Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 48

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Λόγος Ἕκτος — Εἰς τὸν μακάριον Φιλογόνιον γενόμενον ἀπὸ δικολόγου ἐπίσκοπον, καὶ ὅτι τοῦ προνοεῖν τῶν κοινῇ συμφερόντων οὐδὲν ἴσον εἰς εὐδοκίμησιν παρὰ τῷ Θεῷ, καὶ ὅτι τὸ ῥαθύμως προσιέναι τοῖς θείοις μυστηρίοις κόλασιν ἀφόρητον ἔχει, κἂν ἅπαξ τοῦ ἐνιαυτοῦ τοῦτο τολμήσωμεν. Ἐλέχθη δὲ πρὸ πέντε ἡμερῶν τῆς Χριστοῦ γεννήσεως
Προηγούμενο: Λόγος Τέταρτος — Περὶ Ἀκαταλήπτου Πρὸς τοὺς Ἀνομοίους
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 48

Λόγος Πέμπτος – Περὶ Ἀκαταλήπτου Πρὸς τοὺς Ἀνομοίους

α’. Ἐπειδὰν μέλλῃ τις μικροτέρας ὑποθέσεως ἅπτεσθαι, καὶ πολλῶν δεομένης λόγων, καὶ οὐκ ἐν ἡμέρᾳ μιᾷ καὶ δύο καὶ τρισίν, ἀλλ’ ἐν πολλῷ πλείοσι περαιουμένης, ἀναγκαῖον εἶναι νομίζω τῷ τοιούτῳ μὴ πᾶσα ἀθρόως μηδὲ ὑφ’ ἓν ἐπιτιθέναι τῇ τῶν ἀκροατῶν διάνοια τὴν διδασκαλίαν, ἀλλ’ εἰς πολλὰ τὸ ὅλον κατατέμνοντα μέρη, κοῦφον καὶ εὔληπτον τῷ κατακερματισμῷ τοῦτο ποιεῖν τὸ τοῦ λόγου φορτίον. Καὶ γὰρ καὶ γλῶττα καὶ ἀκοὴ καὶ ἕκαστον τῶν αἰσθητήριον ἡμῶν μέτρα καὶ κανόνας καὶ ὄρους ἔχει κειμένους, κἂν ἐπιχειρήσῃ τις τούτους ὑπερβῆναί ποτε τοὺς ὄρους, καὶ τῆς οὔσης ἐκπίπτει δυνάμεως. Τὶ γὰρ γλυκύτερον φωτός, εἰπὲ μοί; Τὶ δὲ ἥδιον ἀκτῖνος; Ἀλλ’ ὅμως τὸ γλυκὺ τοῦτο καὶ ἡδύ, καὶ ὑπὲρ τὸ μέτρον ἡμῶν ὁμιλήση τοῖς ὄμμασιν, ἐπαχθὲς γίνεται καὶ φορτικόν. Διὰ τοῦτο καὶ ὁ Θεὸς νύκτα ἐνομοθέτησεν εἶναι μετὰ τὴν ἡμέραν, ἵνα πεπονηκότας παραλαβοῦσα τοὺς ὀφθαλμούς, καταστείλῃ τὰ βλέφαρα, κοίμηση τὰς κόρας, ἀναπαύσῃ καμοῦσαν ἡμῖν τὴν ὀπτικὴν δύναμιν, καὶ πρὸς τὴν τῆς μελλούσης ἡμέρας θεωρίαν ἐπιτηδειοτέραν παρασκευάσῃ. Διὰ τοῦτο καὶ ἐγρήγορσις καὶ ὕπνος ἐναντία ὄντα ἀλλήλοις, ἀπὸ τῆς συμμετρίας ὁμοίως ἀλλήλοις ἥδιστα γίνεται, καὶ γλυκὺ καλοῦντες τὸ φῶς, γλυκὺν ὁμοίως καλοῦμεν καὶ τὸν ὕπνον τὸν ἀπάγοντα ἡμᾶς τοῦ φωτός. Οὕτως ἡ ἀμετρία πανταχοῦ βαρὺ καὶ ἐπαχθές, καὶ τὸ σύμμετρον ἡδὺ καὶ χρήσιμον ἡμῖν καὶ προσηνές. Διὰ δὴ τοῦτο καὶ ἡμεῖς τετάρτην ἢ καὶ πέμπτην ἡμέραν ἔχοντες λοιπόν, ἐξ οὗ τὸν περὶ ἀκαταλήπτου κινοῦμεν λόγον, οὐδέπω καὶ τήμερον αὐτὸν ἀπαρτίσαι παρεσκευάσμεθα, ἀλλὰ τὰ σύμμετρα πρὸς τὴν διάνοιαν ὑμῶν ἔγνωμεν. Ποῦ τοίνυν πρώην τὸν λόγον κατελίπομεν; Ἀνάγκη γὰρ αὐτὸν ἐκεῖθεν ἀνελέσθαι πάλιν, ἐπειδὴ μία τὶς ἐστι διδασκαλίας ἀκολουθία. Ἐλέγομεν τότε, ὅτι τῆς βροντῆς ὁ υἱὸς εἶπεν, ὅτι «Θεὸν οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς Υἱός, ὁ ὣν ἐν τοῖς κόλποις τοῦ Πατρός, αὐτὸς ἐξηγήσατο». Σήμερον ἀναγκαῖον μαθεῖν, ποῦ τοῦτο αὐτὸς ἐξηγήσατο ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ. «Ἀπεκρίθη, φησί, τοῖς Ἰουδαίοις, καὶ εἶπεν· οὐχ ὅτι τὸν Πατέρα τις ἑώρακεν, εἰ μὴ ὁ ὢν ἐκ τοῦ Θεοῦ, οὗτος ἑώρακε τὸν Πατέρα». Ὅρασιν πάλιν ἐνταῦθα τὴν γνῶσιν λέγει. Καὶ οὐκ εἶπεν ἁπλῶς, ὅτι «Οὐδεὶς οἶδε τὸν Πατέρα», καὶ ἐσίγησεν, ἵνα μὴ τις περὶ ἀνθρώπων τοῦτο λέγεσθαι νομίζῃ μόνον, ἀλλὰ βουλόμενος δεῖξαι, ὅτι οὔτε ἄγγελοι, οὔτε ἀρχάγγελοι, οὔτε αἱ ἄνω δυνάμεις, τῇ ἐπαγωγῇ τοῦτο δῆλον ἐποίησεν. Εἰπὼν γάρ, «Οὐχ ὅτι τὸν Πατέρα τις ἑώρακε πώποτε», ἐπήγαγεν, «Εἰ μὴ ὁ ὤν ἐκ τοῦ Θεοῦ, οὗτος ἑώρακε τὸν Πατέρα». Εἰ μὲν γὰρ εἶπεν ἁπλῶς, «οὐδείς», πολλοὶ τῶν ἀκουσάντων ἴσως ἂν περὶ τῆς ἡμετέρας ἐνόμισαν αὐτὸ φύσεως, εἰρῆσθαι μόνον· νῦν δὲ εἰπών, «Οὐδείς», καὶ προσθείς, «Εἰ μὴ ὁ Υἱός», τῇ προσθήκῃ τοῦ Μονογενοῦς πᾶσαν τὴν κτίσιν ἀπέκλεισε. Τὶν οὖν, φησί, καὶ τὸ Πνεῦμα τὸ Ἅγιον»; Οὐδαμῶς· οὐδὲ γὰρ τῆς κτίσεως τοῦτο μέρος· τὸ δέ, «οὐδείς», τοῦτο ἀεὶ πρὸς ἀντιδιαστολὴν τῆς κτίσεως κεῖται μόνης.

Καὶ οὔτε, ἂν περὶ Πατρὸς λέγηται, τὸν Υἱὸν ἐξωθεῖται, οὔτε, ἂν περὶ Υἱοῦ, τὸ Πνεῦμα ἐκβάλλει. Καὶ ἵνα αὐτὸ τοῦτο ἐντεῦθεν ἤδη ποιήσω φανερόν, ὅτι τό, «οὐδείς», οὐ πρὸς ἀθέτησιν τοῦ Πνεύματος, ἀλλὰ πρὸς ἀντιδιαστολὴν τῆς κτίσεως εἴρηται, περὶ αὐτῆς ταύτης τῆς γνώσεως, ἢν μόνου τοῦ Υἱοῦ φησὶν εἶναι, ἀκούσωμεν τὶ διαλεγόμενος ὁ Παῦλος Κορινθίοις φησί. Τὶ οὖν φησι;«Τὶς γὰρ οἶδε τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ». Ὥσπερ οὖν ἐνταῦθα τὸ οὐδεὶς λεγόμενον οὐκ ἐκβάλλει τὸν Υἱόν, οὕτω καὶ ἐπὶ τοῦ Χριστοῦ τὸ οὐδεὶς τεθὲν οὐκ ἐξωθεῖται τὸ Πνεῦμα τὸ ἅγιον. Ὅθεν δῆλον ὡς ἀληθὲς τὸ εἰρημένον. Εἰ γὰρ λέγων, ὅτι «Οὐδεὶς ἑώρακε τὸν Πατέρα, εἰ μὴ ὁ ἐκ τοῦ Θεοῦ ὥν», τὸ Πνεῦμα ἐξωθεῖτο, περιττῶς, ὁ Παῦλος ἔλεγεν, ὅτι ὥσπερ ἄνθρωπος τὰ ἑαυτοῦ οἶδεν, οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον τὰ τοῦ θεοῦ μετὰ ἀκριβείας ἐπίσταται. Οὕτω καὶ τὸ εἷς εἴρηται· τὴν γὰρ αὐτὴν ἰσχὺν ἔχει τούτῳ καὶ δύναμιν. Σκόπει δέ· «Εἷς Θεός, φησίν, ὁ Πατὴρ ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς δι’ οὗ τὰ πάντα». Εἰ γὰρ τὸ ἕνα λέγεσθαι Θεὸν τὸν Πατέρα, ἐκβάλλει τὸν Υἱὸν τῆς θεότητος, καὶ τὸ ἕνα λέγεσθαι Κύριον τὸν Υἱόν, ἐκβάλλει τὸν Πατέρα τῆς κυριότητος· ἀλλὰ μὴν οὐκ ἐκβάλλει τῆς κυριότητος τὸν Πατέρα τὸ λέγεσθαι, ὅτι «Εἷς Κύριος Ἰησοῦς Χριστός»· οὐκ ἄρα οὐδὲ τὸν Υἱὸν ἐκβάλλει τῆς θεότητος τὸ λέγεσθαι, ὅτι εἷς Θεὸς ὁ Πατήρ.

β’. Εἰ δὲ λέγοιεν πάλιν, ὅτι διὰ τοῦτο εἷς Θεὸς λέγεται ὁ Πατήρ, ἐπειδὴ Θεὸς μὲν ἐστιν ὁ Υἱός, οὐ τοιοῦτος δὲ Θεός, οἷος ὁ Πατήρ, ἕπεται ἐκεῖνο εἰπεῖν, ἐξ ὧν αὐτοὶ τιθέασι λημμάτων (οὐ γὰρ δὴ ἡμεῖς ἂν εἴποιμεν), ὅτι διὰ τοῦτο λέγεται εἷς Κύριος ὁ Υἱός, ἐπειδὴ Κύριος μὲν ὁ Πατήρ, οὐ τοιοῦτος δὲ Κύριος, οἷος ὁ Υἱός. Εἰ δὲ τοῦτο ἀσεβές, οὐδὲ τὸ πρότερον ἂν ἔχοι λόγον· ἀλλ’ ὥσπερ τὸ «Εἷς Κύριος» οὐκ ἐξωθεῖται τὸν Πατέρα τῆς ἀκριβοῦς κυριότητος, οὐδὲ εἰς τὸν Υἱὸν περιίστησιν αὐτὴν μόνον· οὕτως οὐδὲ τὸ «Εἷς Θεός» ἐκβάλλει τὸν Υἱὸν τῆς ἀληθοῦς καὶ γνησίας καὶ ἀκραιφνοῦς θεότητος, οὐδὲ τοῦ πατρὸς αὐτὸ μόνον ἀποδείκνυσιν. Ὅτι γὰρ Θεὸς ὁ Υἱός, καὶ τοιοῦτος Θεὸς οἷος ὁ Πατήρ, μένων μέντοι Υἱός, ἐξ αὐτῆς τῆς προσθήκης δῆλον. Εἰ γὰρ τὸ Θεὸς ὄνομα τοῦτο τοῦ Πατρὸς μόνον ἦν, καὶ ἄλλην οὐκ ἠδύνατο δηλοῦν ἡμῖν ὑπόστασιν, ἀλλ’ ἐκείνην μόνην τὴν ἀγέννητον καὶ πρώτην, ὡς ἴδιον αὐτῆς μόνης ὃν καὶ γνωριστικόν, περιττῶς ἡ τοῦ Πατρὸς κεῖται προσθήκη· ἤρκει γὰρ εἰπεῖν «Εἷς Θεός», καὶ ἐγνωρίζομεν τὶς ἦν ὁ λεγόμενος· ἀλλ’ ἐπειδὴ τὸ Θεὸς ὄνομα κοινὸν Πατρὸς καὶ Υἱοῦ, καὶ εἰπὼν «Εἷς Θεός», οὐκ ἐδήλου τίνα φησὶν ὁ Παῦλος, διὰ τοῦτο ἐδεήθη τῆς τοῦ Πατρὸς προσθήκης, ἵνα δηλώσῃ, ὅτι περὶ τῆς πρώτης ὑποστάσεως καὶ ἀγεννήτου λέγει, ὡς οὐκ ἀρκούσης τῆς τοῦ Θεοῦ προσηγορίας αὐτὴν ἐνδείξασθαι, ἐπειδὴ κοινὸν τοῦτο αὐτῷ πρὸς τὸν Υἱόν. Τῶν γὰρ ὀνομάτων τὰ μὲν ἐστι κοινά, τὰ δὲ ἴδια· κοινὰ μέν, ἵνα τὸ ἀπαράλλακτον δείξῃ τῆς οὐσίας, ἴδια δέ, ἵνα τὴν ἰδιότητα χαρακτηρίσῃ τῶν ὑποστάσεων.

Τὸ μὲν οὖν Πατὴρ καὶ Υἱός, ἴδιον ἑκάστης ὑποστάσεως, τὸ δὲ Θεὸς καὶ Κύριος, κοινόν. Ἐπεὶ οὖν τέθεικε κοινὸν ὄνομα τὸ «Εἷς Θεός», ἐδεήθη καὶ τοῦ ἰδιάζοντος, ἵνα γνωρίσῃς τίνα φησίν, ὥστε ἡμᾶς μὴ ἐμπεσεῖν εἰς τὴν Σαβελλίου μανίαν. Ὅτι γὰρ οὔτε τὸ Θεὸς ὄνομα μεῖζον τοῦ Κύριος, οὔτε τὸ Κύριος ἔλαττον τοῦ Θεός, δῆλον ἐκεῖθεν. Ἐν τῇ Παλαιᾷ πάσῃ συνεχῶς ὁ Πατὴρ Κύριος λέγεται· «Κύριος ὁ Θεὸς σου, φησί, Κύριος εἷς ἐστιν»· καὶ πάλιν, «Κύριον τὸν τὸν Θεὸν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις»· καὶ πάλιν, «Μέγας ὁ Κύριος ἡμῶν, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ, καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός». Καὶ πάλιν, «Γνώτωσαν ὅτι ὄνομά σοι Κύριος· σὺ εἶ μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν». Καίτοι γε εἰ ἔλαττον τοῦ Θεὸς ἦν καὶ ἀνάξιον τῆς οὐσίας ἐκείνης, οὐκ ἔδει λέγεσθαι, «Γνώτωσαν ὅτι ὄνομά σοι Κύριος». Πάλιν εἰ τὸ Θεὸς μεῖζον ἦν τοῦ Κύριος καὶ σεμνότερον, οὐκ ἔδει τὸν κατ’ αὐτοὺς ἐλάττονα Υἱὸν ἀπὸ τοῦ προσήκοντος ὀνόματος τῷ Πατρὶ καλεῖσθαι, ὃ καὶ μόνον ἴδιον ἦν ἐκείνου. Ἀλλ’ οὐκ ἔστι ταῦτα, οὐκ ἔστι. Οὔτε γὰρ ὁ Υἱὸς τοῦ Πατρὸς ὑποδεέστερος, οὔτε τὸ Κύριος ὄνομα τοῦ Θεὸς εὐτελέστερον. Διὰ τοῦτο καὶ ἐπὶ Πατρὸς καὶ ἐπὶ τοῦ Υἱοῦ ἀδιαφόρως, ταύταις κέχρηται ταῖς προσηγορίαις ἡ Γραφή. Καθάπερ οὖν ἠκούσατε Κύριον τὸν Πατέρα καλούμενον, φέρε δείξωμεν ὑμῖν καὶ τὸν Υἱὸν λεγόμενον Θεόν. «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὃ ἐστι μεθερμηνευόμενον, Μεθ’ ἡμῶν ὁ Θεός». Εἶδες πῶς καὶ τῷ Πατρὶ ὄνομα τὸ Κύριος, καὶ τῷ Υἱῷ ὄνομα τὸ Θεός; Ὥσπερ γὰρ ἐκεῖ φησι, Γνώτωσαν ὅτι ὄνομά σοι Κύριος, οὕτω καὶ ἐνταῦθά φησι, «Καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ». Καὶ πάλιν, «Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος, Θεὸς ἰσχυρός, ἐξουσιαστής». Καὶ σκόπει μοι προφητῶν σύνεσιν, καὶ πνευματικὴν σοφίαν. Ἵνα γὰρ μὴ ἁπλῶς εἰπόντες Θεόν, νομισθῶσι περὶ τοῦ Πατρὸς λέγειν, τῆς οἰκονομίας πρότερον μέμνηνται· οὐ γὰρ δὴ ὁ Πατὴρ διὰ παρθένου ἐγεννήθη, οὐδὲ παιδίον ἐγένετο. Πάλιν ἕτερος προφήτης οὑτωσὶ πὼς φησι περὶ αὐτοῦ· «Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν». Καὶ περὶ τίνος τοῦτό φησιν; Ἆρα μὴ περὶ τοῦ Πατρός; Οὐδαμῶς· ἄκουσον γὰρ πῶς καὶ οὗτος περὶ τῆς οἰκονομίας ἐμνήσθη· εἰπὼν γάρ, «Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν», ἐπήγαγεν· «Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ’ αὐτοῦ. Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη». Ὁ Παῦλος δέ, «Ἐξ ὧν ὁ Χριστός, τὸ κατὰ σάρκα, φησίν, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοῦ αἰῶνας, ἀμήν». Καὶ πάλιν, «Πᾶς πόρνος ἢ πλεονέκτης οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ»· καὶ πάλιν· «Κατὰ τὴν ἐπιφάνειαν τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ». Καὶ Ἰωάννης δὲ οὕτως αὐτὸν καλεῖ λέγων· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος».

γ’. Ναί, φησίν· ἀλλ’ ἐκεῖνο δεῖξον, ποῦ μετὰ τοῦ Πατρὸς αὐτὸν συντάττουσα ἡ Γραφή, Κύριον τὸν Πατέρα καλεῖ. Ἐγὼ δὲ οὐ τοῦτο δείκνυμι μόνον, ἀλλ’ ὅτι καὶ Κύριον τὸν Πατέρα καλεῖ, καὶ Κύριον τὸν Υἱόν, καὶ ὅτι Θεὸν τὸν Πατέρα καλεῖ, καὶ ὅτι Θεὸν τὸν Υἱόν, ὁμοῦ τιθεὶς ἑκάτερα τὰ ὀνόματα. Ποῦ οὖν τοῦτο ἔστιν εὑρεῖν; Διαλεγόμενός ποτε τοῖς Ἰουδαίοις ὁ Χριστὸς φησι· «Τὶ ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; Τίνος υἱὸς ἐστιν; Οἱ δὲ λέγουσιν αὐτῷ· Τοῦ Δαυΐδ. Λέγει αὐτοῖς· Πῶς οὖν Δαυῒδ ἐν πνεύματι Κύριον αὐτὸν καλεῖ λέγων· Εἶπε ὁ Κύριος τῷ Κυρίῳ μου, καθοῦ ἐκ δεξιῶν μου»; Ἰδοὺ Κύριος καὶ Κύριος. Βούλει μαθεῖν ποῦ Θεὸν καὶ Θεὸν καλεῖ τὸν Πατέρα καὶ τὸν Υἱὸν ὁμοῦ τιθεῖσα ἡ Γραφή; Ἄκουσον καὶ τοῦ προφήτου Δαυῒδ καὶ τοῦ ἀποστόλου Παύλου τοῦτο αὐτὸ δηλούντων ἡμῖν· «Ὁ θρόνος σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός, ὁ Θεὸς σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου». Καὶ ὁ Παῦλος, πάλιν τὴν μαρτυρίαν ταύτην ἐπήγαγε λέγων, ὅτι «Πρὸς μὲν τοὺς ἀγγέλους αὐτοῦ φησιν· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα· πρὸς δὲ τὸν Υἱόν· Ὁ θρόνος σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος». Τινὸς οὖν ἕνεκεν ἐνταῦθα, φησί, τὸν μὲν Θεὸν Πατέρα ἐκάλεσε, τὸν δὲ Υἱὸν Κύριον;

Οὐχ ἁπλῶς οὐδὲ εἰκῆ ἐνταῦθα τοῦτο ἐποίησεν, ἀλλ’ ἐπειδὴ πρὸς Ἕλληνας ἦν ὁ λόγος αὐτῷ πολυθεΐαν νοσοῦντας. Ἳν’ οὖν μὴ λέγωσιν, ὅτι ἡμῖν ἐγκαλῶν ὡς πολλοὺς θεοὺς λέγουσι καὶ πολλοὺς κυρίους, αὐτὸς ἁλίσκῃ τοῖς ἐγκλήμασι τούτοις θεοὺς λέγων, καὶ οὐ Θεόν· διὰ τοῦτο συγκαταβαίνων αὐτῶν τῇ ἀσθενείᾳ, ἑτέρῳ καλεῖ τὸν Υἱὸν ὀνόματι τὴν αὐτὴν δύναμιν ἔχοντι. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθές, ἄνωθεν ἀναγνῶμεν αὐτὸ τὸ χωρίον, καὶ εἴσεσθε σαφῶς ὅτι οὐχ ἡμέτερός ἐστι στοχασμὸς τὸ λεγόμενον· «Περὶ δὲ τῶν εἰδωλοθύτων οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν. Ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ. Περὶ τῆς βρώσεως οὖν τῷ εἰδωλοθύτων οἴδαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ, καὶ ὅτι οὐδεὶς Θεὸς ἕτερος εἰ μὴ εἷς». Ὁρᾷς ὅτι πρὸς ἐκείνους ἀποτεινόμενος ταῦτα λέγει τοὺς πολλοὺς εἶναι νομίζοντας θεούς; «Καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ πολλοί, (καὶ κύριοι πολλοί), εἴτε ἐν οὐρανῷ, εἴτε ἐπὶ τῆς γῆς (πάλιν πρὸς ἐκείνους μάχεται) ὥσπερ οὖν εἰσι θεοὶ πολλοὶ καὶ κύριοι πολλοί», τοῦτ’ ἔστι λεγόμενοι· «ἀλλ’ ἡμῖν εἷς Θεὸς ὁ Πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἰς Κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα». Διὰ τοῦτο καὶ τὸ εἷς προσέθηκεν, ἵνα μὴ πολυθεΐαν εἰσάγεσθαι πάλιν ἐκεῖνοι νομίζωσι, καὶ ἕνα Θεὸν τὸν Πατέρα ἐκάλεσεν, οὐκ ἐκβάλλων τὸν Υἱὸν τὴν θεότητος, ὥσπερ οὖν καὶ ἕνα Κύριον τὸν Υἱόν, οὐκ ἐκβάλλων τῆς κυριότητος τὸν Πατέρα, ἀλλὰ τὴν ἐκείνων ἀσθένειαν διορθούμενος, καὶ μηδεμίαν αὐτοῖς δοῦναι λαβὴν βουλόμενος. Τοῦτο γοῦν καὶ αἴτιον γέγονε τοῦ μὴ σαφῶς μηδὲ φανερῷ, ἀλλ’ ἀμυδρῶς πως καὶ σπανίως διὰ τῶν προφητῶν γνωρισθῆναι τοῖς Ἰουδαίοις τὸν Υἱὸν τοῦ Θεοῦ. Ἄρτι γὰρ τῆς πολυθέου πλάνης ἀπαλλαγέντες, εἰ πάλιν ἤκουσαν Θεὸν καὶ Θεόν, πρὸς τὴν αὐτὴν ἂν ὑπέστρεψαν νόσον. Διὰ τοῦτο ἄνω καὶ κάτω συνεχῶς οἱ προφῆται λέγουσιν ὅτι «εἷς Θεός, καὶ πλὴν αὐτοῦ οὐκ ἔστιν»· οὐχὶ τὸν Υἱὸν ἀθετοῦντες, μὴ γένοιτο, ἀλλὰ τὴν ἐκείνων ἀσθένειαν θεραπεῦσαι βουλόμενοι, καὶ πεῖσαι τέως τῆς τῶν πολλῶν θεῶν καὶ οὐκ ὄντων ὑπονοίας ἀπαλλαγῆναι. Ὅταν τοίνυν ἀκούσῃς τὸ εἷς καὶ οὐδείς, καὶ ὅσα τοιαῦτα, μὴ τῆς Τριάδος ἐλαττώσῃς τὴν δόξαν, ἀλλὰ τὸ μέσον αὐτῆς πρὸς τὴν κτίσιν διὰ τούτων μάνθανε τῶν ῥημάτων· ἐπεὶ καὶ ἀλλαχοῦ φησι· «Τὶς γὰρ ἔγνω νοῦν Κυρίου»; Καὶ ὅτι τοῦτό ἐστιν ἐνταῦθα, καὶ οὔτε τὸν Υἱόν, οὔτε τὸ Πνεῦμα ἐκβάλλει τῆς γνώσεως, προαποδέδεικται ἐν τοῖς ἀνωτέρω εἰρημένοις, ὅτε τὴν μαρτυρίαν παρηγάγομεν τὴν λέγουσαν· «Τὶς γὰρ οἶδε τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ». Καὶ πάλιν ὁ Χριστὸς φησιν· «Οὐδεὶς γινώσκει τὸν Υἱόν, εἰ μὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱός». Οὕτω δὴ καὶ ἐνταῦθα· «Οὐχ ὅτι τὸν Πατέρα τις ἑώρακεν, εἰ μὴ ὁ ὣν ἐκ τοῦ Θεοῦ· οὗτος ἑώρακε τὸν Πατέρα». Ὁμοῦ γὰρ ὅτι μετὰ ἀκριβείας αὐτὸν οἶδεν, εἶπε, καὶ τὴν αἰτίαν τέθεικεν, δι’ ἦν οἶδε. Τὶς δὲ ἡ αἰτία; Τὸ ἐξ αὐτοῦ εἶναι· τοῦ δὲ ἐξ αὐτοῦ εἶναι πάλιν ἀπόδειξις τὸ μετὰ ἀκριβείας αὐτὸν εἰδέναι. Διὰ τοῦτο γὰρ οἶδε σαφῶς, ἐπειδὴ ἐξ αὐτοῦ ἐστιν, καὶ σημεῖον τοῦ ἐξ αὐτοῦ εἶναι τὸ εἰδέναι αὐτὸν σαφῶς. Οὐσία γὰρ οὐσίαν ὑπερέχουσαν οὐκ ἂν δυνηθείη καλῶς εἰδέναι, κἂν ὀλίγον ᾗ τὸ μέσον. Ἄκουσον γοῦν περὶ τῶν ἀγγέλων τὶ φησιν ὁ προφήτης, καὶ περὶ τῆς ἀνθρωπίνης φύσεως, ὅτι ὀλίγον τὸ διάφορον ταύτης κἀκείνης. Εἰπὼν γάρ, «Τὶ ἐστιν ἄνθρωπος, ὅτι μιμνῄσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου, ὅτι λογίζῃ αὐτόν»; ἐπήγαγεν, «Ἠλάττωσας αὐτὸν βραχὺ τι παρ’ ἀγγέλους». Ἀλλ’ ὅμως εἰ καὶ βραχὺ τὸ μέσον, ἐπειδὴ ὀλοῶς ἐστὶ τι μέσον, οὐκ οἴδαμεν μετὰ ἀκριβείας ἀγγέλων οὐσίαν, κἂν μυρία φιλοσοφήσωμεν, εὑρεῖν οὐ δυνάμεθα.

δ’. Καὶ τὶ λέγω ἀγγέλων, ὅπου γε οὐδὲ αὐτῆς τῆς ἡμετέρας ψυχῆς τὴν οὐσίαν ἴσμεν καλῶς, μᾶλλον δὲ οὐδὲ ὁπωσοῦν; Εἰ δὲ ἐκεῖνοι φιλονεικοῦσιν εἰδέναι, ἐρώτησον τὶ ποτε ἔστι τὴν οὔσαιν ἡ ψυχή· ἆρα ἀήρ, ἢ πνεῦμα, ἢ ἄνεμος, ἢ πῦρ; Ἀλλ’ οὐδὲν τούτων ἐροῦσι, ταῦτα γὰρ πάντα σώματα, ἐκείνη δὲ ἀσώματος. Εἶτα ἀγγέλους μὲν οὐκ ἴσασιν, οὐδὲ τὰς ἑαυτῶν ψυχάς, τὸν δὲ πάντων Δεσπότην καὶ δημιουργὸν εἰδέναι φιλονεικοῦσι μετὰ ἀκριβείας; Καὶ τὶ ταύτης γένοιτ’ ἂν τῆς ἀνοίας χεῖρον; Καὶ τὶ λέγω, τὶ τὴν οὐσίαν ἐστιν ἡ ψυχή; Ὅπως ἡμῶν ἐστιν ἐν τῷ σώματι, οὐδὲ τοῦτο ἔστιν εἰπεῖν. Τὶ γὰρ ἔχοι τις ἂν εἰπεῖν; Ὅτι παρεκτείνεται τῷ τοῦ σώματος ὄγκῳ; Ἀλλὰ τοῦτο ἄλογον, σωμάτων γὰρ ἴδιον τοῦτο· ὅτι δὲ ἐπὶ ψυχῆς οὐκ ἔστι τοῦτο ἐντεῦθεν δῆλον, πολλάκις καὶ τῶν χειρῶν καὶ τῶν ποδῶν ἐκκεκομμένων, ὁλόκληρος ἐκείνη μένει, οὐδὲν ἀκρωτηριασθεῖσα ἀπὸ τῆς τοῦ σώματος πηρώσεως. Ἀλλ’ οὐκ ἔστιν ἐν ὅλῳ τῷ σώματι, ἀλλ’ ἐν μέρει τινὶ συνείληπται; Οὐκοῦν νεκρὰ ἀνάγκη τὰ λοιπὰ εἶναι μέλη· τὸ γὰρ ἄψυχον πάντως νεκρόν. Ἀλλ’ οὐδὲ τοῦτο ἔστιν εἰπεῖν, ἀλλ’ ὅτι μὲν ἔστιν ἐν τῷ σώματι τῷ ἡμετέρῳ ἴσμεν, τὸ δὲ πῶς ἐστιν οὐκ ἴσμεν. Διὰ γὰρ τοῦτο καὶ τῆς ταύτης γνῶσιν ἀπέκλεισεν ὁ Θεὸς ἐκ πολλῆς περιουσίας ἐπιστομίζων ἡμᾶς καὶ κατέχων, καὶ μένειν κάτω πείθων καὶ τὰ ὑπὲρ ἡμᾶς μὴ περιεργάζεσθαι, μηδὲ πολυπραγμονεῖν. Ἀλλ’ ἵνα μὴ ἀπὸ λογισμῶν τὰ τοιαῦτα κατασκευάσωμεν, φέρε πάλιν ἐπὶ τὴν Γραφὴν τὸν λόγον ἀγάγωμεν. «Οὐχ ὅτι τὸν Πατέρα ἑώρακέ τις, φησίν, εἰ μὴ ὁ ὣν ἐκ τοῦ Θεοῦ, οὗτος ἑώρακε τὸν Πατέρα». Καὶ τὶ τοῦτο; φησίν· οὐδέπω γὰρ αὐτῷ γνῶσιν ἀκριβῆ τοῦτο ἐμαρτύρησε τὸ ῥῆμα. Ἀλλ’ ὅτι μὲν αὐτὸν ἡ κτίσις οὐκ οἶδεν ἐδήλωσεν εἰπών· «Οὐχ ὅτι τὸν Πατέρα τις ἑώρακε»· καὶ ὅτι ὁ Υἱὸς αὐτὸν οἶδε, καὶ τοῦτο πάλιν ἐδήλωσε πρόσθες· «Εἰ μὴ ὁ ὣν ἐκ τοῦ Θεοῦ, οὕτως ἑώρακε τὸν Πατέρα»· ὅτι μέντοι ἀκριβῶς αὐτὸν οἶδε, καὶ οὕτως ὡς αὐτὸς ἑαυτόν, οὐδέπω τοῦτο ἀποδέδεικται. Ἐνδέχεται γάρ, φησί, μηδὲ τὴν κτίσιν αὐτὸν εἰδέναι σαφῶς, μήτε τὸν Υἱόν, ἀλλ’ ἐκείνης μὲν σαφέστερον, τὴν μέντοι ἀκριβῆ κατάληψιν μηδὲ τοῦτον ἔχειν. Ὅτι μὲν γὰρ αὐτὸν ὁρᾷ ὅπερ ἐστὶ καὶ γινώσκει εἰπεῖν, ὅτι δὲ ἀκριβῶς αὐτὸν γινώσκει, καὶ οὕτως ὡς αὐτὸς ἑαυτόν, οὔπω τοῦτο ἐδήλωσε. Βούλεσθε οὖν καὶ τοῦτο ἀπὸ τῶν Γραφῶν πιστωσώμεθα, καὶ ἀπ’ αὐτῆς τῆς τοῦ Χριστοῦ φωνῆς; Οὐκοῦν ἀκούσωμεν τὶ φησι πρὸς τοὺς Ἰουδαίους· «Καθὼς γινώσκει με ὁ Πατήρ, κἀγὼ γινώσκω τὸν Πατέρα». Τὶ ταύτης ἀκριβέστερον βούλει τῆς γνώσεως λοιπόν; Ἐρώτησον τὸν ἀντιλέγοντα· οἶδεν ἀκριβῶς τὸν Υἱὸν ὁ Πατήρ, καὶ πᾶσαν αὐτοῦ ἀκριβῶς τὴν γνῶσιν ἔχει, καὶ οὐδὲν αὐτὸν λανθάνει τῶν κατὰ τὸν Υἱόν, ἀλλ’ ἀπηρτισμένη ἐστὶν ἡ εἴδησις; Ναί, φησίν. Οὐκοῦν, ὅταν ἀκούσῃς ὅτι καὶ ὁ Υἱὸς οὕτως αὐτὸν οἶδεν ὡς αὐτὸς τὸν Υἱόν, μηδὲ ἔτι ζήτει πλέον, οὕτω μετὰ ἀκριβείας τῆς γνώσεως ἐξισαζούσης. Καὶ γὰρ καὶ ἀλλαχοῦ τοῦτο αὐτὸ ἐμφαίνων ἔλεγεν· «Οὐδεὶς γινώσκει τὸν Υἱόν, εἰ μὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι». Ἀποκαλύπτει δέ, οὐχ ὅσον αὐτὸς οἶδεν, ἀλλ’ ὅσον ἡμεῖς χωροῦμεν. Εἰ γὰρ ὁ Παῦλος τοῦτο ποιεῖ, πολλῷ μᾶλλον ὁ Χριστός· καὶ γὰρ ἐκεῖνός φησι τοῖς ἑαυτοῦ μαθηταῖς· «Οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ’ ὡς σαρκικοῖς· ὡς νηπίους ἐν Χριστῷ γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα· οὔπω γὰρ ἠδύνασθε». Ἀλλὰ Κορινθίοις τοῦτο, φησίν, ἔλεγε μόνο. Τὶ οὖν ἂν δείξωμεν ὅτι κεῖ ἕτερά τινα, ἃ μηδεὶς ἀνθρώπων ἔμαθεν ᾔδει, καὶ ἀπῆλθε μόνος αὐτὰ τῶν πάντων ἀνθρώπων εἰδώς; Καὶ ποῦ τοῦτο ἔστιν εὑρεῖν; Ἐν τῇ πρὸς Κορινθίους ἐπιστολῇ· οὗτος γὰρ ἐστιν ὁ λέγων, ὅτι «Ἤκουσα ἄῤῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι»· Ἀλλ’ ὅμως καὶ αὐτὸς οὗτος καὶ τότε ἀκούσας ἄῤῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι, μερικὴν ἔχει γνῶσιν καὶ πολὺ τῆς μελλούσης ἀποδέουσαν. Αὐτὸν γὰρ ὁ ταῦτα εἰπὼν κἀκεῖνα εἴρηκεν, ὅτι «Ἐκ μέρους γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν»· καί, «Ὅτε ἡμῖν νήπιος, ὡς νήπιος ἐλάλουν»· καί, «Ἄρτι βλέπω δι’ ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον». Ὥστε ἐκ τούτων ἡμῖν ἅπασα αὐτῶν ἡ σκευωρία διελήλεγκται· ὅταν γὰρ αὐτὴ ἡ οὐσία ἀγνοῆται, οὐχ ὅτι ἔστιν, ἀλλὰ τὶ ἐστιν, ἐσχάτης ἂν εἴη μανίας καὶ ὄνομα αὐτῇ τιθέναι. Καίτοι γε καὶ εἰ δήλη καὶ γνώριμος ἦν, οὐδὲ οὕτως ἦν ἡμῖν ἀσφαλὲς αὐτοὺς οἴκοθεν καὶ παρ’ ἑαυτῶν προσηγορίαν ἐπιτιθέναι τῇ τοῦ Δεσπότου οὐσία. Εἰ γὰρ ὁ Παῦλος ταῖς ἄνω δυνάμεσιν οὐκ ἐτόλμησεν ὀνόματα ἐπιτιθέναι, ἀλλ’ εἰπών, ὅτι «Ἐκάθισε τὸν Χριστὸν ἐπάνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως, καὶ παντὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἴνωι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι», καὶ διδάξας ἡμᾶς ὅτι ἔστι τινὰ ὀνόματα τῶν δυνάμεων, ἃ τότε εἰσόμεθα, οὐκ ἐθάῤῥησεν ἕτερα αὐτὸς ἀντ’ ἐκείνων θεῖναι, οὐδὲ αὐτὰ ἐκεῖνα περιεργάζεσθαι· τίνος ἂν εἶεν συγγνώμης ἄξιοι, ἢ ποίας ἀπολογίας οἱ ἐπὶ τῆς τοῦ Δεσπότου οὐσίας ταῦτα τολμῶντες; Ὅταν δὲ καὶ αὐτὴ ἡ οὐσία ἀγνοῆται καθάπερ τοὺς παραπαίοντας αὐτοὺς ἀποστρέφεσθαι χρή. Ὅτι μὲν γὰρ ἀγέννητός ἐστιν ὁ Θεὸς δῆλον· ὅτι τὲ τοῦτό ἐστιν αὐτοῦ τῆς οὐσίας τὸ ὄνομα οὐδεὶς προφήτης εἶπεν, οὐδεὶς ἀπόστολος ἠνίξατο, οὐδεὶς εὐαγγελιστής· καὶ μάλα εἰκότως. Οἱ γὰρ αὐτὴν τὴν οὐσίαν ἀγνοοῦντες, πῶς ὄνομα αὐτῆς λέγειν ἤμελλον;

ε’. Καὶ τὶ λέγω περὶ τῶν θείων Γραφῶν, ὅπου γὲ τοσαύτη τῆς ἀτοπίας ἡ περιφανεία, καὶ τῆς παρανομίας ἡ ὑπερβολή, ὡς μηδὲ τοὺς τῆς ἀληθείας ἀποπλανηθέντας Ἕλληνας ἐπιχειρῆσαί ποτὲ τι τοιοῦτον εἰπεῖν; Οὐδεὶς γὰρ οὐδὲ ἐκείνων ἐτόλμησε θείας οὐσίας ὅρον ἐκθέσθαι, καὶ ἑνὶ ὀνόματι περιλαβεῖν. Καὶ τὶ λέγω θείας οὐσίας, ὅπου γὲ περὶ τῆς τῶν ἀσωμάτων φύσεως φιλοσοφοῦντες οὐδὲ ταύτης ἀπηρτισμένον ὅρον ἐξέθεντο, ἀλλ’ ἀμυδρὰν τινα ἐξήγησιν καὶ ὑπογραφὴν μᾶλλον ἢ ὅρον; Ἀλλὰ τὶς ὁ σοφὸς αὐτῶν λόγος;

Οὐκ οἶδας οὖν ὃ σέβεις; φησί. Μάλιστα μὲν οὐδὲ ἀποκρίνασθαι πρὸς τοῦτο ἔδει, τοσαύτης ἀποδείξεως ἐκ τῶν Γραφῶν γενομένης, ὅτι ἀδύνατον εἰδέναι τὶ τὴν οὐσίαν ἐστὶν ὁ Θεός· ἐπειδὴ δὲ οὐ πρὸς ἔχθραν φθεγγόμεθα, ἀλλ’ ὥστε αὐτοὺς διορθῶσαι, φέρε δείξωμεν, ὅτι οὐ τὸ ἀγνοεῖν τὶ τὴν οὐσίαν ἐστὶν ὁ Θεός, ἀλλὰ τὸ φιλονεικεῖν εἰδέναι, τοῦτο ἔστι τὸν Θεὸν ἀγνοεῖν.

Εἰπὲ γὰρ μοι, εἰ δύο ἀνθρώπων φιλονεικούντων πρὸς ἀλλήλους εἰδέναι τοῦ οὐρανοῦ τὸ μέγεθος, ὁ μὲν εἷς λέγει μὴ δύνασθαι αὐτὸ ἀνθρώπινον καταλαμβάνειν ὀφθαλμόν, ὁ δὲ ἕτερος φιλονεικοίη δυνατὸν εἶναι, τῇ σπιθαμῇ τῆς χειρὸς πάντα αὐτὸν μετροῦντα ἐπελθεῖν, τίνα ἂν φήσομεν εἰδέναι μέγεθος οὐρανοῦ, τὸν φιλονεικοῦντα εἰδέναι πόσας ἔχει σπιθαμάς, ἢ τὸν ὁμολογοῦντα ἀγνοεῖν; Εἶτα ἐπὶ μὲν οὐρανοῦ ὁ παραχωρῶν τῷ μεγέθει, οὗτος ἔσται ὁ μᾶλλον εἰδὼς τὸ μέγεθος, ἐπὶ δὲ τοῦ Θεοῦ οὐδὲ ταύτῃ χρησόμεθα τῇ εὐλαβείᾳ; Καὶ πῶς οὐκ ἐσχάτης τοῦτο παραπληξίας; Ὅτι γὰρ τοσοῦτον ἀπαιτούμεθα μόνον εἰδέναι, ὅτι ἔστι Θεός, οὐχὶ περιεργάζεσθαι αὐτοῦ τὴν οὐσίαν, ἄκουσον τὶ φησιν ὁ Παῦλος· «Πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ Θεῷ ὅτι ἔστι». Καὶ πάλιν ὁ προφήτης ἐγκαλῶν ἀσέβειαν τινί, οὐ τοῦτο ἐγκαλεῖ, ὅτι οὐκ οἶδε τὶ ἐστιν ὁ Θεός, ἀλλ’ ὅτι οὐκ οἶδεν, ὅτι ἔστι Θεός. Εἶπε γάρ, φησίν, «ἄφρων ἐν καρδίᾳ αὐτοῦ, οὐκ ἔστι Θεός». Ὥσπερ οὖν ἐκεῖνον ἀσεβῆ ποιεῖ οὐ τὸ ἀγνοεῖν τὶ τὴν οὐσίαν ἐστὶν ὁ Θεός, ἀλλὰ τὸ ἀγνοεῖν, ὅτι ἔστι Θεός· οὕτως ἀρκεῖ πρὸς εὐσέβειαν τὸ εἰδέναι ὅτι ἔστιν ὁ Θεός. Ἀλλ’ ἔχουσί τινα καὶ ἕτερον μεμελετημένον λόγον. Τίνα δὴ τοῦτον; «Εἴρηται, φησί, Πνεῦμα ὁ Θεός». Τοῦτο οὖν τῆς οὐσίας αὐτοῦ παραστατικόν, εἰπὲ μοι; Καὶ τὶς ταῦτα ἀνέξεται, κἂν ὁπωσοῦν ἐπὶ θύρας τῶν θείων Γραφῶν ἐλθών; Ἔσται γὰρ κατὰ τοῦτον τὸν λόγον καὶ πῦρ ὁ Θεός· ὥσπερ γὰρ γέγραπται ὅτι Πνεῦμα ὁ Θεός, οὕτω γέγραπται ὅτι «Ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον», καὶ πάλιν, «Πηγὴ ὕδατος ζῶντος». Οὐ πνεῦμα δὲ καὶ πηγὴ καὶ πῦρ ἔσται μόνον, ἀλλὰ καὶ ψυχή, καὶ ἄνεμος, καὶ νοῦς ἀνθρώπινος, καὶ ἕτερα πολλῷ τούτων ἀτοπωτέρα· οὐ γὰρ δὴ πάντα ἐπεξιέναι χρὴ τῷ λόγῳ, οὐδὲ τὴν ἐκείνων μιμεῖσθαι μανίαν. Τὸ γὰρ πνεῦμα τοῦτο πολλὰ δηλοῖ, οἷον τὴν ψυχὴν τὴν ἡμετέραν, καθάπερ καὶ Παῦλός φησι· «Παράδοτε τὸν τοιοῦτον τῷ σατανᾶ, ἵνα τὸ πνεῦμα σωθῇ»· καὶ ἄνεμον, καθάπερ ὁ προφήτης λέγει· «Πνεύματι βιαίῳ συντρίψεις αὐτούς». Καλεῖται δὲ καὶ τὸ χάρισμα τὸ πνευματικὸν οὕτως· «Αὐτὸ γὰρ τὸ πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν», φησί· καὶ πάλιν, «Προσεύξομαι δὲ τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ». Καλεῖται δὲ καὶ ὁ θυμὸς οὕτως. Καὶ γὰρ Ἠσαΐας φησίν· «Οὐ σὺ ἦσθα ὁ μελετῶν τῷ πνεύματί σου τῷ σκληρῷ ἀνελεῖν αὐτούς»; Καλεῖται δὲ καὶ ἡ βοήθεια ἡ παρὰ τοῦ Θεοῦ πνεῦμα· «Πνεῦμα γὰρ πρὸ προσώπου ἡμῶν Χριστὸς Κύριος». Ταῦτα οὖν πάντα ἡμῖν ὁ Θεὸς ἔσται κατ’ ἐκείνους, καὶ ἐκ τοσούτων συγκείσεται. Ἀλλὰ γὰρ ἵνα μὴ ληρῶμεν, τὰ μηδὲ ἀντιλογίας δεόμενα παράγοντες εἰς μέσον, φέρε ἐνταῦθα τὸν πρὸς αὐτοὺς καταλύσαντες λόγον, ἐπὶ τὴν εὐχὴν τὸ πᾶν τρέψωμεν, ὅσῳ μειζόνως ἀσεβοῦσι, τοσούτῳ πλέον ὑπὲρ αὐτῶν παρακαλοῦντες καὶ δεόμενοι ἀποστῆναί ποτε τῆς μανίας αὐτούς. Τοῦτο γὰρ ἀποδεκτὸν ἐνώπιον τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, «Ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν».

Ϛ’. Μὴ διαλείπωμεν τοίνυν τὰς ὑπὲρ αὐτῶν ἱκετηρίας ποιούμενοι. Μέγα γὰρ ὅπλον εὐχή, θησαυρὸς ἀνελλιπής, πλοῦτος μηδέποτε δαπανώμενος, λιμὴν ἀκύμαντος, γαλήνης ὑπόθεσις, καὶ μυρίων ἀγαθῶν ῥίζα καὶ πηγὴ καὶ μήτηρ ἐστιν ἡ εὐχή, καὶ αὐτῆς τῆς βασιλείας δυνατωτέρα. Πολλάκις οὖν αὐτοῦ τοῦ τὸ διάδημα περικειμένου πυρέττοντος, καὶ ἐπὶ τῆς κλίνης κειμένου καὶ φλεγομένου, παρεστήκασιν ἰατροί, δορυφόροι, θεράποντες, στρατηγοί, καὶ οὔτε ἰατρῶν τέχνη, οὔτε παρουσία φίλων, οὐκ οἰκετῶν διακονία, οὐ φαρμάκων δαψίλεια, οὐ πολυτελείᾳ παρασκευῆς, οὐ χρημάτων περιουσίᾳ, οὐκ ἄλλο οὐδὲν τῶν ἀνθρωπίνων ἰσχύει παραμυθήσασθαι τὴν ἐπικειμένην ἀῤῥωστίαν· ἂν δὲ τις παῤῥησίαν ἔχων πρὸς τὴν Θεὸν εἰσέλθῃ, καὶ τοῦ σώματος ἅψηται μόνον, καὶ καθαρὰν ὑπὲρ αὐτοῦ ποιήσῃ τὴν εὐχήν, ἅπασαν τὴν ἀῤῥωστίαν ἐφυγάδευσε· καὶ ὅπερ οὐκ ἴσχυσεν ὁ πλοῦτος, καὶ τῶν διακονουμένων τὸ πλῆθος, καὶ ἡ τῆς ἐμπειρίας ἐπιστήμη, καὶ ὁ τῆς βασιλείας ὄγκος, τοῦτο ἴσχυσεν ἑνὸς πένητος πολλάκις καὶ πτωχεύοντος εὐχή. Εὐχὴν δὲ λέγω, οὐ τὴν ψιλὴν ταύτην καὶ ῥᾳθυμίας γέμουσαν, ἀλλὰ τὴν μετ’ ἐκτενείας γινομένην, μετὰ ὀδυνωμένης ψυχῆς, μετὰ συντεταμένης διανοίας. Αὕτη γὰρ ἐστιν ἡ πρὸς τὸν οὐρανὸν ἀναβαίνουσα, καὶ καθάπερ τὰ ὕδατα, ἕως μὲν ἂν ἐπὶ ἰσοπέδου φέρηται [χωρίου], καὶ πολλῆς ἀπολαύῃ τῆς εὐρυχωρίας, οὐκ ἀνίσταται πρὸς ὕψος· ἐπειδὰν δὲ αὐτὰ χεῖρε ὀχετηγῶν κάτωθεν περισφίγξασαί θλίψωσι στενοχωρούμενα, βέλους παντὸς ὀξύτερον πρὸς τὸ ὕψος ἐξακοντίζεται· οὕτω δὴ καὶ ἡ ἀνθρωπίνη διάνοια, ἕως μὲν ἂν ἀδείας ἀπολαύῃ πολλῆς, διαχεῖται καὶ διαῤῥεῖ· ἐπειδὰν δὲ πραγμάτων περίστασις κάτωθεν αὐτὴν στενοχωρήσῃ, ἀποθλιβομένη καλῶς, καθαρᾶς καὶ εὐτόνους πρὸς τὸ ὕψος ἀναπέμπει τὰς εὐχάς. Καὶ ἵνα μάθῃς ὅτι μάλιστα ἐκεῖναι ἐπακούεσθαι δύναιτ’ ἂν αἱ μετὰ θλίψεως γινόμεναι, ἄκουσον τὶ φησιν ὁ προφήτης· «Πρὸς Κύριον ἐν τῷ θλίβεσθαί με ἐκέκραξα, καὶ εἰσήκουσέ μου». Διαθερμάνωμεν τοίνυν τὸ συνειδός, θλίψωμεν τὴν ψυχὴν τῇ μνήμῃ τῶν ἁμαρτημάτων, θλίψωμεν, οὐχ ἵνα στενοχωρήσωμεν, ἀλλ’ ἵνα ἀκουσθῆναι παρασκευάσωμεν, ἵνα νήφειν ποιήσωμεν καὶ ἐγρηγορέναι, καὶ αὐτῶν ἅπτεσθαι τῶν οὐρανῶν. Οὐδὲν οὕτω φυγαδεύει ῥαθυμίαν καὶ ὀλιγωρίαν, ὡς ὀδύνη καὶ θλῖψις πανταχόθεν συνάγουσα τὴν διάνοιαν, καὶ πρὸς ἑαυτὴν ἐπιστρέφουσα. Ὁ θλιβόμενος οὕτω καὶ εὐχόμενος πολλὴν μετὰ τὴν εὐχὴν εἰς τὴν ψυχὴν τὴν ἑαυτοῦ τὴν ἡδονὴν εἰσοικίσαι δυνήσεται. Καὶ καθάπερ νεφῶν συνδρομὴ παρὰ μὲν τὴν ἀρχὴν ζοφερὸν ποιεῖ τὸν ἀέρα· ἐπειδὰν δὲ ἐπαλλήλους ἐπαφῇ τὰς νιφάδας, ἀποθεμένη τὸν ὑετὸν ἅπαντα, γαληνὸν καὶ φαιδρὸν ἐργάζεται τὸν ἀέρα, οὕτω τῇ καὶ ἀθυμία ἕως μὲν ἂν ἔνδον συστρέφηται, σκοτοῖ τὸν ἡμέτερον λογισμόν· ἐπειδὰν δὲ διὰ τὴν τῆς εὐχῆς ῥημάτων καὶ τῶν μετ’ ἐκείνων δακρύων κενωθῇ, καὶ εἰς τὸ ἔξω διαπνεύσῃ, πολλὴν ἐντίθησι τῇ ψυχῇ τὴν φαιδρότητα, τῆς ἀντιλήψεως τοῦ Θεοῦ καθάπερ τινὸς ἀκτῖνος εἰς τὴν διάνοιαν ἀφεθείσης τοῦ εὐχομένου. Ἀλλὰ τὶς ὁ ψυχρὸς τῶν πολλῶν λόγος; Ἀπαῤῥησίαστός εἰμι, φησίν, αἰσχύνης γέμω, οὐδὲ ἀνοῖξαι τὸ στόμα δύναμαι. Σατανικὴ αὕτη ἡ εὐλαβείᾳ, ῥᾳθυμίας ταῦτα προκαλύμματα· ἀποκλεῖσαι γὰρ σοι τὰς θύρας τῆς πρὸς τὸν Θεὸν προσόδου βούλεται ὁ διάβολος. Ἀπαῤῥησίαστος εἶ; Μεγάλη παῤῥησίᾳ, μέγα τοῦτο αὐτὸ ὄφελος τὸ νομίζειν ἀπαῤῥησίαστον εἶναι, ὥσπερ οὖν αἰσχύνη καὶ κατάκρισις ἐσχάτη τὸ νομίζειν παῤῥησίαν ἔχειν. Κἂν γὰρ πολλὰ ἔχῃς κατορθώματα, καὶ μηδὲν ἑαυτῷ σύνοιδας πονηρόν, νομίζῃς δὲ παῤῥησίαν ἔχειν, πάσης ἐξέπεσες τῆς εὐχῆς· κἂν μυρία φέρῃς ἁμαρτημάτων φορτία ἐπὶ τοῦ συνειδότος, καὶ μόνον τοῦτο πείσῃς σαυτόν, ὅτι πάντων ἔσχατος εἶ, πολλὴν ἕξεις πρὸς τὸν Θεὸν παῤῥησίαν· καίτοι τοῦτο οὔτε ταπεινοφροσύνη ἐστί, τὸ ὄντα ἁμαρτωλόν. Ταπεινοφροσύνη γὰρ ἐστιν, ὅταν τις, πολλὰ καὶ μεγάλα συνειδὼς ἑαυτῷ, μηδὲν μέγα περὶ ἑαυτοῦ φαντάζηται· ὅταν τις κατὰ Παῦλον ὤν, καὶ δυνάμενος λέγειν· «Οὐδὲν ἐμαυτῷ σύνοιδα», λέγῃ πάλιν· «Ἀλλ’ οὐκ ἐν τούτῳ δεδικαίωμαι»· καὶ αὖθις· «Χριστὸς Ἰησοῦς ἦλθεν ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτος εἰμι ἐγώ». Τοῦτό ἐστι ταπεινοφροσύνη, τὸ ὑψηλὸν ὄντα ἀπὸ κατορθωμάτων, ταπεινοῦν ἑαυτὸν ἀπὸ διανοίας. Ἀλλ’ ὅμως ὁ Θεὸς διὰ τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν οὐχὶ τοῦ ταπεινοφρονοῦντας μόνον, ἀλλὰ καὶ τοὺς εὐγνωμόνως τὰ ἁμαρτήματα αὐτῶν λέγοντας προσίεται καὶ δέχεται, καὶ γίνεται ἵλεως καὶ εὐμενὴς τοῖς οὕτω διακειμένοις. Καὶ ἵνα μάθῃς, ὅσον ἐστὶν ἀγαθὸν μηδὲν μέγα περὶ ἑαυτοῦ φαντάζεσθαι, ἅρματα δύο ποίησον τῷ λόγῳ, ζεῦξον δικαιοσύνην καὶ ἀπόνοιαν, καὶ ἁμαρτίαν μετὰ ταπεινοφροσύνης, καὶ ὄψει τὸ ζεῦγος τῆς ἁμαρτίας προλαμβάνον τὴν δικαιοσύνην, οὐ παρὰ τὴν οἰκείαν δύναμιν, ἀλλὰ παρὰ τὴν ἰσχὺν τῆς συζύγου ταπεινοφροσύνης, κἀκεῖνο πάλιν ἐλαττούμενον, οὐ παρὰ τὴν ἀσθένειαν τῆς δικαιοσύνης ἀλλὰ παρὰ τὸ βάρος καὶ τὸν ὄγκον τῆς ἀπονοίας. Ὥσπερ γὰρ ἡ ταπεινοφροσύνη διὰ τὸ ὑπερβάλλον αὐτῆς ὕψος τῆς ἁμαρτίας νικᾷ τὴν βαρύτητα, καὶ φθάνει πρὸς τὸν οὐρανὸν ἀναβῆναι, οὕτω καὶ ἡ ἀπόνοια, διὰ τὸ πολὺ βάρος αὐτῆς καὶ τὸν ὄγκον, ἰσχύει καὶ τῆς κουφοτάτης δικαιοσύνης περιγενέσθαι, καὶ καθελκύσαι κάτω ῥᾳδίως αὐτήν.

ζ’. Καὶ ὅτι τοῦτο ἐκείνου τὸ ζεῦγος ταχύτερον, ἀναμνήσθητι τοῦ Φαρισαίου καὶ τοῦ τελώνου. Ἔζευξεν ὁ Φαρισαῖος δικαιοσύνην καὶ ἀπόνοιαν, οὕτω λέγων· «Εὐχαριστῶ σοι, ὁ Θεός, ὅτι οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, πλεονέκται, οὐδὲ ὡς οὗτος ὁ τελώνης». Ὣ τῆς μανίας! Οὐκ ἐκόρεσεν αὐτοῦ τὴν ἀπόνοιαν πᾶσα τῶν ἀνθρώπων ἡ φύσις, ἀλλὰ καὶ τῷ τελώνῃ πλησίον ἑστῶτι μετὰ πολλῆς ἐπεπήδησε τῆς ἀνοίας. Τὶ οὖν ἐκεῖνος; Οὐ διεκρούσατο τὰ ὀνείδη, οὐκ ἤλγησεν ἐπὶ τῇ κατηγορίᾳ, ἀλλὰ κατεδέξατο τὸ εἰρημένον μετ’ εὐγνωμοσύνης· καὶ γέγονε τὸ τοῦ ἐχθροῦ βέλος αὐτῷ φάρμακον καὶ ἴασις, καὶ τὸ ὄνειδος ἐγκώμιον, καὶ ι κατηγορίᾳ στέφανος. Τοσοῦτόν ἐστι ταπεινοφροσύνη καλόν, τοσοῦτόν ἐστι κέρδος, μὴ δάκνεσθαι ταῖς παρ’ ἑτέρων λοιδορίαις, μηδὲ ἐκθηριοῦσθαι πρὸς τὰς τῶν πλησίον ὕβρεις. Ἔστι γὰρ τι καὶ ἀπ’ αὐτῶν καρπώσασθαι μέγα καὶ γενναῖον ἀγαθόν, ὅπερ οὖν καὶ ἐπὶ τοῦ τελώνου γέγονε. Δεξάμενος γὰρ τὰ ὀνείδη, ἀπέθετο τὰ ἁμαρτήματα καὶ εἰπών· «Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ», κατῆλθε δεδικαιωμένος ὑπὲρ ἐκεῖνον, καὶ λόγοι περιεγένοντο ἔργων, καὶ ῥήματα πράξεις ἐνίκησαν. Ὁ μὲν γὰρ δικαιοσύνην προεβάλλετο, καὶ νηστείαν καὶ δεκάτας· οὗτος δὲ ῥήματα εἶπε ψιλά, καὶ πάντα ἀπέθετο τὰ ἁμαρτήματα. Οὐ γὰρ τῶν ῥημάτων ἤκουσεν ὁ Θεὸς μόνον, ἀλλὰ καὶ τὴν διάνοιαν, μεθ’ ἧς ταῦτα προεβάλετο, εἶδε, καὶ τεταπεινωμένην εὑρὼν καὶ συντετριμμένην, ἠλέησε καὶ ἐφιλανθρωπεύσατο. Ταῦτα δὲ λέγω οὐχ ἵνα ἁμαρτάνωμεν, ἀλλ’ ἵνα ταπεινοφρονῶμεν. Εἰ γὰρ τελώνης ἄνθρωπος, τὸ ἔσχατον τῆς κακίας εἶδος, οὐχὶ ταπεινοφρονήσας, ἀλλ’ εὐγνωμονήσας μόνον, καὶ τὰ ἁμαρτήματα εἰπών, καὶ ὅπερ ἦν ὁμολογήσας, τοσαύτην εὔνοιαν ἐπεσπάσατο παρὰ τοῦ Θεοῦ, πόσην οἱ μεγάλα μὲν κατωρθωκότες ἀγαθά, μηδὲν δὲ μέγα περὶ ἑαυτῶν νομίζοντες, ἐπισπάσονται τὴν βοήθειαν; Διὰ τοῦτο παρακαλῶ καὶ δέομαι καὶ ἀντιβολῶ ἐξομολογεῖσθαι τῷ Θεῷ συνεχῶς. Οὐδὲ γὰρ εἰς θέατρόν σε ἄγω τῶν συνδούλων τῶν σῶν, οὐδὲ ἐκκαλύψαι τοῖς ἀνθρώποις ἀναγκάζω τὰ ἁμαρτήματα· τὸ συνειδὸς ἀνάπτυξον ἔμπροσθεν τοῦ Θεοῦ, καὶ αὐτῷ δεῖξον τὰ τραύματα, καὶ παρ’ αὐτοῦ τὰ φάρμακα αἰτῆσαι· δεῖξον τῷ μὴ ὀνειδίζοντι, ἀλλὰ θεραπεύοντι· κἂν γὰρ σὺ σιγήσῃς, οἶδεν ἐκεῖνος ἅπαντα. Εἶπε τοίνυν, ἵνα κερδάνῃς· εἰπέ, ἵνα ἐνταῦθα ἀποθέμενος πάντα τὰ ἁμαρτήματα, ἀπέλθῃς ἐκεῖ καθαρὸς καὶ ἔξω τῶν πλημμελημάτων, καὶ τῆς ἀφορήτου δημοσιεύσεως ἐκείνης ἀπαλλαγῆς. Οἱ τρεῖς παῖδες ἐν καμίνῳ διῆγον,καὶ τὴν ψυχὴν ἐπέδωκαν ὑπὲρ τῆς εἰς τὸν Δεσπότην ὁμολογίας· ἀλλ’ ὅμως μετὰ τοσαῦτα καὶ τοιαῦτα κατορθώματα λέγουσιν· «Οὐκ ἐστιν ἡμῖν ἀνοῖξαι τὸ στόμα· αἰσχύνη καὶ ὄνειδος ἐγεννήθημεν τοῖς δούλοις σου καὶ τοῖς σεβόμενος σέ». Τὶ οὖν ἀνοίγετε στόμα; Ἵνα αὐτὸ τοῦτο εἴπωμεν, φησίν, ὅτι οὐκ ἔστιν ἡμῖν ἀνοῖξαι τὸ στόμα, καὶ αὐτῷ τούτῳ τὸν Δεσπότην ἐπισπασώμεθα. Εὐχῆς δύναμις δύναμιν πυρὸς ἔσβεσε, λεόντων θυμὸν ἐχαλίνωσε, πολέμους ἔλυσε, μάχας ἔπαυσε, χειμῶνας ἀνεῖλε, δαίμονας ἤλασεν, οὐρανοῦ πύλας ἠνέῳξε, δεσμὰ θανάτου διέκοψεν, ἀῤῥωστίας ἐφυγάδευσεν, ἐπηρείας ἀπεκρούσατο, πόλεις σειομένας ἔστησε, καὶ τὰς ἄνωθεν φερομένας πληγάς, καὶ τὰς παρὰ ἀνθρώπων ἐπιβουλάς, καὶ πάντα ἁπλῶς ἀνεῖλεν εὐχὴ τὰ δεινά. Εὐχὴν δὲ λέγω πάλιν, οὐ τὴν ἁπλῶς ἐπὶ τοῦ στόματος κειμένην, ἀλλὰ τὴν ἐκ τοῦ βάθους τῆς διανοίας ἀνιοῦσαν. Καθάπερ γὰρ τῶν δένδρων ὅσαπερ ἂν πρὸς τὸ βάθος παραπέμψῃ τὰς ῥίζας, κἂν μυριὰς ἀνέμων δέξηται προσβολάς, οὐ διακλᾶται, οὐδὲ ἀνασπᾶται, τῶν ῥιζῶν μετὰ ἀκριβείας τῷ βάθει τῆς γῆς περισφιγγομένων· οὕτω δὴ καὶ εὐχαὶ αἱ κάτωθεν ἐκ τοῦ βάθους τῆς διανοίας ἀναπεμπόμεναι, ἐῤῥιζωμένοι μετὰ ἀσφαλείας πρὸς ὕψος ἀνατείνονται, καὶ οὐδεμιᾷ λογισμοῦ προσβολῇ παρατρέπονται. Διὰ τοῦτο καὶ ὁ προφήτης φησίν, «Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε». Ταῦτα λέγω οὐχ ἵνα ἐπαινῆτε μόνον, ἀλλ’ ἵνα καὶ ἐπὶ τῶν ἔργων ἐπιδείκνυσθε. Εἰ γὰρ τὸ πρὸς ἀνθρώπους ἐξειπεῖν τὰς οἰκείας συμφοράς, καὶ τὰ κατειληφότα ἐκτραγῳδῆσαι κακά, φέρει τινὰ τοῖς ὀδυνωμένοις παραμυθίαν, ὥσπερ τινὸς διαπνοῆς διὰ τοῦ λόγου γινομένης, πολλῷ μᾶλλον, ἂν πρὸς τὸν Δεσπότην ἀνακοίνωση τὸν σὸν τὰ τῆς οἰκείας ψυχῆς παθήματα, λήψῃ τινὰ ψυχαγωγίαν καὶ παραμυθίαν πολλήν. Ἄνθρωπος μὲν γὰρ καὶ βαρύνεται πολλάκις τὸν πρὸς αὐτὸν ἀποδυρόμενον καὶ θρηνοῦντα, καὶ διακρούεται καὶ ἀπωθεῖται· ὁ δὲ Θεὸς οὐχ οὕτως, ἀλλὰ καὶ προσίεται καὶ ἐπισπᾶται, κἂν διημερεύσῃς ἀνακοινούμενος αὐτῷ τὰς σὰς συμφοράν, τότε σε μᾶλλον φιλεῖ, καὶ ἐπινεύει σου ταῖς ἱκετηρίαις. Τοῦτο γοῦν αὐτὸ ἐνδεικνύμενος ὁ Χριστὸς ἔλεγε, «Δεῦτε πρὸς με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς». Καλεῖ οὖν, μὴ παρακούσωμεν· ἐπισπᾶται, μὴ ἀποπηδήσωμεν· κἂν μυρία ἁμαρτήματα ἔχωμεν, τότε μειζόνως προστρέχωμεν· καὶ γὰρ τοὺς τοιούτους καλεῖ. «Οὐ γὰρ ἦλθον, φησί, καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν». Καὶ ἐνταῦθα τοὺς πεφορτισμένους, τοὺς πεπονηκότας, τοὺς ἐκ βάρους τῶν ἁμαρτημάτων κεκοπιωμένους λέγει. Θεὸς γὰρ παρακλήσεως λέγεται, καὶ Θεὸς οἰκτιρμῶν· ἐπειδὴ τοῦτο ἔργον αὐτῷ διηνεκές, τοὺς ὀδυνωμένους καὶ τοὺς θλιβομένους παραμυθεῖσθαι καὶ παρακαλεῖν, κἂν μυρία ἁμαρτήματα ἔχωσι. Μόνον ἐπιδῶμεν ἑαυτούς, μόνον προσδράμωμεν αὐτῷ, καὶ μὴ ἀποστῶμεν, καὶ διὰ τῆς πείρας αὐτῆς εἰσόμεθα τῶν εἰρημένων τὴν ἀλήθειαν, καὶ οὐδὲν ἡμᾶς τῶν ὄντων λυπῆσαι δυνήσεται, ἐὰν ἔχωμεν ἐκτενῆ εὐχὴν καὶ διηκριβωμένην· ὅπερ γὰρ ἂν ἐπέλθῃ, ῥᾳδίως διὰ ταύτης ἀποκρουσόμεθα. Καὶ τὸ θαυμαστόν, εἰ περιστάσεις ἀνθρωπίνας λεύειν οἶδεν εὐχῆς δύναμις, ὅπου γε καὶ ἁμαρτημάτων φύσιν σβέννυσι καὶ ἀφανίζει ῥᾳδίως; Ἳν’ οὖν καὶ μετ’ εὐκολίας τὸν παρόντα διανύσωμεν βίον, καὶ ὅσα προσετριψάμεθα ἁμαρτήματα, ταῦτα ἀποθώμεθα, καὶ μετὰ παῤῥησίας στῶμεν ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ, τοῦτο διηνεκῶς κατασκευάζωμεν ἑαυτοῖς τὸ φάρμακον, ἀπὸ δακρύων καὶ σπουδῆς καὶ προσεδρίας καὶ καρτερίας συντιθέντες αὐτό· οὕτω γὰρ καὶ διηνεκοῦς ἀπολαυσόμεθα τῆς ὑγιείας, καὶ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπία τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὐ τῷ Πατρὶ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: Λόγος Ἕκτος — Εἰς τὸν μακάριον Φιλογόνιον γενόμενον ἀπὸ δικολόγου ἐπίσκοπον, καὶ ὅτι τοῦ προνοεῖν τῶν κοινῇ συμφερόντων οὐδὲν ἴσον εἰς εὐδοκίμησιν παρὰ τῷ Θεῷ, καὶ ὅτι τὸ ῥαθύμως προσιέναι τοῖς θείοις μυστηρίοις κόλασιν ἀφόρητον ἔχει, κἂν ἅπαξ τοῦ ἐνιαυτοῦ τοῦτο τολμήσωμεν. Ἐλέχθη δὲ πρὸ πέντε ἡμερῶν τῆς Χριστοῦ γεννήσεως
Προηγούμενο: Λόγος Τέταρτος — Περὶ Ἀκαταλήπτου Πρὸς τοὺς Ἀνομοίους
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 48
Ἀρχικὴ Σελίδα: Τέρτιος