἀγαθοῖς μὴ δῷς μῶμον, καὶ ἂν πάσῃ δόσει λύπην λόγων. Οὐχὶ καύσωνα ἀναπαύσει δρόσος; Οὕτω κρείσσων λόγος ἢ δόσις. Ἰδοὺ γὰρ λόγος ὑπὲρ δόμα ἀγαθόν· καὶ ἀμφότερα παρὰ ἀνδρὶ κεχαριτωμένῳ». Οὐκ ἐπιεικῆ δὲ μόνον καὶ ἀνεξίκακον τὸν τούτων προστάτην, ἀλλὰ καὶ οἰκονομικὸν οὐχ ἧττον εἶναι χρή· ὡς, ἐὰν τοῦτο ἀπῆ, πάλιν εἰς τὴν ἴσην περιίσταται ζημίαν τὰ τῶν πενήτων χρήματα. Ἤδη γὰρ τις ταύτην πιστευθεὶς τὴν διακονίαν, καὶ χρυσὸν συναγαγὼν πολύν, αὐτὸς μὲν οὐ κατέφαγεν, ἀλλ’ οὐδὲ εἰς τοὺς δεομένους πλὴν ὀλίγων ἀνάλωσε· τὸ δὲ πλέον κατορύξας ἐφύλαττεν, ἕως οὗ καιρὸς χαλεπὸς ἐπιστὰς παρέδωκεν αὐτὰ ταῖς τῶν ἐναντίων χερσί. Πολλῆς οὖν δεῖ τῆς προμηθείας, ὡς μήτε πλεονάζειν μήτε ἐλλείπειν τῆς ἐκκλησίας τὴν περιουσίαν, ἀλλὰ πάντα μὲν σκορπίζειν ταχέως τοῖς δεομένοις τὰ ποριζόμενα, ἐν δὲ ταῖς τῶν ἀρχομένων προαιρέσεσι συνάγειν τῆς ἐκκλησίας τοὺς θησαυρούς. Τὰς δὲ τῶν ξένων ὑποδοχάς, καὶ τὰς τῶν ἀσθενούντων θεραπείας, πόσης μὲν οἴει δεῖσθαι χρημάτων δαπάνης, πόσης δὲ τῆς τῶν ἐπιστατούντων ἀκριβείας τε καὶ συνέσεως; Καὶ γὰρ τῆς εἰρημένης ἀναλώσεως ταύτην ἥττονα μὲν οὐδαμῶς, πολλάκις δὲ καὶ μείζονα εἶναι ἀνάγκη, καὶ τὸν ἐπιστατοῦντα ποριστικὸν τινα μετ’ εὐλαβείας καὶ φρονήσεως, ὡς παρασκευάζειν καὶ φιλοτίμως καὶ ἀλύπως διδόναι τοὺς κεκτημένους τὰ παρ’ ἑαυτῶν, ἵνα μὴ τῆς τῶν ἀσθενούντων ἀναπαύσεως προνοῶν τὰς τῶν παρεχόντων πλήττῃ ψυχάς. Τὴν δὲ προθυμίαν καὶ τὴν σπουδὴν πολλῷ πλείονα ἐνταῦθα ἐπειδείκνυσθαι δεῖ· δυσάρεστον γὰρ πως οἱ νοσοῦντες χρῆμα καὶ ῥάθυμον· κἂν μὴ πολλῇ πανταχόθεν εἰσφέρεται ἀκριβείᾳ καὶ φροντίς, ἀρκεῖ καὶ τὸ μικρὸν ἐκεῖνο παροφθὲν μεγάλα ἐργάσασθαι τῷ νοσοῦντι κακά.

ιζ’. Ἐπὶ δὲ τῆς τῶν παρθένων ἐπιμελείας τοσούτῳ μείζων ὁ φόβος, ὅσῳ καὶ τὸ κτῆμα τιμιώτερον, καὶ βασιλικωτέρα αὕτη τὴν ἄλλων ἡ ἀγέλη. Ἤδη γὰρ καὶ εἰς τὸ τῶν ἁγίων τούτων χορὸν μυρίαι μυρίων γέμουσαι κακῶν εἰσεκώμασαν· μεῖζον δὲ ἐνταῦθα τὸ πένθος. Καὶ καθάπερ οὐκ ἴσον, κόρην τε ἐλευθέραν καὶ τῆς ταύτης θεράπαιναν ἁμαρτεῖν, οὕτως οὐδὲ παρθένον καὶ χήραν. Ταῖς μὲν γὰρ καὶ ληρεῖν, καὶ λοιδορεῖσθαι πρὸς ἀλλήλας, καὶ κολακεύειν, καὶ ἀναισχυντεῖν, καὶ πανταχοῦ φαίνεσθαι, καὶ τὸ περιιέναι τὴν ἀγοράν, γέγονεν ἀδιάφορον· ἡ δὲ παρθένος ἐπὶ μείζοσιν ἀπεδύσατο, καὶ τὴν ἀνωτάτω φιλοσοφίαν ἐζήλωσε, καὶ τὴν τῶν ἀγγέλων πολιτείαν δεῖξαι ἐπὶ τῆς γῆς ἐπαγγέλλεται, καὶ μετὰ τῆς σαρκὸς ταύτης τὰ τῶν ἀσωμάτων αὐτῇ δυνάμεων κατορθῶσαι πρόκειται. Καὶ οὐ δεῖ οὔτε προόδους περιττὰς ποιεῖσθαι καὶ πολλάς, οὔτε ῥήματα αὐτῇ φθέγγεσθαι εἰκῆ καὶ μάτην ἐφεῖται· λοιδορίας δὲ καὶ κολακείας οὐδὲ τοὔνομα εἰδέναι χρή. Διὰ τοῦτο ἀσφαλεστάτης φυλακῆς καὶ πλείονος δεῖται τῆς συμμαχίας. Ὃ τε γὰρ τῆς ἁγιωσύνης ἐχθρὸς ἀεὶ καὶ μᾶλλον αὐταῖς ἐφέστηκε καὶ προσεδρεύει, καταπιεῖν ἕτοιμος, εἴπου τις ἐξολισθήσειε καὶ καταπέσοι, ἀνθρώπων τε οἱ ἐπιβουλεύοντες πολλοί, καὶ μετὰ τούτων ἁπάντων ἡ τῆς φύσεως μανίᾳ· καὶ ἁπλῶς πρὸς διπλοῦν τὸν πόλεμον ἡ παράταξις αὐτῇ, τὸν μὲν ἔξωθεν προσβάλλοντα, τὸν δὲ ἔσωθεν ἐνοχλοῦντα. Διὰ ταῦτα τῷ γοῦν ἐπιστατοῦντι πολὺς μὲν ὁ φόβος, μείζων δὲ ὁ κίνδυνος καὶ ἡ ὀδύνη, εἲ τι τῶν ἀβουλήτων, ὃ μὴ γένοιτο, συμβαίη ποτέ. Εἰ γάρ, «πατρὶ θυγάτηρ ἀπόκρυφος ἀγρυπνία», καὶ ἡ μέριμνα αὐτῆς ἀφιστᾷ ὕπνον, ὅπου περὶ τοῦ στειρωθῆναι ἢ παρακμάσαι ἢ μισηθῆναι τοσοῦτον δέος, τὶ πείσεται ὁ τούτων μὲν οὐδέν, ἕτερα δὲ τούτων πολλῷ μείζονα μεριμνῶν; Οὐ γὰρ ἀνὴρ ἐνταῦθα ὁ ἀθετούμενος, ἀλλ’ αὐτὸς ὁ Χριστός, οὐδὲ μέχρις ὀνειδῶν ἡ στείρωσις, ἀλλ’ εἰς ἀπώλειαν ψυχῆς τελευτᾷ τὸ δεινόν. «Πᾶν γὰρ δένδρον, φησί, μὴ ποιοῦν καρπὸν καλόν, ἐκκόπτεται, καὶ εἰς πῦρ βάλλεται». Καὶ μισηθείσῃ δὲ παρὰ τοῦ Νυμφίου οὐκ ἀρκεῖ λαβεῖν ἀποστασίου βιβλίον καὶ ἀπελθεῖν, ἀλλὰ κόλασιν αἰώνιον τοῦ μίσους δίδωσι τὴν τιμωρίαν. Καὶ ὁ μὲν κατὰ σάρκα πατὴρ πολλὰ ἔχι τὰ ποιοῦντα αὐτῷ τὴν φυλακὴν εὔκολον τῆς θυγατρός· καὶ γὰρ καὶ ἡ μήτηρ, καὶ τροφὸς καὶ θεραπαινῶν πλῆθος, καὶ οἰκίας ἀσφάλεια, συναντιλαμβάνεται τῷ γεννησαμένῳ πρὸς τὴν τῆς παρθένου τήρησιν. Οὔτε γὰρ εἰς ἀγορὰν αὐτὴν ἐμβάλλειν ἐφίεται συνεχῶς οὔτε, ἡνίκα ἂν ἐμβάλλῃ, φαίνεσθαι τινι τῶν ἐντυγχανόντων ἀναγκάζεται, τοῦ σκότους τῆς ἑσπέρας οὐχ ἧττον τῶν τῆς οἰκίας τοίχων καλύπτοντος τὴν φανῆναι μὴ βουλομένην. Χωρὶς δὲ τούτων πάσης αἰτίας ἀπήλλακται, ὡς μὴ ἂν ποτε εἰς ἀνδρῶν ὄψιν βιασθῆναι ἐλθεῖν· οὔτε γὰρ ἡ τῶν ἀναγκαίων φροντίς, οὔτε αἱ τῶν ἀδικούντων ἐπήρειαι, οὐδ’ ἄλλο τοιοῦτον οὐδὲν εἰς ἀνάγκην αὐτὴν τοιαύτης συντυχίας καθίστησιν, ἀντὶ πάντων αὐτῇ γινομένου τοῦ πατρός. Αὕτη δὲ μίαν ἕει φροντίδα μόνον, τὸ μηδὲν ἀνάξιον μήτε πρᾶξαι, μήτε εἰπεῖν τῆς αὐτῇ προσηκούσης κοσμιότητος. Ἐνταῦθα δὲ πολλὰ τὰ ποιοῦντα τῷ πατρὶ δύσκολον, μᾶλλον δὲ καὶ ἀδύνατον τὴν φυλακήν· οὔτε γὰρ ἔνδον ἔχειν αὐτὴν μεθ’ ἑαυτοῦ δύναιτ’ ἄν· οὔτε γὰρ εὐσχήμων, οὔτε ἀκίνδυνος ἡ τοιαύτη συνοίκησις. Κἂν γὰρ μηδὲν αὐτοὶ ζημιωθῶσιν, ἀλλ’ ἀκεραίαν μείνωσι τὴν ἁγιωσύνην φυλάττοντες, οὐκ ἐλάττονα δώσουσι λόγον ὑπὲρ ὧν ἐσκανδάλισαν ψυχῶν, ἢ εἰ εἰς ἀλλήλους ἁμαρτάνοντες ἔτυχον. Τούτου δὲ οὐκ ὄντος δυνατοῦ, οὔτε τὰ κινήματα τῆς ψυχῆς καταμαθεῖν εὔπορον, καὶ τὰ μὲν ἀτάκτως φερόμενα περικόψαι, τὰ δὲ ἐν τάξει καὶ ῥυθμῶ μᾶλλον ἀσκῆσαι, καὶ ἐπὶ τὸ βέλτιον ἀγαγεῖν· οὔτε τὰς ἐξόδους περιεργάζεσθαι ῥᾴδιον. Ἡ γὰρ πενία καὶ τὸ ἀπροστάτευτον οὐκ ἀφίησιν αὐτὸν ἀκριβῆ τῆς ἐκείνῃ προσηκούσης εὐκοσμίας γενέσθαι ἐξεταστήν. Ὅταν τὰ ἑαυτῇ πάντα διακονεῖν ἀναγκάζηται, πολλά, εἲ γὲ βούλοιτο μὴ σωφρονεῖν, τῶν προσόδων τὰς προφάσεις ἔχει. Καὶ δεῖ τὸν κελεύοντα διαπαντὸς οἶκοι μένειν, καὶ ταύτας περικόψαι τὰς προφάσεις, καὶ τὴν τῶν ἀναγκαίων αὐτάρκειαν παρασχόντα, καὶ τὴν πρὸς ταύτῃ διακονησομένην αὐτῇ· δεῖ δὲ καὶ ἐκφορῶν καὶ παννυχίδων ἀπείργειν. Οἶδε γάρ, οἶδεν ὁ πολυμήχανος ὄφις, ἐκεῖνος καὶ διὰ χρηστῶν πράξεων τὸν αὐτοῦ παρασπείρειν ἰόν. Καὶ χρὴ τὴν παρθένον πανταχόθεν τειχίζεσθαι, καὶ ὀλιγάκις τοῦ παντὸς ἐνιαυτοῦ προβαίνειν τῆς οἰκίας, ὅταν ἀπαραίτητοι καὶ ἀναγκαῖαι κατεπείγωσι προφάσεις. Εἰ δὲ λέγοι τις, οὐδὲν εἶναι τούτων ἔργον τῷ ἐπισκόπῳ μεταχειρίζειν, εὖ ἴστω, ὅτι τῶν ἐφ’ ἑκάστης γινομένων αἱ φροντίδες καὶ αἱ αἰτίαι εἰς ἐκεῖνον ἔχουσι τὴν ἀναφοράν. Πολλῷ δὲ λυσιτελέστερον αὐτὸν ἅπαντα διακονούμενον ἀπηλλάχθαι ἐγκλημάτων, ἃ διὰ τὰς τῶν ἑτέρων ἁμαρτίας ὑπομένειν ἀνάγκη, ἢ τῆς διακονίας ἀφειμένον τὰς ὑπὲρ ὧν ἔπραξαν ἕτεροι τρέμειν εὐθύνας. Πρὸς δὲ τούτοις ὁ μὲν δι’ ἑαυτοῦ ταῦτα πράττων μετὰ πολλῆς τῆς εὐκολίας ἅπαντα διεξέρχεται· ὁ δὲ ἀναγκαζόμενος μετὰ τοῦ πείθειν τὰς ἁπάντων γνώμας τοῦτο ποιεῖν, οὐ τοσαύτην ἔχει τὴν ἄνεσιν ἐκ τοῦ τῆς αὐτουργίας ἀφίεσθαι ὅσα πράγματα καὶ θορύβους διὰ τοὺς ἀντιπίπτοντας καὶ ταῖς αὐτοῦ κρίσεσι μαχομένους. Ἀλλὰ πᾶσα μὲν οὐκ ἂν δυναίμην καταλέγειν τὰς ὑπὲρ τῶν παρθένων φροντίδας. Καὶ γὰρ καὶ ὅταν αὐτὰς ἐγγράφεσθαι δέῃ, οὐ τὰ τυχόντα παρέχουσι πράγματα τῷ ταύτην πεπιστευμένῳ τὴν οἰκονομίαν.

Τὸ δὲ τῶν κρίσεων μέρος μυρίας μὲν ἔχει τὰς ἐπαχθείας, πολλὴν δὲ τὴν ἀσχολίαν, καὶ δυσκολίας τοσαύτας, ὅσας οὐδὲ οἱ τοῖς ἔξωθεν δικάζειν καθήμενοι φέρουσι· καὶ γὰρ εὑρεῖν αὐτὸ τὸ δίκαιον ἔργον, καὶ εὑρόντα μὴ διαφθεῖραι χαλεπόν. Οὐκ ἀσχολία δὲ μόνον καὶ δυσκολία, ἀλλὰ καὶ κίνδυνος πρόσεστιν οὐ μικρός. Ἤδη γὰρ τινες τῶν ἀσθενεστέρων πράγμασιν ἐμπεσόντες, ἐπειδὴ προστασίας οὐκ ἔτυχον, ἐναυάγησαν περὶ τὴν πιστήν. Πολλοὶ γὰρ τῶν ἠδικημένων οὐχ ἧττον τῶν ἠδικηκότων τοὺς μὴ βοηθοῦντας μισοῦσι καὶ οὔτε πραγμάτων διαστροφήν, οὔτε καιρῶν χαλεπότητα, οὔτε ἱερατικῆς δυναστείας μέτρον, οὔτε ἄλλο τοιοῦτο οὐδὲν λογίζεσθαι βούλονται· ἀλλ’ εἰσὶν ἀσύγγνωστοι δικασταί, μίαν ἀπολογίαν εἰδότες, τὴν τῶν συνεχόντων αὐτοὺς κακῶν ἀπαλλαγήν. Ὁ δὲ μὴ δυνάμενος ταύτην παρασχεῖν, κἂν μυρίας λέγῃ προφάσεις, οὐδέποτε τὴν κατάγνωσιν φεύξεται τὴν παρ’ ἐκείνων. Ἐπειδὴ δὲ προστασίας ἐμνήσθην, φέρε σοι καὶ ἑτέραν μέμψεων ἀποκαλύψω πρόφασιν. Εἰ γὰρ καθ’ ἑκάστην ἡμέραν μᾶλλον τῶν ἀγοραίων περινοστεῖ τὰς οἰκίας ὁ τὴν ἐπισκοπὴν ἔχων, προσκρούματα ἐντεῦθεν ἀμύθητα. Οὐδὲ γὰρ ἀῤῥωστοῦντες μόνον, ἀλλὰ καὶ ὑγιαίνοντες ἐπισκοπεῖσθαι βούλονται, οὐ τῆς εὐλαβείας αὐτοὺς ἐπὶ τοῦτο προσκαλουμένης, τιμῆς δὲ καὶ ἀξιώματος οἱ πολλοὶ ἀντιποιούμενοι μᾶλλον. Εἰ δὲ ποτε συμβαίη τινὰ τῶν πλουσιωτέρων καὶ δυνατωτέρων, χρείας τινὸς κατεπειγούσης, εἰς τὸ κοινὸν τῆς ἐκκλησίας κέρδος συνεχέστερον ἰδεῖν, εὐθέως ἐντεῦθεν θωπείας καὶ κολακείας προσετρίψατο δόξαν. Καὶ τὶ λέγω προστασίας καὶ ἐπισκέψεις; Ἀπὸ γὰρ τῶν προσρήσεως μόνον τοσοῦτον φέρουσιν ἐγκλημάτων ἄχθος, ὡς καὶ βαρύνεσθαι καὶ καταπίπτειν ὑπὸ τῆς ἀθυμίας πολλάκις· ἤδη δὲ καὶ βλέμματος εὐθύνας ὑπέχουσι. Τὰ γὰρ ἁπλῶς παρ’ αὐτῶν γινόμενα βασανίζουσιν ἀκριβῶς οἱ πολλοί, καὶ μέτρον φωνῆς ἐξετάζοντες, καὶ διάθεσιν ὄψεως, καὶ ποσότητα γέλωτος. Πρὸς τὸν δεῖνα, φησί, δαψιλῶς ἐπεγέλασε, καὶ φαιδρῷ τῷ προσώπῳ, καὶ μεγάλῃ προσεῖπε τῇ φωνῇ· ἐμὲ δὲ ἔλαττον καὶ ὡς ἔτυχε. Καὶ ἂν πολλῶν συγκαθημένων μὴ πανταχοῦ περιφέρῃ τοὺς ὀφθαλμοὺς διαλεγόμενος, ὕβριν τὸ πρᾶγμα φασιν οἱ πολλοί. Τὶς οὖν μὴ λίαν ἰσχυρὸς ὢν τοσούτοις ἂν ἀρκέσειε κατηγόροις, ἢ πρὸς τὸ μηδ’ ὅλως γραφῆναι παρ’ αὐτῶν, ἢ πρὸς τὸ διαφυγεῖν μετὰ τὴν γραφήν; Δεῖ μὲν γὰρ μηδὲ ἔχειν κατηγόρους· εἰ δὲ τοῦτο ἀδύνατον, ἀπολύεσθαι τὰ παρ’ ἐκείνων ἐγκλήματα· εἰ δὲ οὐδὲ τοῦτο εὔπορον, ἀλλὰ τέρπονταί τινες εἰκῆ καὶ ἁπλῶς αἰτιώμενοι, γενναίως πρὸς τὴν τῶν μέμψεων τούτων ἀθυμίαν ἵστασθαι. Ὁ μὲν γὰρ δικαίως ἐγκαλούμενος, κἂν ἐνέγκῃ τὸν ἐγκαλοῦντα ῥᾳδίως· ἐπειδὴ γὰρ οὐκ ἔστι πικρότερός τις τοῦ συνειδότος κατήγορος, διὰ τοῦτο, ὅταν ὑπ’ ἐκείνου τοῦ χαλεπωτάτου πρότερον ἁλῶμεν, τοὺς ἔξωθεν ἡμερωτέρους ὄντας εὐκόλως φέρομεν. Ὁ δὲ οὐδὲν ἑαυτῷ συνειδέναι πονηρὸν ἔχων, ὅταν ἐγκαλῆται μάτην, καὶ πρὸς ὀργὴν ἐκφέρεται ταχέως, καὶ πρὸς ἀθυμίαν καταπίπτει ῥᾳδίως, ἂν μὴ πρότερον τύχῃ μεμελετηκὼς τὰς τῶν πολλῶν φέρειν ἀνοίας. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι συκοφαντούμενον εἰκῆ καὶ καταδικαζόμενον μὴ ταράττεσθαι καὶ πάσχειν τι πρὸς τὴν τοσαύτην ἀλογίαν. Τὶ ἂν τις λέγοι τὰς λύπας, ἃς ὑπομένουσιν, ἡνίκα ἂν δέῃ τινὰ τοῦ τῆς ἐκκλησίας περικόψαι πληρώματος; Εἴθε μὲν οὖν μέχρι λύπης ἵστατο τὸ δεινόν· νῦν δὲ καὶ ὄλεθρος οὐ μικρός. Δέος γάρ, μήποτε πέρα τοῦ δέοντος κολασθεὶς ἐκεῖνος πάθη τοῦτο δὴ τὸ ὑπὸ τοῦ μακαρίου Παύλου λεχθέν, καὶ «Ὑπὸ τῆς περισσοτέρας λύπης καταποθῇ». Πλείστης οὖν κἀνταῦθα δεῖ τῆς ἀκριβείας, ὥστε μὴ τὴν τῆς ὠφελείας ὑπόθεσιν μείζονος αὐτῷ γενέσθαι ζημίας ἀφορμήν. Ὧν γὰρ ἂν ἁμάρτῃ μετὰ τὴν τοιαύτην θεραπείαν ἐκεῖνος, κοινωνεῖ τῆς ἐφ’ ἑκάστῳ τούτων ὀργῆς, ὁ μὴ καλῶς τὸ τραῦμα τεμὼν ἰατρός. Πόσας οὖν χρὴ προσδοκᾶν τιμωρίας, ὅταν μὴ μόνον ὑπὲρ ὧν αὐτὸς ἕκαστος ἐπλημμέλησεν ἀπαιτῆται λόγον, ἀλλὰ καὶ ὑπὲρ τῶν ἑτέροις ἁμαρτηθέντων εἰς τὸν ἔσχατον καθιστῆται κίνδυνον; Εἰ γὰρ τῶν οἰκείων πλημμελημάτων εὐθύνας ὑπέχοντες φρίττομεν, ὡς οὐ δυνησόμενοι τὸ πῦρ ἐκφυγεῖν ἐκεῖνο, τὶ χρὴ πείσεσθαι προσδοκᾷν τὴν ὑπὲρ τοσούτων ἀπολογεῖσθαι μέλλοντα; Ὅτι γὰρ τοῦτό ἐστιν ἀληθές, ἄκουσον τοῦ μακαρίου Παύλου λέγοντος, μᾶλλον δὲ οὐκ ἐκείνου, ἀλλὰ τοῦ ἐν αὐτῷ λαλοῦντος Χριστοῦ· «Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν, κεῖ ὑπείκετε, ὅτι αὐτοὶ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες». Ἆρα μικρὸς οὗτος ὁ τῆς ἀπειλῆς φόβος; Οὐκ ἔστιν εἰπεῖν. Ἀλλὰ καὶ τοὺς σφόδρα ἀπειθεῖς καὶ σκληροὺς ἱκανὰ ταῦτα πεῖσαι, ὡς οὔτε ἀπονοίᾳ οὔτε φιλοδοξίᾳ ἁλόντες, ὑπὲρ δὲ ἑαυτῶν δεδοικότες μόνον, καὶ εἰς τὸν τοῦ πράγματος ὄγκον ἀποβλέψαντες, ταύτην ἐφύγομεν τὴν φυγήν.

Λόγος Τέταρτος

Τάδε ἔνεστιν ἐν τῷ τετάρτῳ Λόγῳ.
α. Ὅτι οὐ μόνον οἱ σπουδάζοντες ἐπὶ κλῆρον ἐλθεῖν, ἀλλὰ καὶ οἱ ἀνάγκην ὑπομένοντες, ἐν οἷς ἂν ἁμάρτωσι σφόδρα κολάζονται.
β. Ὅτι οἱ χειροτονοῦντες ἀναξίους τῆς αὐτῆς αὐτοῖς εἰσιν ὑπεύθυνοι τιμωρίας, κἂν ἀγνοῶσι τοὺς χειροτονουμένους.
γ. Ὅτι πολλῆς τῆς ἐν τῷ λέγειν δυνάμεως χρεία τῷ ἱερεῖ.
δ. Ὅτι πρὸς τὰς ἁπάντων μάχας καὶ Ἑλλήνων καὶ Ἰουδαίων καὶ αἱρετικῶν παρασκευάσασθαι χρή.
ε. Ὅτι σφόδρα ἔμπειρον εἶναι δεῖ τῆς διαλεκτικῆς.
Ϛ. Ὅτι τῷ μακαρίῳ Παύλῳ μάλιστα τοῦτο κατωρθῶτο.
ζ. Ὅτι οὐκ ἀπὸ τῶν σημείων μόνον λαμπρὸς ἐγένετο, ἀλλὰ καὶ ἀπὸ τοῦ λέγειν.
η. Ὅτι καὶ ἡμᾶς τοῦτο βούλεται κατορθοῦν.
θ. Ὅτι τούτου μὴ παρόντος τῷ ἱερεῖ, πολλὴν ἀνάγκη τοὺς ἀρχομένους ζημίαν ὑφίστασθαι.

α’. Ταῦτα ὁ ΒΑΣΙΛΕΙΟΣ ἀκούσας, καὶ μικρὸν ἐπισχών, Ἀλλ’ εἰ μὲν αὐτὸς ἐσπούδασας, φησί, ταύτην κτήσασθαι τὴν ἀρχήν, εἶχεν ἂν σοι λόγον οὗτος ὁ φόβος. Τὸν γὰρ ὁμολογήσαντα ἐπιτήδειον εἶναι πρὸς τὴν τοῦ πράγματος διοίκησιν τῷ σπουδάσαι λαβεῖν, οὐκ ἔστι μετὰ τὸ πιστευθῆναι ἐν οἷς ἂν σφάλληται καταφεύγειν εἰς ἀπειρίαν. Προλαβὼν γὰρ αὐτὸς ἑαυτῷ ταύτην ἀφείλετο τὴν ἀπολογίαν, τῷ προσδραμεῖν καὶ ἁρπάσαι τὴν διακονίαν, καὶ οὐκ ἔτι ἂν δύναιτο λέγειν ὁ ἑκὼν καὶ ἐθελοντὴς ἐπὶ τοῦτο ἐλθών, ὅτι Ἄκων τὸ δεῖνα ἥμαρτον, καὶ ἄκων τὸν δεῖνα διέφθειρα. Ἐρεῖ γὰρ πρὸς αὐτὸν ὁ ταύτην αὐτῷ τότε δικάζων τὴν δίκην· καὶ τὶ δήποτε τοσαύτην σεαυτῷ συνειδὼς ἀπειρίαν, καὶ οὐκ ἔχων διάνοιαν ἱκανὴν πρὸς τὸ μεταχειρίσαι τὴν τέχνην ταύτην ἀναμαρτήτως, ἔσπευσας καὶ ἐτόλμησας μείζονα τῆς οἰκίας δυνάμεως ἀναδέξασθαι πράγματα; Τὶς ὁ καταναγκάσας; Τὶς ὁ πρὸς βίαν ἑλκύσας ἀποπηδῶντα καὶ φεύγοντα; Ἀλλ’ οὐ σὺ γε τούτων οὐδὲν ἀκούσῃ ποτέ· οὔτε αὐτὸς γὰρ ἂν ἔχοις τοιοῦτόν τι σαυτοῦ καταγνῶναι, καὶ πᾶσίν ἐστι καταφανὲς ὅτι οὔτε μέγα οὔτε μικρὸν ὑπὲρ ταύτης ἐσπούδασας τῆς τιμῆς, ἀλλ’ ἑτέρων γέγονε τὸ κατόρθωμα. Καὶ ἅπερ ἐκείνους ἐν τοῖς ἁμαρτήμασιν οὐκ ἀφίησιν ἔχει συγγνώμην, τοῦτό σοι πολλὴν παρέχει πρὸς ἀπολογίαν τὴν ὑπόθεσιν. (ΧΡΥΣΟΣΤ.) Πρὸς ταῦτα ἐγὼ κινήσας τὴν κεφαλήν, καὶ μειδιάσας ἠρέμα ἐθαύμαζον τε αὐτὸν τῆς ἁπλότητος, καὶ πρὸς αὐτὸν ἔλεγον. Ἐβουλόμην καὶ αὐτὸς ταῦτα οὕτως ἔχειν, ὡς ἔφης, ᾧ πάντων ἀγαθώτατε σύ, οὐχ ἵνα δέξασθαι δυνηθῶ τοῦτο, ὅπερ ἔφυγον νῦν. Εἰ γὰρ καὶ μηδεμία μοι προὔκειτο κόλασις ὡς ἔτυχε καὶ ἀπείρως ἐπιμελουμένῳ τῆς ποίμνης τοῦ Χριστοῦ, ἀλλ’ ἐμοὶ πάσης τιμωρίας χαλεπώτερον ἦν αὐτὸ τὸ πιστευθέντα πράγματα οὕτω μεγάλα περὶ τὸν πιστεύσαντα οὕτω φανῆναι κακόν. Τίνος οὖν ἕνεκεν ηὐχόμην τὴν δόξαν σου ταύτην μὴ διαπεσεῖν, ἵνα τοῖς ἀθλίοις καὶ ταλαιπώροις (οὕτω γὰρ δεῖ καλεῖν τοὺς οὐχ εὑρόντας καλῶς ταύτης προστῆναι τῆς πραγματείας, κἂν μυριάκις αὐτοὺς πρὸς ἀνάγκην ἦχθαι λέγῃς, καὶ ἀγνοοῦντας ἁμαρτεῖν), ἵνα τούτοις διαφυγεῖν γένηται τὸ πῦρ ἐκεῖνο τὸ ἄσβεστον, καὶ τὸ σκότος τὸ ἐξώτερον, καὶ τὸν σκώληκα τὸν ἀτελεύτητον, καὶ τὸ διχοτομηθῆναι, καὶ τὸ μετὰ τῶν ὑποκριτῶν ἀπολέσθαι. Ἀλλὰ τὶ σοι πάθω; Οὐκ ἔστι ταῦτα, οὐκ ἔστι. Καί, εἰ βούλει γε, ἀπὸ τῆς βασιλείας πρῶτον, ἧς οὐ τοσοῦτος ὅσος τῆς ἱερωσύνης τῷ Θεῷ λόγος, παρέξω σοι τούτων ὧν εἶπον τὴν πίστιν. Ὁ Σαοὺλ ἐκεῖνος ὁ τοῦ Κεῖς υἱὸς οὐκ αὐτὸς ἐγένετο βασιλεύς, ἀλλ’ ἀπῆλθε μὲν ἐπὶ τὴν τῶν ὄνων ζήτησιν, καὶ ὑπὲρ τούτων ἐρωτήσων τὸν προφήτην ἤρχετο, ὁ δὲ αὐτῷ περὶ τῆς βασιλείας διελέγετο. Καὶ οὐδὲ οὕτως ἐπέδραμε, καίτοι παρὰ ἀνδρὸς ἀκούων προφήτου, ἀλλὰ καὶ ἀνεδύετο καὶ παρῃτεῖτο λέγων· «Τὶς εἰμι ἐγώ, καὶ τὶς ὁ οἶκος τοῦ πατρὸς μου»; Τὶ οὖν; Ἐπειδὴ κακῶς ἐχρήσατο τῇ παρὰ τοῦ Θεοῦ δοθείσῃ τιμῇ, ἴσχυσεν αὐτὸν ἐξελέσθαι ταῦτα τὰ ῥήματα τῆς τοῦ βασιλεύσαντος αὐτὸν ὀργῆς; Καίτοι γε ἐνῆν λέγειν πρὸς τὸν Σαμουὴλ ἐγκαλοῦντα αὐτῷ· μὴ γὰρ αὐτὸς ἐπέδραμον τῇ βασιλείᾳ; Μὴ γὰρ ἐπεπήδησα ταύτῃ τῇ δυναστείᾳ; Τὸν τῶν ἰδιωτῶν ἐβουλόμην βίον ζῆν τὸν ἀπράγμονα καὶ ἡσύχιον, σὺ δὲ με ἐπὶ τοῦτο εἵλκυσας τὸ ἀξίωμα. Ἐν ἐκείνῃ μένων τῇ ταπεινότητι εὐκόλως ἂν ταῦτα ἐξέκλινα τὰ προσκρούματα. Οὐ γὰρ δήπου τῶν πολλῶν εἷς ὢν καὶ ἀσήμων ἐπὶ τοῦτο ἂν ἐξεπέμφθην τὸ ἔργον, οὐδ’ ἂν ἐμοὶ τὸν πρὸς τοὺς Ἀμαληκίτας πόλεμον ἐνεχείρισεν ὁ Θεός· μὴ ἐγχειρισθεὶς δὲ οὐκ ἂν ποτε ταύτην ἥμαρτον τὴν ἁμαρτίαν. Ἀλλὰ ταῦτα πάντα ἀσθενῆ πρὸς ἀπολογίαν, οὐκ ἀσθενῆ δὲ μόνον, ἀλλὰ καὶ ἐπικίνδυνα, καὶ μᾶλλον ἐκκαίοντα τοῦ Θεοῦ τὴν ὀργήν. Τὸν γὰρ ἐπὶ τὴν ἀξίαν τιμηθέντα οὐκ εἰς τὴν τῶν ἁμαρτημάτων ἀπολογίαν χρὴ προβάλλεσθαι τῆς τιμῆς τὸ μέγεθος, ἀλλ’ εἰς μείζονος βελτιώσεως προκοπὴν κεχρῆσθαι τῇ πολλῇ περὶ αὐτὸν τοῦ Θεοῦ σπουδῇ. Ὁ δὲ διότι κρείττονος ἔτυχεν ἀξιώματος, διὰ τοῦτο ἁμαρτάνειν αὐτῷ νομίζων ἐξεῖναι, οὐδὲν ἕτερον ἢ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν αἰτίαν τῶν οἰκείων ἁμαρτημάτων ἐπιδεῖξαι ἐσπούδασεν, ὅπερ τοῖς ἀσεβέσι καὶ ῥαθύμως τὸν ἑαυτῶν διοικοῦσι βίον λέγειν ἔθος ἀεί. Ἀλλ’ οὐχ ἡμᾶς οὕτω διακεῖσθαι χρή, οὐδὲ εἰς τὴν αὐτὴν ἐκείνοις ἐκπίπτειν μανίαν, ἀλλὰ πανταχοῦ σπουδάζειν τὰ παρ’ ἑαυτῶν εἰσφέρειν εἰς δύναμιν τὴν ἡμετέραν, καὶ εὔφημον καὶ γλῶτταν καὶ διάνοιαν ἔχειν. Οὐδὲ γὰρ ὁ Ἠλὶ (ἵνα τὴν βασιλείαν ἀφέντες ἐπὶ τὴν ἱερωσύνην, περὶ ἧς ἡμῖν ὁ λόγος, ἔλθωμεν νῦν) ἐσπούδασε κτήσασθαι τὴν ἀρχήν. Τὶ οὖν αὐτὸν τοῦτο, ἡνίκα ἥμαρτεν, ὤνησεν; Καὶ τὶ λέγω κτήσασθαι; Οὐδὲ διαφυγεῖν μὲν οὖν, εἴπερ ἤθελε, δυνατὸν ἦν αὐτῷ διὰ τὴν ἀνάγκην τοῦ νόμου· καὶ γὰρ ἦν τῆς Λευῒ φυλῆς, καὶ τὴν ἀρχὴν διὰ τοῦ γένους ἄνωθεν καταβαίνουσαν ἔδει δέξασθαι. Ἀλλ’ ὅμως καὶ οὗτος τῆς τῶν παίδων παροινίας ἔδωκε δίκην οὐ μικράν. Τὶ δὲ αὐτὸς ὁ πρῶτος γενόμενος τῶν Ἰουδαίων ἱερεύς, περὶ οὗ τοσαῦτα διελέχθη ὁ Θεὸς τῷ Μωϋσεῖ; Ἐπειδὴ οὐκ ἴσχυσε μόνος πρὸς τοσούτου πλήθους στῆναι μανίαν, οὐ παρὰ μικρὸν ἦλθεν ἀπολέσθαι, εἰ μὴ ἡ τοῦ ἀδελφοῦ προστασία ἔλυσε τοῦ Θεοῦ τὴν ὀργήν; Ἐπειδὴ δὲ Μωϋσέως ἐμνήσθημεν, καλὸν καὶ ἐκ τῶν ἐκείνῳ συμβεβηκότων δεῖξαι τοῦ λόγου τὴν ἀλήθειαν. Αὐτὸς γὰρ οὗτος ὁ μακάριος Μωϋσῆς τοσοῦτον ἀπέσχε τοῦ τὴν προστασίαν ἁρπάσαι τῶν Ἰουδαίων, ὡς καὶ διδομένην παρῃτῆσθαι, καὶ Θεοῦ κελεύοντος ἀνανεῦσαι, καὶ παροξῦναι τὸν προστάττοντα. Καὶ οὐ τότε μόνον ἀλλὰ καὶ μετὰ ταῦτα γενόμενος ἐπὶ τῆς ἀρχῆς ὑπὲρ τοῦ ταύτης ἀπαλλαγῆναι ἡδέως ἂν ἀπέθνησκεν. «Ἀπόκτεινον γὰρ με, φησίν, εἰ οὕτω μοι μέλλεις ποιεῖν». Τὶ οὖν, ἐπειδὴ ἥμαρτεν ἐπὶ τοῦ ὕδατος, ἴσχυσαν αἱ συνεχεῖς αὗται παραιτήσεις ἀπολογήσασθαι ὑπὲρ αὐτοῦ, καὶ πεῖσαι τὸν Θεὸν δοῦναι συγγνώμην; Καὶ πόθεν ἄλλοθεν τῆς ἐπηγγελμένης ἀπεστερεῖτο γῆς; Οὐδαμόθεν ἄλλοθεν, ὡς ἅπαντες ἴσμεν, ἀλλ’ ἢ διὰ τὴν ἁμαρτίαν ταύτην, δι’ ἣν ὁ θαυμαστὸς ἐκεῖνος ἀνὴρ οὐκ ἴσχυσε τῶν αὐτῶν τοῖς ἀρχομένοις τυχεῖν· ἀλλὰ μετὰ τοὺς πολλοὺς ἄθλους καὶ τὰς ταλαιπωρίας, μετὰ τὴν πλάνην ἐκείνην τὴν ἄφατον, καὶ τοὺς πολέμους καὶ τὰ τρόπαια, ἔξω τῆς γῆς ἀπέθνησκεν, ὑπὲρ ἧς τοσαῦτα ἐμόχθησε· καὶ τὰ τοῦ πελάγους ὑπομείνας κατὰ τῶν τοῦ λιμένος οὐκ ἀπήλαυσεν ἀγαθῶν. Ὁρᾷς ὡς οὐ τοῖς ἁρπάζουσι μόνον, ἀλλ’ οὐδὲ τοῖς ἐκ τῆς τῶν ἑτέρων σπουδῆς ἐπὶ τοῦτο ἐρχομένοις, λείπεταί τις ἐν οἷς ἂν πταίσωσιν ἀπολογία. Ὅπου γὰρ οἱ τοῦ Θεοῦ χειροτονοῦντος παραιτησάμενοι πολλάκις τοσαύτην ἔδωκαν δίκην, καὶ οὐδὲν ἴσχυσεν ἐξελέσθαι τοῦ κινδύνου τούτου οὔτε τὸν Ἀαρῶν, οὔτε τὸν Ἠλί, οὔτε τὸν μακάριον ἐκεῖνον ἄνδρα, τὸν ἅγιον, τὸν προφήτην, τὸν θαυμαστόν, τὸν πρᾶον μάλιστα πάντων τῶν ἐπὶ τῆς γῆς, τὸν ὡς φίλον λαλοῦντα τῷ Θεῷ, σχολῇ γε ἡμῖν τοῖς τοσοῦτον ἀποδέουσι τῆς ἀρετῆς τῆς ἐκείνου δυνήσεται πρὸς ἀπολογίαν ἀρκέσαι τὸ συνειδέναι ἑαυτοῖς μηδὲν ὑπὲρ ταύτης ἐσπουδακόσι τῆς ἀρχῆς· καὶ μάλιστα ὅτε πολλαὶ τούτων τῶν χειροτονιῶν οὐκ ἀπὸ τῆς θείας γίγνονται χάριτος, ἀλλὰ καὶ ἀπὸ τῆς τῶν ἀνθρώπων σπουδῆς. Τὸν Ἰούδαν ὁ Θεὸς ἐξελέξατο, καὶ εἰς τὸν ἅγιον ἐκεῖνον κατέλεξε χορόν, καὶ τὴν ἀποστολικὴν ἀξίαν μετὰ τῶν λοιπῶν ἐνεχείρισεν· ἔδωκε δὲ τι καὶ τῶν ἄλλων πλέον αὐτῷ τὴν τῶν χρημάτων οἰκονομίαν. Τὶ οὖν; Ἐπειδὴ τούτοις ἀμφοτέροις ἐναντίως ἐχρήσατο, καὶ ὃν ἐπιστεύθη κηρύττειν προὔδωκε, καὶ ἃ καλῶς διοικεῖν ἐνεχειρίσθη, ταῦτα ἀνήλωσε κακῶς, ἐξέφυγε τὴν τιμωρίαν; Δι’ αὐτὸ μὲν οὖν τοῦτο καὶ χαλεπωτέραν ἑαυτῷ τὴν δίκην εἰργάσατο· καὶ μάλα γε εἰκότως. Οὐ γὰρ εἰς τὸ τῷ Θεῷ προσκρούειν δεῖ κατακεχρῆσθαι ταῖς παρὰ Θεοῦ διδομέναις τιμαῖς, ἀλλ’ εἰς τὸ μᾶλλον ἀρέσκειν αὐτῷ. Ὁ δέ, ἐπειδὴ πλέον τετίμηται, διὰ τοῦτο ἀξιῶν ἀποφυγεῖν, ἐν οἷς ἂν κολάζεσθαι δέῃ, παραπλήσιον ποιεῖ ὥσπερ ἂν εἴ τις καὶ τῶν ἀπίστων Ἰουδαίων ἀκούσας τοῦ Χριστοῦ λέγοντος ὅτι, «Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· καὶ εἰ μὴ τὰ σημεῖα ἐποίουν ἂν αὐτοῖς, ἃ μηδεὶς ἄλλος ἐποίησεν, ἁμαρτίαν οὐκ εἶχον», ἐγκαλοίη τῷ Σωτῆρι κεῖ εὐεργέτῃ λέγων. Τὶ γὰρ ἤρχου καὶ ἐλάλεις; Τὶ δὲ ἐποίεις σημεῖα, ἵνα μειζόνως ἡμᾶς κολάσῃς; Ἀλλὰ μανίας τὰ ῥήματα ταῦτα, καὶ τῆς ἐσχάτης παραπληξίας. Ὁ γὰρ ἰατρὸς οὐχ ἵνα σὲ κατακρίνῃ ἦλθεν, ἀλλὰ μᾶλλον θεραπεύσων· οὐχ ἵνα σε νοσοῦντα παρίδῃ, ἀλλ’ ἵνα σε ἀπαλλάξῃ τῆς νόσου τέλεον. Σὺ δὲ σαυτὸν ἑκὼν ἀπεστέρησας τῶν ἐκείνου χειρῶν· δέχου τοίνυν χαλεπωτέραν τὴν τιμωρίαν. Ὥσπερ γὰρ εἰ εἴξας τῇ θεραπείᾳ, καὶ τῶν προτέρων ἂν ἀπηλλάγης κακῶν, οὕτως ἐπειδὴ παραγενόμενον ἰδὼν ἔφυγες, οὐκ ἔτι ἀπονίψασθαι ταῦτα δυνήσῃ, μὴ δυνάμενος δὲ καὶ τούτων δώσεις τὴν τιμωρίαν· καὶ ἀνθ’ ὧν αὐτῷ ματαίαν τὴν σπουδὴν ἐποίησας, τὸ γε μέρος τὸ σόν, διὰ ταῦτα οὐκ ἴσην πρὸ τοῦ τιμηθῆναι παρὰ τοῦ Θεοῦ καὶ μετὰ τὰς τιμὰς τὴν βάσανον ὑπομένομεν, ἀλλὰ πολλῷ σφοδρότερον ὕστερον. Ὁ γὰρ μηδὲ τῷ παθεῖν εὖ γενόμενος ἀγαθὸς πικροτέρως δίκαιος ἂν εἴη κολάζεσθαι. Ἐπεὶ οὖν ἀσθενὴς ἡμῖν αὕτη ἡ ἀπολογίᾳ δέδεικται, καὶ οὐ μόνον οὐ σώζει τοὺς εἰς αὐτὴν καταφεύγοντας, ἀλλὰ καὶ προδίδωσι πλέον, ἑτέραν ἡμῖν ποριστέον ἀσφάλειαν.

Ποίαν δὴ ταύτην; ὁ ΒΑΣΙΛΕΙΟΣ ἔφη, ὡς ἔγωγε οὐδὲ ἐν ἐμαυτῷ δύναμαι εἶναι νῦν, οὕτω με ἔμφοβον καὶ ἔντρομον τοῖς ῥήμασι κατέστησας τούτοις. ΧΡΥΣΤΟΣΤ. Μή, δέομαι, ἔφην, καὶ ἀντιβολῶ, μὴ τοσοῦτον καταβάλῃς σαυτόν. Ἔστι γάρ, ἔστιν ἀσφάλεια τοῖς μὲν ἀσθενεῖν ἡμῖν τὸ μηδέποτε ἐμπεσεῖν, ὑμῖν δὲ τοῖς ἰσχυροῖς τὸ τὰς ἐλπίδας τῆς σωτηρίας εἰς ἕτερον μὲν ἀνηρτῆσθαι μηδὲν μετὰ τὴν τοῦ Θεοῦ χάριν, ἀλλ’ ἢ εἰς τὸ μηδὲν ἀνάξιον πράττειν τῆς δωρεᾶς ταύτης καὶ τοῦ δεδωκότος αὐτὴν Θεοῦ. Μεγίστης μὲν γὰρ ἂν εἶεν κολάσεως ἄξιοι οἱ μετὰ τὸ δι’ οἰκείας σπουδῆς ταύτης ἐπιτυχεῖν τῆς ἀρχῆς, ἢ διὰ ῥαθυμίαν, ἢ διὰ πονηρίαν, ἢ καὶ δι’ ἀπειρίαν κακῶς κεχρημένοι τῷ πράγματι. Οὐ μὴν διὰ τοῦτο τοῖς οὐκ ἐσπουδακόσι καταλείπεταί τις συγγνώμη, ἀλλὰ καὶ οὗτοι πάσης ἀπολογίας ἐστέρηνται. Δεῖ γάρ, οἶμαι, κἂν μυρίοι καλῶσι καὶ καταναγκάζωσι, μὴ πρὸς ἐκείνους ὁρᾷν, ἀλλὰ πρότερον τὴν ἑαυτοῦ βασανίσαντα ψυχήν, καὶ πάντα διερευνησάμενον ἀκριβῶς, οὕτως εἴξαι τοῖς βιαζομένοις. Νῦν δὲ οἰκίαν μὲν οἰκοδομήσασθαι οὐδεὶς ἂν ὑποσχέσθαι τολμήσειε τῶν οὐκ ὄντων οἰκοδομικῶν, οὐδὲ σωμάτων ἅψασθαι νενοσηκότων ἐπιχειρήσειεν ἂν τις τῶν ἰατρεύειν οὐκ εἰδότων, ἀλλὰ κἂν πολλοὶ οἱ πρὸς βίαν ὠθοῦντες ὦσι, παραιτήσεται, καὶ οὐκ ἐρυθριάσει τὴν ἄγνοιαν· ψυχῶν δὲ ἐπιμέλειαν μέλλων πιστεύεσθαι τοσούτων οὐκ ἐξετάσει πρότερον ἑαυτόν, ἀλλά, κἂν ἁπάντων ἀπειρότατος ᾗ, δέξεται τὴν διακονίαν, ἐπειδὴ ὁ δεῖνα κελεύει, καὶ ὁ δεῖνα βιάζεται, καὶ ἵνα μὴ προσκρούσῃ τῷ δεῖνι; Καὶ πῶς οὐκ εἰς προῦπτον ἑαυτὸν μετ’ ἐκείνων ἐμβαλεῖ κακόν; Ἐξὸν γὰρ αὐτῷ σώζεσθαι καθ’ ἑαυτόν, νῦν καὶ ἑτέρους προσαπόλλυσι μεθ’ ἑαυτοῦ. Πόθεν γὰρ ἔστιν ἐλπίσαι σωτηρίαν; Πόθεν συγγνώμης τυχεῖν; Τίνες ἡμᾶς ἐξαιτήσονται τότε; Οἱ βιαζόμενοι νῦν ἴσως καὶ πρὸς ἀνάγκην ἕλκοντες; Αὐτοὺς δὲ τούτους τὶς κατ’ ἐκεῖνον διασώσει τὸν καιρόν; Καὶ γὰρ καὶ αὐτοὶ προσδέονται ἑτέρων, ἵνα διαφύγωσι τὸ πῦρ. Ὅτι δὲ σὲ οὐ δεδιττόμενος ταῦτα λέγω νῦν, ἀλλ’ ὡς ἔχει τὸ πρᾶγμα ἀληθείας, ἄκουε τὶ τῷ μαθητῇ φησιν ὁ μακάριος Παῦλος Τιμοθέῳ, τῷ γνησίῳ τέκνῳ καὶ ἀγαπητῷ· «Χεῖρας ταχέως μηδένι ἐπιτίθει, μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις». Εἶδες ὅσης τοὺς μέλλοντας ἡμᾶς ἐπὶ τοῦτο παράγειν οὐ μέμψεως μόνον, ἀλλὰ καὶ τιμωρίας τὸ γε ἡμέτερον ἀπηλλάξαμεν μέρος;

β’. Ὥσπερ γὰρ τοῖς αἱρεθεῖσιν οὐκ αὔταρκες πρὸς ἀπολογίαν τὸ λέγειν· οὐκ αὐτόκλητος ἦλθον, οὐδὲ προειδὼς οὐκ ἀπέφυγον· οὕτως οὐδὲ τοὺς χειροτονοῦντας, ὠφελῆσαί τι δύναται, εἰ λέγοιεν τὸν χειροτονηθέντα ἀγνοεῖν, ἀλλὰ διὰ τοῦτο καὶ μεῖζον τὸ ἔγκλημα γίνεται, ὅτι ὃν ἠγνόουν παρήγαγον, καὶ ἡ δοκοῦσα εἶναι ἀπολογία αὔξει τὴν κατηγορίαν. Πῶς γὰρ οὐκ ἄτοπον, ἀνδράποδον μὲν πρίασθαι βουλομένους καὶ ἰατροῖς ἐπιδείκνυται, καὶ τῆς πράσεως ἐγγυητὰς ἀπαιτεῖν, καὶ γειτόνων πυνθάνεσθαι, καὶ μετὰ ταῦτα πάντα μηδέπω θαῤῥεῖν, ἀλλὰ καὶ χρόνον πολὺν πρὸς δοκιμασίαν αἰτεῖν· εἰς δὲ τοσαύτην λειτουργίαν μέλλοντας τινα ἐγγράφειν, ἁπλῶς καὶ ὡς ἔτυχεν, ἂν τῷ δεῖνι δόξῃ, πρὸς χάριν ἢ πρὸς ἀπέχθειαν ἑτέρων μαρτυρῆσαι, ἐγκρίνειν, μηδεμίαν ποιουμένους ἑτέραν ἐξέτασιν; Τοῖς οὖν ἡμᾶς ἐξαιτήσεται τότε, τῶν ὀφειλόντων προστῆναι καὶ αὐτῶν προστατῶν δεομένων; Δεῖ μὲν οὖν καὶ τὸν χειροτονεῖν μέλλοντα πολλὴν ποιεῖσθαι τὴν ἔρευναν, πολλῷ δὲ πλείονα τούτου τὸν χειροτονούμενον. Εἰ γὰρ καὶ κοινωνοὺς ἔχει τῆς κολάσεως τοὺς ἑλομένους ἐν οἷς ἂν ἁμάρτῃ, ἀλλ’ ὅμως οὐδὲ αὐτὸς ἀπήλλακται τῆς τιμωρίας, ἀλλὰ καὶ μείζονα δίδωσι· μόνον εἰ μὴ διὰ τινα ἀνθρωπίνην αἰτίαν παρὰ τὸ φανὲν αὐτοῖς εὔλογον ἔπραξαν οἱ ἑλόμενοι. Εἰ γὰρ ἐν τούτῳ φωραθεῖεν, καὶ τὸν ἀνάξιον εἰδότες διὰ τινα πρόφασιν αὐτὸν παρήγαγον, ἐξ ἴσης τὰ τῶν κολαστηρίων αὐτοῖς· τάχα δὲ καὶ μείζονα τῷ τὸν οὐκ ἐπιτήδειον καταστήσαντι. Ὁ γὰρ τὴν ἐξουσίαν παρασχὼν τῷ βουλομένῳ διαφθεῖραι τὴν ἐκκλησίαν, οὗτος ἂν εἴη τῶν ὑπ’ ἐκείνου τολμηθέντων αἴτιος. Εἰ δὲ τούτων μὲν οὐδενὶ γένοιτο ὑπεύθυνος, ἀπὸ δὲ τῆς τῶν πολλῶν ὑπολήψεως ἠπατῆσθαι λέγοι, ἀτιμώρητος μὲν οὐδὲ οὕτω μένοι, ὀλίγῳ δὲ ἐλάττονα τοῦ χειροτονηθέντος δίδωσι δίκην. Τὶ δήποτε; Ὅτι τοὺς μὲν ἑλομένους εἰκὸς ὑπὸ δόξης ψεύδους ἀπατηθέντας ἐπὶ τοῦτο ἐλθεῖν· ὁ δὲ αἱρεθεὶς οὐκ ἔτι ἂν δύναιτο λέγειν, ὅτι Ἠγνόουν ἐμαυτόν, καθάπερ αὐτὸν ἕτεροι. Ὡς οὖν βαρύτερον μέλλοντα κολάζεσθαι τῶν παραγαγόντων, οὕτως ἀκριβέστερον αὐτῶν χρὴ ποιεῖσθαι τὴν ἑαυτοῦ δοκιμασίαν· κἂν ἀγνοοῦντες ἕλκωσιν ἐκεῖνοι, προσιόντα διδάσκειν ἀκριβῶς τὰς αἰτίας, δι’ ὧν ἠπατημένους παύσει, καὶ ἀνάξιον ἑαυτὸν τῆς δοκιμασίας ἀποδείξας ἐκφεύξεται τοσούτων πραγμάτων ὄγκον. Διὰ τὶ γὰρ περὶ στρατείας καὶ ἐμπορίας καὶ γεωργίας καὶ τῶν ἄλλων τῶν βιωτικῶν βουλῆς προκειμένης, οὔτε ὁ γεωργὸς ἕλοιτ’ ἂν πλεῖν, οὔτε ὁ στρατιώτης γεωργεῖν, οὔτε ὁ κυβερνήτης στρατεύεσθαι, καὶ μυρίους τὶς ἀπειρίας προορώμενοι κίνδυνον ἕκαστος. Εἶτα, ὅπου μὲν ἡ ζημία περὶ μικρῶν, τοσαύτην χρησόμεθα προνοίᾳ, καὶ οὐκ εἴξομεν τῇ τῶν βιαζομένων ἀνάγκη· ὅπου δὲ ἡ κόλασις αἰώνιος τοῖς οὐκ εἰδόσι μεταχειρίζειν ἱερωσύνην, ἁπλῶς καὶ ὡς ἔτυχε τοσοῦτον ἀναδεξόμεθα κίνδυνον, τὴν ἑτέρων προβαλλόμενοι βίαν; Ἀλλ’ οὐκ ἀνέξεται ταῦτα ὁ τότε κρίνων ἡμᾶς. Ἔδει μὲν γὰρ καὶ πολλῷ πλείω τῶν σαρκικῶν πὲρ τὰ πνευματικὰ τὴν ἀσφάλειαν ἐπιδείξασθαι· νῦν δὲ οὐδὲ ἴσην εὑρισκόμεθα παρεχόμενοι. Εἰπὲ γὰρ μοι, εἲ τινα ὑποπτεύσαντες ἄνδρα εἶναι τεκτονικὸν οὐκ ὄντα τεκτονικὸν πρὸς τὴν ἐργασίαν καλοῖμεν, αὐτὸς δὲ ἕποιτο, εἶτα ἁψάμενος τῆς πρὸς τὴν οἰκοδομὴν παρεσκευασμένης ὕλης, ἀφανίζοι μὲν ξύλα, ἀφανίζοι δὲ λίθους, ἐργάζοιτο δὲ τὴν οἰκίαν οὕτως, ὡς εὐθέως καταπεσεῖν, ἆρα ἀρκέσει πρὸς ἀπολογίαν αὐτῶν τὸ παρ’ ἑτέρων ἠναγκάσθαι, καὶ μὴ αὐτεπάγγελτον ἥκειν; Οὐδαμῶς· καὶ μάλα γε εἰκότως καὶ δικαίως. Ἐρχῆν γάρ, καὶ ἑτέρων καλούντων, ἀποπηδᾷν. Εἶτα τῷ μὲν ξύλα ἀφανίζονται καὶ λίθους οὐδεμία ἔσται καταφυγὴ πρὸς τὸ μὴ δοῦναι δίκην· ὁ δὲ τὰς ψυχὰς ἀπολλύς, καὶ οἰκοδομῶν ἀμελῶς, τὴν ἑτέρων ἀνάγκην ἀποχρῆν αὐτῷ πρὸς τὸ διαφυγεῖν οἴεται; Καὶ πῶς οὐ λίαν εὔηθες; Οὔπω γὰρ προστίθημι, ὅτι τὸν μὴ βουλόμενον οὐδεὶς ἀναγκάσαι δυνήσεται. Ἀλλ’ ἔστω μυρίαν αὐτὸν ὑπομεμενηκέναι βίαν, καὶ μηχανὰς πολυτρόπους, ὥστε ἐμπεσεῖν· τοῦτο οὖν αὐτὸν ἐξαιρήσεται τῆς κολάσεως; Μή, παρακαλῶ, μὴ ἐπὶ τοσοῦτον ἀπατῶμεν ἑαυτούς, μηδὲ ὑποκρινόμεθα ἀγνοεῖν τὰ καὶ τοῖς ἄγαν παισὶ φανερά. Οὐ γὰρ δήπου καὶ ἐπὶ τῶν εὐθύνων αὕτη τῆς ἀγνοίας ἡ προσποίησις ἡμᾶς ὠφελῆσαι δυνήσεται. Οὐκ ἐσπούδασας αὐτὸς ταύτην δέξασθαι τὴν ἀρχήν, ἀσθένειαν σεαυτῷ συνειδώς; Εὖ καὶ καλῶς. Ἐχρῆν οὖν μετὰ τῆς αὐτῆς προαιρέσεως, καὶ ἑτέρων καλούντων, ἀποπηδᾷν. Ἢ ὅτε μὲν οὐδεὶς ἐκάλει, ἀσθενὴς σὺ καὶ οὐκ ἐπιτήδειος· ἐπεὶ δὲ εὑρέθησαν οἱ δώσοντες τὴν τιμήν, γέγονας ἐξαίφνης ἰσχυρός; Γέλως ταῦτα καὶ λῆρος καὶ τῆς ἐσχάτης ἄξια τιμωρίας. Διὰ γὰρ τοῦτο καὶ ὁ Κύριος παραινεῖ, μὴ πρότερον βάλλεσθαι θεμέλιον τὸν βουλόμενον πύργον οἰκοδομεῖν, πρὶν ἢ τὴν οἰκείαν ἀναλογίσασθαι δύναμιν, ἵνα μὴ δῷ τοῖς παριοῦσι μυρίας ἀφορμὰς χλευασίας τῆς εἰς αὐτόν. Ἀλλ’ ἐκείνῳ μὲν μέχρι τοῦ γέλωτος ἡ ζημία· ἐνταῦθα δὲ ἡ κόλασις πῦρ ἄσβεστον, καὶ σκώληξ ἀτελεύτητος, καὶ βρυγμὸς ὀδόντων, καὶ σκότος ἐξώτερον, καὶ τὸ διχοτομηθῆναι, καὶ τὸ παγῆναι μετὰ τῶν ὑποκριτῶν. Ἀλλ’ οὐδὲν τούτων ἐθέλουσιν ἰδεῖν οἱ κατηγοροῦντες ἡμῶν· ᾗ γὰρ ἂν ἐπαύσαντο μεμφόμενοι τὸν οὐκ ἐθέλοντα ἀπολέσθαι μάτην. Οὐκ ἔστιν ἡμῖν περὶ οἰκονομίας πυροῦ καὶ κριθῶν, οὐδὲ βοῶν καὶ προβάτων, οὐδὲ περὶ τοιούτων ἄλλων ἡ σκέψις ἡ προκειμένη νῦν, ἀλλ’ ὑπὲρ αὐτοῦ τοῦ σώματος τοῦ Ἰησοῦ. Ἡ γὰρ ἐκκλησία τοῦ Χριστοῦ, κατὰ τὸν μακάριον Παῦλον, σῶμά ἐστι τοῦ Χριστοῦ· καὶ δεῖ τὸν τοῦτο πεπιστευμένον εἰς εὐεξίαν αὐτὸ πολλὴν καὶ κάλλος ἀμήχανον ἐξασκεῖν, πανταχοῦ περισκοποῦντα, μὴ που σπίλος, ἢ ῥυτίς, ἢ τις ἄλλος μῶμος τοιοῦτος τὴν ὥραν ᾗ καὶ τὴν εὐπρέπειαν λυμαινόμενος ἐκείνην. Καὶ τὶ γὰρ ἀλλ’ ἢ τῆς ἐπικειμένης αὐτῷ κεφαλῆς, τῆς ἀκηράτου καὶ μακαρίας, ἄξιον αὐτὸ κατὰ δύναμιν τὴν ἀνθρωπείαν ἀποφαίνειν; Εἰ γὰρ τοῖς πὲρ τὴν ἀθλητικὴν εὐεξίαν ἐσπουδακόσι καὶ ἰατρῶν χρεία καὶ παιδοτριβῶν, καὶ διαίτης ἠκριβωμένης, καὶ ἀσκήσεως συνεχοῦς, καὶ μυρίας παρατηρήσεως ἑτέρας (καὶ γὰρ καὶ τὸ τυχὸν ἂν αὐτοῖς παροφθὲν πάντα ἀνέτρεψε καὶ κατέβαλεν), οἱ τὸ σῶμα τοῦτο θεραπεύειν λαχόντες, τὸ τὴν ἄθλησιν οὐ πρὸς σώματα, ἀλλὰ πρὸς τὰς ἀοράτους δυνάμεις ἔχον, πῶς αὐτὸ δυνήσονται φυλάττειν ἀκέραιον καὶ ὑγιές, μὴ πολὺ τὴν ἀνθρωπίνην ὑπερβαίνοντες ἀρετήν, καὶ πᾶσαν ψυχῇ πρόσφορον ἐπιστάμενοι θεραπείαν;

γ’. Ἢ ἀγνοεῖς, ὅτι καὶ πλείοσι τῆς ἡμετέρας σαρκὸς καὶ νόσοις καὶ ἐπιβουλαῖς τοῦτο ὑπόκειται τὸ σῶμα, καὶ θᾶττον αὐτοῦ φθείρεται, καὶ σχολαίτερον ὑγιαίνει; Καὶ τοῖς μὲν ἐκεῖνα θεραπεύουσι τὰ σώματα καὶ φαρμάκων ἐξεύρηται ποικιλίᾳ, καὶ ὀργάνων διάφοροι κατασκευαί, καὶ τροφαὶ τοῖς νοσοῦσι κατάλληλοι· καὶ φύσις δὲ ἀέρων πολλάκις ἤρκεσε μόνη πρὸς τὴν κάμνοντος ὑγίειαν· ἔστι δὲ ὅπου καὶ ὕπνος προσπεσὼν εἰς καιρὸν παντὸς πόνου ἀπήλλαξε τὸν ἰατρόν. Ἐνταῦθα δὲ οὐδὲν τούτων ἐπινοῆσαι ἔστιν· ἀλλὰ μία τις μετὰ τὰ ἔργα δέδοται μηχανὴ καὶ θεραπείας ὁδός, ἡ διὰ τοῦ λόγου διδασκαλία. Τοῦτο ὄργανον, τοῦτο τροφή, τοῦτο ἀέρων κρᾶσις ἀρίστη· τοῦτο ἀντὶ φαρμάκου, τοῦτο ἀντὶ πυρός, τοῦτο ἀντὶ σιδήρου· κἂν καῦσαι δέῃ κεῖ τεμεῖν, τούτῳ χρήσασθαι ἀνάγκη· κἂν τοῦτο μηδὲν ἰσχύσῃ, πάντα οἴχεται τὰ λοιπά. Τούτῳ καὶ κειμένην ἐγείρομεν καὶ φλεγμαίνουσαν καταστέλλομεν τὴν ψυχήν, καὶ τὰ περιττὰ περικόπτομεν, καὶ τὰ λείποντα πληροῦμεν, καὶ τὰ ἀλλὰ ἅπαντα ἐργαζόμεθα, ὅσα εἰς τὴν τῆς ψυχῆς ὑγίειαν ἡμῖν συντελεῖ. Πρὸς μὲν γὰρ βίου κατάστασιν ἀρίστην βίον ἕτερος εἰς ἴσον ἂν ἐναγάγοι ζῆλον· ὅταν δὲ περὶ δόγματα νοσῇ ἡ ψυχὴ τὰ νόθα, πολλὴ τοῦ λόγου ἐνταῦθα ἡ χρείαν, οὐ πρὸς τὴν τῶν οἰκείων ἀσφάλειαν μόνον, ἀλλὰ καὶ πρὸς τοὺς ἔξωθεν πολέμους. Εἰ μὲν γὰρ τις ἔχοι τὴν μάχαιραν τοῦ πνεύματος, καὶ θυρεὸν πίστεως τοσοῦτον, ὡς δύνασθαι θαυματουργεῖν, καὶ διὰ τῶν τεραστίων τὰ τῶν ἀναισχύντων ἐμφράττειν στόματα, οὐδὲν ἂν δέοιτο τῆς ἀπὸ τοῦ λόγου βοηθείας· μᾶλλον δὲ οὐδὲ τότε ἄχρηστος ἡ τούτου φύσις, ἀλλὰ καὶ λίαν ἀναγκαῖα. Καὶ γὰρ ὁ μακάριος Παῦλος αὐτὸν μετεχείρισε, καίτοι γὲ ἀπὸ τῶν σημείων πανταχοῦ θαυμαζόμενος. Καὶ ἕτερός τις τῶν ἀπ’ ἐκείνου τοῦ χοροῦ παραινεῖ ταύτης ἐπιμελεῖσθαι τῆς δυνάμεως, λέγων· «Ἕτοιμοι γίνεσθαι πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος». Καὶ πάντες δὲ ὁμοῦ τότε δι’ οὐδὲν ἕτερον τοῖς περὶ Στέφανον τὴν τῶν χηρῶν ἐπέτρεψαν οἰκονομίαν, ἀλλ’ ἢ ἵνα αὐτοὶ τῇ τοῦ λόγου σχολάζωσι διακονίᾳ. Πλὴν ἀλλ’ οὐδὲ παραπλησίως αὐτὸν ἐπιζητήσομεν, τὴν ἀπὸ τῶν σημείων ἔχοντες ἰσχύν. Εἰ δὲ τῆς μὲν δυνάμεως ἐκείνης οὐδὲ ἴχνος ὑπολέλειπται, πολλοὶ δὲ πανταχόθεν ἐφεστήκασιν οἱ πολέμιοι καὶ συνεχεῖς, τούτῳ λοιπὸν ἡμᾶς ἀνάγκη φράττεσθαι, καὶ ἵνα μὴ βαλλώμεθα τοῖς τῶν ἐχθρῶν βέλεσι, καὶ ἵνα μᾶλλον βάλλωμεν ἐκείνους.

δ’. Διὸ πολλὴν χρὴ ποιεῖσθαι τὴν σπουδήν, ὥστε τὸν λόγον τοῦ Χριστοῦ ἐν ἡμῖν ἐνοικεῖν πλουσίως. Οὐ γὰρ πρὸς ἓν εἶδος ἡμῖν μάχης ἡ παρασκευή, ἀλλὰ ποικίλος οὗτος ὁ πόλεμος, καὶ ἐκ διαφόρων συγκροτούμενος τῶν ἐχθρῶν. Οὔτε γὰρ ὅπλοις ἅπαντες χρῶνται τοῖς αὐτοῖς, οὔτε ἑνὶ προσβάλλειν ἡμῖν μεμελετήκασι τρόπῳ. Καὶ δεῖ τὸν μέλλοντα τὴν πρὸς πάντας ἀναδέχεσθαι μάχην τὰς ἁπάντων εἰδέναι τέχνας, καὶ τὸν αὐτὸν τοξότην τε εἶναι καὶ σφενδονήτην, καὶ ταξίαρχον καὶ λοχαγόν, καὶ στρατιώτην καὶ στρατηγόν, καὶ πεζὸν καὶ ἱππέα, καὶ ναυμάχην καὶ τειχομάχην. Ἐπὶ μὲν γὰρ τῶν στρατιωτικῶν πολέμων, οἷον ἕκαστος ἂν ἔργον ἀπολάβῃ, τούτῳ τοὺς ἐπιόντας ἀμύνεται· ἐνταῦθα δὲ τοῦτο οὐκ ἔστιν· ἀλλὰ ἂν μὴ πάσας ἐπιστάμενος ᾗ τῆς τέχνης τὰς ἰδέας ὁ μέλλων νικᾷν, οἶδεν ὁ διάβολος καὶ δι’ ἑνὸς μέρους, ὅταν ἠμελημένον τύχῃ τοὺς πειρατὰς εἰσαγαγὼν τοὺς αὐτοῦ, διαρπάσαι τὰ πρόβατα· ἀλλ’ οὐχ, ὅταν διὰ πάσης ἥκοντα τῆς ἐπιστήμης τὸν ποιμένα αἴσθηται, καὶ τὰς ἐπιβουλὰς αὐτοῦ καλῶς ἐπιστάμενον ἁπάσας. Διὸ χρὴ καλῶς ἐξ ὅλων φράττεσθαι τῶν μερῶν. Καὶ γὰρ πόλις, ἕως μὲν ἂν πανταχόθεν περιβεβλημένη τυγχάνῃ, καταγελᾷ τῶν πολιορκούντων αὐτήν, ἐν ἀσφαλείᾳ μένουσα πολλῇ· ἐὰν δὲ τις πυλίδος μόνον μέτρον διακόψῃ τὸ τεῖχος, οὐδὲν αὐτῇ λοιπὸν ὄφελος τοῦ περιβόλου γίνεται, καίτοι γε τοῦ λοιποῦ παντὸς ἀσφαλῶς ἑστηκότος. Οὕτως οὖν καὶ ἡ τοῦ Θεοῦ πόλις, ὅταν μὲν αὐτὴν πανταχόθεν ἀντὶ τείχους ἡ τοῦ ποιμένος ἀγχίνοιά τε καὶ σύνεσις περιβάλλῃ, πάντα εἰς αἰσχύνην καὶ γέλωτα τοῖς ἐχθροῖς τὰ μηχανήματα τελευτᾷ, καὶ μένουσιν οἱ κατοικοῦντες ἔνδον ἀσινεῖς· ὅταν δὲ τις αὐτὴν ἐκ μέρους καταλῦσαι δυνηθῇ, κἂν μὴ πᾶσαν καταβάλῃ, διὰ τοῦ μέρους ἅπαν, ὡς εἰπεῖν, λυμαίνεται τὸ λοιπόν. Τὶ γὰρ ὅταν πρὸς Ἕλληνας μὲν ἀγωνίζηται καλῶς, συλῶσι δὲ αὐτὸν Ἰουδαῖοι; Ἢ τούτων μὲν ἀμφοτέρων κρατῇ, ἁρπάζωσι δὲ Μανιχαῖοι; Μετὰ δὲ τὸ περιγενέσθαι καὶ τούτων οἱ τὴν εἱμαρμένην εἰσάγοντες ἔνδον ἑστῶτα τὰ πρόβατα σφάττωσι; Καὶ τὶ δεῖ πάσας καταλέγειν τοῦ διαβόλου τὰς αἱρέσεις; Ἃς ἂν μὴ πᾶσα ἀποκρούεσθαι καλῶς ὁ ποιμὴν εἴδη, δύναιτ’ ἂν καὶ διὰ μιᾶς τὰ πλείονα τῶν προβάτων καταφαγεῖν ὁ λύκος. Καὶ ἐπὶ μὲν τῶν στρατιωτῶν ἀπὸ τῶν ἑστώτων καὶ μαχομένων καὶ τὴν νίκην ἔσεσθαι καὶ τὴν ἧτταν προσδοκᾶν ἀεὶ χρή· ἐνταῦθα δὲ πολὺ τοὐναντίον. Πολλάκις γὰρ ἡ πρὸς ἑτέρους μάχη τοὺς οὐδὲ τὴν ἀρχὴν συμβάλλοντας, οὐδὲ πονέσαντας ὅλως, ἡσυχάζοντας δὲ καὶ καθημένους, νικῆσαι πεποίηκε· καὶ τῷ οἰκείῳ ξίφει περιπαρεὶς ὁ μὴ πολλὴν περὶ ταῦτα τὴν ἐμπειρίαν ἔχων, καὶ τοῖς φίλοις καὶ τοῖς πολεμίοις καταγέλαστος γίνεται. Οἷον (πειράσομαι γὰρ σοι καὶ ἐπὶ παραδείγματος ὃ λέγω ποιῆσαι φανερόν) τὸν ὑπὸ τοῦ Θεοῦ δοθέντα τῷ Μωϋσῇ νόμον οἱ τὴν Οὐαλεντίνου καὶ Μαρκίωνος διαδεξάμενοι φρενοβλάβειαν, καὶ ὅσοι τὰ αὐτὰ νοσοῦσιν ἐκείνοις, τοῦ καταλόγου τῶν θείων ἐκβάλλουσι γραφῶν· Ἰουδαῖοι δὲ αὐτὸν οὕτω τιμῶσιν, ὡς καὶ τοῦ καιροῦ κωλύοντος φιλονεικεῖν ἅπαντα φυλάττειν, παρὰ τὸ τῷ Θεῷ δοκοῦν. Ἡ δὲ ἐκκλησίᾳ τοῦ Θεοῦ, τὴν ἀμφοτέρων ἀμετρίαν φεύγουσα, μέσην ἐβάδισε, καὶ οὔτε ὑποκεῖσθαι αὐτοῦ τῷ ζυγῷ πείθεται, οὔτε διαβάλλειν αὐτὸν ἀνέχεται, ἀλλὰ καὶ πεπαυμένον ἐπαίνει, διὰ τὸ χρησιμεῦσαί ποτε εἰς καιρόν. Δεῖ δὴ τὸν μέλλοντα πρὸς ἀμφοτέρους μάχεσθαι τὴν συμμετρίαν εἰδέναι ταύτην. Ἂν τε γὰρ Ἰουδαίους διδάξαι βουλόμενος, ὡς οὐκ ἐν καιρῷ τῆς παλαιᾶς ἔχονται νομοθεσίας, ἄρξηται κατηγορεῖν αὐτῆς ἀφειδῶς, ἔδωκε τοῖς διασύρειν βουλομένοις τῶν αἱρετικῶν λαβὴν οὐ μικράν· ἂν τε τούτους ἐπιστομίσαι σπουδάζων, ἀμέτρως αὐτὸν ἐπαίρῃ, καὶ ὡς ἀναγκαῖον ἐν τῷ παρόντι τυγχάνοντα θαυμάζῃ, τὰ τῶν Ἰουδαίων ἀνέῳξε στόματα. Πάλιν οἱ τὴν Σαβέλλου μαινόμενοι μανίαν, καὶ οἱ τὰ Ἀρείου λυττῶντες, ἐξ ἀμετρίας ἀμφοτέροις τῆς ὑγιοῦς ἐξέπεσον πίστεως· καὶ τὸ μὲν ὄνομα Χριστιανῶν ἀμφοτέροις ἐπίκειται· εἰ δὲ τις τὰ δόγματα ἐξετάσειε, τοὺς μὲν οὐδὲν ἄμεινον Ἰουδαίων διακειμένους εὑρήσει, πλὴν ὅσον ὑπὲρ ὀνομάτων διαφέρονται μόνον, τοὺς δὲ πολλὴν τὴν ἐμφέρειαν πρὸς τὴν αἵρεσιν Παύλου τοῦ Σαμοσάτεως ἔχοντας, ἀμφοτέρους δὲ τῆς ἀληθείας ἐκτός. Πολὺς οὖν κἀνταῦθα ὁ κίνδυνος, καὶ στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ὑπὸ κρημνῶν ἀμφοτέρωθεν ἀπειλημένη· καὶ δέος οὐ μικρόν, μὴ τὸν ἕτερόν τις θέλων βαλεῖν, ὑπὸ θατέρου πληγῇ. Ἂν τε γὰρ μίαν τις εἴπῃ θεότητα, πρὸς τὴν ἑαυτοῦ παροινίαν εὐθέως εἵλκυσε τὴν φωνὴν ὁ Σαβέλλιος· ἂν τε διέλῃ πάλιν, ἕτερον μὲν τὸν Πατέρα, ἕτερον δὲ τὸν Υἱόν, καὶ τὸ Πνεῦμα δὲ τὸ ἅγιον ἕτερον εἶναι λέγων, ἐφέστηκεν Ἄρειος, εἰς παραλλαγὴν οὐσίας ἕλκων τὴν ἐν τοῖς προσώποις διαφοράν. Δεῖ δὲ καὶ τὴν ἀσεβῆ σύγχυσιν ἐκείνου, καὶ τὴν μανιώδη τούτου διαίρεσιν ἀποστρέφεσθαι καὶ φεύγειν, τὴν μὲν θεότητα Πατρὸς καὶ Υἱοῦ, καὶ Ἁγίου Πνεύματος μίαν ὁμολογοῦντες, προστιθέντας δὲ καὶ τὰς τρεῖς ὑποστάσεις· οὕτω γὰρ ἀποτειχίσαι δυνησόμεθα τὰς ἀμφοτέρων ἐφόδους. Πολλὰς δὲ καὶ ἑτέρας ἐνῆν σοι λέγειν συμπλοκάς, πρὸς ἃς ἂν μὴ γενναίως τις καὶ ἀκριβῶς μαχηταί, μυρία λαβὼν ἄπεισι τραύματα.

ε’. Τὶ ἂν τις λέγοι τὰς τῶν ἔξωθεν προσβολῶν, ἀλλὰ καὶ εἰσιν ἐλάττους αὗται τῶν ἔξωθεν προσβολῶν, ἀλλὰ καὶ πλείονα τῷ διδάσκοντι παρέχουσι τὸν ἱδρῶτα. Οἱ μὲν γὰρ ὑπὸ πολυπραγμοσύνης ἁπλῶς καὶ εἰκῆ περιεργάζεσαι θέλουσιν, ἃ μήτε μαθόντας ἔστι κερδᾶναι, μήτε μαθεῖν δυνατόν· ἕτεροι πάλιν τῶν τοῦ Θεοῦ κριμάτων εὐθύνας αὐτὸν ἀπαιτοῦσιν, καὶ τὴν ἄβυσσον τὴν πολλὴν ἀναμετρεῖν βιάζονται· «Τὰ γὰρ κρίματα σου, φησίν, ἄβυσσον πολλῇ». Καὶ πίστεως μὲν πέρι καὶ πολιτείας ὀλίγους ἂν εὕροις σπουδάζοντας· τοὺς δὲ πλείους ταῦτα περιεργαζομένους καὶ ζητοῦντας, ἃ μήτε εὑρεῖν δυνατόν, καὶ τὸν Θεὸν παροξύνει ζητοῦμεν. Ὅταν γάρ, ἅπερ αὐτὸς ἡμᾶς οὐκ ἠθέλησεν εἰδέναι, ταῦτα βιαζώμεθα μανθάνειν, οὔτε εἰσόμεθα, (πῶς γάρ, τοῦ Θεοῦ μὴ βουλομένου;) καὶ τὸ κινδυνεύειν ἡμῖν ἐκ τοῦ ζητεῖν περιέσται μόνον). Ἀλλ’ ὅμως καὶ τούτων τοιούτων ὄντων, ὅταν τις μετὰ αὐθεντίας ἐπιστομίζῃ τοὺς ἃ ἄπορα ταῦτα ἐρευνώντας, ἀπονοίας τε καὶ ἀμαθίας ἑαυτῷ προσετρίψατο δόξαν. Διὸ χρὴ κἀνταῦθα πολλῇ κεχρῆσθαι τῇ συνέσει, ὡς καὶ ἀπάγειν αὐτοὺς τῶν ἀτόπων ἐρωτήσεων τὸ προεστῶτα, καὶ τὰς εἰρημένας ἐκφεύγειν αἰτίας. Πρὸς ἅπαντα δὲ ταῦτα ἕτερον μὲν οὐδέν, ἡ δὲ τοῦ λόγου βοήθεια δέδοται μόνῃ· κἂν τις ταύτης ἀπεστερημένος ᾗ τῆς δυνάμεως, οὐδὲν ἄμεινον τῶν χειμαζομένων πλοίων διηνεκῶς αἱ ψυχαὶ τῶν ὑπ’ αὐτῷ τεταγμένων ἀνδρῶν διακείσονται, τῶν ἀσθενεστέρων καὶ περιεργοτέρων λέγω. Διὸ χρὴ τὸν ἱερέα πάντα ποιεῖν ὑπὲρ τοῦ ταύτην κτήσασθαι τὴν ἰσχύν.

Καὶ ὁ ΒΑΣΙΛΕΙΟΣ, Τὶ οὖν ὁ Παῦλος, φησίν, οὐκ ἐσπούδασε ταύτην αὐτῷ κατορθωθῆναι τὴν ἀρετήν, οὐδὲ ἐγκαλύπτεται ἐπὶ τῇ τοῦ λόγου πενίᾳ, ἀλλὰ καὶ διαῤῥήδην ὁμολογεῖ ἰδιώτην ἑαυτὸν εἶναι καὶ ταῦτα Κορινθίοις ἐπιστέλλων, τοῖς ἀπὸ τοῦ λέγειν θαυμαζομένοις, καὶ μέγα ἐπὶ τοὺς φρονοῦσι;

Ϛ’. ΧΡΥΣΟΣΤ. Τοῦτο γάρ, ἔφην, τοῦτό ἐστιν, ὃ τοὺς πολλοὺς ἀπώλεσε, καὶ ῥᾳθυμοτέρους πὲρ τὴν ἀληθῆ διδασκαλίαν ἐποίησε. Μὴ γὰρ δυνηθέντες ἀκριβῶς ἐξετάσαι τῶν ἀποστολικῶν φρενῶν τὸ βάθος, μηδὲ συνιέναι τὴν τῶν ῥημάτων διάνοιαν, διετέλεσαν τὸν ἅπαντα χρόνον νυστάζοντες καὶ χασμώμενοι καὶ τὴν ἀμαθίαν τιμῶντες ταύτην, οὐχ ἦν ὁ Παῦλος φησιν εἶναι ἀμαθής, ἀλλ’ ἧς τοσοῦτον ἀπεῖχεν, ὅσον οὐδὲ ἄλλος τις τῶν ὑπὸ τὸν οὐρανὸν τοῦτον ἀνθρώπων. Ἀλλ’ οὗτος μὲν ἡμᾶς εἰς καιρὸν ὁ λόγος ἀναμενέτω, τέως δὲ ἐκεῖνό φημι· θῶμεν αὐτὸν εἶναι ἰδιώτην τοῦτο τὸ μέρος, ὅπερ αὐτοὶ βούλονται· τὶ οὖν τοῦτο πρὸς τοὺς ἄνδρας τοὺς νῦν; Ἐκεῖνος μὲν γὰρ εἶχεν ἰσχὺν πολλῷ τοῦ λόγου μείζονα καὶ πλείονα δυναμένην κατορθοῦν· φαινόμενος μὲν γὰρ μόνον καὶ σιγῶν, τοῖς δαίμοσιν ἦν φοβερός· οἱ δὲ νῦν πάντες ὁμοῦ συνελθόντες μετὰ μυρίων εὐχῶν καὶ δακρύων οὐκ ἂν δυνηθεῖεν ὅσα ἴσχυσε τὰ σιμικίνθια Παύλου ποτέ. Καὶ Παῦλος μὲν εὐχόμενος νεκροὺς ἀνίστη, καὶ ἀλλὰ ἐθαυματούργει τοιαῦτα, ὡς καὶ θεὸς νομισθῆναι παρὰ τοῖς ἔξωθεν· καὶ πρὶν ἢ τοῦ βίου μεταστῆναι τούτου, κατηξιώθη ἁρπαγῆναι ἕως τρίτου οὐρανοῦ, καὶ ῥημάτων μετασχεῖν, ὧν οὐ θέμις ἀνθρωπείαν ἀκοῦσαι φύσιν. Οἱ δὲ νῦν ὄντες (ἀλλ’ οὐδὲν δύναμαι δυσχερὲς εἰπεῖν οὐδὲ βαρύ· καὶ γὰρ καὶ ταῦτα οὐκ ἐπεμβαίνων αὐτοῖς λέγω νῦν, ἀλλὰ θαυμάζων) πῶς οὐ φρίττουσιν, ἀνδρὶ τηλικούτῳ παραβάλλοντες ἑαυτούς; Εἰ γὰρ καὶ τὰ θαύματα ἀφέντες, ἐπὶ τὸν βίον ἔλθοιμεν τοῦ μακαρίου, καὶ τὴν πολιτείαν ἐξετάσαιμεν αὐτοῦ τὴν ἀγγελικήν, καὶ ἐν ταύτῃ μᾶλλον, ἢ ἐν τοῖς σημείοις, ὄψει νικῶντα τὸν ἀθλητὴν τοῦ Χριστοῦ. Τὶ γὰρ ἂν τις εἴποι τὸν ζῆλον, τὴν ἐπιείκειαν, τοὺς συνεχεῖς κινδύνους, τὰς ἐπαλλήλους φροντίδας, τὰς ἀδιαλείπτους ὑπὲρ τῶν ἐκκλησιῶν ἀθυμίας, τὸ πρὸς τοὺς ἀσθενεῖς συμπαθές, τὰς πολλὰς θλίψεις, τοὺς καινοτέρους διωγμούς, τοὺς καθημερινοὺς θανάτους; Τὶς γὰρ τόπος τῆς οἰκουμένης, ποίᾳ ἤπειρος, ποία θάλαττα τοῦ δικαίου τούτου τοὺς ἄθλους ἠγνόησεν; Ἐκεῖνον καὶ ἡ ἀοίκητος ἔγνω, κινδυνεύοντα δεξαμένη πολλάκις. Πᾶν γὰρ εἶδος ὑπέμεινεν ἐπιβουλῆς, καὶ πάντα τρόπον ἐπῆλθεν νίκης· καὶ οὔτε ἀγωνιζόμενος, οὔτε στεφανούμενος διέλιπέ ποτε. Ἀλλὰ γὰρ οὐκ οἶδα πῶς τὸν ἄνδρα προήχθην ὑβρίζειν. Τὰ γὰρ κατορθώματα αὐτοῦ πάντα μὲν ὑπερβαίνει λόγον, τὸν δὲ ἡμέτερον τοσοῦτον, ὅσον αἱ ἡμᾶς οἱ λέγειν εἰδότες. Πλὴν ἀλλὰ καὶ οὕτως (οὐδὲ γὰρ ἀπὸ τῆς ἐκβάσεως, ἀλλὰ ἀπὸ τῆς προαιρέσεως ἡμᾶς ὁ μακάριος κρινεῖ) οὐκ ἀποστήσομαι, ἕως ἂν εἴπω τοῦτο, ὃ τοσούτῳ τῶν εἰρημένων κρεῖττόν ἐστιν, ὅσον ἁπάντων ἀνθρώπων ἐκεῖνος. Τὶ οὖν τοῦτό ἐστιν; Μετὰ τοσαῦτα κατορθώματα, μετὰ τοὺς μυρίους στεφάνους ηὔξατο εἰς γέενναν ἀπελθεῖν, καὶ αἰωνίῳ παραδοθῆναι κολάσει, ὑπὲρ τοῦ τοὺς πολλάκις αὐτὸν ἀκὶ λιθάσαντας, καὶ ἀνελόντας, τὸ γε αὐτῶν μέρος, Ἰουδαίους σωθῆναι, καὶ τῷ Χριστῷ προσελθεῖν. Τὶς οὕτως ἐπόθησε τὸν Χριστόν; Εἰ γε πόθον αὐτὸ δεῖ καλεῖν, αλλ’ οὐχ ἕτερόν τι τοῦ πόθου πλέον. Ἔτι οὖν ἑαυτοὺς ἐκείνῳ παραβαλοῦμεν μετὰ τὴν τοσαύτην χάριν, ἣν ἔλαβεν ἄνωθεν, μετὰ τὴν τοσαύτην ἀρετήν, ἣν οἴκοθεν ἐπεδείξατο; Καὶ τὶ τούτου γένοιτ’ ἂν τολμηρότερον; Ὅτι δὲ οὐδὲ οὕτως ἦν ἰδιώτης, ὡς οὗτοι νομίζουσι, καὶ τοῦτο λοιπὸν ἀποδεῖξαι πειράσομαι. Οὗτοι μὲν γὰρ οὐ μόνον τὸν οὐκ ἠσκημένον τὴν τῶν ἔξωθεν λόγων τερθρείαν ἰδιώτην καλοῦσιν, ἀλλὰ καὶ τὸν οὐκ εἰδότα μάχεσθαι ὑπὲρ τῶν τῆς ἀληθείας δογμάτων· καὶ καλῶς νομίζουσιν. Ὁ δὲ Παῦλος οὐκ ἐν ἀμφοτέροις ἔφησεν ἰδιώτης εἶναι, ἀλλ’ ἐν θατέρῳ μόνον· καὶ τοῦτο ἀσφαλιζόμενος, τὸν διορισμὸν ἀκριβῶς πεποίηται, λέγων τῷ λόγῳ ἰδιώτης εἶναι, ἀλλ’ οὐ τῇ γνώσει. Ἐγὼ δὲ εἰ μὲν τὴν λειότητα Ἰσοκράτους ἀπῄτουν, καὶ τὸν Δημοσθένους ὄγκον, καὶ τὴν Θουκιδίδου σεμνότητα, καὶ τὸ Πλάτωνος ὕψος, ἔδει φέρειν εἰς μέσον ταύτην τὴν τοῦ Παύλου τὴν μαρτυρίαν· νῦν δὲ ἐκεῖνα μὲν πάντα ἀφίημι καὶ τὸν περιέργον τῶν ἔξωθεν καλλωπισμόν, καὶ οὐδὲν μοι φράσεως οὐδὲ ἀπαγγελίας μέλει. Ἀλλ’ ἐξέστω καὶ τῇ λέξει πτωχεύειν, καὶ τὴν συνθήκην τῶν ὀνομάτων ἁπλῆν τινα εἶναι καὶ ἀφέλῃ, μόνον τῇ μὴ γνώσει τις καὶ τῇ τῶν δογμάτων ἀκριβείᾳ, ἰδιώτης ἔστω· μηδ’ ἵνα τὴν οἰκείαν ἀργίαν ἐπικαλύψῃ, τὸν μακάριον ἐκεῖνον ἀφαιρείσθω τὸ μέγιστον τῶν ἀγαθῶν καὶ τὸ τῶν ἐγκωμίων κεφάλαιον.

ζ’. Πόθεν γάρ, εἰπὲ μοι, τοὺς Ἰουδαίους συνέχεε τοὺς ἐν Δαμασκῷ κατοικοῦντας, οὐδέπω τῶν σημείων ἀρξάμενος; Πόθεν τοὺς Ἑλληνιστὰς κατεπάλαισε; Διὰ τὶ δὲ εἰς Ταρσὸν ἐξεπέμπετο; Οὐκ ἐπειδὴ κατὰ κράτος ἐνίκα τῷ λόγῳ, καὶ εἰς τοσοῦτον αὐτοὺς ἤλαυνεν, ὡς καὶ εἰς φόνον παροξυνθῆναι, μὴ φέροντας τὴν ἧτταν; Ἐνταῦθα γὰρ οὐδέπω τοῦ θαυματουργεῖν ἤρξατο, οὐδ’ ἂν ἔχοι τις εἰπεῖν ὅτι ἀπὸ τῆς περὶ τὰ τεράστια δόξης θαυμαστὸν αὐτὸν ἡγοῦντο οἱ πολλοί, καὶ οἱ μαχόμενοι πρὸς αὐτὸν ἀπὸ τῆς ὑπολήψεως ἠπηρεάζοντο τοῦ ἀνδρός· τέως γὰρ ἀπὸ τοῦ λέγειν μόνον ἐκράτει. Πρὸς δὲ τοὺς ἰουδαΐζειν ἐπιχειροῦντας ἐν Ἀντιοχείᾳ πόθεν ἠγωνίζετο καὶ συνεζήτει; Ὁ δὲ Ἀρεοπαγίτης ἐκεῖνος, ὁ τῆς δεισιδαιμονεστάτης πόλεως ἐκείνης, οὐκ ἀπὸ δημηγορίας μόνης ἠκολούθησεν αὐτῷ μετὰ τῆς γυναικός; Ὁ δὲ Εὔτυχος πῶς κατέπεσεν ἀπὸ τῆς θυρίδος; Οὐκ ἐπειδὴ μέχρι βαθείας νυκτὸς εἰς τὸν διὰ διδασκαλίας αὐτοῦ ἀπησχολεῖτο λόγον; Τὶ δὲ ἐν Θεσσαλονίκῃ καὶ ἐν Κορίνθῳ; Τὶ δὲ ἐν Ἐφέσῳ καὶ ἐν αὐτῇ τῇ Ῥώμῃ; Οὐχ ὅλας ἡμέρας καὶ νύκτας ἀνήλισκεν ἐφεξῆς εἰς τὴν ἐξήγησιν τῶν Γραφῶν; Τὶ ἂν τις λέγοι τὰς πρὸς τοὺς Ἐπικουρείους διαλέξεις καὶ Στωϊκούς; Εἰ γὰρ ἅπαντα θέλοιμεν καταλέγειν, εἰς μακρὸν ἐκπεσεῖται μῆκος ὁ λόγος. Ὅταν οὖν καὶ πρὸ τῶν σημείων καὶ ἐν μέσοις αὐτοῖς φαίνηται πολλῷ κεχρημένος τῷ λόγῳ, πῶς ἔτι τολμήσουσιν ἰδιώτην εἰπεῖν τὸν καὶ ἀπὸ τοῦ διαλέγεσθαι καὶ δημηγορεῖν μάλιστα θαυμασθέντα παρὰ πᾶσι; Διὰ τὶ γὰρ Λυκάονες αὐτὸν ὑπολαβὸν εἶναι Ἑρμῆν; Τὸ μὲν γὰρ θεοὺς αὐτοὺς νομισθῆναι ἀπὸ τῶν σημείων ἐγένετο, τὸ δὲ τοῦτον Ἑρμῆν, οὐκ ἔτι ἀπ’ ἐκείνων ἐγένετο, ἀλλ’ ἀπὸ τοῦ λόγου. Τίνι δὲ καὶ τῶν ἄλλῳ ἀποστόλων ἐπλεονέκτησεν ὁ μακάριος οὗτος; Καὶ πόθεν ἀνὰ τὴν οἰκουμένην ἅπασαν πολὺς ἐν τοῖς ἁπάντων ἐστὶ στόμασιν; Πόθεν οὐ παρ’ ἡμῖν μόνον, ἀλλὰ καὶ παρὰ Ἰουδαίοις καὶ Ἕλλησι μάλιστα πάντων θαυμάζεται; Οὐκ ἀπὸ τῆς τῶν ἐπιστολῶν ἀρετῆς, δι’ ἧς οὐ τοὺς τότε μόνον πιστούς, ἀλλὰ καὶ τοὺς ἐξ ἐκείνου μέχρι τῆς σήμερον γενομένους, καὶ τοὺς μέλλοντας δὲ ἔσεσθαι μέχρι τῆς ἐσχάτης τοῦ Χριστοῦ παρουσίας ὠφέλησέ τε καὶ ὠφελήσει, καὶ οὐ παύσεται τοῦτο ποιῶν ἕως ἂν τὸ τῶν ἀνθρώπων διαμένῃ γένος; Ὥσπερ γὰρ τεῖχος ἐξ ἀδάμαντος κατασκευασθέν, οὕτω τὰς πανταχοῦ τῆς οἰκουμένης ἐκκλησίας τὰ τούτου τειχίζει γράμματα· καὶ καθάπερ τις ἀριστεὺς γενναιότατος ἕστηκε καὶ νῦν μέσος, αἰχμαλωτίζων πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ καὶ καθαιρῶν λογισμοὺς καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Ταῦτα δὲ πάντα ἐργάζεται δι’ ὧν ἡμῖν κατέλιπεν ἐπιστολῶν τῶν θαυμασίων καὶ τῆς θείας πεπληρωμένων σοφίας. Οὐ πρὸς δογμάτων δὲ μόνον νόθων τε ἀνατροπὴν καὶ γνησίων ἀσφάλειαν ἐπιτήδεια ἡμῖν αὐτοῦ τὰ γράμματα, ἀλλὰ καὶ πρὸς τὸ βιοῦν εὖ οὐκ ἐλάχιστον ἡμῖν συντελεῖ μέρος. Τούτοις γὰρ ἔτι καὶ νῦν οἱ τῶν ἐκκλησιῶν προεστῶτες χρώμενοι, τὴν ἁγνὴν παρθένον, ἣν ἡρμόσατο τῷ Χριστῷ, ῥυθμίζουσί τε καὶ πλάττουσι, καὶ πρὸς τὸ πνευματικὸν ἄγουσι κάλλος. Τούτοις καὶ τὰ ἐπισκήπτοντα αὐτῇ νοσήματα ἀποκρούονται, καὶ τὴν προσγινομένην διατηροῦσιν ὑγείαν. Τοιαῦτα ἡμῖν ὁ ἰδιώτης κατέλιπε φάρμακα, τοσαύτην ἔχοντα δύναμιν, ὧν ἴσασι τὴν πεῖραν καλῶς οἱ χρώμενοι συνεχῶς. Καὶ ὅτι μὲν πολλὴν αὐτὸς ἐποιεῖτο τοῦ μέρους τούτου σπουδήν, ἐκ τούτων δῆλον.

η’. Ἄκουε δὲ καὶ τῷ μαθητῇ τὶ φησὶν ἐπιστέλλων· «Πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ». Καὶ τὸν ἀπὸ τούτου καρπὸν προστίθησι λέγων· «Τοῦτο γὰρ ποιῶν καὶ σεαυτὸν σώσεις καὶ τοὺς ἀκούοντάς σου». Καὶ πάλιν· «Δοῦλον δὲ Κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλ’ ἤπιον εἶναι πρὸς πάντας, διδακτικόν, ἀνεξίκακον». Καὶ προϊὼν δὲ φησι· «Σὺ δὲ μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστεύθης, εἰδὼς παρὰ τινὸς ἔμαθες, καὶ ὅτι ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα οἶδας, τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν». Καὶ πάλιν· «Πᾶσα Γραφὴ θεόπνευστος, φησί, καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, πρὸς ἔλεγχον, πρὸς ἐπανόρθωσιν, πρὸς παίδευσιν τὴν ἐν δικαιοσύνῃ, ἵνα ἄρτιος ᾗ ὁ τοῦ Θεοῦ ἄνθρωπος». Ἄκουε δὲ καὶ τῷ Τίτῳ πὲρ τῆς τῶν ἐπισκόπων καταστάσεως διαλεγόμενος τὶ προτίθησι· «Δεῖ γάρ, φησίν, εἶναι τὸν ἐπίσκοπον, ἀντεχόμενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου, ἵνα δυνατὸς ᾗ καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν». Πῶς οὖν ἰδιώτης τις ὤν, καὶ οὗτοί φασι, τοὺς ἀντιλέγοντας ἐλέγχειν δυνήσεται καὶ ἐπιστομίζειν; Τὶς δὲ χρεία προσέχειν τῇ ἀναγνώσει καὶ ταῖς γραφαῖς, εἰ ταύτην δεῖ τὴν ἰδιωτείαν ἀσπάζεσθαι; Σκήψεις ταῦτα καὶ προφάσεις, καὶ ῥᾳθυμίας καὶ ὄκνου προσχήματα. Ἀλλὰ τοῖς ἱερεῦσι, φησί, ταῦτα διατάττεται· καὶ γὰρ περὶ ἱερέων ἡμῖν ὁ λόγος νῦν. Ὅτι δὲ καὶ τοῖς ἀρχομένοις, ἄκουε τὶ πάλιν ἑτέροις ἐν ἑτέρα ἐπιστολῇ παραινεῖ· «Ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως ἐν πάσῃ σοφίᾳ». Καὶ πάλιν· «Ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι». Καὶ τὸ πρὸς ἀπολογίαν ἑτοίμους εἶναι ἅπασιν εἴρηται. Θεσσαλονικεῦσι δὲ ἐπιστέλλων, «Οἰκοδομεῖτε, φησίν, εἰς τὸν ἕνα, καθὼς καὶ ποιεῖται». Ὅταν δὲ περὶ ἱερέων διαλέγηται, «Οἱ καλῶς προεστῶτες πρεσβύτεροι διπλῆς τιμῆς ἀξιούσθωσαν, μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ». Καὶ γὰρ οὗτος ὁ τελεώτατος τῆς διδασκαλίας ὄρος, ὅταν καὶ δι’ ὧν πράττουσι, καὶ δι’ ὧν λέγουσι, τοὺς μαθητευομένους ἐνάγωσι πρὸς τὸν μακάριον βίον, ὃν ὁ Χριστὸς διετάξατο. Οὐ γὰρ ἀρκεῖ τὸ ποιεῖν πρὸς τὸ διδάσκειν. Καὶ οὐκ ἐμὸς ὁ λόγος, ἀλλ’ αὐτοῦ τοῦ Σωτῆρος. «Ὃς γὰρ ἄν, φησί, ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται». Εἰ δὲ τὸ ποιῆσαι διδάξαι ἦν, περιττῶς τὸ δεύτερον ἔκειτο· καὶ γὰρ ἤρκει εἰπεῖν, Ὃς ἂν ποιήσῃ μόνον· νῦν δὲ τῷ διελεῖν ἀμφότερα δείκνυσιν ὅτι τὸ μὲν τῶν ἔργων ἐστί, τὸ δὲ τοῦ λόγου, καὶ ἀλλήλων δεῖται ἑκάτερα πρὸς τελείαν οἰκοδομήν. Ἢ οὐκ ἀκούεις τὶ φησι τοῖς πρεσβυτέροις Ἐφεσίων τὸ τοῦ Χριστοῦ σκεῦος τὸ ἐκλεκτόν· «Διὸ γρηγορεῖτε, μνημονεύοντες ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον ὑμῶν». Τὶς γὰρ χρεία τῶν δακρύων, ἢ τῆς διὰ τῶν λόγων νουθεσίας, τοῦ βίου οὕτως αὐτῷ λάμποντος τοῦ ἀποστολικοῦ; Ἀλλὰ πρὸς μὲν τὴν τῶν ἐντολῶν ἐργασίαν δύναιτ’ ἂν ἡμῖν οὗτος πολὺ συμβαλέσθαι μέρος· οὐδὲ γὰρ ἐκεῖ μόνον αὐτὸν τὸ πᾶν κατορθοῦν φαίην ἄν.

θ’. Ὅταν δὲ ὑπὲρ δογμάτων ἀγὼν κινῆται, καὶ πάντες ἀπὸ τῶν αὐτῶν μάχωνται γραφῶν, ποίαν ἰσχὺν ὁ βίος ἐνταῦθα ἐπίδειξαι δυνήσεται; Τὶ τῶν πολλῶν ὄφελος ἱδρώτων, ὅταν μετὰ τοὺς μόχθους ἐκείνους ἀπὸ τῆς πολλῆς τις ἀπειρίας εἰς αἵρεσιν ἐκπεσὼν ἀποσχισθῇ τοῦ σώματος τῆς ἐκκλησίας; Ὅπερ οἶδα πολλοὺς παθόντας ἐγώ. Ποῖον αὐτῷ κέρδος τῆς καρτερίας; Οὐδέν· ὥσπερ οὖν οὐδὲ ὑγιοῦς πίστεως, τῆς πολιτείας διεφθαρμένης. Διὰ δὴ ταύτῃ μάλιστα πάντων ἔμπειρον εἶναι δεῖ τῶν τοιούτων ἀγώνων τὸν διδάσκειν τοὺς ἄλλους λαχόντα. Εἰ γὰρ καὶ αὐτὸς ἕστηκεν ἐν ἀσφαλείᾳ, μηδὲν ὑπὸ τῶν ἀντιλεγόντων βλαπτόμενος, ἀλλὰ τὸ τῶν ἀφελεστέρων πλῆθος, τὸ ταττόμενον ὑπ’ ἐκείνῳ, ὅταν ἴδῃ τὸν ἡγούμενον ἡττηθέντα, καὶ οὐδὲν ἔχοντα πρὸς τοὺς ἀντιλέγοντας εἰπεῖν, οὐ τὴν ἀσθένειαν τὴν ἐκείνου τῆς ἥττης, ἀλλὰ τὴν τοῦ δόγματος αἰτιῶνται σαθρότητα· καὶ διὰ τὴν τοῦ ἑνὸς ἀπειρίαν ὁ πολὺς λεὼς εἰς ἔσχατον ὄλεθρον καταφέρεται. Κἂν γὰρ μὴ πάντη γένωνται τῶν ἐναντίων ἀλλ’ ὅμως ὑπὲρ ὧν θαῤῥεῖν εἶχον ἀμφιβάλλειν ἀναγκάζονται καὶ οἷς μετὰ πίστεως προσήεσαν ἀκλινοῦς οὐκ ἔτι μετὰ τῆς αὐτῆς δύνανται προσέχειν στεῤῥότητος· ἀλλὰ τοσαύτη ζάλη ταῖς ἐκείνων εἰσοικίζεται ψυχαῖς ἀπὸ τῆς ἥττης τοῦ διδασκάλου, ὡς καὶ εἰς ναυάγιον τελευτῆσαι τὸ κακόν. Ὅσος δὲ ὄλεθρος, καὶ ὅσον συνάγεται πῦρ εἰς τὴν ἀθλίαν κεφαλὴν ἐκείνου καθ’ ἕκαστον τῶν ἀπολλυμένων τούτων,οὐδὲν δεήσῃ παρ’ ἐμοῦ μαθεῖν, ἅπαντα αὐτὸς εἰδὼς ἀκριβῶς. Τοῦτο οὖν ἀπονοίας, τοῦτο κενοδοξίας, τὸ μὴ θελῆσαι τοσούτοις ἀπωλείας αἴτιον γενέσθαι, μηδὲ ἐμαυτῷ μείζονα προξενῆσαι τιμωρίαν τῆς νῦν ἀποκειμένης ἐκεῖ; Καὶ τὶς ἂν ταῦτα φήσειεν; Οὐδέ, πλὴν εἰ μὴ τις μάτην μέμφεσθαι βούλοιτο, καὶ ἐν ταῖς ἀλλοτρίαις φιλοσοφεῖν συμφοραῖς.

Λόγος Πέμπτος

Τάδε ἔνεστιν ἐν τῷ πέμπτῳ Λόγῳ.
α. Ὅτι πολλοῦ πόνου καὶ σπουδῆς αἱ ἐν τῷ κοινῷ ὁμιλίαι δέονται.
β. Ὅτι τὸν εἰς τοῦτο τεταγμένον καὶ ἐγκωμίων ὑπερορᾶν χρή, καὶ δύνασθαι λέγειν.
γ. Ὅτι ἂν μὴ ἀμφότερα ἔχῃ, ἄχρηστος ἔσται τῷ πλήθει.
δ. Ὅτι μάλιστα βασκανίας τοῦτον δεῖ καταφρονεῖν.
ε. Ὅτι ὁ λόγους εἰδὼς πλείονος δεῖται σπουδῆς, ἢ ὁ ἀμαθής.
Ϛ. Ὅτι τῆς ἀλόγου τῶν πολλῶν ψήφου οὔτε πάντη καταφρονεῖν, οὔτε πάντη φροντίζει δεῖ.
ζ. Ὅτι πρὸς τὸ τῷ Θεῷ ἀρέσκον μόνον δεῖ τοὺς λόγους ῥυθμίζειν.
η. Ὅτι ὁ μὴ καταφρονῶν ἐπαίνων πολλὰ ὑποστήσεται δεινά.

α’. Ὅσης μὲν ἐμπειρίας τῷ διδασκάλῳ δεῖ πρὸς τοὺς ὑπὲρ τῆς ἀληθείας ἀγῶνας, ἱκανῶς ἡμῖν ἀποδέδεικται· ἔχω δὲ τι καὶ πρὸς τούτοις ἕτερον μυρίων αἴτιον κινδύνων εἰπεῖν. Μᾶλλον δὲ οὐκ ἐκεῖνο εἴποιμι ἂν αἴτιον ἔγωγε, ἀλλὰ τοὺς οὐκ εἰδότας αὐτῷ χρῆσθαι καλῶς· ἐπεὶ τὸ γε πρᾶγμα αὐτὸ σωτηρίας τε καὶ πολλῶν γίνεται πρόξενον ἀγαθῶν, ὅταν τοὺς διακονουμένους εὕρῃ σπουδαίους τε ἄνδρας καὶ ἀγαθούς. Τὶ οὖν τοῦτό ἐστιν; Ὁ πολὺς πόνος ὁ περὶ τὰς διαλέξεις τὰς κοινῇ πρὸς τὸν λαὸν γινομένας ἀναλισκόμενος. Πρῶτον μὲν γὰρ τὸ πλέον τῶν ἀρχομένων οὐκ ἐθέλουσιν ὡς πρὸς μαθητῶν τάξιν ὑπερβάντες, ἀντιλαμβάνουσι τὴν τῶν θεατῶν τῶν ἐν τοῖς ἔξωθεν καθεζομένων ἀγῶσι. Καὶ καθάπερ ἐκεῖ τὸ πλῆθος μερίζεται, καὶ οἱ μὲν τούτῳ, οἱ δὲ ἐκείνῳ προσνέμουσιν ἑαυτούς· οὕτω δὲ καὶ ἐνταῦθα διαιρεθέντες, οἱ μὲν μετὰ τούτου, οἶδε μετ’ ἐκείνου γίνονται, πρὸς χάριν ἢ πρὸς ἀπέχθειαν ἀκούοντες τῶν λεγομένων. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ χαλεπόν, ἀλλὰ καὶ ἕτερον οὐδὲν ἔλαττον τούτου. Ἦν γὰρ τινα συμβῇ τῶν λεγόντων μέρος τι τῶν ἑτέροις πονηθέντων ἐνυφῆναι τοῖς λόγοις αὐτοῦ, πλείονα τῶν τὰ χρήματα κλεπτόντων ὑφίσταται ὀνείδη· πολλάκις δὲ οὐδὲ λαβὼν πὰρ’ οὐδενὸς οὐδέν, ἀλλ’ ὑποπτευθεὶς μόνον, τὰ τῶν ἑαλωκότων ἔπαθε. Καὶ τὶ λέγω τῶν ἑτέροις πεπονημένων; Αὐτὸν τοῖς εὑρήμασι τοῖς ἑαυτοῦ συνεχῶς χρήσασθαι οὐκ ἔνι. Οὐ γὰρ πρὸς ὠφέλειαν, ἀλλὰ πρὸς τέρψιν ἀκούειν εἰθίσθησαν οἱ πολλοί, καθάπερ τραγῳδῶν ἢ κιθαρῳδῶν καθήμενοι δικασταί. Καὶ ἡ τοῦ λόγου δύναμις, ἣν ἐξεβάλομεν νῦν, οὕτως ἐνταῦθα γίνεται ποθεινή, ὡς οὐδὲ τοῖς σοφισταῖς, ὅταν πρὸς ἀλλήλους ἀγωνίζεσθαι ἀναγκάζωνται.

β’. Γενναίας οὖν δεῖ κἀνταῦθα ψυχῆς, καὶ πολὺ τὴν ἡμετέραν ὑπερβαινούσης σμικρότητα, ἵνα τὴν ἄτακτον καὶ ἀνωφελῆ τοῦ πλήθους ἡδονὴν κολάζῃ. Καὶ πρὸς τὸ ὠφελιμώτερον μετάγειν δύνηται τὴν ἀκρόασιν, ὡς αὐτῷ τὸν λαὸν ἕπεσθαι καὶ εἴκειν, ἀλλὰ μὴ αὐτὸν τάσι ἐκείνων ἄγεσθαι ἐπιθυμίαις. Τούτου δὲ οὐδαμῶς ἔστιν ἐπιτυχεῖν, ἀλλ’ ἢ διὰ τούτοιν τοῖν δυοῖν, τῆς τε τῶν ἐπαίνων ὑπεροψίας, καὶ τῆς ἐν τῷ λέγειν δυνάμεως. Κἂν γὰρ τὸ ἕτερον ἀπῇ, τὸ λειπόμενον ἄχρηστον γίνεται τῇ διαζεύξει θατέρου. Ἂν τε γὰρ ἐπαίνων ὑπερορῶν μὴ προσφέρῃ διδασκαλίαν τὴν ἐν χάριτι καὶ ἅλατι ἠρτημένην, εὐκαταφρόνητος ὑπὸ τῶν πολλῶν γίνεται, οὐδὲν ἀπὸ τῆς μεγαλοψυχίας κερδάνας ἐκείνης· ἂν τε τοῦτο καλῶς κατορθώσας τὸ μέρος, τῆς ἀπὸ τῶν κρότων δόξης ἡττώμενος τύχῃ, εἰς ταὐτὸν πάλιν περιίσταται τὰ τῆς ζημίας αὐτῷ τε καὶ τοῖς πολλοῖς, πρὸς χάριν τῶν ἀκουόντων μᾶλλον, ἢ πρὸς ὠφέλειαν λέγειν μελετῶντι διὰ τὴν τῶν ἐπαίνων ἐπιθυμίαν. Καὶ καθάπερ ὁ μήτε πάσχων τι πρὸς τὰς εὐφημίας, μήτε λέγειν εἰδὼς οὔτε εἴκει ταῖς τοῦ πλήθους ἡδοναῖς, οὔτε ὠφελεῖν ἀξιόλογον τινα δύναται ὠφέλειαν τῷ μηδὲν ἔχειν εἰπεῖν· οὕτω καὶ ὁ τῷ πόθῳ τῶν ἐγκωμίων ἑλκόμενος, ἔχων ἀφ’ ὧν ἀμείνους ἐργάσασθαι δυνήσεται τοὺς πολλούς, ἀντὶ τούτων παρέχει τὰ τέρψαι δυνάμενα μᾶλλον, διὰ τούτων τοὺς ἐν τοῖς κρότοις θορύβους ὠνούμενος.

γ’. Ἀμφοτέρωθεν οὖν ἰσχυρὸν εἶναι τὸν ἄριστον ἄρχοντα δεῖ, ἵνα μὴ θατέρῳ θάτερον ἀνατρέπηται. Ὅταν γὰρ ἀναστὰς ἐν τῷ μέσῳ, λέγῃ τὰ τοὺς ῥαθύμως ζῶντας ἐπιστύψαι δυνάμενα, εἶτα προσπταίῃ καὶ διακόπτηται, καὶ ὑπὸ τῆς ἐνδείας ἐρυθριᾷν ἀναγκάζηται, διεῤῥύη τὸ κέρδος τῶν λεχθέντων εὐθέως. Οἱ γὰρ ἐπιτιμηθέντες ἀλγοῦντες τοῖς εἰρημένοις, καὶ οὐκ ἔχοντες αὐτὸν ἑτέρως ἀμύνασθαι, τοῖς τῆς ἀμαθίας αὐτὸν βάλλουσι σκώμμασι, τούτοις οἰόμενοι τὰ ἑαυτῶν συσκιάζειν ὀνείδη. Διὸ χρή, καθάπερ τινὰ ἡνίοχον ἄριστον, εἰς ἀκρίβειαν τούτων, ἀμφοτέρων ἥκειν τῶν καλῶν, ἵνα ἀμφότερα πρὸς τὸ δέον αὐτῷ μεταχειρίζειν ἐξῇ. Καὶ γὰρ ὅταν αὐτὸς ἀνεπίληπτος ἅπασι γένηται, τότε δυνήσεται μεθ’ ὅσης βούλεται ἐξουσίας καὶ κολάζειν καὶ ἀνιέναι τοὺς ὑπ’ αὐτῷ ταττομένους ἅπαντας· πρὸ δὲ τούτου οὐκ εὐμαρὲς ταῦτα ποεῖν. Τὴν δὲ μεγαλοψυχίαν οὐ μέχρι τῆς τῶν ἐπαίνων ὑπεροψίας δείκνυσθαι χρὴ μόνον ἀλλὰ καὶ περαιτέρω προάγειν, ἵνα μὴ ἀτελὲς ᾗ τὸ κέρδος.

δ’. Τίνος οὖν δεῖται καὶ ἑτέρου καταφρονεῖν; Βασκανίας καὶ φθόνου. Τὰς δὲ ἀκαίρους κατηγορίας (καὶ γὰρ ἀνάγκη τὸν προεστῶτα μέμψεις ὑπομένειν ἀλόγους) οὔτε ἀμέτρως δεδοικέναι καὶ τρέμειν, οὔτε ἁπλῶς παρορᾷν καλόν· ἀλλὰ χρή, κἂν ψευδεῖς τυγχάνωσιν οὖσαι, κἂν παρὰ τῶν τυχόντων ἡμῖν ἐπάγωνται, πειρᾶσθαι σβέννυται ταχέως αὐτάς. Οὐδὲν γὰρ οὕτως αὔξει φήμην πονηρὰν τε καὶ ἀγαθήν, ὡς τὸ πλῆθος τὸ ἄτακτον· ἀβασανίστως γὰρ καὶ ἀκούειν καὶ ἐκλαλεῖν εἰωθός, ἁπλῶς τὸ ἐπελθὸν ἅπαν φθέγγεται, τῆς ἀληθείας οὐδὲν ποιούμενον λόγον. Διὰ ταῦτα οὐ δὲ τῶν πολλῶν καταφρονεῖν, ἀλλὰ ἀρχομένας εὐθέως ἐκκόπτειν τὰς ὑποψίας τὰς πονηράς, πείθοντα τοὺς ἐγκαλοῦντας, κἂν ἀλογώτατοι πάντων εἶεν, καὶ μηδὲν ὅλως ἐλλείπειν τῶν ἀφανίσαι δυναμένων δόξαν οὐκ ἀγαθήν· ἣν δέ, πάντα ποιούντων ἡμῶν, μὴ θέλωσιν οἱ μεμφόμενοι πείθεσθαι, τὸ τηνικαῦτα καταφρονεῖν. Ὡς ἐὰν φθάσῃ τις ταπεινοῦσθαι τοῖς συμπτώμασι τούτοις, οὐ δυνήσεταί ποτε γενναῖόν τι καὶ θαυμαστὸν ἀποτεκεῖν· ἡ γὰρ ἀθυμίᾳ καὶ αἱ συνεχεῖς φροντίδες δειναὶ καταβαλεῖν ψυχῆς δύναμιν, καὶ εἰς ἀσθένειαν καταγαγεῖν τὴν ἐσχάτην. Οὕτως οὖν χρὴ τὸν ἱερέα διακεῖσθαι πρὸς τοὺς ἀρχομένους, ὥσπερ ἂν εἲ τις πατὴρ πρὸς παῖδας ἄγαν νηπίους διακέοιτο· καὶ καθάπερ ἐκείνων οὔτε ὑβριζόντων, οὔτε πληττόντων, οὔτε ὀδυρομένων ἐπιστρεφόμεθα, ἀλλ’ οὐδὲ ἡνίκα ἂν γελῶσι καὶ προσχαίρωσιν ἡμῖν, μέγα ἐπὶ τοῦτο φρονοῦμέν ποτε, οὕτω καὶ τούτων μήτε τοῖς ἐπαίνοις ἐξογκοῦσθαι, μήτε καταπίπτειν τοῖς ψόγοις, ὅταν ἀκαίρως γίνωνται παρ’ αὐτῶν. Χαλεπὸν δὲ τοῦτο, ᾧ μακάριε, τάχα δὲ οἶμαι, ὅτι καὶ ἀδύνατον. Τὸ γὰρ μὴ χαίρειν ἐπαινούμενον, οὐκ οἶδα εἲ τινι ἀνθρώπων ποτὲ κατώρθωται. Τὸν δὲ χαίροντα εἰκὸς καὶ ἐπιθυμεῖν ἀπολαύειν αὐτῶν· τὸν δὲ ἀπολαύειν ἐπιθυμοῦντα πάντως καὶ ἐν ταῖς τούτων ἀποτυχίαις λυπεῖσθαι καὶ ἐκκλίνειν καὶ ἀνιᾶσθαι καὶ ἀλγεῖν ἀνάγκη. Ὥσπερ γὰρ οἱ γαννύμενοι τῷ πλουτεῖν, ἡνίκα ἂν καταπέσωσιν εἰς πενίαν, ἄχθονται καὶ οἱ τρυφᾷν εἰωθότες οὐκ ἂν ἀνάσχοιντο ζῆν εὐτελῶς· οὕτω καὶ οἱ τῶν ἐγκωμίων ἐρῶντες, οὐχ ὅταν ψέγωνται μόνον εἰκῆ, ἀλλὰ καὶ ὅταν μὴ ἐπαινῶνται συνεχῶς, καθάπερ λιμῷ τινι διαφθείρονται τὴν ψυχήν, καὶ μάλιστα ὅταν αὐτοῖς ἐντραφέντες τύχωσιν, ἢ κεῖ ἑτέρους ἐπαινουμένους ἀκούωσι. Τὸν δὲ μετὰ ταύτης τῆς ἐπιθυμίας εἰς τὸν τῆς διδασκαλίας ἀγῶνα παρελθόντα πόσα πράγματα καὶ πόσας ἔχειν οἴει τὰς ἀλγηδόνας; Οὔτε τὴν θάλατταν ἔστι κυμάτων ἐκτὸς εἶναί ποτε, οὔτε τὴν ἐκείνου ψυχὴν φροντίδων καὶ λύπης.

ε’. Καὶ γὰρ ὅταν πολλὴν ἐν τῷ λέγειν δύναμιν ἔχῃ (τοῦτο δὲ ἐν ὀλίγοις εὕροι τις ἄν), οὐδὲ οὕτω τοῦ πονεῖσθαι διηνεκῶς ἀπήλλακται. Ἐπειδὴ γὰρ οὐ φύσεως, ἀλλὰ μαθήσεως τὸ λέγειν, κἂν εἰς ἄκρον αὐτοῦ τις ἀφίκηται, τότε αὐτὸν ἀφίησιν ἔρημον, ἂν μὴ συνεχεῖ σπουδῇ καὶ γυμνασίᾳ ταύτην θεραπεύῃ τὴν δύναμιν. Ὥστε τοῖς σοφωτέροις μᾶλλον, ἢ τοῖς ἀμαθεστέροις μείζων ὁ πόνος. Οὐδὲ γὰρ ὑπὲρ τῶν αὐτῶν ἡ ζημία ἀμελοῦσι τούτοις κἀκείνοις, ἀλλὰ τοσοῦτον αὕτη πλείων, ὅσον καὶ τῆς κτήσεως ἑκατέρας τὸ μέσον. Κἀκείνοις μὲν οὐδ’ ἂν ἐγκαλέσειέ τις, μηδὲν ἄξιον λόγου παρέχουσιν· οὗτοι δέ, εἰ μὴ μείζονα τῆς δόξης, ἧς ἅπαντες ἔχουσι περὶ αὐτῶν, ἀεὶ προφέροιεν, πολλὰ παρὰ πάντων ἕπεται τὰ ἐγκλήματα. Πρὸς δὲ τούτοις ἐκεῖνοι μὲν καὶ ἐπὶ μικροῖς μεγάλων ἂν τύχοιεν τῶν ἐπαίνων, τὰ δὲ τούτων, ἂν μὴ λίαν ᾖ θαυμαστὰ καὶ ἔκπληκτα, οὐ μόνον ἐγκωμίων ἐστέρηται, ἀλλὰ καὶ τοὺς μεμφομένους ἔχει πολλούς. Οὐ γὰρ τοῖς λεγομένοις, ὡς ταῖς τῷ λεγόντων δόξαις, κάθηνται δικάζοντες οἱ ἀκροαταί. Ὥστε ὅταν κρατῇ τις ἁπάντων ἐν τῷ λέγειν, τότε μάλιστα πάντων αὐτῷ δεῖ πεπονημένης σπουδῆς· οὐδὲ γὰρ τοῦτο, ὃ κοινὸν τῆς ἀνθρωπείας φύσεώς ἐστι, τὸ μὴ πάντα ἐπιτυγχάνειν ἔξεστιν ἐκείνῳ παθεῖν· ἀλλ’ ἂν μὴ δι’ ὅλου συμφωνῇ τῷ μεγέθει τῆς ὑπολήψεως αὐτοῦ τὰ λεγόμενα, σκώμματα μυρία καὶ μέμψεις λαβὼν ἄπεισι παρὰ τῶν πολλῶν. Καὶ οὐδεὶς ἐκεῖνο λογίζεται πρὸς ἑαυτόν, ὅτι καὶ ἀθυμία προσπεσοῦσα, καὶ ἀγωνία, καὶ φροντίς, πολλάκις δὲ καὶ θυμὸς ἐπεσκότησε τῷ τῆς διανοίας καθαρῷ, καὶ τὰ τικτόμενα οὐκ ἀφῆκεν προελθεῖν εἰλικρινῆ· καὶ ὅτι ὅλως ἄνθρωπον ὄντα οὐκ ἔστι διὰ παντὸς εἶναι τὸν αὐτόν, οὐδὲ ἂν ἅπασιν εὐημερεῖν, ἀλλ’ εἰκὸς ποτε καὶ διαμαρτεῖν, καὶ ἐλάττονα τῆς οἰκείας δειχθῆναι δυνάμεως. Τούτων οὐδέν, ὅπερ ἔφην, ἐννοῆσαι βούλονται, ἀλλ’ ὥσπερ ἀγγέλῳ δικάζοντες ἐπάγουσι τὰς αἰτίας καὶ ἄλλως δὲ πέφυκεν ἄνθρωπος τὰ μὲν κατορθώματα τοῦ πλησίον καὶ πολλὰ ὄντα καὶ μεγάλα παρορᾶν· ἣν δὲ ἐλάττωμα ποῦ φανῇ, κἂν τὸ τυχὸν ᾗ,κἂν διὰ πολλοῦ συμβεβηκός, καὶ ἐπαισθάνεται ταχέως, καὶ ἐπιλαμβάνεται προχείρως καὶ μέμνηται διαπαντός· καὶ τὸ μικρὸν τοῦτο καὶ εὐτελές, τὴν τῶν πολλῶν καὶ μεγάλων ἠλάττωσε δόξαν πολλάκις.

Ϛ’. Ὁρᾷς, ὦ γενναῖε, ὅτι μάλιστα τῷ λέγειν δυναμένῳ πλείονος δεῖ τῆς σπουδῆς, πρὸς δὲ τῇ σπουδῇ καὶ ἀνεξικακίας τοσαύτης, ὅσης οὐδὲ ἅπαντες, ὅσους πρότερόν σοι διῆλθον, ἐδέοντο. Πολλοὶ γὰρ αὐτῷ συνεχῶς ἐπιφύονται μάτην καὶ εἰκῆ, καὶ οὐδὲν ἔχοντες ἐγκαλεῖν, πλὴν παρὰ πᾶσιν εὐδοκιμεῖν ἀπεχθάνονται. Καὶ δὲ γενναίως φέρειν τὴν πικρὰν τούτων βασκανίαν. Τὸ γὰρ ἐπάρατον τοῦτο μῖσος, ὅπερ εἰκῆ συλλέγουσιν, οὐ στέγοντες κρύπτειν, καὶ λοιδοροῦνται καὶ μέμφονται, καὶ διαβάλλουσι λάθρα, καὶ πονηρεύονται φανερῶς. Ψυχὴ δὲ ἀρξαμένη καθ’ ἕκαστον τούτων ἀλγεῖν καὶ παροξύνεσθαι, οὐκ ἂν φθάσειε διαφθαρεῖσα τῇ λύπῃ. Καὶ γὰρ οὐ δι’ ἑαυτῶν αὐτὸν ἀμύνονται μόνον, ἀλλὰ καὶ δι’ ἑτέρων τοῦτο ποιεῖν ἐπιχειροῦσι· καὶ πολλάκις τινὰ τῶν οὐδὲν δυναμένων εἰπεῖν ἐκλεξάμενοι, τοῖς ἐπαίνοις ἐπαίρουσι, καὶ θαυμάζουσιν ὑπὲρ τὴν ἀξίαν· οἱ μὲν μανίᾳ μόνον, οἱ δὲ καὶ ἀμαθίᾳ καὶ φθόνῳ τούτῳ ποιοῦντες, ἵνα τὴν δόξαν τούτου καθέλωσιν, οὐχ ἵνα δείξωσι θαυμαστὸν τὸν οὐκ ὄντα τοιοῦτον. Οὐ πρὸς τούτους δὲ μόνον ἐκείνῳ τῷ γενναίῳ ὁ ἀγών, ἀλλὰ καὶ πρὸς ἀπειρίαν ὅλου δήμου πολλάκις. Ἐπειδὴ γὰρ οὐκ ἔνεστιν ἐξ ἐλλογίμων ἀνδρῶν συλλέγεσθαι τοὺς συνερχομένους ἅπαντας, ἀλλὰ τὸ πλέον τῆς ἐκκλησίας μέρος ἐξ ἰδιωτῶν συνῆχθαι συμβαίνει, τοὺς δὲ λοιποὺς καὶ αὐτοὺς ἐκείνων μὲν εἶναι συνετωτέρους, τῶν δὲ λόγους κρῖναι δυναμένων λείπεσθαι πολλῷ πλέον, ἢ ὅσον ἐκείνων οἱ λοιποὶ πάντες, ἕνα δὲ μόλις ἢ δεύτερον καθῆσθαι τὸν ταύτην κεκτημένον τὴν ἀρετήν, ἀνάγκη τὸν ἄμεινον εἰπόντα ἐλάττονας ἀπενέγκασθαι κρότους, ἔστι δὲ ὅτε μηδὲ ἐπαινεθέντα ἀπελθεῖν. Καὶ δὲ πρὸς ταύτας γενναίως παρεσκευάσθαι τὰς ἀνωμαλίας, καὶ τοῖς μὲν δι’ ἀμαθίαν ταῦτα πάσχουσι συγγινώσκειν, τοὺς δὲ διὰ φθόνον τοῦτο ὑπομένοντας δακρύειν ὡς ἀθλίους ὄντας καὶ ἐλεεινούς, μηδετέρῳ δὲ τούτων ἐλάττω τὴν αὐτοῦ νομίζειν γεγενῆσθαι δύναμιν. Οὐδὲ γὰρ εἰ ζωγράφος ὢν ἄριστος, καὶ πάντων κατὰ τὴν τέχνην κρατῶν, τὴν μετὰ πολλῆς τῆς ἀκριβείας ἀναγεγραμμένην εἰκόνα ὑπὸ τῶν τῆς τέχνης ἀπείρων σκωπτομένην ἑώρα, ἔδει καταπεσεῖν, καὶ τῇ κρίσει τῶν οὐκ εἰδότων φαύλην ἡγεῖσθαι τὴν γραφήν, ὥσπερ οὐδὲ τὴν ὄντως φαύλην θαυμαστὴν τινα καὶ ἐπέραστον ἀπὸ τῆς τῶν ἀτέχνων ἐκπλήξεως.

ζ’. Ὁ γὰρ ἄριστος δημιουργὸς αὐτὸς ἔστω καὶ κριτὴς τῶν αὐτοῦ τεχνημάτων, καὶ καλὰ καὶ φαῦλα ταύτῃ τιθέσθω τὰ γινόμενα, ὅταν ὁ τεχνησάμενος αὐτὰ νοῦς ταύτας φέρῃ τὰς ψήφους τὴν δὲ τῷ ἔξωθεν δόξαν, τὴν πεπλανημένην καὶ ἄτεχνον, μηδὲ εἰς νοῦν βαλλέσθω ποτέ. Μὴ τοίνυν μήτε ὁ τῆς διδασκαλίας ἀναδεξάμενος τὸν ἀγῶνα, ταῖς τῶν ἔξωθεν εὐφημίαις προσεχέτω, μηδὲ ἀπὸ τούτων τὴν ἑαυτοῦ καταβαλλέτω ψυχήν. Ἀλλ’ ἐργαζόμενος τοὺς λόγους, ὡς ἂν ἀρέσειε τῷ Θεῷ (οὗτος γὰρ αὐτῷ κανὼν καὶ ὄρος ἔστω μόνος τῆς ἀρίστης δημιουργίας ἐκείνων, μὴ κρότοι, μηδὲ εὐφημίαι), εἰ μὲν ἐπαινοῖτο καὶ παρὰ τῶν ἀνθρώπων, μὴ διακρουέσθω τὰ ἐγκώμια, μὴ παρεχόντων δὲ αὐτὰ τῶν ἀκροατῶν, μὴ ζητείτω, μηδὲ ἀλγείτω· ἱκανὴ γὰρ αὐτῷ παραμυθία τῶν πόνων, καὶ πάντων μείζων, ὅταν ἑαυτῷ συνειδέναι δύνηται, πρὸς ἀρέσκειαν τοῦ Θεοῦ συντιθεὶς καὶ ῥυθμίζων τὴν διδασκαλίαν.

η’. Καὶ γὰρ ἂν φθάσῃ τῇ τῶν ἀλόγων ἐπαίνων ἐπιθυμίᾳ ἁλῶναι, οὐδὲν αὐτῷ τῶν πολλῶν πόνων ὄφελος, οὐδὲ τῆς ἐν τῷ λέγειν δυνάμεως, τὰς γὰρ ἀνοήτους τῶν πολλῶν καταγνώσεις μὴ δυναμένη φέρειν ψυχὴ ἐκλύεται, καὶ τὴν περὶ τὸ λέγειν ῥίπτει σπουδήν. Διὰ τοῦτο χρὴ μάλιστα πάντων πεπαιδεῦσθαι ἐπαίνων ὑπερορᾷν· οὐ γὰρ ἀρκεῖ τὸ λέγειν εἰδέναι πρὸς τὴν ταύτης τῆς δυνάμεως φυλακήν, ἂν μὴ καὶ τοῦτο προσῇ. Εἰ δὲ τις ἀκριβῶς ἐξετάζειν ἐθέλοι καὶ τὸν ἐν ἐνδείᾳ καθεστῶτα ταύτης τῆς ἀρετῆς, εὑρήσει δεόμενον τοῦ τῶν ἐπαίνων καταφρονεῖν οὐχ ἧττον ἢ τοῦτον. Καὶ γὰρ πολλὰ γὰρ ἁμαρτάνειν ἀναγκασθήσεται, τῆς τῶν πολλῶν δόξης ἥττων γενόμενος. Ἀτόνων γὰρ ἐξισωθῆναι τοῖς εὐδοκιμοῦσι κατὰ τὴν τοῦ λέγειν ἀρετήν, ἐπιβουλεύειν τε καὶ διαφθονεῖσθαι αὐτοῖς, καὶ μέμφεσθαι μάτην, καὶ πολλὰ τοιαῦτα ἀσχημονεῖν οὐ παραιτήσεται, ἀλλὰ πάντα τολμήσει, κἂν τὴν ψυχὴν ἀπολέσαι δέῃ, ὑπὲρ τοῦ τὴν ἐκείνων δόξαν εἰς τὴν τῆς ἰδίας εὐτελείας καταγαγεῖν ταπεινότητα. Πρὸς δὲ τούτοις καὶ τῶν ἱδρώτων ἀποστήσεται τῶν περὶ τὸ πονεῖν, νάρκης ὥσπερ τινὸς κατασκεδασθείσης αὐτοῦ τῇ ψυχῇ. Τὸ γὰρ πολλὰ μοχθοῦντα ἐλάττονα καρποῦσθαι ἐγκώμια, ἱκανὸν καταβαλεῖν καὶ τρέψαι πρὸς ὕπνον βαθὺν τὸν οὐ δυνάμενον ἐγκωμίων καταφρονεῖν. Ἐπεὶ καὶ ὁ γεωργός, ὅταν εἰς λεπτόγεων κάμνῃ χωρίον, καὶ πέτρας ἀναγκάζηται γεωργεῖν, ταχέως ἀφίσταται τοῦ πονεῖν, ἣν μὴ πολλὴν περὶ τὸ πρᾶγμα κεκτημένος ᾗ, τὴν προθυμίαν, ἢ λιμοῦ δέος ἐπικείμενον ἔχῃ. Εἰ γὰρ οἱ μετὰ πολλῆς τῆς ἐξουσίας δυνάμενοι λέγειν τοσαύτης δέονται τῆς γυμνασίας πρὸς τὴν τῆς κτήσεως φυλακήν, ὁ μηδὲν ὅλως συναγαγών, ἀλλ’ ἐν τοῖς ἀγῶσιν ἀναγκαζόμενος μελετᾷν, πόσην ὑποστήσεται τὴν δυσχέρειαν πόσον θόρυβον, πόσην ταραχήν, ἵνα πολλῷ τῷ μόχθῳ μικρὸν τι συναγαγεῖν δυνηθῇ; Ἐὰν δὲ τις καὶ τῶν μετ’ αὐτὸν τεταγμένων, καὶ τὴν ἐλάττω τάξιν λαχόντων, ἐν τῷ μέρει τούτῳ μᾶλλον ἐκείνου διαφανῆναι δυνηθῇ, θείας τινὸς δεῖ ψυχῆς ἐνταῦθα, ὥστε μὴ ἁλῶναι βασκανία, μηδὲ ὑπὸ ἀθυμίας καταπεσεῖν. Τὸ γὰρ ὑπὸ τῶν ἐλαττόνων παρευημερεῖσθαι αὐτὸν ἐν ἀξιώματι καθεστῶτα μείζονι, καὶ φέρειν γενναίως, οὐ τῆς τυχούσης, οὐδὲ τῆς ἡμέρας, ἀλλὰ τινος ἀδαμαντίνης ἂν εἴη ψυχῆς. Κἂν μὲν ἐπιεικὴς ᾗ καὶ μέτριος ἄγαν ὁ παρευδοκιμῶν, φορητὸν ὁπωσοῦν γίνεται τὸ πάθος· ἂν δὲ καὶ θρασὺς καὶ ἀλαζὼν καὶ φιλόδοξος, θάνατον ἐκείνῳ καθ’ ἑκάστην εὐκτέον ἡμέραν· οὕτως αὐτῷ πικρὰν καταστήσει τὴν ζωὴν ἐπεμβαίνων φανερῶς, καταμωκώμενος λάθρα, τῆς ἐξουσίας πολλὰ παραπεσὼν τῆς ἐκείνου, πάντα αὐτὸς εἶναι βουλόμενος. Μεγίστην δὲ ἂν ἅπασι τοιούτοις τὴν ἀσφάλειαν τὴν ἐν τῷ λέγειν κέκτηται παῤῥησίαν, καὶ τὴν τοῦ πλήθους περὶ αὐτὸν σπουδήν, καὶ τὸ φιλεῖσθαι παρὰ τῶν ἀρχομένων ἁπάντων. Ἢ οὐκ οἶδας, ὅσος ταῖς τῶν Χριστιανῶν ψυχαῖς λόγων ἔρως εἰσεκώμασε νῦν, καὶ ὅτι μάλιστα πάντων οἱ τούτους ἀσκοῦντες ἐν τιμῇ οὐ παρὰ τοῖς ἔξωθεν μόνον, ἀλλὰ καὶ παρὰ τοῖς τῆς πίστεως οἰκείοις; Πῶς οὖν ἂν τις ἐνέγκοι τοσαύτην αἰσχύνην, ὅταν αὐτοῦ μὲν φθεγγομένου πάντες σιγῶσι, καὶ διενοχλεῖσθαι νομίζωσι, καὶ τοῦ λόγου τὸ τέλος ὥσπερ τινὰ πόνων ἀνάπαυσιν περιμένωσι, θατέρου δὲ καὶ μακρὰ λέγοντος μετὰ μακροθυμίας ἀκούωσιν, καὶ παύσεσθαι μέλλοντος δυσχεραίνωσι, καὶ σιγᾷν βουλομένου παροξύνωνται; Ταῦτα γὰρ εἰ καὶ μικρὰ σοι δοκεῖ νῦν εἶναι καὶ εὐκαταφρόνητα, διὰ τὸ ἀπέρατον, ἀλλ’ ἱκανὰ γὲ ἐστι προθυμίαν σβέσαι, καὶ ψυχῆς παραλῦσαι δύναμιν, ἣν μὴ πάντων τις ἑαυτὸν τῶν ἀνθρωπίνων ἀνασπάσας παθῶν, ὁμοίως ταῖς ἀσωμάτοις μελετήσῃ διακεῖσθαι δυνάμεσιν, αἳ μήτε φθόνῳ, μήτε δόξης ἔρωτι, μήτε ἑτέρῳ τινὶ τοι οὕτω θηρῶνται νοσήματι. Εἰ μὲν οὖν τὶς ἐστιν ἀνθρώπων τοιοῦτος, ὡς δύνασθαι τὸ δυσθήρατον τοῦτο καὶ ἀκαταγώνιστον ἀνήμερον θηρίον, τὴν τῶν πολλῶν δόξαν, καταπατεῖν, καὶ τὰς πολλὰς αὐτῆς ἐκτεμεῖν κεφαλάς, μᾶλλον δὲ μηδὲ φῦναι τὴν ἀρχὴν συγχωρεῖν, δυνήσεται εὐκόλως καὶ τὰς πολλὰς ταύτας ἀποκρούεσθαι προσβολάς, καὶ εὐδίου τινὸς ἀπολαύειν λιμένος· ταύτης δὲ οὐκ ἀπηλλαγμένος πόλεμόν τινα πολυειδῆ, καὶ θόρυβον συνεχῆ, καὶ ἀθυμίας, καὶ τῶν λοιπῶν παθῶν τὸν ὄχλον κατασκεδάζει τῆς ἑαυτοῦ ψυχῆς. Τὶ δὲ τὰς λοιπὰς καταλέγειν δυσκολίας, ἃς οὔτε εἰπεῖν οὔτε μαθεῖν δυνήσεται τις, μὴ ἐπὶ τῶν πραγμάτων γενόμενος αὐτῶν;

Λόγος Ἕκτος

Τάδε ἔνεστιν ἐν τῷ Ἕκτῳ Λόγῳ.
α. Ὅτι καὶ ταῖς εὐθύναις τῶν ἑτέροις ἁμαρτανομένων ὑπόκεινται οἱ ἱερεῖς.
β. Ὅτι τῶν μοναζόντων ἀκριβείας δέον αἱ πλείονος.
γ. Ὅτε πλείονος εὐκολίας ἀπολαύει ὁ μονάζων παρὰ τὸν ἐκκλησίας προεστῶτα.
δ. Ὅτι τῆς οἰκουμένης τὴν προστασίαν ἐμπεπίστευται ὁ ἱερεὺς ἕτερα πράγματα φρικτά.
ε. Ὅτι πρὸς πάντα ἐπιτήδειον εἶναι χρὴ τὸν ἱερέα.
Ϛ. Ὅτι οὐχ οὕτω τὸ μονάζειν, ὡς τὸ πλήθους προεστάναι καλῶς, καρτερίας σημεῖον.
ζ. Ὅτι οὐχ ὑπὲρ τῶν αὐτῶν, τῷ τε καθ’ ἑαυτὸν ὄντι, καὶ τῷ ἐν μέσῳ στρεφομένῳ ἡ ἄσκησις ἐστιν.
η. Ὅτι εὐκολώτερον τὴν ἀρετὴν οἱ καθ’ ἑαυτοὺς ὄντες, ἢ οἱ πολλῶν φροντίζοντες κατορθοῦσιν.
θ. Ὅτι οὐ χρὴ καταφρονεῖ τῆς τῶν πολλῶν ὑπολήψεως, κἂν ψευδὴς οὖσα τύχῃ.
ι. Ὅτι οὐ μέγα σῶσαι ἑαυτόν. ια. Ὅτι πολλῷ χαλεπωτέρα μένει τιμωρία τὰ τῶν ἱερέων ἁμαρτήματα, ἢ τὰ τῶν ἰδιωτῶν.
ιβ. Ἐκ παραδειγμάτων παράστασις καὶ τῆς ὀδύνης τῆς διὰ τὴν προσδοκίαν τῆς ἱερωσύνης γενομένης, καὶ τοῦ φόβου.
ιγ. Ὅτι παντὸς πολέμου χαλεπώτερος ὁ τοῦ διαβόλου πειρασμός.

α’. Καὶ τὰ μὲν ἐνταῦθα τοιαῦτα, οἷάπερ ἤκουσας· τὰ δὲ ἐκεῖ πῶς οἴσομεν, ὅταν καθ’ ἕκαστον τῶν πιστευθέντων ἀναγκαζώμεθα τὰς εὐθύνας ὑπέχειν; Οὐ γὰρ μέχρις αἰσχύνης ἡ ζημία, ἀλλὰ καὶ αἰώνιος ἐκδέχεται κόλασις. Τὸ γάρ, «Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε, ὅτι αὐτοὶ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες», εἰ καὶ πρότερον εἶπον, ἀλλ’ οὐδὲν νῦν σιωπήσομαι· ὁ γὰρ φόβος ταύτης τῆς ἀπειλῆς συνεχῶς κατασείει μου τὴν ψυχήν. Εἰ γὰρ τῷ μόνον ἕνα σκανδαλίζοντι καὶ ἐλάχιστον, συμφέρει ἵνα μύλος ὀνικὸς κρεμασθῇ εἰς τὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῇ εἰς τὴν θάλασσαν, καὶ πάντες οἱ τὴν συνείδησιν τῶν ἀδελφῶν τύπτοντες, εἰς αὐτὸν ἁμαρτάνουσι τὸν Χριστόν· οἱ μὴ μόνον ἕνα καὶ δύο καὶ τρεῖς, ἀλλὰ πλήθη τοσαῦτα ἀπολλύντες, τὶ ποτε ἄρα πείσονται, καὶ ποίαν δώσουσι δίκην; Οὐδὲ γὰρ ἀπειρίαν ἐστὶν αἰτιάσασθαι, οὐδὲ εἰς ἄγνοιαν καταφυγεῖν, οὐδὲ ἀνάγκην προβαλέσθαι καὶ βίαν· ἀλλὰ θᾶττον ἂν τις τῶν ἀρχομένων, εἲ γε ἐνῆν, ἐν ταῖς οἰκείας ἁμαρτίαις ἐχρήσατο ταύτῃ τῇ καταφυγῇ, ἢ ἐν ταῖς ἑτέρων οἱ προεστῶτες. Τὶ δήποτε; Ὅτι ὁ ταχθεὶς τὰς τῶν ἄλλων ἀγνοίας ἐπανορθοῦν, καὶ τὸν διαβολικὸν πόλεμον προμηνύειν ἐρχόμενον, οὐ δυνήσεται προβαλέσθαι τὴν ἄγνοιαν, οὐδὲ εἰπεῖν, Οὐκ ἤκουσα τῆς σάλπιγγος, οὐ προῄδειν τὸν πόλεμον. Ἐπὶ τούτῳ γὰρ ἐκάθισεν, ὡς ὁ Ἰεζεκιήλ φησιν, ἵνα καὶ τοῖς ἄλλοις σαλπίζῃ, καὶ προμηνύῃ τὰ μέλλοντα δυσχερῆ. Καὶ διὰ τοῦτο ἀπαραίτητος ἡ κόλασις, κἂν εἷς ὢν ὁ ἀπολωλὼς τύχῃ. Ἐὰν γάρ, τῆς ῥομφαίας ἐρχομένης, μὴ σαλπίσῃ τῷ λαῷ, μηδὲ σημάνῃ, φησίν, ὁ σκοπός, καὶ ἐλθοῦσαν ἡ ῥομφαίᾳ λάβῃ ψυχήν, αὕτη μὲν διὰ τὴν ἀνομίαν αὐτῆς ἐλήφθη, τὸ δὲ αἷμα αὐτῆς ἐκ χειρὸς τοῦ σκοποῦ ἐκζητήσω. Παῦσαι τοίνυν ἡμᾶς ὠθῶν εἰς οὕτως ἄφυκτον δίκην. Οὐ γὰρ ὑπὲρ στρατηγίας, οὐδὲ ὑπὲρ βασιλείας ἡμῖν ὁ λόγος, ἀλλ’ ὑπὲρ πράγματος ἀγγελικῆς ἀρετῆς δεομένου.

β’. Καὶ γὰρ τῶν ἀκτίνων αὐτῶν καθαρωτέραν τῷ ἱερεῖ τὴν ψυχὴν εἶναι δεῖ, ἵνα μηδέποτε ἔρημον αὐτὸν καταλιμπάνῃ τὸ Πνεῦμα τὸ ἅγιον, ἵνα δύνηται λέγειν, «Ζῶ δὲ οὐκ ἔτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός». Εἰ γὰρ οἱ τὴν ἔρημον οἰκοῦντες, καὶ πόλεως καὶ ἀγορᾶς καὶ τῶν ἐκεῖθεν ἀπηλλαγμένοι θορύβων, καὶ διαπαντὸς λιμένων καὶ γαλήνης ἀπολαύοντες οὐκ ἐθέλουσι θαῤῥεῖν, τῇ τῆς διαίτης ἐκείνης ἀσφαλείᾳ, ἀλλὰ καὶ μυρίας ἑτέρας προστιθέασι φυλακάς, πάντοθεν ἑαυτοὺς περιφράττοντες, καὶ μετὰ πολλῆς τῆς ἀκριβείας καὶ λέγειν ἅπαντα καὶ πράττειν σπουδάζοντες, ἵνα μετὰ παῤῥησίας καὶ καθαρότητος εἰλικρινοῦς, ὅσον εἰς ἀνθρωπείαν ἧκε δύναμιν, προσιέναι τῷ Θεῷ δύνωνται· πόσης οἴει δεῖν τῷ ἱερωμένῳ καὶ δυνάμεως καὶ βίας, ὥστε δυνηθῆναι παντὸς ἐξαρπάσαι μολυσμοῦ τὴν ψυχήν, καὶ ἀσινὲς τὸν πνευματικὸν τηρῆσαι κάλλος; Καὶ γὰρ πολλῷ μείζονος αὐτῷ δεῖ καθαρότητος, ἢ ἐκείνοις· καὶ ᾧ μείζονος δεῖ, οὗτος πλείοσιν ἀνάγκαις ἐκείνων ὑπόκειται ταῖς δυναμέναις αὐτὸν ῥυποῦν, ἣν μὴ τῇ διηνεκεῖ νίψει καὶ τῷ πολλῷ τόνῳ χρησάμενος, ἄβατον αὐταῖς ἐργάσηται τὴν ψυχήν. Καὶ γὰρ προσώπων εὐμορφίαν, καὶ κινημάτων διάθρυψις, καὶ βαδίσεως ἐπιτήδευσις, καὶ φωνῆς διάκλασις, καὶ ὀφθαλμῶν ὑπογραφαί, καὶ παρειῶν ἐπιγραφαί, καὶ πλεγμάτων συνθέσεις, καὶ τριχῶν βαφαί, καὶ ἱματίων πολυτελείᾳ, καὶ χρυσίων ποικιλία, καὶ λίθων κάλλος, καὶ μύρων εὐωδία, καὶ τἄλλα πάντα, ἃ τὸ γυναικεῖον ἐπιτηδεύει γένος, ἱκανὰ θορυβῆσαι ψυχήν, ἣν μὴ πολλῇ τῇ τῆς σωφροσύνης αὐστηρότητι ἀπεσκληκυΐα τύχῃ. Ἀλλὰ τὸ μὲν ὑπὸ τούτων ταράττεσθαι, θαυμαστὸν οὐδέν· τὸ δὲ καὶ διὰ τῶν τούτοις ἐναντίων δύνασθαι βάλλειν τὸν διάβολον καὶ κατατοξεύειν τὰς τῶν ἀνθρώπων ψυχάς, τοῦτο ἔστι τὸ πολλῆς ἐκπλήξεως καὶ ἀπορίας μεστόν. Ἤδη γὰρ τινες ταῦτα ἐκφυγόντες τὰ θήρατρα, τοῖς πολὺ τούτων ἀφεστηκόσιν ἑάλωσαν. Καὶ γὰρ καὶ ἠμελημένη ὄψις, καὶ αὐχμῶσα κόμη, καὶ ῥυπῶσα στολή, καὶ σχῆμα ἀνεπίπλαστον, καὶ ἦθος ἁπλοῦν, καὶ ῥῆμα ἀφελές, καὶ βάδισις ἀνεπιτήδευτος, καὶ ἀσχημάτιστος φωνή, καὶ τὸ πενίᾳ συζῇν, καὶ τὸ καταφρονεῖσθαι, καὶ τὸ ἀπροστάτευτον, καὶ ἡ μόνωσις, πρῶτον μὲν εἰς ἔλεον τὸν ὁρῶντα, ἀπ’ ἐκείνου δὲ εἰς τὸν ἔσχατον ἤγαγεν ὄλεθρον.

γ’. Καὶ πολλοὶ τὰ πρότερα ἐκφυγόντες δίκτυα, τὰ διὰ τῶν χρυσίων, καὶ τῶν μύρων, καὶ τῶν ἱματίων, καὶ τῶν λοιπῶν, ὧν εἶπον συγκείμενα, τούτοις τοῖς τοσοῦτον αὐτῶν ἀφεστηκόσι εὐκόλως ἐνέπεσον καὶ ἀπώλοντο. Ὅταν οὖν καὶ διὰ πενίας, καὶ διὰ πλούτου, καὶ διὰ καλλωπισμοῦ καὶ διὰ σχήματος εἰκῆ κειμένου, καὶ διὰ τρόπων τῶν τὲ ἐπιτηδευτῶν καὶ τῶν ἀπλάστων, καὶ διὰ πάντων ἁπλῶς ὧν ἀπηριθμησάμην, ὁ πόλεμος ἀναῤῥιπίζηται τῇ τοῦ θεωμένου ψυχῇ, καὶ τὰ μηχανήματα αὐτὸν περιστοιχίζῃ πανταχόθεν· πόθεν ἀναπνεῦσαι δυνήσεται, τοσούτων κύκλῳ περικειμένων παγίδων; Ποίαν κατάδυσιν εὑρεῖν, οὐ λέγω πρὸς τὸ μὴ κατὰ κράτος ἁλῶναι (τοῦτο μὲν γὰρ οὐ πάνυ χαλεπόν), ἀλλὰ καὶ πρὸς τὸ ἀτάραχον τῶν μιαρῶν λογισμῶν τὴν ἑαυτοῦ φυλάξαι ψυχήν; Καὶ παρίημι τὰς τιμάς, τὰς τῶν μυρίων αἰτίας κακῶν. Αἱ μὲν γὰρ παρὰ τῶν γυναικῶν γινόμεναι, τῷ τῆς σωφροσύνης λυμαίνονται τόνῳ, καὶ καταβάλλουσι δὲ πολλάκις, ὅταν τις μὴ διαπαντὸς ἀγρυπνεῖν εἴδη πρὸς τὰς τοιαύτας ἐπιβουλάς· τὰς δὲ παρὰ τῶν ἀνδρῶν εἰ μὴ μετὰ πολλῆς τις δέξηται τῆς μεγαλοψυχίας, δύο τοῖς ἐναντίοις ἁλίσκεται πάθεσι, τῇ τε τῆς θωπείας δουλοπρεπείᾳ, καὶ τῇ τῆς ἀλαζονείας ἀνοίᾳ, τοῖς μὲν θεραπεύουσιν αὐτὸν ὑποκύπτειν ἀναγκαζόμενος, διὰ δὲ τὰς παρ’ ἐκείνων τιμὰς κατὰ τῶν ἐλαττόνων ἐξογκούμενος, καὶ εἰς τὸ τῆς ἀπονοίας ὠθούμενος βάραθρον. Ταῦτα εἴρηται μὲν παρ’ ἡμῶν· ὅσην δὲ ἔχει τὴν βλάβην οὐκ ἂν τις ἄνευ τῆς πείρας μάθοι καλῶς. Οὐ γὰρ δὴ ταῦτα μόνον, ἀλλὰ καὶ τὰ τούτων πολλῷ πλείονα καὶ σφαλερώτερα τῷ ἐν μέσῳ στρεφομένῳ συμπίπτειν ἀνάγκη γένοιτ’ ἄν. Ὁ δὲ τὴν ἐρημίαν στέργων, πάντων μὲν ἔχει τὴν ἀτέλειαν· εἰ δὲ ποτε αὐτῷ καὶ λογισμὸς ἄτοπος ὑπογράψειέ τι τοιοῦτον, ἀλλ’ ἀσθενὴς ἡ φαντασία, καὶ ταχέως σβεσθῆναι δυναμένη, διὰ τὸ μὴ προσκεῖσθαι ἔξωθεν τὴν ἀπὸ τῆς θεωρίας ὕλην τῇ φλογί. Καὶ ὁ μὲν μοναχὸς ὑπὲρ ἑαυτοῦ μόνου δέδοικεν· εἰ δὲ καὶ ἑτέρων φροντίζειν ἀναγκασθείη, ἀλλ’ εὐαριθμήτων λίαν· εἰ δὲ καὶ πλείονες εἶεν, ἀλλὰ τῶν ἐν ταῖς ἐκκλησίαις ἐλάττους τὲ εἰσι, καὶ τὰς ὑπὲρ ἑαυτῶν φροντίδας πολλῷ κουφοτέρας παρέχουσι τῷ προεστῶτι οὐ διὰ τὴν ὀλιγότητα μόνον, ἀλλ’ ὅτι καὶ πάντες τῶν κοσμικῶν εἰσιν ἀπηλλαγμένοι πραγμάτων, καὶ οὔτε παῖδας, οὔτε γυναῖκα, οὔτε ἄλλο τι μεριμνᾶν ἔχουσι τοιοῦτο. Τοῦτο δὲ αὐτοὺς λίαν τε εἶναι εὐπειθεῖς τοῖς ἡγουμένοις καὶ τὸ κοινὴν τὴν οἴκησιν ἔχειν ἐποίησεν, ὡς δύνασθαι αὐτῶν τὰ πταίσματα ἀκριβῶς συνορᾷν τε καὶ ἐπανορθοῦν, ὅπερ οὐ μικρὸν πρὸς ἀρετῆς ἐπίδοσιν, ἐπιστασία διδασκάλων διηνεκής.

δ’. Τῶν δὲ ὑπὸ τῷ ἱερεῖ τεταγμένων τὸ πλέον βιωτικαῖς πεπέδηται φροντίσι, καὶ τοῦτο αὐτοὺς ἀργοτέρους πρὸς τὴν τῶν πνευματικῶν ἐργασίαν καθίστησιν. Ὅθεν ἀνάγκη τῷ διδασκάλῳ σπείρειν καθ’ ἑκάστην, ὡς εἰπεῖν, ἡμέραν, ἵνα τῇ γοῦν συνεχείᾳ δυνηθῇ κρατηθῆναι παρὰ τοῖς ἀκούουσι τῆς διδασκαλίας ὁ λόγος. Καὶ γὰρ πλοῦτος ὑπέρογκος, καὶ δυναστείας μέγεθος, καὶ ῥᾳθυμία ἀπὸ τρυφῆς προσγινομένη, καὶ πολλὰ ἕτερα πρὸς τούτοις, συμπνίγει τὰ καταβαλλόμενα σπέρματα· πολλάκις δὲ ἡ τῶν ἀκανθῶν πυκνότης οὐδὲ μέχρι τῆς ἐπιφανείας ἀφίησι τὸ σπειρόμενον πεσεῖν. Ἤδη δὲ καὶ θλίψεως ὑπερβολή, καὶ πενίας ἀνάγκη, καὶ ἐπήρειαι συνεχεῖς, καὶ ἀλλὰ τοιαῦτα τοῖς προτέροις ἐναντία, ἀπάγει τῆς περὶ τὰ θεῖα σπουδῆς· τῶν δὲ ἁμαρτημάτων οὐδὲ τὸ πολλοστὸν αὐτοῖς μέρος δυνατὸν γενέσθαι καταφανές· πῶς γάρ, ὧν τοὺς πλείονας οὐδὲ ἐκ προσόψεως ἴσασι; Καὶ τὰ μὲν πρὸς τὸν λαὸν αὐτῷ τοσαύτην ἔχει τὴν ἀμηχανίαν· εἰ δὲ τις τὰ πρὸς τὸν Θεὸν ἐξετάσειεν, οὐδὲν ὄντα εὑρήσει ταῦτα· οὕτω μείζονος καὶ ἀκριβεστέρας ἐκεῖνα δεῖται τῆς σπουδῆς. Τὸν γὰρ ὑπὲρ ὅλης τῆς πόλεως, καὶ τὶ λέγω πόλεως; Πάσης μὲν οὖν τῆς οἰκουμένης πρεσβεύοντα, καὶ δεόμενον ταῖς ἁπάντων ἁμαρτίαις ἵλεων γενέσθαι τὸν Θεόν, οὐ τῶν ζώντων μόνον, ἀλλὰ καὶ τῶν ἀπελθόντων, ὁποῖόν τινα εἶναι χρή;

Ἐγὼ μὲν γὰρ καὶ τὴν Μώσεως καὶ τὴν Ἡλίου παῤῥησίαν οὐδέπω πρὸς τὴν τοσαύτην ἱκετηρίαν ἀρκεῖν ἡγοῦμαι. Καὶ γὰρ ὥσπερ τὸν ἅπαντα κόσμον πεπιστευμένος, καὶ αὐτὸς ὢν ἁπάντων πατήρ, οὕτω πρόσεισι τῷ Θεῷ, δεόμενος τοὺς ἁπανταχοῦ πολέμους σβεσθῆναι, λυθῆναι ἴτας ταραχάς, εἰρήνην, εὐετηρίαν, πάντων τῶν ἑκάστῳ κακῶν ἐπικειμένων καὶ ἰδίᾳ καὶ δημοσίᾳ ταχεῖαν αἰτῶν ἀπαλλαγήν. Δεῖ δὲ πάντων αὐτόν, ὑπὲρ ὧν δεῖται, τοσοῦτο διαφέρειν ἐν ἅπασιν, ὅσον τὸν προεστῶτα τῶν προστατευομένων εἰκός.

Ὅταν δὲ καὶ τὸ Πνεῦμα τὸ ἅγιον καλῇ καὶ τὴν φρικωδεστάτην ἐπιτελῇ θυσίαν, καὶ τοῦ κοινοῦ πάντων συνεχῶς ἐφάπτηται Δεσπότου, ποῦ τάξομεν αὐτόν, εἰπὲ μοι; Πόσην δὲ αὐτὸν ἀπαιτήσομεν καθαρότητα, καὶ πόσην εὐλάβειαν; Ἐννόησον γὰρ ὁποίας τὰς ταῦτα διακονουμένας χεῖρας εἶναι χρή, ὁποίαν τὴν γλῶτταν τὴν ἐκεῖνα προχέουσαν τὰ ῥήματα, τίνος δὲ οὐ καθαρωτέραν καὶ ἁγιωτέραν τὴν τοσοῦτον πνεῦμα ὑποδεξαμένην ψυχήν. Τότε καὶ ἄγγελοι παρεστήκασι τῷ ἱερεῖ, καὶ οὐρανίων δυνάμεων ἅπαν τάγμα βοᾷ, καὶ ὁ περὶ τὸ θυσιαστήριον πληροῦται τόπος εἰς τιμὴν τοῦ κειμένου. Καὶ τοῦτο ἱκανὸν μὲν καὶ ἐξ αὐτῶν πεισθῆναι τῶν ἐπιτελουμένων τότε. Ἐγὼ δὲ καὶ τινος ἤκουσα διηγουμένου ποτέ, ὅτι αὐτῷ τις πρεσβύτης, θαυμαστὸς ἀνήρ, καὶ ἀποκαλύψεις ὁρᾷν εἰωθώς, ἔλεγεν ὄψεως ἠξιῶσθαι τοιαύτης ποτέ, καὶ κατὰ τὸν καιρὸν ἐκεῖνον ἄφνω πλῆθος ἀγγέλων ἰδεῖν, ὡς αὐτῷ δυνατὸν ἦν, στολὰς ἀναβεβλημένων λαμπράς, καὶ τὸ θυσιαστήριον κυκλούντων, καὶ κάτω νευόντων, ὡς ἂν εἲ τις στρατιώτας παρόντος βασιλέως ἑστηκότας ἴδοι. Καὶ ἔγωγε πείθομαι. Καὶ ἕτερος δὲ τις ἐμοὶ διηγήσατο, οὐ παρ’ ἑτέρου μαθών, ἀλλ’ αὐτὸς ἰδεῖν ἀξιωθεὶς καὶ ἀκοῦσαι, ὅτι τοὺς μέλλοντας ἐνθένδε ἀπαίρειν, ἂν τύχωσι τῶν μυστηρίων μετασχόντες ἐν καθαρᾷ συνειδήσει, ὅταν ἀποπνεῖν μέλλωσι, δορυφοροῦντες αὐτοὺς δι’ ἐκεῖνο τὸ ληφθὲν ἀπάγουσιν ἐνθένδε ἄγγελοι. Σὺ δὲ οὔπω φρίττεις εἰς οὕτως ἱερὰν τελετὴν τοιαύτην εἰσάγων ψυχήν, καὶ τὸν τὰ ῥυπαρὰ ἐνδεδυμένον ἱμάτια εἰς τὸ τῶν ἱερέων ἀναφέρων ἀξίωμα, ὃν καὶ τοῦ λοιποῦ τῶν δαιτυμόνων χοροῦ ἐξέωσεν ὁ Χριστός; Φωτὸς γὰρ δίκην τὴν οἰκουμένην καταυγάζοντος, λάμπειν δεῖ τοῦ ἱερέως τὴν ψυχήν· ἡ δὲ ἡμετέρα τοσοῦτον ἔχει περικείμενον αὐτῇ σκότος ἐκ τῆς πονηρᾶς συνειδήσεως, ὡς ἀεὶ καταδύεσθαι καὶ μηδέποτε δύνασθαι μετὰ παῤῥησίας εἰς τὸν αὐτῆς ἀτενίσαι Δεσπότην. Οἱ ἱερεῖς τῆς γῆς εἰσιν ἅλες· τὴν δὲ ἡμετέραν ἄνοιαν καὶ τὴν ἐν ἅπασιν ἀπειρίαν τὶς ἂν ἐνέγκοι ῥᾳδίως, πλὴν ὑμῶν τῶν καθ’ ὑπερβολὴν ἡμᾶς ἀγαπᾷν εἰθισμένων; Οὐ γὰρ μόνον καθαρὸν οὕτως, ὡς τηλικαύτης ἠξιωμένον διακονίας, ἀλλὰ καὶ λίαν συνετὸν καὶ πολλῶν ἔμπειρον εἶναι δεῖ, καὶ πάντα μὲν εἰδέναι τὰ βιωτικὰ τῶν ἐν μέσῳ στρεφομένων οὐχ ἧττον, πάντων δὲ ἀπηλλάχθαι μᾶλλον τῶν τὰ ὄρη κατειληφότων μοναχῶν. Ἐπειδὴ γὰρ ἀνδράσιν αὐτὸν ὁμιλεῖν ἀνάγκη, καὶ γυναῖκας ἔχουσι, καὶ παῖδας τρέφουσι, καὶ θεραπεύοντας κεκτημένοις, καὶ πλοῦτον περιβεβλημένοις πολύν, καὶ δημόσια πράττουσι, καὶ ἐν δυναστείαις οὖσι, ποικίλον αὐτὸν εἶναι δεῖ· ποικίλον δὲ λέγω, οὐχ ὕπουλον, οὐ κόλακα, οὐχ ὑποκριτήν, ἀλλὰ πολλῆς μὲν ἐλευθερίας καὶ παῤῥησίας ἀνάμεστον, εἰδότα δὲ καὶ συγκατιέναι χρησίμως, ὅταν ἡ τῶν πραγμάτων ὑπόθεσις τοῦτο ἀπαιτῇ, καὶ χρηστὸν εἶναι ὁμοῦ καὶ αὐστηρόν. Οὐ γὰρ ἐστιν ἑνὶ τρόπῳ χρῆσθαι τοῖς ἀρχομένοις ἅπασιν· ἐπειδὴ μηδὲ ἰατρῶν παισὶν ἑνὶ νόμῳ τοῖς κάμνουσι προσφέρεσθαι καλόν, μηδὲ κυβερνήτῃ μίαν ὁδὸν εἰδέναι τῆς πρὸς τὰ πνεύματα μάχης. Καὶ γὰρ καὶ ταύτην τὴν ναῦν συνεχεῖς περιστοιχίζονται χειμῶνες· οἱ δὲ χειμῶνες οὗτοι οὐκ ἔξωθεν προσβάλλουσι μόνον, ἀλλὰ καὶ ἔνδοθεν τίκτονται· καὶ πολλῆς χρεία καὶ συγκαταβάσεως καὶ ἀκριβείας.

ε’. Πάντα δὲ ταῦτα τὰ διάφορα εἰς ἓν τέλος ὁρᾷ, τοῦ Θεοῦ τὴν δόξαν, τῆς ἐκκλησίας τὴν οἰκοδομήν. Μέγας ὁ τῶν μοναχῶν ἀγών, καὶ πολὺς ὁ μόχθος· ἀλλ’ εἲ τις τῇ καλῶς διοικουμένῃ ἱερωσύνῃ τοὺς ἐκεῖθεν ἱδρῶτας παραβάλοι, τοσοῦτον εὑρήσει τὸ διάφορον, ὅσον ἰδιώτου καὶ βασιλέως τὸ μέσον.ἐκεῖ μὲν γὰρ εἰ καὶ πολὺς ὁ πόνος, ἀλλὰ κοινὸν τῆς ψυχῆς καὶ τοῦ σώματος τὸ ἀγώνισμα· μᾶλλον δὲ τὸ πλέον τῇ τοῦ σώματος κατορθοῦται κατασκευῇ· κἂν μὴ τοῦτο ἰσχυρὸν ᾗ, μένει καθ’ ἑαυτὴν ἡ προθυμία, οὐκ ἔχουσα εἰς ἔργον ἐξελθεῖν. Καὶ γὰρ καὶ νηστεία σύντονος, καὶ χαμευνία, καὶ ἀγρυπνία, καὶ ἀλουσία, καὶ ὁ πολὺς ἱδρώς, καὶ τὰ λοιπά, ὅσα πρὸς τὴν τοῦ σώματος ἐπιτηδεύουσι ταλαιπωρίαν, πάντα οἴχεται, τοῦ κολάζεσθαι μέλλοντος οὐκ ὄντος ἰσχυροῦ. Ἐνταῦθα δὲ καθαρὰ τῆς ψυχῆς ἡ τέχνη, καὶ οὐδὲν τῆς τοῦ σώματος εὐεξίας προσδεῖται, ὥστε δεῖξαι τὴν αὐτῆς ἀρετήν. Τὶ γὰρ ἡμῖν ἡ τοῦ σώματος ἰσχὺς συμβάλλεται πρὸς τὸ μήτε αὐθάδεις εἶναι, μήτε ὀργίλους, μήτε προπετεῖς, ἀλλὰ νηφαλίους καὶ σώφρονας καὶ κοσμίους, καὶ τἄλλα πάντα, δι’ ὧν ἡμῖν ὁ μακάριος Παῦλος τὴν τοῦ ἀρίστου ἱερέως ἀνεπλήρωσεν εἰκόνα; Ἀλλ’ οὐκ ἐπὶ τῆς τοῦ μονάζοντος ἀρετῆς ἔχοι τις ἂν τοῦτο εἰπεῖν· ἀλλὰ καθάπερ τοῖς μὲν θαυματοποιοῖς ὀργάνων δεῖ πολλῶν καὶ τροχῶν καὶ σχοινίων καὶ μαχαιρῶν, ὁ δὲ φιλόσοφος ἅπασαν ἐν τῇ ψυχῇ κειμένην ἔχει τὴν τέχνην, τῶν ἔξωθεν οὐδὲν δεόμενος· οὕτω δὴ καὶ ἐνταῦθα. Ὁ μὲν γὰρ μοναχὸς ὁ τῆς σωματικῆς εὐπαθείας προσδεῖται καὶ τόπων πρὸς τὴν διαγωγὴν ἐπιτηδείων, ἵνα μήτε ἄγαν ἀπῳκισμένοι τῆς τῶν ἀνθρώπων ὦσιν ὁμιλίας, καὶ τὴν ἀπὸ τῆς ἐρημίας ἔχωσιν ἡσυχίαν, ἔτι δὲ καὶ τῆς ἀρίστης μὴ ἀμοιρῶσι κράσεως τῶν ὡρῶν· οὐδὲν γὰρ οὕτως ἀφόρητον τῷ κατατρυχομένῳ νηστείαις ὡς ἡ τῶν ἀέρων ἀνωμαλία.

Ϛ’. Τῆς δὲ τῶν ἱματίων κατασκευῆς καὶ διαίτης ἕνεκεν, ὅσα πράγματα ἔχειν ἀναγκάζονται, πάντα αὐτουργεῖν αὐτοὶ φιλονεικοῦντες, οὐδὲν δέομαι λέγειν νῦν. Ὁ δὲ ἱερεὺς οὐδενὸς τούτων εἰς τὴν ἑαυτοῦ δεήσεται χρείαν, ἀλλ’ ἀπερίεργος καὶ κοινὸς ἐν ἅπασιν ἐστι τοῖς οὐκ ἔχουσι βλάβην, τὴν ἐπιστήμην ἅπασαν ἐν τοῖς τῆς ψυχῆς θησαυροῖς ἀποκειμένην ἔχων. Εἰ δὲ τις τὸ μένειν ἐφ’ ἑαυτῷ καὶ τὰς τῶν πολλῶν ὁμιλίας ἐκτρέπεσθαι θαυμάζοι, τῆς καρτερίας μὲν τοῦτο δεῖγμα καὶ αὐτὸς εἶναι φαίην ἄν, οὐ μὴν ἁπάσης τῆς ἀνδρείας τῆς ἐν τῇ ψυχῇ τεκμήριον ἱκανόν. Ὁ μὲν γὰρ εἴσω λιμένων ἐπὶ τῶν οἰάκων καθήμενος, οὔπω τῆς τέχνης ἀκριβῆ δίδωσι βάσανον· τὸν δὲ ἐν μέσῳ τῷ πελάγει ἀκριβῆ δίδωσι βάσανον· τὸν δὲ ἐν μέσῳ τῷ πελάγει καὶ τῷ χειμῶνι δυνηθέντα διασῶσαι τὸ σκάφος, οὐδεὶς ὅστις οὐκ ἂν εἶναι φαίη κυβερνήτην ἄριστον.

ζ’. Οὐ τοίνυν ἡμῖν οὐδὲ τὸν μοναχὸν θαυμαστέον ἂν εἴη λίαν καὶ μεθ’ ὑπερβολῆς, ὅτι μένων ἐφ’ ἑαυτοῦ οὐ ταράττεται, οὐδὲ διαμαρτάνει πολλὰ καὶ μεγάλα ἁμαρτήματα· οὐδὲ γὰρ ἔχει τὰ παρακνίζοντα καὶ διεγείροντα τὴν ψυχήν. Ἀλλ’ εἲ τις πλήθεσιν ὅλοις ἑαυτὸν ἐνδεδωκώς, καὶ τὰς τῶν πολλῶν φέρειν ἁμαρτίας ἀναγκασθείς, ἔμεινεν ἀκλινὴς καὶ στεῤῥός, ὥσπερ ἐν γαλήνῃ τῷ χειμῶνι τὴν ψυχὴν διακυβερνῶν, οὗτος κροτεῖσθαι καὶ θαυμάζεσθαι παρὰ πάντων ἂν εἴη δίκαιος· ἱκανὴν γὰρ τῆς οἰκείας ἀνδρείας τὴν δοκιμασίαν ἐπεδείξατο. Μὴ τοίνυν μηδὲ αὐτὸς θαυμάσῃς, εἰ τὴν ἀγορὰν φεύγοντες ἡμεῖς, καὶ τὰς τῶν πολλῶν συνουσίας, οὐκ ἔχομεν τοὺς κατηγοροῦντας πολλούς· οὐδὲ γὰρ εἰ καθεύδων οὐχ ἡμάρτανον, οὐδ’ εἰ μὴ παλαίων οὐκ ἔπιπτον, οὐδ’ εἰ μὴ μαχόμενος οὐκ ἐκβαλλόμην, θαυμάζειν ἐχρῆν. Τὶς γάρ, εἰπέ, τὶς δυνήσεται κατειπεῖν καὶ ἀποκαλύψαι τὴν μοχθηρίαν τὴν ἐμήν; Ὁ ὄροφος οὗτος καὶ ὁ οἰκίσκος; Ἀλλ’ οὐκ ἂν δύναιντο ῥῆξαι φωνήν. Ἀλλ’ ἡ μήτηρ ἡ μάλιστα πάντων εἰδυῖα τὰ ἐμά; Μάλιστα μὲν οὐδὲ πρὸς αὐτὴν ἐστὶ μοὶ τι κοινόν, οὐδὲ εἰς φιλονεικίαν ἤλθομεν πώποτε. Εἰ δὲ καὶ τοῦτο ἦν συμβάν, οὐδεμία οὕτως ἐστὶ μήτηρ ἄστοργος καὶ μισότεκνος, ὡς τοῦτον, ὃν ὤδινε καὶ ἔτεκε καὶ ἔθρεψε μηδεμιᾶς ἀναγκαζούσης προφάσεως, μηδὲ βιαζομένου τινός, κακίζειν καὶ διαβάλλειν παρὰ πᾶσιν. Ἐπεὶ ὅτι γε, εἲ τις τὴν ἡμετέραν πρὸς ἀκρίβειαν ἐθέλοι βασανίζειν ψυχήν, πολλὰ αὐτῆς εὑρήσει τὰ σαθρά, οὐδὲ αὐτὸς ἀγνοεῖς ὁ μάλιστα πάντων ἡμᾶς τοῖς ἐγκωμίοις ἐπαίρειν παρὰ πᾶσιν εἰωθώς. Καὶ ὅτι γὲ οὐ μετριάζων ταῦτα λέγω νῦν, ἀνάμνησον σαυτόν, ὁσάκις εἶπον πρὸς σέ, λόγου τοιούτου γενομένου πολλάκις ἡμῖν· ὅτι, εἲ τις αἵρεσίν μοι προυτίθει, ποῦ μᾶλλον βουλοίμην εὐδοκιμεῖν, ἐν τῇ τῆς ἐκκλησίας προστασίᾳ, ἢ κατὰ τὸν τῶν μοναχῶν βίον, μυρίαις ἂν ψήφοις τὸ πρότερον ἐδεξάμην ἔγωγε. Οὐ γὰρ διέλιπόν ποτε μακαρίζων πρὸς σὲ τοὺς ἐκείνης τῆς διακονίας προστῆναι δυνηθέντας καλῶς. Ὅτι δὲ ὅπερ ἐμακάριζον, οὐκ ἂν ἔφυγον, ἱκανῶς ἔχων μετελθεῖν, οὐδεὶς ἀντερεῖ. Ἀλλὰ τὶ πάθω; Οὐδὲν γὰρ οὕτως ἄχρηστον εἰς ἐκκλησίας προστασίαν ὡς αὐτὴ ἡ ἀργία καὶ ἡ ἀμελετησία, ἣν ἕτεροι μὲν ἄσκησίν τινα θαυμαστὴν εἶναι νομίζουσιν· ἐγὼ δὲ αὐτὴν ὡσπερεὶ παραπέτασμα τῆς οἰκείας ἔχω φαυλότητος, τὰ πλείονα τῶν ἐλαττωμάτων τῶν ἐμαυτοῦ ταύτῃ συγκαλύπτων, καὶ οὐκ ἐῶν φαίνεσθαι. Ὁ γὰρ ἐνεθισθεὶς τοσαύτης ἀπολαύειν ἀπραγμοσύνης, καὶ ἐν ἡσυχίᾳ διάγειν πολλῇ, κἂν μεγάλης ᾗ φύσεως, ὑπὸ τῆς ἀνασκησίας θορυβεῖται καὶ ταράττεται, καὶ τῆς οἰκείας δυνάμεως περικόπτει μέρος οὐ μικρὸν τὸ ἀγύμναστον. Ὅταν δὲ ὁμοῦ καὶ βραδείας ᾗ διανοίας, καὶ τῶν τοιούτων λόγων καὶ ἀγώνων ἄπειρος, τοῦτο δὴ τὸ ἡμέτερον, τῶν λιθίνων οὐδὲν διοίσει, ταύτην δεξάμενος τὴν οἰκονομίαν. Διὰ τοῦτο τῶν ἐξ ἐκείνης ἐρχομένων τῆς παλαίστρας εἰς τοὺς ἀγῶνας τούτους ὀλίγοι διαφαίνονται· οἱ δὲ πλείους ἐλέγχονται καὶ καταπίπτουσι, καὶ πράγματα ὑπομένουσιν ἀηδῆ καὶ χαλεπά. Καὶ οὐδὲν ἀπεικός. Ὅταν γὰρ μὴ περὶ τῶν αὐτῶν οἱ τε ἀγῶνες ὦσι καὶ τὰ γυμνάσια, τῶν ἀγυμνάστων ὁ ἀγωνιζόμενος οὐδὲν διενήνοχε. Δόξης μάλιστα δεῖ καταφρονεῖν τὸν εἰς τοῦτο ἐρχόμενον ὁ στάδιον, ὀργῆς ἀνώτερον εἶναι, συνέσεως ἔμπλεων πολλῆς. Τούτῳ δὲ τῷ τὸν μονήρη στέργοντι βίον οὐδεμία γυμνασίας ὑπόθεσις πρόκειται. Οὔτε γὰρ τοὺς παροξύνοντας ἔχει πολλούς, ἵνα μελετήσῃ κολάζειν τοῦ θυμοῦ τὴν δύναμιν· οὔτε τοὺς μακαρίζοντας καὶ κροτοῦντας, ἵνα παιδευθῇ τοὺς παρὰ τῶν πολλῶν διαπτύειν ὧδε ἐπαίνους· τῆς τε ἐν ταῖς ἐκκλησίαις ἀπαιτουμένης συνέσεως οὐ πολὺς αὐτοῖς ὁ λόγος. Ὅταν οὖν ἔλθωσιν εἰς τοὺς ἀγῶνας, ὧν μὴ μεμελετήκασι τὴν πεῖραν ἀποροῦνται, ἰλιγγιῶσιν, εἰς ἀμηχανίαν ἐκπίπτουσι, καὶ πρὸς τῷ μηδὲν ἐπιδοῦναι πρὸς ἀρετήν, καὶ ἅπερ ἔχοντες ἦλθον πολλοὶ πολλάκις ἀπώλεσαν.

η’. Καὶ ὁ ΒΑΣΙΛΕΙΟΣ. Τὶ οὖν; Τοὺς ἐν τῷ μέσῳ στρεφομένους, καὶ πραγμάτων φροντίζοντας βιωτικῶν, καὶ τετριμμένους πρὸς μάχας καὶ λοιδορίας, καὶ μυρίας δεινότητος γέμοντας, καὶ τρυφᾷν εἰδότας, ἐπιστήσομεν τῇ τῆς ἐκκλησίας οἰκονομίᾳ; ΧΡΥΣ. Εὐφήμει, ἔφην, ὦ μακάριε σύ. Τούτους γὰρ οὐδ’ εἰς νοῦν βάλλεσθαι δεῖ, ὅταν ἱερέων ἐξέτασις ᾗ· ἀλλ’ εἲ τις μετὰ τοῦ πᾶσιν ὁμιλεῖν καὶ συναναστρέφεσθαι δύναιτο τὴν καθαρότητα καὶ τὴν ἀταραξίαν, τὴν τε ἁγιωσύνην καὶ τὴν καρτερίαν καὶ νῆψιν, καὶ τὰ ἀλλὰ τὰ τοῖς μοναχοῖς προσόντα ἀγαθά, φυλάττειν ἀκέραια καὶ ἀπαρασάλευτα μᾶλλον τῶν μεμονωμένων ἐκείνων· ὡς ὃ γε πολλὰ μὲν ἔχων ἐλαττώματα, δυνάμενος δὲ αὐτὰ τῇ μονώσει καλύπτειν καὶ ποιεῖν ἄπρακτα τῷ μηδενὶ καταμιγνύναι ἑαυτόν· οὗτος εἰς μέσον ἐλθών, οὐδὲν ἕτερον ἢ τὸ καταγέλαστος γενέσθαι κερδανεῖ, καὶ κινδυνεύσει μειζόνως· ὃ μικροῦ δεῖν ἐπάθομεν ἂν ἡμεῖς, εἰ μὴ ἡ τοῦ Θεοῦ κηδεμονία τὸ πῦρ ταχέως ἀνέσχε τῆς ἡμετέρας κεφαλῆς. Οὐ γὰρ ἔστι λαθεῖν τὸν οὕτω διακείμενον, ὅταν ἐν τῷ φανερῷ καταστῇ, ἀλλὰ πάντοτε ἐλέγχεται, καὶ καθάπερ τὰς μεταλλικὰς ὕλας δοκιμάζει τὸ πῦρ, οὕτω καὶ ἡ τοῦ κλήρου βάσανος τὰς τῶν ἀνθρώπων διακρίνει ψυχάς, κἂν ὀργίλος τις ᾗ, κἂν μικρόψυχος, κἂν φιλόδοξος, κἂν ἀλαζών, κἂν ὃ τι δήποτε ἕτερον, ἅπαντα ἐκκαλύπτει, καὶ γυμνοὶ ταχέως τὰ ἐλαττώματα· οὐ γυμνοὶ δὲ μόνον, ἀλλὰ καὶ χαλεπώτερα καὶ ἰσχυρότερα αὐτὰ καθίστησι. Καὶ γὰρ τὰ τοῦ σώματος τραύματα προστριβόμενα δυσίατα γίνεται, καὶ τὰ τῆς ψυχῆς πάθη κνιζόμενα καὶ παροξυνόμενα μᾶλλον ἀγριαίνεσθαι πέφυκε, καὶ τοὺς ἔχοντας αὐτὰ πλείονα ἁμαρτάνειν βιάζεται. Καὶ γὰρ εἰς ἔρωτα δόξης ἐπαίρει τὸν μὴ προσέχοντα, καὶ εἰς ἀλαζονείαν, καὶ εἰς χρημάτων ἐπιθυμίαν· ὑποσύρει δὲ καὶ εἰς τρυφὴν καὶ εἰς ἄνεσιν καὶ ῥᾳθυμίαν, καὶ κατὰ μικρὸν εἰς τὰ περαιτέρω τούτων, καὶ ἐκ τούτων τικτόμενα κακά. Πολλὰ γὰρ ἐστιν ἐν τῷ μέσῳ τὰ δυνάμενα ψυχῆς ἀκρίβειαν ἐκλῦσαι, καὶ τὸν ἐπὶ Θεὸν διακόψαι δρόμον· καὶ πρῶτον ἁπάντων αἱ πρὸς τὰς γυναῖκας ὁμιλίαι. Οὐδὲ γὰρ ἔστι τὸν προεστῶτα καὶ παντὸς τοῦ ποιμνίου κηδόμενον τοῦ μὲν τῶν ἀνδρῶν ἐπιμελεῖσθαι μέρους, τὸ δὲ τῶν γυναικῶν παρορᾷν· ὃ μάλιστα δεῖται προνοίας πλείονος διὰ τὸ πρὸς τὰς ἁμαρτίας εὐόλισθον· ἀλλὰ δεῖ καὶ τῆς τούτων ὑγιείας, εἰ καὶ μὴ ἐκ πλείονος, ἀλλ’ οὖν ἐξ ἴσης φροντίζειν τῆς μοίρας τὸν λαχόντα τὴν ἐπισκοπὴν διοικεῖν. Καὶ γὰρ ἐπισκοπεῖσθαι αὐτὰς ἡνίκα ἂν κάμνωσι, καὶ παρακαλεῖν ἡνίκα ἂν πενθῶσι, καὶ ἐπιπλήττειν ῥαθυμούσαις, καὶ βοηθεῖν καταπονουμέναις ἀνάγκῃ. Τούτων δὲ γινομένων, πολλὰς ἂν εὕροι τὰς παρεισδύσεις ὁ πονηρός, εἰ μὴ ἠκριβωμένῃ τις ἑαυτὸν τειχίσειε φυλακῇ. Καὶ γὰρ ὁ ὀφθαλμὸς βάλλει καὶ θορυβεῖ ψυχήν, οὐχ ὁ τῆς ἀκολάστου μόνον, ἀλλὰ καὶ ὁ τῆς σώφρονος, καὶ κολακεῖαι μαλάσσουσι, καὶ τιμαὶ καταδουλοῦνται· καὶ ἀγάπη ζέουσα, τοῦτο δὴ τὸ πάντων αἴτιον τῶν ἀγαθῶν, μυρίων αἴτιον γέγονε κακῶν τοῖς οὐκ ὀρθῶς χρησαμένοις αὐτῇ. Ἤδη δὲ καὶ φροντίδες συνεχεῖς ἤμβλυναν τὸ τῆς διανοίας ὀξύ, καὶ μολίβδου βαρύτερον τὸν πτηνὸν ἀπειργάσαντο· καὶ θυμὸς δὲ καὶ προσπεσὼν καπνοῦ δίκην τὰ ἔνδον κατέσχεν ἅπαντα. Τὶ ἂν τις λέγοι τὰς λοιπὰς βλάβας, τὰς ὕβρεις, τὰς ἐπηρείας, τὰς μέμψεις, τὰς παρὰ τῶν μειζόνων, τὰς παρὰ τῶν ἐλαττόνων, τὰς παρὰ τῶν συνετῶν, τὰς παρὰ τῶν ἀσυνέτων;

θ’. Τοῦτο γὰρ δὴ μάλιστα τὸ γένος τῶν ὀρθῆς ἀπεστερημένων κρίσεως μεμψίμοιρόν τὲ ἐστι,καὶ οὐκ ἂν εὐκόλως ἀπολογίας ἀνάσχοιτό ποτε. Τὸν δὲ προεστῶτα καλῶς οὐδὲ τούτων δεῖ καταφρονεῖν, ἀλλὰ πρὸς ἅπαντας περὶ ὧν ἂν ἐγκαλῶσι, διαλύεσθαι μετὰ πολλῆς τῆς ἐπιεικείας καὶ πραότητος, συγγινώσκοντα μᾶλλον αὐτοῖς τῆς ἀλόγου μέμψεως ἢ ἀγανακτοῦντα καὶ ὀργιζόμενον. Εἰ γὰρ ὁ μακάριος Παῦλος, μὴ κλοπῆς ὑπόνοιαν λάβῃ παρὰ τοῖς μαθηταῖς, ἔδεισε, καὶ διὰ τοῦτο προσέλαβε καὶ ἑτέρους εἰς τὴν τῶν χρημάτων διακονίαν, «Ἵνα μὴ τις ἡμᾶς μωμήσεται, φησίν, ἐν τῇ ἁδρότητι ταύτῃ τῇ διακονουμένῃ ὑφ’ ἡμῶν»· πῶς ἡμᾶς οὐ πάντα δεῖ ποιεῖν ὥστε τὰς πονηρὰς ἀναιρεῖν ὑποψίας, κἂν ψευδεῖς, κἂν ἀλόγιστοι τυγχάνωσιν οὖσαι, κἂν σφόδρα τῆς ἡμετέρας ἀπέχωσι δόξης; Οὐδενὸς γὰρ ἁμαρτήματος τοσοῦτον ἡμεῖς ἀφεστήκαμεν, ὅσον κλοπῆς ὁ Παῦλος. Ἀλλ’ ὅμως καὶ τοσοῦτον ἀφεστηκὼς τῆς πονηρᾶς ταύτης πράξεως, οὐδὲ οὕτως ἠμέλησε τῆς τῶν πολλῶν ὑπονοίας, καίτοι λίαν οὔσης ἀλόγου καὶ μανιώδους· μανία γὰρ ἦν τοιοῦτον ὑποπτεῦσαί τι περὶ τῆς μακαρίας καὶ θαυμαστῆς ἐκείνης κεφαλῆς. Ἀλλ’ ὅμως οὐδὲν ἧττον καὶ ταύτης τῆς ὑποψίας τῆς οὕτως ἀλόγου, καὶ ἦν οὐδεὶς ἂν μὴ παραπαίων ὑπώπτευσε, πόῤῥωθεν ἀναιρεῖ τὰς αἰτίας· καὶ οὐ διέπτυσε τὴν τῶν πολλῶν ἄνοιαν, οὐδὲ εἶπε· Τίνι γὰρ ἂν ἐπέλθοι ποτὲ τοιαῦτα περὶ ἡμῶν ὑπονοεῖν, καὶ ἀπὸ τῶν σημείων καὶ ἀπὸ τῆς ἐπιεικείας τῆς ἐν τῷ βίῳ πάντων ἡμᾶς καὶ τιμώντων καὶ θαυμαζόντων; Ἀλλ’ ἅπαν τοὐναντίον, καὶ ὑπείδετο καὶ προσεδόκησε ταύτην τὴν πονηρὰν ὑπόνοιαν, καὶ πρόῤῥιζον αὐτὴν ἀνέσπασε, μᾶλλον δὲ οὐδὲ φῦναι τὴν ἀρχὴν ἀφῆκε. Διὰ τί; «Προνοοῦμεν γάρ, φησί, καλά, οὐ μόνον ἐνώπιον Κυρίου, ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων». Τοσαύτῃ δεῖ, μᾶλλον δὲ καὶ πλεῖον κεχρῆσθαι σπουδῇ, ὥστε μὴ μόνον αἰρομένας κατασπᾷν καὶ κωλύειν τὰς φήμας τὰς οὐκ ἀγαθάς, ἀλλὰ καὶ πόῤῥωθεν ὅθεν ἂν γένοιντο προορᾷν, καὶ τὰς προφάσεις ἐξ ὧν τίκτονται προαναιρεῖν, καὶ μὴ περιμένειν αὐτὰς συστῆναι, καὶ ἐν τοῖς τῶν πολλῶν διαθρυλληθῆναι στόμασι. Τηνικαῦτα γὰρ οὔτε εὔπορον αὐτὰς ἀφανίσαι λοιπόν, ἀλλὰ καὶ λίαν δυσχερές, τάχα δὲ καὶ ἀδύνατον· οὔτε ἀζήμιον τῷ μετὰ τὴν τῶν πολλῶν βλάβην τοῦτο γενέσθαι. Ἀλλὰ γὰρ μέχρι τίνος οὐ στήσομαι διώκων ἀκίχητα; Τὸ γὰρ ἁπάσας τὰς ἐκεῖ δυσχερείας καταλέγειν, οὐδὲν ἕτερόν ἐστιν ἢ πέλαγος ἀναμετρεῖν. Καὶ γὰρ ὅταν τις αὐτὸς παντὸς καθαρεύσῃ πάθους, ὃ τῶν ἀδυνάτων ἐστίν, ἵνα τὰ τῶν ἄλλων ἐπανορθώσῃ πταίσματα, μυρία ὑπομένειν ἀναγκάζεται δεινά· προστεθέντων δὲ καὶ τῶν οἰκείων νοσημάτων, θέα τὴν ἄβυσσον τῶν πόνων καὶ τῶν φροντίδων, καὶ ὅσα πάσχειν ἀνάγκη τῶν τε οἰκείων καὶ τῶν ἀλλοτρίων βουλόμενον περιγενέσθαι κακῶν.

ι’. Καὶ ὁ ΒΑΣΙΛΕΙΟΣ, Νῦν δέ, φησίν, οὐδεὶς σοι τῶν πόνων τούτων ἀγών, οὐδὲ φροντίδας ἔχεις, κατὰ σαυτὸν ὢν. ΧΡΥΣΟΣΤ. Ἔχω μέν, ἔφην, καὶ νῦν· πῶς γὰρ ἔστιν, ἄνθρωπον ὄντα καὶ τὸν πολύμοχθον τοῦτον βιοῦντα βίον, φροντίδων ἀπηλλάχθαι καὶ ἀγωνίας; Ἀλλ’ οὐκ ἔστιν ἴσον εἰς πέλαγος ἄπειρον ἐμπεσεῖν, καὶ ποταμὸν παραπλεῖν· τοσοῦτον γὰρ τούτων κἀκείνων τῶν φροντίδων τὸ μέσον. Νῦν μὲν γὰρ εἰ μὲν δυνηθείην καὶ ἑτέροις γενέσθαι χρήσιμος, βουλοίμην ἂν καὶ αὐτός, καὶ πολλῆς μοι τοῦτο ἔργον εὐχῆς· εἰ δὲ οὐκ ἔστιν ἕτερον ὀνῆσαι, ἐμαυτὸν οὖν ἐὰν ἐγγένηται διασῶσαι καὶ τοῦ κλύδωνος ἐξελεῖν, ἀρκεσθήσομαι τούτῳ. Εἶτα, τοῦτο οἴει μέγα, φησίν, εἶναι, ὁ ΒΑΣΙΛΕΙΟΣ, ὅλως δὲ καὶ σωθήσεσθαι νομίζεις, ἑτέρων μηδενὶ γενόμενος χρήσιμος; ΧΡΥΣΟΣΤ. Εὖ καὶ καλῶς, ἔφην, εἴρηκας· οὐδὲ γὰρ αὐτὸς τοῦτο πιστεύειν ἔχω, ὅτι σώζεσθαι ἔνεστι τὸν οὐδὲν εἰς τὴν τοῦ πλησίον κάμνοντα σωτηρίαν. Οὐδὲ γὰρ ἐκεῖνο τὸ δείλαιον ὤνησέ τὸ μὴ πλεονάσαι καὶ διπλοῦν προσενεγκεῖν. Πλὴν ἀλλ’ ἐπιεικεστέραν μοι τὴν τιμωρίαν οἶμαι ἔσεσθαι ἐγκαλουμένῳ διὰ τὶ μὴ καὶ ἑτέρους ἔσωσα, ἢ εἰ καὶ ἑτέρους καὶ ἐμαυτὸν καὶ ἐμαυτὸν προσαπώλεσα, πολὺ χειρῶν γενόμενος μετὰ τὴν τοσαύτην τιμήν. Νῦν μὲν γὰρ τοσαύτην ἔσεσθαί μοι πιστεύω τὴν κόλασιν, ὅσην ἀπαιτεῖ τῶν ἁμαρτημάτων τὸ μέγεθος· μετὰ δὲ τὸ δέξασθαι τὴν ἀρχήν, οὐ διπλῆν μόνον καὶ τριπλῆν, ἀλλὰ καὶ πολλαπλασίονα, τῷ τε πλείονας σκανδαλίσαι, καὶ τῷ μετὰ μείζονα τιμὴν προσκροῦσαι τῷ τετιμηκότι Θεῷ.

ια’. Διὰ τοι τοῦτο καὶ τῶν Ἰσραηλιτῶν σφοδρότερον κατηγορῶν, τούτῳ δείκνυσιν αὐτοὺς μείζονος ὄντας κολάσεως ἀξίους τῷ μετὰ τὰ παρ’ αὐτοῦ γενομένας εἰς αὐτοὺς τιμὰς ἁμαρτεῖν, ποτὲ μὲν λέγων· «Πλὴν ὑμᾶς ἔγνων ἐκ πασῶν τῶν φυλῶν τῆς γῆς, διὰ τοῦτο ἐκδικήσω ἐφ’ ὑμᾶς τὰς ἀσεβείας ὑμῶν»· ποτὲ δέ· «Ἔλαβον ἐκ τῶν υἱῶν ὑμῶν εἰς προφήτας, καὶ ἐκ τῶν νεανίσκων ὑμῶν εἰς ἁγιασμόν». Καὶ πρὸ τῶν προφητῶν ἐπὶ τῶν θυσιῶν δεῖξαι βουλόμενος ὅτι τὰ ἁμαρτήματα μείζονα ἐκδέχεται πολλῷ τὴν τιμωρίαν, ὅταν ὑπὸ τῶν ἱερέων γίνηται, ἢ ὅταν ὑπὸ τῶν ἰδιωτῶν, προστάττει τοσαύτην ὑπὲρ τῶν ἱερέων προσάγεσθαι τὴν θυσίαν, ὅσην ὑπὲρ παντὸς τοῦ λαοῦ. Τοῦτο δὲ οὐδὲν ἕτερον δηλοῦντός ἐστιν ἢ ὅτι μείζονος βοηθείας δεῖται τὰ τοῦ ἱερέως τραύματα, καὶ τοσαύτης, ὅσης ὁμοῦ τὰ παντὸς τοῦ λαοῦ· μείζονος δὲ οὐκ ἂν ἐδεῖτο, εἰ μὴ χαλεπώτερα ἦν· χαλεπώτερα δὲ γίνεται, οὐ τῇ φύσει, ἀλλὰ τῇ ἀξίᾳ τοῦ τολμῶντος αὐτὰ ἱερέως βαρούμενα. Καὶ τὶ λέγω τοὺς ἄνδρας τοὺς τὴν λειτουργίαν μετιόντας; Αἱ γὰρ θυγατέρες τῶν ἱερέων, αἷς οὐδεὶς πρὸς τὴν ἱερωσύνης λόγος, ὅμως διὰ τὸ πατρικὸν ἀξίωμα τῶν αὐτῶν ἁμαρτημάτων πολὺ πικροτέραν ὑπέχουσι τὴν τιμωρίαν· καὶ τὸ μὲν πλημμέλημα ἴσον αὐταῖς καὶ ταῖς τῶν ἰδιωτῶν θυγατράσι, πορνεία γὰρ ἀμφότερα, τὸ δὲ ἐπιτίμιον πολλῷ τούτων χαλεπώτερον.

ιβ’. Ὁρᾷς μεθ’ ὅσης σοι δείκνυσιν ὑπερβολῆς ὁ Θεὸς ὅτι πολλῷ πλείονα τῶν ἀρχομένων ἀπαιτεῖ τὸν ἄρχοντα τιμωρίαν; Οὐ γὰρ δήπου ὁ τὴν ἐκείνου θυγατέρα δι’ ἐκεῖνον μειζόνως τῶν ἄλλῳ κολάζων, τὸν καὶ ἐκείνῃ τῆς προσθήκης τῶν βασάνων αἴτιον ἴσην τοῖς πολλοῖς εἰσπράξεται δίκην, ἀλλὰ πολλῷ μείζονα· καὶ μάλα γε εἰκότως. Οὐ γὰρ εἰς αὐτὸν περιίσταται μόνον ἡ ζημία, ἀλλὰ καὶ τὰς τῶν ἀσθενεστέρων καὶ εἰς αὐτὸν βλεπόντων καταβάλλει ψυχάς. Τοῦτο καὶ ὁ Ἰεζεκιὴλ διδάξαι βουλόμενος, διίστησιν ἀπ’ ἀλλήλων τὴν τῶν κριῶν καὶ τὴν τῶν προβάτων κρίσιν. Ἆρά σοι δοκοῦμεν λόγον ἔχοντα πεφοβῆσθαι φόβον; Πρὸς γὰρ τοῖς εἰρημένοις νῦν μὲν εἰ καὶ πολλοῦ μοι δεῖ πόνου πρὸς τὸ μὴ δὴ καταγωνισθῆναι τέλεον ὑπὸ τῶν τῆς ψυχῆς παθῶν, ἀλλ’ ὅμως ἀνέχομαι τὸν πόνον, καὶ οὐ φεύγω τὸν ἀγῶνα. Καὶ γὰρ ὑπὸ κενοδοξίας ἁλίσκομαι μὲν καὶ νῦν, ἀναφέρω δὲ πολλάκις, καὶ ὅτι ἑάλων συνορῶ· ἔστι δὲ ὅτε καὶ ἐπιτιμῶ τῇ δουλωθείσῃ ψυχῇ. Ἐπιθυμίαι μοι προσπίπτουσι μὲν ἄτοποι καὶ νῦν, ἀλλ’ ἀργοτέραν ἀνάπτουσι τὴν φλόγα, τῶν ὀφθαλμῶν τῶν ἔξωθεν οὐκ ἐχόντων ἐπιλαβέσθαι τῆς τοῦ πυρὸς ὕλης· τοῦ δὲ κακῶς τὸν δεῖνα λέγειν, καὶ λεγόμενον ἀκούειν, ἀπήλλαγμαι παντελῶς, τῶν διαλεγομένων οὐ παρόντων· οὐ γὰρ δὴ οὗτοι οἱ τοῖχοι δύναιτ’ ἂν ἀφεῖναι φωνήν. Ἀλλ’ οὐχὶ καὶ τὴν ὀργὴν ὁμοίως δυνατὸν διαφυγεῖν, καίτοι γε τῶν παροξυνόντων οὐκ ὄντων. Μνήμη γὰρ πολλάκις ἀνδρῶν ἀτόπων προσπεσοῦσα, καὶ τῶν ὑπ’ αὐτῶν γενομένων ἐξοιδεῖν μοι τὴν καρδίαν ποιεῖ, πλὴν ἀλλ’ οὐκ εἰς τέλος· ταχέως γὰρ αὐτὴν φλεγμαίνουσαν καταστέλλομεν, καὶ πείθομεν ἡσυχάζειν εἰπόντες ὅτι λίαν ἀσύμφωνον καὶ τῆς ἐσχάτης ἀθλιότητος, τὰ οἰκεῖα ἀφέντας κακά, τὰ τῶν πλησίον περιεργάζεσθαι. Ἀλλ’ οὐκ εἰς τὸ πλῆθος ἐλθών, καὶ ταῖς μυρίαις ἀποληφθεὶς ταραχαῖς, δυνήσομαι ταύτης ἀπολαύειν τῆς νουθεσίας, οὐδὲ τοὺς ταῦτα παιδαγωγοῦντας λογισμοὺς εὑρεῖν· ἀλλ’ ὥσπερ οἱ κατὰ κρημνῶν ὑπὸ τινος ῥεύματος ἢ καὶ ἑτέρως ὠθούμενοι τὴν μὲν ἀπώλειαν, εἰς ἦν τελευτῶσι, προορᾷν δύνανται, βοήθειαν δὲ τινα ἐπινοεῖν οὐκ ἔχουσιν· οὕτω καὶ αὐτὸς εἰς τὸν πολὺν τῶν παθῶν θόρυβον ἐμπεσών, τὴν μὲν κόλασιν καθ’ ἑκάστην αὐξομένην μοι τὴν ἡμέραν δυνήσομαι συνορᾷν, ἐν ἐμαυτῷ δὲ γενέσθαι καθάπερ καὶ νῦν, καὶ ἐπιτιμήσαι πάντοθεν τοῖς νοσήμασι λυττῶσι τούτοις, οὐκ ἔτι ὁμοίως εὔπορον ἐμοί, καθάπερ καὶ πρότερον. Ἐμοὶ γὰρ ψυχὴ τὶς ἐστιν ἀσθενὴς καὶ μικρὰ καὶ εὐχείρωτος οὐ τούτοις μόνον τοῖς πάθεσιν, ἀλλὰ καὶ τῷ πάντων πικροτέρῳ φθόνῳ, καὶ οὔτε ὕβρεις οὔτε τιμὰς μετρίως ἐπίσταται φέρειν, ἀλλὰ μεθ’ ὑπερβολῆς ἐκεῖναί τε ἐπαίρουσιν αὐτήν, καὶ ταπεινοῦσιν αὗται. Ὥσπερ οὖν θηρία χαλεπά, ὅταν μὲν εὐσωματῇ καὶ σφριγᾷ, τῶν πρὸς αὐτὰ μαχομένων κρατεῖ, καὶ μάλιστα ὅταν ἀσθενεῖς ὦσι καὶ ἄπειροι, εἰ δὲ τις αὐτὰ λιμῷ κατατήξειε, τὸν τε θυμὸν αὐτοῖς ἐκοίμισε, καὶ τῆς δυνάμεως τὸ πλέον ἔσβεσεν, ὡς καὶ τὸν μὴ λίαν γενναῖον ἀναδέξασθαι τὸν πρὸς ταῦτα ἀγῶνα καὶ πόλεμον· οὕτω καὶ τὰ πάθη τῆς ψυχῆς, ὁ μὲν ἀσθενῆ ποιῶν, ὑποχείρια τοῖς ὀρθοῖς αὐτὰ τίθησι λογισμοῖς· ὁ δὲ τρέφων ἐπιμελῶς χαλεπωτέραν αὐτῷ τὴν πρὸς αὐτὰ καθίστησι μάχην, καὶ οὕτως αὐτῷ φοβερὰ ἀπεργάζεται, ὡς ἐν δουλείᾳ καὶ δειλίᾳ τὸν πάντα χρόνον βιοῦν. Τὶς οὖν τῶν θηρίων τούτων ἡ τροφή; Κενοδοξίας μὲν τιμαὶ καὶ ἔπαινοι, ἀπονοίας δὲ ἐξουσίας καὶ δυναστείας μέγεθος, βασκανίας δὲ αἱ τῶν πλησίον εὐδοκιμήσεις, φιλαργυρίας αἱ τῶν παρεχόντων φιλοτιμίαι, ἀκολασίας τρυφὴ καὶ αἱ συνεχεῖς τῶν γυναικῶν ἐντεύξεις, καὶ ἕτερόν ἑτέρου. Πάντα δὲ ταῦτα εἰς μὲν τὸ μέσον ἐλθόντι σφοδρῶς ἐπιθήσεται, καὶ σπαράξει μοι τὸν πρὸς ταῦτα ποιήσει πόλεμον. Ἐνταῦθα δὲ καθημένῳ μετὰ πολλῆς μὲν καὶ οὕτως ὑποταγήσεται βίας, ὑποταγήσεται δ’ οὖν ὅμως τῇ τοῦ Θεοῦ χάριτι, καὶ τῆς ὑλακῆς αὐτοῖς οὐδὲν ἔσται πλέον. Διὰ ταῦτα τὸν οἰκίσκον φυλάττω τοῦτον καὶ ἀπρόϊτος καὶ ἀκοινώνητός εἰμι καὶ ἀσυνουσίαστος, καὶ μυρίας ἑτέρας τοιαύτας μέμψεις ἀκούειν ἀνέχομαι· ἡδέως μὲν ἂν αὐτὰς ἀποτριψάμενος, τῷ δὲ μὴ δύνασθαι δακνόμενος καὶ ἀλγῶν. Οὐδὲ γὰρ εὔπορόν μοι, ὁμιλητικὸν τε ὁμοῦ γενέσθαι, καὶ ἐπὶ τῆς παρούσης ἀσφαλείας μένειν. Δι’ ὃ καὶ αὐτὸν σε παρακαλῶ, τὸν ὑπὸ τοσαύτης δυσχερείας ἐπειλημμένον ἐλεεῖν μᾶλλον ἢ διαβάλλειν· ἀλλ’ οὐδέπω σε πείθομεν. Οὐκοῦν ὥρα μοι λοιπόν, ὃ μόνον εἶχον ἀπόῤῥητον, πρὸς σὲ καὶ τοῦτο ἐκβαλεῖν. Καὶ ἴσως μὲν ἄπιστον εἶναι δόξει πολλοῖς· ἐγὼ δὲ αὐτὸ οὐδὲ οὕτως εἰς μέσον ἐνεγκεῖν αἰσχυνθήσομαι. Εἰ γὰρ καὶ πονηρᾶς συνειδήσεως καὶ μυρίων ἁμαρτημάτων ἔλεγχος τὸ λεγόμενον ᾗ, τοῦ μέλλοντος ἡμᾶς κρίνειν Θεοῦ πάντα εἰδότος ἀκριβῶς, τὶ πλέον ἡμῖν ἐκ τῆς τῶν ἀνθρώπων ἀγνοίας ἐγγενέσθαι δυνήσεται; Τὶ οὖν ἐστι τὸ ἀπόῤῥητον; Ἀπὸ τῆς ἡμέρας ἐκείνης, ἐν ᾗ ταύτην ἐνέθηκάς μοι τὴν ὑποψίαν, πολλάκις ἐκινδύνευσέ μοι παραλυθῆναι τὸ σῶμα τέλεον· τοσοῦτος μὲν φόβος, τοσαύτη δὲ ἀθυμία κατέσχε μου τὴν ψυχήν. Τῆς γὰρ Χριστοῦ νύμφης τὴν δόξαν ἐννοῶν, τὴν ἁγιωσύνην, τὸ κάλλος τὸ πνευματικόν, τὴν σύνεσιν, τὴν εὐκοσμίαν, καὶ τὰ ἐμαυτοῦ λογιζόμενος κακά, οὐ διελίμπανον ἐκείνην τε πενθῶν, καὶ ἐμαυτὸν ταλανίζων, καὶ στένων συνεχῶς καὶ διαπορῶν πρὸς ἐμαυτὸν ἔλεγον ταῦτα· τὶς ἄρα ταῦτα συνεβούλευσε; Τὶ τοσοῦτον ἥμαρτεν ἡ τοῦ Θεοῦ ἐκκλησία; Τὶ τηλικοῦτον παρώξυνε τὸν αὐτῆς Δεσπότην, ὡς τῷ πάντων ἀτιμοτάτῳ παραδοθῆναι ἐμοί, καὶ τοσαύτην ὑπομεῖναι αἰσχύνην; Ταῦτα πολλάκις κατ’ ἐμαυτὸν λογιζόμενος, καὶ τοῦ λίαν ἀτόπου μηδὲ τὴν ἐνθύμησιν δυνάμενος ἐνεγκεῖν, ὥσπερ οἱ παραπλῆγες ἐκείμην ἀχανής, οὔτε ὁρᾷν, οὔτε ἀκούειν τι δυνάμενος. Τῆς δὲ ἀμηχανίας με τῆς τοσαύτης ἀφείσης (καὶ γὰρ ἐστιν ὅτε καὶ ὑπεξίστατο), διεδέχετο δάκρυα καὶ ἀθυμία· καὶ μετὰ τὸν τῶν δακρύων κόρον ἀντεισῄει πάλιν ὁ φόβος, ταράττων καὶ θορύβων καὶ διασείων μοι τὴν διάνοιαν. Τοσαύτῃ ζάλη τὸν παρελθόντα συνέζων χρόνον· σὺ δὲ ἠγνόεις, καὶ ἐν γαλήνῃ μὲ διάγειν ἐνόμιζες. Ἀλλὰ νῦν σοι ἀποκαλύψαι πειράσομαι τὸν χειμῶνα τῆς ἐμῆς ψυχῆς· τάχα γὰρ μοι καὶ ἀπὸ τούτου συγγνώσῃ, τὰ ἐγκλήματα ἀφείς. Πῶς οὖν σοι, πῶς αὐτὸν ἐκκαλύψωμεν; Εἰ μὲν σαφῶς ἐθέλοις ἰδεῖν, ἑτέρως οὐκ ἂν εἴη, ἀλλ’ ἢ τὴν καρδίαν γυμνώσαντα τὴν ἐμήν· ἐπειδὴ δὲ τοῦτο ἀδύνατον, δι’ ἀμυδρᾶς τινοσ εἰκόνος, ὡς ἂν οἶός τε ᾧ, πειράσομαι σοι τὸν τῆς ἀθυμίας τέως ὑποδεῖξαι καπνόν· σὺ δὲ ἐκ τῆς εἰκόνος τὴν ἀθυμίαν σύλλεγε μόνον. Ὑποθώμεθα εἶναί τινι μνηστὴν τοῦ πάσης τῆς ὑφ’ ἥλιον κειμένης γῆς βασιλεύοντος θυγατέρα, ταύτην τε τὴν κόρην κάλλος τε ἔχειν ἀμήχανον, οἷον καὶ τὴν ἀνθρωπίνην ὑπερβαίνειν φύσιν, καὶ τούτῳ τὸ τῶν γυναικῶν ἁπασῶν φῦλον ἐκ πολλοῦ τοῦ διαστήματος νικᾷν, καὶ ψυχῆς ἀρετὴν τοσαύτην ὡς καὶ τὸ ἀνδρῶν γένος, τῶν τε γενομένων, τῶν τε ἐσομένων ποτέ, πολλῷ τῷ μέτρῳ κατόπιν ἀφεῖναι· καὶ πάντας μὲν ὑπερβῆναι φιλοσοφίας ὄρους τῇ τῶν τρόπων εὐκοσμίᾳ, πᾶσαν δὲ κρύψαι σώματος ὥραν τῷ τῆς οἰκείας ὄψεως κάλλει· τὸν δὲ ταύτης μνηστῆρα, μὴ διὰ ταῦτα μόνον περικαίεσθαι τῆς παρθένου, ἀλλὰ καὶ χωρὶς τούτων πάσχειν τι πρὸς αὐτήν, καὶ τῷ πάθει τούτῳ τοὺς μανικωτάτους τῶν πώποτε γενομένων ἀποκρύψαι ἐραστῶν· εἶτα μεταξὺ τῷ φίλτρῳ καιόμενον καὶ ἀκοῦσαί πόθεν· ὅτι τὴν θαυμαστὴν ἐρωμένην ἐκείνην τῶν εὐτελῶν τις καὶ ἀπεῤῥιμμένων ἀνδρῶν, καὶ δυσγενὴς καὶ τὸ σῶμα ἀνάπηρος, καὶ πάντων τῶν ὄντων μοχθηρότατος μέλλοι πρὸς γάμον ἄγεσθαι. Ἆρά σοι μικρὸν τι μέρος τῆς ἡμετέρας ὀδύνης παρεστήκαμεν, καὶ ἀρκεῖ μέχρι τούτου στῆσαι τὴν εἰκόνα; Τῆς μὲν ἀθυμίας ἕνεκεν ἀρκεῖν οἶμαι· καὶ γὰρ διὰ τοῦτο μόνον αὐτὴν παρειλήφαμεν· ἵνα δὲ σοι καὶ τοῦ φόβου καὶ τῆς ἐκπλήξεως ὑποδείξω τὸ μέτρον, ἐφ’ ἑτέραν πάλιν ἴωμεν ὑπογραφήν. Καὶ ἔστω στρατόπεδον ἐκ πεζῶν καὶ ἱππέων καὶ ναυμάχων συνειλεγμένον ἀνδρῶν, καὶ καλυπτέτω μὲν τὴν θάλατταν ὁ τῶν τριήρων ἀριθμός, καλυπτέτωσαν δὲ τὰ τῶν πεδίων πλήθη καὶ τὰς τῶν ὁρῶν κορυφὰς αἱ τῶν πεζῶν καὶ ἱππέων φάλαγγες· καὶ ἀντιλαμπέτω μὲν ἡλίῳ τῶν ὅπλων ὁ χαλκός, καὶ ταῖς ἐκεῖθεν πεμπομέναις ἀκτῖσιν ἡ τῶν περικεφαλαίων καὶ τῶν ἀσπίδων ἀνταφιέσθω μαρμαρυγή· ὁ δὲ τῶν δοράτων κτύπος καὶ ὁ τῶν ἵππων χρεμετισμὸς πρὸς αὐτὸν φερέσθω τὸν οὐρανόν· καὶ μήτε θάλασσα φαινέσθω μήτε γῇ, ἀλλὰ χαλκὸς καὶ σίδηρος πανταχοῦ· ἀντιπαραταττέσθωσαν δὲ αὐτοῖς καὶ πολέμιοι, ἄγριοί τινες ἄνδρες καὶ ἀνήμεροι· ἐνεστηκέτω δὲ ἤδη καὶ ὁ τῆς συμβουλῆς καιρός· εἶτα ἁρπάσας τὶς ἐξαίφνης μειράκιον τῶν ἐν ἀγρῷ τραφέντων καὶ τῆς πηκτίδος καὶ τῆς καλαύροπος πλέον εἰδότων οὐδέν, καθοπλιζέτω μὲν αὐτὸ ὅπλοις χαλκοῖς, περιαγέτω δὲ τὸ στρατόπεδον ἅπαν, καὶ δεικνύτω λόχους καὶ λοχαγούς, τοξότας, σφενδονήτας, ταξιάρχους, στρατηγούς, ὁπλίτας, ἱππέας, ἀκοντιστάς, τριήρεις, τριηράρχους, τοὺς ἐκεῖ πεφραγμένους στρατιώτας, τῶν ἐν ταῖς ναυσὶν ἀποκειμένων μηχανημάτων τὸ πλῆθος· δεικνύτω δὲ καὶ τὴν τῶν πολεμίων παράταξιν ἅπασαν, καὶ ὄψεις ἀποτροπαίους τινάς, καὶ σκευὴν ὅπλων ἐξηλλαγμένην, καὶ πλῆθος ἄπειρον, καὶ φάραγγας καὶ κρημνοὺς βαθεῖς καὶ δυσχωρίας ὁρῶν· δεικνύτω δὲ ἔτι παρὰ τοῖς ἐναντίοις καὶ πετομένους ἵππους διὰ τινος μαγγανείας, καὶ ὁπλίτας, δι’ ἀέρος φερομένους, καὶ πάσης γοητείας δύναμίν τε καὶ ἰδέαν· καταλεγέτω δὲ καὶ τὰς τοῦ πολέμου συμφοράς, καὶ τῶν ἀκοντίων τὸ νέφος, τῶν βελῶν τὰς νιφάδας, τὴν πολλὴν ἀχλὺν ἐκείνην, καὶ τὴν ἀορασίαν, τὴν ζοφωδεστάτην νύκτα, ἣν τὸ τῶν τοξευμάτων συνίστησι πλῆθος ἀποστρέφον τῇ πυκνότητι τὰς ἀκτῖνας, τὴν κόνιν οὐχ ἧττον τοῦ σκότους τοὺς ὀφθαλμοὺς ἀμαυροῦσαν, τοὺς τῶν αἱμάτων χειμάῤῥους, τῶν πιπτόντων τὰς οἰμωγάς, τῶν ἑστώτων τοὺς ἀλαλαγμούς, τῷ κειμένων τοὺς σωρούς, τροχοὺς αἵματι βαπτιζομένους, ἵππους αὐτοῖς ἀναβάταις πρηνεῖς φερομένους ἀπὸ τοῦ πλήθους τῶν κειμένων νεκρῶν, τὴν γῆν φύρδην ἅπαντα ἔχουσαν, αἷμα καὶ τόξα καὶ βέλη, ἵππων ὁπλὰς καὶ ἀνθρώπων κεφαλὰς ὁμοῦ κειμένας, καὶ βραχίονας καὶ τράχηλον, καὶ κνημῖδα, καὶ στῆθος διακοπέν, ἐγκεφάλους ξίφεσι προσπεπλασμένους, ἀκίδα βέλους ἐκκεκλασμένην, καὶ ὀφθαλμὸν ἔχουσαν ἐμπεπερονημένον· καταλεγέτω καὶ τὰ τοῦ ναυτικοῦ πάθη, τριήρεις τὰς μὲν ἐν μέσοις ἀναπτομένας τοῖς ὕδασι, τὰς δὲ αὐτοῖς ὁπλίταις καταδυομένας, τὸν τῶν ὑδάτων ἦχον, τὸν τῶν ναυτῶν θόρυβον, τὴν τῶν στρατιωτῶν βοήν, τὸν τῶν κυμάτων καὶ τῶν αἱμάτων ὁμοῦ μιγνύμενον ἄφρον καὶ ὁμοῦ τοῖς πλοίοις ἐπεισιόντα πᾶσι, τοὺς ἐπὶ τῶν καταστρωμάτων νεκρούς, τοὺς καταποντιζομένους, τοὺς ἐπιπλέοντας, τοὺς εἰς τοῦ αἰγιαλοὺς ἐκβρασσομένους, τοὺς ἔνδον τοῖς κύμασι περικλυζομένους, καὶ ταῖς ναυσὶν ἀποφράττοντας τὴν ὁδόν· καὶ πάσας ἀκριβῶς διδάξας τὰς τοῦ πολέμου τραγῳδίας, προστιθέτω καὶ τὰ τῆς αἰχμαλωσίας δεινά, καὶ τὴν παντὸς θανάτου χαλεπωτέραν δουλείαν· καὶ ταῦτα εἰπών, κελευέτω τὸν ἵππον ἀναβαίνειν εὐθέως, καὶ τοῦ στρατοπέδου παντὸς ἐκείνου στρατηγεῖν. Ἆρα οἴει πρὸς τὴν διήγησιν μόνην ἀρκέσειν τὸν μειρακίσκον ἐκεῖνον, ἀλλ’ οὐκ ἀπὸ πρώτης ὄψεως εὐθέως ἀφήσειν τὴν ψυχήν;

ιγ’. Καὶ μήτοι με νομίσῃς ἐπαίρειν τὸ πρᾶγμα τῷ λόγῳ· μηδ’ ὅτι τῷ σώματι τούτῳ καθάπερ τινὶ δεσμωτηρίῳ κατακλεισθέντες τῶν ἀοράτων οὐδὲν δυνάμεθα ἰδεῖν, μεγάλα τὰ εἰρημένα εἶναι νομίσῃς. Πολὺ γὰρ ταύτης τῆς μάχης μείζονα καὶ φρικωδεστέραν εἶδες ἄν, εἰ τοῦ διαβόλου τὴν ζοφωδεστάτην παράταξιν καὶ τὴν μανιώδη συμβολὴν τούτοις τοῖς ὀφθαλμοῖς ἰδεῖν ἠδυνήθης ποτέ. Οὐ γὰρ χαλκὸς ἐκεῖ καὶ σίδηρος, οὐδὲ ἵπποι καὶ ἅρματα καὶ τροχοί, οὐδὲ πῦρ καὶ βέλη, οὐδὲ ταῦτα τὰ ὁρατά, ἀλλ’ ἕτερα πολὺ τούτων φοβερώτερα μηχανήματα. Οὐ δεῖ τούτοις τοῖς πολεμίοις θώρακος, οὐδὲ ἀσπίδος, οὐδὲ ξιφῶν καὶ δοράτων· ἀλλ’ ἀρκεῖ μόνῃ ἡ ὄψις τῆς ἐπαράτου στρατιᾶς ἐκείνης παραλῦσαι τὴν ψυχήν, ἣν μὴ λίαν οὖσα γενναῖα τύχῃ, καὶ πρὸ τῆς οἰκείας ἀνδρείας πολλῆς ἀπολαύσῃ τῆς παρὰ τοῦ Θεοῦ προνοίας. Καὶ εἲ γε ἦν δυνατόν, τὸ σῶμα ἀποδύντα τοῦτο, ἢ καὶ μετὰ αὐτοῦ τοῦ σώματος δυνηθῆναι καθαρῶς καὶ ἀφόβως ἅπασαν τὴν ἐκείνου παράταξιν καὶ τὸν πρὸς ἡμᾶς πόλεμον ὀφθαλμοφανῶς ἰδεῖν, εἶδες ἂν οὐ χειμάῤῥους αἱμάτων, οὐδὲ σώματα νεκρά, ἀλλὰ ψυχῶν πτώματα τοσαῦτα, καὶ τραύματα οὕτω χαλεπά, ὡς ἅπασαν ἐκείνην τοῦ πολέμου τὴν ὑπογραφήν, ἣν ἄρτι διῆλθον πρὸς σε, παίδων τινῶν ἀθύρματα εἶναι νόμισα, καὶ παιδιὰν μᾶλλον ἢ πόλεμον· τοσοῦτοι οἱ καθ’ ἑκάστην πληττόμενοι τὴν ἡμέραν. Τὰ δὲ τραύματα οὐκ ἴσην ἐργάζεται τὴν νέκρωσιν, ἀλλ’ ὅσον ψυχῆς καὶ σώματος τὸ μέσον, τοσοῦτον ἐκείνης καὶ ταύτης τὸ διάφορον. Ὅταν γὰρ λάβῃ τὴν πληγὴν ἡ ψυχὴ καὶ πέσῃ, οὐ κεῖται καθάπερ τὸ σῶμα ἀνεπαισθήτως, ἀλλὰ βασανίζεται μὲν ἐντεῦθεν ἤδη τῇ πονηρὰ συνειδήσει τηκομένη· μετὰ δὲ τὴν ἐνθένδε ἀπαλλαγήν, κατὰ τὸν τῆς κρίσεως καιρὸν ἀθανάτῳ παραδίδοται τιμωρίᾳ. Εἰ δὲ τις ἀναλγήτως ἔχοι πρὸς τὰς τοῦ διαβόλου πληγάς, μεῖζον ὑπὸ τῆς ἀναισθησίας ἐκείνῳ γίνεται τὸ δεινόν· ὁ γὰρ ἐπὶ τῆς προτέρᾳ πληγῇ μὴ δειχθείς, εὔκολος δέχεται καὶ δευτέραν, καὶ μετ’ ἐκείνην ἑτέραν. Οὐ γὰρ διαλιμπάνει μέχρι καὶ τῆς ἐσχάτης ἀναπνοῆς παίων ὁ μιαρός, ὅταν εὕρῃ ψυχὴν ὑπτίαν, καὶ τῶν προτέρων καταφρονοῦσαν πληγῶν. Εἰ δὲ καὶ τῆς συμβολῆς τὸν τρόπον ἐξετάζειν ἐθέλοις, πολὺ ταύτην σφοδροτέραν καὶ ποικιλωτέραν ἴδοις ἄν. Οὔτε γὰρ κλοπῆς καὶ δόλου τοσαύτας τις οἶδεν ἰδέας, ὅσας ἐκεῖνος ὁ μιαρός· ταύτῃ γοῦν τὴν πλεῖον κέκτηται δύναμιν· οὔτε ἔχθραν τις οὕτως ἀκήρυκτον δύναται ἔχειν πρὸς τοὺς ἄγαν πολεμιωτάτους αὐτῷ, ὅσην πρὸς τὴν ἀνθρωπείαν φύσιν ὁ πονηρὸς δαίμων ἐκεῖνος. Καὶ τὴν προθυμίαν δὲ εἲ τις ἐξετάζει, μεθ’ ἧς μάχεται ἐκεῖνος, ἀνθρώποις μὲν ἐνταῦθα καὶ γελοῖον περιβαλεῖν· εἰ δὲ τις ὀργιλώτατα καὶ ἀπηνέστατα τῶν θηρίων ἐκλεξάμενος ἀντιτίθεται θέλοι τῇ τούτου μανίᾳ, πραότατα ὄντα καὶ ἡμερώτατα εὑρήσει τῇ παραβολῇ· τοσοῦτον οὗτος πνεῖ θυμόν, ταῖς ἡμετέραις προσβάλλων ψυχαῖς. Καὶ ὁ τῆς μάχης δὲ χρόνος ἐνταῦθα μὲν βραχύς, καὶ ἐν τῷ βραχεῖ δὲ αὐτῷ πολλαὶ αἱ ἀνακωχαί. Καὶ γὰρ καὶ νὺξ ἐπελθοῦσα, καὶ ὁ τοῦ σφάζειν κάματος, καὶ τροφῆς καιρός, καὶ πολλὰ ἕτερα διαναπαύειν τὸν στρατιώτην πέφυκεν, ὡς καὶ ἀποδύναι τὴν παντευχίαν, καὶ ἀναπνεῦσαι μικρόν, καὶ σίτῳ καὶ ποτῷ καταψύξαι, καὶ ἑτέροις πολλοῖς τὴν προτέραν ἀνακτήσασθαι δύναμιν. Ἐπὶ δὲ τοῦ πονηροῦ οὐκ ἔστι τὰ ὅπλα καταθέσθαι ποτέ, οὐκ ἔστιν ὕπνον ἄρασθαι τὸν βουλόμενον ἄτρωτον μένειν διαπαντός. Ἀνάγκη γὰρ δυοῖν θάτερον, ἢ πεσεῖν καὶ ἀπολέσθαι γυμνωθέντα, ἢ διὰ παντὸς καθωπλισμένον ἑστῶτα καὶ ἐγρηγορότα εἶναι. Καὶ γὰρ ἐκεῖνος διαπαντὸς ἕστηκε μετὰ τῆς αὐτοὺς παρατάξεως, τὰς ἡμετέρας ῥᾳθυμίας παρατηρῶν, πλείονα τε εἰσφέρων σπουδὴν εἰς τὴν ἡμετέραν ἀπώλειαν, ἢ εἰς τὴν σωτηρίαν ἡμεῖς τὴν ἑαυτῶν. Καὶ τὸ μὴ ὁρᾶσθαι δὲ αὐτὸν ὑφ’ ἡμῶν, καὶ τὸ ἐξαπίνης ἐπιτίθεσθαι (ἃ μάλιστα τῶν μυρίων ἐστὶν αἴτια κακῶν) τοῖς οὐκ ἐγρηγοροῦσι διαπαντὸς πολὺ τοῦτον ἀπορώτερον ἐκείνου δείκνυσι τὸν πόλεμον. Ἐνταῦθα οὖν ἡμᾶς ἤθελες στρατηγεῖν τοῖς στρατιώταις τοῦ Χριστοῦ; Ἀλλὰ τῷ διαβόλῳ τοῦτο ἦν στρατηγεῖν. Ὅταν γὰρ ὁ διατάττειν καὶ διακοσμεῖν τοὺς λοιποὺς ὀφείλων, πάντων ἀπειρότατος καὶ ἀσθενέστατος ᾗ, προδοὺς ὑπὸ τῆς ἀπειρίας τοὺς πιστευθέντας, τῷ διαβόλῳ μᾶλλον ἐστρατήγησεν ἢ τῷ Χριστῷ. Ἀλλὰ τὶ στένεις, τὶ δακρύεις; Οὐ γὰρ θρήνων ἄξια τὰ κατ’ ἐμὲ νῦν, ἀλλ’ εὐφροσύνης καὶ χαρᾶς. ΒΑΣΙΛΕΙΟΣ. Ἀλλ’ οὐχὶ καὶ τὰ ἐμά, φησίν, ἀλλὰ μυρίων ἄξια ταῦτα κοπετῶν· νῦν γὰρ μόλις ἠδυνήθην συνιδεῖν οἷ τῶν κακῶν μὲ ἤγαγες. Ἐγὼ μὲν γὰρ εἰσῆλθον πρὸς σέ, ὃ τι πότε ὑπὲρ σοῦ πρὸς τοὺς ἐγκαλοῦντας ἀπολογήσομαι, δεόμενος μαθεῖν· σὺ δὲ με ἐκπέμπεις ἑτέραν ἀνθ’ ἑτέρας φροντίδα ἐνθείς. Οὐ γὰρ ἔτι μοι μέλλει, τὶ πρὸς ἐκείνους ὑπὲρ σοῦ, ἀλλὰ τὶ πρὸς τὸν Θεὸν ὑπὲρ ἐμαυτοῦ καὶ τῶν ἐμῶν ἀπολογήσομαι κακῶν. Πλὴν ἀλλὰ σοῦ δέομαι καὶ ἀντιβολῶ, εἲ τι σοὶ μέλει τῶν ἐμῶν, εἲ τις παράκλησις ἐν Χριστῷ, εἲ τι παραμύθιον ἀγάπης, εἲ τινα σπλάγχνα καὶ οἰκτιρμοὶ (καὶ γὰρ οἶδας, ὅτι με μάλιστα πάντων αὐτὸς εἰς τοῦτον τὸν κίνδυνον ἤγαγες), χεῖρα ὄρεξον, καὶ λέγων καὶ πράττων τὰ δυνάμενα ἡμᾶς ἀνορθοῦν· μηδὲ ἀνάσχῃ πρὸς γοῦν τὸ βραχύτατον ἡμᾶς ἀπολιπεῖν, ἀλλὰ νῦν μᾶλλον ἣ πρότερον κοινὰς ποιεῖσθαι τὰς διατριβάς. ΧΡΥΣΟΣΤ. Ἐγὼ δὲ μειδιάσας, Καὶ τὶ συμβαλέσθαι, ἔφην, τὶ δὲ σε ὀνῆσαι δυνήσομαι πρὸς τοσοῦτον πραγμάτων ὄγκον; Πλὴν ἀλλ’ ἐπειδὴ σοι τοῦτο ἡδύ, θαῤῥεῖ, ὦ φίλη κεφαλή· τὸν γὰρ καιρὸν καθ’ ὃν ἂν ἐξῇ σοι τῶν ἐκεῖθεν φροντίδων ἀναπνεῖν, καὶ παρέσομαι, καὶ παρακαλέσω, καὶ τῶν εἰς δύναμιν τὴν ἐμὴν ἐλλείψω οὐδέν. Ἐπὶ τούτοις πλέον ἐκεῖνος δακρύσας ἀνίσταται· ἐγὼ δὲ αὐτῷ περιχυθείς, καὶ καταφιλήσας τὴν κεφαλήν, προὔπεμπον, παρακαλῶν γενναίως φέρειν τὸ συμβεβηκός. Πιστεύω γάρ, ἔφην, τῷ καλέσαντί σε Χριστῷ, καὶ τοῖς ἰδίοις ἐπιστήσαντι προβάτοις, ὅτι τοσαύτην ἐκ τῆς διακονίας ταύτης κτήσῃ τὴν παῤῥησίαν, ὡς καὶ ἡμᾶς κατὰ τὴν ἡμέραν ἐκείνην κινδυνεύοντας εἰς τὴν αἰώνιον σου δέξασθαι σκηνήν.

Ὁμιλίᾳ Πρώτη – Ὅτε πρεσβύτερος προεχειρίσθη, εἰς ἑαυτὸν καὶ εἰς τὸν ἐπίσκοπον, καὶ εἰς τὸ πλῆθος τοῦ λαοῦ

α’. Ἆρα ἀληθῆ τὰ συμβάντα περὶ ἡμᾶς; Καὶ γέγονεν ὄντως τὰ γεγενημένα, καὶ οὐκ ἐξηπατήμεθα; Οὐδὲ νὺξ τὰ παρόντα καὶ ὄναρ, ἀλλ’ ἡμέρᾳ ὄντως ἐστί, καὶ ἐγρηγοροῦμεν ἅπαντες; Καὶ τὶς ἂν ταῦτα πιστεύσειεν, ὅτι ἡμέρας οὔσης, νηφόντων ἀνθρώπων καὶ ἐγρηγορότων, μειρακίσκος εὐτελὴς καὶ ἀπεῤῥιμμένος πρὸς ὕψος ἀρχῆς ἀνηνέχθη τοσοῦτον; Ἐν νυκτὶ μὲν γὰρ οὐδὲν ἀπεικὸς τὰ τοιαῦτα συμβαίνειν. Ἤδη γοῦν τινες τὸ σῶμα ἀνάπηροι, καὶ μηδὲ τῆς ἀναγκαίας εὐποροῦντες τροφῆς, καθευδήσαντες εἶδον ἑαυτοὺς ἀρτίους γεγενημένους καὶ καλοὺς καὶ τραπέζης ἀπολαύοντας βασιλικῆς· ἀλλ’ ἦν ὕπνος καὶ ὀνείρων ἀπάτη τὰ φαινόμενα. Καὶ γὰρ τοιαύτη τῶν ὀνειράτων ἡ φύσις· πανοῦργός τὶς ἐστι καὶ θαυμαστή, καὶ τοῖς παραδόξοις ἐντρυφῶσα χαίρει. Ἀλλ’ οὐκ ἐν ἡμέρᾳ ταῦτα, οὐδὲ ἐπ’ αὐτῆς τῶν πραγμάτων τῆς ἀληθείας τοῦτο τάχα συμβαῖνον ἴδοι τις ἄν. Ἀλλὰ πάντα νῦν συνέβη καὶ γέγονε καὶ τέλος ἔχει, καθὼς θεωρεῖτε, ταῦτα δὴ τὰ τῶν ὀνείρων ἀπιστοτέρα· καὶ πόλις οὕτω μεγάλη καὶ πολυάνθρωπος, δῆμός τε θαυμαστὸς καὶ μέγας πρὸς τὴν ἡμετέραν εὐτέλειαν κέχηνεν, ὡς μετὰ τι καὶ γενναῖον ἀκουσόμενος παρ’ ἡμῶν. Καίτοι καὶ εἰ κατὰ τοὺς ἀεννάους ἔῤῥεον ποταμούς, καὶ πηγαὶ λόγων ἐναπέκειντό μου τῷ στόματι, τοσούτων ἀθρόον συνδραμόντων πρὸς τὴν ἀκρόασιν, ταχέως ἀνεστάλη μοι τῷ φόβῳ τὸ ῥεῖθρον, καὶ ἀναχαίτισεν ἂν εἰς τοὐπίσω τὰ νάματα· ὅταν δὲ μὴ ποταμῶν, μηδὲ πηγῶν μόνον, ἀλλὰ μηδὲ ψεκάδος εὐτελοῦς διασώζωμεν μέτρον, πῶς οὐ δέος μὴ καὶ αὐτὸ τὸ μικρὸν τῆς ἐπιῤῥοῆς ἐπιλίπῃ τῷ φόβῳ ξηρανθέν, καὶ γένηται ταὐτόν, ὃ καὶ ἐπὶ τῶν σωμάτων συμβαίνειν εἴωθε; Τὶ δὲ γίνεται ἐπὶ τῶν σωμάτων; Πολλὰ πολλάκις κατέχοντες τῇ χειρί, καὶ τοῖς δακτύλοις ἡμῶν σφίγγοντες, πτοηθέντες ἅπαντα ἐξεχέαμεν, χαυνωθέντων ἡμῶν τῶν νεύρων, καὶ τοῦ τόνου τῆς σαρκός, χαλασθέντος. Τοῦτο δὴ δέος μὴ καὶ τήμερον γένηται ἐπὶ τῆς ψυχῆς τῆς ἡμετέρας, καὶ ἃ μετὰ πολλοῦ πόνου συνηγάγομεν ὑμῖν νοήματα, τὰ μικρὰ δὴ ταῦτα καὶ εὐτελῆ, ὑπὸ τῆς ἀγωνίας ἐλαθέντα, φροῦδα οἰχήσεται, καὶ τὴν διάνοιαν ἡμῶν ἐρήμην καταλιπόντα ἀποπτῇ. Διὸ δέομαι πάντων ὁμοίως ὑμῶν, ἀρχόντων καὶ ἀρχομένων, ὅσην ἡμῖν ἀγωνίαν ἐνεβάλετε τῇ συνδρομῇ τῇ κατὰ τὴν ἀκρόασιν, τοσοῦτον ἐμπνεῦσαι θάρσους ἡμῖν διὰ τῆς σπουδῆς τῆς κατὰ τὰς εὐχάς, καὶ δεηθῆναι τοῦ διδόντος ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ, δοῦναι καὶ ἡμῖν λόγον ἐν ἀνοίξει τοῦ στόματος ἡμῶν. Πάντως ὑμῖν πόνος οὐδεὶς τοσούτοις οὖσι καὶ τηλικούτοις, ἑνὸς μειρακίσκου ψυχὴν τῷ φόβῳ διαλυθεῖσαν ἐπισφίγξαι πάλιν· δίκαιοι δὲ ἂν εἴητε ταύτην ἡμῖν παρασχεῖν τὴν αἴτησιν, ἐπεὶ καὶ δι’ ὑμᾶς τὸν κύβον ἀνεῤῥίψαμεν τοῦτον, δι’ ὑμᾶς καὶ τὴν ὑμετέραν ἀγάπην, ἧς οὐδὲν βιαιότερον, οὐδὲ τυραννικώτερον, ὅπου γε καὶ ἡμᾶς οὐ μάλα ἐμπείρως ἔχοντας τοῦ λέγειν, λέγειν ἀνέπεισε, καὶ πρὸς τὸ τῆς διδασκαλίας στάδιον ἀποδύσασθαι παρεσκεύασε, καίτοι μηδέπω πρότερον τούτων ἁψαμένους τῶν παλαισμάτων, ἀλλ’ ἀεὶ μετὰ τῶν ἀκροατῶν ταττομένους,καὶ τῆς ἀπράγμονος ἀπολαύοντας ἡσυχίας. Ἀλλὰ τὶς οὕτω σκληρὸς καὶ δυσάγωγος, ὡς τὸν ὑμέτερον σύλλογον σιγῇ παρελθεῖν, καὶ θερμοὺς εὑρὼν ἀκροάσεως ἐραστάς, μὴ προσειπεῖν, κἂν ἁπάντων ἀνθρώπων ἀφωνότερος ᾗ; Ἐβουλόμην οὖν πρῶτον ἐν ἐκκλησίᾳ μέλλων ἀφιέναι λόγον, τῶν προοιμίων ἀπάρξασθαι τῷ τὴν γλῶσσαν ἡμῖν ταύτην δεδωκότι Θεῷ· καὶ γὰρ οὕτως ἔδει. Οὐ γὰρ δὴ μόνον ἅλωνος καὶ ληνοῦ, ἀλλὰ καὶ λόγων ἀπάρχεσθαι δεῖ τῷ λόγῳ, καὶ λόγων πολλῶν μᾶλλον, ἢ δραγμάτων. Καὶ γὰρ καὶ ἡμῖν οἰκειότερος οὗτος ὁ καρπός, καὶ αὐτῷ προσφιλέστερος τῷ τιμωμένῳ Θεῷ. Βότρυν μὲν γὰρ καὶ ἄσταχυν λαγόνες ἐκφέρουσι γῆς, καὶ τρέφουσι ὄμβρων ἐπιῤῥοαί, καὶ γηπόνων θεραπεύουσι χεῖρες· ὕμνον δὲ ἱερὸν τίκτει μὲν εὐλαβείᾳ ψυχῆς, τρέφει δὲ συνειδὸς ἀγαθόν, δέχεται δὲ εἰς τὰ ταμιεῖα τῶν οὐρανῶν ὁ Θεός. Ὅσῳ δὲ γῆς ἀμείνων ψυχή, τοσούτῳ καὶ αὕτη βελτίων ἐκείνης ἡ φορά. Διὰ τοι τοῦτο καὶ τῶν προφητῶν τις, ἀνὴρ θαυμαστὸς καὶ μέγας, Ὠσηὲ ὄνομα αὐτῷ, τοῖς τῷ Θεῷ προσκεκρουκόσι καὶ μέλλουσιν ἵλεων καταστήσειν αὐτὸν παραινεῖ φέρειν μεθ’ ἑαυτῶν, οὐχὶ βοῶν ἀγέλας, οὐδὲ σεμιδάλεως μέτρα τόσα καὶ τόσα, οὐδὲ τρυγόνα καὶ περιστεράν, οὐδὲ ἄλλο τι τῶν τοιούτων οὐδέν· ἀλλὰ τί; «Φέρετε μεθ’ ἑαυτῶν λόγους, φησί». Καὶ ποία θυσία λόγος; Ἴσως εἴποι τις ἄν. Μεγίστη μὲν οὖν, ἀγαπητέ, καὶ σεμνοτάτη, καὶ τῶν ἄλλων ἁπασῶν βελτίων. Καὶ τὶς ταῦτά φησιν; Αὐτὸς ὁ ταῦτα μάλιστα πάντων εἰδὼς ἀκριβῶς, ὁ γενναῖος καὶ μέγας Δαυΐδ. Τῷ γὰρ Θεῷ ποτε εὐχαριστήρια θύων ἐπὶ νίκῃ πολέμου γεγενημένη οὑτωσὶ πως ἔλεγεν· «Αἰνέσω τὸ ὄνομα τοῦ Θεοῦ μου μετ’ ᾠδῆς· μεγαλυνῶ αὐτὸν ἐν αἰνέσει». Εἶτα τῆς θυσίας ταύτης τὴν ὑπεροχὴν ἡμῖν ἐνδεικνύμενος, ἐπήγαγε· «Καὶ ἀρέσει τῷ Θεῷ ὑπὲρ μόσχον νέον κέρατα ἐκφέροντα καὶ ὁπλάς». Ἐβουλόμην μὲν οὖν καὶ αὐτὸς ταῦτα τήμερον καταλαβεῖν τὰ ἱερεία, καὶ τὸ θυσιαστήριον ἀπὸ τῶν θυμάτων τούτων αἱμάξαι τὸ πνευματικόν· ἀλλὰ τὶ πάθω; Σοφὸς τις ἀνὴρ ἐπιστομίζει με, καὶ φοβεῖ λέγων· «Οὐχ ὥραις αἶνος ἐν στόματι ἁμαρτωλοῦ». Καθάπερ γὰρ ἐπὶ τῶν στεφάνων οὐχὶ τὰ ἄνθη μόνον εἶναι χρὴ καθαρά, ἀλλὰ καὶ τὴν ὑφαίνουσαν αὐτὰ χεῖρα. Οὕτω καὶ ἐπὶ τῶν ὕμνων τῶν ἱερῶν οὐχὶ τοὺς λόγους εὐλαβείας μετέχειν χρὴ μόνον, ἀλλὰ καὶ τὴν πλέκουσαν αὐτοὺς ψυχήν. Ἡμῖν δὲ ἐναγὴς τὶς ἐστι, καὶ ἀπαῤῥησίαστος, καὶ πολλῶν γέμουσα τῶν ἁμαρτημάτων. Τοὺς δὲ οὕτω διακειμένους οὐχ οὗτος ἐπιστομίζει μόνον ὁ νόμος, ἀλλὰ καὶ ἕτερος ἀρχαιότερος ἐκείνου καὶ πρὸ ἐκείνου τεθείς. Καὶ γὰρ καὶ τοῦτον εἰσήνεγκεν ὁ περὶ τῶν θυσιῶν ἡμῖν ἄρτι διαλεχθεὶς Δαυΐδ· εἰπὼν γάρ, «Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖται αὐτὸν ἐν τοῖς ὑψίστοις»· καὶ μετ’ ὀλίγα πάλιν εἰπών, «Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς», καὶ τὴν κτίσιν καλέσας ἑκατέραν, τὴν ἄνω, τὴν κάτω, τὴν αἰσθητήν, τὴν νοητήν, τὴν ὁρωμένην, τὴν οὐχ ὁρωμένην, τὴν ὑπὲρ τὸν οὐρανόν, τὴν ὑπὸ τὸν οὐρανόν, καὶ χορὸν ἕνα στήσας ἐξ ἑκατέρας, καὶ οὕτω τὸν βασιλέα τῶν ὅλων παρακελευσάμενος ἀνυμνεῖν, οὐδαμοῦ τὸν ἁμαρτωλὸν ἐκάλεσεν, ἀλλὰ καὶ ἐνταῦθα αὐτῷ τὰς θύρας ἀπέκλεισε.

β’. Καὶ ἵνα σαφέστερον ὑμῖν γένηται τὸ λεγόμενον, αὐτὸν ἡμῖν ἄνωθεν ἀναγνώσομαι τὸν ψαλμόν. «Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, φησίν, αἰνεῖται αὐτὸν ἐν τοῖς ὑψίστοις· αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ». Εἶδες ἀγγέλους αἰνοῦντας, εἶδες ἀρχαγγέλους, εἶδες τὰ Χερουβίμ, καὶ τὰ Σεραφίμ, τὰς ἀνωτέρας δυνάμεις; Ὅταν γὰρ εἴπῃ, «Πᾶσαι αἱ δυνάμεις αὐτοῦ», πάντα τὸν ἄνω παραλαμβάνει δῆμον. Μὴ που τὸν ἁμαρτωλὸν εἶδες; Καὶ πῶς ἦν ἐν οὐρανῷ δυνατὸν ὀφθῆναι; φησίν· οὐκοῦν δεῦρο καὶ εἰς τὴν γῆν σε καταγάγωμεν, πρὸς τὸ ἕτερον τοῦ χοροῦ μεταστήσαντες μέρος· καὶ οὐδὲ ἐνταῦθα αὐτὸν ὄψει πάλιν. «Αἰνεῖται τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι, τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά». Οὐ μάτην, οὐδὲ εἰκῆ μεταξὺ ταῦτα λέγων ἐσίγησα· ἀλλὰ γὰρ συνεχύθη μοὶ τῆς διανοίας ὁ λογισμός, καὶ πικρὸν ἀπῆλθε δακρῦσαι καὶ οἰμῶξαι μέγα. Τὶ γὰρ ἂν γένοιτ’ ἐλεεινότερον; Εἰπὲ μοι. Σκορπίοι καὶ ἔχεις καὶ δράκοντες πρὸς τὴν εὐφημίαν καλοῦνται τοῦ πεποιηκότος αὐτούς, μόνος δὲ ὁ ἁμαρτωλὸς τῆς ἱερᾶς ταύτης χοροστασίας ἀπολείπεται· καὶ εἰκότως. Θηρίον γὰρ ἐστι πονηρὸν ἡ ἁμαρτία καὶ ἀνήμερον, οὐκ εἰς τὰ σύνδουλα τῶν σωμάτων τὴν κακίαν ἐπιδεικνύμενον, ἀλλ’ εἰς τὴν δόξαν τὴν δεσποτικὴν τὸν ἰὸν τῆς πονηρίας ἔκχεον. «Δι’ ὑμᾶς γάρ, φησί, τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἐνθεσι». Διὰ τοῦτο αὐτὸν ὥσπερ ἐξ ἱερᾶς πατρίδος, τῆς οἰκουμένης ἀπήλασεν ὁ προφήτης, καὶ πρὸς τὴν ὑπερορίαν ἀπῴκισεν. Οὕτω που καὶ ὁ μουσικὸς ἄριστος εὐαρμόστου κιθάρας τὴν ἀπηχοῦσαν νευρὰν ἀποτέμνει, ὥστε μὴ τῇ τῶν λοιπῶν φθόγγων ἁρμονίᾳ λυμήνασθαι· οὕτω καὶ ἰατρὸς τεχνικὸς τὸ σεσηπὼς ἐκκόπτει μέλος, ὥστε μὴ τὴν ἐκεῖθεν λύμην τῷ τῶν λοιπῶν μελῶν εὐεξία ἐπιδραμεῖν· οὕτω καὶ ὁ προφήτης ἐποίησεν ὥσπερ ἀπηχοῦσαν νευράν, καὶ ὥσπερ μέλος νενοσηκὸς, τοῦ παντὸς σώματος τῆς κτίσεως τὸν ἁμαρτωλὸν ἀποκόψας. Τὶ τοίνυν ἂν εἴη πρακτέον ἡμῖν; Ἐπειδὴ γὰρ ἀπεῤῥίφημεν, ἐπειδὴ ἐξεκόπημεν, ἀνάγκη πάντως σιγᾶν. Σιγήσομεν οὖν; Εἰπὲ μοι· καὶ οὐδεὶς ἡμῖν συγχωρήσει τὸν Δεσπότην ὕμνησαι τὸν ἡμέτερον, ἀλλ’ εἰκῆ τὰς ὑμετέρας ἐκαλέσαμεν εὐχάς; Εἰκῆ πρὸς τὰς ὑμετέρας κατεφύγομεν πρεσβείας; Οὐκ εἰκῆ, γένοιτο. Εὗρον γάρ, εὗρον καὶ ἕτερον δοξολογίας τρόπον, αὐτῶν τῶν ὑμετέρων εὐχῶν μεταξὺ τῆς ἀπορίας ταύτης, ὥσπερ ἐν σκότει φανεισῶν ἀστραπῶν· ἐπαινέσομαι τοῦ συνδούλους. Ἔξεστι γὰρ καὶ τοὺς ὁμοδούλους ἐπαινεῖν· τούτων δὲ ἐπαινουμένων, εἰς τὸν Δεσπότην ἡ δόξα διαβήσεται πάντως. Ὅτι δὲ καὶ ἐντεῦθεν δοξάζεται δείκνυσι καὶ αὐτὸς ὁ Χριστὸς λέγων· «Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς». Ἰδοὺ λοιπὸν καὶ ἕτερος δοξολογίας τρόπος, ὃν καὶ ἁμαρτωλῷ δυνατὸν εἰπεῖν, καὶ μὴ παραλῦσαι τὸν νόμον.

γ’. Τίνα οὖν, τίνα τῶν συνδούλων ἐπαινεσόμεθα; Τίνα δὲ ἄλλον, ἀλλ’ ἢ τὸν κοινὸν τῆς πατρίδος διδάσκαλον, καὶ διὰ τῆς πατρίδος τῆς οἰκουμένης ἁπάσης. Καθάπερ γὰρ ὑμᾶς οὗτος ἐπαίδευσε μέχρι θανάτου ὑπὲρ τῆς ἀληθείας ἐνίστασθαι, οὕτως ὑμεῖς τοὺς ἄλλους ἀνθρώπους ἐδιδάξατε τῆς ψυχῆς μᾶλλον ἢ τῆς εὐσεβείας ἀφίστασθαι. Βούλεσθε οὖν ἐντεῦθεν αὐτῷ πλέξωμεν τοὺς τῶν ἐγκωμίων στεφάνους; Ἐβουλόμην καὶ αὐτός, ἀλλ’ ὁρῶ πέλαγος ἀχανὲς κατορθωμάτων, καὶ δέδοικα μὴ πρὸς τὸν πυθμένα κατενεχθεὶς ὁ λόγος ἀσθενήσῃ πάλιν ἀναδραμεῖν. Ἀνάγκη γὰρ παλαιὰ διηγήσασθαι κατορθώματα, ἀποδημίας, ἀγρυπνίας, φροντίδας, γνώμας, μάχας, τροπαὶ τροπαίοις καὶ νίκας νίκαις συναπτομένας, πράγματα οὐχὶ τῆς ἡμετέρας μόνον, ἀλλὰ καὶ πάσης ἀνθρωπίνης μείζονα γλώττης, ἀποστολικῆς δεόμενα φωνῆς πνεύματι κινουμένης, ᾧ πάντα καὶ εἰπεῖν καὶ διδάξαι δυνατόν. Ἀλλὰ τοῦτο παραδραμόντες τὸ μέρος, ἐφ’ ἕτερον ἀσφαλέστερον ἥξομεν, ὃ καὶ ἀκατίῳ διαπλεῦσαι ἔνι μικρῷ.

φέρε οὖν τοὺς περὶ τῆς ἐγκρατείας κινήσωμεν λόγους, καὶ εἴπωμεν πῶς ἐκράτησε γαστρός, πῶς ὑπερεῖδε τρυφῆς, πῶς κατεγέλασε τραπέζης πολυτελοῦς, καὶ ταῦτα ἐν μεγάλῃ τραφεὶς οἰκίᾳ. Τὸν μὲν γὰρ ἐν πτωχείᾳ βεβιωκότα θαυμάσιον οὐδὲν πρὸς τὸν αὐχμῶντα τοῦτον καὶ σκληρὸν βίον ἐλθεῖν· ἔχει γὰρ τὴν πενίαν συνέμπορον καὶ συνοδοιπόρον, τὸν φορτίον αὐτῷ κατ’ ἑκάστην ἐπικουφίζουσαν τὴν ἡμέραν· ὁ δὲ πλούτου γενόμενος κύριος, οὐκ ἂν ῥᾳδίως τὰς ἐκεῖθεν λαβὰς ἀποδύσαιτο· τοσοῦτος τῶν νοσημάτων ἐσμὸς τὴν τοιαύτην περιίπταται ψυχήν. Διὸ καὶ καθάπερ νέφος παθημάτων πυκνὸν καὶ γνοφῶδες τὰς τῆς διανοίας διαφράττον ὄψεις, οὐκ ἀφίησι πρὸς τὸν οὐρανὸν ἰδεῖν, ἀλλὰ κάτω νεύειν βιάζεται, καὶ πρὸς τὴν γῆν κεχηνέναι. Καὶ οὐκ ἔστιν, ἀποδημίαν τῶν οὐρανῶν ὡς πλοῦτος καὶ τὰ ἀπὸ τοῦ πλούτου κακά. Οὐκ ἐμὸς οὗτος ὁ λόγος, ἀλλ’ αὐτοῦ τοῦ Χριστοῦ ψῆφός ἐστιν ἐξενηνεγμένη εἰπόντος· «Εὐκολώτερον ἐστι κάμηλον διὰ τρυπήματος ῥαφίδος εἰσελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τῶν οὐρανῶν». Ἀλλ’ ἰδοὺ τὸ δύσκολον τοῦτο, μᾶλλον δὲ ἀδύνατον γέγονε δυνατόν· καὶ ὃ πάλαι Πέτρος ἠπόρει πρὸς τὸν διδάσκαλον, καὶ μαθεῖν ἐζήτει, τοῦτο διὰ τῆς πείρας αὐτῆς ἔγνωμεν ἅπαντες, μᾶλλον δὲ καὶ τούτου πλέον. Οὐ γὰρ δὴ μόνον αὐτὸς εἰς τὸν οὐρανὸν ἀνέβη, ἀλλὰ καὶ δῆμον εἰσάγει τοσοῦτον, μετὰ τοῦ πλούτου καὶ ἕτερα τούτου οὐχ ἥττονα κωλύματα ἔχων, νεότητα καὶ ὀρφανίαν ἄωρον, ἃ πᾶσάν εἰσιν ἀνθρώπων μᾶλλον ἱκανὰ γοητεῦσαι ψυχήν· τοιαύτας ἔχουσιν ἐπῳδάς, τοιαῦτα κατασκευάζουσι φάρμακα. Ἀλλ’ ὅμως καὶ τούτων οὗτος ἐκράτησε, καὶ τῶν οὐρανῶν ἐπελάβετο, καὶ πρὸς τὴν ἐκεῖ φιλοσοφίαν μετέθηκεν ἑαυτόν, καὶ οὔτε τὴν λαμπρότητα τοῦ παρόντος ἐνενόησε βίου, οὔτε εἰς τὴν τῶν προγόνων περιφανεῖν εἶδε· μᾶλλον δὲ εἰς τὴν τῶν προγόνων εἶδε περιφάνειαν, οὐ τῶν κατὰ φυσικὴν δὲ ἀνάγκην συνδεδεμένων αὐτῷ, ἀλλὰ τῶν κατὰ προαίρεσιν εὐσεβείας αὐτῷ προσηκόντων. Διὸ καὶ τοιοῦτος ἐγένετο. Εἶδεν εἰς τὸν πατριάρχην Ἀβραάμ, εἶδεν εἰς τὸν μέγα Μωϋσήν, ὃς ἐν οἰκίᾳ τραφεὶς βασιλικῇ, καὶ τραπέζης μετασχὼν Συβαριτικῆς, καὶ μεταξὺ θορύβων ἀποληφθεὶς Αἰγυπτιακῶν (ἴστε δὲ οἷα τὰ βαρβάρων, ὅσου τύφου καὶ φαντασίας γέμει), πάντα ἀτιμάσας ἐκεῖνα, πρὸς τὸν πηλὸν καὶ τὴν πλινθείαν ἀπηυτομόλησε, τῶν δούλων καὶ αἰχμαλώτων εἶναι ἐπιθυμήσας, ὁ βασιλεὺς καὶ τοῦ βασιλέως υἱός. Τοιγάρτοι διὰ τοῦτο μετὰ λαμπροτέρου πάλιν ἐπανῄει τοῦ σχήματος, ἢ πρότερον ἔχων ἀπέβαλε. Μετὰ γὰρ τὴν φυγὴν καὶ τὴν παρὰ τῷ κηδεστῇ θητείαν, καὶ τὴν ἐπὶ τῆς ἀλλοτρίας ταλαιπωρίαν, ἐπανῄει τοῦ βασιλέως ἡγούμενος, μᾶλλον δὲ τοῦ βασιλέως γενόμενος θεός· «Τέθεικα γὰρ σε, φησί, θεὸν Φαραώ». Καὶ λαμπρότερος ἦν τοῦ βασιλέως, οὐ διάδημα ἔχων, οὐδὲ ἁλουργίδα περικείμενος, οὐδὲ ζεῦγος ἐλαύνων χρυσοῦν, ἀλλὰ πάντα ἐκεῖνον πατήσας τὸν τῦφον. «Πᾶσα γάρ, φησίν, ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν». Ἐπανῄει τοίνυν σκῆπτρον ἔχων, δι’ ὃ οὐκ ἀνθρώποις ἐκέλευε μόνον, ἀλλ’ οὐρανῷ καὶ γῇ καὶ θαλάττῃ, καὶ ἀέρων καὶ ὑδάτων φύσει, καὶ λίμναις καὶ πηγαῖς καὶ ποταμοῖς. Πάντα γάρ, ὅσα ἐβούλετο ὁ Μωϋσῆς, ταῦτα ἐγίνετο τὰ στοιχεῖα· καὶ ἐν ταῖς χερσὶ δὲ αὐτοῦ μετεσχηματίζετο πάλιν ἡ κτίσις, καὶ καθάπερ θεράπαινά τις εὐγνώμων, δεσπότου φίλον ἰδοῦσα παραγενόμενον, πάντα ἐπείθετο καὶ ὑπήκουε καθάπερ αὐτῷ τῷ Δεσπότῃ. Πρὸς τοῦτον καὶ οὗτος ἰδών, τοιοῦτος ἐγίνετο, καὶ ταῦτα νέος ὤν, εἰ δήποτε καὶ ἐγένετο νέος· οὐ γὰρ ἔγωγε πείθομαι· οὕτως ἐξ αὐτῶν αὐτῷ τῶν σπαργάνων πολιὸν φρόνημα ἦν. Ἀλλὰ καὶ κατὰ τὸν τῆς ἡλικίας λόγον νέος ὤν, πάσης φιλοσοφίας ἐπελάβετο, καὶ καταμαθὼν τὴν φύσιν τὴν ἡμετέραν ὅτι καθάπερ χωρίον ἐστὶν ὑλομανοῦν, τὰ μὲν νοσήματα τῆς ψυχῆς τῷ λόγῳ τῆς εὐσεβείας, καθάπερ δρεπάνῃ τινί, ῥᾳδίως ἐξέκοπτε, καθαρὰς παρέχων τῷ γεωργῷ τὰς ἀρούρας πρὸς τὴν τῶν σπερμάτων καταβολήν, καὶ δεχόμενος ἅπαντα, πρὸς τὸ βάθος παρέπεμπεν· ὥστε κάτωθεν ῥιζωθέντα μήτε πρὸς τὴν τῆς ἀκτῖνος ἐνδοῦναι προσβολήν, μήτε ὑπὸ τῶν ἀκανθῶν ἀποπνιγῆναι πάλιν. Ἀλλὰ τὴν μὲν ψυχὴν ἐθεράπευεν οὕτω· τὰ δὲ τῆς σαρκὸς σκιρτήματα τοῖς τῆς ἐγκρατείας φαρμάκοις κατέστελλεν, ὥσπερ ἵππῳ τινὶ δυσηνίῳ, τῷ σώματι τὸν ἀπὸ τῆς νηστείας χαλινὸν ἐμβάλλων, καὶ μέχρι τοσούτου τείνων ὀπίσω, ὡς αὐτὰ τῶν ἐπιθυμιῶν αἱμάξαι τὰ στόματα μετὰ τῆς προσηκούσης φειδοῦς. Οὔτε γὰρ κατέτεινε τὸ σῶμα, ὥστε μὴ συμποδισθέντα τὸν ἵππον ἄχρηστον αὐτῷ γενέσθαι πρὸς τὴν διακονίαν, οὔτε εἰς τὴν ἄγαν εὐεξίαν ἐμπεσεῖν ἠφίει, μήποτε πολυσαρκήσας πάλιν, κατεξαναστῇ τοῦ ἡνιοχοῦντος αὐτὸν λογισμοῦ, ἀλλ’ ὁμοῦ καὶ τῆς ὑγιέας αὐτοῦ καὶ τῆς εὐταξίας ἐπεμελεῖτο. Καὶ οὐχὶ νέος μὲν ὢν τοιοῦτος ἦν, ἐπειδὴ δὲ παρῆλθε τὴν ἡλικίαν ἐκείνην, καὶ τὴν πρόνοιαν ταύτην ἔλυσεν, ἀλλὰ καὶ νῦν, ὅτε ὡς ἐν εὐδίῳ λιμένι τῷ γήρᾳ κάθηται, τῆς αὐτῆς ἔχεται ἐπιμελείας πάλιν. Ἡ μὲν γὰρ νεότης, ἀγαπητέ, πελάγει προσέοικε μαινομένῳ, κυμάτων ἀγρίων καὶ πνευμάτων γέμοντι πονηρῶν· ἡ δὲ πολιὰ ὥσπερ εἰς λιμένα ἀκύμαντον τὰς τῶν γεγηρακότων ὀρμίζει ψυχάς, παρέχουσα τῇ παρὰ τῆς ἡλικίας ἐντρυφᾷν ἀσφαλείᾳ. Ταύτης καὶ οὗτος ἀπολαύων νῦν, καὶ ἐν τῷ λιμένι, ὡς ἔφθην εἰπών, καθήμενος, τῶν ἐν μέσῳ πελάγει σαλευόντων οὐχ ἦττόν ἐστιν ἐναγώνιος· καὶ τοῦτον ἐδέξατο παρὰ τοῦ Παύλου τὸν φόβον, ὃς καίτοι εἰς τὸν οὐρανὸν ἀναβάς, καὶ τὸν μετ’ ἐκεῖνον διαδραμών, καὶ τοῦ τρίτου πάλιν ἁψάμενος ἔλεγε· «Φοβοῦμαι μήπως, ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι». Διὰ τοῦτο καὶ οὗτος ἐν διηνεκεῖ κατέστησεν ἑαυτὸν φόβῳ, ἵνα διηνεκῶς ἐν τῷ θαῤῥεῖν ᾗ, καὶ κάθηται ἐπὶ τῶν οἰάκων, οὐκ ἀστέρων ἐπιτολὰς παρατηρῶν, οὐδὲ ὑφάλους καὶ σπιλάδας, ἀλλὰ δαιμόνων ἐπαναστάσεις, καὶ διαβόλου κακουργίας, καὶ λογισμῶν μάχας, καὶ κύκλῳ τοῦ στρατοπέδου περιιών, ἅπαντας ἐν ἀσφαλείᾳ καθίστησιν. Οὐ γὰρ ὅπως μὴ βαπτισθείη τὸ σκάφος σκοπεῖ μόνον, ἀλλ’ ὅπως μηδὲ τῶν ἐμπλεόντων τις πειραθείη θορύβου τινός, ἅπαντα πραγματεύεται. Διὰ τοῦτον καὶ τὴν τούτου σοφίαν ἡμεῖς ἐξ οὐρίας πλέομεν ἅπαντες, πλήρη τὰ ἱστία πετάσαντες τῆς νηός.

δ’. Καίτοι γε ὅτε τὸν πρότερον πατέρα ἀπεβάλομεν ὃς καὶ τοῦτον ἡμῖν ἐγέννησεν, ἐν ἀπορίᾳ τὰ ἡμέτερα ἦν. Διὸ καὶ ἐλεεινῶς ἐθρηνοῦμεν, ὡς οὐ προσδοκῶντες τὸν θρόνον τοῦτον ἕτερον ἄνδρα τοιοῦτον δέξεσθαι. Ἐπειδὴ δὲ οὗτος ἐφάνη καὶ παρῆλθεν εἰς μέσον, πᾶσαν ἐκείνην τὴν ἀθυμίαν παρελθεῖν ἐποίησεν, ὥσπερ νέφος, καὶ τὰ σκυθρωπὰ ἀπέκρυψεν ἅπαντα, οὐ κατὰ μικρὸν ἐξαλείφων ἡμῖν τὸ πένθος, ἀλλ’ οὕτως ἀθρόον, ὡς ἂν εἰ ὁ μακάριος αὐτὸς ἐκεῖνος ἀπὸ τῆς λάρνακος ἀναστάς, ἐπὶ τὸν θρόνον ἀνέβη πάλιν τοῦτον. Ἀλλὰ γὰρ ἐλάθομεν ἐπιθυμία πατρικῶν κατορθωμάτων πέρα τοῦ μέτρου τοὺς λόγους ἐξάγοντες, οὐ τοῦ μέτρου τῶν τούτῳ κατωρθωμένων, οὕτων γὰρ οὐδέπω ἠρξάμεθα, ἀλλὰ τοῦ προσήκοντος ἡμῶν τῇ νεότητι. Φέρε οὖν, ὥσπερ εἰς λιμένα, πάλιν τῇ σιγῇ τοὺς λόγους ἀναπαύσωμεν. Ἀλλ’ οὐκ ἐθέλουσιν ἀφίστασθαι, ἀλλὰ δυσχεραίνουσι καὶ ἀγανακτοῦσι, πάντως ἐμπλησθῆναι τοῦ λειμῶνος ἐπιθυμοῦντες. Ἀλλὰ καὶ ἀμήχανον, ὦ παῖδες. Παυσώμεθα οὖν διώκοντες ἀκίνητα· ἀρκεῖ εἰς παραμυθίαν ἡμῖν καὶ τὰ εἰρημένα· ἐπεὶ καὶ ἐπὶ τῶν μύρων τῶν πολυτελῶν, οὐκ ἐὰν τὸν λέβητα χέῃ τις μόνον, ἀλλὰ κἂν ἄκρας τῆς ἐπιφανείας ἅψηται τοῖς δακτύλοις, τὸν τὲ ἀέρα ἀνέχρωσε, καὶ τοὺς παρόντας τῆς εὐωδίας ἐνέπλησεν ἅπαντας· ὃ δὲ καὶ νῦν γέγονεν, οὐ διὰ τὴν δύναμιν τῶν ἡμετέρων λόγων, ἀλλὰ διὰ τὴν ἀρετὴν τῶν τούτου κατορθωμάτων. Ἀπίωμεν οὖν, ἀπίωμεν εἰς εὐχὰς καταλύσαντες· δεηθῶμεν ὥστε τὴν κοινὴν ἡμῶν μέτρα ἀσάλευτον μένειν καὶ ἀκίνητον, καὶ τὸν πατέρα τοῦτον, τὸν διδάσκαλον, τὸν ποιμένα, τὸν κυβερνήτην, πρὸς μακροτέραν ἐξενεχθῆναι ζωήν. Εἲ τις ὑμῖν καὶ ἡμῶν λόγος· οὐ γὰρ δὴ μετὰ τῶν ἱερέων ἑαυτοὺς καταλέγειν τολμήσομεν, ἐπειδὴ μηδὲ θέμις τὰ ἐκτρώματα μετὰ τῶν ἀρτιοτόκων ἀριθμεῖν· εἰ δὲ τις ὑμῖν καὶ ἐμοῦ λόγος, ὥσπερ ἀμβλωθριδίου τινός, δεήθητε πολλὴν ἡμῖν ἄνωθεν γενέσθαι τὴν ῥοπήν. Ἔδει μὲν γὰρ ἡμῖν καὶ πρότερον ἀσφαλείας, ὅτε καθ’ ἑαυτοὺς ἐζῶμεν τὸν ἀπράγμονα βίον· ἐπειδὴ δὲ εἰς μέσον ἤχθημεν· τὸ δὲ πῶς παρίημι, εἴτε ἀνθρωπίνῃ σπουδῇ, εἴτε χάριτι θείᾳ· οὐδὲν γὰρ ἡμῖν φιλονεικῶ, ἵνα μὴ τις καὶ εἰρωνεύεσθαι φαίη· πλὴν ἀλλ’ ἐπειδὴ ἤχθημεν, καὶ τὸν ζυγὸν τοῦτον ὑπέδυμεν τὸν ἰσχυρὸν καὶ βαρύν, πολλῶν ἡμῖν δεῖ χειρῶν, μυρίων εὐχῶν, ὥστε δυνηθῆναι τὴν παρακαταθήκην ἀποδοῦναι σώαν τῷ παρακαταθεμένῳ Δεσπότῃ κατὰ τὴν ἡμέραν ἐκείνην, ὅταν οἱ τὰ τάλαντα πιστευθέντες καλῶνται καὶ εἰσάγωνται, καὶ τὰ εὐθύνας ὑπέχωσι. Δεήθητε τοίνυν μὴ τῶν δεδεμένων ἡμᾶς γενέσθαι, μηδὲ τῶν εἰς τὸ σκότος ἐκβαλλομένων, ἀλλὰ τῶν δυναμένων συγγνώμης γοῦν μετρίας τυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὰ κράτος καὶ ἡ προσκύνησις εἰς τοῦ αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Περὶ Ἀκαταλήπτου, ἀπόντος τοῦ Ἐπισκόπου, πρὸς ἀνομοίους

Λόγος Πρῶτος

α’. Τὶ τοῦτο; Ὁ ποιμὴν οὐ πάρεστι, καὶ τὰ πρόβατα μετὰ πολλῆς εὐταξίας ἕστηκε. Καὶ τοῦτο τοῦ ποιμένος τὸ κατόρθωμα, τὸ μὴ μόνον παρόντος, ἀλλὰ καὶ ἀπόντος πᾶσαν ἐνδείκνυσθαι σπουδὴν τὰ ποίμνια. Ἐπὶ μὲν γὰρ τῶν ἀλόγων, ὅταν ὁ πρὸς τὴν νομὴν ἐξάγων μὴ παρῇ, μένειν εἴσω τὴν σηκῶν ἀνάγκη τὰ πρόβατα, ἢ χωρὶς τοῦ ποιμαίνοντος τῆς μάνδρας προκύψαντα πολλὴν ὑπομένειν τὴν πλάνην· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον, ἀλλὰ καὶ μὴ παρόντος τοῦ ποιμαίνοντος πρὸς τὰς συνήθεις νομὰς μετὰ πολλῆς ἀπηντήκατε τῆς εὐταξίας. Μᾶλλον δὲ καὶ ὁ ποιμὴν πάρεστιν, εἰ καὶ μὴ τῇ σαρκί, ἀλλὰ τῇ διαθέσει, εἰ καὶ μὴ τῇ παρουσίᾳ τοῦ σώματος, ἀλλὰ τῇ εὐταξίᾳ τοῦ ποιμνίου. Διὰ τοῦτο μᾶλλον αὐτὸν ἐκπλήττομαι καὶ μακαρίζω, ὅτι τοσαύτην ὑμῖν σπουδὴν ἐναποθέσθαι ἴσχυσεν. Καὶ γὰρ καὶ στρατηγὸν τότε μάλιστα θαυμάζομεν, ὅταν καὶ μὴ παρόντος αὐτοῦ τὰ στρατόπεδα εὐτακτῇ. Τοῦτο καὶ ὁ Παῦλος ἐπὶ τῶν μαθητῶν ἐζήτει λέγων· «Ὥστε, ἀδελφοὶ μου, καθὼς πάντοτε ὑπηκούσατε, μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον, ἀλλὰ πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου». Διὰ τὶ «Πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου»; Ὅτι παρόντος μὲν τοῦ ποιμαίνοντος, κἂν ἐπέλθῃ λύκος τῇ ποίμνη, ῥᾳδίως ἀπελαύνεται τῶν προβάτων· μὴ παρόντος δὲ ἐν μείζονι τὰ ποίμνια ἀγωνίᾳ καθεστάναι ἀνάγκη, μηδενὸς ὄντος τοῦ αὐτὰ τειχίζοντος. Καὶ πρὸς τούτοις δὲ παρὼν μὲν μερίζεται μετ’ αὐτῶν τοὺς ἐπὶ τῇ σπουδῇ μισθούς, μὴ παρὼν δὲ γυμνὸν ἀφίησιν αὐτῶν φαίνεσθαι τὸ κατόρθωμα. Ταῦτα καὶ ὁ διδάσκαλος εἰπὼν ὑμῖν διαλέγεται, καὶ ὅπουπερ ἂν ᾗ, νῦν ὑμᾶς καὶ τὸν ὑμέτερον φαντάζεται σύλλογον, καὶ οὐχ οὕτως τοὺς ἐκεῖ συγγινομένους αὐτῷ παρόντας, ὡς ὑμᾶς τοὺς ἀπόντας ὁρῶ νῦν.

Οἶδα αὐτοῦ τὴν ἀγάπην τὴν ζέουσαν, τὴν πεπηρωμένην καὶ θερμὴν καὶ ἀκάθεκτον, ἣν κατὰ πολλοῦ τοῦ βάθους τῆς διανοίας ἐῤῥιζωμένην ἔχει, καὶ μετὰ πολλῆς θεραπεύει τῆς σπουδῆς. Καὶ γὰρ οἶδε σαφῶς ὅτι κεφάλαιον αὕτη πάντων ἐστὶ ἀγαθῶν, καὶ ῥίζα καὶ πηγὴ καὶ μήτηρ, καὶ ταύτης οὐκ οὔσης τῶν ἄλλων ἡμῖν ὄφελος οὐδέν· αὕτη γὰρ ἐστι τῶν μαθητῶν τοῦ Κυρίου ἡ εἰκών, ὁ χαρακτὴρ τῶν τοῦ Θεοῦ δούλων, τὸ γνώρισμα τῶν ἀποστόλων, «Ἐν τούτῳ γὰρ γνώσονται πάντες, φησίν, ὅτι μαθηταὶ μου ἐστέ». Ἐν τίνι, εἰπέ; Ἆρα ἐν τῷ νεκροὺς ἐγείρειν, ἢ λεπροὺς καθαίρειν, δαίμονας ἀπελαύνειν; Οὐχί, φησίν, ἀλλὰ πάντα ἐκεῖνα παραδραμών, «Ἐν οὕτω γνώσονται πάντες, φησίν, ὅτι μαθηταὶ μου ἐστέ, ἐὰν ἀγαπᾶτε ἀλλήλους».

Ἐκεῖνα μὲν γὰρ τῆς ἄνωθεν χάριτος ἐστι δῶρα μόνης, τοῦτο δὲ καὶ τῆς ἀνθρωπίνης σπουδῆς ἐστι τὸ κατόρθωμα. Τὸν δὲ γενναῖον οὐχ οὕτω τὰ ἄνωθεν διδόμενα δῶρα χαρακτηρίζειν εἴωθεν, ὡς τῶν οἰκείων πόνων τὰ κατορθώματα. Διόπερ οὐκ ἀπὸ τῶν σημείων, ἀλλ’ ἀπὸ τῆς ἀγάπης γνωρίζεσθαι φησὶ τοὺς αὐτοῦ μαθητὰς ὁ Χριστός. Ταύτης γὰρ παρούσης οὐδὲν μέρος φιλοσοφίας ἐλλείπει τῷ κεκτημένῳ, ἀλλ’ ὁλόκληρον ἔχει καὶ παντελεῖ καὶ ἀπηρτισμένην τὴν ἀρετήν, ὥσπερ οὖν ἀπούσης ἔρημός ἐστιν ἁπάντων τῶν ἀγαθῶν. Διὰ τοῦτο καὶ ὁ Παῦλος αὐτὴν ἐπαίρει καὶ ὑψοῖ τῷ λόγῳ· μᾶλλον δὲ ὅσα ἂν εἴπῃ, οὐδέπω τῆς ἀξίας αὐτῆς ἐφικνεῖται.

β’. Τὶ γὰρ ἂν γένοιτο αὐτῆς ἴσον, ἢ τοὺς προφήτας συνέχει, καὶ τὸν νόμον ἅπαντα, καὶ ἧς ἄνευ οὐ πίστις, οὐ γνῶσις, οὐ μυστηρίων εἴδησις, οὐκ αὐτὸ τὸ μαρτύριον, οὐκ ἄλλο οὐδὲν τὸν κεκτημένον διασῶσαι δυνήσεται; «Καὶ γὰρ ἐὰν παραδῷ τὸ σῶμά μου, φησίν, ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι»· καὶ ἀλλαχοῦ πάλιν, ὅτι πάντων μείζων ἐστί, καὶ κορυφὴ τῶν ἀγαθῶν, παραδηλῶν ἔλεγεν· «Εἷται δὲ προφητεῖαι καταργηθήσονται, εἴτε γλῶσσαι παύσονται, εἴτε γνῶσις καταργηθήσεται, μένει δὲ πίστις, ἐλπίς, ἀγάπη, τὰ τρία ταῦτα· μείζων δὲ πάντων ἐστὶν ἡ ἀγάπη». Ἀλλὰ γὰρ οὐ τὸ τυχὸν ἡμῖν ζήτημα ὁ περὶ τῆς ἀγάπης ἐπεισήγαγε λόγος. Τὸ μὲν γὰρ προφητείαν καταργηθῆναι καὶ παύσασθαι γλώσσας, χαλεπὸν οὐδέν· εἰς καιρὸν γὰρ τὰ χαρίσματα ταῦτα τὴν ἑαυτῶν χρείαν παρασχόντα ἡμῖν, καὶ παυσάμενα παραβλάψαι τὸν λόγον οὐδὲν δυνήσεται· ἰδοὺ γοῦν νῦν προφητεία οὐκ ἔστιν, οὐδὲ γλωσσῶν χάρισμα, καὶ ὁ τῆς εὐσεβείας οὐδὲν ἐνεποδίσθη λόγος· τὸ δὲ καὶ γνῶσιν παύσασθαι, τοῦτο ἔστι τὸ ζητούμενον. Εἰπὼν γάρ· «Εἴτε προφητεῖαι καταργηθήσονται, εἴτε γλῶσσαι παύσονται», ἐπήγαγεν· «Εἴτε γνῶσις καταργηθήσεται». Εἰ δὲ μέλλει ἡ γνῶσις παύεσθαι, οὐκ ἐπὶ τὸ βέλτιον, ἀλλ’ ἐπὶ τὸ χεῖρον ἡμῖν προκόψει τὰ πράγματα· ἄνευ γὰρ ταύτης καὶ τὸ εἶναι ἄνθρωποι παντελῶς ἀπολοῦμεν· «Τὸν γὰρ Θεόν, φησί, φοβοῦ, καὶ τὰς ἐντολὰς αὐτοῦ φύλασσε, ὅτι τοῦτο πᾶς ἄνθρωπος». Εἰ τοίνυν τοῦτό ἐστιν ἄνθρωπος, τὸ φοβεῖσθαι τὸν Θεόν, τὸ δὲ φοβεῖσθαι τὸν Θεὸν ἀπὸ γνώσεως γίνεται, ἡ δὲ γνῶσις μέλλει καταργεῖσθαι, καθὼς ὁ Παῦλός φησι, τότε παντελῶς ἀπολούμεθα, γνώσεως οὐκ οὔσης, καὶ τὰ καθ’ ἡμᾶς δὲ πάντα οἰχήσεται, καὶ τῶν ἀλόγων οὐδὲν ἄμεινον διακεισόμεθα, ἀλλὰ πολλῷ χεῖρον. Ἐν τούτῳ γὰρ πλεονεκτοῦμεν αὐτῶν, ὡς τοῖς γε ἄλλοις ἅπασι τοῖς σωματικοῖς ἐκ πολλοῦ τοῦ περιόντος αὐτοῖς νικώμεθα. Τὶ οὖν ἐστιν ὃ φησιν ὁ Παῦλος, καὶ περὶ τίνος, ὅτι «Ἡ γνῶσις καταργηθήσεται»; Οὐ περὶ τῆς παντελοῦς, ἀλλὰ περὶ τῆς μερικῆς τοῦτό φησι, κατάργησιν τὴν ἐπὶ τὸ βέλτιον πρόοδον λέγων, ὡς τὴν μερικὴν καταργουμένην μηκέτι εἶναι μερικήν, ἀλλὰ τελείαν. Καθάπερ γὰρ ἡ ἡλικία τοῦ παιδίου καταργεῖται, οὐκ ἀφανιζομένης τῆς οὐσίας, ἀλλ’ αὐξανομένης τῆς ἡλικίας, καὶ εἰς ἄνδρα τέλειον ἐκβαινούσης· οὕτω καὶ ἐπὶ τῆς γνώσεως γίνεται. Ἡ μικρά, φησίν, αὕτη οὐκέτι ἂν εἴη μικρά, διὰ τῶν ἑξῆς γενομένη μεγάλη· τοῦτο ἔστι τό, «καταργεῖται»· καὶ τοῦτο διὰ τῶν ἑξῆς σαφέστερον ἡμῖν ἐδήλωσεν. Ἵνα γὰρ ἀκούσας ὅτι καταργεῖται, μὴ κατάλυσιν παντελῆ νομίσῃς εἶναι, ἀλλ’ αὔξησίν τινα καὶ πρὸς τὸ βέλτιον ἐπίδοσιν, εἰπὼν καταργεῖται, ἐπήγαγεν· «Ἐκ μέρους γὰρ γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν· ὄτα δὲ ἔλθῃ τὸ τέλειον, τότε τὸ ἐκ μέρους καταργηθήσεται»· ὡς μηκέτι εἶναι αὐτὸ ἐκ μέρους, ἀλλὰ τέλειον. Ὥστε τὸ ἀτελὲς αὐτοῦ καταργεῖται, ὡς μηκέτι εἶναι ἀτελές, ἀλλὰ τέλειον. Ἡ τοίνυν κατάργησις αὕτη πλήρωσίς ἐστι, καὶ πρὸς τὸ μεῖζον ἐπίδοσις.

γ’. Καὶ σκόπει μοι τὴν τοῦ Παύλου σύνεσιν· οὐ γὰρ εἶπε, Μέρος γινώσκομεν, ἀλλ’, «Ἐκ μέρους γινώσκομεν», δηλῶν ὅτι τοῦ μέρους μέρος κατέχομεν. Τάχα ἐπιθυμεῖται ἀκοῦσαι, καὶ πόσον μέρος κατέχομεν, καὶ πόσον ὑπολέλειπται, καὶ πότερον τὸ πλέον ἢ τὸ ἔλαττον κατέχομεν. Οὐκοῦν ἵνα μάθῃς ὅτι τὸ ἔλαττον κατέχεις, καὶ οὐχ ἁπλῶς τὸ ἔλαττον, ἀλλ’ ὡς ἂν εἴποι τις τὸ ἑκατοστὸν ἢ τὸ μυριοστόν, ἄκουσον τῶν ἑξῆς· μᾶλλον δὲ πρὶν ἢ τὴν ἀποστολικὴν ὑμῖν ἀναγνῶναι φωνήν, ὑπόδειγμα ἐρῶ δυνάμενον ὑμῖν παραστῆσαι, ὡς ἐξ ὑποδείγματος δυνατόν, πόσον ὑπολέλειπται, καὶ πόσον ἐστὶν ὃ κατέχομεν νῦν. Πόσον τοίνυν ἐστὶ τὸ μέσον τῆς μελλούσης ἡμῖν δοθήσεσθαι γνώσεως, καὶ τῆς παρούσης νῦν; Ὅσον ἀνδρὸς τελείου πρὸς παῖδα θηλάζοντα τὸ μέσον· τοσαύτη γὰρ τῆς μελλούσης γνώσεως πρὸς τὴν παροῦσαν ἡ ὑπεροχή. Καὶ ὅτι τοῦτο ἐστιν ἀληθές, καὶ τοσοῦτον ἐκείνη ταύτης μείζων ἐστίν, αὐτὸς λεγέτω πάλιν ὁ Παῦλος. Εἰπὼν γάρ, «Ἐκ μέρους γινώσκομεν», καὶ βουλόμενος δεῖξαι ἐκ πόσου μέρους, καὶ ὅτι τὸ βραχύτατον νῦν κατέχομεν, ἐπήγαγεν· «Ὅτε ἤμην νήπιος, ὡς νήπιος ἐλάλουν, ὡς νήπιος ἐφρόνουν, ὡς νήπιος ἐλογιζόμην· ὅτε δὲ γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου»· νηπίου μὲν ἕξει τὴν παροῦσαν γνῶσιν, ἀνδρὸς τὲ τελείου τὴν γνῶσιν τὴν μέλλουσαν παραβάλλων. Καὶ οὐκ εἶπεν, Ὅτε ἤμην παῖς· παῖς γὰρ καὶ ὁ δωδεκαετὴς λέγεται ἀλλ’, «Ὅτε ἡμῖν νήπιος», τὸν ὑπομάζιον καὶ ἔτι γαλακτοτροφούμενον καὶ θηλάζοντα ἡμῖν ἐμφαίνων. Ὅτι γὰρ ἡ Γραφὴ τοῦτόν φησι νήπιον, ἄκουσον τοῦ ψαλμοῦ λέγοντος· «Κύριε, ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸν ὄνομά σου ἐν πάσῃ τῇ γῇ· ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν· ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω τὸν αἶνον». Ὁρᾷς ὅτι τὸν νήπιον πανταχοῦ τὸν θηλάζοντα καλεῖ; Εἶτα τῷ πνεύματι προορῶν τῶν μελλόντων ἀνδρῶν τὴν ἀναισχυντίαν, οὐχὶ τῷ ἑνὶ παραδείγματι τούτῳ μόνον ἠρκέσθη, ἀλλὰ καὶ δευτέρῳ καὶ τρίτῳ τοῦτο καὶ βέβαιον ἡμῖν ἐποίησε. Καθάπερ γὰρ ὁ Μωυσῆς πρὸς Ἰουδαίους ἀποστελλόμενος τριῶν σημείων ἐλάμβανεν ἀπόδειξιν, ἵνα, ἐὰν ἀπιστήσωσι τῷ προτέρῳ, τῆς τοῦ δευτέρου φωνῆς ἀκούσωσι, ἂν δὲ καὶ ταύτης καταφρονήσωσι, τὸ τρίτον αἰσχυνθέντες καταδέξωνται τὸν προφήτην· οὕτω καὶ οὗτος τρία τίθησιν ὑποδείγματα· ἓν μὲν τὸ τοῦ παιδίου, λέγων, «Ὅτε ἤμην νήπιος, ὡς νήπιον ἐφρόνουν»· δεύτερον τὸ τοῦ ἐσόπτρου· καὶ τρίτον τὸ τοῦ αἰνίγματος. Εἰπὼν γάρ, «Ὅτε ἡμῖν νήπιος», ἐπήγαγε· «Βλέπομεν νῦν δι’ ἐσόπτρου ἐν αἰνίγματι». Ἰδοὺ γὰρ δεύτερον ὑπόδειγμα τῆς παρούσης ἀσθενείας, καὶ τοῦ ἀτελῆ τὴν γνῶσιν εἶναι· τρίτον πάλιν τὸ «Ἐν αἰνίγματι». Καὶ γὰρ τὸ παιδίον ὁρᾷ μὲν πολλὰ καὶ ἀκούει καὶ φθέγγεται, τρανὸν δὲ οὐδὲν οὔτε ὁρᾷ, οὔτε ἀκούει, οὔτε φθέγγεται· καὶ φρονεῖ μέν, οὐδὲν δὲ διηρθρωμένον. Οὕτω καὶ ἐγὼ οἶδα μὲν πολλά, οὐκ ἐπίσταμαι δὲ αὐτῶν τὸν τρόπον. Ὅτι μὲν γὰρ πανταχοῦ ἔστιν ὁ Θεὸς οἶδα, καὶ ὅτι ὅλως ἔστι πανταχοῦ οἶδα· τὸ δὲ πῶς οὐκ οἶδα· ὅτι ἄναρχός ἐστι καὶ ἀγέννητος καὶ αΐδιος, οἶδα· τὸ δὲ πῶς οὐκ οἶδα· οὐ γὰρ δέχεται λογισμὸς εἰδέναι πῶς οἶόν τε οὐσίαν εἶναι, μήτε παρ’ ἑαυτῆς μήτε παρ’ ἐκείνου τὸ εἶναι ἔχουσαν. Οἶδα ὅτι ἐγέννησεν Υἱόν, τὸ δὲ πῶς ἀγνοῶ· οἶδα ὅτι τὸ Πνεῦμα ἐξ αὐτοῦ, τὸ δὲ πῶς ἐξ αὐτοῦ οὐκ ἐπίσταμαι· βρώματα ἐσθίω, τὸ δὲ πῶς μερίζονται εἰς φλέγμα, εἰς αἷμα, εἰς χυμόν, εἰς χολήν, ἀγνοῶ. Ταῦτα ἅπερ βλέπομεν καθ’ ἑκάστην ἡμέραν ἐσθίοντες ἀγνοοῦμεν, καὶ τὴν οὔσαιν τοῦ Θεοῦ πολυπραγμονοῦμεν;

δ’. Ποῦ τοίνυν εἰσὶν οἱ τὸ πᾶν ἀπειληφέναι τῆς γνώσεως λέγοντες, οἱ πρὸς τὸ βάραθρον τῆς ἀγνωσίας καταπεσόντες; Οἱ γὰρ κατὰ τὸ παρὸν λέγοντες ἀπειληφέναι τὸ πᾶν, εἰς τὸ μέλλον ἐρήμους ἑαυτοὺς τῆς παντελοῦς καθιστῶσι γνώσεως. Ἐγὼ μὲν γὰρ ὁ λέγων, ὅτι ἐκ μέρους γινώσκω, κἂν εἴπω, ὅτι καταργεῖται ἡ γνῶσις αὕτη, πρὸς τὸ βέλτιον, καὶ τελειότερον ὁδεύω, καταργηθείσης τῆς μερικῆς καὶ γενομένης τελειοτέρας· ἐκεῖνος δὲ ὁ λέγων παντελῆ καὶ ὁλόκληρον καὶ τελείαν ἔχειν τὴν γνῶσιν, εἶτα ὁμολογῶν αὐτὴν καταργεῖσθαι ἐν τῷ μέλλοντι, ἔρημον ἑαυτὸν ἀποφαίνει τῆς γνώσεως, ταύτης μὲν καταργουμένης, ἑτέρας δὲ τελειοτέρας οὐκ ἐπεισαγομένης· εἴπερ αὕτη ἐστὶ κατ’ αὐτοὺς ἡ τελεία. Ὁρᾶτε πῶς φιλονεικοῦντες ἐνταῦθα τὸ πᾶν ἔχειν, οὔτε τὸ ἐνταῦθα ἔχουσι, καὶ ἐκεῖ τοῦ παντὸς ἑαυτοὺς ἐκβάλλουσι; Τοσοῦτόν ἐστι κακὸν τὸ μὴ μένειν εἴσω τῶν ὁρῶν ὧν ἐξ ἀρχῆς ἔταξεν ἡμῖν ὁ Θεός. Οὕτω καὶ ὁ Ἀδὰμ ἐλπίδι πλείονος τιμῆς καὶ τῆς οὔσης ἐξέπεσεν· οὕτω καὶ ἐπὶ τῶν φιλαργύρων γίνεται· πολλοὶ πολλάκις μειζόνων ἐπιθυμοῦντες καὶ τὰ παρόντα ἀπώλεσαν· οὕτω καὶ οὗτοι προσδοκῶντες ἐνταῦθα τὸ πᾶν ἔχειν, καὶ τοῦ μέρους ἐξέπεσον. Διὸ παραινῶ φεύγειν αὐτῶν τὴν μανίαν· μανίας γὰρ ἐσχάτης φιλονεικεῖν εἰδέναι τὶ τὴν οὐσίαν ἐστὶν ὁ Θεός. Καὶ ἵνα μάθῃς ὅτι μανίας ἐσχάτης τοῦτο, ἀπὸ τῶν προφητῶν ὑμῖν τοῦτο ποιήσω φανερόν· οἱ γὰρ προφῆται οὐ μόνον τὶ τὴν οὐσίαν ἐστὶν ἀγνοοῦντες φαίνονται, ἀλλὰ καὶ περὶ τῆς σοφίας αὐτοῦ πόση τὶς ἐστιν ἀποροῦσι· καίτοι γε οὐχ ἡ οὐσία ἀπὸ τῆς σοφίας, ἀλλ’ ἡ σοφία ἐκ τῆς οὐσίας. Ὅταν δὲ μηδὲ ταύτην δύνωνται καταλαμβάνειν οἱ προφῆται μετ’ ἀκριβείας, πόσης ἂν εἴη μανίας τὸ τὴν οὐσίαν αὐτὴν νομίζειν δύνασθαι τοῖς οἰκείοις ὑποβάλλειν λογισμοῖς; Ἀκούσωμεν τοίνυν τὶ φησὶν ὁ προφήτης περὶ αὐτῆς· «Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ». Μᾶλλον δὲ ἀνωτέρω τὸν λόγον ἀγάγωμεν. «Ἐξομολογήσομαί σοι, ὅτι φοβερῶς ἐθαυμαστώθης». Τὶ ἔστι φοβερῶς; Πολλὰ θαυμάζομεν νῦν, ἀλλ’ οὐ μετὰ φόβου, οἷον κιόνων κάλλη, τύπων ζωγραφίας, ἄνθη σωμάτων· θαυμάζομεν πάλιν τῆς θαλάσσης τὸ μέγεθος, καὶ τὸν ἄπειρον βυθόν, ἀλλὰ μετὰ φόβου, ὅταν πρὸς τὸ βάθος. Κατακύψωμεν. Οὕτω τοίνυν καὶ ὁ προφήτης πρὸς τὸ ἄπειρον καὶ ἀχανὲς πέλαγος τῆς τοῦ θεοῦ κατακύψας σοφίας, καὶ ἰλιγγιάσας, μετὰ φόβου πολλοῦ θαυμάσας ἀνεχώρησε βοῶν καὶ λέγων· «Ἐξομολογήσομαί σοι ὅτι φοβερῶς ἐθαυμαστώθης· θαυμάσια τὰ ἔργα σου»· καὶ πάλιν· «Ἐθαυμαστώθη ἡ γνῶσις σου ἐξ ἐμοῦ, ἐκραταιώθη οὐ μὴ δύνωμαι πρὸς αὐτήν». Ὅρα εὐγνωμοσύνην οἰκέτου· «Εὐχαριστῶ σοί», φησί, διὰ τοῦτο, ὅτι ἀκατάληπτον ἔχω Δεσπότην· οὐ περὶ οὐσίας ἐνταῦθα λέγων· ἐκεῖνο μὲν γὰρ ὡς ὡμολογημένον ἀκατάληπτον εἶναι παρῆκε· περὶ δὲ τοῦ πανταχοῦ παρεῖναι τὸν Θεὸν ταῦτά φησι, δεικνὺς ὅτι οὐδὲ αὐτὸ τοῦτο οἶδε, πῶς πανταχοῦ πάρεστιν. Ὅτι γὰρ περὶ τούτου φησίν, ἄκουε τῶν ἑξῆς. «Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει». Εἶδες πῶς πανταχοῦ πάρεστιν; Ἀλλ’ ὁ προφήτης οὐκ οἶδεν, ἀλλ’ ἰλιγγιᾶ, καὶ ἀπορεῖ καὶ φοβεῖται μόνον εἰς νοῦν αὐτὸ λαβών; Πῶς οὖν οὐκ ἐσχάτης ἀνοίας τοὺς τοσοῦτον ἀπέχοντας τῆς ἐκείνου χάριτος αὐτὴν τοῦ Θεοῦ πολυπραγμονεῖν τὴν οὐσίαν; Καίτοι οὗτός ἐστιν ὁ προφήτης ὁ λέγων· «Τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσας μοι»· ἀλλ’ ὅμως τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας αὐτοῦ μαθών, περὶ αὐτῆς φησί, ταύτης, ὅτι ἄπειρός τὶς ἐστι καὶ ἀκατάληπτος. «Μέγας γὰρ ὁ Κύριος, φησί, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ, καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός, τουτέστιν, οὐκ ἔστι κατάληψις». Τὶ λέγεις; Ἡ σοφία ἀκατάληπτος τῷ προφήτῃ, καὶ ἡ οὐσία ἡμῖν καταληπτή; Ἆρα οὐ φανερὰ αὕτη ἡ μανία; Ἡ μεγαλωσύνη αὐτοῦ οὐκ ἔχει πέρας, καὶ τὴν οὐσίαν αὐτοῦ περιγράφεις;

ε’. Ταῦτα καὶ ἡ Ἠσαΐας φιλοσοφῶν ἔλεγε· «Τὴν γενεὰν αὐτοῦ τὶς διηγήσεται»; Οὐκ εἶπε· Τὶς διηγεῖται, ἀλλά, «Τὶς διηγήσεται», καὶ τὸ μέλλον ἀπέκλεισε. Καὶ ὁ μὲν Δαυῒδ φησιν· «Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ»· ὁ δὲ Ἠσαΐας οὐκ ἀφ’ ἑαυτοῦ μόνον φησίν, ἀλλὰ καὶ ἀπὸ πάσης τῆς ἀνθρωπίνης φύσεως ἀποκεκλεῖσθαι τὴν διήγησιν ταύτην. Ἀλλ’ ἴδωμεν, μήποτε ὁ Παῦλος οἶδεν, ἆτε δὴ μείζονος ἀπολελαυκὼς χάριτος· αὐτὸς μὲν οὖν ἐστιν ὁ λέγων· «Ἐκ μέρους γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν». Καὶ οὐκ ἐνταῦθα μόνον, ἀλλὰ καὶ ἀλλαχοῦ, οὐ περὶ οὐσίας, ἀλλὰ περὶ σοφίας καὶ αὐτὸς διαλεγόμενος τῆς ἐν τῇ προνοίᾳ φαινομένης, οὐ τῆς καθόλου λέγω, καθ’ ἣν ἀγγέλων καὶ ἀρχαγγέλων καὶ τῶν ἄνω προνοεῖ δυνάμεων, ἀλλ’ ἐκεῖνο τῆς προνοίας τὸ μέρος ἐξετάζων, καθ’ ὁ προνοεῖ τῶν ἐν τῇ γῇ ἀνθρώπων, καὶ ταύτης αὐτῆς πάλιν μέρος. Οὐδὲ γὰρ αὐτὴν ὅλην ἐξετάζει, καθ’ ἣν σώματα διαπλάττει, καθ’ ἣν τρέφει τοὺς ἐπὶ τῆς ἀνθρώπους, καθ’ ἣν συγκρατεῖ τὸν κόσμον, καθ’ ἣν ἐτησίους δίδωσι τροφάς· ἀλλὰ ταῦτα πάντα ἀφείς, καὶ μικρὸν τι μέρος ἐξετάσας τῆς προνοίας αὐτοῦ, καθ’ ὃ τοὺς μὲν Ἰουδαίους ἐξέβαλε, τοὺς δὲ ἐξ ἐθνῶν εἰσεδέξατο, καὶ πρὸς αὐτοῦ τοῦτο τὸ μικρὸν μέρος, ὥσπερ πρὸς πέλαγος ἄπειρον ἰλιγγιάσας, καὶ βάθος ἰδὼν ἀχανές, ἀπεπήδησεν εὐθέως, καὶ μέγα ἀνεβόησεν εἰπών· «ᾯ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ»· οὐκ εἶπεν, Ἀκατάληπτα, ἀλλ’, Ἀνεξερεύνητα. Εἰ δὲ ἐρευνηθῆναι οὐ δύναται, πολλῷ μᾶλλον καταληφθῆναι ἀδύνατον. Καὶ «ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ». Αἱ ὁδοὶ αὐτοῦ ἀνεξιχνίαστοι καὶ αὐτοὺς καταληπτός; Εἰπὲ μοι. Καὶ τὶ λέγω περὶ τῶν ὁδῶν; Τὰ ἔπαθλα τὰ ἀποκείμενα ἡμῖν ἀκατάληπτα· «Ὀφθαλμὸς γὰρ αὐτὰ οὐκ οἶδεν, οὐδὲ οὓς ἤκουσεν, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν ». Ἀλλὰ καὶ ἡ δωρεὰ αὐτοῦ ἀνεκδιήγητος· «Χάρις γὰρ τῷ Θεῷ, φησίν, ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ, καὶ ἡ εἰρήνη αὐτοῦ ὑπερέχει πάντα νοῦν». Τὶ λέγεις; Τὰ κρίματα αὐτοῦ ἀνεξερεύνητα, αἱ ὁδοὶ αὐτοῦ ἀνεξιχνίαστοι, ἡ εἰρήνη ὑπερέχει πάντα νοῦν, ἡ δωρεὰ ἀνεκδιήγητος, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν οὐκ ἀνέβη ἐπὶ καρδίαν ἀνθρώπου, ἡ μεγαλωσύνη πέρας οὐκ ἔχει, ἡ σύνεσις ἀριθμὸν οὐκ ἔχει, πάντα ἀκατάληπτα, καὶ αὐτὸς μόνος καταληπτός; Καὶ ποίαν οὐκ ἂν ἔχοι τοῦτο μανίας ὑπερβολήν; Κάτεχε τὸν αἱρετικόν· μὴ ἀφῇς ἀναχωρῆσαι· εἰπέ· Τὶ φησὶν ὁ Παῦλος; «Ἐκ μέρους γινώσκομεν». Οὐ περὶ τῆς οὐσίας τοῦτο λέγει, φησίν, ἀλλὰ περὶ τῶν οἰκονομιῶν. Μάλιστα μέν, εἰ καὶ περὶ τῶν οἰκονομικῶν ἦν ὁ λόγος, ἐκ πλείονος ἡμῖν περιουσίας καὶ οὕτω τὰ νικητήρια· εἰ γὰρ αἱ οἰκονομίαι ἀκατάληπτοι, πολλῷ μᾶλλον αὐτός· ὅτι δὲ ἐνταῦθα οὐ περὶ τῶν οἰκονομιῶν φησιν, ἀλλὰ πὲρ αὐτοῦ τοῦ Θεοῦ, ἄκουσον τῶν ἑξῆς· εἰπὼν γάρ· «Ἐκ μέρους γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν», ἐπήγαγεν· «Ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην». Ὑπὸ τίνος οὖν ἐπεγνώσθη; Ὑπὸ τοῦ Θεοῦ, ἢ ὑπὸ τῶν οἰκονομιῶν; Ὑπὸ τοῦ Θεοῦ δηλονότι· τοῦτον οὖν καὶ ἐκ μέρους γινώσκει. «Ἐκ μέρους», δὲ εἶπεν, οὐχ ὅτι τὸ μὲν αὐτοῦ τῆς οὐσίας γινώσκει τὸ δὲ ἀγνοεῖ (ἁπλοῦς γὰρ ὁ Θεός)· ἀλλ’ ἐπειδὴ ὅτι μὲν ἔστι Θεὸς οἶδε, τὸ δέ, τὶ τὴν οὐσίαν ἐστίν, ἀγνοεῖ· ὅτι μὲν σοφὸς ἐστιν, ἐπίσταται, τὸ δέ, πόσον ἐστὶ σοφός, ἀγνοεῖ· ὅτι μὲν ἔστι μέγας οὐκ ἀγνοεῖ, τὸ δὲ πόσον, ἢ τὶς ἡ μεγαλωσύνη αὐτοῦ, τοῦτο οὐκ οἶδεν· ὅτι πανταχοῦ πάρεσιν ἐπίσταται, τὸ δὲ πῶς οὐκ ἐπίσταται· ὅτι προνοεῖ καὶ συνέχει τὰ πάντα καὶ συγκρατεῖ μετ’ ἀκριβείας, οὐκ ἀγνοεῖ, τὸν δὲ τρόπον καθ’ ὃν ταῦτα ποιεῖ ἀγνοεῖ. Διὰ τοῦτο ἔλεγεν· «Ἐκ μέρους γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν».

Ϛ’. Ἀλλὰ γάρ, εἰ δοκεῖ, τὸν Παῦλον ἀφέντες καὶ τοὺς προφήτας, ἀνέλθωμεν εἰς τοὺς οὐρανούς· μὴ ποτε ἐκεῖ τινὲς εἰσιν εἰδότες, τὶ τὴν οὐσίαν ἐστὶν ὁ Θεός. Μάλιστα μὲν γάρ, κἂν εὑρεθῶσιν εἰδότες, οὐδὲν κοινὸν πρὸς ἡμᾶς· πολὺ γὰρ τὸ μέσον ἀγγέλων καὶ ἀνθρώπων· πλὴν ἀλλ’ ἵνα ἐκ περιουσίας μάθῃς, ὅτι οὐδὲ ἐκεῖ τις οἶδε κτιστὴ δύναμις τοῦτο, ἀκούσωμεν τῶν ἀγγέλων. Τὶ οὖν; Περὶ τῆς οὐσίας ταύτης ἐκεῖ διαλέγονται, καὶ πρὸς ἑαυτοὺς ζητοῦσιν; Οὐδαμῶς· ἀλλὰ τί; Δοξάζουσι, προσκυνοῦσι, τὰς ἐπινικίους καὶ μυστικὰς ᾠδὰς διηνεκῶς ἀναπέμπουσι μετὰ πολλῆς τῆς φρίκης· καὶ οἱ μὲν λέγουσι· «Δόξα ἐν ὑψίστοις Θεῷ»· τὰ δὲ Σεραφίμ· «Ἅγιος, ἅγιος, ἅγιος», καὶ τοὺς ὀφθαλμοὺς ἀποστρέφουσιν, οὐδὲ τὴν συγκατάβασιν ἐνεγκεῖν δυνάμενα τοῦ Θεοῦ· τὰ δὲ Χερουβίμ· «Εὐλογημένη ἡ δόξα αὐτοῦ ἐκ τοῦ τόπου αὐτοῦ»· οὐχ ὅτι τόπος περὶ Θεόν, μὴ γένοιτο· ἀλλ’ ὡς ἂν εἴποιμεν ἀνθρωπίνως φθεγγόμενοι, ὅπουπερ ἂν ἐστιν, ἢ ὅπως ἂν ἐστιν· εἰ δὴ καὶ τοῦτο ἀσφαλὲς ἐπὶ Θεοῦ εἰπεῖν· ἀνθρωπίνην γὰρ ἔχομεν γλῶτταν. Εἶδες πόσος ἄνω φόβος, πόση κάτω καταφρόνησις; Ἐκεῖνοι δοξάζουσιν, οὔτε περιεργάζονται· εὐφημοῦσιν ἐκεῖνοι, πολυπραγμονοῦσιν οὗτοι· ἐκεῖνοι τὰς ὄψεις ἀποκρύπτουσιν, οὗτοι φιλονεικοῦσιν ἐνατενίζειν ἀναισχύντως εἰς τὴν ἀνεκδιήγητον δόξαν. Τὶς οὐκ ἂν στενάξειε, τὶς οὖν ἂν θρηνήσειεν αὐτοὺς τῆς παραπληξίας καὶ τῆς ἐσχάτης ταύτης ἀνοίας; Ἐβουλόμην μὲν οὖν μακροτέρω προαγαγεῖν τὸν λόγον, ἀλλ’ ἐπειδὴ νῦν πρῶτον εἰς ταῦτα κατέβην τὰ παλαίσματα, λυσιτελὲς ὑμῖν εἶναι νομίζω ἀρκεσθῆναι τέως τοῖς εἰρημένοις, ὥστε μὴ τὸ πλῆθος τῶν μελλόντων ῥηθήσεσθαι ἐπελθὸν πολλῇ τῇ ῥύμῃ παρασύρῃ καὶ τούτων τὴν μνήμην· πάντως δέ, ἂν ὁ Θεὸς ἐπιτρέπῃ, ταύτην λοιπὸν μέχρι πολλοῦ τὴν ὑπόθεσιν ἐργασόμεθα. Ἐγὼ μὲν γὰρ καὶ πάλαι τούτους ὤδινον πρὸς ὑμᾶς τοὺς λόγους εἰπεῖν, μέλλον δὲ καὶ ἀνεβαλλόμην, ὅτι πολλοὺς τῶν ταῦτα νοσούντων ἑώρων μεθ’ ἡδονῆς ἡμῶν ἀκροωμένους, καὶ οὐ βουλόμενος ἀποσοβῆσαι τὴν θήραν, τὼς ἐπεῖχον τὴν γλῶτταν τούτων τῶν παλαισμάτων, ὥστε μετὰ τὸ κατασχεῖν αὐτοὺς ἀκριβῶς, τότε ἐπαποδύσασθαι· ἐπειδὴ δὲ διὰ τὴν τοῦ Θεοῦ χάριν αὐτῶν ἤκουσα παρακαλούντων καὶ ἐνοχλούντων εἰς τούτους ἐμβῆναι τοὺς ἀγῶνας, θαῤῥῶν ἀπεδυσάμην λοιπόν, καὶ τὰ ὅπλα ἔλαβον τὰ τοὺς λογισμοὺς καθαιροῦντα καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Ταῦτα δὲ ἔλαβον τὰ ὅπλα, οὐχ ἵνα καταβαλῶ τοὺς ἐναντίους, ἀλλ’ ἵνα ἀναστήσω κειμένους· τοιαύτη γὰρ τῶν ὅπλων τούτων ἡ δύναμις, τοὺς μὲν φιλονεικοῦντας πλήττειν οἶδε, τοὺς δὲ εὐγνωμόνως ἀκούοντας μετὰ πολλῆς θεραπεύειν τῆς ἐπιμελείας· οὐχὶ δίδωσι τραύματα, ἀλλ’ ἰᾶται τραύματα.

ζ’. Μὴ τοίνυν πρὸς ἐκείνους ἀγριαίνωμεν, μηδὲ θυμὸν προβαλλώμεθα, ἀλλὰ μετὰ ἐπιεικείας αὐτοῖς διαλεγώμεθα· οὐδὲν γὰρ ἐπιεικείας καὶ πραότητος ἰσχυρότερον. Διὰ τοῦτο καὶ Παῦλος πολλῇ τῇ σπουδῇ τοῦτο τοῦ πράγματος ἀντέχεσθαι ἐκέλευσε λέγω· «Δοῦλον δὲ Κυρίου οὐ δὲ μάχεσθαι, ἀλλ’ ἤπιον εἶναι πρὸς πάντας». Οὐκ εἶπε, Πρὸς ἀδελφοὺς μόνον, ἀλλά, πρὸς πάντας. Καὶ πάλιν, «Τὸ ἐπιεικεῖς ὑμῶν γνωσθήτω»· οὐκ εἶπε τοῖς ἀδελφοῖς, ἀλλὰ πᾶσιν ἀνθρώποις. Τὶ γάρ, φησίν, ὄφελος ἐὰν τοὺς φιλοῦντας ὑμᾶς φιλῆτε; Ἂν μὲν οὖν βλάπτωσιν αὐτῶν αἱ φιλίαι, καὶ πρὸς κοινωνίαν τῆς ἀσεβείας ἕλκωσι, κἂν οἱ γεγεννηκότες ὦσιν, ἀποπήδησον· κἂν ὀφθαλμὸς ᾗ, ἐξόρυξον· «Ἐὰν γάρ, φησίν, ὀφθαλμὸς σου ὁ δεξιὸς σκανδαλίζῃ σε, ἔκκοψον αὐτόν»· οὐ περὶ σώματος λέγων, πῶς γάρ; Εἰ γὰρ περὶ τῆς τοῦ σώματος φύσεως ἔλεγε, τὸ ἔγκλημα εἰς τὸν τῆς φύσεως δημιουργὸν διέβαινεν· ἄλλως δὲ οὐχὶ τὸν ἕνα ἐξορύττειν ἐχρῆν· κἂν γὰρ ὁ ἀριστερὸς ὑπολειφθῇ, ὁμοίως σκανδαλίζει τὸν ἔχοντα. Ἀλλὰ ἵνα μάθῃς, ὅτι οὐ περὶ ὀφθαλμοῦ ὁ λόγος, προσέθηκε τὸν δεξιόν, δεικνύς, ὅτι κἂν ὡς δεξιὸν ὀφθαλμὸν ἔχῃς τινὰ φίλον, καὶ τοῦτον ἔκβαλε, καὶ ἀπότεμε τῆς πρὸς σὲ φιλίας, ἐὰν σε σκανδαλίζῃ. Τὶ γὰρ ὄφελος ἔχειν ὀφθαλμὸν ἐπὶ λύμῃ τοῦ λοιποῦ σώματος; Ἂν μὲν οὖν, ὅπερ ἔφην, βλάπτωσιν αἱ φιλίαι, φεύγωμεν καὶ ἀποπηδῶμεν· ἐὰν δὲ μηδὲν ἡμᾶς εἰς τὸν τῆς εὐσεβείας ἀδικῶσι λόγον, ἕλκωμεν καὶ ἐπισπώμεθα πρὸς ἑαυτοὺς ἐκείνους· εἰ δὲ μήτε αὐτὸν ὠφελεῖς, καὶ τὴν παρ’ ἐκείνου δέχῃ βλάβην, κέρδανον τὸ μεῖναι διὰ τῆς ἐκκοπῆς ἀσινής, καὶ φεῦγε αὐτῶν τὰς φιλίας, ἂν βλάπτωσι· φεῦγε μόνον, μὴ μάχου, μηδὲ πολεμεῖ. Οὕτω καὶ Παῦλος παραινῶν λέγει· «Εἰ δυνατόν, τὸ ἐξ ὑμῶν, μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες». Δοῦλος εἶ τοῦ τῆς εἰρήνης Θεοῦ· ἐκεῖνος τοὺς δαίμονας ἐκβάλλων καὶ μυρία ἐργαζόμενος ἀγαθά, ἐπειδὴ δαιμονῶντα αὐτὸν ἐκάλεσαν, οὐκ ἀφῆκε σκηπτόν, οὐ συνέτριψε τοὺς λοιδοροῦντας, οὐ κατέκαυσε τὴν γλῶτταν τὴν οὕτως ἀναίσχυντον καὶ ἀγνώμονα, καίτοι πάντα ταῦτα δυνάμενος, ἀλλ’ ἀπεκρούσατο τὴν κατηγορίαν μόνον εἰπών. «Ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν πέμψαντα μέ». Ἐπειδὴ δὲ καὶ ὁ δοῦλος τοῦ ἀρχιερέως αὐτὸν ἔτυψε, τὶ φησιν; «Εἰ μὲν κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τὶ με δέρεις»; Εἰ δὲ ὁ Δεσπότης τῶν ἀγγέλων ἀπολογεῖται, καὶ εὐθύνας δίδωσιν οἰκέτῃ, οὐ χρεία μακροτέρων λόγων. Ταῦτα μόνον στρέφε τὰ ῥήματα ἐν τῇ διανοίᾳ, καὶ συνεχῶς αὐτὰ μελέτα καὶ λέγε· «Εἰ μὲν κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς τὶ με δέρεις»; Καὶ ἐννόησον τὸν λέγοντα, καὶ πρὸς τίνα φησί, καὶ τίνος ἕνεκεν, καὶ ἔσται σοι θεία τις ἐπῳδὴ καὶ διηνεκὴς τὰ ῥήματα ταῦτα, καὶ πᾶσαν δυνήσεται φλεγμονὴν καταστεῖλαι· ἐννόησον τὸ ἀξίωμα τοῦ ὑβρισθέντος, τὸ εὐτελὲς τοῦ ὑβρίσαντος, τὴν ὑπερβολὴν τῆς ὕβρεως. Οὐ γὰρ ἐλοιδορήσατο μόνον, ἀλλὰ καὶ ἐτύπτησε· καὶ οὐκ ἐτύπτησεν ἁπλῶς, ἀλλὰ καὶ ἐῤῥάπισεν· οὐδὲν δὲ ταύτης τῆς πληγῆς ἀτιμότερον· ἀλλ’ ὅμως ἅπαντα ἤνεγκεν, ἵνα ἐκ περιουσίας μάθῃς σὺ σωφρονεῖν. Ταῦτα μὴ μόνον ἐνταῦθα φιλοσοφῶμεν, ἀλλὰ καὶ ὅταν καιρὸς ᾗ, αὐτῶν μνημονεύωμεν. Ἐπῃνέσατε τὰ λεγόμενα, ἀλλ’ ἐπὶ τῶν ἔργων ἐπιδείξατέ μοι τὸν ἔπαινον. Καὶ γὰρ ὁ παλαιστὴς ἐν τῇ παλαίστρᾳ γυμνάζεται, ἵνα ἐπὶ τῶν ἀγώνων δείξῃ τῆς ἐκεῖ γυμνασίας τὴν ὠφέλειαν· καὶ σὺ τοίνυν τῆς ἐνταῦθα ἀκροάσεως, ὅταν ἐπέλθῃ θυμός, δεῖξον τὸ κέρδος, καὶ τοῦτο συνεχῶς λέγε τὸ ῥῆμα, «Εἰ μὲν κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τὶ με δέρεις»; Τοῦτο ἔγγραψον τῇ διανοίᾳ· διὰ τοῦτο γὰρ συνεχῶς ὑπομιμνήσκω τούτων τῶν λόγων ὑμᾶς, ὥστε ἐντεθῆναι ὑμῶν τῇ ψυχῇ τὰ εἰρημένα ἅπαντα, ὥστε ἀνεξάλειπτον μεῖναι τὴν μνήμην, καὶ τὴν ἀπὸ τῆς μνήμης ὠφέλειαν. Ἂν γὰρ ἔχωμεν ἐγγεγραμμένα τὰ ῥήματα ταῦτα ἐπὶ τὸ πλάτος τῆς διανοίας τῆς ἡμετέρας, οὐδεὶς οὕτω λίθινος καὶ ἀγνώμων καὶ ἀναίσθητος, ὡς ἐξενεχθῆναί ποτε πρὸς ὀργήν· ἀντὶ γὰρ χαλινοῦ παντὸς καὶ πάσης ἡνίας, τὴν γλῶτταν ἡμῖν πέρα τοῦ μέτρου καὶ τοῦ προσήκοντος ἐκφερομένην ταῦτα ἐπισχεῖν δυνήσεται τὰ ῥήματα, καὶ τὴν διάνοιαν οἰδοῦσαν καταστεῖλαι, καὶ ποιῆσαι μετριάζειν διηνεκῶς, καὶ ὁλόκληρον ἡμῖν ἐγκατοικίσαι τὴν εἰρήνην· ἧς γένοιτο διαπαντὸς ἡμᾶς ἀπολαύειν, χάριτι καὶ φιλανθρωπίαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι ἡ δόξα καὶ τὸ κράτος καὶ ἡ προσκύνησις, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Λόγος Δεύτερος – Πρὸς Ἀνομοίους πρὸ πολλῶν ἡμερῶν, εἶτα πρὸς Ἰουδαίους, εἶτα σιγήσαντος διὰ παρουσίαν ἐπισκόπων καὶ μαρτύρων μνήμας πολλῶν γενομένας, νῦν πάλιν πρὸς Ἀνομοίους περὶ ἀκαταλήπτου

α’. Φέρε δὴ πάλιν πρὸς τοὺς ἀπίστους Ἀνομοίους ἀποδυσώμεθα· εἰ δὲ ἀγανακτοῦσιν ἄπιστοι καλούμενοι, φευγέτωσαν τὸ πρᾶγμα, κἀγὼ κρύπτων τὸ ὄνομα· ἀποστήτωσαν τῆς ἀπίστου διανοίας, καὶ ἀφίσταμαι τῆς ἐπονειδίστου προσηγορίας. Εἰ δὲ αὐτοὶ διὰ τῶν ἔργῳ ἀτιμάζοντες τὴν πίστιν, καὶ ἑαυτοὺς καταισχύνοντες οὐ καταδύονται, τίνος ἕνεκεν πρὸς ἡμᾶς δυσχεραίνουσιν διὰ τῶν ῥημάτων ἐγκαλοῦντας αὐτοῖς ἃ διὰ τῶν ἔργων αὐτοὶ ἐπιδείκνυνται; Πρώην μὲν ἡνίκα εἰς τὸ στάδιον τῶν λόγον τούτων καθήκαμεν ἑαυτούς, καθάπερ δὴ μέμνησθε, καὶ τῶν αὐτῶν ἡψάμεθα παλαισμάτων, οἱ πρὸς Ἰουδαίους ἡμᾶς εὐθέως διεδέξαντο ἀγῶνες, καὶ οὐκ ἦν ἀσφαλὲς τὸ οἰκεῖα μέλη νενοσηκότα παρατρέχειν, οἱ μὲν γὰρ πρὸς Ἀνομοίους λόγοι ἄιε καιρὸν ἔχουσι· τότε δὲ τοὺς ἀῤῥωστοῦντας τῶν ἀδελφῶν τῶν ἡμετέρων καὶ τὰ Ἰουδαϊκὰ νοσοῦντας εἰ μὴ προλαβόντες εὐθέως ἐξηρπάσαμεν τῆς πυρᾶς τῆς Ἰουδαϊκῆς, οὐδὲν ὄφελος ἡμῖν λοιπὸν ἐγίνετο τῆς παραινέσεως, τῆς ἁμαρτίας τῆς κατὰ τὴν νηστείαν προχωρησάσης αὐτοῖς, μετὰ δὲ τοὺς πρὸς ἐκείνους ἀγῶνας πάλιν διεδέξατο πατέρων παρουσία πνευματικῶν πολλῶν πολλαχόθεν ἐνταῦθα ἀφιγμένων, καὶ οὐδὲ τότε εὔκαιρον ἦν, ἁπάντων ἐκείνων καθάπερ τινῶν ποταμῶν εἰς τὴν πνευματικὴν ταύτην ῥεόντων θάλασσαν, τὸν ἡμέτερον ἐκτείνεσθαι λόγον· καὶ μετὰ τὴν ἐκείνων δὲ ἀποδημίαν μαρτύρων ἀπήντησαν ἐπάλληλοι μνῆμαι καὶ συνεχεῖς, καὶ οὐκ ἔδει καταφρονῆσαι τῆς τῶν ἀθλητῶν ἐκείνων εὐλογίας. Ταῦτα δὲ λέγω καὶ ἀπαριθμοῦμαι, ἵνα μὴ νομίσητε ἐξ ὄκνου τινὸς καὶ ῥᾳθυμίας ἡμῖν γενέσθαι τὴν ἀναβολὴν τῶν ἀγώνων τῶν πρὸς ἐκείνους. Νῦν οὖν ἐπειδὴ καὶ τῆς πρὸς Ἰουδαίους λοιπὸν ἀπηλλάγημεν μάχης, καὶ οἱ πατέρες πρὸς τὰς ἑαυτῶν ἐπανῆλθον πατρίδας, καὶ τῆς εὐλογίας τῶν μαρτύρων ἀπηλαύσαμεν ἱκανῶς, φέρε δὴ λοιπὸν τὴν χρονίαν ὠδῖνα τῆς ἡμετέρας ἀκροάσεως λύσωμεν. Εὖ γὰρ οἱδ’ ὅτι ἐμοῦ τοῦ λέγοντος οὐκ ἔλαττον ἕκαστος ὑμῶν ὠδίνει τοὺς περὶ τούτων ἀκοῦσαι λόγους· τὸ δὲ αἴτιον, φιλόχριστος· ἡμῖν ἄνωθεν ἡ πόλις ἐστί, καὶ πατρῴαν ταύτην διεδέξασθε κληρονομίαν, μηδέποτε περιορᾷν τὰ τῆς εὐσεβείας νοθευόμενα. Πόθεν τοῦτο δῆλον; Κατέβησάν τινες ἀπὸ τῆς Ἰουδαίας ποτὲ ἐπὶ τῶν προγόνων τῶν ὑμετέρων, ἐπιθολοῦντες τὰ καθαρὰ τῆς ἀποστολικῆς διδασκαλίας δόγματα, καὶ κελεύοντες περιτέμνεσθαι καὶ τηρεῖν τὸν νόμον Μωϋσέως. Ταύτην οὐκ ἤνεγκαν σιγῇ τὴν καινοτομίαν οἱ τότε τὴν πόλιν ὑμῶν οἰκοῦντες· ἀλλ’ ὥσπερ γενναῖοι σκύλακες λύκους ὁρῶντες ἐπεισιόντας, καὶ τὴν ποίμνην ἅπασαν διαφθείροντας, οὕτως ἐπιπηδήσαντες ἐκείνοις οὐ πρότερον ἀπέστησαν σοβοῦντες αὐτοὺς πάντοθεν καὶ ἐλαύνοντες, ἕως παρεσκεύασαν παρὰ τῶν ἀποστόλων πανταχοῦ τῆς οἰκουμένης πεμφθῆναι δόγματα ἀποτειχίζοντα κἀκείνοις καὶ τοῖς μετ’ ἐκείνους ἅπασι τὴν τοιαύτην κατὰ τῶν πιστῶν ἔφοδον.

β’. Πόθεν οὖν ἡμῖν ἀρκτέον τῶν πρὸς ἐκείνους λόγων; Πόθεν ἄλλοθεν ἀλλ’ ἢ ἀπὸ τῆς κατὰ τὴν ἀπιστίαν κατηγορίας; Πάντα γὰρ ποιοῦσι καὶ πραγματεύονται, ὥστε ἐξῶσθαι τῆς τῶν ἀκουόντων διανοίας τὴν πιστήν, οὗ τὶ γένοιτ’ ἂν μεῖζον ἀσεβείας ἔγκλημα; Ὅταν γὰρ ὁ Θεὸς ἀποφαίνηταί τι, δέχεσθαι χρὴ πιστῶς τὸ λεχθέν, οὐ περιεργάζεσθαι τολμηρῶς. Ὁ βουλόμενος αὐτῶν καλείτω με ἄπιστον, οὐκ ἀγανακτῶ. Διὰ τί; Διὰ γὰρ τῶν ἔργων ἐπιδείκνυμαι τὴν προσηγορίαν. Καὶ τὶ λέγω, καλείτω με ἄπιστον; Καλεῖτο με καὶ μωρὸν ἐν Χριστῷ· καὶ ἐπὶ τούτῳ ὥσπερ ἐπὶ στεφάνῳ πάλιν ἀγάλλομαι· καὶ γὰρ μετὰ Παύλου κοινωνῶ τῆς προσηγορίας ταύτης. Ἐκεῖνος γὰρ φησιν· «Ἡμεῖς μωροὶ διὰ Χριστόν»· πάσης σοφίας αὕτη ἡ μωρία φρονιμωτέρα. Ἃ γὰρ οὐκ ἴσχυσεν ἡ ἔξωθεν εὑρεῖν σοφία, ταῦτα κατώρθωσεν ἡ μωρία ἡ κατὰ Χριστόν· αὕτη τὸ σκότος τῆς οἰκουμένης ἀπήλασεν, αὕτη τὸ φῶς τῆς γνώσεως ἐπανήγαγε. Τὶ δὲ ἐστι μωρία κατὰ Χριστόν; Ὅταν τοὺς οἰκείους λογισμοὺς λυττῶντας ἀκαίρως καταστέλλωμεν, ὅταν ἔρημον καὶ κενὴν τὴν ἡμετέραν διάνοιαν τῆς ἔξωθεν ποιῶμεν παιδεύσεως, ἵνα, ὄτα δέῃ τὰ τοῦ Χριστοῦ δέχεσθαι, σχολάζουσαν καὶ σεσαρωμένην αὐτὴν πρὸς ὑποδοχὴν τῶν θείων λόγων παρέχωμεν.

Καὶ γὰρ ὅταν ἀποφαίνηταί τι ὁ Θεός, ὃ μὴ δεῖ πολυπραγμονεῖσθαι, πίστει παραδέχεσθαι χρή. Τὸ γὰρ ἐπὶ τῶν τοιούτων περιεργάζεσθαι τὰς αἰτίας καὶ ἀπαιτεῖν τὰς εὐθύνας, καὶ τὸν τρόπον ἐπιζητεῖν, τολμηροτάτης ριψοκίνδυνου ψυχῆς. Καὶ τοῦτο πάλιν ἀπ’ αὐτῶν τῶν Γραφῶν παραστῆσαι πειράσομαι. Ζαχαρίας τις ἦν ἀνὴρ θαυμαστὸς καὶ μέγας, ἀρχιερωσύνῃ τετιμημένος, παρὰ τοῦ Θεοῦ τὴν προστασίαν ἐμπεπιστευμένος τοῦ δήμου παντός· οὗτος ὁ Ζαχαρίας εἰσελθὼν εἰς τὰ ἅγια τῶν ἁγίων, εἰς αὐτὰ τὰ ἄδυτα, ἃ μόνῳ τῶν πάντων ἀνθρώπων ἐκείνῳ θέμις ἦν ὁρᾷν (καὶ σκόπει πῶς καὶ τοῦ πλήθους παντὸς ἀντίῤῥοπος ἦν, ὡς καὶ λιτὰς ὑπὲρ τοῦ πλήθους παντὸς ἀναφέρειν τῷ Θεῷ, καὶ ἵλεω ποιεῖν τὸν Δεσπότην τοῖς οἰκέταις (εἶδες παῤῥησίας μέγεθος;) καθάπερ μεσίτης τις ὧν Θεοῦ καὶ ἀνθρώπων), εἶδεν ἄγγελον, ἔνδον ἑστῶτα, καὶ ἐπειδὴ ἐξέπληξεν ἡ ὄψις τὸν ἄνθρωπον, φησὶν ἐκεῖνος· «Μὴ φοβοῦ, Ζαχαρία, διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἰδοὺ τέξῃ υἱόν». Καὶ ποία αὕτη ἡ ἀκολουθία; Ὑπὲρ τοῦ λαοῦ παρεκάλει, ὑπὲρ τῶν ἁμαρτημάτων ἐδεῖτο, συγγνώμην ᾔτει τοῖς συνδούλοις, καὶ λέγει, «Μὴ φοβοῦ, Ζαχαρία, ἠκούσθη γὰρ ἡ δέησίς σοῦ»· καὶ τοῦ ἀκουσθῆναι ἀπόδειξιν ποιεῖται τὸ τεχθήσεσθαι παῖδα αὐτῷ τὸν Ἰωάννην; Καὶ μάλα εἰκότως. Ἐπειδὴ γὰρ ὑπὲρ τῶν ἁμαρτιῶν τοῦ λαοῦ παρεκάλει, ἔμελλε δὲ τίκτειν υἱὸν βοῶντα· «Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου», εἰκότως, φησίν, «Εἰσηκούσθη ἡ δέησις σοῦ, καὶ τέξῃ υἱόν». Τὶ οὖν ἐκεῖνος; Τὸ γὰρ ζητούμενόν τοῦτό ἐστιν, ὅτι τὸ περιεργάζεσθαι τρόπους χρησμῶν θείων ἀσύγγνωστόν ἐστι, τὰς δὲ ἀποφάσεις πίστει δέχεσθαι χρή. Εἶδεν εἰς τὴν ἡλικίαν τὴν ἑαυτοῦ, εἰς τὴν πολιάν, εἰς τὸ σῶμα τὸ ἐξησθενηκός· εἶδεν εἰς τὴν στείρωσιν τῆς γυναικός, καὶ διηπίστησε, καὶ τὸν τρόπον ἐζήτησε μαθεῖν, καὶ εἶπε. «Κατὰ τὶ γνώσομαι τοῦτο»; Πῶς, φησίν, ἔσται τοῦτο; Ἰδοὺ ἐγὼ γεγήρακα καὶ πεπολίωμαι, καὶ ἡ γυνὴ μου στεῖρα προβεβηκυΐα ἐν ταῖς ἡμέραις αὐτῆς· ἡ ἡλικία ἄωρος, ἡ φύσις ἄχρηστος· πῶς ἔχει λόγον τὰ ἐπηγγελμένα; Ἐγὼ ὁ σπείρων ἀσθενής· ἡ ἄρουρα ἄγονος. Ἆρ’ οὐ δοκεῖ τισι συγγνώμης ἄξιος εἶναι πραγμάτων ἀκολουθίαν ἐπιζητῶν, καὶ δοκῶν τι λέγειν εἰκός; Ἀλλ’ οὐ Θεῷ ἔδοξεν ἄξιος εἶναι· καὶ μάλα εἰκότως. Ὅταν γὰρ ὁ Θεὸς ἀποφαίνηται, λογισμοὺς κινεῖν οὐ χρή, οὐδὲ πραγμάτων ἀκολουθίαν, οὐδὲ φύσεως ἀνάγκην προβάλλεσθαι, οὐδὲ ἄλλο τι τῶν τοιούτων οὐδέν· πάντων γὰρ τούτων ἀνωτέρα τῆς ἀποφάσεως ἡ δύναμις οὐδενὶ διακοπτομένη κωλύματι. Τὶ ποιεῖς, ἄνθρωπε; Ὁ Θεὸς ἐπαγγέλλεται, καὶ ἐπὶ ἡλικίαν καταφεύγεις, καὶ γῆρας προβάλλῃ; Μὴ γὰρ ἰσχυρότερον τὸ γῆρας τῆς ἐπαγγελίας τοῦ Θεοῦ; Μὴ γὰρ δυνατωτέρα ἡ φύσις τοῦ δημιουργοῦ τῆς φύσεως; Οὐκ οἶδας ὅτι ἰσχυρὰ ἔργα λόγων αὐτοῦ; Ὁ λόγος αὐτοῦ τὸν οὐρανὸν ἔστησεν· ὁ λόγος αὐτοῦ τὴν κτίσιν παρήγαγεν· ὁ λόγος αὐτοῦ ἀγγέλους ἐποίησε, καὶ σὺ περὶ γεννήσεως ἀμφιβάλλεις; Διὰ ταῦτα ἠγανάκτησεν ὁ ἄγγελος, καὶ οὐδὲ διὰ τὴν ἱερωσύνην συνέγνω· διὰ ταύτην μὲν οὖν καὶ ἐκολάζετο μειζόνως. Τὸ γὰρ πλέον τῶν ἄλλων εἰς τιμῆς ἔχοντα λόγον καὶ περὶ τὴν πίστιν τῶν ἄλλων πλεονεκτεῖν ἔδει, καὶ τὶς ὁ τρόπος τῆς κολάσεως; «Ἰδοὺ ἔσῃ σιωπῶν, καὶ μὴ δυνάμενος λαλεῖν». Ἡ γλῶσσα σου, φησίν, ἢ διηκόνησε πρὸς τὴν τῶν ῥημάτων ἀπιστίαν, αὕτη δέξεται καὶ τὴν ἐπὶ τῇ ἀπιστίᾳ τιμωρίαν. «Ἰδοὺ ἔσῃ σιωπῶν καὶ μὴ λαλῶν, ἕως ἂν γένηται ταῦτα». Ἐννόησον φιλανθρωπίαν Δεσπότου· ἀπιστεῖς μοι, φησί· νῦν δέχου τὴν κόλασιν, καὶ ὅταν διὰ τῶν πραγμάτων παράσχω τὴν ἀπόδειξιν, τότε λύω τὴν ὀργήν· ὅταν μάθῃς, ὅτι δικαίως ἐκολάσθης, τότε σὲ ἀπαλλάττω τῆς τιμωρίας. Ἀκουέτωσαν οἱ Ἀνόμοιοι πῶς ἀγανακτεῖ πολυπραγμονούμενος ὁ Θεός. Εἰ δὲ ἐκεῖνος ἀπιστήσας τῇ θνητῇ γεννήσει κολάζεται, σὺ ὁ τὴν ἀπόῤῥητον καὶ τὴν ἄνω περιεργαζόμενος πῶς διαφεύξῃ τιμωρίαν, εἰπὲ μοι; Ἐκεῖνος οὐκ ἀπεφήνατο, ἀλλὰ μαθεῖν ἠθέλησε, καὶ οὐκ ἔτυχε συγγνώμης· σὺ δὲ ὁ καὶ εἰδέναι διισχυριζόμενος τὰ πᾶσιν ἀθέατα καὶ ἀκατάληπτα, ποίαν ἕξεις ἀπολογίαν; Τίνα δὲ οὐκ ἐπισπάσῃ κατὰ σαυτοῦ τιμωρίαν;

γ’. Ἀλλ’ οἱ μὲν περὶ γεννήσεως λόγοι τοὺς προσήκοντας ἀναμενέτωσαν καιρούς· τέως δὲ ὁδῷ βαδίζωμεν ἐπὶ τὴν προτέραν ὑπόθεσιν, ἧς πρώην τὰ λείψανα κατελίπομεν, τὴν ὀλεθρίαν ἐκσπᾶσαι ῥίζαν ἐπιχειροῦντες, τὴν πάντων μητέρα τῶν κακῶν, καὶ ὅθεν αὐτοῖς τὰ δόγματα ταῦτα ἐβλάστησε. Ποία ἡ ῥίζα τῶν κακῶν πάντων; Πιστεύσατε· φρίκη με κατέχει μέλλοντα αὐτὴν ἐκλαλεῖν· ὀκνῶ γὰρ διὰ γλώττης ἐκφέρειν ἃ μελετῶσιν ἐπὶ τῆς διανοίας ἐκεῖνοι διαπαντός. Τὶς οὖν ἐστιν ἡ ῥίζα τούτων τῶν κακῶν; Ἐτόλμησεν ἄνθρωπος εἰπεῖν ὅτι, Θεὸν οἶδα, ὡς αὐτὸς ὁ Θεὸς ἑαυτὸν οἶδε. Ταῦτα οὖν ἐλέγχου δεῖται; Ταῦτα ἀποδείξεως; Οὐκ ἀρκεῖ μόνη ἡ προφορᾷ τὴν ῥημάτων δεῖξαι πᾶσαν αὐτῶν τὴν ἀσέβειαν; Καὶ γὰρ μανίᾳ τὶς ἐστι ταῦτα σαφής, παραπληξία ἀσύγγνωστος, καινότερος ἀσεβείας τρόπος· οὐδεὶς τοιοῦτον οὐδὲν οὐδέποτε οὔτε εἰς νοῦν βαλέσθαι, οὔτε διὰ τῆς γλώττης προσενεγκεῖν ἐτόλμησεν. Ἐννόησον, ἄθλιε καὶ ταλαίπωρε, τὶς εἶ, καὶ τίνα περιεργάζῃ· ἄνθρωπος ὢν Θεὸν πολυπραγμονεῖς; Ἀρκεῖ γὰρ τὰ ὀνόματα ψιλὰ τῆς ἀνοίας δεῖξαι τὴν ὑπερβολήν, ἄνθρωπος γῆ καὶ σποδὸς ὑπάρχων, σὰρξ καὶ αἷμα, χόρτος καὶ ἄνθος χόρτου, σκιὰ καὶ καπνὸς καὶ ματαιότης, καὶ εἲ τι τούτων ἀδρανέστερον καὶ εὐτελέστερον. Καὶ μὴ νομίσητε κατηγορίαν εἶναι τῆς φύσεως τὰ λεγόμενα· οὐδὲ γὰρ ἐγὼ ταῦτα λέγω, ἀλλ’ οἱ προφῆται ταῦτα φιλοσοφοῦσιν, οὐκ ἀτιμάζοντες ἡμῶν τὸ γένος, ἀλλὰ καταστέλλοντες τῶν ἀνοήτων τὸ φύσημα· οὐκ ἐξευτελίζοντες ἡμῶν τὴν φησίν, ἀλλὰ ταπεινοῦντες τῶν μαινομένων τὴν ἀπόνοιαν. Εἰ γὰρ τοσαῦτα καὶ τοιαῦτα εἰρηκότων ἐκείνων ὅμως ἐφάνησάν τινες οἱ τοῦ διαβόλου τὴν μεγαληγορίαν νικήσαντες, εἰ μηδὲν οὕτων εἴρητο, ποῦ οὐκ ἂν ἐξελάκτισαν ἀπονοίας, εἰπὲ μοι. Εἰ ἔχουσι τὸ φάρμακον ἐπικείμενον καὶ ἔτι φλεγμαίνουσιν, ποῦ οὐκ ἂν ὄγκου καὶ ἀπονοίας ἐξεφυσήθησαν, εἰ μὴ τοσαῦτα καὶ τοιαῦτα ἀπεφήνατο περὶ φύσεως τῆς ἀνθρωπίνης ἐκεῖνοι; Ἄκουσον γοῦν τὶ φησιν ὁ δίκαιος πατριάρχης περὶ ἑαυτοῦ· «Ἐγὼ δὲ εἰμι γῆ καὶ σποδός». Θεῷ διελέγετο, καὶ οὐκ ἐπῆρεν αὐτὸν ἡ παῤῥησία· αὕτη μὲν οὖν, αὕτη μετριάζειν αὐτὸν ἀνέπειθεν. Οὗτοι δὲ οὐδὲ τῆς σκιᾶς ὄντες ἄξιοι τῆς ἐκείνου, τῶν ἀγγέλων αὐτῶν μείζους ἑαυτοὺς εἶναι νομίζουσιν, ὅπερ ἐσχάτης ἐστὶ μανίας ἀπόδειξις. Θεόν, εἰπὲ μοι, περιεργάζῃ τὸν ἄναρχον, τὸν ἀναλλοίωτον, τὸν ἀσώματον, τὸν ἄφθαρτον, τὸν πανταχοῦ παρόντα, καὶ πάντα ὑπερβαίνοντα καὶ ἀνωτέρω τῆς κτίσεως ἁπάσης ὄντα. Ἄκουσον τὶ φιλοσοφοῦσιν οἱ προφῆται περὶ αὐτοῦ, καὶ φοβήθητι· «Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν». Εἶδε μόνον καὶ ἐσάλευσεν τὴν τοσαύτην καὶ τηλικαύτην γῆν. «Ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται· ὁ σείων τὴν ὑπ’ οὐρανὸν ἐκ θεμελίων, καὶ οἱ στῦλοι αὐτῆς σαλεύονται· ὁ ἀπειλῶν τῇ θαλάσσῃ, καὶ ξηραίνων αὐτήν· ὁ λέγων τῇ ἀβύσσῳ ἐρημωθήσῃ. Η θάλασσα εἶδε, καὶ ἔφυγεν· ὁ Ἰορδάνης ἐνεχώρησεν εἰς τὰ ὀπίσω· τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοί, καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων». Πᾶσα ἡ κτίσις σαλεύεται, δέδοικε, τρέμει· μόνοι δὲ οὗτοι καταφρονοῦσιν, ὑπερορῶσιν, ἐξευτελίζουσι τὴν ἑαυτῶν σωτηρίαν· οὐ γὰρ ἂν εἴποιμι τὸν ἁπάντων Δεσπότην. Πρώην μὲν οὖν αὐτοὺς ἀπὸ τῶν ἄνω δυνάμεων, ἐσωφρονίζομεν, ἀγγέλων, ἀρχαγγέλων, τῶν Χερουβίμ, τῶν Σεραφίμ· νῦν δὲ ἀπὸ τῆς ἀναισθήτου κτίσεως, καὶ οὐδὲν ἐντεῦθεν ἐντρέπονται. Οὐχ ὁρᾷς τουτονὶ τὸν οὐρανόν, πῶς καλός, πῶς μέγας, πῶς τῷ ποικίλῳ τῶν ἄστρων ἐστεφάνωται χορῷ; Πόσον διήρκεσε χρόνον; Πεντακισχίλια γὰρ πλείων λοιπὸν ἔστην ἔτη, καὶ τὸ πλῆθος τοῦ χρόνου οὐκ ἐπήγαγεν αὐτῷ γῆρας ἀλλ’ ὥσπερ σῶμα νέον καὶ σφριγῶν ἀνθοῦσαν ἔχει καὶ ἐνακμάζουσαν αὐτῷ τῆς ἡλικίας τὴν ὥραν· οὕτω δὲ καὶ οὐρανὸς ὅπερ ἐξ ἀρχῆς ἔλαχε κάλλος διετήρησε καὶ οὐδὲν ὑπὸ τοῦ χρόνου γέγονεν ἀσθενέστερος. Ἀλλὰ τοῦτον τὸν καλόν, τὸν μέγαν, τὸν φαιδρόν, τὸν κατηστερωμένον, τὸν διαρκῆ, τὸ ἐπὶ τοσοῦτον ἑστηκότα χρόνον, ὁ Θεὸς οὗτος, ὃν σὺ περιεργάζῃ, καὶ τῇ τῶν οἰκείων λογισμῶν ὑποβάλλεις περιγράφῃ, ὡς ἂν εἰ παίζων τις καλύβην ποιήσειεν, οὕτω μετ’ εὐκολίας εἰργάσατο. Καὶ τοῦτο ἐμφαίνων ὁ Ἠσαΐας ἔλεγεν· «Ὁ στήσας τὸν οὐρανὸν ὡσεὶ καμάραν, καὶ διατείνας αὐτὸν ὡς σκηνὴν ἐπὶ τῆς γῆς». Ἀλλὰ καὶ τὴν γῆν βούλει ἰδεῖν; Ἀλλὰ καὶ ταύτην ὡς οὐδὲν ἐποίησε. Περὶ μὲν γὰρ ἐκείνου λέγει· «Ὁ στήσας τὸν οὐρανὸν ὡσεὶ καμάραν, καὶ διατείνας αὐτὸν ὡς σκηνὴν ἐπὶ τῆς γῆς»· πὲρ δεῖ ταύτης· «Ὁ κατέχων τὸν γῦρον τῆς γῆς, ὁ ποιήσας τὴν γῆν ὡς οὐδέν». Ὁρᾷς πῶς οὐδὲν εἶπε τὴν τοσαύτην καὶ τηλικαύτην;

δ’. Ἐννόησον γὰρ πόσον μὲν ὁρῶν ὄγκον, πόσα δὲ ἀνθρώπων ἔθνη, πόσα δὲ ὕψη καὶ πλήθη φυτῶν, πόσας δὲ πόλεις, καὶ πόσα οἰκοδομημάτων μεγέθη, καὶ πόσα τετραπόδων, θηρίων, ἑρπετῶν πλήθη παντοδαπῶν ἐπὶ τῶν νώτων φέρει τῶν ἑαυτῆς. Ἀλλ’ ὅμως τὴν τοιαύτην καὶ τοσαύτην οὕτως εὐκόλως ἐποίησεν, ὡς καὶ τὸν προφήτην, μηδὲ παράδειγμα τῆς εὐκολίας δυνάμενον εὑρεῖν, εἰπεῖν, ὅτι γῆν γῆν ἐποίησεν «ὡς οὐδέν». Ἐπειδὴ γὰρ οὐκ ἤρκει τὰ μεγέθη καὶ τὰ κάλλη τῶν ὁρωμένων τοῦ δημιουργοῦ παραστῆσαι τὴν δύναμιν, ἀλλὰ πολλῷ μὲ μέτρῳ ἐλείπετο τοῦ μεγέθους καὶ τῆς ἰσχύος τοῦ πεποιηκότος αὐτὰ ἁπάσης, εὗρον ἕτερον οἱ προφῆται τρόπον, δι’ οὗ κατὰ δύναμιν τὴν ἑαυτῶν ἴσχυσαν παραδηλῶσαί τι πλέον ἡμῖν περὶ τῆς τοῦ Θεοῦ δυνάμεως. Ποῖον δὴ τοῦτον; Τὸ μὴ τὰ μεγέθη προθεῖναι τῶν κτισμάτων μόνον, ἀλλὰ καὶ τὸν τρόπον τῆς δημιουργίας εἰπεῖν, ἳν’ ἑκατέρωθεν, καὶ ἐκ τοῦ μεγέθους τῶν γεγενημένων, καὶ ἐκ τῆς κατὰ τὴν δημιουργίαν εὐκολίας, δυνηθῶμεν ἀξίαν τινὰ κατὰ δύναμιν τὴν ἡμετέραν ἔννοιαν λαβεῖν περὶ τῆς τοῦ Θεοῦ δυνάμεως. Μὴ τοίνυν τὸ μέγεθος ἐξέταζε μόνον τῶν γεγενημένων, ἀλλὰ καὶ τὴν εὐκολίαν τοῦ πεποιηκότος. Οὐκ ἐπὶ γῆς δὲ τοῦτο ἐνδείκνυται μόνον, ἀλλὰ καὶ ἐπ’ αὐτῆς τῆς φύσεως τῶν ἀνθρώπων· νῦν μὲν γὰρ φησίν, «Ὁ κατέχων τὸν γῦρον τῆς γῆς, καὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ ὡσεὶ ἀκρίδας»· νῦν δὲ φησιν, «Ὡς σταγὼν ἀπὸ κάδου πάντα τὰ ἔθνη ἐναντίον αὐτοῦ». Μὴ ἁπλῶς παρέλθῃς τὸν λόγον, ἀλλ’ ἀνάπτυξον τὸν εἰρημένον καλῶς καὶ ἐξέτασον· ἀναλόγισαι πάντα τὰ ἔθνη, Σύρους, Κίλικας, Καππαδόκας, Βιθυνούς, τοὺς ἐὸν Εὔξεινον πόντον οἰκοῦντας, Θράκην, Μακεδονίαν, τὴν Ἑλλάδα πᾶσαν, τοῖς ἐν τοῖς νήσοις, τοὺς ἐν τῇ Ἰταλίᾳ, τοὺς ὑπὲρ τὴν καθ’ ἡμᾶς οἰκουμένην, τοὺς ἐν ταῖς νήσοις ταῖς Βρεττανικαῖς, Σαυρομάτας, Ἰνδούς, τοὺς τὴν Περσῶν οἰκοῦντας γῆν, τὰ ἀλλὰ τὰ ἄπειρα γένη καὶ φῦλα, ὧν οὔτε τὰ ὀνόματα ἴσκεν· ἀλλὰ πάντα ταῦτα τὰ ἔθνη, «Ὡς σταγών, φησίν, ἀπὸ κάδου ἐναντίον αὐτοῦ». Πόσον μέρος εἶ τῆς σταγόνος ταύτης, εἰπὲ μοι, ὅτι περιεργάζῃ τὸν Θεόν, ᾧ πάντα τὰ ἔνθῃ ὡς σταγὼν ἀπὸ κάδου; Καὶ τὶ χρὴ λέγειν περὶ οὐρανοῦ καὶ γῆς καὶ θαλάττης καὶ ἀνθρώπων φύσεως; Ἀναβῶμεν ὑπὲρ τὸν οὐρανὸν τῷ λόγῳ, καὶ ἐπὶ τοὺς ἀγγέλους ἔλθωμεν. Ἴστε γὰρ δήπου τοῦτο, ὅτι τῆς κτίσεως τῆς ὁρωμένης ταύτης εἷς ἄγγελος μόνος ἀντίῤῥοπος ἐστι· μᾶλλον δὲ καὶ πολλῷ τιμιώτερος. Εἰ γὰρ ἀνθρώπου δικαίου ἄξιος οὐκ ἂν εἴη πᾶς ὁ κόσμος, καθὼς ὁ Παῦλος δείκνυσι λέγων, «Ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος οὗτος»· πολλῷ μᾶλλον ἀγγέλου οὐκ ἂν γένοιτό ποτὲ ἄξιος· πολλῷ γὰρ τῶν δικαίων ἄγγελοι μείζους. Ἀλλ’ ὅμως μυρίαι μυριάδες εἰσὶν ἀγγέλων ἄνω, καὶ χίλιαι χιλιάδες εἰσὶν ἀρχαγγέλων, καὶ θρόνοι, κυριότητες, ἀρχαί, καὶ ἐξουσίαι, ἄπειροι δῆμοι ἀσωμάτων δυνάμεων, καὶ φῦλα ἀμύθητα, καὶ ταύτας ἁπάσας τὰς δυνάμεις μετὰ τοσαύτης εὐκολίας ἐποίησε, μεθ’ ὅσης οὐδεὶς λόγος παραστῆσαι δύναται. Ἤρκεσε γὰρ αὐτῷ τὸ θελῆσαι πρὸς ἅπαντα, καὶ καθάπερ ἡμῖν ἡ βούλησις οὐ παρέχει κάματον, οὕτως οὐδὲ ἐκείνῳ τὸ δημιουργῆσαι τοσαύτας καὶ τηλικαύτας δυνάμεις. Καὶ τοῦτο ὁ προφήτης ἐμφαίνων ἔλεγε· «Πάντα ὅσα ἠθέλησεν ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ». Ὁρᾷς ὅτι οὐ πρὸς δημιουργίαν τῶν ἐν τῇ γῇ μόνον, ἀλλὰ καὶ πρὸς τὴν κτίσιν τῶν ἄνω δυνάμεων ἤρκεσεν ἡ θέλησις αὐτοῦ μόνη; Ταῦτα οὖν ἀκούων οὐ θρηνεῖς σαυτόν, εἰπὲ μοι, καὶ κατορύττεις πρὸς τοσοῦτον ἀπονοίας ἀρθείς, ὅτι ὃν δοξάζειν χρὴ μόνον καὶ προσκυνεῖν, τοῦτον ὡς ἓν τι τῶν εὐτελεστάτων πραγμάτων περιεργάζεσθαι φιλονεικεῖς καὶ πολυπραγμονεῖν; Διὰ τοῦτο καὶ ὁ Παῦλος ὁ πολλῆς σοφίας ἐμπεπλησμένος ὁρῶν τὴν ἀσύγκριτον ὑπεροχὴν τοῦ Θεοῦ, καὶ τὴν εὐτέλειαν τῆς ἀνθρωπίνης φύσεως, πρὸς τοὺς περιεργαζομένους αὐτοῦ τὰς οἰκονομίας ἀγανακτῶν, καὶ μετὰ πολλῆς δυσχεραίνων τῆς σφοδρότητος ἔλεγε· «Μενοῦν γε, ᾧ ἄνθρωπε, σὺ τὶς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; Τὶς εἶ»; Ἐννόησόν σου τὴν φύσιν πρότερον· οὐδὲν γὰρ ἔστιν ὄνομα εὑρεῖν δυνάμενον παραστῆσαί σου τὴν εὐτέλειαν.

ε’. Ἀλλ’ ἐρεῖς, ὅτι, Ἄνθρωπος εἰμι ἐλευθερίᾳ τετιμημένος. Ἀλλ’ ἐτιμήθης οὐχ ἵνα εἰς ἀντιλογίαν τῇ ἐλευθερίᾳ, ἀλλ’ ἵνα τῇ τιμῇ πρὸς ὑπακοὴν καταχρήσῃ τοῦ τετιμηκότος. Ἐτίμησέ σε ὁ Θεός, οὐχ ἵνα αὐτὸν ὑβρίζῃς, ἀλλ’ ἵνα δοξάζῃς· ὑβρίζει δὲ ὁ τὴν οὐσίαν αὐτοῦ περιεργαζόμενος. Εἰ γὰρ τὸ μὴ περιεργάζεσθαι τὰς ἐπαγγελίας αὐτοῦ δοξάζειν αὐτὸν ἐστι, τὸ πολυπραγμονεῖν καὶ διερευνᾷν οὐχὶ τὰς ἀποφάσεις μόνον, ἀλλὰ καὶ αὐτὸν τὸν ἀποφηνάμενον ἀτιμάζειν ἐστίν. Ὅτι δὲ τὸ μὴ περιεργάζεσθαι τὰς ἐπαγγελίας αὐτοῦ δοξάζειν αὐτὸν ἐστιν, ἄκουσον τοῦ Παύλου λέγοντος περὶ τοῦ Ἀβραὰμ καὶ τῆς ὑπακοῆς τῆς ἐκείνου, καὶ τῆς ἐν ἅπασι πίστεως· «Κατενόησε μὲν γάρ, φησί, τὸ ἑαυτοῦ σῶμα νενεκρωμένον, καὶ τὴν νέκρωσιν τῆς μήτρας Σάρρας· εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ, ἀλλ’ ἐνεδυναμώθη τῇ πίστει». Ἡ φύσις κα