Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 48

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Λόγος Τρίτος
Προηγούμενο: Λόγος Πρῶτος
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 48

Λόγος Δεύτερος

Τάδε ἔνεστιν ἐν τῷ Δευτέρῳ Λόγῳ.
α. Ὅτι μέγιστον ἡ ἱερωσύνη τεκμήριον τῆς εἰς τὸν Χριστὸν ἀγάπης.
β. Ὅτι ἡ ταύτης ὑπηρεσία μείζων ἄλλων.
γ. Ὅτι μεγάλης δεῖται ψυχῆς καὶ θαυμαστῆς.
δ. Ὅτι πολλῆς τὸ πρᾶγμα δυσκολίας γέμει καὶ κίνδυνον.
ε. Ὅτι τῆς εἰς τὸν Χριστὸν ἀγάπης, ἕνεκεν τὸ πρᾶγμα ἐφύγομεν.
Ϛ. Ἀπόδειξις τῆς ἀρετῆς τοῦ Βασιλείου, καὶ τῆς ἀγάπης τῆς σφοδρᾶς.
ζ. Ὅτι οὐχ ὑβρίσει ἑλόμενοι τοὺς ψηφισαμένους ἐφύγομεν τὴν χειροτονίαν.
η. Ὅτι κεῖ μέμψεως αὐτοὺς ἀπηλλάξαμεν διὰ τῆς φυγῆς.

Ὅτι μὲν οὖν ἔστι καὶ ἐπὶ καλῷ τῇ τῆς ἀπάτης κεχρῆσθαι δυνάμει, μᾶλλον δὲ ὅτι μηδὲ ἀπάτην δεῖ τὸ τοιοῦτον καλεῖν, ἀλλ’ οἰκονομίαν τινὰ θαυμαστήν, ἐνῆν μὲν καὶ πλείονα λέγειν· ἐπειδὴ δὲ καὶ τὰ εἰρημένα πρὸς ἀπόδειξιν ἱκανὰ γέγονε, φορτικὸν καὶ ἐπαχθὲς περιττὸν τῷ λόγῳ προστιθέναι μῆκος. Σὸν δὲ ἂν εἴη δείκνυται λοιπὸν εἰ μὴ τῷ πράγματι τούτῳ πρὸς τὸ κέρδος ἐχρησάμεθα τὸ σόν.

Καὶ ὁ ΒΑΣΙΛΕΙΟΣ. Καὶ ποῖον ἡμῖν κέρδος, φησίν, ἐκ ταύτης γέγονε τῆς οἰκονομίας, ἢ σοφίας, ἢ ὅπως ἂν αὐτὴν χαίρῃς καλῶν, ἵνα πεισθῶμεν ὅτι οὐκ ἠπατήμεθα παρὰ σοῦ;

α’. ΙΩΑΝΝΗΣ. Καὶ τὶ τούτου τοῦ κέρδους, ἔφην, ἂν γένοιτο μεῖζον, ἢ τὸ ταῦτα φαίνεσθαι πράττοντας, ἅπερ δείγματα τῆς εἰς τὸν Χριστὸν ἀγάπης αὐτὸς ἔφησεν εἶναι ὁ Χριστός; Πρὸς γὰρ τὸν κορυφαῖον τῶν ἀποστόλων διαλεγόμενος, «Πέτρε, φησίν, φιλεῖς μέ»; Τούτου δὲ ὁμολογήσαντος, ἐπιλέγει, «Εἰ φιλεῖς με, ποίμαινε τὰ πρόβατά μου». Ἔρωτα τὸν μαθητὴν ὁ διδάσκαλος, εἰ φιλοῖτο παρ’ αὐτοῦ, οὐχ ἵνα αὐτὸς μάθῃ (πῶς γὰρ ὁ τὰς ἁπάντων ἐμβατεύων καρδίας), ἀλλ’ ἵνα ἡμᾶς διδάξῃ, ὅσον αὐτῷ μέλει τῆς τῶν ποιμνίων ἐπιστασίας τούτων. Τούτου δὲ ὄντος δήλου, κἀκεῖνο ὁμοίως ἔσται φανερόν, ὅτι πολὺς καὶ ἄφατος ἀποκείσεται μισθὸς τῷ περὶ ταῦτα πονουμένῳ, ἃ πολλοῦ τιμᾶται ὁ Χριστός. Εἰ γὰρ ἡμεῖς, ὅταν ἴδωμεν τῶν οἰκετῶν ἢ τῶν θρεμμάτων τῶν ἡμετέρων ἐπιμελομένους τινάς, τῆς περὶ ἡμᾶς ἀγάπης τὴν εἰς ἐκεῖνα σπουδὴν τιθέμεθα σημεῖον, καίτοι γε ταῦτα πάντα χρημάτων ἐστὶν ὠνητά, ὁ μὴ χρημάτων, μηδὲ ἄλλου τινὸς τοιούτου, ἀλλ’ ἰδίῳ θανάτῳ τὸ ποίμνιον πριάμενος τοῦτο, καὶ τιμὴν τῆς ἀγέλης τὸ αἷμα δοὺς τὸ ἑαυτοῦ, πόσῃ τοὺς ποιμαίνοντας αὐτὴν ἀμείψεται δωρεᾷ; Διὰ τοι τοῦτο εἰπόντος τοῦ μαθητής, «Σὺ οἶδας, Κύριε, ὅτι φιλῶ σε», καὶ μάρτυρα τῆς ἀγάπης αὐτὸν τὸν ἀγαπώμενον καλέσαντος, οὐκ ἔστη μέχρι τούτου ὁ Σωτήρ, ἀλλὰ καὶ τὸ τῆς ἀγάπης προσέθηκε σημεῖον. Οὐ γὰρ ὅσον ὁ Πέτρος αὐτὸν ἐφίλει, τότε ἐπιδεῖξαι ἐβούλετο· ἀλλ’ ὅσον αὐτῆς τὴν Ἐκκλησίαν ἀγαπᾷ τὴν ἑαυτοῦ, καὶ Πέτρον καὶ πάντας ἡμᾶς μαθεῖν ἠθέλησεν, ἵνα πολλὴν καὶ ἡμεῖς περὶ ταῦτα εἰσφέρωμεν τὴν σπουδήν. Διὰ τὶ γὰρ Υἱοῦ καὶ μονογενοῦς οὐκ ἐφείσατο ὁ Θεός, ἀλλ’ ὃν μόνον εἶχεν ἐξέδωκεν; Ἵνα τοὺς ἐχθρωδῶς πρὸς αὐτὸν διακειμένους ἑαυτῷ καταλλάξῃ, καὶ ποιήσῃ λαὸν περιούσιον. Διὰ τὶ καὶ τὸ αἷμα ἐξέχεεν; Ἵνα τὰ πρόβατα κτήσηται ταῦτα, ἃ τῷ Πέτρῳ καὶ τοῖς μετ’ ἐκεῖνον ἐνεχείρισεν. Εἰκότως ἄρα ἔλεγεν ὁ Χριστός· «Τὶς ἄρα ὁ πιστὸς δοῦλος καὶ φρόνιμος, ὃν καταστήσει ὁ κύριος αὐτοῦ ἐπὶ τὴν οἰκίαν αὐτοῦ»; Πάλιν τὰ μὲν ῥήματα ἀποροῦντος, ὁ δὲ φθεγγόμενος αὐτὰ οὐκ ἀπορῶν ἐφθέγγετο· ἀλλ’ ὥσπερ τὸν Πέτρον ἐρωτῶν, εἰ φιλοῖτο, οὐ μαθεῖν δεόμενος τοῦ μαθητοῦ τὸν πόθον ἠρώτα, ἀλλὰ δέξαι βουλόμενος τῆς οἰκείας ἀγάπης τὴν ὑπερβολήν· οὕτω καὶ νῦν λέγων· «Τὶς ἄρα ὁ πιστὸς δοῦλος καὶ φρόνιμος»; Οὐ τὸν πιστὸν καὶ φρόνιμον ἀγνοῶν ἔλεγεν, ἀλλὰ παραστῆσαι θέλων τὸ τοῦ πράγματος σπάνιον, καὶ τῆς ἀρχῆς ταύτης τὸ μέγεθος. Ὅρα γοῦν καὶ τὸ ἔπαθλον ὅσον· «Ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν, φησίν».

β’. Ἔτι οὖν ἀμφισβητήσεις ἡμῖν τοῦ μὴ καλῶς ἠπατῆσθαι, πᾶσι μέλλων ἐπιστήσεσθαι τοῦ Θεοῦ τοῖς ὑπάρχουσι, καὶ ταῦτα πράττων, ἃ καὶ τὸν Πέτρον ποιοῦντα ἔφησε δυνήσεται καὶ τῶν ἀποστόλων ὑπερακοντίσαι τοὺς λοιπούς. «Πέτρε, γάρ, φησί, φιλεῖς με πλεῖον τούτων; Ποίμαινε τὰ πρόβατά μου». Καίτοι γ’ ἐνῆν εἰπεῖν πρὸς αὐτόν, εἰ φιλεῖς με, νηστείαν ἄσκει, χαμευνίαν, ἀγρυπνίας συντόνους, προΐστασο τῶν ἀδικουμένων, γίνου ὀρφανοῖς ὡς πατήρ, καὶ ἀντὶ ἀνδρὸς τῇ μητρὶ αὐτῶν. Νῦν δὲ πάντα ταῦτα ἀφείς, τὶ φησι; «Ποίμαινε τὰ πρόβατά μου». Ἐκεῖνα μὲν γάρ, ἃ προεῖπον, καὶ τῶν ἀρχομένων πολλοὶ δύναιντ’ ἂν ἐπιτελεῖν ῥᾳδίως, οὐκ ἄνδρες μόνον, ἀλλὰ καὶ γυναῖκες· ὄτα δὲ ἐκκλησίας προστῆναι δέῃ, καὶ ψυχῶν ἐπιμέλειαν πιστευθῆναι τοσούτων, πᾶσα μὲν ἡ γυναικεῖα φύσις παραχωρείτω τῷ μεγέθει τοῦ πράγματος, καὶ ἀνδρῶν δὲ τὸ πλέον· ἀγέσθωσαν δὲ εἰς μέσον οἱ πολλῷ τῷ μέτρῳ πλεονεκτοῦντες ἀπαντῶ, καὶ τοσοῦτον ὑψηλότεροι τῶν ἄλλων κατὰ τὴν τῆς ψυχῆς ὄντες ἀρετήν, ὅσον τοῦ Πάντσο ἔθνους Ἑβραίων κατὰ τὸ τοῦ σώματος μέγεθος ὁ Σαούλ, μᾶλλον δὲ καὶ πολλῷ πλέον. Μὴ γὰρ μοι μόνον ὑπερωμίας ἐνταῦθα ζητείσθω μέτρον· ἀλλ’ ὅση πρὸς τὰ ἄλογα τῶν λογικῶν ἀνθρώπων ἡ διαφορά, τοσοῦτον τοῦ ποιμένος καὶ τῶν ποιμαινομένων ἔστω τὸ μέσον, ἵνα μὴ καὶ πλέον τι εἴπω· καὶ γὰρ περὶ πολλῷ μειζόνων ὁ κίνδυνος. Ὁ μὲν πρόβατα ἀπολλύς, ἢ λύκων ἁρπασάντων, ἢ λῃστῶν ἐπιστάντων, ἢ λοιμοῦ τινος, ἢ καὶ ἄλλου συμπτώματος ἐπιπεσόντος, τύχοι μὲν ἂν τινος καὶ συγγνώμης παρὰ τοῦ κυρίου τῆς ποίμνης· εἰ δὲ καὶ δίκην ἀπαιτοῖτο, μέχρι τῶν χρημάτων ἡ ζημία· ὁ δὲ ἀνθρώπους πιστευθείς, τὸ λόγιον τοῦ Χριστοῦ ποίμνιον, πρῶτον μὲν οὐκ εἰς χρήματα, αλλ’ εἰς τὴν ἑαυτοῦ ψυχὴν τὴν ζημίαν ὑφίσταται ὑπὲρ τῆς τῶν προβάτων ἀπωλείας· ἔπειτα καὶ τὸν ἀγῶνα πολλῷ μείζονα καὶ χαλεπώτερον ἔχει. Οὐ γὰρ αὐτῷ πρὸς λύκους ἡ μάχη, οὐδὲ ὑπὲρ λῃστῶν δέδοικεν, οὐδὲ ἵνα λοιμὸν ἀπελάσῃ τῆς ποίμνης φροντίζει· ἀλλὰ πρὸς τινὰς ὁ πόλεμος, καὶ μετὰ τινῶν ἡ πάλη; Ἄκουε τοῦ μακαρίου Παύλου λέγοντος· «Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις». Εἶδες πολεμίων πλῆθος δεινόν, καὶ φάλαγγας ἀγρίας, οὐ σιδήρῳ πεφραγμένας, ἀλλ’ ἀντὶ πάσης πανοπλίας ἀρκουμένας τῇ φύσει; Βούλει καὶ ἕτερον στρατόπεδον ἰδεῖν ἀπηνὲς καὶ ὠμὸν ταύτῃ προσεδρεῦον τῇ ποίμνη; Καὶ τοῦτο ἀπὸ τῆς αὐτῆς ὄψει περιωπῆς. Ὁ γὰρ περὶ ἐκείνων ἡμῖν διαλεχθείς, οὗτος καὶ τούτους ἡμῖν ὑποδείκνυσι τοὺς ἐχθρούς, ὧδέ πως λέγων· «Φανερὰ ἐστι τὰ ἔργα τῆς σαρκός, ἅτινά ἐστι, πορνεία, μοιχεία, ἀκαθαρσία, ἀσέλγεια, εἰδωλολατρεία, φαρμακεία, ἔχθραι, ἔρεις, ζῆλοι, θυμοί, ἐριθείαι, καταλαλιαί, ψιθυρισμοί, φυσιώσεις, ἀκαταστασίαι, καὶ ἕτερα τούτων πλείονα»· οὐ γὰρ πάντα κατέλεξεν, ἀλλ’ ἐκ τούτων ἀφῆκεν εἰδέναι καὶ τὰ λοιπά. Καὶ ἐπὶ μὲν τοῦ ποιμένος τῶν ἀλόγων οἱ βουλόμενοι διαφθεῖραι τὴν ποίμνην, ὅταν ἴδωσι τὸν ἐφεστῶτα φεύγοντα, τὴν πρὸς ἐκεῖνον μάχην ἀφέντες, ἀρκοῦνται τῇ τῶν θρεμμάτων ἁρπαγῇ· ἐνταῦθα δέ, κἂν ἅπασαν λάβωσι τὴν ποίμνην, οὐδ’ οὕτω τοῦ ποιμένος ἀφίστανται, ἀλλὰ μᾶλλον ἐφεστήκασι, καὶ πλέον θρασύνονται· καὶ οὐ πρότερον παύονται, ἕως ἂν ἢ καταβάλωσιν ἐκεῖνον, ἢ νικηθῶσιν αὐτοί. Πρὸς δὲ τούτοις τὰ μὲν τῶν προβάτων νοσήματα καθέστηκε φανερά, κἂν λιμὸς ᾗ, κἂν λοιμός, κἂν τραῦμα, κἂν ὀτιδηποτοῦν ἕτερον ᾗ τὸ λυποῦν· οὐ μικρὸν δὲ τοῦτο δύναιτ’ ἂν πρὸς τὴν τῶν ἐνοχλούντων ἀπαλλαγήν. Ἔστι δὲ τι καὶ ἕτερον τούτου μεῖζον, τὸ ποιοῦν ταχεῖαν τῆς ἀῤῥωστίας ἐκείνης τὴν λύσιν. Τὶ δὲ τοῦτό ἐστι; Μετὰ πολλῆς τῆς ἐξουσίας καταναγκάζουσι τὰ πρόβατα οἱ ποιμένες δέχεσθαι τὴν ἰατρείαν, ὅταν ἑκόντα μὴ ὑπομένῃ. Καὶ γὰρ δῆσαι εὔκολον, ὅταν καῦσαι δέῃ, καὶ τεμεῖν καὶ φυλάξαι ἔνδον ἐπὶ χρόνον πολύν, ἡνίκα ἂν τοῦτο συμφέρῃ, καὶ ἑτέραν δὲ ἀνθ’ ἑτέρας προσαγαγεῖν τροφήν, καὶ ἀποκωλῦσαι ναμάτων, καὶ τὰ ἀλλὰ δὲ πάντα, ὅσαπερ ἂν δοκιμάσωσι πρὸς τὴν ἐκείνων ὑγίειαν συμβάλλεσθαι, μετὰ πολλῆς ἄγουσι τῆς εὐκολίας.

γ’. Τὰς δὲ τῶν ἀνθρώπων ἀῤῥωστίας πρῶτον μὲν οὐκ ἔστιν ἀνθρώπῳ ῥᾴδιον ἰδεῖν· «Οὐδεὶς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ». Πῶς οὖν τις προσαγάγοι τῆς νόσου τὸ φάρμακον, ἧς τὸν τρόπον οὐκ οἶδε, πολλάκις δὲ μηδὲ εἰ τυγχάνοι νόσων δυνάμενος συνιδεῖν; Ἐπειδὰν δὲ καὶ καταφανὴς γένηται, τότε πλείονα αὐτῷ παρέχει τὴν δυσκολίαν. Οὐ γὰρ ἐστι μετὰ τοσαύτης ἐξουσίας ἅπαντας θεραπεύειν ἀνθρώπους, μεθ’ ὅσης τὸ πρόβατον ὁ ποιμήν. Ἔστι μὲν γὰρ καὶ ἐνταῦθα καὶ δῆσαι, καὶ τροφῆς ἀπεῖρξαι, καὶ καῦσαι, καὶ τεμεῖν· ἀλλ’ ἡ ἐξουσία τοῦ δέξασθαι τὴν ἰατρείαν οὐκ ἐν τῷ προσάγοντι τὸ φάρμακον, ἀλλ’ ἐν τῷ κάμνοντι κεῖται. Τοῦτο γὰρ καὶ ὁ θαυμάσιος ἐκεῖνος ἀνὴρ συνιδών, Κορινθίοις ἔλεγεν· «Οὐ γὰρ κυριεύομεν ὑμῶν τῆς πίστεως, ἀλλὰ συνεργοὶ ἐσμεν τῆς χαρᾶς ὑμῶν»· Μάλιστα μὲν γὰρ ἁπάντων Χριστιανοῖς οὐκ ἐφεῖται πρὸς βίαν ἐπανορθοῦν τὰ τῶν ἁμαρτανόντων πταίσματα. Ἀλλ’ οἱ μὲν ἔξωθεν δικασταὶ τοὺς κακούργους ὅταν ὑπὸ τοῖς νόμοις λάβωσι, πολλὴν ἐπιδείκνυνται τὴν ἐξουσίαν, καὶ ἄκοντας τοῖς τρόποις κωλύουσι χρῆσθαι τοῖς αὐτῶν· ἐνταῦθα δὲ οὐ βιαζόμενον, ἀλλὰ πείθοντα δεῖ ποιεῖν ἀμείνω τὸν τοιοῦτον. Οὔτε γὰρ ἡμῖν ἐξουσία τοσαύτη παρὰ τῶν νόμων δέδοται πρὸς τὸ κωλύειν τοὺς ἁμαρτάνοντας, οὔτε, εἰ καὶ ἔδωκαν, εἴχομεν ὅπου χρησόμεθα τῇ δυνάμει, οὐ τοὺς ἀνάγκῃ τῆς κακίας, ἀλλὰ τοὺς προαιρέσει ταύτης ἀπερχομένους στεφανοῦντος τοῦ Θεοῦ. Διὰ τοῦτο πολλῆς χρεία τῆς μηχανῆς, ἵνα πεισθῶσιν ἑκόντες ἑαυτοὺς ὑπέχειν τάσι παρὰ τῶν ἱερέων θεραπείαις οἱ κάμνοντες, καὶ οὐ τοῦτο μόνον, ἀλλ’ ἵνα καὶ χάριν εἰδῶσι τῆς ἰατρείας αὐτοῖς. Ἂν τε γὰρ ποτε σκιρτήσῃ δεθεὶς (κύριος γὰρ ἐστι τούτου), χεῖρον εἰργάσατο τὸ δεινόν· ἂν τε τοὺς σιδήρου δίκην τέμνοντας λόγους παραπέμψηται, προσέθηκε διὰ τῆς καταφρονήσεως τραῦμα ἕτερον, καὶ γέγονεν ἡ τῆς θεραπείας πρόφασις νόσου χαλεπωτέρας ὑπόθεσις. Ὁ γὰρ καταναγκάζων καὶ ἄκοντα θεραπεῦσαι δυνάμενος οὐκ ἔστι.

δ’. Τὶ οὖν ἂν τις ποιήσειε; Καὶ γάρ, ἂν πραότερον προσενεχθῇς, τῷ πολλῆς ἀποτομίας δεομένῳ, καὶ μὴ δῷς βαθεῖαν τὴν πληγὴν τῷ τοιαύτης χρείαν ἔχοντι, τὸ μὲν περιέκοψας, τὸ δὲ ἀφῆκας τοῦ τραύματος· κἂν ἀφειδῶς τὴν ὀφειλομένην ἐπαγάγῃς τομήν, πολλάκις ἀπογνοὺς πρὸς τὰς ἀλγηδόνας ἐκεῖνος, ἀθρόως ἅπαντα ῥίψας, καὶ τὸ φάρμακον, καὶ τὸν ἐπίδεσμον, φέρων ἑαυτὸν κατεκρήμνισε, καὶ συντρίψας τὸν ζυγόν, καὶ διαῤῥήξας τὸν δεσμόν. Καὶ πολλοὺς ἂν ἔχοιμι, λέγειν τοὺς εἰς ἔσχατα ἐξοκείλαντας κακὰ διὰ τὸ δίκην ἀπαιτηθῆναι τῶν ἁμαρτημάτων ἀξίαν. Οὐ γὰρ ἁπλῶς πρὸς τὸ τῶν παραπτωμάτων μέτρον δεῖ καὶ τὴν ἐπιτιμίαν ἐπάγειν, ἀλλὰ καὶ τῆς τῶν ἁμαρτανόντων στοχάζεσθαι προαιρέσεως, μήποτε ῥάψαι τὸ διεῤῥωγὸς βουλόμενος χεῖρον τὸ σχίσμα ποιήσῃς, καὶ ἀνορθῶσαι τὸ καταπεπτωκὸς σπουδάζων μείζονα ἐργάσῃ τὴν πτῶσιν. Οἱ γὰρ ἀσθενεῖς καὶ διακεχυμένοι καὶ τὸ πλέον τῇ τοῦ κόσμου προσδεδεμένοι τρυφῇ, ἔτι δὲ καὶ ἐπὶ γένει καὶ δυναστείᾳ μέγα φρονεῖν ἔχοντες, ἡρέμα μὲν καὶ κατὰ μικρὸν ἐν οἷς ἂν ἁμαρτάνωσιν ἐπιστρεφόμενοι, δύναιτ’ ἄν, εἰ καὶ μὴ τέλεον, ἀλλὰ γοῦν ἐκ μέρους τῶν κατεχόντων αὐτοὺς ἀπαλλαγῆναι κακῶν· ἂν δὲ ἀθρόον τις ἐπαγάγῃ τὴν παίδευσιν, καὶ τῆς ἐλάττονος αὐτοὺς ἀπεστέρησε διορθώσεως. Ψυχὴ γὰρ ἐπειδὰν εἰς ἅπαξ ἀπερυθριάσαι βιασθῇ, εἰς ἀναλγησίαν ἐκπίπτει· καὶ οὔτε προσηνέσιν εἴκει λόγοις λοιπόν, οὔτε ἀπειλαῖς κάμπτεται, οὐκ εὐεργεσίαις προτρέπεται, ἀλλὰ γίνεται πολὺ χειρῶν τῆς πόλεως ἐκείνης, ἣν ὁ προφήτης κακίζων ἔλεγεν· «Ὄψις πόρνης ἐγένετό σοι, ἀπηναισχύντησας πρὸς πάντας»· διὰ τοῦτο πολλῆς δεῖ τῆς συνέσεως τῷ ποιμένι, καὶ μυρίων ὀφθαλμῶν πρὸς τὸ περισκοπεῖν πάντοθεν τὴν τῆς ψυχῆς ἕξιν. Ὥσπερ γὰρ εἰς ἀπόνοιαν αἴρονται πολλοί, καὶ εἰς ἀπόγνωσιν τῆς ἑαυτῶν καταπίπτουσι φαρμάκων· οὕτως εἰσι τινε, οἳ διὰ τὸ μὴ δοῦναι τιμωρίαν τῶν ἁμαρτημάτων ἀντίῤῥοπον εἰς ὀλιγωρίαν ἐκτρέπονται, καὶ πολλῷ γίνονται χείρους, καὶ πρὸς τὸ μείζονα ἁμαρτάνειν προσάγονται. Χρὴ τοίνυν μηδὲν τούτων ἀνεξέταστον ἀφεῖναι, ἀλλὰ πάντα διερευνησάμενον ἀκριβῶς καταλλήλως τὰ παρ’ αὐτοῦ προσάγειν τὸν ἱερωμένον, ἵνα μὴ μάταιος αὐτῷ γίνηται ἡ σπουδή. Οὐκ ἐν τούτῳ δὲ μόνῳ, ἀλλὰ καὶ ἐν τῷ ἀπεῤῥηγμένα τῆς ἐκκλησίας μέλη συνάπτειν πολλὰ ἴδοι τις ἂν αὐτὸν ἔχοντα πράγματα. Ὁ μὲν γὰρ τῶν προβάτων οἴμην ἔχει τὸ ποίμνιον ἑπόμενον, ἤπερ ἂν ἥγηται· εἰ δὲ καὶ ἐκτρέποιτό τινα τῆς εὐθείας ὁδοῦ, καὶ τὴν ἀγαθὴν ἀφιέντα νομὴν λεπτόγεα καὶ ἀπόκρημνα βόσκοιτο χωρία, ἀρκεῖ βοήσαντα σφοδρότερον συνελάσαι πάλιν, καὶ εἰς τὴν ποίμνην ἐπαναγαγεῖν τὸ χωρισθέν· εἰ δὲ τῆς εὐθείας ἄνθρωπος ἀποπλανηθείη πίστεως, πολλῆς δεῖ τὸ ποιμένι τῆς πραγματείας, τῆς καρτερίας, τῆς ὑπομονῆς. Οὐ γὰρ ἑλκύσαι πρὸς βίαν ἔστιν, οὐδὲ ἀναγκάσαι φόβῳ, πείσαντα δὲ δεῖ πάλιν πρὸς τὴν ἀλήθειαν ἀγαγεῖν, ὅθεν ἐξέπεσε τὴν ἀρχήν. Γενναίας οὖν δεῖ ψυχῆς, ἵνα μὴ περικακῇ, ἵνα μὴ ἀπογινώσκῃ τὴν τῶν πλανωμένων σωτηρίαν, ἵνα συνεχῶς ἐκεῖνο καὶ λογίζηται καὶ λέγῃ, «Μὴ ποτε δῷ αὐτοῖς ὁ Θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας, καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος». Διὰ ταῦτα τοῖς μαθηταῖς ὁ Κύριος διαλεγόμενος ἔφη· «Τὶς ἄρα πιστὸς δοῦλος καὶ φρόνιμος»; Ὁ μὲν γὰρ ἑαυτὸν ἀσκῶν εἰς ἑαυτὸν κέρδος περιίστησι τὴν ὠφέλειαν· τὸ δὲ τῆς ποιμαντικῆς κέρδος εἰς ἅπαντα διαβαίνει τὸν λαόν. Καὶ ὁ μὲν χρήματα διανέμων τοῖς δεομένοις, ἢ κεῖ ἑτέρως πως ἀδικουμένοις ἀμύνων, ὤνησε μὲν τι καὶ οὗτος τοὺς πλησίον, τοσούτῳ δὲ ἔλαττον τοῦ ἱερέως, ὅσον τὸ μέσον σώματος πρὸς ψυχήν. Εἰκότως ἄρα τῆς εἰς αὐτὸν ἀγάπης τὴν περὶ τὰ ποίμνια σπουδὴν ὁ Κύριος ἔφησεν εἶναι σημεῖον.

ΒΑΣΙΛ. Σὺ δέ, φησίν, οὐ φιλεῖς τὸν Χριστόν;

ΧΡΥΣΟΣΤ. Καὶ φίλῳ, καὶ φιλῶν οὐ παύσομαί ποτε, δέδοικα δὲ μὴ παροξυνῶ τὸν φιλούμενον ὑπ’ ἐμοῦ.

ΒΑΣΙΛ. Καὶ τὶ τούτου γένοιτ’ ἂν αἴνιγμα, φησίν, ἀσαφέστερον, εἰ ὁ μὲν Χριστὸς τὸν φιλοῦντα αὐτὸν ποιμαίνειν προσέταξεν αὐτοῦ τὰ πρόβατα, σὺ δὲ διὰ τοῦτο φὴς οὐ ποιμαίνειν, ἐπειδὴ τὸν τοῦτο προστάξαντα φιλεῖς;

ΧΡΥΣΟΣΤ. Οὐκ ἔστιν αἴνιγμα, ἔφην, ὁ λόγος, ἀλλὰ καὶ λίαν σαφὴς καὶ ἁπλοῦς. Εἰ μὲν γὰρ ἱκανῶς ἔχων διοικῆσαι τὴν ἀρχὴν ταύτην, καθὼς ὁ Χριστὸς ἤθελεν, εἶτα ἀπέφυγον, ἔδει πρὸς τὸ παρ’ ἐμοῦ λεγόμενον ἀπορεῖν· ἐπειδὴ δὲ ἄχρηστόν με πρὸς τὴν διακονίαν ταύτην ἡ τῆς ψυχῆς ἀσθένεια καθίστησι, ποῦ ζητήσεως ἄξιον τὸ λεγόμενον; Καὶ γὰρ δέδοικα μὴ τὴν ἀγέλην τοῦ Χριστοῦ σφριγῶσαν καὶ εὐτραφῆ παραλαβών, εἶτα αὐτὴν ἐξ ἀπροσεξίας λυμηνάμενος, παροξυνῶ κατ’ ἐμαυτοῦ τὸν οὕτως αὐτὴν ἀγαπήσαντα Θεόν, ὡς ἑαυτὸν ἐκδοῦναι διὰ τὴν ταύτης σωτηρίαν τε καὶ τιμήν.

ΒΑΣΙΛ. Παίζων λέγεις ταῦτα, φησίν· εἰ γὰρ σπουδάζων, οὐκ οἶδα πῶς ἂν ἑτέρως μᾶλλον ἡμᾶς ἐπέδειξας δικαίως ἀλγοῦντας, ἢ διὰ τῶν ῥημάτων τούτων, δι’ ὧν ἀποκρούσασθαι τὴν ἀθυμίαν σπουδάσας. Ἐγὼ γὰρ καὶ πρότερον εἰδὼς ὅτι με ἠπάτησας καὶ προὔδωκας, νῦν δὲ πολλῷ πλέον, ὅτε καὶ τὰ ἐγκλήματα ἀποδύσασθαι ἐπεχείρησας, τοῦτο μανθάνω καὶ συνίημι καλῶς, οἷ τῶν κακῶν με ἤγαγες. Εἰ γὰρ διὰ τοῦτο σαυτὸν ὑπεξήγαγες τῆς τοιαύτης λειτουργίας, ὅτι σύνοιδας οὐκ ἀρκοῦσαν σου τὴν ψυχὴν πρὸς τὸν τοῦ πράγματος ὄγκον, ἐμὲ πρότερον ἐξελέσθαι ἐχρῆν, καὶ εἰ πολλὴν πρὸς τοῦτο ἐπιθυμίαν ἔχων ἐτύγχανον, μὴ ὅτι καὶ πᾶσαν τὴν ὑπὲρ τούτων ἐπέτρεψά σοὶ βουλήν· νῦν δὲ τὸ σαυτοῦ μόνον ἰδὼν τὸ ἡμέτερον παρεῖδες. Εἴθε μὲν οὖν παρεῖδες, καὶ ἀγαπητὸν ἂν ἦν· σὺ δὲ καὶ ὅπως εὐχείρωτοι γενώμεθα τοῖς βουλομένοις λαβεῖν, ἐπεβούλευσας. Οὐδὲ γὰρ εἰς ἐκεῖνο καταφυγεῖν ἔχοις ἄν, ὅτι ἡ τῶν πολλῶν δόξα ἠπάτησέ σε, καὶ μεγάλα τινὰ καὶ θαυμαστὰ περὶ ἡμῶν ὑποπτεύειν ἔπεισεν. Οὔτε γὰρ τῶν θαυμαζομένων καὶ ἐπισήμων ἡμεῖς, οὔτε, εἰ καὶ τοῦτο οὕτως ἔχον ἐτύγχανε, τὴν τῶν πολλῶν δόξαν τῆς ἀληθείας προτιμῆσαι ἐχρῆν. Εἰ μὲν γὰρ μηδέποτέ σοι πεῖραν τῆς ἡμετέρας ἐδώκαμεν συνουσίας, ἐδόκει τις εἶναί σοι πρόφασις εὔλογος, ἀπὸ τῆς τῶν πολλῶν φήμης φέροντι τὴν ψῆφον· εἰ δὲ οὐδ’ εἷς οὕτω τὰ ἡμέτερα οἶδεν, ἀλλὰ καὶ τῶν γεγεννηκότων καὶ θρεψαμένων αὐτῶν τὴν ἡμετέραν μᾶλλον ἐπίστασαι ψυχήν, τὶς οὕτως ἔσται σοι λόγος πιθανός, ὡς δυνηθῆναι πεῖσαι τοὺς ἀκούοντας ὅτι οὐχ ἑκὼν ἡμᾶς εἰς τοῦτον ὦσας τὸν κίνδυνον; Ἀλλὰ γὰρ ταῦτα ἀφείσθω νῦν· οὐδὲ γὰρ ὑπὲρ τούτων ἀναγκάζομέν σε κρίνεσθαι· τὶ πρὸς τοὺς ἐγκαλοῦντας ἀπολογησόμεθα; Λέγε.

ΧΡΥΣΟΣΤ. Ἀλλ, οὐδὲ αὐτὸς πρότερον, ἔφην, ἐπ’ ἐκεῖνα πορεύσομαι, ἕως ἂν διαλύσωμαι τὰ πρὸς σέ, κἂν μυριάκις αὐτὸς ἡμᾶς τῶν ἐγκλημάτων ἐθέλῃς ἀπολύειν. Σὺ μὲν γὰρ ἔφης τὴν ἄγνοιαν ἡμῖν φέρειν συγγνώμην, καὶ πάσης ἂν ἡμᾶς ἀφεῖναι κατηγορίας, εἰ μηδὲν τῶν σῶν εἰδότες, εἶτά σε εἰς τὰ παρόντα ἠγάγομεν· ἐπειδὴ δὲ οὐκ ἀγνοοῦντας προδοῦναι, ἀλλ’ ἀκριβῶς ἐπισταμένους τὰ σά, διὰ τοῦτο πᾶσαν ἡμῖν πρόφασιν εὔλογον καὶ ἀπολογίαν ἀνῃρῆσθαι δικαίαν. Ἐγὼ δὲ πᾶν τοὐναντίον φημι· διότι τὰ τοιαῦτα πολλῆς δεῖται τῆς ἐξετάσεως, καὶ τὸν μέλλοντα παραδώσειν τὸν εἰς ἱερωσύνην ἐπιτήδειον οὐ δὲ τῇ τῶν πολλῶν ἀρκεῖσθαι φήμῃ μόνον, ἀλλὰ μετ’ ἐκείνης καὶ αὐτὸν μάλιστα πάντων καὶ πρὸ πάντων ἐξητακέναι τὰ ἐκείνου. Καὶ γὰρ ὁ μακάριος Παῦλος εἰπών, «Δεῖ δὲ αὐτὸν καὶ μαρτυρίαν ἔχειν καλὴν ἀπὸ τῶν ἔξωθεν», οὐκ ἀναιρεῖ τὴν ἀκριβῆ καὶ βεβασανισμένην ἔρευναν, οὐδ’ ὡς προηγούμενον τεκμήριον τοῦτο τίθησι τῆς τῶν τοιούτων δοκιμασίας. Καὶ γὰρ πολλὰ πρότερον διαλεχθείς, ὕστερον τοῦτο προσέθηκε, δεικνὺς ὡς οὐκ αὐτῷ μόνον ἀρκεῖσθαι δὲ πρὸς τὰς τοιαύτας αἱρέσεις, ἀλλὰ μετὰ τῶν ἄλλων καὶ αὐτὸ παραλαμβάνειν χρή. Συμβαίνει γὰρ πολλάκις τὴν τῶν πολλῶν ψεύδεσθαι φήμην· τῆς δὲ ἀκριβοῦς ἐξετάσεως ἡγησαμένης, οὐδένα ἐκ ταύτης κίνδυνόν ἐστιν ὑποπτεύσαι λοιπόν. Διὰ τοῦτο μετὰ τὰ ἀλλὰ τὰ παρὰ τῶν ἔξωθεν αὐτοῦ τίθησιν. Οὐ γὰρ ἁπλῶς ἔφησε· «Δεῖ δὲ αὐτὸν μαρτυρίαν ἔχειν καλήν», ἀλλὰ τὸ καὶ «Παρὰ τῶν ἔξωθεν» παρενέβαλε, δηλῶσαι βουλόμενος ὅτι πρὸ τῆς τῶν ἔξωθεν φήμης πρὸς ἀκρίβειαν αὐτὸν διερευνήσασθαι δεῖ. Ἐπεὶ οὖν καὶ αὐτὸς ᾔδειν τὰ σὰ τῶν γεγεννηκότων μᾶλλον, ὡς καὶ αὐτὸς ὡμολόγησας, διὰ τοῦτο δίκαιος ἂν εἴην πάσης ἀφεῖσθαι αἰτίας.

ΒΑΣΙΛ. Δι’ αὐτὸ μὲν οὖν τοῦτο, φησίν, οὐκ ἔφυγε, εἲ τὶς σε γράφεσθαι ἤθελεν. Ἦ οὖν μέμνησαι καὶ παρ’ ἡμῶν ἀκούσας καὶ πολλάκις καὶ διὰ τῶν ἔργων αὐτῶν διδαχθεὶς τὸ τῆς ψυχῆς ἀγεννὲς τῆς ἐμῆς; Οὐ διὰ τοῦτο εἰς μικροψυχίαν ἡμᾶς διετέλεις σκώπτων ἀεί, ὅτι καὶ ταῖς τυχούσαις φροντίσι καταπίπτομεν εὐκόλως;

ε’. ΧΡΥΣΟΣΤ. Μέμνημαι μὲν καὶ ταῦτα πολλάκις, ἔφην, ἀκούσας παρὰ σοῦ τὰ ῥήματα, καὶ οὐκ ἂν ἀρνηθείην, ἐγὼ δὲ σε εἲ ποτε ἔσκωπτον, παίζω, οὐκ ἀληθεύων τοῦτο ἐποίουν. Ἀλλ’ ὅμως οὐδὲν ὑπὲρ τούτων φιλονεικῶ νῦν, ἀξιῶ δὲ καὶ σεαυτὸν τὴν ἴσην μοι παρασχεῖν εὐγνωμοσύνην, ὅταν θελήσω τινὸς ἐπιμνησθῆναι τῶν σοὶ προσόντων ἀγαθῶν. Κἂν γὰρ ἐπιχειρήσῃς ἡμᾶς ἀπελέγξαι ψευδομένους, οὐ φεισόμεθα, ἀλλ’ ἀποδείξομεν μετριάζοντα σε μᾶλλον ἢ πρὸς ἀλήθειαν ταῦτα φθεγγόμενον, ἑτέρῳ μὲν οὐδενί, τοῖς δὲ λόγοις τοῖς σοῖς καὶ πράξεσι μάρτυσι κεχρημένοι πρὸς τὴν γῶν λεγομένων ἀλήθειαν. Πρῶτον δὲ σε ἐκεῖνο ἐρέσθαι βούλομαι· οἶσθα πόση τῆς ἀγάπης ἡ δύναμις; Ὁ μὲν γὰρ Χριστὸς τὰ τεράστια πάντα ἀφείς, ἅπερ ἔμελλεν ὑπὸ τῶν ἀποστόλων τελεῖσθαι, «Ἐν τούτῳ, φησί, γνώσονται οἱ ἄνθρωποι, ὅτι ἐμοὶ ἐστε μαθηταί, ἐὰν ἀγαπᾶτε ἀλλήλους». Ὁ δὲ Παῦλος πλήρωμα τοῦ νόμου φησὶν αὐτὴν εἶναι, καὶ ταύτης ἀπούσης οὐδὲν εἶναι τῶν χαρισμάτων ὄφελος. Τοῦτο δὴ τὸ ἐξαίρετον ἀγαθόν, τὸ γνώρισμα τῶν τοῦ Χριστοῦ μαθητῶν, τὸ τῶν χαρισμάτων ἀνωτέρω κείμενον, εἶδον γενναίως ἐν τῇ σῇ πεφυτευμένον ψυχῇ, καὶ πολλῷ βρύον τῷ καρπῷ.

Καὶ ὁ ΒΑΣΙΛ. Ὅτι μὲν πολλὴ μοι, φησί, τοῦ πράγματος ἡ φροντίς, καὶ μεγίστην ποιοῦμαι τὴν σπουδὴν ὑπὲρ ταύτης τῆς ἐντολῆς, καὶ αὐτὸς ὁμολογῶ· ὅτι δὲ οὐδὲ ἐξ ἡμισείας αὐτὴν διηνύσαμεν, καὶ αὐτὸς ἂν μοι μαρτυρήσεις, εἰ τὸ πρὸς χάριν λέγειν ἀφεὶς τιμῆσαι τἀληθὲς βουληθείης.

ΧΡΥΣΟΣΤ. Οὐκοῦν ἐπὶ τοὺς ἐλέγχους τρέψομαι, ἔφην, ,αἱ ὅπερ ἠπείλησα, ποιήσω νῦν, μετριάζειν μᾶλλον ἢ ἀληθεύειν βουλόμενον ἀποδείξας. Ἐρῶ δὲ πρᾶγμα ἄρτι συμβεβηκός, ἵνα μὴ τις ὑποπτεύσῃ, τὰ παλαιὰ με διηγούμενον τῷ πλήθει τοῦ χρόνου τἀληθὲς ἐπισκιάζειν ἐπιχειρεῖν, τῆς λήθης οὐκ ἀφιείσης ἐπισκῆψαί τι τοῖς πρὸς χάριν λεγομένοις παρ’ ἡμῶν.

Ϛ’. Ὅτε γὰρ τῶν ἐπιτηδείων τις τῶν ἡμετέρων ἐπ’ ἐγκλήμασιν ὕβρεως καὶ ἀπονοίας συκοφαντηθεὶς περὶ τῶν ἐσχάτων ἐκινδύνευε, τότε οὔτε ἐγκαλοῦντος σοὶ τινος, οὔτε ἐκείνου τοῦ κινδυνεύειν μέλλοντος δεηθέντος, εἰς μέσους σαυτὸν ἔῤῥιψας τοὺς κινδύνους. Καὶ τὸ μὲν ἔργον τοῦτο ἦν· ἵνα δὲ σε καὶ ἀπὸ τῶν ῥημάτων ἐλέγξωμεν, καὶ αὐτῶν τῶν εἰρημένων σοὶ μνημονεύσωμεν· ἐπειδὴ γὰρ τὴν προθυμίαν ταύτην οἱ μὲν οὐκ ἀπεδέχοντο, οἱ δὲ ἐπῄνουν καὶ ἐθαύμαζον· καὶ τὶ πάθω; Πρὸς τοὺς ἐγκαλοῦντας ἔφης· ἑτέρως γὰρ οὐκ οἶδα φιλεῖν, ἀλλ’ ἢ μετὰ τοῦ καὶ τὴν ψυχὴν ἐκδιδόναι τὴν ἐμαυτοῦ, ἡνίκα ἂν τινα τῶν ἐπιτηδείων κινδυνεύοντα διασῶσαι δέῃ, ῥήμασι μὲν ἑτέροις, διανοίᾳ δὲ τῇ αὐτῇ τὰ τοῦ Χριστοῦ φθεγγόμενος, ἃ πρὸς τοὺς μαθητὰς ἔλεγε, τῆς τελείας ἀγάπης τοὺς ὄρους τιθείς· «Μείζονα γὰρ ταύτης ἀγάπην οὐδεὶς ἔχει, φησίν, ἢ ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ». Εἰ τοίνυν μείζονα ταύτης οὐκ ἔστιν εὑρεῖν, ἐπὶ τὸ τέλος αὐτῆς ἔφθασας, καὶ δι’ ὧν ἔπραξας, καὶ δι’ ὧν εἶπες, τῆς κορυφῆς ἐπέβης αὐτῆς. Διὰ τοῦτό σὲ προὐδώκαμεν, διὰ τοῦτο τὸν δόλον ἐῤῥάψαμεν ἐκεῖνον. Ἆρα σε πείθομεν ὅτι οὔτε ἐκ κακονοίας, οὔτε εἰς κίνδυνον ἐμβαλεῖν βουλόμενοι, ἀλλὰ χρήσιμον ἔσεσθαι εἰδότες, εἰς τὸ στάδιον εἵλκομεν τοῦτο;

ΒΑΣΙΛ. Εἶτα ἀρκεῖν οἴει, φησί, πρὸς τὴν τῶν πλησίον διόρθωσιν τὴν τῆς ἀγάπης δύναμιν;

ΧΡΥΣΟΣΤ. Μάλιστα μὲν πολὺ μέρος, ἔφην, πρὸς τοῦτο συμβάλλεσθαι δύναιτ’ ἄν· εἰ δὲ βούλει καὶ τῆς φρονήσεως ἡμᾶς τῆς σῆς δείγματα ἐξενεγκεῖν, καὶ ἐπὶ ταύτην βαδιούμεθα, καὶ δείξομεν συνετὸν ὄντα μᾶλλον ἢ φιλόστοργον.

Ἐπὶ τούτοις ἐρυθριάσας ἐκεῖνος καὶ φοινιχθεὶς (ΒΑΣΙΛ.), Τὰ μὲν ἡμέτερα, φησί, παρείσθω νῦν· οὐδὲ γὰρ παρὰ τὴν ἀρχὴν σε τὸν ὑπὲρ τούτων λόγον ἀπῄτουν· εἰ δὲ τι πρὸς τοὺς ἔξωθεν δίκαιον ἔχεις εἰπεῖν, ἡδέως ἂν τοὺς ὑπὲρ τούτων ἀκούοιμι λόγους. Διὸ τὴν σκιαμαχίαν ταύτην ἀφεὶς εἰπέ, τὶ πρὸς τοὺς λοιποὺς ἀπολογησόμεθα, καὶ τοὺς τετιμηκότας καὶ τοὺς ὑπὲρ ἐκείνων ὡς ὑβρισμένων ἀλγοῦντας.

ζ’· ΧΡΥΣΟΣΤ. Καὶ αὐτὸς λοιπόν, ἔφην, πρὸς τοῦτο ἐπείγομαι, ἐπειδὴ γὰρ ὁ πρὸς σὲ μοι διήνυσται λόγος, εὐκόλως καὶ ἐπὶ τοῦτο τρέψομαι τῆς ἀπολογίας τὸ μέρος. Τὶς οὖν ἡ τούτων κατηγορίᾳ, καὶ τίνα τὰ ἐγκλήματα; Ὑβρίσθαι φασὶν ὑφ’ ἡμῶν, καὶ δεινὰ πεπονθέναι, ὅτι τὴν τιμήν, ἣν τιμῆσαι ἠθέλησαν, οὐκ ἐδεξάμεθα. Ἐγὼ δὲ πρῶτον μὲν ἐκεῖνό φημί, ὅτι οὐδὲν ἄλογον ποιεῖσθαι δεῖ τῆς εἰς ἀνθρώπους ὕβρεως, ὅταν διὰ τῆς εἰς ἐκείνους τιμῆς, ἀναγκαζώμεθα προσκρούειν Θεῷ. Οὐδὲ γὰρ τοῖς ἀγανακτοῦσιν αὐτοῖς τὸ δυσχεραίνειν ἐπὶ τούτοις ἀκίνδυνον φαίην ἄν, ἀλλὰ τὸ πολλὴν ἔχειν τὴν ζημίαν. Δεῖ γάρ, οἶμαι, τοὺς ἀνακειμένους Θεῷ, καὶ πρὸς αὐτὸν βλέποντας μόνον, οὕτω διακεῖσθαι εὐλαβῶς, ὡς μηδὲ ὕβριν τὸ τοιοῦτο ἡγεῖσθαι, κἂν μυριάκις ἠτιμωμένοι τυγχάνοιεν. Ὅτι δὲ οὐδὲ μέχρι ἐννοίας τετόλμηται τι τοιοῦτον ἢ ἕτερον ἐμοί, δῆλον ἐκεῖθεν. Εἰ μὲν γὰρ ἀπονοίᾳ καὶ φιλοδοξίᾳ, ὡς πολλάκις ἔφης τινὰς διαβάλλειν, ἐπὶ τοῦτο ἦλθον ἐγὼ ψηφίσασθαι τοῖς κατηγόροις, τῶν τὰ μέγιστα ἠδικηκότων ἂν εἴην, ἀνδρῶν καταφρονήσας θαυμαστῶν καὶ μεγάλων, καὶ πρὸς τοῦτοι εὐεργετῶν. Εἰ γὰρ τὸ τοὺς μηδὲν ἠδικηκότας ἀδικεῖν κολάσεως ἄξιον, τοὺς τιμῆσαι προελομένους ἀφ’ ἑαυτῶν πῶς τιμᾷν χρή; Οὐδὲ γὰρ τοῦτο ἔχοι τις ἂν εἰπεῖν, ὅτι εὖ παθόντες ἢ μικρὸν ἢ μέγα παρ’ ἐμοῦ, τῶν εὐεργεσιῶν ἐκείνων ἐξέτισαν τὰς ἀμοιβάς. Πόσης οὖν οὐκ ἂν εἴη τιμωρίας ἄξιον, τοῖς ἐναντίοις ἀμείβεσθαι; Εἰ δὲ τοῦτο μὲν οὐδὲ εἰς νοῦν ἐβαλόμεθα ποτε, μεθ’ ἑτέρας δὲ προαιρέσεως τὸ βαρὺ φορτίον ἐξεκλίναμεν, τὶ παρέντες συγγινώσκειν, εἲ γε ἀποδέχεσθαι μὴ βούλοιντο, ἐγκαλοῦσιν ὅτι τῆς ἑαυτῶν ἐφεισάμεθα ψυχῆς; Ἐγὼ γὰρ τοσοῦτον ἀπέσχον εἰς τοὺς ἄνδρας ὑβρίσαι ἐκείνους, ὅτι καὶ τετιμηκέναι αὐτοὺς φαίην ἂν τῇ παραιτήσει. Καὶ μὴ θαυμάσῃς, εἰ παράδοξον τὸ λεγόμενον· ταχεῖαν γὰρ καὶ τούτου τὴν λύσιν ἐπάξομεν.

Τότε μὲν γάρ, εἰ καὶ μὴ πάντες, ἀλλ’ οἷς τὸ κακῶς ἀγορεύειν ἡδύ, πολλὰ ἂν εἶχον καὶ ὑποπτεῦσαι καὶ εἰπεῖν περὶ τε τοῦ χειροτονηθέντος ἐμοῦ, περὶ τε τῶν ἑλομένων ἐκείνων· οἷον ὅτι τε πρὸς πλοῦτον βλέπουσιν, ὅτι λαμπρότητα γένους θαυμάζουσιν, ὅτι κολακευθέντες ὑφ’ ἡμῶν εἰς τοῦτο ἡμᾶς παρήγαγον· εἰ δὲ καὶ ὅτι χρήμασι πεισθέντες, οὐκ, ἔχω λέγειν, εἲ τις καὶ τοῦτο ὑποπτεύων ἦν. Καὶ ὁ μὲν Χριστὸς ἁλιεῖς καὶ σκηνοποιοὺς καὶ τελώνας ἐπὶ ταύτην ἐκάλεσε τὴν ἀρχήν· οὗτοι δὲ τοὺς μὲν ἀπὸ τῆς ἐργασίας τῆς καθημερινῆς τρεφομένους διαπτύουσιν· εἰ δὲ τις λόγων ἅψαιτο τῶν ἔξωθεν καὶ ἀργῶν τρέφοιτο, τοῦτον ἀποδέχονται καὶ θαυμάζουσι. Τὶ γὰρ δήποτε τοὺς μὲν μυρίους ἀνασχομένους ἱδρῶτας εἰς τὰς τῆς ἐκκλησίας χρείας παρεῖδον· τὸν δὲ οὐδέποτε τοιούτων γευσάμενον πόνων, πᾶσαν δὲ τὴν ἡλικίαν ἐν τῇ τῷ ἔξωθεν λόγων ματαιοπονίᾳ καταναλώσαντα, ἐξαίφνης εἰς ταύτην εἵλκυσαν τὴν τιμήν; Ταῦτα καὶ πλείονα τούτων λέγειν εἶχον ἄν, δεξαμένων ἡμῶν τὴν ἀρχήν. Ἀλλ’ οὐ νῦν· πᾶσα γὰρ αὐτοῖς κακηγορίας ἐκκόπτεται πρόφασις, καὶ οὔτε ἐμοὶ κολακείαν, οὔτε μισθαρνίαν ἐκείνοις ἔχουσιν ἐγκαλεῖν, πλὴν εἲ τινες ἁπλῶς μαίνεσθαι βούλοιντο. Πῶς γὰρ ὁ κολακεύων καὶ χρήματα ἀναλίσκων, ἵνα τύχῃ τῆς τιμῆς, ἡνίκα ἔδει τυχεῖν, ἑτέροις ἂν ἀφῆκεν αὐτήν; Ὅμοιον γὰρ ἂν εἴη τοῦτο, ὥσπερ ἂν εἲ τις πολλοὺς πὲρ τὴν γῆν ἀνασχόμενος πόνους, ἵνα βρίθηται μὲν αὐτῷ τὸ λήϊον πολλῷ τῷ καρπῷ, οἴνῳ δὲ ὑπερβλύζωσιν αἱ ληνοί, μετὰ τοὺς μυρίους ἱδρῶτας καὶ τὴν πολλὴν τῶν χρημάτων δαπάνην, ἡνίκα ἂν καλαμᾶσθαι καὶ τρυγᾶν δέῃ, τηνικαῦτα ἑτέροις τῆς τῶν καρπῶν ἐκσταίη φορᾶς. Ὁρᾷς ὅτι τότε μὲν εἰ καὶ πόῤῥω τῆς ἀληθείας ἦν τὰ λεγόμενα, ἀλλ’ ὅμως εἶχον πρόφασιν οἱ βουλόμενοι διαβάλλειν αὐτούς, ὡς οὐκ ὀρθῇ κρίσει λογισμῶν τὴν αἵρεσιν πεποιημένους; Ἡμεῖς δὲ αὐτοῖς νῦν οὐδὲ χᾶναι οὐδὲ ἁπλῶς διᾶραι τὸ στόμα συνεχωρήσαμεν. Καὶ τὰ μὲν παρὰ τὴν ἀρχὴν λεγόμενα τοιαῦτα ἂν ἦν, καὶ τούτων πλείονα. Μετὰ δὲ τὸ τῆς διακονίας ἅψασθαι οὐκ ἂν ἠρκέσαμεν καθ’ ἑκάστην ἡμέραν τοῖς ἐγκαλοῦσιν ἀπολογούμενοι, εἰ καὶ πάντα ἡμῖν ἀναμαρτήτως ἐπράττετο, μὴ ὅτι καὶ πολλὰ διαμαρτεῖν ὑπὸ τὲ τῆς ἀπειρίας καὶ τῆς ἡλικίας ἠναγκάσθημεν ἄν. Νῦν δὲ καὶ ταύτης αὐτοὺς κατηγορίας ἀπηλλάξαμεν, τότε δὲ μυρίοις ἂν αὐτοὺς περιεβάλομεν ὀνείδεσι. Τὶ γὰρ οὐκ ἂν εἶπον; Παισὶν ἀνοήτοις πράγματα οὕτω θαυμαστὰ καὶ μεγάλα ἐπέτρεψαν, ἐλυμήναντο τοῦ Θεοῦ τὸ ποίμνιον, παίγνια καὶ γέλως γέγονε τὰ Χριστιανῶν; Ἀλλὰ νῦν «Πᾶσα ἀνομία ἐμφράξει τὸ στόμα αὐτῆς». Εἰ γὰρ καὶ διὰ σὲ ταῦτα λέγοιεν, ἀλλὰ ταχέως αὐτοὺς διδάξεις διὰ τῶν ἔργων, ὅτι οὐ χρὴ τὴν σύνεσιν ἡλικίᾳ κρίνειν, οὐδὲ τὸν πρεσβύτην ἀπὸ τῆς πολιὰς δοκιμάζειν, οὐδὲ τὸν νέον πάντως ἀπείργειν τῆς τοιαύτης διακονίας, ἀλλὰ τὸν νεόφυτον. Πολὺ δὲ ἀμφοτέρων τὸ μέσον.



Ἑπόμενο: Λόγος Τρίτος
Προηγούμενο: Λόγος Πρῶτος
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 48
Ἀρχικὴ Σελίδα: Τέρτιος