Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 48

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Περὶ Ἱερωσύνης Λόγοι Ϛ’
Προηγούμενο: Περὶ Παρθενίας
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 48

Εἰς Νεωτέραν Χηρεύσασαν

α’. Ὅτι μὲν χαλεπὴν ἔλαβες τὴν πληγήν, καὶ ἐν καιρῷ τὸ πεμφθὲν καὶ ἄνωθεν ἐδέξω τὸ βέλος, ἅπαντες ἂν σοι συνομολογήσαιεν, καὶ οὐδὲ τῶν σφόδρα φιλοσοφούντων οὐδεὶς ἀντερεῖ· ἐπεὶ δὲ τοὺς πληττομένους οὐκ εἰς πένθος καὶ δάκρυα τὸν ἅπαντα χρόνον ἀναλίσκειν δεῖ, ἀλλὰ καὶ τῆς θεραπείας τῶν τραυμάτων πολλὴν ποιεῖσθαι τὴν πρόνοιαν, ὥστε μὴ παροφθέντα μείζονα τοῖς δάκρυσι παρασχεῖν τὴν πληγήν, καὶ τῆς ὀδύνης σφοδροτέραν τὴν φλόγα ἐργάσασθαι, καλὸν καὶ τῆς διὰ τῶν λόγων ἀνασχέσθαι παρακλήσεως, καὶ τοὺς κρουνοὺς μικρὸν ἀνασχοῦσαν τῶν δακρύων χρόνον γοῦν βραχὺν καὶ τοῖς παραμυθεῖσθαι σε ἐπιχειροῦσι παρασχεῖν σεαυτήν. Διὰ γὰρ τοι τοῦτο καὶ ἡμεῖς οὐ παρ’ αὐτὴν τοῦ πένθους τὴν ἀκμήν, οὐδ’ ἅμα τῷ κατενεχθῆναι τὸν σκηπτὸν ἠνωχλήσαμεν· ἀλλ’ ἀναμείναντες τὸν ἐν μέσῳ τουτονὶ χρόνον, καὶ συγχωρήσαντες ἐμπλησθῆναι σε τῶν ὀδυρμῶν, ὅτε λοιπὸν καὶ διαβλέψαι μικρὸν ἀπὸ τῆς ἀχλύος ἐκείνης, καὶ τὰς ἀκοὰς παρανοῖξαι δεδύνησαι τοῖς σε παρακαλεῖν πειρωμένοις, τότε καὶ αὐτοὶ μετὰ τοὺς τῶν θεραπαινίδων λόγους καὶ τὰ παρ’ ἑαυτῶν προστεθείκαμεν. Ἔτι μὲν γὰρ τοῦ χειμῶνος ὄντος σφοδροῦ, καὶ πολλοῦ τοῦ πένθους πνέοντος, ὁ παρακαλῶν ἀποσχέσθαι τῆς λύπης πλέον ἂν παρώξυνε πρὸς τὰς οἰμωγάς, καὶ τὸ μισηθῆναι κερδάνας μόνον ὕλην ἂν πολλὴν τοῖς τοιούτοις λόγοις παρέσχε τῷ πυρὶ μετὰ τοῦ καὶ ἐχθροῦ καὶ ἀνοήτου δόξαν λαβεῖν· ἐπειδὴ δὲ λοιπὸν ἤρξατο λήγει ἡ ζάλη, καὶ τῷ τῶν κυμάτων ἄγριον κατεστόρεσεν ὁ Θεός, εὐκόλως τοῦ λόγου τὰ ἱστία ἀναπετάσομεν. Ἐν συμμέτρῳ μὲν γὰρ χειμῶνι δυνήσεται ἴσως ἡ τέχνη ποιῆσαι τὸ ἑαυτῆς· ὅταν δὲ ἄμαχος ᾗ τῶν πνευμάτων ἡ προσβολή, τῆς ἐμπειρίας ὄφελος οὐδέν. Διὰ ταῦτα πάντα τὸν ἔμπροσθεν χρόνον σιγήσαντες, μόλις καὶ νῦν ἐπεχειρήσαμεν ῥῆξαι φωνήν, ἐπειδὴ παρὰ τοῦ θείου ἠκούσαμεν τοῦ σοῦ, ὅτι λοιπὸν χρὴ θαῤῥεῖν· καὶ γὰρ καὶ τῶν θεραπαινίδων τὰς ἐν τιμῇ κατατολμᾷν ὑπὲρ τούτων μακροὺς ἀποτείνειν λόγους, τὰς τε ἔξωθεν γυναῖκας, καὶ τὰς γένει προσηκούσας, καὶ τὰς ἄλλως πῶς ἐπιτηδείως ἐχούσας. Ὅτι δὲ τοὺς παρ’ ἐκείνων δεχομένη λόγους οὐκ ἀτιμάσεις τοὺς παρ’ ἡμῶν, ἀλλὰ καὶ ἡσυχίαν καὶ ἀταραξίαν παρέξεις αὐτοῖς κατὰ δύναμιν, σφόδρα θαῤῥοῦμεν καὶ πεπιστεύκαμεν. Καὶ ἄλλως μὲν οὖν τὸ γυναικεῖον γένος ἐπιῤῥεπέστερόν πῶς ἐστι πρὸς συμπάθειαν· ὅταν δὲ καὶ νεότης προσῇ, καὶ χηρεία ἄωρος, καὶ πραγμάτων ἀπειρία, καὶ φροντίδων ὄχλος πολύς, καὶ τὸ ἐν τρυφῇ καὶ εὐθυμίᾳ καὶ πλούτῳ τὸ ἔμπροσθεν ἅπαντα τετράφθαι χρόνον, πολλαπλάσιον γίνεται τὸ δεινόν, κἂν ἡ τοῦτο παθοῦσα μὴ τῆς ἄνωθεν τύχη ῥοπῆς, καὶ ὁ τυχὼν αὐτὴν λογισμὸς καταλῦσαι δυνήσεται, ὅπερ πρῶτον καὶ μέγιστον τῆς πολλῆς περὶ σὲ τοῦ Θεοῦ κηδεμονίας τίθεμαι εἶναι τεκμήριον. Τὸ γὰρ τοσούτων συνδραμόντων ἐξαίφνης κακῶν μὴ ἀποπνιγῆναι τῇ λύπῃ, μηδὲ τῶν κατὰ φύσιν ἐκστῆναι φρενῶν, οὐκ ἀνθρωπίνης τινὸς βοηθείας ἦν, ἀλλὰ τῆς τὰ πάντα δυναμένης χειρός, τῆς συνέσεως, ἧς οὐκ ἔστιν ἀριθμός, τῆς φρονήσεως, ἧς οὐκ ἔστιν ἐξεύρεσις, τοῦ Πατρὸς τῶν οἰκτιρμῶν καὶ Θεοῦ πάσης παρακλήσεως. «Αὐτὸς γὰρ πέπαικεν ἡμᾶς, φησί, καὶ ἰάσεται ἡμᾶς· πατάξει, καὶ μοτώσει ἡμᾶς καὶ ὑγιάσει ἡμᾶς».

Ἕως μὲν γὰρ σοι συνῆν ὁ μακάριος ἐκεῖνος ἀνήρ, ἀπέλαυες μὲν τιμῆς καὶ φροντίδος καὶ σπουδῆς, ἀπέλαυες δὲ οἵας παρὰ ἀνθρώπου ἀπολαύειν εἰκὸς ἦν· ἐπειδὴ δὲ ἐκεῖνον ἔλαβε πρὸς ἑαυτὸν ὁ Θεός, ἀντ’ ἐκείνου σοι γέγονεν αὐτός. Καὶ οὐκ ἐμὸς οὗτος ὁ λόγος, ἀλλὰ τοῦ μακαρίου προφήτου Δαυῒδ· φησὶ γάρ· «Ὀρφανὸν καὶ χήραν ἀναλήψεται». Καὶ ἀλλαχοῦ δὲ αὐτὸν πατέρα καλεῖ τῶν ὀρφανῶν, καὶ κριτὴν τῶν χηρῶν· οὕτω πολλὴν ὑπὲρ τούτου τοῦ γένους πολλαχοῦ ποιούμενον αὐτὸν ὄψει τὴν σπουδήν.

β’. Ἵνα δὲ μὴ συνεχῶς τοῦτο λεγόμενον τὸ ὄνομα στρέφῃ σου τὴν ψυχήν, καὶ συγχέῃ σου τὸν λογισμόν, ἐν αὐτῷ τῆς ἡλικίας τῷ ἄνθει ἐπελθόν, ὑπὲρ τούτου διαλεχθῆναι βούλομαι πρῶτον καὶ δεῖξαι ὅτι οὐ συμφορᾶς, ἀλλὰ τιμῆς ἐστιν ὄνομα (τὸ τῆς χηρείας ὄνομα), καὶ τιμῆς τῆς μεγίστης. Μὴ γὰρ μοι τὴν τῶν πολλῶν δόξαν τὴν πεπλανημένην εἰς μαρτυρίαν ἀγάγῃς, ἀλλὰ τοῦ μακαρίου Παύλου, μᾶλλον δὲ τοῦ Χριστοῦ τὴν νομοθεσίαν. Ἃ γὰρ ἐκεῖνος ἐφθέγγετο, ταῦτα ὁ Χριστὸς ἐλάλει δι’ αὐτοῦ, καθὼς καὶ αὐτὸς ἔλεγεν, «Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ»; Τὶ οὖν φησι; «Χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα γεγονυῖα»· καὶ πάλιν· «Νεωτέρας δὲ χήρας παραιτοῦ»· δι’ ἀμφοτέρων τοῦ πράγματος ὑμῖν τὸ μέγεθος παραστῆσαι βουλόμενος. Καὶ περὶ μὲν ἐπισκόπων διαταττόμενος οὐδαμοῦ τίθησιν ἐτῶν ἀριθμόν, ἐνταῦθα δὲ πολλὴν ποιεῖται τὴν ἀκρίβειαν. Τὶ δήποτε; Οὐχ ὅτι ἡ χηρεία μείζων ἱερωσύνης ἐστίν, ἀλλ’ ὅτι μείζονα αὗται πόνον ἐκείνων ἔχουσι, πραγμάτων αὐτὰς πολλῶν πολλαχόθεν περιῤῥεόντων, δημοσίων καὶ ἰδιωτικῶν. Καθάπερ γὰρ πόλις ἀτείχιστος εἰς μέσον ἅπασι τοῖς βουλομένοις ἁρπάζειν πρόκειται, οὕτω καὶ κόρη χηρεία συζῶσα πολλοὺς ἔχει πανταχόθεν τοὺς ἐπιβουλεύοντας, οὐ τοὺς τῶν χρημάτων αὐτῆς ἐφιεμένους μόνον, ἀλλὰ καὶ τοὺς τὴν σωφροσύνην αὐτῆς διαφθεῖραι σπεύδοντας. Καὶ οὐ ταύτας μόνον, ἀλλὰ καὶ ἑτέρας πρὸς τὸ πεσεῖν αὐτὴν ἀφορμὰς προσγενόμενος εὑρήσομεν. Καὶ γὰρ οἰκέται καταφρονοῦντες, καὶ πράγματα ἀμελούμενα, καὶ τὸ μηκέτι ἐν τῇ προτέρᾳ εἶναι τιμῇ, καὶ τὸ ὁμήλικας εὖ πραττούσας ὁρᾷν, πολλάκις δὲ καὶ τὸ τρυφῆς ἐπιθυμεῖν, δευτέροις αὐτὰς ἔπεισεν ὁμιλῆσαι γάμοις.

Εἰσὶ δὲ αἳ νόμῳ μὲν γάμου οὐκ ἐθέλουσι συγγενέσθαι τοῖς ἀνδράσι, λάθρα δὲ καὶ μετὰ τοῦ κρύπτεσθαι. Τοῦτο δὲ ποιοῦσιν, ἵνα τὰ ἐγκώμια τῆς χηρείας καρπώσωνται· οὕτως οὐκ ἐπονείδιστον, ἀλλὰ θαυμαστὸν καὶ τιμῆς ἄξιον τὸ πρᾶγμα παρὰ ἀνθρώποις εἶναι δοκεῖ, οὐ παρ’ ἡμῖν μόνον τοῖς πιστοῖς. Ἀλλὰ καὶ τοῖς ἀπίστοις αὐτοῖς. Καὶ γὰρ ἐγὼ ποτε νέος ἔτι ὤν, τὸν σοφιστὴν τὸν ἐμὸν (πάντων δὲ ἀνδρῶν δεισιδαιμονέστερος ἐκεῖνος ἦν) οἶδα ἐπὶ πολλῶν τὴν μητέρα τὴν ἐμὴν θαυμάζοντα. Τῶν γὰρ παρακαθημένων αὐτῷ πυνθανόμενος, οἷα εἴωθε, τὶς εἴην ἐγώ, καὶ τίνος εἰπόντος, ὅτι χήρας γυναικός, ἐμάνθανε παρ’ ἐμοῦ τὴν τὲ ἡλικίαν τῆς μητρὸς καὶ τῆς χηρείας τὸν χρόνον· ὡς δεῖ εἶπον, ὅτι ἐτῶν τεσσαράκοντα γεγονυΐα εἴκοσιν ἔχει λοιπόν, ἐξ οὗ τὸν πατέρα ἀπέβαλε τὸν ἐμόν, ἐξεπλάγη, καὶ ἀνεβόησε μέγα, καὶ πρὸς τοὺς παρόντας ἰδών· Βαβαί, ἔφη, οἷαι παρὰ Χριστιανοῖς γυναῖκές εἰσι· τοσούτου οὐ παρ’ ἡμῖν μόνον, ἀλλὰ καὶ παρὰ τοῖς ἔξωθεν τὸ πρᾶγμα ἀπολαύει τοῦ θαύματος καὶ τοῦ ἐπαίνου. Ἅπερ ἅπαντα συνιδὼν ὁ μακάριος Παῦλος, ἔλεγε· «Χήρα καταλεγέσθω, μὴ ἔλαττον ἐτῶν ἑξήκοντα γεγονυῖα». Καὶ οὐδὲ μετὰ τὴν τοσαύτην τῶν χρόνων μαρτυρίαν ἀφίησιν αὐτὴν εἰς τὸν ἅγιον τοῦτον ταγῆναι χορόν, ἀλλὰ καὶ ἕτερα προστίθησι λέγων, «Ἐν ἔργοις ἀγαθοῖς μαρτυρουμένη, εἰ ἐτεκνοτρόφησεν, εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψεν, εἰ θλιβομένοις ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησε». Βαβαὶ τῆς δοκιμασίας καὶ τῆς βασάνου, ὅσην παρὰ τῆς χήρας ἀπαιτεῖ τὴν ἀρετὴν καὶ πῶς ἀκριβολογεῖται οὐκ ἂν τοῦτο ποιήσας, εἰ μὴ πρᾶγμα τίμιον καὶ σεμνὸν ἔμελλεν ἐμπιστεύειν αὐτῇ. Καί, «Νεωτέρας δέ, φησί, χήρας παραιτοῦ». Εἶτα τὴν αἰτίαν προστίθησιν· «Ὅταν γὰρ καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσι». Διὰ τούτου γὰρ ἡμῖν τοῦ ῥήματος αἰνίττεται, ὅτι αἱ τοὺς ἄνδρας ἀποβαλοῦσαι ἀντ’ ἐκείνων ἁρμόττονται τῷ Χριστῷ. Ὅρα πῶς δεικνὺς τὴν ἁρμονίαν ταύτην ῥᾴονα οὖσαν καὶ ἐπιεικῆ, τοῦτο τίθησι λέγω δὲ τό, «Ὅταν γὰρ καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσι», καθάπερ τινὸς ἀνδρὸς ἐπιεικοῦς, καὶ οὐ μετ’ ἐξουσίας αὐταῖς κεχρημένου, ἀλλ’ ἐῶντος ἐν ἐλευθερίᾳ ζῇν. Καὶ οὐδὲ μέχρι τούτων τὸν λόγον ἔστησεν, ἀλλὰ καὶ ἑτέρωθι πάλιν πολλὴν ὑπὲρ αὐτῆς φροντίδα πεποίηται λέγων· «Ἡ δὲ σπαταλῶσα ζῶσα τέθνηκεν· ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπισεν ἐπὶ τὸν Θεόν, καὶ προσμένει ταῖς δεήσεσι καὶ ταῖς προσευχαῖς ἡμέρας καὶ νυκτός». Καὶ Κορινθίοις ἐπιστέλλων φησί· «Μακαριωτέρα δὲ ἐστιν ἐὰν οὕτω μείνῃ». Εἶδες ὅσα τῆς χηρείας τὰ ἐγκώμια, καὶ ταῦτα ἐν τῇ Καινῇ, ὅτε καὶ τὸ τῆς παρθενίας διέλαμψε καλόν; Ἀλλ’ ὅμως οὐδὲ τότε τὰς μαρμαρυγὰς αὐτῆς ἀποκρύψαι ἴσχυσεν ἡ ταύτης φαιδρότης, ἀλλὰ διαλάμπει καὶ οὕτω τὴν οἰκείαν ἔχουσα ἀρετήν. Ὅταν οὖν μνημονεύωμεν μεταξὺ χηρείας, μὴ καταπέσῃς, μηδὲ ὄνειδος τὸ πρᾶγμα νόμιζε· εἰ γὰρ τοῦτο ἐπονείδιστον, πολλῷ μᾶλλον ἡ παρθένια. Ἀλλ’ οὐκ ἔστιν, οὐκ ἔστι, μὴ γένοιτο. Ποῦ γὰρ τὰς ἔτι περιόντων ἀπεχομένας τῶν ἀνδρῶν θαυμάζομεν ἅπαντες καὶ ἀποδεχόμεθα, τὰς καὶ ἀπελθόντων αὐτῶν τὴν αὐτὴν περὶ αὐτοὺς ἐπιδεικνυμένας εὔνοιαν, πῶς οὐκ ἐκπλήττεσθαι δεῖ καὶ ἐπαινεῖν; Ἕως μὲν οὖν, ὅπερ ἔφην, συνῇς τῷ μακαρίῳ Θηρασίω, καὶ τιμῆς καὶ προνοίας ἀπέλαυσας, οἵας παρὰ ἀνθρώπου ἀπολαύειν εἰκός· νῦν δὲ εἰς τὴν ἐκείνου τάξιν ἔχεις τὸν ἁπάντων Δεσπότην Θεόν, ὃς καὶ πάλαι σου προεστὼς μειζόνως καὶ μετὰ πλείονος τοῦτο ποιήσει τῆς σπουδῆς νῦν· καὶ τῆς πολλῆς αὐτοῦ προνοίας οὐ μικρόν, ὥσπερ ἔφθην εἰπών, τεκμήριον ἔδειξεν ἡμῖν ἤδη, ἐν τοσαύτῃ καμίνῳ φροντίδων καὶ λύπης ὑγιῆ καὶ ἀνέπαφόν σε διαφυλάξας, καὶ μηδὲν ἀφεὶς τῶν ἀβουλήτων παθεῖν. Ὁ δὲ ἐν τοσούτῳ σάλῳ μηδὲν συγχωρήσας γίνεσθαι ναυάγιον, πολλῷ μᾶλλον ἐν γαλήνῃ διατηρήσει τὴν σὴν ψυχὴν καὶ κούφην ποιήσει τὴν χηρείαν, καὶ τὰ ἐκ ταύτης δοκοῦντα εἶναι δεινά.

γ’. Εἰ δὲ σε οὐ τὸ τῆς χηρείας ὄνομα θορυβεῖ, ἀλλὰ τὸ ἄνδρα τοιοῦτον ἀποβαλεῖν, συνομολογῶ μὲν σοι κακῷ πανταχοῦ τῆς ὀλίγους γεγενῆσθαι τοιούτους ἐν ἀνδράσι βιωτικοῖς φιλοστόργους, ἐπιεικεῖς, ταπεινούς, ἀπλάστους, συνετούς, εὐλαβεῖς. Ἀλλ’ εἰ μὲν διελύετο παντελῶς, καὶ εἰς τὸ μηδὲν ἔληγεν, ἔδει θορυβεῖσθαι καὶ ἀλγεῖν· εἰ δὲ εἰς τὸν εὔδιον κατέπλευσε λιμένα, καὶ πρὸς τὸν ὄντως αὐτοῦ βασιλέα ἀποδεδήμηκεν, οὐ πενθεῖν ὑπὲρ τούτων, ἀλλὰ καὶ χαῖρεν δεῖ. Οὐ γὰρ θάνατος ὁ θάνατος οὗτος, ἀλλ’ ἀποδημία καὶ μετάστασις τις ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ βελτίω, ἀπὸ τῆς γῆς πρὸς τὸν οὐρανόν, ἀπὸ τῶν ἀνθρώπων πρὸς ἀγγέλους καὶ ἀρχαγγέλους καὶ τὸν τῶν ἀγγέλων καὶ ἀρχαγγέλων δεσπότην. Ἐνταῦθα μὲν γὰρ ἐπὶ τῆς γῆς στρατευόμενον βασιλεῖ καὶ κινδύνους ἦν προσδοκᾷν, καὶ πολλὰς παρὰ τῶν φθονούντων τὰς ἐπιβουλάς· ὅσῳ γὰρ αὐτῷ τὰ τῆς εὐδοκιμήσεως ηὔξετο, τοσούτῳ καὶ τὰ παρὰ τῶν ἐχθρῶν ἐπλεόναζεν· ἐκεῖ δὲ ἀπελθόντα οὐκ ἔστιν ὑποπτεύσαι τούτων οὐδέν. Ὥστε ὅσῳπερ ἂν πενθῇς ὅτι χρηστὸν ὄντα καὶ ἐνάρετον ἔλαβεν ὁ Θεός, τοσούτῳ χαῖρεν δεῖ ὅτι μετὰ πολλῆς τῆς ἀσφαλείας καὶ τῆς δόξης ἀποδεδήμηκε, καὶ τῆς ἐν τῷ παρόντι κινδύνῳ ταραχῆς ἀπαλλαγείς, ἐστὶν ἐν εἰρήνη καὶ ἡσυχίᾳ πολλῇ. Πῶς γὰρ οὐκ ἄτοπον τὸν μὲν οὐρανὸν πολλῷ βελτίω τῆς γῆς εἶναι ὁμολογεῖν, τοὺς δὲ ἀπὸ ταύτης ἐκεῖ μεταστάντας πενθεῖν; Εἰ μὲν γὰρ τῶν αἰσχρῶς βεβιωκότων καὶ παρὰ τὸ τῷ Θεῷ δοκοῦν ὁ μακάριος ἐκεῖνος ἦν, ἔδει κόπτεσθαι καὶ θρηνεῖν, οὐκ ἀπελθόντα μόνον, ἀλλὰ καὶ ζῶντα ἐκεῖνον ἐπειδὴ δὲ τῶν αὐτῷ φίλων καὶ οὕτως εἷς ἐτύγχανεν ὤν, οὐ ζῶντι μόνον, ἀλλὰ καὶ κοιμηθέντι συνήδεσθαι χρή. Καὶ ὅτι τοῦτο ποιεῖν δεῖ, τοῦ μακαρίου Παύλου πάντως ἤκουσας λέγοντος· «Τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι πολλῷ μᾶλλον κρεῖσσον». Ἀλλὰ ῥημάτων ἴσως ποθεῖς ἀκοῦσαι τῶν ἐκείνου, καὶ φιλίας ἀπολαῦσαι τῆς πρὸς αὐτόν, καὶ λαμπρότητα καὶ τιμὴν καὶ ἀσφάλειαν, καὶ ταῦτά τε πάντα φροῦδα γενόμενα θορυβεῖ καὶ σκοτοῖ. Τὴν μὲν οὖν φιλίαν τὴν πρὸς ἐκεῖνον ἔξεστί σοι φυλάττειν καὶ νῦν ὁμοίως, ὥσπερ καὶ πρότερον.

Τοιαύτη γὰρ ἡ τῆς ἀγάπης δύναμις· οὐ τοὺς παρόντας μόνον καὶ πλησίον ὄντας ἡμῶν καὶ ὁρωμένους, ἀλλὰ καὶ τοὺς μακρὰν ἀφεστῶτας περιλαμβάνειν καὶ συγκολλᾶ καὶ συνδεῖ· καὶ οὔτε χρόνου πλῆθος, οὔτε ὁδῶν διάστημα, οὔτε ἄλλο τῶν τοιούτων οὐδὲν ψυχῆς φιλίαν διακύψαι δύναιτ’ ἂν διατεμεῖν. Εἰ δὲ καὶ πρόσωπον αὐτὸν βούλει πρὸς πρόσωπον ἰδεῖν (τοῦτο γὰρ οἶδα ὅτι μάλιστα ποθεῖς), διαφύλαξον αὐτῷ τὴν εὐνὴν ἀνέπαφον ἀνδρὸς ἑτέρου, καὶ βίον ἐπιδείξασθαι σπούδασον ἴσον ἐκείνῳ, καὶ πάντως εἰς τὸν αὐτὸν ἀπελεύσῃ χορὸν αὐτῷ, οὐ πέντε ἔτη καθάπερ ἐνθάδε, οὐδὲ εἴκοσι καὶ ἑκατόν, οὐδὲ χίλια καὶ δὶς τοσαῦτα, οὐδὲ μυρία καὶ πολλάκις τοσαῦτα, ἀλλὰ τοὺς ἀπείρους καὶ ἀτελευτήτους αἰῶνας αὐτῷ συνοικήσουσα. Τοὺς γὰρ τῆς ἀναπαύσεως τόπους ἐκείνους οὐχ αἱ συγγένειαι αἱ σωματικαί, ἀλλ’ ἡ τῷ βίων ἰσότης κληρονομεῖν πέφυκεν. Εἰ γὰρ καὶ τὸν Λάζαρον ἀγνῶτα ὄντα τῷ Ἀβραὰμ εἰς τοὺς αὐτοὺς αὐτῷ κόλπους ἤγαγε, καὶ πολλοὺς ἀπὸ ἀνατολῶν καὶ δυσμῶν μετ’ ἐκείνου ἀνακλιθῆναι παρασκευάζει τὸ ἧς πολιτείας ἀπαράλλακτον, καὶ σὲ μετὰ τοῦ καλοῦ Θηρασίου ὁ τῆς ἀνέσεως ἐκδέξεται τόπος, ἂν ἐκείνῳ τὸν βίον θέλῃς ἐπιδείξασθαι τὸν αὐτόν· καὶ τότε αὐτὸν οὐκ ἐν τούτῳ τῷ κάλλει τοῦ σώματος, ὅπερ ἔχων ἀπῆλθεν, ἀπολήψῃ πάλιν, ἀλλ’ ἐν ἑτέρᾳ τινὶ μαρμαρυγῇ καὶ φαιδρότητι μᾶλλον τῶν ἡλιακῶν ἀκτίνων ἀπολαμπούσῃ.

Τοῦτο γὰρ τὸ σῶμα, κἂν ἐν ὕψει τρέχῃ πολλῷ, φθαρτὸν ὅμως ἐστί· τὰ δὲ σώματα τῶν εὐηρεστηκότων τῷ Θεῷ τοσαύτην ἐνδύσεται δόξαν, ὅσην οὐδὲ ἰδεῖν ἔνι τούτοις τοῖς ὀφθαλμοῖς. Καὶ τούτων ἡμῖν σημεῖά τινα καὶ ἴχνη ἀμυδρὰ καὶ ἐν τῇ Παλαιᾷ καὶ ἐν τῇ Καινῇ δοθῆναι παρεσκεύασεν ὁ Θεός. Ἐκεῖ μὲν γὰρ τὸ πρόσωπον τοῦ Μωυσέως τοσαύτη κατελάμπετο δόξῃ τότε, ὡς ἀπρόσιτον εἶναι τοῖς τῶν Ἰσραηλιτῶν ὀφθαλμοῖς· ἐν δὲ τῇ Καινῇ τούτου πολλῷ πλέον ἐξέλαμψε τὸ τῆς Χριστοῦ. Εἰπὲ γὰρ μοι, εἰ βασιλέα τις αὐτὸν ἐπηγγέλλετο πάσης ποῆσαι τῆς γῆς, εἶτα ἐτῶν εἴκοσι χρόνον ἀποστῆναί σε ἐκέλευσεν ὑπὲρ τούτου, καὶ μετὰ ταῦτά σοι μετὰ τοῦ διαδήματος καὶ τῆς ἁλουργίδος ἀποδώσειν αὐτὸν ἐπηγγέλλετο, καὶ πάλιν εἰς τὴν αὐτὴν τάξειν ἐκείνῳ τιμήν, ἆρα οὐκ ἂν τὸν χωρισμὸν πράως ἐνέγκῃς καὶ μετὰ σωφροσύνης τῆς προσηκούσης; Ἆρα οὐκ ἂν ἠσμένισας τῷ δώρῳ, καὶ πρᾶγμα εὐχῆς ἄξιον εἶναι ἐνόμισας; Τοῦτο τοίνυν ἀνάσχου καὶ νῦν, οὐχ ὑπὲρ βασιλείας τῆς ἐν τῇ γῇ, ἀλλ’ ὑπὲρ τῆς ἐν οὐρανοῖς· οὐχ ἵνα ἱμάτιον χρυσοῦν φοροῦντα ἀπολάβῃς, ἀλλ’ ἵνα ἀθανασίαν καὶ δόξαν, ὅσην τοὺς ἐν οὐρανοῖς διάγοντας ἔχειν εἰκός. Εἰ δὲ σφόδρα ἀφορήτως ἔχεις πρὸς τὸ τοῦ χρόνου μακρόν, εἰκὸς αὐτὸν καὶ δι’ ὀνειράτων ἐπιστῆναί σοί ποτε, καὶ διαλέγεσθαι τὰ ἐν συνηθείᾳ, καὶ δείξειν ὄψιν τὴν ποθουμένην· τοῦτό σοι ἀντὶ τῶν ἐπιστολῶν ἔστω παραμύθιον, μᾶλλον δὲ τοῦτο καὶ ἐπιστολῶν τρανότερον. Ἐκεῖ μὲν γὰρ γράμματα μόνον ἔστιν ἰδεῖν, ἐνταῦθα δὲ καὶ τύπον ὄψεως καὶ γέλωτα προσηνῆ καὶ σχῆμα καὶ βάδισιν καὶ ἠχῆς ἀκοῦσαι, καὶ φωνὴν ἐπιγνῶναι τὴν φιλτάτην.

δ’. Ἐπειδὴ δὲ καὶ ὑπὲρ ἀσφαλείας θρηνεῖς, ἦν δι’ ἐκεῖνον πάλαι ἐκέκτησο, ἴσως δὲ καὶ διὰ τὸ μείζους ἐμφαίνειν ἐλπίδας εὐδοκιμήσεως (καὶ γὰρ ἤκουον εὐθέως ἐπὶ τὸν τῶν ὑπάρχων θρόνον ἥξειν αὐτόν, ὃ μάλιστα πάντων οἶμαι, συστρέφει σου τὴν ψυχὴν καὶ συγχεῖ), ἐννόησον τοὺς ἐπὶ μείζονος ἀξιώματος ὄντας ἐκείνου, καὶ τὸν βίον σφόδρα ἐλεεινῶς καταστρέφοντας. Ἀναμνήσω δὲ σε· Θεόδωρον ἴσως ἀκούεις τὸν ἀπὸ Σικελίας· καὶ γὰρ τῶν σφόδρα ἐπισήμων ἐτύγχανεν ὤν· οὗτος καὶ κάλλει καὶ μεγέθει σώματος καὶ παῤῥησίᾳ τῇ πρὸς τὸν βασιλέα πάντων κρατῶν, καὶ δυνάμενος ὅσα τῶν ἔνδον στρεφομένων οὐδείς, οὐκ ἤνεγκε τὴν εὐπραγίαν πράως ἐκείνην, ἀλλ’ ἐπιβουλεύσας βασιλεῖ καὶ ἁλούς, αὐτὸς μὲν ἀπετμήθη σφόδρα ἐλεεινῶς, ἡ δὲ τούτου γυνή, καὶ ἀνατροφῆς ἀκὶ γένους καὶ τῶν ἄλλων ἁπάντων οὐδὲν ἔλαττον ἔχουσα τῆς εὐγενείας τῆς σῆς, πάντων ἄφνω γυμνωθεῖσα τῶν αὐτῆς καὶ τῆς ἐλευθερίας αὐτῆς ἐκπεσοῦσα ταῖς ταμιακαῖς ἐρίθοις ἐγκατελέγετο, καὶ πάσης θεραπαινίδος οἰκτρότερον ζῆν ἠναγκάζετο βίον, τοσοῦτον ἔχουσα τῶν ἄλλων πλέον, ὅσον διὰ τὴν ὑπερβολὴν τῆς συμφορᾶς ἐδακρύετο παρὰ τῶν ὁρώντων ἁπάντων αὐτήν. Λέγεται δὲ καὶ Ἀρτιμισία ἀνδρὸς σφόδρα εὐδοκίμου γενομένη γυνή, ἐπειδὴ κἀκεῖνος τυραννίδος ἐπεθύμησεν, οὕτως εἰς ταύτην τὴν πενίαν ἐλθεῖν καὶ τὴν πήρωσιν. Τὸ τε γὰρ μέγεθος τῆς ἀθυμίας, τὸ τὲ πλῆθος τῶν δακρύων ἔσβεσεν αὐτῇ τοὺς ὀφθαλμούς· καὶ νῦν τῶν χειραγωγησόντων δεῖται καὶ πρὸς τὰς ἑτέρων ἀξόντων θύρας, ἵνα ἀναγκαίας οὕτως εὐπορεῖν ἔχῃ τροφῆς. Καὶ πολλὰς ἂν ἑτέρας εἶχον οἰκίας εἰπεῖν οὕτω κατενεχθείσας, εἰ μὴ τὴν τε εὐλάβειαν καὶ τὴν σύνεσιν τῆς σῆς ἠπιστάμην ψυχῆς, οὐκ ἐκ τῶν ἀλλοτρίων κακῶν τῆς οἰκείας συμφορᾶς παραμυθίαν βουλομένην εὑρεῖν. Καὶ τούτων δέ, ὧν ἐμνήσθην, δι’ οὐδὲν ἕτερον ἐμνήσθην νῦν, ἀλλ’ ἵνα μάθῃς ὅτι τὰ ἀνθρώπινα οὐδὲν ἐστι πράγματα, ἀλλ’ ἀληθῶς, ὡς ὁ προφῆτις φησί, «Πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου». Ὅσῳ γὰρ ἂν ἐπαρθῇ, καὶ λάμψῃ, τοσούτῳ μείζονα τὴν πτῶσιν ἐργάζεται, σὺ τὰ τῶν ἀρχομένων μόνον, ἀλλὰ καὶ τὰ τῶν βασιλευόντων αὐτῶν. Οὐδὲ γὰρ ἂν εὕροι τις οἰκίαν ἰδιωτικὴν τοσούτων ἐμπεπλησμένην συμφορῶν, ὅσαν τὰ βασίλεια γέμει τῶν κακῶν. Καὶ γὰρ ὀρφανίαι ἄωροι, καὶ χηρεῖαι, καὶ θανατοῖ βίαιοι, καὶ τῶν ἐν ταῖς τραγῳδίαις παρανομώτεροι πολλῷ καὶ πικρότεροι μάλιστα εἰς ταύτην κατασκήπτουσι τὴν ἀρχήν.

Καὶ ἵνα τὰ παλαιὰ ἀφῶμεν, τῶν βασιλευσάντων ἐπὶ τῆς γενεᾶς τῆς ἡμετέρας, ἐννέα γεγενημένων ἁπάντων, δύο μόνοι κοινῷ θανάτῳ, τὸν βίον κατέλυσαν· τῶν δὲ ἄλλων ὁ μὲν ὑπὸ τυράννου, ὁ δὲ ἐν πολέμῳ, ὁ δὲ ὑπὸ τῶν ἔνδον φυλαττόντων αὐτὸν ἐπιβουλευθείς, ὁ δὲ ὑπ’ αὐτοῦ τοῦ χειροτονήσαντος, καὶ τὴν ἁλουργίδα περιθέντος αὐτῷ· αἱ δὲ τούτοις συνοικῆσαι γυναῖκες, αἱ μέν, ὡς φασι, φαρμάκοις ἀπέθανον, αἱ δὲ ὑπὸ τῆς ἀθυμίας αὐτῆς. Τῶν δὲ ἔτι περιουσιῶν ἡ μὲν παῖδα ἔχουσα ὀρφανὸν τρέμει κεῖ δέδοικε μὴ τις αὐτὸν τῶν κρατούντων φόβῳ ἀπὸ τῆς ὑπερορίας ἐπανῆλθεν, εἰς ἣν αὐτὴν ὁ κρατῶν ἐξέβαλε πρότερον. Τῶν δὲ τοῖς νῦν βασιλεύουσι συνοικουσῶν ἡ μὲν ἀπὸ τῶν προτέρῳ ἀναπνεύσασα συμφορῶν ἀναμεμιγμένην ἔχει πολλὴν τῇ ἡδονῇ τὴν ὀδύνην διὰ τὸ σφόδρα ἔτι νέον εἶναι καὶ ἄπειρον τὸν κρατούταν, καὶ πολλοὺς πολλαχόθεν ἔχειν τοὺς ἐπιβουλεύοντας· ἡ δὲ ἀποτέθνηκε τῷ δέει, καὶ τῶν καταδίκων ἀθλιώτερον ζῇ διὰ τὸ τὸν ἄνδρα αὐτῆς, ἐξ οὗ τὸ διάδημα ἀνεδήσατο μέχρι τῆς σήμερον, ἐν πολέμοις διατρίβειν καὶ μάχαις, καὶ τῶν συμφορῶν πλέον ὑπὸ τῆς αἰσχύνης ἀναλίσκεσθαι καὶ τοῖς παρὰ πάντων ὀνείδεσιν. Ὃ γὰρ μηδέποτε γέγονε, συνέβη νῦν, καὶ τὴν αὐτῶν ἀφέντες οἱ βάρβαροι χώραν μυρίους σταδίους τῆς ἡμετέρας καὶ πολλάκις τοσούτους ἐπέδραμον, καὶ τὰς χώρας κατακαύσαντες, καὶ τὰς πόλεις ἑλόντες, οὐκ ἐθέλουσιν ὑποστρέφειν οἴκαδε πάλιν, ἀλλ’ ὥσπερ χορεύοντες μᾶλλον ἢ πολεμοῦντες, οὕτω καταγελῶσι τοὺς ἡμετέρους στρατιώτας, οἳ μᾶλλον προβάτων κατασφαττόμενοι προσδοκῶσιν ἔτι νικᾷν, καὶ οὐκ ἐθέλουσιν ἐκστῆναι τῆς ἑαυτῶν· αὐτὸς μὲν γὰρ ἔφασκε καὶ κόρον εἰληφέναι πολλάκις κατακόπτων αὐτούς. Ποίαν οὖν οἴει καὶ τὸν βασιλέα, καὶ τὴν τούτου γυναῖκα ταῦτα ἀκούουσαν τὰ ῥήματα, ἔχει ψυχήν;

ε’. Ἐπειδὴ δὲ ἐμνήσθην τοῦ πολέμου τούτου, ἐσμὸς μοι πολὺς χηρῶν ἐπέδραμεν, αἳ πάλαι μὲν σφόδρα ἔλαμπον ἀπὸ τῆς τῶν ἀνδρῶν τιμῆς, νῦν δὲ ἀθρόως ἅπασαι πενθήρη καὶ μέλαιναν περιθέμεναι στολὴν θρηνοῦσι τὸν ἅπαντα χρόνον. Οὐδὲ γὰρ τοῦτο αὐταῖς ὑπῆρξεν, ὅπερ τῇ τιμίᾳ σου κεφαλῇ. Σὺ μὲν γάρ, ᾧ θαυμάσια, καὶ κείμενον ἐπὶ τῆς κλίνης εἶδες τὸν καλὸν ἐκεῖνον, καὶ ἐσχάτης ἤκουσας φωνῆς, καὶ τίνα χρὴ πρᾶξαι ὑπὲρ τῶν πραγμάτων τῆς οἰκίας ἔμαθες ἐπισκήπτοντος, καὶ διὰ τῶν διαθηκῶν ἅπασαν τοῖς πλεονέκταις καὶ συκοφάνταις ἀποτειχίζοντος ἔφοδον. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ νεκρῷ ἔτι κειμένῳ πολλάκις ἐπέπεσες, καὶ κατεφίλησας ὀφθαλμούς, καὶ περιεχύθης, καὶ ἐκώκυσας, καὶ προπεμφθέντα εἶδες μετὰ πολλῆς τῆς τιμῆς, καὶ τὰ πρὸς τὴν ταφὴν πάντα ἔπραξας, ὡς προσῆκον ἦν, καὶ πρὸς τὸν τάφον πολλάκις ἐρχομένη τὸν ἐκείνου παραμυθίαν ἔχεις τῆς ὀδύνης οὐ μικράν. Αὗται δὲ τούτων ἁπάντων ἐστέρηνται, ἐκπέμψασαι μὲν εἰς πόλεμον ἅπασαι τοὺς ἑαυτῶν ἄνδρας, ὡς πάλιν αὐτοὺς ἀποληψόμεναι, ἀντὶ δὲ ἐκείνων τὴν πικρὰν τῆς τελευτῆς αὐτῶν ἀγγελίαν στρέφονται δεξάμεναι. Οὐδὲ γὰρ τὰ σώματα τις αὐτῶν κομίζων ἐπανῆλθεν αὐταῖς, ἀλλὰ ῥήματα μόνον τὸν τρόπον διηγούμενα τῆς τελευτῆς. Εἰσὶ δὲ αἳ ταύτης ἠξιώθησαν τῆς διηγήσεως, οὐδὲ ὅπως κατέπεσον μαθεῖν ἠδυνήθησαν, ἐν πολλῷ τῷ πλήθει τῆς συμβολῆς καταχωσθέντων αὐτῶν.

Καὶ τὶ θαυμαστόν, εἰ τῶν στρατηγῶν οὕτως ἀπέθανον οἱ πολλοί, ὅπου γε καὶ αὐτὸς ὁ βασιλεὺς εἰς κώμην τινὰ ἀπολειφθεὶς μετ’ ὀλίγων στρατιωτῶν ἐξελθεῖν μὲν καὶ ἀντιστῆναι τοῖς ἐπελθοῦσιν οὐκ ἐτόλμησε, μένων δὲ ἔνδον πῦρ ἐξαψάντων ἐκείνων συγκατεφλέχθη τοῖς ἔνδον ἅπασιν οὐκ ἀνδράσι μόνον, ἀλλὰ καὶ ἵπποις καὶ δοκοῖς καὶ τοίχοις, καὶ πάντα μία γέγονε κόνις; Καὶ ταύτην οἱ μετὰ τοῦ βασιλέως ἀπελθόντες εἰς πόλεμον ἀντὶ Βοῦ βασιλέως ἐπανῆλθον τῇ γυναικὶ φέροντες τὴν φωνήν. Οὐδὲν γάρ, οὐδὲν τῶν ἐν τῇ σκηνῇ γινομένων καὶ τῆς τῶν ἐαρινῶν ἀνθέων ὥρας τὰ τοῦ κόσμου λαμπρὰ διενήνοχε. Πρῶτον μὲν γὰρ πρὶν ἢ φανῆναι ἀφίπταται· ἔπειτα δέ, κἂν μικρὸν ἀναμεῖναι ἀνάσχηται χρόνον, εὐθέως εὔφθαρτα γίνεται τὶ γὰρ τῆς παρὰ τῶν πολλῶν τιμῆς καὶ δόξης οὐδαμινέστερον; Τίνα ἔχει τὸν καρπόν, πόαν τὴν ὄνησιν; Εἰς ποῖον τέλος χρήσιμον ἅπαντα; Καὶ εἴθε τοῦτο μόνον ἦν τὸ δεινόν· νυνὶ δέ, πρὸς τῷ μηδὲν ἔχειν ἀπὸ τοῦ κερδαίνειν καλόν, πολλὰ λυπηρὰ καὶ ἐπιβλαβῆ φέρειν ἀναγκάζεται συνεχῶς ὁ τὴν χαλεπωτάτην ταύτην δέσποιναν ἔχων. Δέσποινα γὰρ ἐστι τῶν ἐχόντων αὐτήν, καὶ ὅσῳπερ ἂν κολακεύηται παρὰ τῶν δούλων, τοσούτῳ πλέον αἴρεται κατ’ αὐτῶν καὶ σκληροτέροις αὐτοὺς κατατείνει τοῖς ἐπιτάγμασι· τοὺς δὲ διαπτύοντας αὐτὴν καὶ παρορῶντας οὐδὲ αὐτὴ λοιπὸν ἀμύνασθαι δύναιτ’ ἄν· οὕτω καὶ τυράννου καὶ θηρίου παντὸς ἐστι χαλεπωτέρα. Ὁ μὲν γὰρ τύραννος καὶ τὰ θηρία τιθασσεύονται διὰ θωπείας πολλάκις, αὕτη δὲ τότε μάλιστα ἀγριαίνει ὅταν αὐτῇ μάλιστα πειθώμεθα, κἂν εὕρῃ τὸν ἀκουσόμενον καὶ εἰς πάντα εἴξοντα, οὐδὲν ἐστιν ὁ παραιτεῖται ἐπιτάξαι λοιπόν. Ἔχει δὲ σύμμαχον ἑτέραν, ἣν οὐκ ἂν τις ἁμάρτοι θυγατέρα αὐτῆς προσειπών. Ὅταν γὰρ καὶ αὕτη τραφεῖσα καὶ αὐξηθεῖσα καλῶς ῥιζωθῇ πὰρ’ ἡμῖν, τότε τίκτει τὴν ἀπόνοιαν, πρᾶγμα οὐχ ἧττον αὐτῆς δυνάμενον κατακρημνῆσαι τὴν τῶν ἐχόντων ψυχήν.

Ϛ’. Ταῦτα οὖν θρηνεῖς, εἰπὲ μοι, ὅτι σε ὁ Θεὸς τῆς οὕτω χαλεπωτάτης δουλείας ἀπήλλαξεν, ὅτι ταῖς λοιμικαῖς ταύταις νόσοις πᾶσαν ἀπετείχισεν ἔφοδον; Ζῶντος μὲν γὰρ σοι τοῦ ἀνδρὸς οὔπω ἐπαύσαντο συνεχῶς ἐπιπηδῶσαι τοῖς τῆς ψυχῆς λογισμοῖς, τελευτήσαντος δὲ οὐκ ἔχουσι πόθεν ἐπιλάβωνται τῆς διανοίας τῆς σῆς. Τοῦτο οὖν δεῖ κατορθωθῆναι λοιπόν, τὸ μὴ θρηνεῖν αὐτῶν τὴν ἀναχώρησιν, μηδὲ τὴν δεσποτείαν ἐπιζητεῖν τὴν πικράν. Ὅπου γὰρ ἂν αὗται πνεύσωσι σφοδρόν, πάντα ἐκ βάθρων ἀνέτρεψαν καὶ κατέσπασαν· καὶ καθάπερ πολλαὶ τῶν πορνευομένων γυναικῶν, δυσειδεῖς οὖσαι κατὰ φύσιν καὶ εἰδεχθεῖς, τοῖς ἐπιτρίμμασι καὶ ταῖς ὑπογραφαῖς ἁπαλὰς οὔσας ἔτι τὰς τῶν νέων ἀναπτεροῦσι ψυχάς, καὶ ἐπειδὰν ὑπὸ τὴν ἀρχὴν λάβωσι τὴν ἑαυτῶν, παντὸς ἀνδραπόδου τούτοις ὑβριστικώτερον κέχρηνται· οὕτω καὶ ταῦτα τὰ πάθη, ἢ τε κενοδοξία καὶ ἡ ἀπόνοια, παντὸς ἄγους μᾶλλον τὰς τῶν ἀνθρώπων μολύνουσι ψυχάς.

Διὰ τοῦτο καὶ ὁ πλοῦτος τοῖς πολλοῖς ἔδοξεν εἶναι καλόν· ταύτης γοῦν γυμνωθεὶς οὐδὲ αὐτὸς ἔσται λοιπὸν ἐπέραστος. Οἷς γοῦν ἐξῆν διὰ πενίας ἐπιτυχεῖν τῆς δόξης τῆς παρὰ τῶν πολλῶν, οὐκ ἔτι εἵλοντο πλουτεῖν, ἀλλὰ πολὺ διδόμενον χρυσίον διέπτυσαν. Καὶ τούτους οὐ παρ’ ἐμοῦ δεήσῃ μαθεῖν, ἀλλ’ ἀκριβέστερον ἡμῶν οἶδας αὐτὴ τὸν Ἐπαμεινώνδα, τὸν Σωκράτην, τὸν Ἀριστείδην, τὸν Διογένην, τὸν Κράτητα, τὸν μηλόβοτον ἀνέντα τὴν χώραν τὴν ἑαυτοῦ. Οἱ μὲν γὰρ ἄλλοι παρ’ ὧν πλουτῆσαι οὐκ ἦν, διὰ τῆς πενίας εἶδον τὴν δόξαν παραγενομένην αὐτοῖς καὶ ἐπὶ τοῦτο ἦλθον εὐθέως· οὗτος δὲ καὶ ἅπερ εἶχεν ἔῤῥιψεν· οὕτως ἅπαντες ἦσαν ἐμμανεῖς πρὸς τὴν τοῦ χαλεποῦ τούτου κτῆσιν θυρίου. Μὴ δὴ δακρύωμεν ὅτι ἡμᾶς ὁ Θεὸς ταύτης τῆς τυραννίδος ἀπήλλαξε τῆς αἰσχρᾶς καὶ καταγελάστου καὶ πολλὰ ἐχούσης ὀνείδη· ὄνομα γὰρ ἔχει μόνον λαμπρόν, ἐν δὲ τοῖς ἔργοις τἀναντία τῇ προσηγορίᾳ τοὺς ἔχοντας αὐτὴν διατίθησι, καὶ οὐκ ἔστιν οὐδεὶς ὁ μὴ καταγελῶν τοῦ πρὸς δόξα τι πράττοντος. Μόνος γὰρ ἐκεῖνος περίβλεπτος καὶ ἐπίδοξος γενέσθαι δυνήσεται ὁ μὴ πρὸς τοῦτο ὁρῶν· ὁ δὲ μεγάλην δόξαν τιθέμενος τὴν παρὰ τῶν πολλῶν, καὶ πάντα ὑπὲρ τοῦ ταύτης τυχεῖν ὑπομένων καὶ ποιῶν, οὗτος μάλιστα αὐτῆς ἀποτεύξεται καὶ ἀποπεσεῖται, καὶ τῶν ἐναντίων ἀπολαύσεται πάντων, γέλωτος καὶ κατηγορίας, σκωμμάτων, ἀπεχθείας καὶ μίσους. Οὐκ ἐπὶ τῶν ἀνδρῶν δὲ μόνον τοῦτο συμβαίνειν εἴωθεν, ἀλλὰ καὶ ἐπὶ ὑμῶν τῶν γυναικῶν, καὶ μάλιστά γε ἐφ’ ὑμῶν. Τὴν μὲν γὰρ ἄπλαστον καὶ ἐν σχήματι, καὶ ἐν βαδίσει, καὶ ἐν ἱματίοις, καὶ παρὰ μηδενὸς ἐπιζητοῦσαν τιμὴν θαυμάζουσιν ἅπασαι καὶ ἐκπλήττονται καὶ μακαρίζουσι καὶ πάντα αὐτῇ συνεύχονται τὰ καλά· τὴν δὲ κενόδοξον ἀποστρέφονται καὶ μισοῦσι, καὶ ὥσπερ τι θηρίον ἄγριον φεύγουσι, καὶ μυρίαις ἀραῖς τε καὶ λοιδορίαις βάλλουσιν. Οὐ ταῦτα δὲ μόνον ἀπὸ τοῦ μὴ προσίεσθαι τὴν παρὰ τῶν πολλῶν δόξαν διαφεύγομεν τὰ κακά, ἀλλὰ καὶ τὰ μέγιστα πάντων κερδανοῦμεν πρὸς τοῖς εἰρημένοις, παιδευόμενοι κατὰ μικρὸν ἀνιέναι καὶ μεταστῆναι πρὸς τὸν οὐρανόν, καὶ πάντων καταφρονεῖν τῶν ἐπὶ τῆς γῆς. Ὁ γὰρ μὴ δεόμενος τῆς παρὰ τῶν ἀνθρώπων τιμῆς, ἅπερ ἂν πράττοι καλά, ταῦτα μετὰ ἀσφαλείας ἅπαντα πράξει, καὶ οὔτε ἐπὶ τῶν λυπηρῶν, οὔτε ἐπὶ τῶν χρηστῶν τοῦ βίου τούτου πείσεταί τι δεινόν. Οὔτε γὰρ ταῦτα αὐτὸν καταπτῆξαι καὶ καθελεῖν, οὔτε ἐκεῖνα ἐξογκῶσαι καὶ φυσῆσαι δύναται, ἀλλ’ ἐν πράγμασιν εὐμεταπτώτοις καὶ τεταραγμένοις αὐτὸς μένει πάσης ἐκτὸς ὢν μεταβολῆς· ὅπερ ταχέως καὶ ἐπὶ τῆς σῆς ἔσεσθαι προσδοκῶ ψυχῆς, καὶ ἀθρόῳ ἁπάντων ἀποσπασθεῖσαν τῶν βιωτικῶν, τὴν ἐν τοῖς οὐρανοῖς ἡμῖν ἐπιδείξεσθαι πολιτείαν, καὶ τῆς δόξης, ἧς θρηνεῖς νῦν μικρὸν ὕστερον καταγελάσεσθαι, καὶ τὸ διάκενον καὶ μάταιον κατοπτεύσειν προσωπεῖον αὐτῆς. Εἰ δὲ ἀσφάλειαν ποθεῖς τὴν δι’ ἐκεῖνόν σοι γεγενημένην, καὶ τὴν τῶν πραγμάτων φυλακήν, καὶ τὸ παρὰ μηδενὸς ἐπιβουλεύεσθαι τῶν ταῖς ἀλλοτρίαις ἐπιπηδώντων συμφοραῖς. «Ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτὸς σε διαθρέψει. Ἐμβλέψατε γάρ, φησίν, εἰς ἀρχαίας γενεάς, καὶ ἴδετε τὶς ἤλπισεν ἐπὶ Κύριον, καὶ κατῃσχύνθη, ἢ τὶς ἐπεκαλέσατο αὐτόν, καὶ ὑπερεῖδεν αὐτόν, ἢ τὶς ἐνέμεινε ταῖς ἐντολαῖς αὐτοῦ, καὶ ἐγκατέλιπεν αὐτόν». Ὁ γὰρ τὴν συμφορὰν τὴν οὕτως ἀφόρητον παρενεγκών, καὶ ποιήσας εἶναι ἐν γαλήνῃ νῦν, οὗτος καὶ τὰ ἐπερχόμενα ἀποκρούσεται· ὅτι γὰρ ταύτης τῆς πληγῆς οὐδεμίαν ἑτέραν χαλεπωτέραν λήψῃ λοιπόν, καὶ αὐτὴ συνομολογήσαις ἡμῖν. Ἡ τοίνυν οὕτω γενναίως ἐνεγκοῦσα τὰ ἐν χερσί, καὶ ταῦτα ἄπειρος οὖσα, πολλῷ μᾶλλον τὰ ἐπερχόμενα, εἴποτε, ὃ μὴ γένοιτο, συμβῇ τι τῶν ἀβουλήτων ἡμῖν, οἴσεις εὐκόλως. Οὐκοῦν τὸν οὐρανὸν ζήτει, καὶ πάντα τὰ πρὸς τὴν ἐκεῖ φέροντα ζωήν, καὶ οὐδὲν τῶν ἐνταῦθα βλάψαι δυνήσεταί σε, οὐδὲ ὁ τοῦ σκότους κοσμοκράτωρ αὐτός, μόνον μὴ ἑαυτοὺς καταβλάψωμεν ἡμεῖς. Κἂν γὰρ τὴν οὐσίαν τις ἀφέληται, καὶ κατατέμῃ τὸ σῶμα, τούτων οὐδὲν πρὸς ἡμᾶς, ὑγιοῦς μενούσης ἡμῖν τῆς ψυχῆς.

ζ’. Ὅλως δὲ εἰ βούλει καὶ τὰ χρήματά σοι μένειν ἐν ἀσφαλείᾳ, καὶ αὔξεσθαι πάλιν, ἐγὼ σοι καὶ τὸν τρόπον ὑποδείξω καὶ τὸν τόπον, ἔνθα οὐδενὶ τῶν ἐπιβουλευόντων θέμις εἰσελθεῖν. Τὶς οὖν ἐστιν ὁ τόπος; Ὁ οὐρανός. Ἀπόστειλον αὐτὰ πρὸς τὸν καλὸν ἐκεῖνον ἄνδρα, καὶ οὔτε κλέπτης, οὔτε ἐπίβουλος, οὔτε ἄλλο τι τῶν λυμαινομένων αὐτοῖς ἐπιπηδῆσαι δυνήσεται. Ἂν ἐκεῖ κατορύξῃς ταῦτα τὰ χρήματα, πολὺν εὑρήσεις τὸν ἀπὸ τούτων καρπόν. Τὰ γὰρ ἐν τοῖς οὐρανοῖς φυτευόμενα πάντα παρ’ ἡμῶν καὶ πλείονα καὶ κρείττονα ἔχει τὴν φοράν, καὶ τοιαύτην οἵαν εἰκὸς ἐν οὐρανοῖς ἐῤῥιζωμένων αὐτῶν. Κἂν τοῦτο πράξῃς, ὅρα ποιῶν ἀπολαύσῃ καλῶν· πρῶτον μὲν τῆς αἰωνίου ζωῆς καὶ τῶν ἐπηγγελμένων τοῖς ἀγαπῶσι τὸν Θεόν, ἃ οὔτε ὀφθαλμὸς εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, ἔπειτα τοῦ πάντα συνοικῆσαι τῷ καλῷ τούτῳ τὸν αἰῶνα, καὶ τῶν ἐνταῦθα δὲ φροντίδων καὶ φόβων καὶ κινδύνων καὶ ἐπιβουλῶν καὶ ἔχθρας καὶ μίσους ἀπαλλάξεις σαυτήν. Ἕως μὲν γὰρ αὐτὰ περικειμένη ἧς, ἴσως ἔσονταί τινες οἱ ἐπιτεθησόμενοι· ἂν δὲ πρὸς τὸν οὐρανὸν αὐτὰ μεταθῇς, ἀκίνδυνον καὶ ἀσφαλῆ μετὰ εὐσεβείας ἀπολαύουσα. Καὶ γὰρ πολλῆς ἀλογίας, ἀγρὸν μὲν βουλόμενον ὠνήσασθαι τὴν εὐφοροῦσαν ζῆν ἐπιζητεῖν, οὐρανοῦ δὲ ἀντὶ γῆς προκειμένου, παρὸν ἐκεῖ κτήσασθαι χωρίον, μένειν ἐπὶ τῆς τῆς, καὶ τῶν ἐκ ταύτης ἀνέχεσθαι πόνων [καὶ τῶν ἁμαρτιῶν]· πολλάκις γὰρ σφάλλει τῆς ἐλπίδος ἡμᾶς. Ἐπειδὴ δὲ σου δεινῶς στρέφει τὴν ψυχὴν καὶ θορυβεῖ τὸ προσδοκηθέν, πολλάκις αὐτὸν ἐπὶ τὸ τῶν ὑπάρχων ἥξειν ἀξίωμα καὶ προανηρπάσθαι τῆς ἀρχῆς, πρῶτον μὲν ἐκεῖνο σκόπει, ὅτι εἰ καὶ σφόδρα δήλη ἦν αὕτη ἡ ἐλπίς, ἀλλ’ ὅμως ἀνθρώπων ἐλπὶς ἦν, πολλάκις διαπίπτουσα· καὶ πολλὰ ἐν τῷ βίῳ τοιαῦτα ὁρῶμεν γινόμενα, καὶ τῶν σφόδρα προσδοκηθέντων ἀτελέστων μεινάντων, τὰ δὲ μηδ’ εἰς νοῦν ἐλθόντα ἡμῖν εἰς τέλος ἐξῆλθε πολλάκις, καὶ τοῦτο κἂν ταῖς ἀρχαῖς, κἂν ταῖς βασιλείαις, κἂν ταῖς κληρονομίαις, καὶ τοῖς γάμοις, καὶ πανταχοῦ συμβαῖνον ὁρῶμεν ἀεί. Ὥστε εἰ καὶ σφόδρα ἐγγὺς ἦν ὁ καιρός, ἀλλὰ πολλά, κατὰ τὴν παροιμίαν, «μεταξὺ κύλικος καὶ χείλεος ἄκρου πέλει». Καὶ ἡ Γραφὴ δὲ φησιν· «Ἀπὸ πρωΐθεν ἕως ἑσπέρας μεταβάλλει καιρός». Οὕτω καὶ βασίλευες ὁ σήμερον ὢν αὔριον τελευτᾷ. Καὶ πάλιν τὸ παρ’ ἐλπίδας ἐμφαίνων ἡμῖν αὐτὸς οὗτος ὁ σοφὸς φησι· «Πολλοὶ τύραννοι ἐκάθισαν ἐπὶ ἐδάφους, ὁ δὲ ἀνυπονόητος ἐφόρεσε διάδημα». Καὶ οὐ πάντως δῆλον ἦν ὅτι ζήσας ἐπ’ ἐκείνην ἥξει τὴν ἀρχήν· τὸ γὰρ τοῦ μέλλοντος ἄδηλον καὶ ἕτερα ὑποπτεύειν παρεῖχεν ἡμῖν. Πόθεν γὰρ δῆλον ὅτι ζήσας ἐπ’ ἐκείνην ἥξει τὴν ἀρχήν; Ὅτι οὐχὶ καὶ τὰ ἐναντία ἐξέβαινε, καὶ τῆς οὔσης ἐξέπιπτε τιμῆς νόσῳ παραδοθείς, καὶ φθόνῳ καὶ βασκανίᾳ τῶν βουλομένων αὐτῶν παρευημερῆσαι βληθείς, ἢ καὶ ἕτερόν τι παθῶν χαλεπόν; Θῶμεν δέ, εἰ βούλει, καὶ δῆλον εἶναι σαφῶς ὅτι πάντως ἐπιβιώσας, ταύτης ἔμελλεν ἐπιτυγχάνειν τῆς κορυφῆς· ὅσῳ γὰρ ἡ ἀξία μείζων, τοσούτῳ καὶ μείζονας ἔχειν ἀνάγκη τοὺς κινδύνους ἦν,καὶ φροντίδας καὶ ἐπιβουλάς. Μηδὲ ταῦτα ἔστω, ἀλλ’ ἀκινδύνως καὶ μετὰ πολλῆς τῆς ἡσυχίας ἐκεῖνο διαπλείτω τὸ πέλαγος· καὶ τὶ τὸ πέρας εἶπε μοι; Οὐ τοῦτο ὅπερ νῦν, μᾶλλον δὲ τοῦ τοῦτο, αλλ’ ἕτερον ἴσως ἀηδὲς καὶ ἀπευκτόν. Πρῶτον μὲν τὸ βραδύτερον ἰδεῖν τὸν οὐρανόν, καὶ τὰ ἐν τοῖς οὐρανοῖς, ὅπερ οὐ μικρὰ ζημίας τοῖς ὑπὲρ τῶν μελλόντων πεπιστευκόσιν ἐστίν· ἔπειτα δέ, εἰ καὶ σφόδρα ἐβίου καθαρῶς, ἀλλ’ ὅμως τὸ μῆκος τοῦ βίου καὶ ἡ τῆς ἀρχῆς ἐκείνης ἀνάγκη οὐκ ἂν ἀφῆκεν οὕτως ἀπελθεῖν καθαρὸν ὥσπερ νῦν. Ἄδηλον δὲ εἰ καὶ πολλὰς δεξάμενος μεταβολὰς καὶ πρὸς ῥαθυμίαν ἀποκλίνας ἐσχάτης ἀνέπνευσε. Νῦν μὲν γὰρ θαῤῥοῦμεν, ὅτι τῇ τοῦ Θεοῦ χάριτι πρὸς τῇ τῆς ἀναπαύσεως ἀπέπτη χωρίον, διὰ τὸν μηδὲν αὐτῷ τετολμῆσθαι ἴτων ἀποκλειόντων τῆς βασιλείας τὸν οὐρανῶν· τότε δὲ πολὺν χρόνον δημοσίοις πράγμασιν ἐνδιατρίψας, ἴσως ἂν καὶ ῥύπον πολὺν προσετρίψατο. Τὸ γὰρ ἐν μέσῳ στρεφόμενον τοσούτων κακῶν κατορθῶσαι μὲν τῶν σφόδρα σπανίων ἐστίν, ἁμαρτεῖν δὲ καὶ ἄκοντα καὶ ἑκόντα, τῶν εἰκότων καὶ συμβαινόντων ἀεί. Ἀλλὰ νῦν τούτου τοῦ δέους ἀπηλλάγμεθα, καὶ σφόδρα πεπείσμεθα ὅτι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ μετὰ πολλῆς ἥξει τῆς φαιδρότητος, ἐγγὺς τοῦ βασιλέως ἀπολάμπων, καὶ μετ’ ἀγγέλων προηγούμενος τοῦ Χριστοῦ, καὶ τὴν ἄῤῥητον δόξαν ἠμφιεσμένος, καὶ κρίνοντι παρεστὼς τῷ βασιλεῖ, καὶ τὰ πρῶτα διακονούμενος αὐτῷ. Διὸ τοὺς θρήνους ἀφεῖσα καὶ τὰς οἰμωγὰς ἔχου τῆς αὐτῆς πολιτείας μᾶλλον δὲ καὶ ἀκριβεστέρας, ἵνα πρὸς τὴν ἴσην αὐτῷ φθάσασα ἀρετήν, τὴν αὐτὴν ἐκείνῳ κατοικήσῃς σκηνήν, καὶ συναφθῆναι πάλιν αὐτῷ δυνηθῇς εἰς τοὺς ἀθανάτους αἰῶνας ἐκείνους, οὐ ταύτην τὴν τοῦ γάμου συνάφειαν, αλλ’ ἑτέραν πολλῷ βελτίονα. Αὕτη μὲν γὰρ σωμάτων ἐστὶ συμπλοκὴ μόνον· τότε δὲ ψυχῆς ἔσται πρὸς ψυχὴν ἕνωσις ἀκριβέστερα, καὶ ἡδίων πολλῷ καὶ βελτίων. Πρὸς τὴν Αὐτὴν περὶ μονανδρίας

α’. Τὸ μὲν τὰς ἀπείρους ὁμιλίας ἀνδρῶν καὶ ὠδίνων καὶ τῶν ἄλλων ἁπάντων, ἅπερ ἐπισυρόμενος ὁ γάμος εἰς τὰς ἀνθρώπων εἰσέρχεται οἰκίας, ἄνδρας ἐπιζητεῖν θαυμαστὸν οὐδέν· καὶ γὰρ τὸν πόλεμον πρᾶγμα οὕτως ἐπίπονον τοῖς ἀπείροις γλυκὺν ἡ παροιμία εἶναί φησι· τὸ δὲ τὰς μυρία ἀνασχομένας κακά, πολλάκις δὲ ὑπὸ τῆς τῶν πραγμάτων ἀνάγκης ἀναπεισθείσας, μακαρίσαι μὲν τὰς ἀπηλλαγμένας τῶν τοῦ κόσμου πραγμάτων, ἐπαρᾶσθαι δὲ μυριάκις ἑαυταῖς, καὶ ταῖς προμνηστευτρίαις, καὶ τῇ ἡμέρᾳ καθ’ ἣν αἱ παστάδες ἐπλέκοντο, ταύτας δὲ μετὰ τοσαύτην ἀποδυσπέτησιν πάλιν τῶν αὐτῶν πραγμάτων ἐπιθυμεῖν, τοῦτό ἐστι τὸ μάλιστά με ἐκπλῆττον καὶ ποιοῦν ἀπορεῖν, καὶ τὴν αἰτίαν ἐπιζητεῖν, δι’ ἣν τὰ πράγματα, ἃ πρότερον ἐνόμιζον εἶναι φευκτά, ὅτε ἦσαν ἐν αὐτοῖς, ταῦτα νῦν, ὅτε αὐτῶν ἀπηλλάγησαν, ὡς ποθεινὰ πάλιν διώκειν. Καὶ μυρίσου ἄνω καὶ κάτω στρέφων παρ’ ἐμαυτῷ λογισμοὺς μόλις ποτέ, ὡς ἐμαυτὸν πείθω, τὴν αἰτίαν τοῦ πράγματος ηὕρισκον· μᾶλλον δὲ οὐ μία τὶς ἐστιν αἰτία, οὐδὲ δύο μόνον, ἀλλὰ καὶ τούτων πλείους. Αἱ μὲν γὰρ ὑπὸ τοῦ πολλοῦ χρόνου λήθῃ παραδοῦσαι τὰ πρότερα, καὶ τὰ ἐν χερσὶ μνημονεύουσαι μόνον, ἔρχονται μὲν ἐπὶ τὸν γάμον ὡς ἐπὶ λύσιν τῶν τῆς χηρείας κακῶν, εὑρίσκουσι δὲ ἕτερα πολλῷ χαλεπώτερα ἐν αὐτῶν, ὡς πάλιν τὰς αὐτὰς ἀφιέναι φωνὰς ἅσπερ καὶ πρότερον. Ἄλλαι δὲ πάλιν πρὸς τὰ τοῦ κόσμου κεχηνυῖαι πράγματα, καὶ τῆς δόξης τοῦ παρόντος ἐκκρεμάμεναι βίου, καὶ τὴν χηρείαν ἐπονείδιστον πρᾶγμα εἶναι νομίζουσαι, αἱροῦνται τὰς ἐν τῷ γάμῳ ταλαιπωρίας, ὑπὲρ τῆς δόξης τῆς κενῆς καὶ τοῦ τύφου τοῦ περιττοῦ. Εἰσὶ δὲ αἱ τούτων μὲν οὐδενί, ἀκρασίᾳ δὲ μόνῃ κρατούμεναι, ἐπὶ τὰ πρότερα πάλιν ἐπανέρχονται, καὶ τὴν ὄντως αἰτίαν πειρῶνται τάσι εἰρημέναις ἀποκρύπτειν προφάσεσιν. Αἰτιᾶσθαι μὲν οὖν αὐτὰς καὶ καταδικάσαι ὑπὲρ τοῦ γάμου τούτου οὔτε αὐτὸς τολμῶ, οὔτε ἄλλῳ παραινῶ· ἐπειδὴ μηδὲ τῷ μακαρίῳ Παύλῳ τοῦτο δοκεῖ, μᾶλλον δὲ τῷ Πνεύματι τῷ ἁγίῳ. Εἰπὼν γάρ, «Γυνὴ δέδεται νόμῳ ἐφ’ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ἐὰν δὲ κοιμηθῇ ὁ ἀνὴρ αὐτῆς, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν Κυρίῳ· καὶ συγχωρήσας τῇ χήρᾳ εἰ βούλοιτο γαμηθῆναι πάλιν», καὶ εἰπών· «Μακαριωτέρα δὲ ἐστιν, ἐὰν οὕτω μείνῃ»· ἵνα μὴ τις νομίσῃ ἀνθρώπινον εἶναι τὸ ἐπίταγμα, ἐπήγαγε· «Δοκῶ δὲ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν»· δηλῶν ὅτι ἐν Πνεύματι ταῦτα ἔγραψε.

Μὴ τοίνυν ἐγκαλοῦντα ταῖς γαμουμέναις ἢ μεμφόμενον νομιζέτω μὲ τις λέγειν ταῦτα, ἅπερ ἐρῶ νῦν. Καὶ γὰρ ἂν εἴη τῆς ἐσχάτης ἀπονοίας τε καὶ μανίας, ἃς οὐκ ἐκόλασεν ὁ μακάριος ἐκεῖνος, ἀλλ’ ἐφείσατο, ταύτας ἡμᾶς καταδικάζειν ἀφειδῶς ἐξ ἐναντίας, καὶ ταῦτα μυρίων ἐμπεπλησμένους κακῶν. Εἰ γὰρ μηδὲ κρίνειν κελευόμεθα, ἵνα μὴ τῷ αὐτῷ μέτρῳ κριθῶμεν, μηδὲ σφοδροὶ τῶν ἑτέροις ἁμαρτανομένων γίνεσθαι δικασταί, ἀλλὰ συγγνωμονικοὶ καὶ ἥμεροι· ὅταν πρᾶγμα τι κολάσῃς μηδὲ ἁμάρτημα ὅν, καὶ κατακρίνῃς ἑτέρους, πάσης ἀποστερεῖς σεαυτὸν συγγνώμης, διὰ τῶν εἰς τὸν πλησίον σφοδρότερον σαυτῷ γίνεσθαι παρασκευάζων τὸν κριτήν. Οὐ τοίνυν κατηγορῶν αὐτῶν οὐδὲ καθαπτόμενος ἐπὶ τοῦτο ἦλθον νῦν· τὸ γὰρ ἐν Κυρίῳ γενέσθαι δυνάμενον, πάσης κατηγορίας ἀπήλλακται. «Μόνον γάρ, φησίν, ἐν Κυρίῳ». Ὥσπερ οὖν ὅταν ὑπὲρ παρθενίας λέγωμεν, οὐ τὸν γάμον ἀτιμάζοντες ἐκείνην ἐπαίρομεν· οὕτως ὅταν πὲρ χηρείας διαλεγώμεθα, οὐ τὸν δεύτερον γάμον ἐν τοῖς ἀπειρημένοις τιθέντες τῷ προτέρῳ στέργειν παρακαλοῦμεν, ἀλλ’ ὁμολογοῦμεν μὲν καὶ τοῦτον εἶναι κατὰ νόμον τὸν δεύτερον, πολλῷ δὲ τὸν ἕνα τοῦ δευτέρου βελτίονα. Μὴ δὴ οὖν τὴν κατὰ σύγκρισιν ὑπεροχὴν τοῦ κατ’ αὐτὴν ἐλαττωθέντος πράγματος κακίαν τις εἶναι νομιζέτω. Οὐδὲ γὰρ εἰς τὴν τῶν πονηρῶν τὸ πρᾶγμα ὠθοῦντες τάξιν τὴν σύγκρισιν ταύτην ποιούμεθα· ἀλλ’ ἀφέντες αὐτὸ τῶν νενομισμένων εἶναι καὶ ἐν ἐξουσίᾳ, οὕτως αὐτοῦ τὸ πολλῷ κρεῖττον προτιμῶμέν τε καὶ θαυμάζομεν. Τὶ δήποτε; Ὅτι οὐκ ἔστιν ἴσον ἑνὸς ἀνδρὸς εἶναι γυναῖκα καὶ δευτέρου τὴν αὐτήν. Ἡ μὲν γὰρ ἀρκεσθεῖσα τῷ προτέρῳ ἔδειξεν ὅτι οὐδ’ ἂν τοῦτον εἵλετο τὴν ἀρχήν, εἰ τοῦ πράγματος ᾔδει τὴν πεῖραν καλῶς· ἡ δὲ δεύτερον ἐπεισάγουσα νυμφίον τῇ τοῦ προτέρου εὐνῇ, τῆς πολλῆς περὶ τὸν κόσμον φιλίας καὶ πρὸς τὰ γήινα πράγματα συμπαθείας τεκμήριον ἐξήνεγκεν οὐ μικρόν. Κἀκείνη μὲν οὔτε ζῶντος τοῦ ἀνδρὸς πρὸς ἕτερόν τινα ἐπτοεῖτο· αὕτη δὲ εἰ καὶ μὴ ἥμαρτεν εἰς ἑτέρους ζῶντος ἐκείνου, ἀλλ’ ἐκείνου μᾶλλον πολλοὺς ἑτέρους ἐθαύμασεν.

β’. Ἵνα δὲ μὴ τοῦ διελθόντος καταστοχαζώμεθα βίου, αὐτὸ τὸ πρᾶγμα συγκρίνομεν . Ὥσπερ γὰρ ἡ παρθένια τοῦ γάμου κρείττων, οὕτως οὗτος ἐκείνου βελτίων ὁ γάμος. Ἡ μὲν χήρα, ἀπὸ τῆς ἀρχῆς ἐλαττωθεῖσα τῆς παρθενίας μόνον, κατὰ τὸ τέλος ἐξισοῦται πάλιν αὐτῇ καὶ συνάπτεται· ὁ δὲ γάμος οὗτος ἐξ ἑκατέρων αὐτῆς ἀφέστηκε τῶν μερῶν. Χωρὶς δὲ τούτων ἡ μὲν εὐκόλως φέρουσα τὴν χηρείαν, καὶ ζῶντος πολλάκις ἐγκρατεύεται τοῦ ἀνδρός· ἡ δὲ τὸ πρᾶγμα ἔχουσα ἐπαχθῶς οὐ δύο μόνον καὶ τρισίν, ἀλλὰ καὶ πολλῷ πλείοσιν ὁμιλῆσαι παρεσκεύασται ἀνδράσι, καὶ μόλις τοῦ γήρως ἐπελθόντος ἀφίσταται. Ὥσπερ οὖν πολλῆς σεμνότητος καὶ σωφροσύνης σημεῖον ὁ γάμος ἐκεῖνός ἐστιν, οὕτως οὗτος ἀσελγείας μὲν οὐκ ἂν εἴποιμι, μὴ γένοιτο! Ἀσθενοῦς δὲ ψυχῆς καὶ σαρκικωτάτης, καὶ τῇ γῇ προσδεδεμένης, καὶ μέγα καὶ ὑψηλὸν οὐδὲν δυναμένης φαντασθῆναί ποτε.

Εἰ δὲ λέγοι τις, ὅτι τὸ καλὸν ταὐτὸν ἐστι, κἂν τὲ ἅπαξ γένηται, κἂν τε δίς, κἂν τε πολλάκις (ὁμοίως γὰρ ἔσται καλόν, καὶ ὁ πολλάκις αὐτῷ χρώμενος μᾶλλον ἐπαινοῖτ’ ἂν δικαίως· ὥστε εἰ καὶ ὁ γάμος καλόν, ὁ συνεχῶς αὐτῷ κεχρημένος τοῦ σπανιάκις θαυμαστότερος, καὶ μᾶλλον ἀποδεκτός)· ἐροῦμεν, ὅτι τοὺς μὲν ἀφελεστέρους τοῦτο σοφίσασθαι δύναιτ’ ἄν, τοῖς δὲ βουλομένοις προσέχειν, εὐφώρατον ἔσται τὸ σόφισμα. Γάμος γὰρ οὐ διὰ τὴν μίξιν λέγεται γάμος· ἐπεὶ οὕτω γε καὶ ἡ πορνεία γάμος ἂν ἦν· ἀλλὰ διὰ τὸ στέργειν ἑνὶ τὴν γαμουμένην ἀνδρί, καὶ τούτῳ τῆς πόρνης διέστηκεν ἡ ἐλευθέρα καὶ σώφρων γυνή. Εἰ μὲν γὰρ ἑνὶ διαπαντὸς ἀρκοῖτο ἀνδρί, γάμος τὸ πρᾶγμα εἰκότως ἂν λέγοιτο· εἰ δὲ ἀνθ’ ἑνὸς πολλοὺς εἰς τὴν οἰκίαν εἰσάγει νυμφίους, πορνείαν μὲν οὐ τολμῶ τὸ πρᾶγμα καλεῖν, τῆς δὲ οὐκ εἰδυίας ἕτερον ἄνδρα πλὴν ἑνὸς πολλῷ τῷ μέτρῳ ἀπολείπεσθαι φαιὴν ἄν. Ἐκείνη μὲν γὰρ ἤκουσε τοῦ Κυρίου λέγοντος, «Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ, καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν», καὶ ὥσπερ σαρκὸς ἀληθῶς οἰκείας ἀντείχετο, καὶ οὐκ ἐπελάθετο τῆς ἅπαξ δοθείσης αὐτῇ κεφαλῆς· αὕτη δὲ οὔτε τὸν πρῶτον, οὔτε τὸν δεύτερον ἔσχεν ἐν τάξει τῆς οἰκείας σαρκός, ὁ μὲν γὰρ πρῶτος ἐκβέβληται παρὰ τοῦ δευτέρου, ὁ δεύτερος δὲ ὑπ’ ἐκείνου· οὔτε δὲ τοῦ προτέρου μεμνῆσθαι δύναιτ’ ἂν καλῶς τῷ ἑτέρῳ μετ’ ἐκεῖνον προσέχουσα, οὔτε τοῦτον μετὰ τῆς προσηκούσης φιλοστοργίας ὄψεται, σχιζομένης εἰς τὸν ἀπελθόντα τῆς διανοίας αὐτῆς. Ὥστε ἑκάτερον λοιπὸν συμβαίνει, καὶ τοῦτον κἀκεῖνον ἐκβεβλῆσθαι τῆς ἀνδρὶ προσηκούσης καὶ τιμῆς καὶ φιλίας παρὰ γυναικός. Ποίαν δὲ ὅλως οἴεται ἔχειν ψυχὴν τὸν δεύτερον νυμφίον εἰς τὸν τοῦ προτέρου θάλαμον εἰσαγόμενον, καὶ εἰς τὴν εὐνὴν ἀναβαίνοντα τὴν ἐκείνου, καὶ γελῶσαν καὶ χαριεντιζομένην ἐπὶ τοῦτος ὁρῶντα τὴν ἐκείνου γυναῖκα; Σφόδρα γε· οὐδὲ γὰρ μετὰ πολλῆς αὐτῇ προσελεύσεται τῆς φιλίας· κἂν γὰρ ἁπάντων ἀνθρώπων ἀπηνέστερος ᾗ, οὐκ ἔσται οὕτως ἄγριος, ὡς μηδὲν ἀνθρώπινον παθεῖν, κἂν μυρίοις καὶ ἑαυτὴν καὶ τὸν οἶκον περιβάλλῃ καλλωπισμοῖς ἐκείνη. Τὸ γὰρ καταλαβὸν ἤδη πένθος τὴν οἰκίαν οὐκ ἀφίησι καθαρὰν γενέσθαι τὴν εὐφροσύνην· ἀλλ’ ὥσπερ ἐπὶ τῶν τοίχων ὅταν σφόδρα καταφλεγὲν τις μέρος τύχῃ, εἶτα ἠρέμα κονιαθέντι τὸ τῆς μελανίας ἐπιτεταμένον καὶ βαθὺ λυμαίνεται τῇ τῆς ἐπιφανείας λευκότητι, καὶ ἔστι θέαμα ἀηδές· οὕτω καὶ ἐνταῦθα, κἂν πολλὰ ἐπινοήσῃ τὰ λαμπρά, ἐν μέσοις αὐτοῖς διαφαίνεται τὰ σκυθρωπά, καὶ τις ἐν τοῖς μίξις ἀτερπής. Καὶ γὰρ καὶ οἰκέται, καὶ θεράπαιναι, καὶ γεωργοί, καὶ πάροικοι, καὶ γείτονες, καὶ συγγενεῖς τοῦ προαπελθόντος κατηφοῦσιν ἐπὶ τοῖς γενομένοις καὶ στενάζουσιν. Εἰ δὲ καὶ ὀρφανοὶ τύχωσι καταλειφθέντες, νέοι μὲν ὄντες κομιδῇ, σφοδρὸν τὸ παρὰ τῶν δυναμένων συνιέναι τῶν γινομένων τῇ μητρὶ τὸ μῖσος ἐξάπτουσιν· εἰ δὲ ἐνήλικες τύχοιεν ὄντες, πάντων ἐκεῖνοι μᾶλλον ἀηδίαν κατασκευάζουσιν. Ἅπερ οὖν καὶ τὸ νομοθέται συνεωρακότες ἅπαντα, καὶ τοὺς ἐπὶ τούτοις ἀλγοῦντας παραμυθούμενοι, καὶ ὑπὲρ ἑαυτῶν ἀπολογούμενοι, ὅτι οὐ κατὰ γνώμην οὐδὲ προηγουμένως τοῦτον τὸν γάμον ἐπέταξαν, ἀλλὰ δεδοικότες, μὴ τι χεῖρον γένηται κακόν, πάντα τοῦ δευτέρου γάμου τὰ φαιδρὰ παρῃτήσαντο, καὶ οὔτε αὐλός, οὔτε κρότοι, οὔτε ὑμέναιος, οὔτε ὀρχήματα, οὔτε στέφανοι νυμφικοί, οὔτε ἄλλο τι τῶν τοιούτων τὴν ἑσπέραν κοσμοῦσιν ἐκείνην, ἀλλὰ πάντων αὐτὴν ἀποκοσμήσαντες, οὕτως ἀστεφάνωτον ἄγουσι τὸν ἄνδρα πρὸς τὴν χήραν γυναῖκα, μονονουχὶ βοῶντες διὰ τούτων ὅτι πάντα συγγνώμης ἄξια πράττουσιν, ἀλλ’ οὐκ ἐπαίνων καὶ κρότων καὶ στεφάνων.

γ’. Πῶς οὖν ὁ Παῦλος ἐκώλυσε χηρεύειν, φησί, καὶ βουλομένας τὰς νέας, οὑτωσὶ γράφων· «Νεωτέρας δὲ χήρας παραιτοῦ»; Οὐχ ὁ Παῦλος τὰς βουλομένας χηρεύειν ἐκώλυσεν, ἀλλ’ ἐκεῖναι καὶ τὸν Παῦλον ἠνάγκασαν μὴ βουλόμενον τοῦτον διατάξασθαι τὸν νόμον αὐταῖς· εἰ γὰρ τοῦ Παύλου τὸ θέλημα βούλει μαθεῖν, ἄκουε τὶ φησι· «Θέλω δὲ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν, ἐν ἐγκρατείᾳ». Ὥστε οὐκ ἐν ἐμαχέσατο ἑαυτῷ, οὐδὲ ἐναντιολογία τοσαύτῃ περιέπεσεν ὁ μακάριος ἐκεῖνος, οὐδ’ ἂν ὁ πάντας ἀνθρώπους βουλόμενος εἶναι ἐν ἐγκρατείᾳ, τὰς βουλομένας χηρεύειν ἐκώλυσε. Πῶς οὖν φησι· «Νεωτέρας δὲ χήρας παραιτοῦ»; Ἀλλ’ εἰπέ, τίνος ἕνεκεν καὶ διὰ τί; Οὐ γὰρ ἁπλῶς οὕτως εἴρηκεν, ἀλλὰ καὶ τὴν αἰτίαν προστέθεικεν εἰπών· «Ὅταν γὰρ καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσιν». Ὁρᾷς ὅτι οὐ τὰς χηρεύειν βουλομένας, ἀλλὰ τὰς γαμῆσαι προαιρουμένας μετὰ τὸ χηρεῦσαι κωλύει ἐκεῖνος χηρεῦσαι καὶ εἰς τὸν ἅγιον ἐκεῖνον κατατάττεσθαι χορόν· καὶ σφόδρα ποιῶν συνετῶς. Εἰ γὰρ μέλλοις, φησί, δευτέροις γάμοις ὁμιλεῖν, μηδὲ ἐπαγγείλῃ χηρείαν· τοῦ γὰρ μηδ’ ὅλως ὑποσχέσθαι τὸ μετὰ τὴν ὑπόσχεσιν ἀγνωμονῆσαι πολλῷ χεῖρόν ἐστιν. Ὥσπερ οὖν τὰς συνεχεῖς συνουσίας ἐπέτρεψεν, οὐ νομοθετῶν, ἀλλὰ συγγινώσκων αὐτοῖς· «Τοῦτο γὰρ λέγω, φησί, κατὰ συγγνώμην, οὐ κατ’ ἐπιταγήν, καὶ τὴν ἀκρασίαν ὑμῶν»· οὕτω καὶ ἐνταῦθα δι’ ἕτερον μεῖζον κακὸν τὸν δεύτερον γάμον ἐπέταξε, δεικνὺς ὅτι καὶ τοῦτο συγγνώμης ἐστί, τῇ τῶν πολλῶν ἀσθενείᾳ συγκαταβαινούσης. Ἀσθένειαν δὲ οὐ δυνάμεως, ἀλλὰ προαιρέσεώς φημι. Καθάπερ γὰρ ἡ παρθένος, μετὰ τὴν τῆς παρθενίας ἐπαγγελίαν διαφθαρεῖσα, μοιχείας χεῖρον ἐτόλμησεν· οὕτω καὶ ἡ χήρα ἅπαξ ἐπαγγειλαμένη, εἶτα πατήσασα τὰς πρὸς τὸν Θεὸν συνθήκας, ὑπὸ τὴν αὐτὴν ἁμαρτίαν πεσεῖται, καὶ τῆς αὐτῆς ἔσται τιμωρίας ὑπεύθυνος· εἰ δὲ χρὴ τι καὶ θαυμαστὸν εἰπεῖν, τάχα καὶ πολλῷ μείζονος· οὐ γὰρ ἐστιν ἴσον, ὅπερ καὶ ἀρχόμενος εἶπον, τὴν τε ἄπειρον, καὶ τὴν πεπειραμένην τοῖς αὐτοῖς πάλιν περιπεσεῖν πειρασμοῖς. Καὶ οὐκ ἐνταῦθα μόνον, ἀλλὰ προειπών, καὶ πάλιν λέγων, «Βούλομαι νεωτέρας χήρας γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν, τὴν αἰτίαν προστίθησι, δι’ ἣν ταῦτα βούλεται». Τὶς δὲ ἐστιν αὕτη; «Μηδεμίαν, φησί, διδόναι τῷ ἀντικειμένῳ ἀφορμὴν λοιδορίας χάριν». Ἐπειδὴ γὰρ πολλὰς τῶν χηρῶν εἰκὸς ἦν τότε προπετέστερον καὶ αὐθαδέστερον τῷ μετὰ ταῦτα κεχρῆσθαι βίῳ, καθάπερ τινὸς ἀνάγκης καὶ δεσποτείας τῆς πρὸς τὸν ἄνδρα συζυγίας ἀπαλλαγείσας, ὡς καὶ πονηρὰν ἐπισπάσασθαι δόξαν διὰ τῆς ἰταμότητος, ἀπάγων αὐτὰς τῆς ὀλεθρίου ταύτης ἐλευθερίας, πάλιν ἐπὶ τὸν ζυγὸν ἄγει τὸν πρότερον. Εἰ γὰρ μέλλοι τις, φησί, χήρα οὖσα λάθρᾳ πορνεύειν καὶ καταισχύνειν ἑαυτήν, πολλῷ βέλτιον γαμεῖν, καὶ «μηδεμίαν διδόναι τῷ ἀντικειμένῳ ἀφορμὴν λοιδορίας χάριν»· ὥστε διὰ τὸ μὴ παρέχειν τὰς ἀφορμὰς τῆς λοιδορίας, καὶ βίον ἐφύβριστον ζῆν καὶ πορνικόν, τὸν γάμον ἐπέταξεν. Ἄκουε γοῦν καὶ ὅσα αὐτῶν κατηγορεῖ. Δέον γὰρ εἰς προσευχὰς τετράφθαι τὸν ἅπαντα χρόνον καὶ ἱκετηρίας· «Αἱ δέ, φησί, καὶ ἀργαὶ μανθάνουσιν περιερχόμεναι τὰς οἰκίας»· οὐ μόνον δὲ ἀργαί, ἀλλὰ καὶ φλύαροι καὶ περίεργοι, λαλοῦσαι τὰ μὴ δέοντα. Αὐτὸς δὲ οὐχ οὕτω βούλεται, ἀλλὰ προσηλῶσθαι αὐτὴν διαπαντὸς τοῖς πνευματικοῖς. «Ἡ γὰρ σπαταλῶσα, φησί, ζῶσα τέθνηκεν». Ἐπεὶ καὶ τὴν παρθένον, οὐ τῇ τοῦ σώματος ἁγνείᾳ βούλεται ὁρίζειν τοῦτο τὸ καλόν, ἀλλὰ τὴν πᾶσαν σχολὴν εἰς τὴν λατρείαν ἀναλίσκειν τοῦ Θεοῦ. «Τοῦτο γάρ, φησί, λέγω ὑμῖν, οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ εὐπρόσεδρον τῷ Κυρίῳ ἀπερισπάστως». Οὐ γὰρ θέλει αὐτὴν μερίζεσθαι, ἀλλ’ ὅλην εἶναι τῶν πνευματικῶν καὶ τῶν ἐν τοῖς οὐρανοῖς, καὶ τὰ τοῦ Κυρίου μεριμνᾶν. Οὕτω καὶ τὴν χήραν πολιτεύεσθαι παραινεῖ λέγων· «Ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπισεν ἐπὶ τὸν Θεόν, καὶ προσμένει ταῖς δεήσεσι, καὶ ταῖς προσευχαῖς νυκτὸς καὶ ἡμέρας». Ὅταν οὖν τὴν σχολὴν ἣν ἐν τοῖς εὐαγγελικοῖς πράγμασιν ἀναλίσκειν χρή, ταύτην μὴ μόνον εἰς περιττὰ καὶ ἀνωφελῆ, ἀλλὰ καὶ εἰς τὰ σφόδρα ἐπιβλαβῆ παρὰ πάντα δαπανῶσι τὸν βίον, εἰκότως αὐτὰς ἐπὶ γάμον ἄγει λοιπόν. Καθάπερ οὖν καὶ Ἰουδαίοις τὸ σάββατον ἔδωκεν ὁ Θεός, οὐχ ἵνα ἀργῶσιν ἁπλῶς, ἀλλ’ ἵνα τῶν πονηρῶν ἀπέχωνται πράξεων· οὕτω καὶ ἡ χήρα καὶ ἡ παρθένος, οὐχ ἵνα ἁπλῶς μὴ ὁμιλῶσιν ἀνδρί, τοῦτον αἱροῦνται τὸν βίον, ἀλλ’ ἵνα τὰ τοῦ Κυρίου μεριμνῶσιν, ἵνα ἐξ ὁλοκλήρου τῇ τοῦ Θεοῦ θεραπείᾳ προσεδρεύωσι.

δ’. Ναί, φησίν· ἀλλ’ ἀφόρητον ἔσται κακὸν γυναῖκα οὖσαν πραγμάτων ἄπειρον τὰ τῶν ἀνδρῶν ἀναγκάζεσθαι ὑπομένειν. Οὔτε γὰρ αὐτὴ μεταχειρίσαι δυνήσεται, καθάπερ ἐκεῖνος, καὶ θλίψεις ἀπὸ τούτων καὶ τὸ πάντα ἀπολέσαι κερδανοῖ μόνον. Ἆρ’ οὖν πᾶσαι αἱ μὴ δευτέροις ὁμιλήσασαι γάμοις πάντα ἀπώλεσαν τὰ αὐτῶν, καὶ πάντων ἐξέπεσον, καὶ οὐκ ἔστιν ἰδεῖν γυναῖκα χήραν πραγμάτων προϊσταμένην; Σκῆψις ταῦτα καὶ πρόφασις καὶ τῆς οἰκείας ἀσθενείας προκαλύμματα. Πολλαὶ γὰρ τῶν ἀνδρῶν γενναιότερον καὶ οἰκίας προέστησαν, καὶ παῖδας ἐξέθρεψαν ὀρφανούς, καὶ τὰς ἐν χερσὶν οὐσίας αἱ μὲν ηὔξησαν, αἱ δὲ οὐκ ἠλάττωσαν. Καὶ γὰρ ὁ Θεὸς ἐξ ἀρχῆς οὐ τὸ πᾶν τοῖς ἀνδράσιν ἐπέτρεψεν, οὐδὲ ἐν πᾶσιν αὐτῶν ἐκκρέμασθαι τὰ ἐν τῷ βίῳ πράγματα μόνον ἀφῆκεν· ἧ γὰρ ἂν εὐκαταφρόνητος ἡ γυνὴ ἦν, μηδὲν συντελοῦσα πρὸς τὸν βίον ἡμῖν. Ὅπερ οὖν εἰδὼς ὁ Θεὸς ἀπένειμεν αὐτῇ μοῖραν οὐκ ἐλάττονα· καὶ τοῦτο δηλῶν ἄνωθεν ἔλεγε, «Ποιήσωμεν αὐτῷ βοηθόν». Ἵνα γὰρ μὴ τῷ πρῶτον γεγενῆσθαι, μηδὲ τῷ δι’ αὐτὸν τὴν γυναῖκα πεπλάσθαι, μέγα κατ’ αὐτῆς ἔχῃ φρονεῖν ὁ ἀνήρ, διὰ τοῦ ῥήματος τούτου κατέστειλε τὸν τῦφον αὐτοῦ, δεικνὺς ὅτι οὐχ ἧττον τοῦ ἀνδρὸς τῆς γυναικὸς τὰ τοῦ κόσμου δεῖται πράγματα. Τίνα οὖν ἐστι ταῦτα, καὶ ἐν τίσι συνεφάπτεται ἡμῖν εἰς τὴν τοῦ βίου σύστασιν αὕτη; Ἐπειδὴ γὰρ οὐχ ἧττον τῶν δημοσίων τὰ ἰδιωτικὰ συγκροτεῖ τὴν παροῦσαν κατάστασιν, διανείμας αὐτά, τὰ μὲν ἐπ’ ἀγορᾶς πάντα ἐνεχείρισε τοῖς ἀνδράσι, τὰ δὲ κατὰ τὴν οἰκίαν ταῖς γυναιξί· κἂν ἀλλάξωνται τὴν τάξιν, πάντα διεφθάρη καὶ ἀπόλωλεν· οὕτως ἕκαστος ἐν τῷ ἰδίῳ πολὺ θατέρου χρησιμώτερος. Οὐκοῦν εἰ τὰ κατὰ τὴν οἰκίαν τῆς γυναικείας ἐπιστήμης ἐξήρτηται, καὶ τοσοῦτον ἐν τούτῳ κρείττων ἀνδρὸς ἡ γυνή, ὅσον τῶν ἀτέχνων οἱ τεχνῖται ἐν οἷς εἰσι τεχνῖται, τὶ περιττῶς τὸ δέος τοῦτο δεδοίκαμεν; Τὸ μὲν γὰρ προσοδεύειν ἔξωθεν καὶ συνάγειν, ἀνδρῶν μόνον ἐστί, γυναῖκας δὲ κερδαίνειν οὐ θέμις· τὸ δὲ τὰ συναχθέντα διατηρεῖν καὶ φυλάττειν, ταύτης μόνης ἐστίν. Ὥστε, εἰ καὶ δοκεῖ πλέον εἶναι τὸ κτήσασθαι τοῦ φυλάξαι, ἀλλ’ ὅμως ἄνευ τούτου κἀκεῖνο ἄχρηστον γίνεται καὶ περιττόν· πολλάκις δὲ καὶ τούτου προσόντος ἐκεῖνο οὐ μόνον οὐδὲν ὤνησεν, ἀλλὰ καὶ ἃ πάντα διέφθειρεν. Ἐπειδὴ γὰρ πρᾶγμα ἐστι δυσχερές, κερδαίνοντα ἔξωθεν ἄνδρα δίκαια κέρδη πορίζεσθαι (ὡς γὰρ ἐπὶ πολὺ τὰς τῶν ἀλλοτρίων οὗτοι πραγματεύονται συμφοράς), καὶ τῇ τῆς γυναικὸς τέχνῃ καὶ τῇ οἰκονομίᾳ πολλάκις ἐλυμήναντο τὰ ἀδίκως καὶ μετὰ βίας εἰς τὰ χεῖρας ἀχθέντα τὰς ἐκείνης. Ὥστε, εἰ καὶ μεῖζον τὸ κτήσασθαι τοῦ φυλάξαι, ἑτέρῳ δείκνυται τρόπῳ ἔλαττον τοῦτο, ὅταν μὴ μόνον μηδὲν συντελῇ εἰς τὴν τῶν ὄντων προσθήκην, ἀλλὰ καὶ διαφθείρῃ τὰ ἀποκείμενα. Τὶ οὖν δέδοικεν ἡ χήρα, μὴ παρὰ τὴν ἀπουσίαν τοῦ ἀνδρὸς χεῖρον διαθῇ τὰ κατὰ τὴν οἰκίαν, ἧς καὶ ζῶντος ἐκείνου τὴν ἐπιμέλειαν εἶχεν αὐτή; Ἀλλ’ εὐκολώτερον, φησί, μεταχειριεῖται, διὰ τὸν ἐκείνου φόβον οὐδενὸς ἀντιπίπτοντος, οὐδὲ δυσκολίαν παρέχοντος. Καὶ γὰρ οἰκέται καὶ οἰκονόμοι καὶ ἐπίτροποι καὶ πάντες κατεπτήχασι, καὶ μετὰ πολλῆς ὑπακούουσι τῆς πειθοῦς, καὶ ὁ ἀντιλέγων οὐδείς· ὅταν δὲ ὁ φοβῶν ἀπέλθῃ, ἅπαντες ἐπεμβαίνουσι τῇ χήρᾳ, καὶ κακουργοῦσι, καταθρασύνονται, πάντα συγχέουσι καὶ διασπῶσι· κἂν ἐπεξέλθῃ καὶ ἀμύνηται, στρεβλοῦσα, μαστίζουσα, εἰς δεσμωτήριον ἐμβάλλουσα, καταγνώσεις, λοιδορίαι, κατηγορίαι παρὰ τῶν πολλῶν. Ἂν δὲ τὰς πρὸς τὸν ἀπελθόντα συνθήκας πατήσῃ, καὶ τῆς φιλίας ἐπιλάθηται τῆς ἐκείνου, καὶ τὴν ἑσπέραν καθ’ ἣν πρῶτον αὐτῇ συνήπτετο, καὶ τὸν κρότον, καὶ τὸν ὑμέναιον, καὶ τὰς γαμηλίους δᾷδας, καὶ τὰς πρώτας περιπλοκάς, καὶ τὰς τραπέζας, καὶ τῶν ἁλῶν ὧν αὐτῇ παρὰ πάντα τὸν χρόνον ἐκοινώνησε, καὶ ῥημάτων ὧν εἰκὸς γυναῖκα ἀπολαύειν παρὰ ἀνδρός· ἂν ταῦτα ῥίψῃ πάντα ἐξαίφνης ὡς οὐδὲ γεγενημένα, ἑτέρῳ τὰς θύρας ἀναπετάσασα τῆς οἰκίας, καὶ πρὸς τὴν εὐνὴν αὐτὸν ἕλκῃ τὴν ἐκείνου τὴν πάντα τὰ πρότερον συνειδυῖαν, ἂν ταῦτα ποιῇ, οὐδεὶς ὁ μεμφόμενος, οὐδὲ ἐγκαλῶν; Οὐδεὶς ὁ μισήσων, καὶ ἄστοργον, καὶ ἄπιστον, καὶ ἄσπονδον καὶ πάντα τὰ τοιαῦτα προσερῶν;

ε’. Μὴ γάρ, ἐπειδὴ συνεχώρησεν ὁ μακάριος Παῦλος τὸ πρᾶγμα, ἤδη αὐτὸ καὶ ἐπαινῶν ἄξιον νόμιζε, καὶ καταγνώσεως ἀπηλλάχθαι τῆς παρὰ τῶν πολλῶν. Κολάσεως μὲν γὰρ καὶ τιμωρίας ἐστὶν ἐκτός, ἐπαίνων δὲ καὶ ἐγκωμίων οὐκ ἂν δύναιτο κοινωνεῖν. Καὶ γὰρ τὸ κατωφερῆ τινα καὶ λάγνον εἶναι, καὶ μήτε ἐν καιρῷ τῆς νηστείας, μήτε ἐν ἄλλῳ τινὶ τῆς γυναικὸς ἀπέχεσθαι, κολάσεως μὲν καὶ αὐτὸ πόῤῥω καὶ μακράν, οὐ μὴν ἐπαίνων ἐγγύς· αὐτὸ γὰρ τὸ συγκαταβῆναι τοσοῦτον, οὐδὲν ἕτερόν ἐστιν, ἢ σημεῖον ἀσθενείας καὶ ἀπροσεξίας πολλῆς. Ὥστε εἰ δέδοικας μὴ θρασύτητος δόξαν λάβῃς διὰ τὴν τῶν οἰκετῶν ἐπιτίμησιν, πρὸ τούτου δεδοικέναι χρὴ μὴ λαγνείας καὶ ἀσωτίας δόξαν προστρίψῃ τοσαύτην. Χωρὶς δὲ τούτων τῇ χήρᾳ τὸ πρᾶγμα ἄμεινον ἐξέσται μετελθεῖν, ὥστε καὶ ἐν ἀσφαλείᾳ αὐτῇ τὰ πολλὰ πράγματα εἶναι, καὶ μὴ μόνον μὴ ψέγεσθαι, ἀλλὰ καὶ ἐπαινεῖσθαι παρὰ πάντων, καὶ πρὸ τούτου τῶν ἀγαθῶν ἐπιτυχεῖν τῶν παρὰ τοῦ Θεοῦ. Ἂν γὰρ θελήσῃς παρακαταθέσθαι τὰ χρήματα τῷ οὐρανῷ, καὶ εἰς τὸν ἄσυλον αὐτὰ κατορύξῃς τόπον ἐκεῖνον, οὐ μόνον οὐκ ἐλαττωθήσεται, ἀλλὰ καὶ πολλῷ πλείω γενήσεται. Τοιοῦτος γὰρ οὗτος ὁ σπόρος. Εἰ δὲ ἐλάττων ἐστὶ τοῦ χωρῆσαι μέχρι τῆς νομοθεσίας ἐκείνης, καὶ πάντα ἀθρόως οὐ βούλεται μεταθεῖναι, λογιζέσθω πάλιν ἐκεῖνο, ὅτι καὶ ἄνδρα λαβοῦσα οὐ πάντως λήψεται τοιοῦτον, οἷον καὶ προσθεῖναι τοῖς οὖσιν· ἂν δ’ ἄρα καὶ τοιοῦτος ᾗ, μὴ τοῦτο ἐννοείτω μόνον τὴν τῶν χρημάτων προσθήκην, ἀλλ’ ὅτι πολλὰ καὶ τῷ Θεῷ καὶ τοῖς ἀνθρώποις προσκρούειν προαχθήσεται. Ἂν μὲν γὰρ τῶν δυνατῶν ᾗ καὶ πολλὴν ἐχόντων ἰσχύν, ἔστιν ὅτε παρὰ γνώμην πολλὰ καὶ πρᾶξαι καὶ παθεῖν αὐτὴν βιάσεται, καὶ ὅπερ ἐπὶ χηρείας ἐδεδοίκει, τοῦτο μετὰ πλείονος ἀνάγκης ὑποστήσεται νῦν· καὶ οὐ τοῦτο μόνον, ἀλλ’ ὅτι καὶ ταχίστην εἰκὸς αὐτὴν δέξασθαι τὴν μεταβολήν. Χήρα μὲν γὰρ οὖσα, κἂν ἐλαττώσῃ τι τῶν τοιούτων, ὅμως τὰ λειπόμενα μετὰ πολλῆς ἕξει τῆς ἀσφαλείας· ἀνδρὶ δὲ συναφθεῖσα δυνατῷ, καὶ τὰ τῆς πόλεως πράττοντι, ἢ καὶ ἑτέραν τινὰ μετιόντι φροντίδα, πολλάκις ἀθρόον πάντα ἀποβαλεῖται· ταῖς γὰρ τῶν ἀνδρῶν συμφοραῖς ἀνάγκη καὶ τὰς συνοικούσας αὐτοῖς κοινωνεῖν. Εἰ δὲ καὶ μηδὲν συμβαίη τοιοῦτον, τὶ τὸ κέρδος, εἰπὲ μοι, δουλείαν ἀντὶ ἐλευθερίας αἱρεῖσθαι; Τὶ δὲ τὸ ὄφελος τῶν πολλῶν χρημάτων, ὅταν αὐτοῖς χρήσασθαι μὴ δύνηται πρὸς ὃ βούλεται; Οὐ πολλῷ βέλτιον ὀλίγα μετ’ ἐξουσίας ἔχειν, ἢ τὰ τῆς οἰκουμένης μετὰ τοῦ καὶ αὐτὴν σὺν ἐκείνοις ὑποκεῖσθαι ἑτέρῳ; Τὰς γὰρ φροντίδας, καὶ τὰς ὕβρεις, καὶ τὰς λοιδορίας, καὶ τὰς ζηλοτυπίας, καὶ τὰς ὑποψίας τὰς εἰκῆ, καὶ τὰς ὠδῖνας, καὶ τὰ ἀλλὰ ἅπαντα παρίημι νῦν. Ὁ μὲν γὰρ τῇ παρθένῳ διαλεγόμενος εἰκότως καὶ περὶ τούτων διαλέξεται, ἅτε ἀπείρῳ οὔσῃ καὶ ἀμαθεῖ τῶν πραγμάτων ἐκείνων· χήρᾳ δὲ κἂν ἐνοχλήσειέ τις ταῦτα λέγων. Ἃ γὰρ διὰ τῶν πραγμάτων ἔμαθεν ἀκριβέστερον, περιττὸν τῷ λόγῳ πειρᾶσθαι διδάσκειν αὐτήν. Τοσοῦτον δὲ προσθεῖναι καλόν, ὅτι καὶ μετὰ πλείονος ὁμιλήσει τῆς παῤῥησίας καὶ τῆς ἐλευθερίας ἡ παρθένος γαμηθεῖσα τῆς μετὰ τὴν χηρείαν. Ταύτην μὲν γὰρ κἂν ὡς γυναῖκα στέργῃ, ἀλλ’ οὐχ ὡς παρθένον λαβών· ὅτι δὲ πολλῷ ἐκεῖνοι τούτων οἱ ἔρωτες σφοδρότεροι καὶ μανικώτεροι, παντὶ που δῆλόν ἐστιν· ἐκείνην δὲ ἅτε μὴ παντὸς ἀνδρὸς ἄπειρον οὐ παντὶ θυμῷ καὶ ἀσπάσεται καὶ φιλήσει. Πεφύκαμεν γάρ, ὡς εἰπεῖν, ἅπαντες ἄνθρωποι, εἴτε ὑπὸ ζηλοτυπίας, εἴτε ὑπὸ κενοδοξίας, εἴτε οὐκ οἱδ’ ὅθεν ἑτέρωθεν, τῶν πραγμάτων ἐκεῖνα μάλιστα φιλεῖν ὧν καὶ τὴν ἐξουσίαν καὶ τὴν ἀπόλαυσιν οὐ μεθ’ ἑτέρους ἔχομεν, ἀλλ’ αὐτοὶ πρῶτοι καὶ μόνοι καθεστήκαμεν κύριοι. Τοῦτο καὶ ἐπὶ ἱματίων ἴδιοι τις ἂν συμβαῖνον ἡμῖν· οὐ γὰρ ὁμοίως διεκείμεθα πρὸς τὰ παρ’ ἑτέρων εἰς χρῆσιν ἐλθόντα τοῖς παρ’ οὐδενός. Τοῦτο καὶ ἐπὶ οἰκίας ἀκὶ ἐπὶ σκευῶν· καὶ γὰρ καὶ οἰκίαν τὴν παρ’ ἑτέρου δοθεῖσαν ἡμῖν οὐχ ὁμοίως ἐκείνῃ φιλοῦμεν, ἣν αὐτοὶ κατεσκευάσαμεν· καὶ τῶν σκευῶν τὰ μὲν ἄρτι γενόμενα καὶ πρώτην παρ’ ἡμῖν χρείαν δεξάμενα ἐν πολλῇ τῇ φειδοῖ φυλάττομεν καὶ σπουδῇ, τὰ δὲ ἐξ ἑτέρων ἐλθόντα εἰς ἡμᾶς οὐ σφόδρα προσιέμεθα, αλλ’ οὕτως ἀποστρεφόμεθα, ὡς καὶ ἀνασκευάσαι πολλάκις αὐτά. Εἰ δὲ ἐπὶ οἰκίας καὶ ἱματίων καὶ σκευῶν τοῦτο ἡμῖν συμβαίνει τὸ πάθος, ἐννόησον ἐπὶ τῆς γυναικός, οὗ τιμιώτερον ἀνδράσιν οὐδέν, πῶς αὐτὸ μετὰ σφοδρότητος ἐμπίπτειν εἰκός. Ἐκείνων μὲν γὰρ κἂν μεταδιδόαμεν τοῖς βουλομένοις, ταύτης δὲ οὐ θέμις ἡμῖν, ἀλλὰ τῆς ψυχῆς ἀποστησόμεθα πρῶτον, ἢ τοῦτο παθεῖν ἀνεξόμεθα. Τὴν μὲν οὖν παρθένον, ὅπερ ἔφην ἅτε ἀνέπαφον οὖσαν καὶ ἰδίαν αὐτοῦ καὶ οὐδενὸς ἑτέρου γενομένην, πάσῃ προθυμίᾳ προσίεται· τὴν δὲ ἑτέρῳ πρότερον συναφθεῖσαν οὐ μετὰ τῆς αὐτῆς φιλίας ὄψεται καὶ εὐνοίας.

Ϛ’. Μὴ γὰρ μοι τὰ σπανιάκις καὶ μόλις ἅπαξ συμβαίνοντα εἴπῃς, ἀλλὰ τὰ συνεχῶς ἐπὶ τῶν πραγμάτων δεικνύμενα. Οὐ διὰ ταῦτα δὲ μόνον πλείονος ἐκείνη μεθέξει τῆς παῤῥησίας, ἀλλὰ καὶ δι’ ἕτερα πολλά. Οὗτος μὲν γὰρ καὶ ὀνειδίσαι εὐκόλως δύναιτ’ ἂν ὡς καταφρονούμενος παρ’ αὐτῆς, καὶ τεκμήριον τῆς ὀλιγωρίας τὴν εἰς τὸν πρότερον αὐτῇ γεγενημένην ἀπιστίαν προσενεγκεῖν καὶ ἐπιστομίσαι καὶ ὑπὲρ τῶν γεγενημένων, καὶ ὑπὲρ τῶν μηδὲ συμβησομένων ἴσως. Ὁ γὰρ ἀπελθὼν καὶ καταφρονηθεὶς καὶ τὸν ζῶντα ταῦτα ὑποπτεῦσαι πείσει περὶ ἑαυτοῦ, κἂν μὴ γένηται. Οὐκ ἐκεῖνος δὲ μόνον ταῦτα προφέρων αὐτῇ συνεχῶς ἔσται φορτικός, ἀλλὰ καὶ οἰκέται καὶ θεράπαιναι, κἂν μὴ φανερῶς, λάθρα γοῦν διαγογγύζοντες μυρίοις αὐτὴν βάλλουσι σκώμμασιν. Εἰ δὲ συμβῇ καὶ παῖδας τοῦ τετελευτηκότος καταλειφθῆναι νέους, πῶς αὐτοὺς ἀναθρέψει, πῶς δὲ προστήσεται; Τίνων δὲ ὀρφανῶν οὐ χαλεπώτερον ἐκεῖνοι βιώσονται τὰ τοῦ πατρὸς ὁρῶντες ἅπαντα ἕτερον ἔχοντα, καὶ οἰκέτας, καὶ οἰκίαν, καὶ ἀγρούς, καὶ τὸ πάντων κεφάλαιον τὴν γυναῖκα; Πῶς δυνήσονται ὡς πρὸς μητέρα διακεῖσθαι ἐκεῖνοι; Πῶς δὲ αὕτη ὡς πρὸς παῖδας, οὓς αἰσχύνεσθαι καὶ ἐρυθριᾷν ἀναγκάζεται, καὶ οἷς πᾶσαν ἀπονεῖμαι τὴν μητρικὴν οὐκ ἔχει φιλοστοργίαν, εἰς τοὺς ἐξ ἐκείνου παῖδας σχιζομένης αὐτῇ τῆς διανοίας; Τὶ οὖν, ἂν ᾗ σφόδρα κόρη, φησί, καὶ βραχὺν ἀπολαύσασα χρόνον τοῦ ἀνδρός; Πρὸς γὰρ τὰς κόρας μοι ταῦτα εἴρηται, οὐ πρὸς τὰς γεγηρακυίας· πρὸς γὰρ ἐκείνας τοῦτο ποιούσας οὐδὲ διαλεχθήσομαι· εἰ γὰρ ὁ πολὺς χρόνος καὶ ἡ ἡλικία καὶ τὰ ἀλλὰ πάντα οὐκ ἔπεισαν αὐτὰς ἀποσχέσθαι δευτέρου γάμου, πολὺ γε ἧττον ἡμεῖς· οὐ γὰρ ὁ παρ’ ἡμῶν πείσει λόγος· ἀλλ’ ἅπας μοι πρὸς ταύτας ὁ λόγος ἐστί. Τὶ οὖν, ἂν ᾗ κόρη, φησί, καὶ μόνον ἐνιαυτὸν μετὰ τοῦ προτέρου συνοικήσασα δευτερογαμῆται πάλιν; Τίνος ἕνεκεν τῆς εἰκοστὸν ἔτος καὶ Τρίκοστον ἀνηλωκυίας ἐν γάμῳ προτιμήσεις αὐτήν; Οὐκ ἔγωγε, ἀλλ’ ὁ μακάριος Παῦλος· ἐκεῖνος γὰρ φησι, «Μακαριωτέρα δὲ ἐστιν, ἐὰν οὕτω μείνῃ». Τὶ γάρ, εἰ καὶ πολὺν ἐκείνη χρόνον συνῴκησεν ἀνδρί, ἀλλ’ ἑνὶ καὶ τῷ αὐτῷ καὶ μόνῳ καὶ ᾧ ἐξ ἀρχῆς ἐκληρώθη; Αὕτη δὲ δυσὶν ἔδωκεν ἑαυτήν, καὶ ταῦτα ἐν βραχεῖ τῷ χρόνῳ. Ἀλλ’ οὐχ ἑκοῦσα, φησίν· εἰ γὰρ ὁ πρῶτος ἔζη, οὐκ ἂν ἕτερον ἠγάπησεν ἐπ’ ἐκείνῳ· ἐπειδὴ δὲ πρὸ ὥρας ἀπῆλθεν ἐκεῖνος, ὑπὸ τῆς ἀνάγκης δευτέρῳ συνήφθη πάλιν. Ποίας ἀνάγκης; Ἐγὼ γὰρ ταύτης ἧς λέγεις μείζονα ἑτέραν ἀνάγκην ὁρῶ ἱκανὴν αὐτὴν κατασχεῖν ἐπὶ τῷ τετελευτηκότι, τὸ πικρῶν οὕτως ἀπολαῦσαι τῶν πραγμάτων τοῦ κόσμου. Ἡ μὲν γὰρ πολὺν αὐτοῖς συγγενομένη χρόνον, καὶ ἐμπλησθεῖσα καλῶς, ὡς τῶν αὐτῶν τευξομένη τῶν ἴσων ἅψεται πάλιν· ἡ δὲ προοιμίων οὕτω χαλεπῶν πειραθεῖσα ποίᾳ προαιρέσει καὶ ἐλπίδι πρὸς τὴν πεῖραν ἥξει τῶν χαλεπῶν; Οὐδὲ γὰρ εἲ τις βουλόμενος ἐμπορεύσασθαι, πρὶν τι κερδάνῃ ἅμα τῷ τὸν λιμένα ἐξελθεῖν ναυάγιον ὑπομένοι, εὐκόλως ἅψεται τῆς πραγματείας λοιπόν. Οὐδὲ ταύτην εἰκότως τὴν πολλὰ μὲν προσδοκήσασαν ἡδέα, πρὶν ἢ δὲ ἐκείνων πεῖραν καλῶς λαβεῖν, τοσοῦτον πένθος ἰδοῦσαν ἀγαπῆσαι τὰ τοῦ κόσμου πράγματα, εἰ μὴ σφόδρα ἀκρατὴς οὖσα τύχοι· μᾶλλον δέ, εἰ καὶ σφόδρα πρὸς αὐτὰ διακέοιτο, καὶ λίαν ἔχοι προσπαθῶς, ἱκανὴ τῆς ἀρχῆς ἡ ἀηδία πᾶσαν σβέσαι τὴν ἐπιθυμίαν αὐτῆς. Τότε γὰρ τοῖς πράγμασι μάλιστα ἐπιμένειν εἰώθαμεν, ὅταν προοιμίων πειραθῶμεν καλῶν· ὅταν δὲ ἐξ ἀρχῆς καὶ ἀπ’ αὐτῆς, ὡς ἂν εἴποι τις, τῆς γραμμῆς χαλεπῶν καὶ δυσκόλων αἰσθώμεθα, ταχέως ἀνακρουόμεθα τῆς προαιρέσεως σβεννυμένης ἡμῖν. Ὥστε αἱ τὰς ἀώρους ὑπομείνασαι χηρείας, αὗται εἰκότως ἂν ἀπόσχοιντο γάμου δευτέρου ὑπὲρ τοῦ μὴ τὰ αὐτὰ πάλιν παθεῖν. Ἡ μὲν γὰρ ἐν τῇ χηρεία μένουσα ἕξει τὸ ἀσφαλές, καὶ οὐχ ὑποπτεύσει πένθος ἕτερον τοιοῦτον πάλιν· ἡ δὲ προσομιλήσασα γάμῳ δευτέρῳ καὶ τοῦτο προσδοκᾶν ἀναγκασθήσεται τὸ δεινόν. Καὶ ἄλλως δέ, εἰ καὶ πρᾶγμα ἓν ἐστιν ἡ χηρεία, ἀλλ’ οὐ πᾶσαι τοὺς αὐτοὺς ἀπολήψονται τούτου μισθούς, ἀλλ’ αἱ μὲν πλείους, αἱ δὲ ἐλάττους. Αἱ μὲν γὰρ ἐν νεότητι τὸν ζυγὸν ἀναδεξάμεναι πλείονος ἀπολαύσονται καὶ τῆς τιμῆς καὶ τῆς δωρεᾶς, αἱ δὲ πρὸς αὐτῷ τῷ γήρᾳ οὐχ ὁμοίως ἐκείναις. Τὶ δήποτε; Ὅτι ἡ μὲν πολλῶν ὄντων τῶν κωλυμάτων διὰ τὸν τοῦ Θεοῦ φόβον πάντα ἠνέσχετο, αὕτη δὲ οὐδὲ βραχὺ ἱδρῶτα ὑπέμεινεν οὐδὲ πόνον· πῶς γάρ, οὐδενὸς ὄντος πράγματος τοῦ βίαν παρέχοντος; Ὥσπερ οὖν ἡ δευτέρῳ δοῦσα ἑαυτὴν ἐλάττων ἐστὶ τῆς τὸν ἐν ἄνδρα ἐχούσης, οὕτως ἡ ἐν χηρείᾳ μένουσα ἐν αὐτῇ τῇ νεότητι πολλῷ τῷ μέτρῳ τὴν ἐν τῷ γήρᾳ τὸν ἄνδρα ἀποβαλοῦσαν ὑπερακοντίσαι δυνήσεται καίτοι γε ἀμφοτέραις εἷς γέγονεν ὁ ἀνήρ, ἀλλ’ ὅμως αὕτη μὲν τὸν τῆς ἁγνείας ἔδραμε δρόμον, ἐκείνῃ δὲ πολλοῖς ἀπελείφθη τοῖς σταδίοις. Μὴ τοίνυν τὸν πόνον ἴδῃς μόνον, ἀλλὰ καὶ τὸν μισθόν, καὶ γὰρ τὰ πολλὰ τῶν κατορθωμάτων οὕτως ἡμῖν δύσκολα φαίνεται, ὅτι τὸν μόχθον αὐτῶν καὶ τοὺς ἱδρῶτας συνεχῶς στρέφοντες τοὺς ἀποκειμένους αὐτοῖς μισθοὺς οὐκ ἐν νῷ λαμβάνομεν. Ἀλλ’ οὐχ οὕτω δεῖ ποιεῖ, ἀλλὰ πάντα ὁμοῦ λογίζεσθαι μετὰ τῶν πόνων καὶ τὰς ἀμοιβάς, καὶ οὕτως εὔκολα ὑμῖν φανεῖται, ὥσπερ οὖν καὶ ἔστιν εὔκολα. Καὶ γὰρ ὁ ἀριστεὺς οὐ τὰ τραύματα μόνον, οὐδὲ τὰ πτώματα, οὐδὲ τὸν θάνατον, ἀλλὰ καὶ τὰ τρόπαια καὶ τὰς νίκας καὶ τὰς ἄλλας ἁπάσας ἀναλογισάμενος τιμὰς οὕτως ἐπὶ τὴν ἀριστείαν ἔρχεται· καὶ ὁ γεωργὸς δὲ οὐχὶ τὴν ἄροσιν μόνον, οὐδὲ τὸν ἐν τῷ σκάπτειν πόνον, ἀλλὰ καὶ τὴν ἅλω, καὶ τὰς ληνοὺς πρὸ τῶν ὀφθαλμῶν θείς, οὕτω τῶν ἔργων ἐφάπτεται. Οὕτω καὶ ἡμεῖς ταῖς ἐλπίσι ταῖς χρησταῖς τὸν τῆς χηρείας μόχθον ἐπικουφίσωμεν, καὶ πολλῷ μᾶλλον ἡμεῖς ἢ ἐκεῖνοι· ἐκείνοις μὲν γὰρ πολλὰ πολλάκις τῶν οὐκ ἐπ’ αὐτοῖς κειμένων τὴν προσδοκίαν διέκοψε, τὰς δὲ ἡμετέρας ἐλπίδας οὐδεὶς ὁ καταισχύνων ἐστίν, ἂν μὴ βουληθῶμεν αὐτοί. Μὴ δὲ βουληθῶμεν, ἀλλ’ ἐννοήσαντες ὡς οὐ πολλῷ τῆς παρθένου ἡ χήρα λείπεται (ἔστι δὲ ὅπου αὐτὴν καὶ ὑπερηκόντισεν, ὅταν ἡ μὲν παρθένος περιπλέκηται πράγμασιν, «Ἡ δὲ χήρα, (κατὰ τὸν Παῦλον), μεμονωμένη καὶ ἐλπίζουσα ἐπὶ τὸν Θεὸν προσκαρτερῇ ταῖς δεήσεσι καὶ ταῖς προσευχαῖς», καὶ τῶν βιωτικῶν πραγμάτων ἀπέχηται), ἀναδεξώμεθα τὸν ἀγῶνα τοῦτον, ἵνα τῶν ἐν αὐτῷ στεφάνων τύχωμεν. Ταῦτα ὑμῖν οὐκ ἀνάγκης ἕνεκεν εἴρηται, οὐδέ, ὅπερ ἔφην, καταδικάζοντες τὰς οὐ βουλομένας, χηρεύειν, ἐπὶ ταύτην ἤλθομεν τὴν παραίνεσιν, ἀλλὰ προτρέποντες καὶ παρακαλοῦντες, μὴ ἐπὶ τοσοῦτον προσδεθῆναι τῇ γῇ, ἀλλ’ ἅπαξ λυθείσας μένειν ἐλευθέρας, καὶ τὸν οὐρανὸν ἐπιζητεῖν, καὶ τὴν πολιτείαν ἐπιδείκνυσθαι τὴν ἐκεῖ, καὶ ἁρμοσθείσας τῷ Χριστῷ οὕτως ἅπαντα πράττειν, ὡς προσῆκε τὰς τὸν τοιοῦτον ἐχούσας νυμφίον, ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ Πατρὶ καὶ τῷ ζωοποιῷ καὶ ἁγίῳ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: Περὶ Ἱερωσύνης Λόγοι Ϛ’
Προηγούμενο: Περὶ Παρθενίας
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 48
Ἀρχικὴ Σελίδα: Τέρτιος