Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 48

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Λόγος Ἕβδομος – Πρὸς τοὺς ἀπολειφθέντας τῆς συνάξεως, καὶ τοῦ ὁμοούσιον εἶναι τὸν Υἱὸν τῷ Πατρὶ ἀπόδειξις, καὶ ὅτι ταπεινῶς εἰρημένα καὶ γεγενημένα παρ’ αὐτοῦ, οὐ δι’ ἀσθένειαν δυνάμεως, οὐδὲ δι’ ἐλάττωσιν ἐγίνετο καὶ ἐλέγετο, ἀλλὰ δι’ οἰκονομίας διαφόρους. Ἀπὸ τοῦ πὲρ ἀκαταλήπτου καὶ ἀκολούθως
Προηγούμενο: Λόγος Πέμπτος – Περὶ Ἀκαταλήπτου Πρὸς τοὺς Ἀνομοίους
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 48

Λόγος Ἕκτος — Εἰς τὸν μακάριον Φιλογόνιον γενόμενον ἀπὸ δικολόγου ἐπίσκοπον, καὶ ὅτι τοῦ προνοεῖν τῶν κοινῇ συμφερόντων οὐδὲν ἴσον εἰς εὐδοκίμησιν παρὰ τῷ Θεῷ, καὶ ὅτι τὸ ῥαθύμως προσιέναι τοῖς θείοις μυστηρίοις κόλασιν ἀφόρητον ἔχει, κἂν ἅπαξ τοῦ ἐνιαυτοῦ τοῦτο τολμήσωμεν. Ἐλέχθη δὲ πρὸ πέντε ἡμερῶν τῆς Χριστοῦ γεννήσεως

.

α’. Ἐγὼ μὲν καὶ τήμερον παρεσκευαζόμην πρὸς τὰ τῶν αἱρετικῶν παλαίσματα ἀποδύσασθαι, καὶ τὸ λειπόμενον ὑμῖν ἀποδοῦναι τοῦ χρέους· ἀλλ’, ἡ τοῦ μακαρίου Φιλογονίου ἡμέρα, οὗ τὴν ἑορτὴν ἄγομεν νῦν, πρὸς τὴν τῶν ἐκείνου κατορθωμάτων διήγησιν τὴν γλῶτταν ἡμῶν ἐκάλεσε. Καὶ δεῖ πείθεσθαι πάντως. Εἰ γὰρ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτᾷν, εὔδηλον ὅτι ὁ εὐλογῶν ζωῆς ἀπολαύσεται πάντως, καὶ εἰ τοὺς φυσικοὺς γονεῖς τοσαύτης παρ’ ἡμῶν ἀπολαύειν εὐνοίας χρή, πολλῷ μᾶλλον τοὺς πνευματικούς, καὶ μάλιστα ὅταν τοὺς μὲν κατοιχομένους ὁ ἔπαινος μηδὲν ποιῇ λαμπροτέρους, τοὺς δὲ συνιόντας ὑμᾶς καὶ τοὺς λέγοντας καὶ τοὺς ἀκούοντας βελτίους ἐργάζηται. Ὁ μὲν γὰρ εἰς τὸν οὐρανὸν ἀναβάς, οὐδὲν ἂν δέοιτο τῆς ἀνθρωπίνης εὐφημίας πρὸς μείζονα καὶ μακαριωτέραν λῆξιν ἀπελθών· ἡμεῖς δὲ οἱ τέως ἐνταῦθα στρεφόμενοι, καὶ πολλῆς πανταχόθεν παρακλήσεως χρῄζοντες, τῶν ἐγκωμίων δεόμεθα τῶν ἐκείνου, ἵνα εἰς τὸν αὐτὸν ζῆλον διαναστῶμεν. Διὰ τοῦτο καὶ τις σοφὸς παραινεῖ λέγω· «Μνήμη δικαίου μετ’ ἐγκωμίων»· οὐχ ὡς τῶν ἀπελθόντων, ἀλλ’ ὡς τῶν ἐγκωμιαζόντων ταῦτα τὰ μέγιστα ὠφελουμένων. Ἐπεὶ οὖν τοσοῦτον τὸ κέρδος ἡμῖν ἐκ τοῦ πράγματος, πειθώμεθα καὶ μὴ ἀντιλέγωμεν· καὶ γὰρ ὁ καιρὸς πρὸς τὴν τοιαύτην διήγησιν ἐπιτήδειος. Σήμερον γὰρ ὁ μακάριος πρὸς τὴν ἀτάραχον μετετάξατο ζωήν, καὶ τὸ σκάφος ὥρμισεν ἔνθα ναυάγιον ὑποπτεύσαι οὐκ ἔνι λοιπόν, οὐδὲ ἀθυμίαν τινὰ καὶ ὀδύνην. Καὶ τὶ θαυμαστὸν εἰ καθαρὸν ἐκεῖνο τὸ χωρίον ἀθυμίας ἐστὶν ὅπου γὲ ἀνθρώποις τοῖς ἔτι ζῶσι διαλεγόμενος ὁ Παῦλός φησι· «Πάντοτε χαίρετε, ἀδιαλείπτως προσεύχεσθε».

Εἰ δὲ ἐνταῦθα ὅπου νόσου, καὶ ἐπήρειαι, καὶ ἄωροι θανατοῖ, καὶ συκοφαντίαι, καὶ φθόνοι, καὶ ἀθυμίαι, καὶ ὀργαί, καὶ ἐπιθυμίαι πονηραί, καὶ μυρίαι ἐπιβουλαί, καὶ καθημεριναὶ φροντίδες, καὶ συνεχῆ καὶ ἐπάλληλα τὰ κακὰ μυριὰς πάντοθεν ἐπάγοντα λύπας, ἔφησεν ὁ Παῦλος δυνατὸν εἶναι πάντοτε χαίρειν, εἲ τις μικρὸν ἐκ τοῦ κλυδωνίου τῶν βιωτικῶν πραγμάτων ἀνακύψας, τὸν ἑαυτοῦ καλῶς ῥυθμίσειε βίον, πολλῷ μᾶλλον μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν τούτου ῥᾴδιον ἐπιτυχεῖν τοῦ καλοῦ, ὅτε ταῦτα πάντα ἀνῄρηται, καὶ ἀῤῥωστίαι καὶ πάθη καὶ ἁμαρτημάτων ὑπόθεσις, ὅτε τὸ ἐμὸν καὶ τὸ σὸν οὐκ ἔστι, τὸ ψυχρὸν τοῦτο ῥῆμα, καὶ πάντα εἰς τὴν ζωὴν ἡμῶν εἰσάγον τὰ δεῖνα, καὶ τοὺς μυρίους γεννῆσαν πολέμους. Διὸ μάλιστα μακαρίζω τὸν ἅγιον τοῦτον, ὅτι εἰ καὶ μετετάξατο καὶ πόλιν ἀφῆκε τὴν παρ’ ἡμῖν, ἀλλ’ εἰς ἑτέραν ἀνέβη πόλιν τὴν τοῦ Θεοῦ, καὶ καταλιπὼν τὴν ἐκκλησίαν ταύτην, εἰς ἐκείνην τέλει τὴν τῶν πρωτοτόκων τῶν ἀπογεγραμμένων ἐν οὐρανοῖς, καὶ τὰς ἑορτὰς ταύτας ἀφείς, πρὸς τὴν τῶν ἀγγέλων μετέστη πανήγυριν. Ὅτι γὰρ καὶ πόλις ἄνω καὶ ἐκκλησία καὶ πανήγυρίς ἐστιν, ἄκουσον τοῦ Παύλου λέγοντος· «Προσεληλύθατε πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ καὶ ἐκκλησία πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς, καὶ μυριάσιν ἀγγέλων πανηγύρει». Οὐ διὰ τὸ πλῆθος δὲ τῶν ἄνω δυνάμεων μόνον, ἀλλὰ καὶ διὰ τὴν τῶν ἀγαθῶν ἀφθονίαν, καὶ τὴν διηνεκῆ χαράν, καὶ εὐφροσύνην, πανήγυριν τὰ ἐκεῖ πάντα καλεῖ· πανήγυριν γὰρ οὐδὲν ἕτερον ποιεῖν εἴωθεν, ἀλλ’ ἢ τὸ πλῆθος τῶν συνειλεγμένων, καὶ ἡ δαψίλεια τῶν ὠνίων, ὅταν πυροὶ καὶ κριθαὶ καὶ παντοδαπὰ γεννημάτων εἴδη, καὶ προβάτων ποίμνια, καὶ βοῶν ἀγέλαι καὶ ἱμάτια, καὶ ἕτερα τοιαῦτα εἰσάγηται, τῶν μὲν πωλούντων, τῶν δὲ ἀγοραζόντων. Καὶ τὶ τούτων ἐστὶν ἐν τοῖς οὐρανοῖς, φησί; Τούτων μὲν οὐδέν, τὰ δὲ τούτων πολλῷ σεμνότερα. Οὐ γὰρ πυροὶ καὶ κριθαὶ καὶ γεννημάτων εἴδη, ἀλλ’ ὁ καρπὸς ἐκεῖ πανταχοῦ τοῦ Πνεύματος, ἀγάπη καὶ χαρὰ καὶ εὐφροσύνη καὶ εἰρήνη καὶ ἀγαθωσύνη καὶ πραότης μετὰ πολλῆς τῆς δαψιλείας· οὐ προβάτων ποίμνια καὶ βοῶν ἀγέλαι, ἀλλὰ πνεύματα δικαίων τετελειωμένων, καὶ ψυχῶν ἀρεταί, καὶ τρόπων κατορθώματα πανταχοῦ τῶν οὐρανῶν ἐστιν ἰδεῖν· οὐχ ἱμάτια καὶ ἐπιβλήματα, ἀλλὰ στεφάνους χρυσοῦ παντὸς τιμιωτέρους καὶ βραβεία καὶ ἔπαθλα καὶ τὰ μυρία τοῖς κατορθοῦσιν ἀποκείμενα ἀγαθά. Καὶ τὸ πλῆθος τῶν συνιόντων πολλῶν σεμνότερόν τε καὶ πλέον· οὐ γὰρ ἐξ ἀστικῶν τε καὶ ἐπιχωρίων ἐστὶν ἀνδρῶν, ἀλλ’ ἔνθα μυριάδες ἀγγέλων, ἐκεῖ χιλιάδες ἀρχαγγέλων, ἀλλαχοῦ συμμορία προφητῶν, ἑτέρωθι μαρτύρων χοροί, ἀποστόλων τάγματα, σύλλογοι δικαίων, τῶν εὐηρεστηκότων ἁπάντων δῆμοι διάφοροι. Ὄντως θαυμαστὴ τὶς ἐστιν ἡ πανηγύρις, καὶ τὸ δὴ πάντων μεῖζον, ὅτι ἐν μέσῃ τῇ πανηγύρει στρέφεται τούτων ἁπάντων ὁ βασιλεύς· εἰπὼν γάρ, «Μυριάσιν ἀγγέλων πανηγύρει», ἐπήγαγε, «Καὶ κριτῇ Θεῷ πάντων». Τὶς ποτε εἶδε ἐν πανηγύρει βασιλέα παραγινόμενον; Ἐνταῦθα μὲν οὐδεὶς εἶδέ ποτε, ἐκεῖ δὲ διηνεκῶς οἱ παρόντες ὁρῶσιν ὡς αὐτοῖς ἰδεῖν δυνατόν, καὶ παρόντα καὶ τῇ τῆς ἰδίας δόξης λαμπρότητι κοσμοῦντα τοὺς συνιόντας ἅπαντας. Καὶ αὗται μὲν αἱ πανηγύρεις τῆς ἡμέρας μεσούσης πολλάκις καταλύονται, ἐκείνη δὲ οὐχ οὕτως. Οὐ γὰρ περιόδους μηνῶν, οὐδὲ κύκλους ἐνιαυτῶν, οὐδὲ ἡμερῶν ἀριθμὸν ἀναμένει, ἀλλ’ ἕστηκε διηνεκῶς, καὶ τὰ ἐν αὐτῇ πάντα ἀγαθὰ πέρας οὐκ ἔχει, τέλος οὐκ οἶδεν, οὐ γηρᾷν οὐδὲ μαραίνεσθαι δύναται· ἀλλ’ ἐστιν ἀγήρω καὶ ἀθάνατα. Οὐδεὶς ἐκεῖ θόρυβος καθάπερ ἐνταῦθα, οὐδεμία ταραχή, ἀλλὰ πολὺς ὁ κόσμος πάντων μετὰ τῆς προσηκούσης εὐταξίας, ὥσπερ ἐν κιθάρᾳ τινί, μετὰ ῥυθμοῦ τὴν παναρμόνιον μελῳδίαν καὶ πάσης ἡδίω μουσικῆς τῷ Δεσποτῶ τῆς κτίσεως ἑκατέρας ἀναπεμπόντων, καὶ τῆς ψυχῆς ἐκεῖ καθάπερ ἐν ἱεροῖς ἀδύτοις καὶ θείοις τισὶ μυστηρίοις τὴν θείαν τελουμένης μυσταγωγίαν.

β’. Πρὸς ταύτην οὖν τὴν μακαρίαν καὶ ἀγήρω λῆξιν μετέστη σήμερον ὁ μακάριος Φιλογόνιος. Τὶς οὖν ἂν γένοιτο λόγος ἐφάμιλλος ἀνθρώπῳ τῷ τοσαύτης εὐκληρίας ἀξιωθέντι; Οὐκ ἔστιν οὐδείς. Τὶ οὖν, εἰπὲ μοι, σιγήσομεν διὰ τοῦτο; Καὶ τίνος ἕνεκεν συνεληλύθαμεν; Ἀλλ’ ἐροῦμεν ὅτι οὐ δυνησόμεθα τοῦ μεγέθους ἐφικέσθαι τῶν ἔργων; Δι’ αὐτοῦ μὲν οὖν τοῦτο ἀναγκαῖον εἰπεῖν, ἐπεὶ καὶ τοῦτο μέγιστον ἐγκωμίου μέρος, ὅταν μὴ δυνηθῇ τοῖς ἔργοις παρισωθῆναι τὰ ῥήματα· ὧν γὰρ ὑπὲρ φύσιν θνητὴν τὰ κατορθώματα, εὔδηλον ὅτι καὶ ὑπὲρ ἀνθρωπίνην γλῶτταν τὰ ἐγκώμια. Οὐ μὴν διὰ τοῦτο διακρούσεται τῇ ἡμέτερα, ἀλλὰ τὸν αὐτὸν μιμήσεται Δεσπότην· καὶ γὰρ ἐκεῖνος τῇ χήρᾳ δύο μόνους ὀβολοὺς καταβαλούσῃ, οὐ δύο μόνων ὀβολῶν μισθὸν ἔδωκεν. Τὶ δήποτε; Ὅτι οὐ τῇ ποσότητι τῶν χρημάτων, ἀλλὰ τῷ πλούτῳ τῆς διανοίας προσεῖχεν. Ἂν μὲν γὰρ τὰ χρήματα ἐξετάσῃς, πολλὴ ἡ πενία· ἂν δὲ τὴν προαίρεσιν ἀναπτύξῃς, ἄφατον τῆς μεγαλοψυχίας ὄψει τὸν θησαυρόν. Ὥστε εἰ καὶ μικρὰ τὰ ἡμέτερα καὶ εὐτελῆ, ἀλλ’ ἅπερ ἔχομεν· καὶ εἰ μεγαλοψυχίας ἀποδέει τοῦ γενναίου καὶ δικαίου Φιλογονίου, ἀλλ’ ὅμως καὶ τοῦτο τῆς μεγαλοψυχίας αὐτοῦ μέγιστον δεῖγμα ἂν εἴη, τὸ μηδὲ τὰ μικρὰ διωθεῖσθαι, ἀλλὰ ταὐτὸ τοῖς πλουτοῦσι ποιεῖν. Καὶ γὰρ ἐκεῖνοι παρὰ τῶν πενήτων μικρὰ λαβόντες ὧν οὐδὲν δέονται, τὰ παρ’ ἑαυτῶν προστιθέασιν, ἀντιδωρούμενοι τοὺς ἅπερ εἶχον εἰσενεγκόντας. Οὕτω δὴ καὶ οὗτος λαβὼν παρ’ ἡμῶν εὐφημίαν ῥημάτων, ἧς οὐδὲν δεῖται, ἀντιδώσει τὴν διὰ τῶν ἔργων εὐλογίαν ἡμῖν, ἧς ἀεὶ χρῄζομεν. Πόθεν οὖν ἡμῖν ἀρκτέον τῶν ἐγκωμίων; Πόθεν ἄλλοθεν ἢ ἀπὸ τῆς ἀρχῆς, ἣν ἡ τοῦ Πνεύματος ἐνεχείρισεν αὐτῷ χάρις. Αἱ μὲν γὰρ ἔξωθεν ἀρχαὶ οὐκ ἂν γένοιντο πάντως τῆς τῶν πιστευομένων αὐτὰς ἀρετῆς ἀπόδειξις, ἀλλὰ πολλάκις καὶ κακίας εἰσὶ κατήγοροι. Τινὸς ἕνεκεν; Ὅτι καὶ προστασίαι φιαλῶν καὶ περιδρομαὶ καὶ κολακείαι, καὶ πολλὰ ἕτερα τούτων αἰσχροτέρα τὰς τοιαύτας ἀρχὰς προξενεῖν εἴωθεν· ὅταν δὲ ὁ Θεὸς χειροτονῇ καὶ ψηφίζηται, καὶ ἡ χεὶρ ἐκείνη τῆς ἁγίας ἅπτηται κεφαλῆς, ἀδέκαστος ἡ ψῆφος, ἀνύποπτος ἡ κρίσις, ἀναμφισβήτητος τοῦ χειροτονουμένου γένοιτ’ ἂν ἡ ἀπόδειξις τὸ τοῦ χειροτονοῦντος ἀξίωμα.

Ὅτι δὲ ἐκεῖνον ὁ Θεὸς ἐχειροτόνησε, καὶ ἀπ’ αὐτοῦ τοῦ τρόπου δῆλον. Ἐκ μέσης γὰρ τῆς ἀγορὰς ἁρπασθείς, ἐπὶ τὸν θρόνον ἤγετο τοῦτον οὕτω σεμνὸν καὶ λαμπρὸν τὸν πρότερον ἐπεδείξατο βίον, καὶ γυναῖκα ἔχων καὶ θυγατέρα, καὶ ἐν δικαστηρίῳ στρεφόμενος οὕτως ὑπὲρ τὸν ἥλιον ἔλαμψεν, ὡς εὐθέως ἐκεῖθεν ταύτης ἄξιος φανῆναι τῆς ἀρχῆς, καὶ ἀπὸ βήματος δικαστικοῦ ἐπὶ βῆμα ἤγετο ἱερόν. Καὶ τότε μὲν ἀνθρώποις συνηγόρει κατὰ ἀνθρώπων ἐπιβουλευόντων, τοὺς ἀδικουμένους τῶν ἀδικούντων ἰσχυροτέρους ποιῶν· ἐνταῦθα δὲ ἐλθών, ἀνθρώποις συνηγόρει κατὰ δαιμόνων τῶν ἐπηρεαζόντων. Ἡλίκον δὲ ἐστι δεῖγμα ἀρετῆς τὸ παρὰ τῆς τοῦ Θεοῦ χάριτος τοσαύτης ἀξιωθῆναι τῆς ἀρχῆς, ἄκουσον ἀναστὰς ὁ Χριστὸς τῷ Πέτρῳ τὶ φησιν; Ἐπειδὴ γὰρ αὐτὸν ἠρώτησε· «Πέτρε, φιλεῖς με»; Εἰπόντος δὲ ἐκείνου, «Σύ, Κύριε, οἶδας ὅτι φιλῶ σε», οὐκ εἶπεν ὁ Χριστὸς ῥῖψον τὰ χρήματα, νηστείαν ἄσκησον, σκληραγωγίαν, νεκροὺς ἀνάστησον, δαίμονας ἀπέλασον, οὐδὲν οὔτε τούτων, οὔτε τῶν σημείων τῶν ἄλλων, οὔτε τῶν κατορθωμάτων εἰς μέσον ἤγαγεν· ἀλλὰ πάντα ἐκεῖνα παραδραμών, «Εἰ φιλεῖς με, φησί, ποίμαινε τὰ πρόβατά μου». Τοῦτο δὲ ἔλεγεν, οὐ μόνον τῆς εἰς αὐτὸν ἀγάπης τὸ μέγιστον ἡμῖν σημεῖον ἐπιδεῖξαι βουλόμενος, ἀλλὰ καὶ τῆς φιλίας, ἢν περὶ τὰ πρόβατα ἐπιδεικνύντα, ἤδη τοῦτο τῆς εἰς αὐτὸν εὐνοίας μέγιστον δεῖγμα πεποίηται, μονονουχὶ λέγων, ὁ τὰ πρόβατά μου φίλων, ἐμὲ φιλεῖ. Ἴδε γοῦν ὅσα ὑπέμεινε διὰ τὴν ποίμνην ταύτην ὁ Χριστός· ἄνθρωπος ἐγένετο, δούλου μορφὴν ἀνέλαβεν, ἐνεπτύσθη, ἐῤῥαπίσθη· τελευταῖον οὐδὲ θάνατον παρῃτήσατο, καὶ θάνατον τὸν ἐπονείδιστον· ἐν σταυρῷ γὰρ τὸ αἷμα ἐξέχεεν. Ὥστε εἲ τις εὐδοκιμεῖν βούλοιτο παρ’ αὐτῷ, τούτων ἐπιμελείσθω τῶν προβάτων, τὸ κοινῇ συμφέρον ζητείτω, τῶν ἀδελφῶν κηδέσθω τῶν ἑαυτοῦ· οὐδὲν γὰρ τούτου τῷ Θεῷ προτιμότερον κατόρθωμα· διὰ τοῦτο καὶ ἀλλαχοῦ φησι· «Σίμων, Σίμων, ᾔτησεν ὁ σατανᾶς σινιάσαι σε ὡς τὸν σῖτον κἀγὼ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλείπῃ ἡ πίστις σου». Τίνα οὖν ταύτης τῆς κηδεμονίας καὶ τῆς προνοίας ἀποδίδως μοι τὴν ἀμοιβήν; Ἄρα ποίαν ἀμοιβὴν ζητεῖ; Τὴν αὐτὴν ταύτην πάλιν· «Καὶ σὺ γάρ, φησί, ποτὲ ἐπιστρέψας στήριξον τοὺς ἀδελφοὺς σου»· οὕτω καὶ ὁ Παῦλός φησι· «Μιμηταὶ μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ». Πῶς ἐγένου Χριστοῦ μιμητής; «Πάντα πᾶσιν ἀρέσκων, καὶ μὴ ζητῶν τὸ ἐμαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσι». Καὶ ἀλλαχοῦ φησι· «Καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσκεν», ἀλλὰ τοῖς πολλοῖς. Καὶ οὐδὲν οὕτω γνώρισμα καὶ χαρακτὴρ γένοιτ’ ἂν τοῦ πιστοῦ καὶ τὸν Χριστὸν φιλοῦντος, ὡς τὸ τῶν ἀδελφῶν κήδεσθαι, καὶ τῆς σωτηρίας ἐπιμελεῖσθαι τῆς ἐκείνων.

γ’. Ταῦτα καὶ μοναχοὶ πάντες ἀκουέτωσαν, καὶ οἱ τὰς τῶν ὁρῶν κατειληφότες κορυφάς, καὶ οἱ διὰ πάντων σταυρώσαντες ἑαυτοὺς τῷ κόσμῳ, ἵνα κατὰ δύναμιν τὴν ἑαυτῶν τοὺς τῶν ἐκκλησιῶν προεστῶτας συγκροτῶσιν, ἀλείφωσιν εὐχαῖς, ὁμόνοια, ἀγάπη· εἰδότες ὡς εἰ μὴ τοὺς προσβεβλημένους παρὰ τῆς τοῦ Θεοῦ χάριτος, καὶ τοσούτων φροντίδας ἀναδεδεγμένους συγκροτοῖεν παντὶ τρόπῳ καὶ πόῤῥωθεν καθήμενοι, τὸ κεφάλαιον αὐτοῖς ἀπόλωλε τοῦ βίου, καὶ ἡ πᾶσα ἠκρωτηριάσθη σοφία. Ἀλλ’ ὅτι μὲν τῆς περὶ τὸν Χριστὸν φιλίας μέγιστον τοῦτο δεῖγμα, ἐντεῦθεν δῆλον· ἴδωμεν δὲ καὶ πῶς τὴν ἐπισκοπὴν ταύτην διῴκησε· μᾶλλον δὲ οὐ δεῖ λόγου λοιπὸν ἐνταῦθα, οὐδὲ τῆς ἡμετέρας φωνῆς, τῆς ὑμετέρας σπουδῆς αὐτὸ τοῦτο δηλούσης. Ὥσπερ γὰρ εἰς ἀμπελῶνά τις εἰσελθών, καὶ τὰς ἀμπέλους ἰδὼν κομώσας τοῖς φύλλοις, τῷ καρπῷ βριθόμενα, θριγκοῖς καὶ φραγμοῖς πάντοθεν τετειχισμένας, οὐδὲν δεήσεται λόγου τινὸς καὶ ἀποδείξεως ἑτέρας, ὥστε μαθεῖν τοῦ ἀμπελουργοῦ καὶ τοῦ γηπόνου τὴν ἀρετήν· οὕτω δὴ καὶ ἐνταῦθα, εἰσελθὼν τις καὶ τὰς πνευματικὰς ταύτας ἀμπέλους ἰδών, καὶ τὸν καρπὸν τὸν ὑμέτερον, οὐδενὸς δεήσεται λόγου καὶ διδασκαλίας, ὥστε μαθεῖν τὸν ὑμῶν προεστῶτα· καθάπερ οὖν καὶ ὁ Παῦλός φησιν· «Ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε, ἐγγεγραμμένη καὶ ἀναγινωσκομένη». Δείκνυσι γὰρ τὴν πηγὴν ὁ ποταμός, καὶ ὁ καρπὸς τὴν ῥίζαν. Ἐχρῆν μὲν οὖν εἰπεῖν καὶ τὸν καιρόν, καθ’ ὅνπερ τὴν ἀρχὴν ἐνεχειρίσθη ταύτην· οὐδὲ γὰρ τοῦτο μικρὸν εἰς ἐγκωμίου μέρος, ἀλλὰ καὶ σφόδρα ἱκανὸν δεῖξαι τοῦ ἀνδρὸς τὴν ἀρετήν. Πολλὴ γὰρ ἡ δυσκολίας τότε ἦν, ἄρτι τοῦ διωγμοῦ παυσαμένου, καὶ τῶν λειψάνων ἔτι μενόντων τῆς χαλεπωτάτης ζάλης ἐκείνης, καὶ πολλῆς τῶν πραγμάτων διορθώσεως δεομένων. Καὶ τούτοις ἐχρῆν προσθεῖναι πάλιν, ὡς ἡ τῶν αἱρετικῶν αἵρεσις ἐπ’ αὐτοῦ πάντα προορώσης· ἀλλ’ ὅμως ἐφ’ ἑτέραν ἀναγκαίαν ὑπόθεσιν ὁ λόγος ἡμῖν ἐπείγεται. Διὰ τοῦτο τῷ κοινῷ πατρὶ καὶ ζηλωτῇ τοῦ μακαρίου Φιλογονίου ταῦτα καταλιπόντες εἰπεῖν, ἅτε ἀκριβέστερον ἡμῶν εἰδότι τὰ ἀρχαὶ πάντα, πρὸς ἑτέραν δημηγορίας ὁδὸν βαδιούμεθα. Καὶ γὰρ ἑορτὴ μέλλει προσελαύνειν, ἡ πασῶν τῶν ἑορτῶν σεμνοτάτη καὶ φρικωδεστάτη, ἦν οὐκ ἂν τις ἁμάρτοι μητρόπολιν πασῶν τῶν ἑορτῶν προσειπών. Τὶς δὲ ἐστιν αὕτη; Ἡ κατὰ σάρκα τοῦ Χριστοῦ γέννησις.

δ’. Ἀπὸ γὰρ ταύτης τὰ Θεοφάνεια, καὶ τὸ Πάσχα τὸ ἱερόν, καὶ ἡ Ἀνάληψις, καὶ ἡ Πεντηκοστὴ τὴν ἀρχὴν καὶ τὴν ὑπόθεσιν ἔλαβον. Εἰ γὰρ μὴ ἐτέχθη κατὰ σάρκα ὁ Χριστός, οὐκ ἂν ἐβαπτίσθη, ὅπερ ἐστὶ τὰ Θεοφάνεια· οὐκ ἂν ἐσταυρώθη, ὅπερ ἐστὶ τὸ Πάσχα· οὐκ ἂν τὸ Πνεῦμα κατέπεμψεν, ὅπερ ἐστὶν ἡ Πεντηκοστή. Ὥστε ἐντεῦθεν, ὥσπερ ἀπὸ τινος πηγῆς, ποταμοὶ διάφοροι ῥυέντες, αὗται ἐτέχθησαν ἡμῖν αἱ ἑορταί. Οὐ κατὰ τοῦτο δὲ μόνον δίκαια ταύτης ἂν εἴη τῆς προεδρίας ἀπολαύειν ἡ ἡμέρα, ἀλλ’ ὅτι καὶ τὸ ἐν αὐτῇ γενόμενον τῶν ἄλλων ἁπάντων πολὺ φρικωδέστερόν ἐστι. Τὸ μὲν γὰρ ἄνθρωπον γενόμενον τὸν Χριστὸν ἀποθανεῖν, τῆς ἀκολουθίας λοιπὸν ἦν· εἰ γὰρ καὶ ἁμαρτίαν οὐκ ἐποίησεν, ἀλλὰ θνητὸν σῶμα ἀνέλαβε· καὶ ἦν μὲν καὶ τοῦτο θαυμαστόν· τὸ δὲ Θεὸν ὄντα, ἄνθρωπον θελῆσαι γενέσθαι καὶ ἀνασχέσθαι καταβῆναι τοσοῦτον, ὅσον οὐδὲ διάνοια δέξασθαι δύναται, τοῦτό ἐστι τὸ φρικωδέστατον καὶ ἐκπλήξεως γέμον. Ὃ δὴ καὶ Παῦλος θαυμάζων ἔλεγεν· «Καὶ ὁμολογουμένως μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον». Ποῖον μέγα; «Θεὸς ἐφανερώθη ἐν σαρκί». Καὶ πάλιν ἀλλαχοῦ· «Οὐ γὰρ ἀγγέλων ἐπιλαμβάνεται ὁ Θεός, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται· ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι». Διὰ τοῦτο μάλιστα ἀσπάζομαι τὴν ἡμέραν ταύτην καὶ φιλῶ, καὶ τὸν ἔρωτα εἰς μέσον προτίθημι, ἵνα κοινωνοὺς ὑμᾶς ποιήσω τοῦ φίλτρου· διὰ τοῦτο δέομαι πάντων ὑμῶν καὶ ἀντιβολῶ μετὰ πάσης σπουδῆς καὶ προθυμίας παραγενέσθαι, τὴν οἰκίαν ἕκαστον κενώσαντα τὴν ἑαυτοῦ, ἵνα ἴδωμεν τὸν Δεσπότην ἡμῶν ἐπὶ τῆς φάτνης κείμενον, ἐσπαργανωμένον, τὸ φρικτὸν ἐκεῖνο καὶ παράδοξον θέαμα. Ποία γὰρ ἡμῖν ἀπολογίᾳ, ποία δὲ συγγνώμη, ὅταν αὐτὸς μὲν ἐκ τῶν οὐρανῶν δι’ ἡμᾶς καταβαίνῃ, ἡμεῖς δὲ μηδὲ ἐκ τῆς οἰκίας πρὸς αὐτὸν ἐρχώμεθα; Ὅταν μάγοι μέν, ἄνθρωποι βάρβαροι καὶ ἀλλόφυλοι, ἐκ Περσίδος τρέχωσιν, ὥστε αὐτὸν ἰδεῖν ἐπὶ τῆς φάτνης κείμενον· σὺ δὲ ὁ Χριστιανὸς μηδὲ μικρὸν διάστημα ὑπομενῆς, ὥστε τῆς μακαρίας ταύτης ἀπολαῦσαι θεωρίας; Καὶ γάρ, ἂν μετὰ πίστεως παραγενώμεθα, πάντως αὐτὸν ὀψόμεθα ἐπὶ τῆς φάτνης κείμενον· ἡ γὰρ τράπεζα αὕτη τάξιν τῆς φάτνης πληροῖ.

Καὶ γὰρ καὶ ἐνταῦθα κείσεται τὸ σῶμα τὸ δεσποτικόν, οὐχὶ ἐσπαργανωμένον, καθάπερ τότε, ἀλλὰ Πνεύματι πανταχόθεν ἁγίῳ περιστελλόμενον. Ἴσασιν οἱ μεμυημένοι τὰ λεγόμενα. Οἱ μὲν οὖν μάγοι προσεκύνησαν μόνον· σὺ δέ, ἂν μετὰ καθαροῦ προσέλθῃς συνειδότος, καὶ λαβεῖν σοι αὐτὸ συγχωρήσομεν καὶ ἀπελθεῖν οἴκαδε. Πρόσιθι τοίνυν καὶ σὺ δῶρα προσάγων, μὴ τοιαῦτα οἷα ἐκεῖνοι, ἀλλὰ πολλῷ σεμνότερα. Προσήνεγκαν ἐκεῖνοι χρυσόν· προσένεγκε σὺ σωφροσύνην καὶ ἀρετήν· προσήνεγκαν ἐκεῖνοι λιβανωτόν· προσένεγκε σὺ εὐχὰς καθαρᾶς, τὰ θυμιάματα τὰ πνευματικά· προσήνεγκαν ἐκεῖνοι σμύρναν· προσένεγκε σὺ ταπεινοφροσύνην καὶ τεταπεινωμένην καρδίαν καὶ ἐλεημοσύνην. Ἂν μετὰ τοῦτον προσέλθῃς τῶν δώρων, μετὰ ἀδείας ἀπολαύσῃ πολλῆς τῆς ἱερᾶς ταύτης τραπέζης. Καὶ γὰρ ἐγὼ διὰ τούτου τούτους κιὼν τοὺς λόγους νῦν, ἐπειδὴ οἶδα ὅτι πάντως πολλοὶ κατ’ ἐκείνην προσελεύσονται τὴν ἡμέραν, καὶ ἐπιπεσοῦνται τῇ πνευματικῇ ταύτῃ θυσία. Ἵνα οὖν μηδὲ ἐπὶ κακῷ, μηδὲ ἐπὶ κρίματι τῆς ἡμετέρας ψυχῆς τοῦτο ποιῶμεν, ἀλλὰ ἐπὶ σωτηρία, ἐντεῦθεν ἤδη προδιαμαρτύρομαι καὶ παρακαλῶ, παντὶ τρόπῳ καθάραντας ἑαυτοὺς οὕτω προσιέναι τοῖς ἱεροῖς μυστηρίοις.

δ’. Καὶ μὴ μοι λεγέτω τις, αἰσχύνης γέμω, ἁμαρτημάτων ἔχω τὸ συνειδὸς πεπληρωμένον, φορτίον ἐπιφέρομαι βαρύτατον· ἱκανὴ γὰρ τῶν πέντε ἡμερῶν τούτων ἡ προθεσμία, ἐὰν νήφῃς καὶ προσεύχῃ καὶ ἀγρυπνῇς, τὸ πολὺ τῶν ἁμαρτημάτων ὑποτέμνεσθαι. Μὴ γὰρ ὅτι βραχὺς ὁ χρόνος ἴδῃς, ἀλλ’ ἐκεῖνο σκόπησον, ὅτι φιλάνθρωπος ὁ Δεσπότης· ἐπειδὴ καὶ Νινευΐται ἐν τρισὶν ἡμέραις τοσαύτην ὀργὴν ἀπεκρούσαντο, καὶ οὐδὲν ἐνεπόδισεν, ἡ τοῦ καιροῦ στενοχωρία, ἀλλ’ ἴσχυσεν ἡ τῆς ψυχῆς προθυμίᾳ τῆς φιλανθρωπίας ἐπιλαβομένη τοῦ Δεσπότου τὸ πᾶν ἐργάσασθαι. Καὶ ἡ πόρνη δὲ ἐν βραχεῖα καιροῦ ῥοπῇ προσελθοῦσα τῷ Χριστῷ, τὰ ὀνείδη πάντα ἀπενίψατο, καὶ τῶν Ἰουδαίων ἐγκαλούντων, ὅτι προσήκατο καὶ μετέδωκεν αὐτῇ παῤῥησίας τοσαύτης ὁ Χριστός, τοὺς μὲν ἐπεστόμισεν, ἐκείνην δὲ πάντων ἀπαλλάξας τῶν κακῶν, καὶ τῆς σπουδῆς ἀποδεξάμενος, οὕτως ἀπέπεμψε. Τὶ δήποτε; Ὅτι μετὰ θέρμης διανοίας καὶ πεπυρωμένης ψυχῆς καὶ ζεούσης προσῆλθε πίστεως, καὶ τῶν ἁγίων καὶ ἱερῶν ἐκείνων ἥψατο ποδῶν, τοὺς βοστρύχους λύσασα, πηγὰς δακρύων ἐκ τῶν ὀφθαλμῶν ἀφεῖσα, τὸ μύρον κένωσα.

Δι’ ὧν γὰρ ἐγοήτευσε τοὺς ἀνθρώπους, διὰ τούτων τὰ φάρμακα τῆς μετανοίας κατεσκεύασε· δι’ ὧν ἀνεπτέρωσε τὰς τῶν ἀκολάστων ὄψεις, διὰ τούτων ἐδάκρυσε· διὰ τῶν προκαμών, δι’ ὧν ὑπεσκέλισεν εἰς ἁμαρτίαν πολλούς, διὰ τούτων τοὺς πόδας ἀπέμαξε τοῦ Χριστοῦ· διὰ τοῦ μύρου, δι’ οὗ πολλοὺς ἐδελέασε, διὰ τούτου τοὺς πόδας ἐκείνου ἤλειψε. Καὶ σὺ τοίνυν δι’ ὧν παρώξυνας τὸν Θεόν, διὰ τούτων ἵλεων ποίησον πάλιν. Παρώξυνας αὐτὸν διὰ χρημάτων ἁρπαγῆς; Διὰ τούτων αὐτὸν κατάλλαξον, καὶ τὰ ἁρπαγέντα ἀποδοὺς τοῖς ἠδικημένοις, καὶ ἕτερα τούτοις προσεπιδούς, εἰπὲ κατὰ τὸν Ζακχαῖον· ἀποδίδωμι τετραπλασίονα ὧν ἥρπασα πάντων. Παρώξυνας διὰ γλώττης καὶ λοιδορίας ὑβρίσας πολλούς; Ἐξιλεῶσαι διὰ γλώττης πάλιν, εὐχὰς καθαρᾶς ἀναπέμπων, εὐλογῶν τοὺς λοιδοροῦντας, ἐγκωμιάζων τοὺς κακῶς λέγοντας, χάριν ὁμολογῶν τοῖς ἀδικοῦσι. Ταῦτα οὐχ ἡμερῶν δεῖται, οὐδὲ ἐνιαυτῶν πολλῶν, ἀλλὰ προαιρέσεως μόνης, καὶ ἐν μιᾷ κατορθοῦται ἡμέρα. Ἀπόστηθι τῆς πονηρίας, ἐπιλαβοῦ τῆς ἀρετῆς, παῦσαι τῆς κακίας, καὶ ὑπόσχου μηκέτι ταῦτα ποιεῖν, καὶ ἀρκεῖ σοι τοῦτο εἰς ἀπολογίαν. Ἐγὼ διαμαρτύρομαι καὶ ἐγγυῶμαι, ὅτι τῶν ἁμαρτανόντων ἡμῶν ἕκαστος, ἂν ἀποστὰς τῶν προτέρων κακῶν ὑπόσχηται τῷ Θεῷ μετὰ ἀληθείας μηκέτι αὐτῶν ἅψασθαι, οὐδὲν ἕτερον ὁ Θεὸς ζητήσει πρὸς ἀπολογίαν μείζονα. Φιλάνθρωπος γὰρ ἐστι καὶ ἐλεήμων, καὶ καθάπερ ἡ ὠδίνουσα ἐπιθυμεῖ τεκεῖν, οὕτω καὶ αὐτὸς ἐπιθυμεῖ τὸν ἔλεον ἐκχεῖν τὸν ἑαυτοῦ· ἀλλ’ αἱ ἁμαρτία αἱ ἡμετέραι τοῦτο διακόπτουσιν. Ἀνέλωμεν τοίνυν τὸ τειχίον, καὶ ἐντεῦθεν ἤδη τῆς ἑορτῆς ἀρξώμεθα, τὰς πέντε ἡμέρας ταύτας πᾶσιν ἀποταξάμενοι· ἐῤῥέτω δικαστήρια, ἐῤῥέτω βουλευτήρια, οἰμωζέτω βιωτικὰ πράγματα καὶ συμβόλαια καὶ συναλλάγματα· τὴν ψυχὴν μου βούλομαι σῶσαι. «Τὶ ὠφελεῖται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδάνῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ». Ἐξῆλθον ἀπὸ Περσίδος οἱ μάγοι· ἔξελθε σὺ τῶν βιωτικῶν πραγμάτων, καὶ πρὸς τὸν Ἰησοῦν ὅδευσον· οὐκ ἔστι πολὺ τὸ μέσον, ἂν ἐθέλωμεν. Οὐ γὰρ πέλαγος ἀνάγκη διαπερᾶσαι, οὐδὲ ὁρῶν ὑπερβῆναι κορυφάς, ἀλλ’ οἴκοι καθήμενον, εὐλάβειαν ἐπιδεικνύμενον καὶ πολλὴν τὴν κατάνυξιν, ἔστιν ἰδεῖν ἅπαν καταλῦσαι τὸ τειχίον, ἀνελεῖν τὸ κώλυμα, συστεῖλαι τῆς ὁδοῦ τὸ μῆκος· «Θεὸς γὰρ ἐγγίζων ἐγὼ εἰμι, φησί, καὶ οὐ Θεὸς πόῤῥωθεν»· καί, «Ἐγγὺς Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀλήθεια». Νῦν δὲ εἰς τοσοῦτο ἀνοίας καὶ καταφρονήσεως πολλοὶ τῶν πιστῶν ἐληλάκασιν, ὡς καὶ μυρίων γέμοντες κακῶν, καὶ μηδεμίαν ὅλως ἑαυτῶν ἐπιμέλειαν ποιούμενοι, ἁπλῶς καὶ ὡς ἔτυχεν, ἐν ταῖς ἑορταῖς τῇ τραπέζῃ ταύτῃ προσέρχονται, οὐκ εἰδότες ὅτι καιρὸς κοινωνίας οὐχ ἑορτὴ καὶ πανηγύρις, ἀλλὰ συνειδὸς καθαρὸν καὶ βίος ἐγκλημάτων ἀπηλλαγμένος. Καὶ καθάπερ τὸν οὐδὲν ἑαυτῷ συνειδότα φαῦλον καθ’ ἑκάστην δεῖ προσιέναι τὴν ἡμέραν, οὕτω τὸν ἐν ἁμαρτήμασι προκατειλημμένον, καὶ μὴ μετανοοῦντα οὐδὲ ἐν ἑορτῇ προσιέναι ἀσφαλές. Οὐ γὰρ δὴ τὸ ἅπαξ τοῦ ἐνιαυτοῦ προσελθεῖν ἀπαλλάττει τῶν ἐγκλημάτων ἡμᾶς, ἂν ἀναξίως προσίωμεν, ἀλλ’ αὐτὸ δὴ τοῦτο μειζόνως καταδικάζει, ὅτι ἅπαξ προσιόντες, οὐδὲ τότε καθαρῶς προσίεμεν. Διὰ τοῦτο παρακαλῶ πάντας ὑμᾶς μὴ ἁπλῶς διὰ τὴν τῆς ἑορτῆς ἀνάγκην τῶν θείων ἅπτεσθαι μυστηρίων· ἀλλ’ εἲ ποτε μέλλοιτε τῆς ἁγίας ταύτης μεθέξειν προσφοράς, πρὸ πολλῶν ἡμερῶν ἑαυτοὺς διακαθαίρειν διὰ μετανοίας καὶ εὐχῆς καὶ ἐλεημοσύνης καὶ τῆς περὶ τὰ πνευματικὰ σχολῆς, καὶ μὴ πάλιν ἐπιστρέφεσθαι καθάπερ κύων ἐπὶ τὸν ἴδιον ἔμετον. Πῶς γὰρ οὐκ ἄτοπον τῶν μὲν σωματικῶν τοσαύτην ποιεῖσθαι τὴν ἐπιμέλειαν, ὥστε ἑορτῆς παραγούσης, πρὸ πολλῶν ἡμερῶν καὶ ἱμάτιον ἐκ τῶν κιβωτίων τὸ κάλλιστον ἀνελομένους προευτρεπίζειν, καὶ ὑποδήματα ὠνεῖσθαι, καὶ τραπέζῃ δαψιλεστέρᾳ κεχρῆσθαι, καὶ πολλοὺς πάντοθεν προσεπινοεῖν πόρους, καὶ παντὶ τρόπῳ φαιδρύνειν ἑαυτὸν καὶ καλλωπίζειν· τῆς δὲ ψυχῆς ἠμελημένης, ῥυπώσῃς, αὐχμώσης, λιμῷ διαφθειρομένης, ἀκαθάρτου μενούσης μηδένα ποιεῖσθαι λόγον, ἀλλὰ τὸ μὲν σῶμα καλλωπίζοντα εἰσάγειν ἐνταῦθα, ἐκείνην δὲ γυμνὴν καὶ ἀσχημονοῦσαν περιορᾶν; Καίτοι τοῦτο μὲν ὁ σύνδουλος ὁρᾷ, καὶ βλάβος οὐδὲν κἂν ὁπωσοῦν διακείμενον ᾗ, ἐκείνην δὲ ὁ Δεσπότης, καὶ μεγίστην ἐπάγει κόλασιν τῆς ἀμελείας. Οὐκ ἴστε ὅτι πυρὸς αὕτη γέμει ἡ τράπεζα πνευματικοῦ, καὶ καθάπερ αἱ πηγαὶ φύσιν ὕδατος ἀναβλύζουσιν, οὕτω καὶ αὕτη φλόγα τινὰ ἔχει ἄῤῥητον; Μὴ τοίνυν προσέλθῃς καλάμην ἔχων, μὴ ξύλα καὶ χόρτον, ἵνα μὴ πλείονα τὸν ἐμπρησμὸν ἐργάσῃ, καὶ κατακαύσῃς τὴν μεταλαμβάνουσαν ψυχήν· ἀλλ’ ἔχων λίθους τιμίους, χρυσόν, ἄργυρον, ἵνα καθαρωτέραν ποιήσῃς τὴν ὕλην, ἵνα πολλὴν λαβὼν τὴν ἐμπορίαν, ἀπέλθῃς. Εἲ τι πονηρόν, ἐξόρισον, φυγάδευσον ἀπὸ τῆς ψυχῆς σου. Ἔχει τις ἐχθρόν, καὶ τὰ μεγάλα ἠδίκηται; Καταλυέτω τὴν ἔχθραν, καταστελλέτω τὴν διάνοιαν φλεγμαίνουσαν, οἰδοῦσαν, ἵνα μηδεὶς ἔνδον θόρυβος ᾗ μηδὲ ταραχή. Βασιλέα γὰρ ὑποδέχεσθαι μέλλεις διὰ τῆς κοινωνίας· βασιλέως δὲ ἐπιβαίνοντος τῇ ψυχῇ, πολλὴν εἶναι δεῖ τὴν γαλήνην, πολλὴν τὴν ἡσυχίαν, βαθεῖαν τῶν λογισμῶν τὴν εἰρήνην. Ἀλλὰ μεγάλα ἠδίκησαι καὶ οὐ φέρεις ἀφεῖναι τὴν ὀργήν; Τὶ τοίνυν σαυτὸν πολλῷ μείζονα ἀδικεῖς καὶ χαλεπωτέρα; Οὐ γὰρ τοιαῦτά σε διαθήσεται ὁ ἐχθρὸς ὅσαπερ ἂν ποιῇ, οἷα σὺ σαυτὸν μὴ καταλλαττόμενος πρὸς ἐκεῖνον, ἀλλὰ τοὺς τοῦ Θεοῦ καταπατῶν νόμους. Ὕβρισέ σε ἐκεῖνος; Διὰ τοῦτο οὖν σὺ τὸν Θεὸν ὑβρίζεις, εἰπὲ μοι; Τὸ γὰρ μὴ καταλλάττεσθαι τῷ λελυπηκότι, οὐκ ἐκεῖνόν ἐστιν ἀμυνομένου τοσοῦτον, ὅσον τὸν Θεὸν ὑβρίζοντός τὸν ταῦτα νομοθετήσαντα. Μὴ τοίνυν πρὸς τὸν σύνδουλον ἴδῃς, μηδὲ πρὸς τὸ μέγεθος τῶν ἀδικημάτων ἐκείνου· ἀλλὰ τὸν Θεὸν καὶ τὸν ἐκείνου φόβον εἰς νοῦν βαλλόμενος, ἐκεῖνο σκόπησον, ὅτι ὅσῳ ἂν μείζονα πάσχῃς βίαν κατὰ ψυχὴν καὶ μυρία κακὰ ἀναγκαζόμενος καταλλάττεσθαι τῷ λελυπηκότι, τοσούτῳ πλείονος ἀπολαύσῃ τῆς τιμῆς παρὰ τοῦ ταῦτα κελεύσαντος Θεοῦ· καὶ καθάπερ αὐτὸν μετὰ πολλῆς ὑποδέχῃ τῆς τιμῆς ἐνταῦθα, οὕτω καὶ αὐτὸς μετὰ πολλῆς ὑποδέξεταί σε τῆς ὑποκοῆς ταύτης τὰς ἀμοιβάς· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ δόξα, τιμή, κράτος καὶ προσκύνησις, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: Λόγος Ἕβδομος – Πρὸς τοὺς ἀπολειφθέντας τῆς συνάξεως, καὶ τοῦ ὁμοούσιον εἶναι τὸν Υἱὸν τῷ Πατρὶ ἀπόδειξις, καὶ ὅτι ταπεινῶς εἰρημένα καὶ γεγενημένα παρ’ αὐτοῦ, οὐ δι’ ἀσθένειαν δυνάμεως, οὐδὲ δι’ ἐλάττωσιν ἐγίνετο καὶ ἐλέγετο, ἀλλὰ δι’ οἰκονομίας διαφόρους. Ἀπὸ τοῦ πὲρ ἀκαταλήπτου καὶ ἀκολούθως
Προηγούμενο: Λόγος Πέμπτος – Περὶ Ἀκαταλήπτου Πρὸς τοὺς Ἀνομοίους
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 48
Ἀρχικὴ Σελίδα: Τέρτιος