Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 48

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Λόγος Δεύτερος – Πρὸς Ἀνομοίους πρὸ πολλῶν ἡμερῶν, εἶτα πρὸς Ἰουδαίους, εἶτα σιγήσαντος διὰ παρουσίαν ἐπισκόπων καὶ μαρτύρων μνήμας πολλῶν γενομένας, νῦν πάλιν πρὸς Ἀνομοίους περὶ ἀκαταλήπτου
Προηγούμενο: Περὶ Ἀκαταλήπτου, ἀπόντος τοῦ Ἐπισκόπου, πρὸς ἀνομοίους
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 48

Λόγος Πρῶτος

α’. Τὶ τοῦτο; Ὁ ποιμὴν οὐ πάρεστι, καὶ τὰ πρόβατα μετὰ πολλῆς εὐταξίας ἕστηκε. Καὶ τοῦτο τοῦ ποιμένος τὸ κατόρθωμα, τὸ μὴ μόνον παρόντος, ἀλλὰ καὶ ἀπόντος πᾶσαν ἐνδείκνυσθαι σπουδὴν τὰ ποίμνια. Ἐπὶ μὲν γὰρ τῶν ἀλόγων, ὅταν ὁ πρὸς τὴν νομὴν ἐξάγων μὴ παρῇ, μένειν εἴσω τὴν σηκῶν ἀνάγκη τὰ πρόβατα, ἢ χωρὶς τοῦ ποιμαίνοντος τῆς μάνδρας προκύψαντα πολλὴν ὑπομένειν τὴν πλάνην· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον, ἀλλὰ καὶ μὴ παρόντος τοῦ ποιμαίνοντος πρὸς τὰς συνήθεις νομὰς μετὰ πολλῆς ἀπηντήκατε τῆς εὐταξίας. Μᾶλλον δὲ καὶ ὁ ποιμὴν πάρεστιν, εἰ καὶ μὴ τῇ σαρκί, ἀλλὰ τῇ διαθέσει, εἰ καὶ μὴ τῇ παρουσίᾳ τοῦ σώματος, ἀλλὰ τῇ εὐταξίᾳ τοῦ ποιμνίου. Διὰ τοῦτο μᾶλλον αὐτὸν ἐκπλήττομαι καὶ μακαρίζω, ὅτι τοσαύτην ὑμῖν σπουδὴν ἐναποθέσθαι ἴσχυσεν. Καὶ γὰρ καὶ στρατηγὸν τότε μάλιστα θαυμάζομεν, ὅταν καὶ μὴ παρόντος αὐτοῦ τὰ στρατόπεδα εὐτακτῇ. Τοῦτο καὶ ὁ Παῦλος ἐπὶ τῶν μαθητῶν ἐζήτει λέγων· «Ὥστε, ἀδελφοὶ μου, καθὼς πάντοτε ὑπηκούσατε, μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον, ἀλλὰ πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου». Διὰ τὶ «Πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου»; Ὅτι παρόντος μὲν τοῦ ποιμαίνοντος, κἂν ἐπέλθῃ λύκος τῇ ποίμνη, ῥᾳδίως ἀπελαύνεται τῶν προβάτων· μὴ παρόντος δὲ ἐν μείζονι τὰ ποίμνια ἀγωνίᾳ καθεστάναι ἀνάγκη, μηδενὸς ὄντος τοῦ αὐτὰ τειχίζοντος. Καὶ πρὸς τούτοις δὲ παρὼν μὲν μερίζεται μετ’ αὐτῶν τοὺς ἐπὶ τῇ σπουδῇ μισθούς, μὴ παρὼν δὲ γυμνὸν ἀφίησιν αὐτῶν φαίνεσθαι τὸ κατόρθωμα. Ταῦτα καὶ ὁ διδάσκαλος εἰπὼν ὑμῖν διαλέγεται, καὶ ὅπουπερ ἂν ᾗ, νῦν ὑμᾶς καὶ τὸν ὑμέτερον φαντάζεται σύλλογον, καὶ οὐχ οὕτως τοὺς ἐκεῖ συγγινομένους αὐτῷ παρόντας, ὡς ὑμᾶς τοὺς ἀπόντας ὁρῶ νῦν.

Οἶδα αὐτοῦ τὴν ἀγάπην τὴν ζέουσαν, τὴν πεπηρωμένην καὶ θερμὴν καὶ ἀκάθεκτον, ἣν κατὰ πολλοῦ τοῦ βάθους τῆς διανοίας ἐῤῥιζωμένην ἔχει, καὶ μετὰ πολλῆς θεραπεύει τῆς σπουδῆς. Καὶ γὰρ οἶδε σαφῶς ὅτι κεφάλαιον αὕτη πάντων ἐστὶ ἀγαθῶν, καὶ ῥίζα καὶ πηγὴ καὶ μήτηρ, καὶ ταύτης οὐκ οὔσης τῶν ἄλλων ἡμῖν ὄφελος οὐδέν· αὕτη γὰρ ἐστι τῶν μαθητῶν τοῦ Κυρίου ἡ εἰκών, ὁ χαρακτὴρ τῶν τοῦ Θεοῦ δούλων, τὸ γνώρισμα τῶν ἀποστόλων, «Ἐν τούτῳ γὰρ γνώσονται πάντες, φησίν, ὅτι μαθηταὶ μου ἐστέ». Ἐν τίνι, εἰπέ; Ἆρα ἐν τῷ νεκροὺς ἐγείρειν, ἢ λεπροὺς καθαίρειν, δαίμονας ἀπελαύνειν; Οὐχί, φησίν, ἀλλὰ πάντα ἐκεῖνα παραδραμών, «Ἐν οὕτω γνώσονται πάντες, φησίν, ὅτι μαθηταὶ μου ἐστέ, ἐὰν ἀγαπᾶτε ἀλλήλους».

Ἐκεῖνα μὲν γὰρ τῆς ἄνωθεν χάριτος ἐστι δῶρα μόνης, τοῦτο δὲ καὶ τῆς ἀνθρωπίνης σπουδῆς ἐστι τὸ κατόρθωμα. Τὸν δὲ γενναῖον οὐχ οὕτω τὰ ἄνωθεν διδόμενα δῶρα χαρακτηρίζειν εἴωθεν, ὡς τῶν οἰκείων πόνων τὰ κατορθώματα. Διόπερ οὐκ ἀπὸ τῶν σημείων, ἀλλ’ ἀπὸ τῆς ἀγάπης γνωρίζεσθαι φησὶ τοὺς αὐτοῦ μαθητὰς ὁ Χριστός. Ταύτης γὰρ παρούσης οὐδὲν μέρος φιλοσοφίας ἐλλείπει τῷ κεκτημένῳ, ἀλλ’ ὁλόκληρον ἔχει καὶ παντελεῖ καὶ ἀπηρτισμένην τὴν ἀρετήν, ὥσπερ οὖν ἀπούσης ἔρημός ἐστιν ἁπάντων τῶν ἀγαθῶν. Διὰ τοῦτο καὶ ὁ Παῦλος αὐτὴν ἐπαίρει καὶ ὑψοῖ τῷ λόγῳ· μᾶλλον δὲ ὅσα ἂν εἴπῃ, οὐδέπω τῆς ἀξίας αὐτῆς ἐφικνεῖται.

β’. Τὶ γὰρ ἂν γένοιτο αὐτῆς ἴσον, ἢ τοὺς προφήτας συνέχει, καὶ τὸν νόμον ἅπαντα, καὶ ἧς ἄνευ οὐ πίστις, οὐ γνῶσις, οὐ μυστηρίων εἴδησις, οὐκ αὐτὸ τὸ μαρτύριον, οὐκ ἄλλο οὐδὲν τὸν κεκτημένον διασῶσαι δυνήσεται; «Καὶ γὰρ ἐὰν παραδῷ τὸ σῶμά μου, φησίν, ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι»· καὶ ἀλλαχοῦ πάλιν, ὅτι πάντων μείζων ἐστί, καὶ κορυφὴ τῶν ἀγαθῶν, παραδηλῶν ἔλεγεν· «Εἷται δὲ προφητεῖαι καταργηθήσονται, εἴτε γλῶσσαι παύσονται, εἴτε γνῶσις καταργηθήσεται, μένει δὲ πίστις, ἐλπίς, ἀγάπη, τὰ τρία ταῦτα· μείζων δὲ πάντων ἐστὶν ἡ ἀγάπη». Ἀλλὰ γὰρ οὐ τὸ τυχὸν ἡμῖν ζήτημα ὁ περὶ τῆς ἀγάπης ἐπεισήγαγε λόγος. Τὸ μὲν γὰρ προφητείαν καταργηθῆναι καὶ παύσασθαι γλώσσας, χαλεπὸν οὐδέν· εἰς καιρὸν γὰρ τὰ χαρίσματα ταῦτα τὴν ἑαυτῶν χρείαν παρασχόντα ἡμῖν, καὶ παυσάμενα παραβλάψαι τὸν λόγον οὐδὲν δυνήσεται· ἰδοὺ γοῦν νῦν προφητεία οὐκ ἔστιν, οὐδὲ γλωσσῶν χάρισμα, καὶ ὁ τῆς εὐσεβείας οὐδὲν ἐνεποδίσθη λόγος· τὸ δὲ καὶ γνῶσιν παύσασθαι, τοῦτο ἔστι τὸ ζητούμενον. Εἰπὼν γάρ· «Εἴτε προφητεῖαι καταργηθήσονται, εἴτε γλῶσσαι παύσονται», ἐπήγαγεν· «Εἴτε γνῶσις καταργηθήσεται». Εἰ δὲ μέλλει ἡ γνῶσις παύεσθαι, οὐκ ἐπὶ τὸ βέλτιον, ἀλλ’ ἐπὶ τὸ χεῖρον ἡμῖν προκόψει τὰ πράγματα· ἄνευ γὰρ ταύτης καὶ τὸ εἶναι ἄνθρωποι παντελῶς ἀπολοῦμεν· «Τὸν γὰρ Θεόν, φησί, φοβοῦ, καὶ τὰς ἐντολὰς αὐτοῦ φύλασσε, ὅτι τοῦτο πᾶς ἄνθρωπος». Εἰ τοίνυν τοῦτό ἐστιν ἄνθρωπος, τὸ φοβεῖσθαι τὸν Θεόν, τὸ δὲ φοβεῖσθαι τὸν Θεὸν ἀπὸ γνώσεως γίνεται, ἡ δὲ γνῶσις μέλλει καταργεῖσθαι, καθὼς ὁ Παῦλός φησι, τότε παντελῶς ἀπολούμεθα, γνώσεως οὐκ οὔσης, καὶ τὰ καθ’ ἡμᾶς δὲ πάντα οἰχήσεται, καὶ τῶν ἀλόγων οὐδὲν ἄμεινον διακεισόμεθα, ἀλλὰ πολλῷ χεῖρον. Ἐν τούτῳ γὰρ πλεονεκτοῦμεν αὐτῶν, ὡς τοῖς γε ἄλλοις ἅπασι τοῖς σωματικοῖς ἐκ πολλοῦ τοῦ περιόντος αὐτοῖς νικώμεθα. Τὶ οὖν ἐστιν ὃ φησιν ὁ Παῦλος, καὶ περὶ τίνος, ὅτι «Ἡ γνῶσις καταργηθήσεται»; Οὐ περὶ τῆς παντελοῦς, ἀλλὰ περὶ τῆς μερικῆς τοῦτό φησι, κατάργησιν τὴν ἐπὶ τὸ βέλτιον πρόοδον λέγων, ὡς τὴν μερικὴν καταργουμένην μηκέτι εἶναι μερικήν, ἀλλὰ τελείαν. Καθάπερ γὰρ ἡ ἡλικία τοῦ παιδίου καταργεῖται, οὐκ ἀφανιζομένης τῆς οὐσίας, ἀλλ’ αὐξανομένης τῆς ἡλικίας, καὶ εἰς ἄνδρα τέλειον ἐκβαινούσης· οὕτω καὶ ἐπὶ τῆς γνώσεως γίνεται. Ἡ μικρά, φησίν, αὕτη οὐκέτι ἂν εἴη μικρά, διὰ τῶν ἑξῆς γενομένη μεγάλη· τοῦτο ἔστι τό, «καταργεῖται»· καὶ τοῦτο διὰ τῶν ἑξῆς σαφέστερον ἡμῖν ἐδήλωσεν. Ἵνα γὰρ ἀκούσας ὅτι καταργεῖται, μὴ κατάλυσιν παντελῆ νομίσῃς εἶναι, ἀλλ’ αὔξησίν τινα καὶ πρὸς τὸ βέλτιον ἐπίδοσιν, εἰπὼν καταργεῖται, ἐπήγαγεν· «Ἐκ μέρους γὰρ γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν· ὄτα δὲ ἔλθῃ τὸ τέλειον, τότε τὸ ἐκ μέρους καταργηθήσεται»· ὡς μηκέτι εἶναι αὐτὸ ἐκ μέρους, ἀλλὰ τέλειον. Ὥστε τὸ ἀτελὲς αὐτοῦ καταργεῖται, ὡς μηκέτι εἶναι ἀτελές, ἀλλὰ τέλειον. Ἡ τοίνυν κατάργησις αὕτη πλήρωσίς ἐστι, καὶ πρὸς τὸ μεῖζον ἐπίδοσις.

γ’. Καὶ σκόπει μοι τὴν τοῦ Παύλου σύνεσιν· οὐ γὰρ εἶπε, Μέρος γινώσκομεν, ἀλλ’, «Ἐκ μέρους γινώσκομεν», δηλῶν ὅτι τοῦ μέρους μέρος κατέχομεν. Τάχα ἐπιθυμεῖται ἀκοῦσαι, καὶ πόσον μέρος κατέχομεν, καὶ πόσον ὑπολέλειπται, καὶ πότερον τὸ πλέον ἢ τὸ ἔλαττον κατέχομεν. Οὐκοῦν ἵνα μάθῃς ὅτι τὸ ἔλαττον κατέχεις, καὶ οὐχ ἁπλῶς τὸ ἔλαττον, ἀλλ’ ὡς ἂν εἴποι τις τὸ ἑκατοστὸν ἢ τὸ μυριοστόν, ἄκουσον τῶν ἑξῆς· μᾶλλον δὲ πρὶν ἢ τὴν ἀποστολικὴν ὑμῖν ἀναγνῶναι φωνήν, ὑπόδειγμα ἐρῶ δυνάμενον ὑμῖν παραστῆσαι, ὡς ἐξ ὑποδείγματος δυνατόν, πόσον ὑπολέλειπται, καὶ πόσον ἐστὶν ὃ κατέχομεν νῦν. Πόσον τοίνυν ἐστὶ τὸ μέσον τῆς μελλούσης ἡμῖν δοθήσεσθαι γνώσεως, καὶ τῆς παρούσης νῦν; Ὅσον ἀνδρὸς τελείου πρὸς παῖδα θηλάζοντα τὸ μέσον· τοσαύτη γὰρ τῆς μελλούσης γνώσεως πρὸς τὴν παροῦσαν ἡ ὑπεροχή. Καὶ ὅτι τοῦτο ἐστιν ἀληθές, καὶ τοσοῦτον ἐκείνη ταύτης μείζων ἐστίν, αὐτὸς λεγέτω πάλιν ὁ Παῦλος. Εἰπὼν γάρ, «Ἐκ μέρους γινώσκομεν», καὶ βουλόμενος δεῖξαι ἐκ πόσου μέρους, καὶ ὅτι τὸ βραχύτατον νῦν κατέχομεν, ἐπήγαγεν· «Ὅτε ἤμην νήπιος, ὡς νήπιος ἐλάλουν, ὡς νήπιος ἐφρόνουν, ὡς νήπιος ἐλογιζόμην· ὅτε δὲ γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου»· νηπίου μὲν ἕξει τὴν παροῦσαν γνῶσιν, ἀνδρὸς τὲ τελείου τὴν γνῶσιν τὴν μέλλουσαν παραβάλλων. Καὶ οὐκ εἶπεν, Ὅτε ἤμην παῖς· παῖς γὰρ καὶ ὁ δωδεκαετὴς λέγεται ἀλλ’, «Ὅτε ἡμῖν νήπιος», τὸν ὑπομάζιον καὶ ἔτι γαλακτοτροφούμενον καὶ θηλάζοντα ἡμῖν ἐμφαίνων. Ὅτι γὰρ ἡ Γραφὴ τοῦτόν φησι νήπιον, ἄκουσον τοῦ ψαλμοῦ λέγοντος· «Κύριε, ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸν ὄνομά σου ἐν πάσῃ τῇ γῇ· ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν· ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω τὸν αἶνον». Ὁρᾷς ὅτι τὸν νήπιον πανταχοῦ τὸν θηλάζοντα καλεῖ; Εἶτα τῷ πνεύματι προορῶν τῶν μελλόντων ἀνδρῶν τὴν ἀναισχυντίαν, οὐχὶ τῷ ἑνὶ παραδείγματι τούτῳ μόνον ἠρκέσθη, ἀλλὰ καὶ δευτέρῳ καὶ τρίτῳ τοῦτο καὶ βέβαιον ἡμῖν ἐποίησε. Καθάπερ γὰρ ὁ Μωυσῆς πρὸς Ἰουδαίους ἀποστελλόμενος τριῶν σημείων ἐλάμβανεν ἀπόδειξιν, ἵνα, ἐὰν ἀπιστήσωσι τῷ προτέρῳ, τῆς τοῦ δευτέρου φωνῆς ἀκούσωσι, ἂν δὲ καὶ ταύτης καταφρονήσωσι, τὸ τρίτον αἰσχυνθέντες καταδέξωνται τὸν προφήτην· οὕτω καὶ οὗτος τρία τίθησιν ὑποδείγματα· ἓν μὲν τὸ τοῦ παιδίου, λέγων, «Ὅτε ἤμην νήπιος, ὡς νήπιον ἐφρόνουν»· δεύτερον τὸ τοῦ ἐσόπτρου· καὶ τρίτον τὸ τοῦ αἰνίγματος. Εἰπὼν γάρ, «Ὅτε ἡμῖν νήπιος», ἐπήγαγε· «Βλέπομεν νῦν δι’ ἐσόπτρου ἐν αἰνίγματι». Ἰδοὺ γὰρ δεύτερον ὑπόδειγμα τῆς παρούσης ἀσθενείας, καὶ τοῦ ἀτελῆ τὴν γνῶσιν εἶναι· τρίτον πάλιν τὸ «Ἐν αἰνίγματι». Καὶ γὰρ τὸ παιδίον ὁρᾷ μὲν πολλὰ καὶ ἀκούει καὶ φθέγγεται, τρανὸν δὲ οὐδὲν οὔτε ὁρᾷ, οὔτε ἀκούει, οὔτε φθέγγεται· καὶ φρονεῖ μέν, οὐδὲν δὲ διηρθρωμένον. Οὕτω καὶ ἐγὼ οἶδα μὲν πολλά, οὐκ ἐπίσταμαι δὲ αὐτῶν τὸν τρόπον. Ὅτι μὲν γὰρ πανταχοῦ ἔστιν ὁ Θεὸς οἶδα, καὶ ὅτι ὅλως ἔστι πανταχοῦ οἶδα· τὸ δὲ πῶς οὐκ οἶδα· ὅτι ἄναρχός ἐστι καὶ ἀγέννητος καὶ αΐδιος, οἶδα· τὸ δὲ πῶς οὐκ οἶδα· οὐ γὰρ δέχεται λογισμὸς εἰδέναι πῶς οἶόν τε οὐσίαν εἶναι, μήτε παρ’ ἑαυτῆς μήτε παρ’ ἐκείνου τὸ εἶναι ἔχουσαν. Οἶδα ὅτι ἐγέννησεν Υἱόν, τὸ δὲ πῶς ἀγνοῶ· οἶδα ὅτι τὸ Πνεῦμα ἐξ αὐτοῦ, τὸ δὲ πῶς ἐξ αὐτοῦ οὐκ ἐπίσταμαι· βρώματα ἐσθίω, τὸ δὲ πῶς μερίζονται εἰς φλέγμα, εἰς αἷμα, εἰς χυμόν, εἰς χολήν, ἀγνοῶ. Ταῦτα ἅπερ βλέπομεν καθ’ ἑκάστην ἡμέραν ἐσθίοντες ἀγνοοῦμεν, καὶ τὴν οὔσαιν τοῦ Θεοῦ πολυπραγμονοῦμεν;

δ’. Ποῦ τοίνυν εἰσὶν οἱ τὸ πᾶν ἀπειληφέναι τῆς γνώσεως λέγοντες, οἱ πρὸς τὸ βάραθρον τῆς ἀγνωσίας καταπεσόντες; Οἱ γὰρ κατὰ τὸ παρὸν λέγοντες ἀπειληφέναι τὸ πᾶν, εἰς τὸ μέλλον ἐρήμους ἑαυτοὺς τῆς παντελοῦς καθιστῶσι γνώσεως. Ἐγὼ μὲν γὰρ ὁ λέγων, ὅτι ἐκ μέρους γινώσκω, κἂν εἴπω, ὅτι καταργεῖται ἡ γνῶσις αὕτη, πρὸς τὸ βέλτιον, καὶ τελειότερον ὁδεύω, καταργηθείσης τῆς μερικῆς καὶ γενομένης τελειοτέρας· ἐκεῖνος δὲ ὁ λέγων παντελῆ καὶ ὁλόκληρον καὶ τελείαν ἔχειν τὴν γνῶσιν, εἶτα ὁμολογῶν αὐτὴν καταργεῖσθαι ἐν τῷ μέλλοντι, ἔρημον ἑαυτὸν ἀποφαίνει τῆς γνώσεως, ταύτης μὲν καταργουμένης, ἑτέρας δὲ τελειοτέρας οὐκ ἐπεισαγομένης· εἴπερ αὕτη ἐστὶ κατ’ αὐτοὺς ἡ τελεία. Ὁρᾶτε πῶς φιλονεικοῦντες ἐνταῦθα τὸ πᾶν ἔχειν, οὔτε τὸ ἐνταῦθα ἔχουσι, καὶ ἐκεῖ τοῦ παντὸς ἑαυτοὺς ἐκβάλλουσι; Τοσοῦτόν ἐστι κακὸν τὸ μὴ μένειν εἴσω τῶν ὁρῶν ὧν ἐξ ἀρχῆς ἔταξεν ἡμῖν ὁ Θεός. Οὕτω καὶ ὁ Ἀδὰμ ἐλπίδι πλείονος τιμῆς καὶ τῆς οὔσης ἐξέπεσεν· οὕτω καὶ ἐπὶ τῶν φιλαργύρων γίνεται· πολλοὶ πολλάκις μειζόνων ἐπιθυμοῦντες καὶ τὰ παρόντα ἀπώλεσαν· οὕτω καὶ οὗτοι προσδοκῶντες ἐνταῦθα τὸ πᾶν ἔχειν, καὶ τοῦ μέρους ἐξέπεσον. Διὸ παραινῶ φεύγειν αὐτῶν τὴν μανίαν· μανίας γὰρ ἐσχάτης φιλονεικεῖν εἰδέναι τὶ τὴν οὐσίαν ἐστὶν ὁ Θεός. Καὶ ἵνα μάθῃς ὅτι μανίας ἐσχάτης τοῦτο, ἀπὸ τῶν προφητῶν ὑμῖν τοῦτο ποιήσω φανερόν· οἱ γὰρ προφῆται οὐ μόνον τὶ τὴν οὐσίαν ἐστὶν ἀγνοοῦντες φαίνονται, ἀλλὰ καὶ περὶ τῆς σοφίας αὐτοῦ πόση τὶς ἐστιν ἀποροῦσι· καίτοι γε οὐχ ἡ οὐσία ἀπὸ τῆς σοφίας, ἀλλ’ ἡ σοφία ἐκ τῆς οὐσίας. Ὅταν δὲ μηδὲ ταύτην δύνωνται καταλαμβάνειν οἱ προφῆται μετ’ ἀκριβείας, πόσης ἂν εἴη μανίας τὸ τὴν οὐσίαν αὐτὴν νομίζειν δύνασθαι τοῖς οἰκείοις ὑποβάλλειν λογισμοῖς; Ἀκούσωμεν τοίνυν τὶ φησὶν ὁ προφήτης περὶ αὐτῆς· «Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ». Μᾶλλον δὲ ἀνωτέρω τὸν λόγον ἀγάγωμεν. «Ἐξομολογήσομαί σοι, ὅτι φοβερῶς ἐθαυμαστώθης». Τὶ ἔστι φοβερῶς; Πολλὰ θαυμάζομεν νῦν, ἀλλ’ οὐ μετὰ φόβου, οἷον κιόνων κάλλη, τύπων ζωγραφίας, ἄνθη σωμάτων· θαυμάζομεν πάλιν τῆς θαλάσσης τὸ μέγεθος, καὶ τὸν ἄπειρον βυθόν, ἀλλὰ μετὰ φόβου, ὅταν πρὸς τὸ βάθος. Κατακύψωμεν. Οὕτω τοίνυν καὶ ὁ προφήτης πρὸς τὸ ἄπειρον καὶ ἀχανὲς πέλαγος τῆς τοῦ θεοῦ κατακύψας σοφίας, καὶ ἰλιγγιάσας, μετὰ φόβου πολλοῦ θαυμάσας ἀνεχώρησε βοῶν καὶ λέγων· «Ἐξομολογήσομαί σοι ὅτι φοβερῶς ἐθαυμαστώθης· θαυμάσια τὰ ἔργα σου»· καὶ πάλιν· «Ἐθαυμαστώθη ἡ γνῶσις σου ἐξ ἐμοῦ, ἐκραταιώθη οὐ μὴ δύνωμαι πρὸς αὐτήν». Ὅρα εὐγνωμοσύνην οἰκέτου· «Εὐχαριστῶ σοί», φησί, διὰ τοῦτο, ὅτι ἀκατάληπτον ἔχω Δεσπότην· οὐ περὶ οὐσίας ἐνταῦθα λέγων· ἐκεῖνο μὲν γὰρ ὡς ὡμολογημένον ἀκατάληπτον εἶναι παρῆκε· περὶ δὲ τοῦ πανταχοῦ παρεῖναι τὸν Θεὸν ταῦτά φησι, δεικνὺς ὅτι οὐδὲ αὐτὸ τοῦτο οἶδε, πῶς πανταχοῦ πάρεστιν. Ὅτι γὰρ περὶ τούτου φησίν, ἄκουε τῶν ἑξῆς. «Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει». Εἶδες πῶς πανταχοῦ πάρεστιν; Ἀλλ’ ὁ προφήτης οὐκ οἶδεν, ἀλλ’ ἰλιγγιᾶ, καὶ ἀπορεῖ καὶ φοβεῖται μόνον εἰς νοῦν αὐτὸ λαβών; Πῶς οὖν οὐκ ἐσχάτης ἀνοίας τοὺς τοσοῦτον ἀπέχοντας τῆς ἐκείνου χάριτος αὐτὴν τοῦ Θεοῦ πολυπραγμονεῖν τὴν οὐσίαν; Καίτοι οὗτός ἐστιν ὁ προφήτης ὁ λέγων· «Τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσας μοι»· ἀλλ’ ὅμως τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας αὐτοῦ μαθών, περὶ αὐτῆς φησί, ταύτης, ὅτι ἄπειρός τὶς ἐστι καὶ ἀκατάληπτος. «Μέγας γὰρ ὁ Κύριος, φησί, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ, καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός, τουτέστιν, οὐκ ἔστι κατάληψις». Τὶ λέγεις; Ἡ σοφία ἀκατάληπτος τῷ προφήτῃ, καὶ ἡ οὐσία ἡμῖν καταληπτή; Ἆρα οὐ φανερὰ αὕτη ἡ μανία; Ἡ μεγαλωσύνη αὐτοῦ οὐκ ἔχει πέρας, καὶ τὴν οὐσίαν αὐτοῦ περιγράφεις;

ε’. Ταῦτα καὶ ἡ Ἠσαΐας φιλοσοφῶν ἔλεγε· «Τὴν γενεὰν αὐτοῦ τὶς διηγήσεται»; Οὐκ εἶπε· Τὶς διηγεῖται, ἀλλά, «Τὶς διηγήσεται», καὶ τὸ μέλλον ἀπέκλεισε. Καὶ ὁ μὲν Δαυῒδ φησιν· «Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ»· ὁ δὲ Ἠσαΐας οὐκ ἀφ’ ἑαυτοῦ μόνον φησίν, ἀλλὰ καὶ ἀπὸ πάσης τῆς ἀνθρωπίνης φύσεως ἀποκεκλεῖσθαι τὴν διήγησιν ταύτην. Ἀλλ’ ἴδωμεν, μήποτε ὁ Παῦλος οἶδεν, ἆτε δὴ μείζονος ἀπολελαυκὼς χάριτος· αὐτὸς μὲν οὖν ἐστιν ὁ λέγων· «Ἐκ μέρους γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν». Καὶ οὐκ ἐνταῦθα μόνον, ἀλλὰ καὶ ἀλλαχοῦ, οὐ περὶ οὐσίας, ἀλλὰ περὶ σοφίας καὶ αὐτὸς διαλεγόμενος τῆς ἐν τῇ προνοίᾳ φαινομένης, οὐ τῆς καθόλου λέγω, καθ’ ἣν ἀγγέλων καὶ ἀρχαγγέλων καὶ τῶν ἄνω προνοεῖ δυνάμεων, ἀλλ’ ἐκεῖνο τῆς προνοίας τὸ μέρος ἐξετάζων, καθ’ ὁ προνοεῖ τῶν ἐν τῇ γῇ ἀνθρώπων, καὶ ταύτης αὐτῆς πάλιν μέρος. Οὐδὲ γὰρ αὐτὴν ὅλην ἐξετάζει, καθ’ ἣν σώματα διαπλάττει, καθ’ ἣν τρέφει τοὺς ἐπὶ τῆς ἀνθρώπους, καθ’ ἣν συγκρατεῖ τὸν κόσμον, καθ’ ἣν ἐτησίους δίδωσι τροφάς· ἀλλὰ ταῦτα πάντα ἀφείς, καὶ μικρὸν τι μέρος ἐξετάσας τῆς προνοίας αὐτοῦ, καθ’ ὃ τοὺς μὲν Ἰουδαίους ἐξέβαλε, τοὺς δὲ ἐξ ἐθνῶν εἰσεδέξατο, καὶ πρὸς αὐτοῦ τοῦτο τὸ μικρὸν μέρος, ὥσπερ πρὸς πέλαγος ἄπειρον ἰλιγγιάσας, καὶ βάθος ἰδὼν ἀχανές, ἀπεπήδησεν εὐθέως, καὶ μέγα ἀνεβόησεν εἰπών· «ᾯ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ»· οὐκ εἶπεν, Ἀκατάληπτα, ἀλλ’, Ἀνεξερεύνητα. Εἰ δὲ ἐρευνηθῆναι οὐ δύναται, πολλῷ μᾶλλον καταληφθῆναι ἀδύνατον. Καὶ «ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ». Αἱ ὁδοὶ αὐτοῦ ἀνεξιχνίαστοι καὶ αὐτοὺς καταληπτός; Εἰπὲ μοι. Καὶ τὶ λέγω περὶ τῶν ὁδῶν; Τὰ ἔπαθλα τὰ ἀποκείμενα ἡμῖν ἀκατάληπτα· «Ὀφθαλμὸς γὰρ αὐτὰ οὐκ οἶδεν, οὐδὲ οὓς ἤκουσεν, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν ». Ἀλλὰ καὶ ἡ δωρεὰ αὐτοῦ ἀνεκδιήγητος· «Χάρις γὰρ τῷ Θεῷ, φησίν, ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ, καὶ ἡ εἰρήνη αὐτοῦ ὑπερέχει πάντα νοῦν». Τὶ λέγεις; Τὰ κρίματα αὐτοῦ ἀνεξερεύνητα, αἱ ὁδοὶ αὐτοῦ ἀνεξιχνίαστοι, ἡ εἰρήνη ὑπερέχει πάντα νοῦν, ἡ δωρεὰ ἀνεκδιήγητος, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν οὐκ ἀνέβη ἐπὶ καρδίαν ἀνθρώπου, ἡ μεγαλωσύνη πέρας οὐκ ἔχει, ἡ σύνεσις ἀριθμὸν οὐκ ἔχει, πάντα ἀκατάληπτα, καὶ αὐτὸς μόνος καταληπτός; Καὶ ποίαν οὐκ ἂν ἔχοι τοῦτο μανίας ὑπερβολήν; Κάτεχε τὸν αἱρετικόν· μὴ ἀφῇς ἀναχωρῆσαι· εἰπέ· Τὶ φησὶν ὁ Παῦλος; «Ἐκ μέρους γινώσκομεν». Οὐ περὶ τῆς οὐσίας τοῦτο λέγει, φησίν, ἀλλὰ περὶ τῶν οἰκονομιῶν. Μάλιστα μέν, εἰ καὶ περὶ τῶν οἰκονομικῶν ἦν ὁ λόγος, ἐκ πλείονος ἡμῖν περιουσίας καὶ οὕτω τὰ νικητήρια· εἰ γὰρ αἱ οἰκονομίαι ἀκατάληπτοι, πολλῷ μᾶλλον αὐτός· ὅτι δὲ ἐνταῦθα οὐ περὶ τῶν οἰκονομιῶν φησιν, ἀλλὰ πὲρ αὐτοῦ τοῦ Θεοῦ, ἄκουσον τῶν ἑξῆς· εἰπὼν γάρ· «Ἐκ μέρους γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν», ἐπήγαγεν· «Ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην». Ὑπὸ τίνος οὖν ἐπεγνώσθη; Ὑπὸ τοῦ Θεοῦ, ἢ ὑπὸ τῶν οἰκονομιῶν; Ὑπὸ τοῦ Θεοῦ δηλονότι· τοῦτον οὖν καὶ ἐκ μέρους γινώσκει. «Ἐκ μέρους», δὲ εἶπεν, οὐχ ὅτι τὸ μὲν αὐτοῦ τῆς οὐσίας γινώσκει τὸ δὲ ἀγνοεῖ (ἁπλοῦς γὰρ ὁ Θεός)· ἀλλ’ ἐπειδὴ ὅτι μὲν ἔστι Θεὸς οἶδε, τὸ δέ, τὶ τὴν οὐσίαν ἐστίν, ἀγνοεῖ· ὅτι μὲν σοφὸς ἐστιν, ἐπίσταται, τὸ δέ, πόσον ἐστὶ σοφός, ἀγνοεῖ· ὅτι μὲν ἔστι μέγας οὐκ ἀγνοεῖ, τὸ δὲ πόσον, ἢ τὶς ἡ μεγαλωσύνη αὐτοῦ, τοῦτο οὐκ οἶδεν· ὅτι πανταχοῦ πάρεσιν ἐπίσταται, τὸ δὲ πῶς οὐκ ἐπίσταται· ὅτι προνοεῖ καὶ συνέχει τὰ πάντα καὶ συγκρατεῖ μετ’ ἀκριβείας, οὐκ ἀγνοεῖ, τὸν δὲ τρόπον καθ’ ὃν ταῦτα ποιεῖ ἀγνοεῖ. Διὰ τοῦτο ἔλεγεν· «Ἐκ μέρους γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν».

Ϛ’. Ἀλλὰ γάρ, εἰ δοκεῖ, τὸν Παῦλον ἀφέντες καὶ τοὺς προφήτας, ἀνέλθωμεν εἰς τοὺς οὐρανούς· μὴ ποτε ἐκεῖ τινὲς εἰσιν εἰδότες, τὶ τὴν οὐσίαν ἐστὶν ὁ Θεός. Μάλιστα μὲν γάρ, κἂν εὑρεθῶσιν εἰδότες, οὐδὲν κοινὸν πρὸς ἡμᾶς· πολὺ γὰρ τὸ μέσον ἀγγέλων καὶ ἀνθρώπων· πλὴν ἀλλ’ ἵνα ἐκ περιουσίας μάθῃς, ὅτι οὐδὲ ἐκεῖ τις οἶδε κτιστὴ δύναμις τοῦτο, ἀκούσωμεν τῶν ἀγγέλων. Τὶ οὖν; Περὶ τῆς οὐσίας ταύτης ἐκεῖ διαλέγονται, καὶ πρὸς ἑαυτοὺς ζητοῦσιν; Οὐδαμῶς· ἀλλὰ τί; Δοξάζουσι, προσκυνοῦσι, τὰς ἐπινικίους καὶ μυστικὰς ᾠδὰς διηνεκῶς ἀναπέμπουσι μετὰ πολλῆς τῆς φρίκης· καὶ οἱ μὲν λέγουσι· «Δόξα ἐν ὑψίστοις Θεῷ»· τὰ δὲ Σεραφίμ· «Ἅγιος, ἅγιος, ἅγιος», καὶ τοὺς ὀφθαλμοὺς ἀποστρέφουσιν, οὐδὲ τὴν συγκατάβασιν ἐνεγκεῖν δυνάμενα τοῦ Θεοῦ· τὰ δὲ Χερουβίμ· «Εὐλογημένη ἡ δόξα αὐτοῦ ἐκ τοῦ τόπου αὐτοῦ»· οὐχ ὅτι τόπος περὶ Θεόν, μὴ γένοιτο· ἀλλ’ ὡς ἂν εἴποιμεν ἀνθρωπίνως φθεγγόμενοι, ὅπουπερ ἂν ἐστιν, ἢ ὅπως ἂν ἐστιν· εἰ δὴ καὶ τοῦτο ἀσφαλὲς ἐπὶ Θεοῦ εἰπεῖν· ἀνθρωπίνην γὰρ ἔχομεν γλῶτταν. Εἶδες πόσος ἄνω φόβος, πόση κάτω καταφρόνησις; Ἐκεῖνοι δοξάζουσιν, οὔτε περιεργάζονται· εὐφημοῦσιν ἐκεῖνοι, πολυπραγμονοῦσιν οὗτοι· ἐκεῖνοι τὰς ὄψεις ἀποκρύπτουσιν, οὗτοι φιλονεικοῦσιν ἐνατενίζειν ἀναισχύντως εἰς τὴν ἀνεκδιήγητον δόξαν. Τὶς οὐκ ἂν στενάξειε, τὶς οὖν ἂν θρηνήσειεν αὐτοὺς τῆς παραπληξίας καὶ τῆς ἐσχάτης ταύτης ἀνοίας; Ἐβουλόμην μὲν οὖν μακροτέρω προαγαγεῖν τὸν λόγον, ἀλλ’ ἐπειδὴ νῦν πρῶτον εἰς ταῦτα κατέβην τὰ παλαίσματα, λυσιτελὲς ὑμῖν εἶναι νομίζω ἀρκεσθῆναι τέως τοῖς εἰρημένοις, ὥστε μὴ τὸ πλῆθος τῶν μελλόντων ῥηθήσεσθαι ἐπελθὸν πολλῇ τῇ ῥύμῃ παρασύρῃ καὶ τούτων τὴν μνήμην· πάντως δέ, ἂν ὁ Θεὸς ἐπιτρέπῃ, ταύτην λοιπὸν μέχρι πολλοῦ τὴν ὑπόθεσιν ἐργασόμεθα. Ἐγὼ μὲν γὰρ καὶ πάλαι τούτους ὤδινον πρὸς ὑμᾶς τοὺς λόγους εἰπεῖν, μέλλον δὲ καὶ ἀνεβαλλόμην, ὅτι πολλοὺς τῶν ταῦτα νοσούντων ἑώρων μεθ’ ἡδονῆς ἡμῶν ἀκροωμένους, καὶ οὐ βουλόμενος ἀποσοβῆσαι τὴν θήραν, τὼς ἐπεῖχον τὴν γλῶτταν τούτων τῶν παλαισμάτων, ὥστε μετὰ τὸ κατασχεῖν αὐτοὺς ἀκριβῶς, τότε ἐπαποδύσασθαι· ἐπειδὴ δὲ διὰ τὴν τοῦ Θεοῦ χάριν αὐτῶν ἤκουσα παρακαλούντων καὶ ἐνοχλούντων εἰς τούτους ἐμβῆναι τοὺς ἀγῶνας, θαῤῥῶν ἀπεδυσάμην λοιπόν, καὶ τὰ ὅπλα ἔλαβον τὰ τοὺς λογισμοὺς καθαιροῦντα καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Ταῦτα δὲ ἔλαβον τὰ ὅπλα, οὐχ ἵνα καταβαλῶ τοὺς ἐναντίους, ἀλλ’ ἵνα ἀναστήσω κειμένους· τοιαύτη γὰρ τῶν ὅπλων τούτων ἡ δύναμις, τοὺς μὲν φιλονεικοῦντας πλήττειν οἶδε, τοὺς δὲ εὐγνωμόνως ἀκούοντας μετὰ πολλῆς θεραπεύειν τῆς ἐπιμελείας· οὐχὶ δίδωσι τραύματα, ἀλλ’ ἰᾶται τραύματα.

ζ’. Μὴ τοίνυν πρὸς ἐκείνους ἀγριαίνωμεν, μηδὲ θυμὸν προβαλλώμεθα, ἀλλὰ μετὰ ἐπιεικείας αὐτοῖς διαλεγώμεθα· οὐδὲν γὰρ ἐπιεικείας καὶ πραότητος ἰσχυρότερον. Διὰ τοῦτο καὶ Παῦλος πολλῇ τῇ σπουδῇ τοῦτο τοῦ πράγματος ἀντέχεσθαι ἐκέλευσε λέγω· «Δοῦλον δὲ Κυρίου οὐ δὲ μάχεσθαι, ἀλλ’ ἤπιον εἶναι πρὸς πάντας». Οὐκ εἶπε, Πρὸς ἀδελφοὺς μόνον, ἀλλά, πρὸς πάντας. Καὶ πάλιν, «Τὸ ἐπιεικεῖς ὑμῶν γνωσθήτω»· οὐκ εἶπε τοῖς ἀδελφοῖς, ἀλλὰ πᾶσιν ἀνθρώποις. Τὶ γάρ, φησίν, ὄφελος ἐὰν τοὺς φιλοῦντας ὑμᾶς φιλῆτε; Ἂν μὲν οὖν βλάπτωσιν αὐτῶν αἱ φιλίαι, καὶ πρὸς κοινωνίαν τῆς ἀσεβείας ἕλκωσι, κἂν οἱ γεγεννηκότες ὦσιν, ἀποπήδησον· κἂν ὀφθαλμὸς ᾗ, ἐξόρυξον· «Ἐὰν γάρ, φησίν, ὀφθαλμὸς σου ὁ δεξιὸς σκανδαλίζῃ σε, ἔκκοψον αὐτόν»· οὐ περὶ σώματος λέγων, πῶς γάρ; Εἰ γὰρ περὶ τῆς τοῦ σώματος φύσεως ἔλεγε, τὸ ἔγκλημα εἰς τὸν τῆς φύσεως δημιουργὸν διέβαινεν· ἄλλως δὲ οὐχὶ τὸν ἕνα ἐξορύττειν ἐχρῆν· κἂν γὰρ ὁ ἀριστερὸς ὑπολειφθῇ, ὁμοίως σκανδαλίζει τὸν ἔχοντα. Ἀλλὰ ἵνα μάθῃς, ὅτι οὐ περὶ ὀφθαλμοῦ ὁ λόγος, προσέθηκε τὸν δεξιόν, δεικνύς, ὅτι κἂν ὡς δεξιὸν ὀφθαλμὸν ἔχῃς τινὰ φίλον, καὶ τοῦτον ἔκβαλε, καὶ ἀπότεμε τῆς πρὸς σὲ φιλίας, ἐὰν σε σκανδαλίζῃ. Τὶ γὰρ ὄφελος ἔχειν ὀφθαλμὸν ἐπὶ λύμῃ τοῦ λοιποῦ σώματος; Ἂν μὲν οὖν, ὅπερ ἔφην, βλάπτωσιν αἱ φιλίαι, φεύγωμεν καὶ ἀποπηδῶμεν· ἐὰν δὲ μηδὲν ἡμᾶς εἰς τὸν τῆς εὐσεβείας ἀδικῶσι λόγον, ἕλκωμεν καὶ ἐπισπώμεθα πρὸς ἑαυτοὺς ἐκείνους· εἰ δὲ μήτε αὐτὸν ὠφελεῖς, καὶ τὴν παρ’ ἐκείνου δέχῃ βλάβην, κέρδανον τὸ μεῖναι διὰ τῆς ἐκκοπῆς ἀσινής, καὶ φεῦγε αὐτῶν τὰς φιλίας, ἂν βλάπτωσι· φεῦγε μόνον, μὴ μάχου, μηδὲ πολεμεῖ. Οὕτω καὶ Παῦλος παραινῶν λέγει· «Εἰ δυνατόν, τὸ ἐξ ὑμῶν, μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες». Δοῦλος εἶ τοῦ τῆς εἰρήνης Θεοῦ· ἐκεῖνος τοὺς δαίμονας ἐκβάλλων καὶ μυρία ἐργαζόμενος ἀγαθά, ἐπειδὴ δαιμονῶντα αὐτὸν ἐκάλεσαν, οὐκ ἀφῆκε σκηπτόν, οὐ συνέτριψε τοὺς λοιδοροῦντας, οὐ κατέκαυσε τὴν γλῶτταν τὴν οὕτως ἀναίσχυντον καὶ ἀγνώμονα, καίτοι πάντα ταῦτα δυνάμενος, ἀλλ’ ἀπεκρούσατο τὴν κατηγορίαν μόνον εἰπών. «Ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν πέμψαντα μέ». Ἐπειδὴ δὲ καὶ ὁ δοῦλος τοῦ ἀρχιερέως αὐτὸν ἔτυψε, τὶ φησιν; «Εἰ μὲν κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τὶ με δέρεις»; Εἰ δὲ ὁ Δεσπότης τῶν ἀγγέλων ἀπολογεῖται, καὶ εὐθύνας δίδωσιν οἰκέτῃ, οὐ χρεία μακροτέρων λόγων. Ταῦτα μόνον στρέφε τὰ ῥήματα ἐν τῇ διανοίᾳ, καὶ συνεχῶς αὐτὰ μελέτα καὶ λέγε· «Εἰ μὲν κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς τὶ με δέρεις»; Καὶ ἐννόησον τὸν λέγοντα, καὶ πρὸς τίνα φησί, καὶ τίνος ἕνεκεν, καὶ ἔσται σοι θεία τις ἐπῳδὴ καὶ διηνεκὴς τὰ ῥήματα ταῦτα, καὶ πᾶσαν δυνήσεται φλεγμονὴν καταστεῖλαι· ἐννόησον τὸ ἀξίωμα τοῦ ὑβρισθέντος, τὸ εὐτελὲς τοῦ ὑβρίσαντος, τὴν ὑπερβολὴν τῆς ὕβρεως. Οὐ γὰρ ἐλοιδορήσατο μόνον, ἀλλὰ καὶ ἐτύπτησε· καὶ οὐκ ἐτύπτησεν ἁπλῶς, ἀλλὰ καὶ ἐῤῥάπισεν· οὐδὲν δὲ ταύτης τῆς πληγῆς ἀτιμότερον· ἀλλ’ ὅμως ἅπαντα ἤνεγκεν, ἵνα ἐκ περιουσίας μάθῃς σὺ σωφρονεῖν. Ταῦτα μὴ μόνον ἐνταῦθα φιλοσοφῶμεν, ἀλλὰ καὶ ὅταν καιρὸς ᾗ, αὐτῶν μνημονεύωμεν. Ἐπῃνέσατε τὰ λεγόμενα, ἀλλ’ ἐπὶ τῶν ἔργων ἐπιδείξατέ μοι τὸν ἔπαινον. Καὶ γὰρ ὁ παλαιστὴς ἐν τῇ παλαίστρᾳ γυμνάζεται, ἵνα ἐπὶ τῶν ἀγώνων δείξῃ τῆς ἐκεῖ γυμνασίας τὴν ὠφέλειαν· καὶ σὺ τοίνυν τῆς ἐνταῦθα ἀκροάσεως, ὅταν ἐπέλθῃ θυμός, δεῖξον τὸ κέρδος, καὶ τοῦτο συνεχῶς λέγε τὸ ῥῆμα, «Εἰ μὲν κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τὶ με δέρεις»; Τοῦτο ἔγγραψον τῇ διανοίᾳ· διὰ τοῦτο γὰρ συνεχῶς ὑπομιμνήσκω τούτων τῶν λόγων ὑμᾶς, ὥστε ἐντεθῆναι ὑμῶν τῇ ψυχῇ τὰ εἰρημένα ἅπαντα, ὥστε ἀνεξάλειπτον μεῖναι τὴν μνήμην, καὶ τὴν ἀπὸ τῆς μνήμης ὠφέλειαν. Ἂν γὰρ ἔχωμεν ἐγγεγραμμένα τὰ ῥήματα ταῦτα ἐπὶ τὸ πλάτος τῆς διανοίας τῆς ἡμετέρας, οὐδεὶς οὕτω λίθινος καὶ ἀγνώμων καὶ ἀναίσθητος, ὡς ἐξενεχθῆναί ποτε πρὸς ὀργήν· ἀντὶ γὰρ χαλινοῦ παντὸς καὶ πάσης ἡνίας, τὴν γλῶτταν ἡμῖν πέρα τοῦ μέτρου καὶ τοῦ προσήκοντος ἐκφερομένην ταῦτα ἐπισχεῖν δυνήσεται τὰ ῥήματα, καὶ τὴν διάνοιαν οἰδοῦσαν καταστεῖλαι, καὶ ποιῆσαι μετριάζειν διηνεκῶς, καὶ ὁλόκληρον ἡμῖν ἐγκατοικίσαι τὴν εἰρήνην· ἧς γένοιτο διαπαντὸς ἡμᾶς ἀπολαύειν, χάριτι καὶ φιλανθρωπίαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι ἡ δόξα καὶ τὸ κράτος καὶ ἡ προσκύνησις, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: Λόγος Δεύτερος – Πρὸς Ἀνομοίους πρὸ πολλῶν ἡμερῶν, εἶτα πρὸς Ἰουδαίους, εἶτα σιγήσαντος διὰ παρουσίαν ἐπισκόπων καὶ μαρτύρων μνήμας πολλῶν γενομένας, νῦν πάλιν πρὸς Ἀνομοίους περὶ ἀκαταλήπτου
Προηγούμενο: Περὶ Ἀκαταλήπτου, ἀπόντος τοῦ Ἐπισκόπου, πρὸς ἀνομοίους
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 48
Ἀρχικὴ Σελίδα: Τέρτιος