Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 48

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Περὶ Ἀκαταλήπτου, ἀπόντος τοῦ Ἐπισκόπου, πρὸς ἀνομοίους
Προηγούμενο: Λόγος Ἕκτος
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 48

Ὁμιλίᾳ Πρώτη – Ὅτε πρεσβύτερος προεχειρίσθη, εἰς ἑαυτὸν καὶ εἰς τὸν ἐπίσκοπον, καὶ εἰς τὸ πλῆθος τοῦ λαοῦ

α’. Ἆρα ἀληθῆ τὰ συμβάντα περὶ ἡμᾶς; Καὶ γέγονεν ὄντως τὰ γεγενημένα, καὶ οὐκ ἐξηπατήμεθα; Οὐδὲ νὺξ τὰ παρόντα καὶ ὄναρ, ἀλλ’ ἡμέρᾳ ὄντως ἐστί, καὶ ἐγρηγοροῦμεν ἅπαντες; Καὶ τὶς ἂν ταῦτα πιστεύσειεν, ὅτι ἡμέρας οὔσης, νηφόντων ἀνθρώπων καὶ ἐγρηγορότων, μειρακίσκος εὐτελὴς καὶ ἀπεῤῥιμμένος πρὸς ὕψος ἀρχῆς ἀνηνέχθη τοσοῦτον; Ἐν νυκτὶ μὲν γὰρ οὐδὲν ἀπεικὸς τὰ τοιαῦτα συμβαίνειν. Ἤδη γοῦν τινες τὸ σῶμα ἀνάπηροι, καὶ μηδὲ τῆς ἀναγκαίας εὐποροῦντες τροφῆς, καθευδήσαντες εἶδον ἑαυτοὺς ἀρτίους γεγενημένους καὶ καλοὺς καὶ τραπέζης ἀπολαύοντας βασιλικῆς· ἀλλ’ ἦν ὕπνος καὶ ὀνείρων ἀπάτη τὰ φαινόμενα. Καὶ γὰρ τοιαύτη τῶν ὀνειράτων ἡ φύσις· πανοῦργός τὶς ἐστι καὶ θαυμαστή, καὶ τοῖς παραδόξοις ἐντρυφῶσα χαίρει. Ἀλλ’ οὐκ ἐν ἡμέρᾳ ταῦτα, οὐδὲ ἐπ’ αὐτῆς τῶν πραγμάτων τῆς ἀληθείας τοῦτο τάχα συμβαῖνον ἴδοι τις ἄν. Ἀλλὰ πάντα νῦν συνέβη καὶ γέγονε καὶ τέλος ἔχει, καθὼς θεωρεῖτε, ταῦτα δὴ τὰ τῶν ὀνείρων ἀπιστοτέρα· καὶ πόλις οὕτω μεγάλη καὶ πολυάνθρωπος, δῆμός τε θαυμαστὸς καὶ μέγας πρὸς τὴν ἡμετέραν εὐτέλειαν κέχηνεν, ὡς μετὰ τι καὶ γενναῖον ἀκουσόμενος παρ’ ἡμῶν. Καίτοι καὶ εἰ κατὰ τοὺς ἀεννάους ἔῤῥεον ποταμούς, καὶ πηγαὶ λόγων ἐναπέκειντό μου τῷ στόματι, τοσούτων ἀθρόον συνδραμόντων πρὸς τὴν ἀκρόασιν, ταχέως ἀνεστάλη μοι τῷ φόβῳ τὸ ῥεῖθρον, καὶ ἀναχαίτισεν ἂν εἰς τοὐπίσω τὰ νάματα· ὅταν δὲ μὴ ποταμῶν, μηδὲ πηγῶν μόνον, ἀλλὰ μηδὲ ψεκάδος εὐτελοῦς διασώζωμεν μέτρον, πῶς οὐ δέος μὴ καὶ αὐτὸ τὸ μικρὸν τῆς ἐπιῤῥοῆς ἐπιλίπῃ τῷ φόβῳ ξηρανθέν, καὶ γένηται ταὐτόν, ὃ καὶ ἐπὶ τῶν σωμάτων συμβαίνειν εἴωθε; Τὶ δὲ γίνεται ἐπὶ τῶν σωμάτων; Πολλὰ πολλάκις κατέχοντες τῇ χειρί, καὶ τοῖς δακτύλοις ἡμῶν σφίγγοντες, πτοηθέντες ἅπαντα ἐξεχέαμεν, χαυνωθέντων ἡμῶν τῶν νεύρων, καὶ τοῦ τόνου τῆς σαρκός, χαλασθέντος. Τοῦτο δὴ δέος μὴ καὶ τήμερον γένηται ἐπὶ τῆς ψυχῆς τῆς ἡμετέρας, καὶ ἃ μετὰ πολλοῦ πόνου συνηγάγομεν ὑμῖν νοήματα, τὰ μικρὰ δὴ ταῦτα καὶ εὐτελῆ, ὑπὸ τῆς ἀγωνίας ἐλαθέντα, φροῦδα οἰχήσεται, καὶ τὴν διάνοιαν ἡμῶν ἐρήμην καταλιπόντα ἀποπτῇ. Διὸ δέομαι πάντων ὁμοίως ὑμῶν, ἀρχόντων καὶ ἀρχομένων, ὅσην ἡμῖν ἀγωνίαν ἐνεβάλετε τῇ συνδρομῇ τῇ κατὰ τὴν ἀκρόασιν, τοσοῦτον ἐμπνεῦσαι θάρσους ἡμῖν διὰ τῆς σπουδῆς τῆς κατὰ τὰς εὐχάς, καὶ δεηθῆναι τοῦ διδόντος ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ, δοῦναι καὶ ἡμῖν λόγον ἐν ἀνοίξει τοῦ στόματος ἡμῶν. Πάντως ὑμῖν πόνος οὐδεὶς τοσούτοις οὖσι καὶ τηλικούτοις, ἑνὸς μειρακίσκου ψυχὴν τῷ φόβῳ διαλυθεῖσαν ἐπισφίγξαι πάλιν· δίκαιοι δὲ ἂν εἴητε ταύτην ἡμῖν παρασχεῖν τὴν αἴτησιν, ἐπεὶ καὶ δι’ ὑμᾶς τὸν κύβον ἀνεῤῥίψαμεν τοῦτον, δι’ ὑμᾶς καὶ τὴν ὑμετέραν ἀγάπην, ἧς οὐδὲν βιαιότερον, οὐδὲ τυραννικώτερον, ὅπου γε καὶ ἡμᾶς οὐ μάλα ἐμπείρως ἔχοντας τοῦ λέγειν, λέγειν ἀνέπεισε, καὶ πρὸς τὸ τῆς διδασκαλίας στάδιον ἀποδύσασθαι παρεσκεύασε, καίτοι μηδέπω πρότερον τούτων ἁψαμένους τῶν παλαισμάτων, ἀλλ’ ἀεὶ μετὰ τῶν ἀκροατῶν ταττομένους,καὶ τῆς ἀπράγμονος ἀπολαύοντας ἡσυχίας. Ἀλλὰ τὶς οὕτω σκληρὸς καὶ δυσάγωγος, ὡς τὸν ὑμέτερον σύλλογον σιγῇ παρελθεῖν, καὶ θερμοὺς εὑρὼν ἀκροάσεως ἐραστάς, μὴ προσειπεῖν, κἂν ἁπάντων ἀνθρώπων ἀφωνότερος ᾗ; Ἐβουλόμην οὖν πρῶτον ἐν ἐκκλησίᾳ μέλλων ἀφιέναι λόγον, τῶν προοιμίων ἀπάρξασθαι τῷ τὴν γλῶσσαν ἡμῖν ταύτην δεδωκότι Θεῷ· καὶ γὰρ οὕτως ἔδει. Οὐ γὰρ δὴ μόνον ἅλωνος καὶ ληνοῦ, ἀλλὰ καὶ λόγων ἀπάρχεσθαι δεῖ τῷ λόγῳ, καὶ λόγων πολλῶν μᾶλλον, ἢ δραγμάτων. Καὶ γὰρ καὶ ἡμῖν οἰκειότερος οὗτος ὁ καρπός, καὶ αὐτῷ προσφιλέστερος τῷ τιμωμένῳ Θεῷ. Βότρυν μὲν γὰρ καὶ ἄσταχυν λαγόνες ἐκφέρουσι γῆς, καὶ τρέφουσι ὄμβρων ἐπιῤῥοαί, καὶ γηπόνων θεραπεύουσι χεῖρες· ὕμνον δὲ ἱερὸν τίκτει μὲν εὐλαβείᾳ ψυχῆς, τρέφει δὲ συνειδὸς ἀγαθόν, δέχεται δὲ εἰς τὰ ταμιεῖα τῶν οὐρανῶν ὁ Θεός. Ὅσῳ δὲ γῆς ἀμείνων ψυχή, τοσούτῳ καὶ αὕτη βελτίων ἐκείνης ἡ φορά. Διὰ τοι τοῦτο καὶ τῶν προφητῶν τις, ἀνὴρ θαυμαστὸς καὶ μέγας, Ὠσηὲ ὄνομα αὐτῷ, τοῖς τῷ Θεῷ προσκεκρουκόσι καὶ μέλλουσιν ἵλεων καταστήσειν αὐτὸν παραινεῖ φέρειν μεθ’ ἑαυτῶν, οὐχὶ βοῶν ἀγέλας, οὐδὲ σεμιδάλεως μέτρα τόσα καὶ τόσα, οὐδὲ τρυγόνα καὶ περιστεράν, οὐδὲ ἄλλο τι τῶν τοιούτων οὐδέν· ἀλλὰ τί; «Φέρετε μεθ’ ἑαυτῶν λόγους, φησί». Καὶ ποία θυσία λόγος; Ἴσως εἴποι τις ἄν. Μεγίστη μὲν οὖν, ἀγαπητέ, καὶ σεμνοτάτη, καὶ τῶν ἄλλων ἁπασῶν βελτίων. Καὶ τὶς ταῦτά φησιν; Αὐτὸς ὁ ταῦτα μάλιστα πάντων εἰδὼς ἀκριβῶς, ὁ γενναῖος καὶ μέγας Δαυΐδ. Τῷ γὰρ Θεῷ ποτε εὐχαριστήρια θύων ἐπὶ νίκῃ πολέμου γεγενημένη οὑτωσὶ πως ἔλεγεν· «Αἰνέσω τὸ ὄνομα τοῦ Θεοῦ μου μετ’ ᾠδῆς· μεγαλυνῶ αὐτὸν ἐν αἰνέσει». Εἶτα τῆς θυσίας ταύτης τὴν ὑπεροχὴν ἡμῖν ἐνδεικνύμενος, ἐπήγαγε· «Καὶ ἀρέσει τῷ Θεῷ ὑπὲρ μόσχον νέον κέρατα ἐκφέροντα καὶ ὁπλάς». Ἐβουλόμην μὲν οὖν καὶ αὐτὸς ταῦτα τήμερον καταλαβεῖν τὰ ἱερεία, καὶ τὸ θυσιαστήριον ἀπὸ τῶν θυμάτων τούτων αἱμάξαι τὸ πνευματικόν· ἀλλὰ τὶ πάθω; Σοφὸς τις ἀνὴρ ἐπιστομίζει με, καὶ φοβεῖ λέγων· «Οὐχ ὥραις αἶνος ἐν στόματι ἁμαρτωλοῦ». Καθάπερ γὰρ ἐπὶ τῶν στεφάνων οὐχὶ τὰ ἄνθη μόνον εἶναι χρὴ καθαρά, ἀλλὰ καὶ τὴν ὑφαίνουσαν αὐτὰ χεῖρα. Οὕτω καὶ ἐπὶ τῶν ὕμνων τῶν ἱερῶν οὐχὶ τοὺς λόγους εὐλαβείας μετέχειν χρὴ μόνον, ἀλλὰ καὶ τὴν πλέκουσαν αὐτοὺς ψυχήν. Ἡμῖν δὲ ἐναγὴς τὶς ἐστι, καὶ ἀπαῤῥησίαστος, καὶ πολλῶν γέμουσα τῶν ἁμαρτημάτων. Τοὺς δὲ οὕτω διακειμένους οὐχ οὗτος ἐπιστομίζει μόνον ὁ νόμος, ἀλλὰ καὶ ἕτερος ἀρχαιότερος ἐκείνου καὶ πρὸ ἐκείνου τεθείς. Καὶ γὰρ καὶ τοῦτον εἰσήνεγκεν ὁ περὶ τῶν θυσιῶν ἡμῖν ἄρτι διαλεχθεὶς Δαυΐδ· εἰπὼν γάρ, «Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖται αὐτὸν ἐν τοῖς ὑψίστοις»· καὶ μετ’ ὀλίγα πάλιν εἰπών, «Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς», καὶ τὴν κτίσιν καλέσας ἑκατέραν, τὴν ἄνω, τὴν κάτω, τὴν αἰσθητήν, τὴν νοητήν, τὴν ὁρωμένην, τὴν οὐχ ὁρωμένην, τὴν ὑπὲρ τὸν οὐρανόν, τὴν ὑπὸ τὸν οὐρανόν, καὶ χορὸν ἕνα στήσας ἐξ ἑκατέρας, καὶ οὕτω τὸν βασιλέα τῶν ὅλων παρακελευσάμενος ἀνυμνεῖν, οὐδαμοῦ τὸν ἁμαρτωλὸν ἐκάλεσεν, ἀλλὰ καὶ ἐνταῦθα αὐτῷ τὰς θύρας ἀπέκλεισε.

β’. Καὶ ἵνα σαφέστερον ὑμῖν γένηται τὸ λεγόμενον, αὐτὸν ἡμῖν ἄνωθεν ἀναγνώσομαι τὸν ψαλμόν. «Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, φησίν, αἰνεῖται αὐτὸν ἐν τοῖς ὑψίστοις· αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ». Εἶδες ἀγγέλους αἰνοῦντας, εἶδες ἀρχαγγέλους, εἶδες τὰ Χερουβίμ, καὶ τὰ Σεραφίμ, τὰς ἀνωτέρας δυνάμεις; Ὅταν γὰρ εἴπῃ, «Πᾶσαι αἱ δυνάμεις αὐτοῦ», πάντα τὸν ἄνω παραλαμβάνει δῆμον. Μὴ που τὸν ἁμαρτωλὸν εἶδες; Καὶ πῶς ἦν ἐν οὐρανῷ δυνατὸν ὀφθῆναι; φησίν· οὐκοῦν δεῦρο καὶ εἰς τὴν γῆν σε καταγάγωμεν, πρὸς τὸ ἕτερον τοῦ χοροῦ μεταστήσαντες μέρος· καὶ οὐδὲ ἐνταῦθα αὐτὸν ὄψει πάλιν. «Αἰνεῖται τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι, τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά». Οὐ μάτην, οὐδὲ εἰκῆ μεταξὺ ταῦτα λέγων ἐσίγησα· ἀλλὰ γὰρ συνεχύθη μοὶ τῆς διανοίας ὁ λογισμός, καὶ πικρὸν ἀπῆλθε δακρῦσαι καὶ οἰμῶξαι μέγα. Τὶ γὰρ ἂν γένοιτ’ ἐλεεινότερον; Εἰπὲ μοι. Σκορπίοι καὶ ἔχεις καὶ δράκοντες πρὸς τὴν εὐφημίαν καλοῦνται τοῦ πεποιηκότος αὐτούς, μόνος δὲ ὁ ἁμαρτωλὸς τῆς ἱερᾶς ταύτης χοροστασίας ἀπολείπεται· καὶ εἰκότως. Θηρίον γὰρ ἐστι πονηρὸν ἡ ἁμαρτία καὶ ἀνήμερον, οὐκ εἰς τὰ σύνδουλα τῶν σωμάτων τὴν κακίαν ἐπιδεικνύμενον, ἀλλ’ εἰς τὴν δόξαν τὴν δεσποτικὴν τὸν ἰὸν τῆς πονηρίας ἔκχεον. «Δι’ ὑμᾶς γάρ, φησί, τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἐνθεσι». Διὰ τοῦτο αὐτὸν ὥσπερ ἐξ ἱερᾶς πατρίδος, τῆς οἰκουμένης ἀπήλασεν ὁ προφήτης, καὶ πρὸς τὴν ὑπερορίαν ἀπῴκισεν. Οὕτω που καὶ ὁ μουσικὸς ἄριστος εὐαρμόστου κιθάρας τὴν ἀπηχοῦσαν νευρὰν ἀποτέμνει, ὥστε μὴ τῇ τῶν λοιπῶν φθόγγων ἁρμονίᾳ λυμήνασθαι· οὕτω καὶ ἰατρὸς τεχνικὸς τὸ σεσηπὼς ἐκκόπτει μέλος, ὥστε μὴ τὴν ἐκεῖθεν λύμην τῷ τῶν λοιπῶν μελῶν εὐεξία ἐπιδραμεῖν· οὕτω καὶ ὁ προφήτης ἐποίησεν ὥσπερ ἀπηχοῦσαν νευράν, καὶ ὥσπερ μέλος νενοσηκὸς, τοῦ παντὸς σώματος τῆς κτίσεως τὸν ἁμαρτωλὸν ἀποκόψας. Τὶ τοίνυν ἂν εἴη πρακτέον ἡμῖν; Ἐπειδὴ γὰρ ἀπεῤῥίφημεν, ἐπειδὴ ἐξεκόπημεν, ἀνάγκη πάντως σιγᾶν. Σιγήσομεν οὖν; Εἰπὲ μοι· καὶ οὐδεὶς ἡμῖν συγχωρήσει τὸν Δεσπότην ὕμνησαι τὸν ἡμέτερον, ἀλλ’ εἰκῆ τὰς ὑμετέρας ἐκαλέσαμεν εὐχάς; Εἰκῆ πρὸς τὰς ὑμετέρας κατεφύγομεν πρεσβείας; Οὐκ εἰκῆ, γένοιτο. Εὗρον γάρ, εὗρον καὶ ἕτερον δοξολογίας τρόπον, αὐτῶν τῶν ὑμετέρων εὐχῶν μεταξὺ τῆς ἀπορίας ταύτης, ὥσπερ ἐν σκότει φανεισῶν ἀστραπῶν· ἐπαινέσομαι τοῦ συνδούλους. Ἔξεστι γὰρ καὶ τοὺς ὁμοδούλους ἐπαινεῖν· τούτων δὲ ἐπαινουμένων, εἰς τὸν Δεσπότην ἡ δόξα διαβήσεται πάντως. Ὅτι δὲ καὶ ἐντεῦθεν δοξάζεται δείκνυσι καὶ αὐτὸς ὁ Χριστὸς λέγων· «Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς». Ἰδοὺ λοιπὸν καὶ ἕτερος δοξολογίας τρόπος, ὃν καὶ ἁμαρτωλῷ δυνατὸν εἰπεῖν, καὶ μὴ παραλῦσαι τὸν νόμον.

γ’. Τίνα οὖν, τίνα τῶν συνδούλων ἐπαινεσόμεθα; Τίνα δὲ ἄλλον, ἀλλ’ ἢ τὸν κοινὸν τῆς πατρίδος διδάσκαλον, καὶ διὰ τῆς πατρίδος τῆς οἰκουμένης ἁπάσης. Καθάπερ γὰρ ὑμᾶς οὗτος ἐπαίδευσε μέχρι θανάτου ὑπὲρ τῆς ἀληθείας ἐνίστασθαι, οὕτως ὑμεῖς τοὺς ἄλλους ἀνθρώπους ἐδιδάξατε τῆς ψυχῆς μᾶλλον ἢ τῆς εὐσεβείας ἀφίστασθαι. Βούλεσθε οὖν ἐντεῦθεν αὐτῷ πλέξωμεν τοὺς τῶν ἐγκωμίων στεφάνους; Ἐβουλόμην καὶ αὐτός, ἀλλ’ ὁρῶ πέλαγος ἀχανὲς κατορθωμάτων, καὶ δέδοικα μὴ πρὸς τὸν πυθμένα κατενεχθεὶς ὁ λόγος ἀσθενήσῃ πάλιν ἀναδραμεῖν. Ἀνάγκη γὰρ παλαιὰ διηγήσασθαι κατορθώματα, ἀποδημίας, ἀγρυπνίας, φροντίδας, γνώμας, μάχας, τροπαὶ τροπαίοις καὶ νίκας νίκαις συναπτομένας, πράγματα οὐχὶ τῆς ἡμετέρας μόνον, ἀλλὰ καὶ πάσης ἀνθρωπίνης μείζονα γλώττης, ἀποστολικῆς δεόμενα φωνῆς πνεύματι κινουμένης, ᾧ πάντα καὶ εἰπεῖν καὶ διδάξαι δυνατόν. Ἀλλὰ τοῦτο παραδραμόντες τὸ μέρος, ἐφ’ ἕτερον ἀσφαλέστερον ἥξομεν, ὃ καὶ ἀκατίῳ διαπλεῦσαι ἔνι μικρῷ.

φέρε οὖν τοὺς περὶ τῆς ἐγκρατείας κινήσωμεν λόγους, καὶ εἴπωμεν πῶς ἐκράτησε γαστρός, πῶς ὑπερεῖδε τρυφῆς, πῶς κατεγέλασε τραπέζης πολυτελοῦς, καὶ ταῦτα ἐν μεγάλῃ τραφεὶς οἰκίᾳ. Τὸν μὲν γὰρ ἐν πτωχείᾳ βεβιωκότα θαυμάσιον οὐδὲν πρὸς τὸν αὐχμῶντα τοῦτον καὶ σκληρὸν βίον ἐλθεῖν· ἔχει γὰρ τὴν πενίαν συνέμπορον καὶ συνοδοιπόρον, τὸν φορτίον αὐτῷ κατ’ ἑκάστην ἐπικουφίζουσαν τὴν ἡμέραν· ὁ δὲ πλούτου γενόμενος κύριος, οὐκ ἂν ῥᾳδίως τὰς ἐκεῖθεν λαβὰς ἀποδύσαιτο· τοσοῦτος τῶν νοσημάτων ἐσμὸς τὴν τοιαύτην περιίπταται ψυχήν. Διὸ καὶ καθάπερ νέφος παθημάτων πυκνὸν καὶ γνοφῶδες τὰς τῆς διανοίας διαφράττον ὄψεις, οὐκ ἀφίησι πρὸς τὸν οὐρανὸν ἰδεῖν, ἀλλὰ κάτω νεύειν βιάζεται, καὶ πρὸς τὴν γῆν κεχηνέναι. Καὶ οὐκ ἔστιν, ἀποδημίαν τῶν οὐρανῶν ὡς πλοῦτος καὶ τὰ ἀπὸ τοῦ πλούτου κακά. Οὐκ ἐμὸς οὗτος ὁ λόγος, ἀλλ’ αὐτοῦ τοῦ Χριστοῦ ψῆφός ἐστιν ἐξενηνεγμένη εἰπόντος· «Εὐκολώτερον ἐστι κάμηλον διὰ τρυπήματος ῥαφίδος εἰσελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τῶν οὐρανῶν». Ἀλλ’ ἰδοὺ τὸ δύσκολον τοῦτο, μᾶλλον δὲ ἀδύνατον γέγονε δυνατόν· καὶ ὃ πάλαι Πέτρος ἠπόρει πρὸς τὸν διδάσκαλον, καὶ μαθεῖν ἐζήτει, τοῦτο διὰ τῆς πείρας αὐτῆς ἔγνωμεν ἅπαντες, μᾶλλον δὲ καὶ τούτου πλέον. Οὐ γὰρ δὴ μόνον αὐτὸς εἰς τὸν οὐρανὸν ἀνέβη, ἀλλὰ καὶ δῆμον εἰσάγει τοσοῦτον, μετὰ τοῦ πλούτου καὶ ἕτερα τούτου οὐχ ἥττονα κωλύματα ἔχων, νεότητα καὶ ὀρφανίαν ἄωρον, ἃ πᾶσάν εἰσιν ἀνθρώπων μᾶλλον ἱκανὰ γοητεῦσαι ψυχήν· τοιαύτας ἔχουσιν ἐπῳδάς, τοιαῦτα κατασκευάζουσι φάρμακα. Ἀλλ’ ὅμως καὶ τούτων οὗτος ἐκράτησε, καὶ τῶν οὐρανῶν ἐπελάβετο, καὶ πρὸς τὴν ἐκεῖ φιλοσοφίαν μετέθηκεν ἑαυτόν, καὶ οὔτε τὴν λαμπρότητα τοῦ παρόντος ἐνενόησε βίου, οὔτε εἰς τὴν τῶν προγόνων περιφανεῖν εἶδε· μᾶλλον δὲ εἰς τὴν τῶν προγόνων εἶδε περιφάνειαν, οὐ τῶν κατὰ φυσικὴν δὲ ἀνάγκην συνδεδεμένων αὐτῷ, ἀλλὰ τῶν κατὰ προαίρεσιν εὐσεβείας αὐτῷ προσηκόντων. Διὸ καὶ τοιοῦτος ἐγένετο. Εἶδεν εἰς τὸν πατριάρχην Ἀβραάμ, εἶδεν εἰς τὸν μέγα Μωϋσήν, ὃς ἐν οἰκίᾳ τραφεὶς βασιλικῇ, καὶ τραπέζης μετασχὼν Συβαριτικῆς, καὶ μεταξὺ θορύβων ἀποληφθεὶς Αἰγυπτιακῶν (ἴστε δὲ οἷα τὰ βαρβάρων, ὅσου τύφου καὶ φαντασίας γέμει), πάντα ἀτιμάσας ἐκεῖνα, πρὸς τὸν πηλὸν καὶ τὴν πλινθείαν ἀπηυτομόλησε, τῶν δούλων καὶ αἰχμαλώτων εἶναι ἐπιθυμήσας, ὁ βασιλεὺς καὶ τοῦ βασιλέως υἱός. Τοιγάρτοι διὰ τοῦτο μετὰ λαμπροτέρου πάλιν ἐπανῄει τοῦ σχήματος, ἢ πρότερον ἔχων ἀπέβαλε. Μετὰ γὰρ τὴν φυγὴν καὶ τὴν παρὰ τῷ κηδεστῇ θητείαν, καὶ τὴν ἐπὶ τῆς ἀλλοτρίας ταλαιπωρίαν, ἐπανῄει τοῦ βασιλέως ἡγούμενος, μᾶλλον δὲ τοῦ βασιλέως γενόμενος θεός· «Τέθεικα γὰρ σε, φησί, θεὸν Φαραώ». Καὶ λαμπρότερος ἦν τοῦ βασιλέως, οὐ διάδημα ἔχων, οὐδὲ ἁλουργίδα περικείμενος, οὐδὲ ζεῦγος ἐλαύνων χρυσοῦν, ἀλλὰ πάντα ἐκεῖνον πατήσας τὸν τῦφον. «Πᾶσα γάρ, φησίν, ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν». Ἐπανῄει τοίνυν σκῆπτρον ἔχων, δι’ ὃ οὐκ ἀνθρώποις ἐκέλευε μόνον, ἀλλ’ οὐρανῷ καὶ γῇ καὶ θαλάττῃ, καὶ ἀέρων καὶ ὑδάτων φύσει, καὶ λίμναις καὶ πηγαῖς καὶ ποταμοῖς. Πάντα γάρ, ὅσα ἐβούλετο ὁ Μωϋσῆς, ταῦτα ἐγίνετο τὰ στοιχεῖα· καὶ ἐν ταῖς χερσὶ δὲ αὐτοῦ μετεσχηματίζετο πάλιν ἡ κτίσις, καὶ καθάπερ θεράπαινά τις εὐγνώμων, δεσπότου φίλον ἰδοῦσα παραγενόμενον, πάντα ἐπείθετο καὶ ὑπήκουε καθάπερ αὐτῷ τῷ Δεσπότῃ. Πρὸς τοῦτον καὶ οὗτος ἰδών, τοιοῦτος ἐγίνετο, καὶ ταῦτα νέος ὤν, εἰ δήποτε καὶ ἐγένετο νέος· οὐ γὰρ ἔγωγε πείθομαι· οὕτως ἐξ αὐτῶν αὐτῷ τῶν σπαργάνων πολιὸν φρόνημα ἦν. Ἀλλὰ καὶ κατὰ τὸν τῆς ἡλικίας λόγον νέος ὤν, πάσης φιλοσοφίας ἐπελάβετο, καὶ καταμαθὼν τὴν φύσιν τὴν ἡμετέραν ὅτι καθάπερ χωρίον ἐστὶν ὑλομανοῦν, τὰ μὲν νοσήματα τῆς ψυχῆς τῷ λόγῳ τῆς εὐσεβείας, καθάπερ δρεπάνῃ τινί, ῥᾳδίως ἐξέκοπτε, καθαρὰς παρέχων τῷ γεωργῷ τὰς ἀρούρας πρὸς τὴν τῶν σπερμάτων καταβολήν, καὶ δεχόμενος ἅπαντα, πρὸς τὸ βάθος παρέπεμπεν· ὥστε κάτωθεν ῥιζωθέντα μήτε πρὸς τὴν τῆς ἀκτῖνος ἐνδοῦναι προσβολήν, μήτε ὑπὸ τῶν ἀκανθῶν ἀποπνιγῆναι πάλιν. Ἀλλὰ τὴν μὲν ψυχὴν ἐθεράπευεν οὕτω· τὰ δὲ τῆς σαρκὸς σκιρτήματα τοῖς τῆς ἐγκρατείας φαρμάκοις κατέστελλεν, ὥσπερ ἵππῳ τινὶ δυσηνίῳ, τῷ σώματι τὸν ἀπὸ τῆς νηστείας χαλινὸν ἐμβάλλων, καὶ μέχρι τοσούτου τείνων ὀπίσω, ὡς αὐτὰ τῶν ἐπιθυμιῶν αἱμάξαι τὰ στόματα μετὰ τῆς προσηκούσης φειδοῦς. Οὔτε γὰρ κατέτεινε τὸ σῶμα, ὥστε μὴ συμποδισθέντα τὸν ἵππον ἄχρηστον αὐτῷ γενέσθαι πρὸς τὴν διακονίαν, οὔτε εἰς τὴν ἄγαν εὐεξίαν ἐμπεσεῖν ἠφίει, μήποτε πολυσαρκήσας πάλιν, κατεξαναστῇ τοῦ ἡνιοχοῦντος αὐτὸν λογισμοῦ, ἀλλ’ ὁμοῦ καὶ τῆς ὑγιέας αὐτοῦ καὶ τῆς εὐταξίας ἐπεμελεῖτο. Καὶ οὐχὶ νέος μὲν ὢν τοιοῦτος ἦν, ἐπειδὴ δὲ παρῆλθε τὴν ἡλικίαν ἐκείνην, καὶ τὴν πρόνοιαν ταύτην ἔλυσεν, ἀλλὰ καὶ νῦν, ὅτε ὡς ἐν εὐδίῳ λιμένι τῷ γήρᾳ κάθηται, τῆς αὐτῆς ἔχεται ἐπιμελείας πάλιν. Ἡ μὲν γὰρ νεότης, ἀγαπητέ, πελάγει προσέοικε μαινομένῳ, κυμάτων ἀγρίων καὶ πνευμάτων γέμοντι πονηρῶν· ἡ δὲ πολιὰ ὥσπερ εἰς λιμένα ἀκύμαντον τὰς τῶν γεγηρακότων ὀρμίζει ψυχάς, παρέχουσα τῇ παρὰ τῆς ἡλικίας ἐντρυφᾷν ἀσφαλείᾳ. Ταύτης καὶ οὗτος ἀπολαύων νῦν, καὶ ἐν τῷ λιμένι, ὡς ἔφθην εἰπών, καθήμενος, τῶν ἐν μέσῳ πελάγει σαλευόντων οὐχ ἦττόν ἐστιν ἐναγώνιος· καὶ τοῦτον ἐδέξατο παρὰ τοῦ Παύλου τὸν φόβον, ὃς καίτοι εἰς τὸν οὐρανὸν ἀναβάς, καὶ τὸν μετ’ ἐκεῖνον διαδραμών, καὶ τοῦ τρίτου πάλιν ἁψάμενος ἔλεγε· «Φοβοῦμαι μήπως, ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι». Διὰ τοῦτο καὶ οὗτος ἐν διηνεκεῖ κατέστησεν ἑαυτὸν φόβῳ, ἵνα διηνεκῶς ἐν τῷ θαῤῥεῖν ᾗ, καὶ κάθηται ἐπὶ τῶν οἰάκων, οὐκ ἀστέρων ἐπιτολὰς παρατηρῶν, οὐδὲ ὑφάλους καὶ σπιλάδας, ἀλλὰ δαιμόνων ἐπαναστάσεις, καὶ διαβόλου κακουργίας, καὶ λογισμῶν μάχας, καὶ κύκλῳ τοῦ στρατοπέδου περιιών, ἅπαντας ἐν ἀσφαλείᾳ καθίστησιν. Οὐ γὰρ ὅπως μὴ βαπτισθείη τὸ σκάφος σκοπεῖ μόνον, ἀλλ’ ὅπως μηδὲ τῶν ἐμπλεόντων τις πειραθείη θορύβου τινός, ἅπαντα πραγματεύεται. Διὰ τοῦτον καὶ τὴν τούτου σοφίαν ἡμεῖς ἐξ οὐρίας πλέομεν ἅπαντες, πλήρη τὰ ἱστία πετάσαντες τῆς νηός.

δ’. Καίτοι γε ὅτε τὸν πρότερον πατέρα ἀπεβάλομεν ὃς καὶ τοῦτον ἡμῖν ἐγέννησεν, ἐν ἀπορίᾳ τὰ ἡμέτερα ἦν. Διὸ καὶ ἐλεεινῶς ἐθρηνοῦμεν, ὡς οὐ προσδοκῶντες τὸν θρόνον τοῦτον ἕτερον ἄνδρα τοιοῦτον δέξεσθαι. Ἐπειδὴ δὲ οὗτος ἐφάνη καὶ παρῆλθεν εἰς μέσον, πᾶσαν ἐκείνην τὴν ἀθυμίαν παρελθεῖν ἐποίησεν, ὥσπερ νέφος, καὶ τὰ σκυθρωπὰ ἀπέκρυψεν ἅπαντα, οὐ κατὰ μικρὸν ἐξαλείφων ἡμῖν τὸ πένθος, ἀλλ’ οὕτως ἀθρόον, ὡς ἂν εἰ ὁ μακάριος αὐτὸς ἐκεῖνος ἀπὸ τῆς λάρνακος ἀναστάς, ἐπὶ τὸν θρόνον ἀνέβη πάλιν τοῦτον. Ἀλλὰ γὰρ ἐλάθομεν ἐπιθυμία πατρικῶν κατορθωμάτων πέρα τοῦ μέτρου τοὺς λόγους ἐξάγοντες, οὐ τοῦ μέτρου τῶν τούτῳ κατωρθωμένων, οὕτων γὰρ οὐδέπω ἠρξάμεθα, ἀλλὰ τοῦ προσήκοντος ἡμῶν τῇ νεότητι. Φέρε οὖν, ὥσπερ εἰς λιμένα, πάλιν τῇ σιγῇ τοὺς λόγους ἀναπαύσωμεν. Ἀλλ’ οὐκ ἐθέλουσιν ἀφίστασθαι, ἀλλὰ δυσχεραίνουσι καὶ ἀγανακτοῦσι, πάντως ἐμπλησθῆναι τοῦ λειμῶνος ἐπιθυμοῦντες. Ἀλλὰ καὶ ἀμήχανον, ὦ παῖδες. Παυσώμεθα οὖν διώκοντες ἀκίνητα· ἀρκεῖ εἰς παραμυθίαν ἡμῖν καὶ τὰ εἰρημένα· ἐπεὶ καὶ ἐπὶ τῶν μύρων τῶν πολυτελῶν, οὐκ ἐὰν τὸν λέβητα χέῃ τις μόνον, ἀλλὰ κἂν ἄκρας τῆς ἐπιφανείας ἅψηται τοῖς δακτύλοις, τὸν τὲ ἀέρα ἀνέχρωσε, καὶ τοὺς παρόντας τῆς εὐωδίας ἐνέπλησεν ἅπαντας· ὃ δὲ καὶ νῦν γέγονεν, οὐ διὰ τὴν δύναμιν τῶν ἡμετέρων λόγων, ἀλλὰ διὰ τὴν ἀρετὴν τῶν τούτου κατορθωμάτων. Ἀπίωμεν οὖν, ἀπίωμεν εἰς εὐχὰς καταλύσαντες· δεηθῶμεν ὥστε τὴν κοινὴν ἡμῶν μέτρα ἀσάλευτον μένειν καὶ ἀκίνητον, καὶ τὸν πατέρα τοῦτον, τὸν διδάσκαλον, τὸν ποιμένα, τὸν κυβερνήτην, πρὸς μακροτέραν ἐξενεχθῆναι ζωήν. Εἲ τις ὑμῖν καὶ ἡμῶν λόγος· οὐ γὰρ δὴ μετὰ τῶν ἱερέων ἑαυτοὺς καταλέγειν τολμήσομεν, ἐπειδὴ μηδὲ θέμις τὰ ἐκτρώματα μετὰ τῶν ἀρτιοτόκων ἀριθμεῖν· εἰ δὲ τις ὑμῖν καὶ ἐμοῦ λόγος, ὥσπερ ἀμβλωθριδίου τινός, δεήθητε πολλὴν ἡμῖν ἄνωθεν γενέσθαι τὴν ῥοπήν. Ἔδει μὲν γὰρ ἡμῖν καὶ πρότερον ἀσφαλείας, ὅτε καθ’ ἑαυτοὺς ἐζῶμεν τὸν ἀπράγμονα βίον· ἐπειδὴ δὲ εἰς μέσον ἤχθημεν· τὸ δὲ πῶς παρίημι, εἴτε ἀνθρωπίνῃ σπουδῇ, εἴτε χάριτι θείᾳ· οὐδὲν γὰρ ἡμῖν φιλονεικῶ, ἵνα μὴ τις καὶ εἰρωνεύεσθαι φαίη· πλὴν ἀλλ’ ἐπειδὴ ἤχθημεν, καὶ τὸν ζυγὸν τοῦτον ὑπέδυμεν τὸν ἰσχυρὸν καὶ βαρύν, πολλῶν ἡμῖν δεῖ χειρῶν, μυρίων εὐχῶν, ὥστε δυνηθῆναι τὴν παρακαταθήκην ἀποδοῦναι σώαν τῷ παρακαταθεμένῳ Δεσπότῃ κατὰ τὴν ἡμέραν ἐκείνην, ὅταν οἱ τὰ τάλαντα πιστευθέντες καλῶνται καὶ εἰσάγωνται, καὶ τὰ εὐθύνας ὑπέχωσι. Δεήθητε τοίνυν μὴ τῶν δεδεμένων ἡμᾶς γενέσθαι, μηδὲ τῶν εἰς τὸ σκότος ἐκβαλλομένων, ἀλλὰ τῶν δυναμένων συγγνώμης γοῦν μετρίας τυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὰ κράτος καὶ ἡ προσκύνησις εἰς τοῦ αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: Περὶ Ἀκαταλήπτου, ἀπόντος τοῦ Ἐπισκόπου, πρὸς ἀνομοίους
Προηγούμενο: Λόγος Ἕκτος
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 48
Ἀρχικὴ Σελίδα: Τέρτιος