Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 48

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Λόγος Τέταρτος — Περὶ Ἀκαταλήπτου Πρὸς τοὺς Ἀνομοίους
Προηγούμενο: Λόγος Δεύτερος – Πρὸς Ἀνομοίους πρὸ πολλῶν ἡμερῶν, εἶτα πρὸς Ἰουδαίους, εἶτα σιγήσαντος διὰ παρουσίαν ἐπισκόπων καὶ μαρτύρων μνήμας πολλῶν γενομένας, νῦν πάλιν πρὸς Ἀνομοίους περὶ ἀκαταλήπτου
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 48

Λόγος Τρίτος — Περὶ Ἀκαταλήπτου, καὶ ὅτι οὐδὲ ἡ συγκατάβασις τοῦ Θεοῦ φορητὴ τοῖς Σεραφίμ.

α’. Οἱ φιλόπονοι τῶν γεωργῶν, ἐπειδὰν ἴδωσι δένδρον ἄκαρπον καὶ ἀνήμερον τοῖς αὐτῶν λυμαινόμενον πόνοις, καὶ τῇ τῆς ῥίζης τραχύτητι καὶ τῇ βαρύτητι τῆς σκιᾶς διάφθειρον τὰ ἥμερα τῶν φυτῶν, μετὰ πολλῆς ἐκτέμνουσιν αὐτὸ τῆς σπουδῆς. Πολλάκις δὲ αὐτοῖς καὶ ἄνεμός ποθεν ἐπελθών, συνεφάπτεται τῆς τομῆς, καὶ τῇ κόμῃ τοῦ δένδρου προσπεσών, καὶ μετὰ πολλῆς τινάξας τῆς σφοδρότητος, συνέκλασέ τε αὐτό, καὶ εἰς τὴν γῆν ἔῤῥιψε, καὶ τοῦ πόνου τὸ πλέον αὐτοῖς ἐπεκούφισεν. Ἐπεὶ οὖν καὶ ἡμεῖς δένδρον ἐκτέμνομεν ἄγριον καὶ ἀνήμερον, τῶν Ἀνομοίων τὴν αἵρεσιν, παρακαλέσωμεν τὸν Θεὸν πέμψαι τοῦ Πνεύματος ἡμῖν τὴν χάριν, ἵνα ἀνέμου σφοδρότερον παντὸς προσβαλοῦσα πρόῤῥιζον ἀνασπάσῃ τὴν αἵρεσιν, τὸ πλέον ἡμῖν ἐπικουφίζουσα τοῦ πόνου. Ἤδη γὰρ που καὶ γῆ χερσωθεῖσα, καὶ γεωργικῶν οὐκ ἀπολαύσασα χειρῶν, πονηρὰς βοτάνας, καὶ ἀκανθῶν πλῆθος, καὶ δένδρα ἄγρια ἐξέβρασεν ἐκ τῶν οἰκεῖν κόλπων πολλάκις· οὕτω καὶ ἡ γῶν Ἀνομοίων ἐρημωθεῖσα ψυχή, καὶ τῆς ἀπὸ τῶν Γραφῶν ἐπιμελείας οὐκ ἀπολαύσασα, οἴκοθεν καὶ παρ’ ἑαυτῆς τὴν ἀγρίαν ταύτην καὶ ἀνήμερον ἐξέβρασεν αἵρεσιν. Τοῦτο γὰρ τὸ δένδρον οὐ Παῦλος ἐφύτευσεν, οὐκ Ἀπολλῶς ἐπότισεν, οὐχ ὁ Θεὸς ηὔξανεν, ἀλλ’ ἐφύτευσε μὲν λογισμῶν ἄκαιρος περιεργία, ἐπότισε δὲ ἀπονοίας τῦφος ηὔξησε δὲ φιλοδοξίας ἔρως. Καὶ δεῖ τῆς τοῦ Πνεύματος ἡμῖν φλογός, ἵνα μὴ μόνον ἀνασπάσωμεν, ἀλλὰ καὶ κατακαύσωμεν τὴν πονηρὰν ταύτην ῥίζαν. Καλέσωμεν τοίνυν αὐτόν, τὸν ὑπ’ ἐκείνων μὲν βλασφημούμενον, ὑφ’ ἡμῶν δὲ εὐφημούμενον Θεόν, καὶ παρακαλέσωμεν, ὥστε καὶ τὴν γλῶτταν ἡμῶν πρὸς πλείονα διεγείραι δρόμον, καὶ τὴν διάνοιαν ἡμῖν πρὸς σαφεστέραν διανοῖξαι τῶν λεγομένων ἀνάπτυξιν. Ὑπὲρ γὰρ αὐτοῦ καὶ τῆς αὐτοὺς δόξης ἅπας ἡμῖν ὁ πόνος, μᾶλλον δὲ ὑπὲρ τῆς σωτηρίας τῆς ἡμετέρας.

Τὸν μὲν γὰρ Θεὸν οὐδεὶς οὔτε ἀτιμάζων παραβλάψαι δυνήσεται, οὔτε εὐφημῶν λαμπρότερον ἀποφῆναι· ἀλλ’ ἐπὶ τῆς οἰκείας ἀεὶ μένει δόξης, οὔτε εὐφημίαις αὐξανόμενος, οὔτε ἐλαττούμενος βλασφημίαις· τῶν δὲ ἀνθρώπων οἱ μὲν δοξάζοντες αὐτὸν κατ’ ἀξίαν, μᾶλλον δὲ κατ’ ἀξίαν μὲν οὐδενὶ δυνατόν, εἰς δὲ δύναμιν τὴν ἑαυτῶν, τὴν ἀπὸ τῇ δοξολογίας ὠφέλειαν καρποῦνται· οἱ δὲ βλασφημοῦντες καὶ ἐξευτελίζοντες, τὴν οἰκείαν λυμαίνονται σωτηρίαν. Τὸ γάρ, «Ὁ βαλὼν λίθον ἐς ὕψος, εἰς τὴν κεφαλὴν ἑαυτοῦ ἔβαλε, περὶ τῶν βλασφημούντων τις εἴρηκε». Καθάπερ γὰρ ὁ λίθον πρὸς ὕψος ἀκοντίζων, τοῦ οὐρανοῦ μὲν τὸ σῶμα διατεμεῖν οὐ δυνήσεται, οὔτε πρὸς τὸ ὕψος φθάσαι ἐκεῖνο, τὴν δὲ πληγὴν τῇ οἰκείᾳ δέχεται κορυφῇ, πρὸς τὸν ἀκοντίσαντα ἐπανιόντος τοῦ λίθου· οὕτω δὴ καὶ ὁ βλασφημῶν τὴν μακαρίαν ἐκείνην οὔσαιν, ἐκείνην μὲν οὐδὲν ἂν παραβλάψειέ ποτε πολλῷ μείζονα οὖσαν καὶ ὑψηλοτέραν, ἢ ὥστε δέξασθαί τινα βλάβην, κατὰ δὲ τῆς ἑαυτοῦ ψυχῆς τὸ ξίφος ἀκονᾷ, ἀγνώμων περὶ τὸν εὐεργέτην γενόμενον. Καλῶμεν τοίνυν αὐτὸν τὸν ἀνέκφραστον, τὸν ἀπερινόητον Θεόν, τὸν ἀόρατον, τὸν ἀκατάληπτον, τὸν νικῶντα γλώττης δύναμιν ἀνθρωπίνης, τὸν ὑπερβαίνοντα θνητῆς διανοίας κατάληψιν, τὸν ἀνεξιχνίαστον ἀγγέλοις, τὸν ἀθέατον τοῖς Σεραφίμ, τὸν ἀκατανόητον τοῖς Χερουβίμ, τὸν ἀόρατον ἀρχαῖς, ἐξουσίαις, δυνάμεσι, καὶ ἁπλῶς πάσῃ τῇ κτίσει, ὑπὸ δὲ Υἱοῦ μόνου καὶ Πνεύματος ἁγίου γνωριζόμενον. Καὶ οἶδα μὲν ὅτι ἀλαζονείαν καταγνώσονται τοῦ λόγου, ὅτι καὶ ταῖς ἀνωτέρω δυνάμεσιν ἀκατάληπτον αὐτὸν εἶπον εἶναι· ἐγὼ δὲ διὰ τοῦτο πολλὴν αὐτῶν καταγνώσομαι μανίαν καὶ ἀπόνοιαν. Ἀλαζονεία γὰρ οὐ τὸ λέγειν, ὅτι τῆς τῶν γεννητῶν ἁπάντων καταλήψεως ἀνώτερός ἐστιν ὁ δημιουργός, ἀλλὰ τὸ λέγειν, ὅτι τὸν ταῖς ἄνω δυνάμεσιν ἀκατάληπτον δυνατὸν αὐτοῖς τοῖς χαμαὶ ἐρχομένοις, καὶ τοσοῦτον ἐκείνων ἀφεστηκόσι, τῇ τῶν οἰκείων λογισμῶν ἀσθενείᾳ περιγράψαι καὶ περιλαβεῖν. Ἐγὼ μὲν οὖν, ἂν μὴ δείξω τοῦτο ὅπερ ὑπεσχόμην, δίκαιος ἂν εἴην ἀλαζονείας ὑποστῆναι ἔγκλημα· ὑμεῖς δὲ εἰ μετὰ τὸ δεῖξαί με ταῖς ἄνω δυνάμεσιν ὄντα ἀκατάληπτον, διισχυρίζεσθε ἔτι καὶ φιλονεικεῖτε αὐτὸν εἰδέναι, πόσων ἂν εἴητε βαράθρων, πόσων δὲ κρημνῶν ἄξιοι, τὰ ταῖς ἀσωμάτοις δυνάμεσιν ἀπάσαις ἀθέατα ἀλαζονευόμενοι μετὰ ἀκριβείας εἰδέναι;

β’. Φέρε οὖν, ἐπὶ τὰς ἀποδείξεις λοιπὸν αὐτὰς χωρῶμεν, πάλιν ἐπὶ τὴν εὐχὴν τὸν λόγον τρέψαντες· πολλάκις γὰρ αὐτὴ τῆς εὐχῆς ἡ ἀκολουθία παρέξει τῶν ζητουμένων ἡμῖν τὴν ἀπόδειξιν. Καλῶμεν τοίνυν αὐτὸν τὸν «Βασιλέα τῶν βασιλευόντων, καὶ τὸν Κύριον τῶν κυριευόντων, τὸν μόνον ἔχοντα ἀθανασίαν, καὶ φῶς ἀπρόσιτον οἰκοῦντα, ὃν εἶδεν οὐδεὶς ἀνθρώπων, οὐδὲ ἰδεῖν δύναται· ᾧ τιμὴ καὶ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν». Ταῦτα οὐκ ἐμά, ἀλλὰ Παύλου τὰ ῥήματα· σὺ δὲ μοι κατάμαθε αὐτοῦ τῆς ψυχῆς εὐλάβειαν καὶ πόθον ἐῤῥιζωμένον. Μνησθεὶς γὰρ τοῦ Θεοῦ, οὐ πρότερον ἠνέσχετο πρὸς τὴν ἀκολουθίαν ἐκβῆναι τῆς διδασκαλίας, ἕως τὸ ὀφειλόμενον αὐτῷ χρέος ἀπέδωκεν εἰς δοξολογίαν κατακλείσας τὸν λόγον. Εἰ γὰρ «Μνήμη δίκαι μετ’ ἐγκωμίων», πολλῷ μᾶλλον μνήμη Θεοῦ μετ’ εὐφημίας. Ποιεῖ δὲ αὐτὸ καὶ ἐν προοιμίοις ἐπιστολῶν· ἀρχόμενος γὰρ ἐπιστολῆς πολλάκις, ἐπειδὰν μνησθῇ τοῦ Θεοῦ, οὐ πρότερον ἐπὶ τὴν διδασκαλίαν πρόεισιν, ἕως ἂν ἀποδῷ τὴν ὀφειλομένην αὐτῷ δοξολογίαν. Ἄκουσον γοῦν Γαλάταις γραφῶν πῶς φησι· «Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ, τοῦ δόντος ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ ἐνεστῶτος αἰῶνος τοῦ πονηροῦ κατὰ τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρός, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν». Καὶ πάλιν ἀλλαχοῦ· «τῷ δὲ βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν». Ἆρα οὖν ἐπὶ τοῦ Πατρὸς αὐτὸ ποιεῖ μόνον, ἐπὶ δὲ τοῦ Υἱοῦ οὐχ οὕτως; Ἄκουσον γοῦν πῶς καὶ ἐπὶ τοῦ Μονογενοῦς τὸ αὐτὸ τοῦτο πεποίηκεν· εἰπὼν γὰρ ὅτι, «Ηὐχόμην ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου κατὰ σάρκα, ἐπήγαγεν· ὧν ἡ υἱοθεσία, καὶ αἱ διαθῆκαι, καὶ ἡ νομοθεσία, καὶ αἱ λατρεῖαι, καὶ αἱ ἐπαγγελίαι ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὣν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν». Ὥσπερ γὰρ τῷ Πατρί, οὕτω καὶ τῷ Μονογενεῖ τὴν δοξολογίαν πρότερον ἀποδούς, τότε ἐπὶ τὴν ἀκολουθίαν ἦλθε τοῦ λόγου· ἤκουσε γὰρ τοῦ Χριστοῦ λέγοντος· «Ἵνα πάντες τιμῶσι τὸν Υἱόν, καθὼς τιμῶσι τὸν Πατέρα». Καί, ἵνα μάθητε ὅτι αὐτή ἡμῖν ἡ εὐχὴ παρέξει τὴν ἀπόδειξιν, φέρε αὐτὴν εἰς μέσον ἀγάγωμεν· «Ὁ βασιλεὺς τῶν βασιλευόντων, φησί, καὶ Κύριος τῶν κυριευόντων, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον». Ἐνταῦθα στῆθι, καὶ ἐρώτησον τὸν αἱρετικόν, τὶ ποτὲ ἐστι τοῦτο, τὸ φῶς οἰκῶν ἅπρόσιτον, καὶ πρόσεχε τῇ ἀκριβείᾳ τοῦ Παύλου. Οὐκ εἶπε, Φῶς ὣν ἀπρόσιτον, ἀλλά, «Φῶς οἰκῶν ἀπρόσιτον»· ἵνα μάθῃς ὅτι εἰ ὁ οἶκος ἀπρόσιτος, πόσῳ μᾶλλον ὁ ἐνοικῶν αὐτὸν Θεός. Ταῦτα δὲ ἔλεγεν, οὐχ ἵνα οἶκον καὶ τόπον περὶ Θεὸν ὑποπτεύσῃς, ἀλλ’ ἵνα ἐκ πολλῆς τῆς περιουσίας τὸ ἀκατάληπτον μάθῃς. Ἀλλ’ οὐδὲ φῶς οἰκῶν ἀκατάληπτον εἶπεν, ἀλλὰ ἀπρόσιτον, ὃ τοῦ ἀκαταλήπτου πολλῷ μεῖζόν ἐστι. Τὸ μὲν γὰρ ἀκατάληπτον λέγεται, ὅταν ἐρευνηθὲν καὶ ζητηθὲν μὴ καταληφθῇ παρὰ τῶν ζητούντων αὐτό· ἀπρόσιτον δὲ ἐστιν, ὃ μηδὲ ἐρευνᾶσθαι ἀνέχεται τὴν ἀρχήν, μηδὲ ἐγγὺς αὐτοῦ γενέσθαι τις δύναται. Οἷον ἀκατάληπτον λέγεται πέλαγος, εἰς ὃ καθιέντες αὐτοὺς οἱ κολυμβηταί, καὶ πρὸς πόλη καταφερόμενοι βάθος, τὸ πέρας ἀδυνατοῦσιν εὑρεῖν· ἀπρόσιτον δὲ ἐκεῖνο λέγεται, ὃ μήτε τὴν ἀρχὴν ζητηθῆναι δυνατόν, μηδὲ ἐρευνηθῆναι.

γ’. Τὶ πρὸς ταῦτα ἂν εἴποις; Ἀλλὰ ἀνθρώποις, φησίν, ἀκατάληπτον, οὐχὶ δὲ ἀγγέλοις, οὐδὲ ταῖς ἄνω δυνάμεσι. Σὺ μὲν οὖν ἄγγελος εἶ, εἰπὲ μοι, καὶ εἰς τὸν χορὸν τῶν ἀσωμάτων δυνάμεων τελεῖς; Οὐχὶ ἀνθρώπως εἶ, καὶ τῆς αὐτῆς οὐσίας ἐμοί, ἢ καὶ τῆς φύσεως ἐπιλέλησαι; Θῶμεν γὰρ ἀπρόσιτον ἀνθρώποις εἶναι μόνον, καίτοι γε τοῦτο οὐ πρόσκειται, οὐδὲ εἶπεν ὁ Παῦλος· ἄνθρωπος μὲν φῶ οἰκῶν ἀπρόσιτον· πλὴν ἀλλ’, εἰ βούλει, κατὰ συγχώρησιν θῶμεν· οὐχὶ καὶ αὐτὸς ἄνθρωπος εἶ; Τὶ οὖν εἰ καὶ ἀγγέλοις ἀπρόσιτον μὴ ᾗ, τὶ τοῦτο πρὸς σὲ τὸν φιλονεικοῦντα καὶ περιεργαζόμενον καὶ λέγοντα ἀνθρωπίνῃ φύσει καταληπτὴν εἶναι τὴν οὐσίαν ἐκείνην; Ἵνα δὲ μάθῃς, ὅτι οὐκ ἀνθρώποις μόνον, ἀλλὰ καὶ ταῖς ἄνω δυνάμεσιν ἐστιν ἀπρόσιτος, ἄκουσον ὁ Ἠσαΐας τὶ φησιν· ὅταν δὲ εἴπω τὸν Ἠσαΐαν, τοῦ Πνεύματος τὴν ἀπόφασιν λέγω· προφήτης γὰρ πᾶς τὰ τῆς τοῦ Πνεύματος ἐνεργείας φθέγγεται· «Καὶ ἐγένετο τοῦ ἔτους οὐ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς, εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου, καὶ τὰ Σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ, ἓξ πτέρυγες τῷ ἑνί, καὶ ἓξ πτέρυγες τῷ ἑνί, καὶ ταῖς μὲν δυσὶ κατεκάλυπτον τὰ πρόσωπα αὐτῶν, ταῖς δὲ δυσὶ τοὺς πόδας». Τινὸς ἕνεκεν, εἰπὲ μοι, καλύπτουσι τὰ πρόσωπα καὶ προβάλλονται τὰς πτέρυγας; Τινὸς δὲ ἕνεκεν ἑτέρου, ἀλλ’ ἢ διὰ τὸ μὴ φέρειν τὴν ἐκ τοῦ θρόνου πηδῶσαν ἀστραπὴν καὶ τὰς μαρμαρυγὰς ἐκείνας; Καίτοι γε οὐκ αὐτὸ ἄκρατον ἑώρων τὸ φῶς, οὐδ’ αὐτὴν ἀκραιφνῆ τὴν οὐσίαν, ἀλλὰ συγκατάβασις, ἦν τὰ ὁρώμενα. Τὶ δὲ ἐστι συγκατάβασις; Ὄτα μὴ ὡς ἐστιν ὁ Θεὸς φαίνηται, ἀλλ’ ὡς ὁ δυνάμενος αὐτὸν θεωρεῖν οἶός τὲ ἐστιν, οὕτως ἑαυτῷ δεικνύῃ, ἐπιμετρῶν τῇ τῶν ὁρώντων ἀσθενείᾳ τῆς ὄψεως τὴν ἐπίδειξιν. Καὶ ὅτι συγκατάβασις ἦν, ἐξ αὐτῶν τῶν ῥημάτων δῆλον· «Εἶδον γάρ, φησί, τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου»· Θεὸς δὲ οὐ κάθηται· σωμάτων γὰρ ὁ σχηματισμὸς οὗτος· καὶ ἐπὶ θρόνου, Θεὸς δὲ θρόνῳ οὐκ ἐμπεριείληπται, ἀπερίγραπτον γὰρ τὸ θεῖον. Ἀλλ’ ὅμως οὐδὲ συγκατάβασιν ἠδυνήθησαν ἐνεγκεῖν, καίτοι πλησίον ἑστῶσαι· τὰ γὰρ «Σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ». Δι’ αὐτὸ μὲν οὖν μάλιστα τοῦτο οὐκ ἴσχυσαν ἰδεῖν, ἐπειδὴ πλησίον ἦσαν· πλησίον δὲ οὐ τόπῳ φησίν, ἀλλὰ δεῖξαι βουλόμενος τὸ Πνεῦμα τὸ ἅγιον, ὅτι, καίτοι γὲ ἡμῶν ἐγγύτεραι οὖσαι τῇ οὐσίᾳ ἐκείνῃ, οὐδὲ οὕτως αὐτὴν δύνανται θεωρεῖν, διὰ τοῦτό φησι, «Καὶ τὰ Σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ», οὐχὶ τόπον πάλιν αἰνιττόμενος, ἀλλὰ τῇ κατὰ τὸν τόπον ἐγγύτητι τὸ ἡμῶν ἐγγυτέρας αὐτὰς εἶναι παραδηλῶν. Τὸ γὰρ ἀκατάληπτον οὐχ οὕτως ἡμεῖς ἴσμεν, ὡς ἐκεῖναι αἱ δυνάμεις, ὅσῳ καθαρώτεραι καὶ σοφώτεραι καὶ διορατικώτεραι τῆς ἀνθρωπίνης φύσεως εἰσί. Καθάπερ γὰρ τὸ τῶν ἡλιακῶν ἀκτίνων ἀπρόσιτον οὐχ οὕτως οἶδεν ὁ τυφλὸς ὡς ὁ βλέπων, οὕτω καὶ τὸ τοῦ Θεοῦ ἀκατάληπτον οὐχ οὕτως ἡμεῖς ἴσμεν ὡς ἐκεῖναι. Ὅσον γὰρ τυφλοῦ καὶ βλέποντος τὸ μέσον, τοσοῦτον ἡμῶν καὶ ἐκείνων τὸ διάφορον. Ὥστε κἂν τοῦ προφήτου λέγοντος ἀκούσῃς, «Εἶδον τὸν Κύριον», μὴ τοῦτο ὑποπτεύσῃς, ὅτι τὴν οὐσίαν εἶδεν ἐκείνην, ἀλλ’ αὐτὴν τὴν συγκατάβασιν, καὶ ταύτην δὲν ἀμυδρότερον, ἤπερ αἱ ἄνω δυνάμεις τοσοῦτον γὰρ ἰδεῖν οὐκ ἂν ἴσχυσεν, ὅσον τὰ Χερουβίμ.

δ’. Καὶ τὶ λέγω περὶ τῆς μακαρίας ἐκείνης οὐσίας, ὅπου γε οὐδὲ ἀγγέλου οὐσίαν δυνατὸν ἀνθρώπῳ μετὰ ἀδείας ἰδεῖν; Καὶ ἵνα μάθητε, ὅτι τοῦτό ἐστιν ἀληθές, ἄνθρωπον εἰς μέσον παράξω Θεοῦ φίλον, παῤῥησίαν ἔχοντα πολλὴν ἐπὶ σοφίᾳ καὶ δικαιοσύνῃ, καὶ ἐπὶ πολλοῖς ἑτέροις μαρτυρηθέντα κατορθώμασι, τὸν ἅγιον Δανιήλ ἵνα, ὅταν ἀποδείξω ἐξασθενοῦντα καὶ διαλυόμενον καὶ καταπίπτοντα ἐκ τῆς τοῦ ἀγγέλου παρουσίας, μηδεὶς δι’ ἁμαρτήματα καὶ πονηρὸν συνειδὸς τοῦτο αὐτὸν πεπονθέναι νομίζῃ, ἀλλὰ δειχθείσης τῆς κατὰ τὴν ψυχὴν αὐτοῦ παῤῥησίας, ἡ τῆς φύσεως ἀσθένεια σαφῶς διελέγχηται. Οὗτος τοίνυν ὁ Δανιήλ ἐνήστευσε τρεῖς ἑβδομάδας ἡμέων, καὶ ἄρτον ἐπιθυμῶν οὐκ ἔφαγεν, οὐδὲ οἶνος καὶ κρέας καὶ σίκερα εἰσῆλθεν εἰς τὸ στόμα αὐτοῦ, οὐδὲ ἄλειμμα ἠλείψατο. Καὶ τότε εἶδε τὴν ὀπτασίαν ἐκείνη, ὅτε ἐπιτηδειοτέρα αὐτῷ ἦν ἡ ψυχὴ πρὸς τῆς τοιαύτης θεωρίας ὑποδοχήν, ὑπὸ τῆς νηστείας κουφοτέρα καὶ πνευματικώτερα γενομένη. Καὶ τὶ φησίν; «Ἦρα τοὺς ὀφθαλμοὺς μου, καὶ εἶδον, καὶ ἰδοὺ ἀνὴρ ἐνδεδυμένος βαδδὶν, τουτέστι στολὴν ἱεράν, καὶ ἡ ὀσφὺς αὐτοῦ περιεζωσμένη χρυσίῳ Ὠφάζ, καὶ τὸ σῶμα αὐτοῦ ὡσεὶ Θαρσεῖς, τὸ πρόσωπον αὐτοῦ ὡσεὶ ὅρασις ἀστραπῆς, οἱ ὀφθαλμοὶ αὐτοῦ ὡσεὶ λαμπάδες πυρός, οἱ βραχίονες αὐτοῦ καὶ τὰ σκέλη ὡσεὶ ὅρασις χαλκοῦ στίλβοντος, ἡ φωνὴ τῶν λόγων αὐτοῦ ὡς φωνὴ ὄχλου. Καὶ ἐγὼ μόνος εἶδον τὴν ὀπτασίαν ταύτην, καὶ οἱ μετ’ ἐμοῦ οὐκ εἶδον, ἀλλ’ ἔκστασις μεγάλη ἔπεσεν ἐπ’ αὐτούς, καὶ ἔφυγον ἐν φόβῳ, καὶ οὐχ ὑπελείφθη ἐν ἐμοὶ ἰσχύς, καὶ ἡ δόξα μου μετεστράφη εἰς διαφθοράν». Τὶ ἐστιν, «Ἡ δόξα μου μετεστράφη εἰς διαφθοράν»; Εὐπρεπὴς ἦν ὁ νεανίας· ἐπεὶ οὖν ὁ φόβος τῆς παρουσίας τοῦ ἀγγέλου, καθάπερ τοὺς ἐκπνέοντας, οὕτως αὐτὸν διέθηκε, πολλὴν κατασκευάσας τὴν ὠχρίαν, καὶ ἀναλώσας τὸ ἄνθος τῆς ὥρας, καὶ δαπανήσας τὴν εὔχροιαν τῆς ἐπιφανείας ἅπασαν, διὰ τοῦτό φησι, «Μετεστράφη ἡ δόξα μου εἰς διαφθοράν». Καθάπερ γάρ, ἡνιόχου φοβηθέντος καὶ τὰς ἡνίας ἀφέντος, ἐπ’ ὄψιν οἱ ἵπποι καταφέρονται πάντες καὶ τὸ ἅρμα ὁλόκληρον περιτρέπεται· οὕτω καὶ ἐπὶ τῆς ψυχῆς συμβαίνειν εἴωθεν, ὅταν ὑπὸ τινος θάμβους καὶ ἀγωνίας κατέχηται· πτοουμένη γάρ, καὶ καθάπερ ἡνίας τινὰς τὰς οἰκείας ἐνεργείας συστέλλουσα ἀφ’ ἑκάστου τῶν αἰσθητηρίων τοῦ σώματος, ἔρημα ἀφίησι τὰ μέλη· εἶτα ἐκεῖνα, ἐρημωθέντα τῆς κατεχούσης αὐτὰ δυνάμεως, διαπίπτει καὶ περικρούεται· ὅπερ καὶ Δανιὴλ ἔπαθε τότε. Τὶ οὖν ὁ ἄγγελος; Ἀνέστησεν αὐτόν, καὶ φησι, «Δανιήλ, ἄνερ ἐπιθυμῶν, σύνες ἐν τοῖς λόγοις τούτοις οἷς ἐγὼ λαλῶ πρὸς σέ, καὶ στῆθι ἐπὶ τῇ στάσει σου, ὅτι νῦν ἀπεστάλην πρὸς σέ». Ὁ δὲ ἀνέστη ἔντρομος. Καὶ ἀρχομένου πάλιν πρὸς αὐτὸν διαλέγεσθαι τοῦ ἀγγέλου, καὶ λέγειν ὅτι, «Ἀπὸ τῆς ἡμέρας ἧς ἔδωκας τὴν καρδίαν σου κακωθῆναι ἐναντίον τοῦ Θεοῦ ἠκούσθησαν οἱ λόγοι σου, κἀγὼ ἦλθον ἐν τοῖς λόγοις σοῦ», πάλιν κατέπεσεν ἐπὶ τὴν γῆν· ὅπερ καὶ ἐπὶ τῶν ἐκλυομένων συμβαίνει. Καθάπερ γὰρ ἐκεῖνοι διεγερθέντες, καὶ εἰς ἑαυτοὺς ἐπανελθόντες, καὶ διαβλέψαντες κατεχόντων ὑμῶν αὐτούς, καὶ ῥαινόντων τὸ πρόσωπον ψυχροῖς νάμασιν, ἐν αὐταῖς ἡμῶν πολλάκις ἔπασχεν. Ἡ γὰρ ψυχὴ φοβηθεῖσα καὶ τὴν ὄψιν τῆς παρουσίας οὐ φέρουσα τοῦ συνδούλου, οὐδὲ τὸ φῶς ἐκεῖνο δυναμένη βαστάζειν ἐθορυβεῖτο, καθάπερ τινὸς ἀλύσεως τοῦ δεσμοῦ τῆς σαρκὸς ἑαυτὴν ἀποῤῥῆξαι ἐπειγομένη. Ἀλλ’ ἐκεῖνος ἔτι κατεῖχεν. Ἀκουέτωσαν οἱ τὸν τῶν ἀγγέλων Δεσπότην περιεργαζόμενοι. Δανιήλ, ὃν ᾐδέσθησαν ὀφθαλμοὶ λεόντων, Δανιήλ, ὁ τὰ ὑπὲρ ἄνθρωπον ἐν ἀνθρωπιῶν σώματι δυνηθείς, συνδούλου παρουσίαν οὐκ ἤνεγκεν, ἀλλ’ ἀπνοῦς ἔκειτο, «Ἐστράφη γάρ, φησί, τὰ ἐντὸς μου ἐν ὁράσει μου, καὶ πνοὴ οὐχ ὑπελείφθη ἐν ἐμοί». Οἱ δὲ τοσοῦτον τῆς ἀρετῆς ἀφεστηκότες τοῦ δικαίου αὐτὴν ὑπισχνοῦνται τὴν οὐσίαν εἰδέναι μετὰ ἀκριβείας ἁπάσης, τὴν ἀνωτάτω καὶ πρώτην καὶ τὰς μυριάδας τῶν ἀγγέλων τούτων παραγαγοῦσαν, ὧν ἕνα ὁ Δανιὴλ ἰδεῖν οὐκ ἴσχυσεν.

ε’. Ἀλλ’ ἐπαναγάγωμεν τὸν λόγον εἰ τὴν προτέραν ὑπόθεσιν, καὶ δείξωμεν ὅτι καὶ ταῖς ἄνω δυνάμεσιν ἀθέατός ἐστιν ὁ Θεός, καὶ ταῦτα συγκαταβαίνων. Τινὸς γὰρ ἕνεκεν, εἰπὲ μοι, τὰς πτέρυγας προβάλλεται τὰ Σεραφίμ; Δι’ οὐδὲν ἕτερον ἀλλ’ ἢ πάντως ἐκεῖνο τὸ ἀποστολικόν, τό, «Φῶς οἰκῶν ἀπρόσιτον», διὰ τῶν ἔργων αὐτῶν προαναφωνοῦσαι, καὶ οὐκ αὗται μόνον, ἀλλὰ καὶ αἱ τούτων ἀνωτέρω τὰ Χερουβίμ. Αὗται μὲν γὰρ πλησίον ἑστήκασιν· ἐκεῖναι δὲ θρόνοι ὑπάρχουσι τοῦ Θεοῦ, οὐκ ἐπειδὴ θρόνου δεῖται ὁ Θεός, ἀλλ’ ἵνα τούτου τὴν ἀρετὴν τῶν δυνάμεων αὐτῶν μάθῃς. Ἄκουσον γοῦν καὶ ἑτέρου προφήτου περὶ ἐκείνων διαλεγομένου. «Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰεζεκιὴλ υἱὸν Βουζὶ ἐπὶ τοῦ ποταμοῦ Χοβάρ». Καὶ οὗτος παρὰ τὸν ποταμὸν Χοβάρ, κἀκεῖνος παρὰ τὸν ποταμὸν Τίγριν τότε εἱστήκει. Ὅταν γὰρ μέλλῃ τινὰ παράδοξον ὄψιν τοῖς ἑαυτοῦ δούλοις δεικνύναι ὁ Θεός, ἔξω τῶν πόλεων αὐτοὺς ἐξάγει εἰς καθαρὸν θορύβων χωρίον, ὥστε μηδενὶ μήτε τῶν ὁρωμένων, μήτε τῶν ἀκουομένων ἐκκρούεσθαι τὴν ψυχήν, ἀλλ’ ὅλην αὐτὴν ἀδείας ἀπολαύουσαν πρὸς τὴν τῶν ὁρωμένων ἀσχολεῖν θεωρίαν. Τὶ οὖν οὗτος εἶδεν; «Ἰδοὺ νεφέλη, φησίν, ἀπὸ βοῤῥᾶ ἤρχετο, καὶ φέγγος κύκλῳ, καὶ πῦρ ἀστράπτον, καὶ ἐν μέσῳ αὐτοῦ ὡσεὶ ὅρασις ἠλέκτρου, καὶ φέγγος ἐν αὐτῷ, καὶ ἐν τῷ μέσῳ ὁμοίωμα τεσσάρων ζῴων. Αὕτη ἡ ὅρασις αὐτῶν, ὁμοίωμα ἀνθρώπου ἐπ’ αὐτοῖς. Καὶ τέσσαρα πρόσωπα τῷ ἑνί, καὶ τέσσαρες πτέρυγες τῷ ἑνί. Καὶ ὕψος ἦν αὐτοῖς, φησί, καὶ φοβεροὶ ἦσαν, καὶ οἱ νῶτοι αὐτῶν πλήρεις ὀφθαλμῶν κυκλόθεν τοῖς τέσσαρσιν, καὶ ὁμοίωμα ὑπὲρ κεφαλῆς αὐτῶν ὡσεὶ στερέωμα, ὡς ὅρασις κρυστάλλου φοβερόν, ἐκτεταμένον ὑπὲρ κεφαλῆς αὐτῶν ἄνωθεν, καὶ αἱ πτέρυγες αὐτῶν ἑκάστῳ δύο, καλύπτουσαι τὰ σώματα αὐτῶν, καὶ ὑπεράνω τοῦ στερεώματος, ὃς ὅρασις λίθου σαπφείρου· καὶ ὁμοίωμα θρόνου ἐπ’ αὐτῷ, καὶ ἐπὶ τοῦ ὁμοιώματος τοῦ θρόνου ὁμοίωμα ὡς εἶδος ἀνθρώπου ἐπ’ αὐτῷ. Καὶ εἶδον ὡς ὅρασιν ἠλέκτρου, ἀπὸ ὁράσεως ὀσφύος καὶ ἕως ἐπάνω, καὶ ἀπὸ ὁράσεως ὀσφύος καὶ ἕως κάτω, ὡς ὅρασιν πυρός, καὶ τὸ φέγγος αὐτοῦ ὡς ὅρασις τόξου, ὅταν ᾗ ἐν τῇ νεφέλῃ ἐν ἡμέρα ὑετοῦ». Καὶ μετὰ ταῦτα πάντα βουλόμενος δεῖξαι, ὅτι οὔτε ὁ προφήτης, οὔτε ἃ δυνάμεις ἐκεῖναι ἀκράτῳ προσέβαλον αὐτῇ τῇ οὐσίᾳ, φησίν. «Αὕτη ἡ ὅρασις ὁμοιώματος δόξης Κυρίου». Εἶδες κἀκεῖ καὶ ἐνταῦθα συγκατάβασιν; Ἀλλ’ ὅμως καὶ αὐτοὶ αἱ δυνάμεις καλύπτουσιν ἑαυτὰς ταῖς πτέρυξι, δι’ οὐδὲν ἕτερον ἢ διὰ τοῦτο, καίτοι γε σοφώταται καὶ γνωστικώταται καὶ καθαρώταταί εἰσιν αἱ δυνάμεις αὗται. Πόθεν δῆλον; Ἀπ’ αὐτῶν τῶν ὀνομάτων. Ὥσπερ γὰρ ἄγγελος λέγεται, ἐπειδὴ τὰ τοῦ Θεοῦ τοῖς ἀνθρώποις ἀναγγέλλει, καὶ ἀρχάγγελος λέγεται, ἐπειδὴ τῶν ἀγγέλων ἄρχει, οὕτω καὶ αὗται προσηγορίας ἔχουσι τὴν σοφίαν αὐτῶν καὶ καθαρότητα αὐτῶν δηλούσας ἡμῖν· καὶ ὥσπερ αἱ πτέρυγες τὸ ὕψος ἐμφαίνουσι τῆς φύσεως (καὶ γὰρ Γαβριὴλ πετόμενος φαίνεται, οὐκ ἐπειδὴ πτερὰ περὶ τὸν ἄγγελον, ἀλλ’ ἵνα μάθῃς, ὅτι ἐκ τῶν ὑψηλοτάτων χωρίων καὶ τῶν ἄνω διατρίβων πρὸς τὴν ἀνθρωπίνην ἀφῖκται φύσιν)· οὔτε δὲ καὶ ἐπὶ τούτων οὐδὲν ἄλλο δηλοῖ τὰ πτερά, ἢ τὸ τῆς φύσεως ὕψος. Ὥσπερ οὖν αἱ πτέρυγες τὸ τῆς φύσεως ὑψηλὸν δηλοῦσι, καὶ ὁ θρόνος τὸ τὸν Θεὸν αὐτοῖς ἐπαναπαύεσθαι, καὶ οἱ ὀφθαλμοὶ τὸ διορατικόν, καὶ τὸ ἐγγὺς εἶναι τοῦ θρόνου καὶ τὸ διαπαντὸς αὐτὸν ἀνυμνεῖν τὸ ἄγρυπνον κεῖ ἐγρηγορός, οὕτω δὴ καὶ τὰ ὀνόματα τῶν μὲν τὴν σοφίαν, τῶν δὲ τῇ καθαρότητα δηλοῖ. Τὶ γὰρ ἐστὶ Χερουβίμ; Πεπληθυσμένη γνῶσις. Τὶ δὲ Σεραφίμ; Ἔμπυρα στόματα. Εἶδες πῶς καὶ τὴν καθαρότητα καὶ τὴν σοφίαν τὰ ὀνόματα παρεδήλωσεν; Εἰ δέ, ἔνθα πεπληθυσμένη γνῶσις, οὐδὲ συγκατάβασιν Θεοῦ δύνανται ἰδεῖν μετὰ ἀκριβείας, ἔνθα μερικὴ γνῶσις, καθὼς Παῦλός φησιν, «Ἐκ μέρους γινώσκομεν», καὶ δι’ ἐσόπτρου, καὶ ἐν αἰνίγματι, πόσης ἀπονοίας ἂν εἴη, τὰ μηδὲ ἐκείνοις θεατά, ταῦτα αὐτοῖς νομίζειν εἶναι γνώριμα καὶ καταφανῆ;

Ϛ’. Ὅτι δὲ οὐ τοῖς Χερουβίμ, οὐδὲ τοῖς Σεραφὶμ μόνον, ἀλλ’ οὐδὲ ἀρχαῖς, οὐδὲ ἐξουσίαις, οὐδὲ ἄλλῃ τινὶ κτίστῃ δυνάμει καταληπτὸς ἐστιν ὁ Θεός, καὶ τοῦτο ἐβουλόμην ἀποδεῖξαι νῦν, ἀλλ’ ἔκαμεν ἡμῖν ἡ διάνοια, οὐ τῷ πλήθει, ἀλλὰ τῇ φρίκη τῶν εἰρημένων. Τρέμει γὰρ καὶ ἐκπέπληκται ἡ ψυχὴ ἐπὶ πολὺ ταῖς ἄνω ἐνδιατρίβουσα θεωρίαις. Διὸ φέρε αὐτὴν ἐκ τῶν οὐρανῶν καταβιβάσωμεν καὶ ψυχαγωγήσωμεν καταπεπληγμένην, ἐπὶ τὴν συνήθη καταφυγόντες παράκλησιν. Τὶς δὲ αὕτη ἐστίν; Εὔχεσθαι τοὺς τὰ τοιαῦτα νοσοῦντα ὑγιᾶναί ποτε. Εἰ γὰρ ὑπὲρ τῶν ἐν νόσοις, ἐν μετάλλοις, ἐν σκληραῖς δουλείαις, καὶ ὑπὲρ τῶν ἐνεργουμένων κελευόμεθα τὸν Θεὸν παρακαλεῖν, πόσῳ μᾶλλον ὑπὲρ τούτων; Ἐπεὶ καὶ χαλεπωτέρα τοῦ δαίμονος ἡ ἀσέβεια· ἐκείνη μὲν γὰρ ἔχει συγγνώμην ἡ μανία, αὕτη δὲ πάσης ἀπολογίας ἡ νόσος ἐστέρηται. Ἀλλ’ ἐπειδὴ τῆς ὑπὲρ τῶν ἐνεργουμένων ἐμνήσθην εὐχῆς, βούλομαί τι πρὸς τὴν ὑμετέραν διαλεχθῆναι ἀγάπην, καὶ νόσημα τῆς ἐκκλησίας ἐκκόψαι χαλεπόν. Καὶ γὰρ ἄτοπον ἂν εἴη τοὺς ἔξωθεν μετὰ τοσαύτης ἰατρεύοντας ἐπιμελείας τῶν οἰκείων καταφρονεῖν μελῶν. Τὶ ποτ’ οὖν ἐστι τὸ νόσημα; Τὸ πλῆθος τοῦτο τὸ ἄφατον, τὸ συγκεκροτημένον νῦν, καὶ μετὰ τοσαύτης ἀκριβείας προσέχον τοῖς λεγομένοις, κατὰ τὴν φρικωδεστάτης ὥραν ἐκείνην πολλάκις ἐπιζητήσας ἰδεῖν οὐκ ἠδυνήθην, καὶ σφόδρα ἐστέναξα, ὅτι τοῦ μὲν συνδούλου διαλεγομένου πολλὴ ἡ σπουδή, ἐπιτεταμένη ἡ προθυμίᾳ τὸν συνωθούντων ἀλλήλους καὶ μέχρι τέλους παραμενόντων, τοῦ δὲ Χριστοῦ φαίνεσθαι μέλλοντος ἐπὶ τῶν ἱερῶν μυστηρίων, κενὴ καὶ ἔρημος ἡ Ἐκκλησία γίνεται. Καὶ ποῦ ταῦτα συγγνώμης ἀξία; Ἀπὸ τῆς ῥᾳθυμίας ταύτης καὶ τοὺς ἐπαίνους τοὺς ἐπὶ τῇ κατὰ τὴν ἀκρόασιν σπουδῇ πάντας ἀπόλλυτε. Τὶς γὰρ ὑμῶν οὐ καταγνώσεται καὶ ἡμῶν, ὅταν ἴδῃ τὸν καρπὸν τῆς ἀκροάσεως εὐθέως ἡμῖν διαῤῥυέντα; Εἰ γὰρ μετὰ ἀκριβείας προσείχετε τοῖς λεγομένοις, διὰ τῶν ἔργων ἂν ἐπεδείξασθε τὴν σπουδήν· τὸ δὲ εὐθέως ἀκούοντας ἀποπηδᾶν σημεῖόν ἐστι στοῦ μηδὲν δέξασθαι τῶν εἰρημένων καὶ ἐναποθέσθαι τῇ διανοίᾳ. Εἰ γὰρ ἐναπέκειτο τὰ λέγομεν ταῖς ψυχαῖς, πάντως ἂν ὑμᾶς ἔνδον κατέσχε, καὶ πρὸς τὰ φρικωδέστατα μετὰ πλείονος εὐσεβείας παρέπεμψε. Νῦν δὲ ὥσπερ κιθαρῳδοῦ τινος ἀκούσαντες, οὕτως ἔρημοι πάσης ὠφελείας, παυσαμένου τοῦ λέγοντος, ἀναχωρεῖτε. Ἀλλὰ τὶς ἡ ψυχρὰ τῶν πολλῶν ἀπολογίᾳ; Εὔξασθαι, φησί, καὶ ἐπὶ τῆς οἰκίας δύναμαι, ὁμιλίας δὲ ἀκοῦσαι καὶ διδασκαλίας οὐ δυνατὸν ἐπὶ τῆς οἰκίας. Ἀπάτας σαυτόν, ἄνθρωπε· εὔξασθαι μὲν γὰρ καὶ ἐπὶ τῆς οἰκίας δυνατόν, οὕτω δὲ εὔξασθαι ὡς ἐπὶ τῆς ἐκκλησίας ἀδύνατον, ὅπου Πατέρων πλῆθος τοσοῦτον, ὅπου βοὴ πρὸς τὸν Θεὸν ὁμοθυμαδὸν ἀναπέμπεται. Οὐχ οὕτως εἰσακούῃ κατὰ σαυτὸν τὸν Δεσπότην παρακαλῶν, ὡς μετὰ τῶν ἀδελφῶν τῶν σῶν. Ἐνταῦθα γὰρ ἐστὶ τι πλέον, οἷον ἡ ὁμόνοια καὶ ἡ συμφωνία, καὶ τῆς ἀγάπης ὁ σύνδεσμος, ἀκὶ αἱ τῶν ἱερέων εὐχαί. Διὰ γὰρ τοῦτο οἱ ἱερεῖς προεστήκασιν ἵνα αἱ τοῦ πλήθους εὐχαὶ ἀσθενέστεραι οὖσαι, τῶν δυνατωτέρων τούτων ἐπιλαβόμεναι, ὁμοῦ συνανέλθωσιν αὐταῖς εἰς τὸν οὐρανόν. Ἄλλας δὲ τὶ γένοιτ’ ἂν ὄφελος ὁμιλίας, ὅταν εὐχὴ μὴ ᾗ συνεζευγμένῃ; Πρότερον εὐχή, καὶ τότε λόγος· οὕτω καὶ οἱ ἀπόστολοί φασιν· «Ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσωμεν». Οὕτω καὶ ὁ Παῦλος ποιεῖ ἐν τοῖς προοιμίοις τῶν ἐπιστολῶν εὐχόμενος, ἳν’ ὥσπερ λύχνου φῶς, οὕτω τὸ τῆς εὐχῆς φῶς προοδοποιήσει τῷ λόγῳ. Ἐὰν ἐθίσῃς σεαυτὸν εὔχεσθαι μετὰ ἀκριβείας, οὐ δεήσῃ, τῆς παρὰ τῶν συνδούλων διδασκαλίας, αὐτοῦ σοι τοῦ θεοῦ χωρὶς μεσίτου τινὸς καταυγάζοντος τὴν διάνοιαν. Εἰ δὲ εὐχὴ μόνου τοσαύτην ἔχει δύναμιν, πολλῷ μᾶλλον ἡ μετὰ πλήθους· μείζονα γὰρ ταύτης τὰ νεῦρα, καὶ πλείων ἡ παῤῥησίᾳ πολλῷ τῆς ἐν οἰκίᾳ καὶ κατ’ ἰδίαν. Πόθεν τοῦτο δῆλον; Αὐτοῦ τοῦ Παύλου λέγοντος ἄκουσον· «Ὃς ἐκ τηλικούτου θανάτου ἐῤῥύσατο ἡμᾶς, καὶ ῥύεται· ἠλπίκαμεν δὲ ὅτι καὶ ἔτι ῥύσεται, συνυπουργούντων καὶ ὑμῶν τῇ δεήσει ὑπὲρ ἡμῶν, ἵνα τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν προσώπων εὐχαριστηθῇ ὑπὲρ ἡμῶν». Οὕτω καὶ Πέτρος τὸ δεσμωτήριον διέφυγε. Προσευχὴ γὰρ ἦν ἐκτενὴς ὑπὸ τῆς Ἐκκλησίας ὑπὲρ αὐτοῦ γινομένη πρὸς τὸν Θεόν. Εἰ δὲ Πέτρον ὠφέλησε τῆς Ἐκκλησίας ἡ εὐχή, καὶ τὸν στῦλον ἐκεῖνον ἐξέβαλε τοῦ δεσμωτηρίου, πῶς σὺ καταφρονεῖς τῆς δυνάμεως αὐτῆς, εἰπὲ μοι, καὶ ποίαν ἕξεις ἀπολογίαν; Ἄκουσον καὶ αὐτοῦ τοῦ Θεοῦ λέγοντος, ὅτι δυσωπεῖται τὸ πλῆθος μετ’ εὐνοίας αὐτὸν παρακαλοῦν. Πρὸς γὰρ τὸν Ἰωνᾶν ἀπολογούμενος, διὰ τοῦ φυτοῦ τῆς κολοκύντης, φησί· «Σὺ μὲν ἐφείσω ὑπὲρ τῆς κολοκύντης, ὑπὲρ ἧς οὐκ ἐκακοπάθησας, οὐδὲ ἐξέθρεψας αὐτήν· ἐγὼ δὲ οὐ φείσομαι ὑπὲρ Νινευῒ τῆς πόλεως τῆς μεγάλης, ἐν ᾗ κατοικοῦσι πλείους ἢ δώδεκα μυριάδες ἀνδρῶν»; Οὐχ ἁπλῶς τὸ πλῆθος προβάλλεται, ἀλλ’ ἵνα μάθῃς, ὅτι ἡ μετὰ συμφωνίας εὐχὴ μεγάλην ἔχει τὴν δύναμιν. Τοῦτο καὶ ἐξ ἀνθρωπίνης ἱστορίας ὑμῖν ποιῆσαι βούλομαι φανερόν.

ζ’. Πρὸ γὰρ δέκα τούτων ἐτῶν ἑάλωσαν ἐπὶ τυραννίδι τινές, καθάπερ καὶ ὑμεῖς ἴστε. Εἶτα τῶν ἐν δυναστείᾳ τις ὄντων ὑπεύθυνος τοῖς ἐγκλήμασι φανείς, σπαρτίον ἐπὶ τοῦ στόματος λαβών, ἐξήγετο τὴν ἐπὶ θάνατον ὁδόν. Τότε δὴ πᾶσα ἡ πόλις ἐπὶ τὸν ἱππόδρομον ἔτρεχε, καὶ τοὺς ἐκ τῶν ἐργαστηριῶν ἐξῆγον, καὶ κοινῇ πᾶς ὁ δῆμος ἀνελθὼν ἐξήρπασε τῆς βασιλικῆς ὀργῆς τὸν καταδικασθέντα, καὶ οὐδεμιᾶς ἄξιον ὄντα συγγνώμης. Εἶτα βασιλέως μὲν ὀργὴν ἐπιγείου καταλῦσαι βουλόμενοι, μετὰ παίδων καὶ γυναικῶν συνετρέχετε πάντες, τὸν δὲ τῶν οὐρανῶν βασιλέα μέλλοντες ἵλεω ποιήσειν, καὶ ἐξαρπάσειν τῆς ὀργῆς αὐτοῦ οὐχ ἕνα καθάπερ τότε, οὐδὲ δύο καὶ τρεῖς καὶ ἑκατόν, ἀλλὰ πάντας τοὺς κατὰ τὴν οἰκουμένην ἁμαρτωλούς, καὶ τοὺς δαιμονῶντας ἀπαλλάττειν τῆς τοῦ διαβόλου παγίδος, ἔξω καθέζεσθε, καὶ οὐ συντρέχετε κοινῇ πάντες, ἵνα ὁ Θεὸς τὴν συμφωνίαν ὑμῶν αἰδεσθείς, κἀκείνοις ἁφῇ τὴν κόλασιν, καὶ ὑμῖν συγχωρήσῃ τὰ ἁμαρτήματα; Εἰ γὰρ ἐπ’ ἀγορὰς τύχοις ὣν κατὰ τὸν καιρὸν ἐκεῖνον, εἰ γὰρ ἐπὶ τῆς οἰκίας, εἰ γὰρ ἐν ἀπαραιτήτοις πράγμασιν, οὐχὶ παντὸς λέοντος σφοδρότερον ἅπαντα διαῤῥήξας τὰ δεσμὰ πρὸς τὴν κοινὴν ἱκετηρίαν αὐτομολήσεις; Ποίαν ἕξεις σωτηρίας ἐλπίδα, εἰπὲ μοι κατὰ τὸν καιρὸν ἐκεῖνον, ἀγαπητέ; Οὐκ ἄνθρωποι μόνοι βοῶσι τὴν φρικωδεστάτην ἐκείνην βοήν, ἀλλὰ καὶ ἄγγελοι προσπίπτουσι τῷ Δεσπότῃ, καὶ ἀρχάγγελοι δέονται. Ἔχουσι καὶ τὸν καιρὸν αὐτοῖς συμμαχοῦντα, τὴν προσφορὰν βοηθοῦσαν. Καὶ καθάπερ οὐ ἄνθρωποι, κλάδους ἐλαιῶν ἐκκόψαντες, ἐπισείουσι τοῖς βασιλεῦσι, διὰ τοῦ φυτοῦ αὐτοὺς ἐλέου καὶ φιλανθρωπίας ἀναμιμνήσκοντες οὕτω δὴ καὶ οἱ ἄγγελοι τότε ἀντὶ κλάδω ἐλαιῶν αὐτὸ τὸ σῶμα τὸ δεσποτικὸν προτεινόμενοι, τὸν Δεσπότην παρακαλοῦσιν ὑπὲρ τῆς ἀνθρωπίνης φύσεως, μονονουχὶ λέγοντες ὅτι, Ὑπὲρ τούτων δεόμεθα, οὓς αὐτὸς φθάσας οὕτως ἀγαπῆσαι κατηξίωσας, ὡς τὴν ψυχὴν ἐπιδοῦναι τὴν σεαυτοῦ ὑπὲρ τούτων ἐκχέομεν τὰς ἱκετηρίας, ὑπὲρ ὧν αὐτὸς τὸ αἷμα ἐξέχεας· ὑπὲρ τούτων παρακαλοῦμεν, ὑπὲρ ὧν τὸ σῶμα τοῦτο κατέθυσας. Διὰ τοῦτο καὶ τοὺς ἐνεργουμένους κατ’ ἐκεῖνον ἵστησι τὸν καιρὸν ὁ διάκονος, καὶ κελεύει κλῖναι τὴν κεφαλὴν μόνον, καὶ τῷ σχήματι τοῦ σώματος ποιεῖσθαι τὰς ἱκετηρίας· εὔχεσθαι γὰρ αὐτοὺς μετὰ τοῦ κοινοῦ συλλόγου τῶν ἀδελφῶν οὐ θέμις. Διὰ τοῦτο αὐτοὺς ἵστησιν, ἵνα κατελεήσας αὐτοὺς καὶ τῆς συμφορὰς καὶ τῆς ἀφωνίας, τῇ οἰκείᾳ παῤῥησίᾳ πρὸς τὴν ἐκείνων ἀποχρήσῃ προστασίαν. Ταῦτ’ οὖν ἅπαντα ἐννοῦντες συντρέχομεν κατὰ τὴν ὥρα ἐκείνην, ἵνα ἐπισπασώμεθα ἔλεον, καὶ χάριν εὕρωμεν καὶ εὔκαιρον βοήθειαν. Ἐπῃνέσατε τὰ εἰρημένα· μετὰ πολλοῦ θορύβου καὶ κρότου τὴν παραίνεσιν ἐδέξασθε. Ἀλλ’ ὅπως ἡμῖν ἐπὶ τῶν ἔργων ἐπιδείξησθε τοὺς ἐπαίνους, οὐ μακρὸς ὁ χρόνος τῆς ἀποδείξεως τῆς κατὰ τὴν ὑπακοήν. Μετὰ τὴν παραίνεσιν εὐθέως εὐχή. Ἐκεῖνον ζητῶ τὸν ἔπαινον, ἐκεῖνον τὸν κρότον τὸν διὰ τῶν ἔργων αὐτῶν. Παρακελεύεσθε τοίνυν ἀλλήλοις ἑστάναι, καθάπερ ἑστήκατε· κἂν διασαλευθῇ τις τῆς τάξεως, κατέχετε μετὰ ἀκριβείας, ἵνα καὶ τῆς οἰκείας σπουδῆς καὶ τῆς εἰς τοὺς ἀδελφοὺς κηδεμονίας διπλοῦν λαβόντες τὸν μισθὸν μετὰ πλείονος τῆς παῤῥησίας τὰς ἱκετηρίας ἐκχέητε, καὶ τὸν Θεὸν ἵλεω ποιήσαντες, καὶ τῶν ἐνταῦθα καὶ τῶν μελλόντων δυνηθῆτε τυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: Λόγος Τέταρτος — Περὶ Ἀκαταλήπτου Πρὸς τοὺς Ἀνομοίους
Προηγούμενο: Λόγος Δεύτερος – Πρὸς Ἀνομοίους πρὸ πολλῶν ἡμερῶν, εἶτα πρὸς Ἰουδαίους, εἶτα σιγήσαντος διὰ παρουσίαν ἐπισκόπων καὶ μαρτύρων μνήμας πολλῶν γενομένας, νῦν πάλιν πρὸς Ἀνομοίους περὶ ἀκαταλήπτου
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 48
Ἀρχικὴ Σελίδα: Τέρτιος