Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 48

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Λόγος Δέκατος — Ὅτι τὸ μὴ λέγειν, ἅπερ ἴσμεν, καὶ εἰς ἑτέρους ἐκφέρειν, πενέστερον ποιεῖ, καὶ τὴν χάριν σβέννυσι· καὶ εἰς τὰς εὐχάς, ἃς ὁ Χριστὸς ηὔξατο, καὶ τὴν ἐξουσίαν, μεθ’ ἧς ἅπαντα ἐποίει· καὶ εἰς τὴν τοῦ παλαιοῦ νόμου διόρθωσιν· καὶ ὅτι τὸ σαρκωθῆναι τὴν ἰσότητα αὐτοῦ τὴν πρὸς τὸν Πατέρα οὐκ ἐλαττοῖ, ἀλλὰ καὶ συνίστησι μᾶλλον.
Προηγούμενο: Λόγος Ὄγδοος — Εἰς τὰ ὑπόλοιπα κατὰ αἱρετικῶν, καὶ περὶ κρίσεως καὶ ἐλεημοσύνης, καὶ εἰς τὴν αἴτησιν τῆς μητρὸς τῶν υἱῶν Ζεβεδαιου
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 48

Λόγος Ἔνατος — Εἰς τὸν τετραήμερον Λάζαρον

α’. Σήμερον ἐκ νεκρῶν ἐγειρόμενος ὁ Λάζαρος πολλῶν καὶ διαφόρων σκανδάλων τὴν λύσιν ἡμῖν χαρίζεται. Καὶ γὰρ οὐκ οἱδ’ ὅπως τὸ ἀνάγνωσμα τοῦτο καὶ τοῖς αἱρετικοῖς δέδωκε λαβήν, καὶ τοῖς Ἰουδαίοις ἀντιλογίας ἀφορμήν, οὐκ ἐξ ἀληθείας, μὴ γένοιτο, ἀλλ’ ἐκ τῆς ἐκείνων κακοτέχνου ψυχῆς. Πολλοὶ μὲν γὰρ τῶν αἱρετικῶν λέγουσιν, ὅτι οὐχ ὅμοιος ὁ Υἱὸς τῷ Πατρί. Διὰ τί; Ὅτι ἐδεήθη, φησί, προσευχῆς ὁ Χριστὸς εἰς τὸ ἐγεῖραι τὸν Λάζαρον· εἰ μὴ γὰρ προσηύξατο, οὐκ ἂν ἤγειρε τὸν Λάζαρον. Καὶ πῶς ἔσται, φησίν, ὅμοιος ὁ προσευξάμενος τῷ δεξαμένῳ τὴν ἱκεσίαν; Ὁ μὲν γὰρ προσεύχεται, ὁ δὲ τὴν προσευχὴν παρὰ τοῦ ἱκετεύοντος ἐδέξατο. Βλασφημοῦσι δὲ μὴ νοοῦντες ὅπως συγκαταβάσεως ἦν καὶ τῆς τῶν παρόντων ἕνεκα ἀσθενείας ἡ προσευχή. Ἐπεί, εἰπὲ μοι, τὶς μείζων, ὁ νίπτων τοὺς πόδας, ἢ ἐκεῖνος, οὐ νίπτει τοὺς πόδας; Πάντως ὅτι ἐκεῖνος μείζων οὗ ἔνιψε τοὺς πόδας ὁ νίπτων.

Ἀλλ’ ὁ Σωτὴρ ἔνιψε τοὺς πόδας τοῦ προδότου Ἰούδα· μετὰ γὰρ τῶν μαθητῶν ἦν. Τὶς ἄρα μείζων, ὁ προδότης Ἰούδας τοῦ Δεσπότου Χριστοῦ, ἐπείπερ ὁ Χριστὸς ἔνιψε τοὺς πόδας αὐτοῦ; Μὴ γένοιτο. Τὶ δὲ ταπεινότερόν ἐστι, τὸ νίψαι τοὺς πόδας ἢ τὸ προσεύξασθαι; Πάντως ὅτι τὸ νίψαι τοὺς πόδας. Ὁ οὖν ταπεινότερον μὴ παραιτησάμενος ποιῆσαι, πῶς τὸ ὑψηλότερον παρῃτήσατο ἂν ποιῆσαι; Ἀλλὰ πᾶν διὰ τὴν τῶν παρόντων ἀσθένειαν ἐγένετο Ἰουδαίων, ὡς προϊὼν ὁ λόγος ἀποδείξει. Ἀλλὰ καὶ Ἰουδαῖοι λαβόντες ἐντεῦθεν ἀντιλογίας ἀφορμήν, λέγουσι· πῶς τοῦτον οἱ Χριστιανοὶ Θεὸν ἔχουσι, τὸν καὶ τὸν τόπον ἀγνοήσαντα, ἔνθα τεθνηκὼς κατέκειτο Λάζαρος; Ἐπειδήπερ ἔλεγεν ὁ Σωτὴρ ταῖς περὶ Μάρθαν καὶ Μαρίαν ἀδελφαῖς Λαζάρου, «Ποῦ τεθείκατε αὐτόν»; Εἶδες, φησίν, ἄγνοιαν; Εἶδες ἀσθένειαν; Ὁ καὶ τὸν τόπον ἀγνοήσας, οὗτος Θεός; Ἀλλ’ ἐρῶ πρὸς αὐτούς, οὐχ οὕτως ἔχων, ἀλλὰ τὴν ἀντίθεσιν αὐτῶν καταισχύναι βουλόμενος.

Ἠγνόησε, λέγεις, ὁ Χριστός, ᾧ Ἰουδαῖε, διὰ τὸ εἰπεῖν, «Ποῦ τεθείκατε αὐτόν»; Οὐκοῦν καὶ ὁ Πατὴρ ἠγνόησεν ἐν τῷ παραδείσῳ, ποῦ κέκρυπτο ὁ Ἀδάμ· περιήρχετο γὰρ ὡς ἐπιζητῶν αὐτὸν ἐν τῷ παραδείσῳ, λέγων· «Ἀδάμ, ποῦ εἶ»; Ἀντὶ τοῦ, ποῦ ἐκρύβης; Διὰ τὶ τὸ πρότερον οὐκ εἶπε τὸν τόπον, ὅθεν μετὰ παῤῥησίας ὡμίλει τῷ Θεῷ ὁ ᾌδαμ; «Ἀδάμ, ποῦ εἶ»; Κἀκεῖνος τί; «Τῆς φωνῆς σου ἤκουσαν περιπατοῦντος ἐν τῷ παραδείσῳ, καὶ ἐφοβήθην, ὅτι γυμνὸς εἰμι, καὶ ἐκρύβην». Εἰ ταύτῃ, ᾧ Ἰουδαῖε, ἄγνοιαν καλεῖς, κἀκείνην κάλεσον ἄγνοιαν· ἔλεγε γὰρ ὁ Χριστὸς ταῖς περὶ Μάρθαν καὶ Μαρίαν, «Ποῦ τεθείκατε αὐτόν»; Ταύτην οὖν ἄγνοιαν καλεῖς; Τὶ οὖν λέγεις, ὅταν ἀκούσῃς τοῦ Θεοῦ, λέγοντος τῷ Κάϊν, «Ποῦ Ἄβελ ὁ ἀδελφὸς σοῦ»; Τὶ λέγεις; Εἰ ταύτην ἄγνοιαν καλεῖς, κἀκείνην ἄγνοιαν κάλεσον. Λάβε καὶ ἑτέραν ἀπόδειξιν ἀπὸ τῆς θείας Γραφῆς. Εἶπεν ὁ Θεὸς τῷ Ἀβραάμ, «Κραυγὴ Σομόδων καὶ Γομόῤῥας ἥκει πρὸς με. Καταβὰς οὖν ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρὸς με συντελοῦνται· εἰ δὲ μή, ἵνα γνῶ». Ὁ εἰδῶ τὰ πάντα πρὶν γενέσεως αὐτῶν, ὁ ἐτάζων καρδίας καὶ νεφροὺς ὁ Θεός, ὁ εἰδὼς τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων μονώτατος, ἔλεγε· «Καταβὰς οὖν ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρὸς με συντελοῦνται· εἰ δὲ μή, ἵνα γνῶ». Εἰ ἐκεῖνο ἀγνοίας, καὶ τοῦτο ἀγνοῆσαί ἐστιν. Ἀλλ’ οὔτε ὁ Πατὴρ κατὰ τὴν παλαιὰν Διαθήκην ἠγνόησεν, οὔτε ὁ Υἱὸς κατὰ τὴν καινὴν Διαθήκην. Τὶ οὖν ἐστι, «Καταβὰς ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρὸς με συντελοῦνται· εἰ δὲ μή, ἵνα γνῶ»;

Ἀκοή, φησίν, ἦλθε πρὸς με. Ἀλλὰ θέλω πάλιν ἀκριβέστερον δι’ αὐτῶν τῶν πραγμάτων τὴν πεῖραν λαβεῖν, οὐχ ὅτι ἐγὼ ἀγνοῶ, ἀλλ’ ὅτι διδάξαι βούλομαι τοὺς ἀνθρώπους, μὴ ἁπλῶς τοῖς λόγοις προσέχειν, μηδέ, ἐὰν εἴπῃ τὶς τι κατὰ τοῦ ἑτέρου, πιστεύειν εὐχερῶς· ἀλλὰ πρότερον αὐτοὺς ψηλαφήσαντας ἀκριβῶς καὶ δι’ αὐτῶν τῶν πραγμάτων τὴν πεῖραν καταμαθόντας, οὕτω πιστεύειν χρή. Καὶ διὰ τοῦτο ἐν Γραφῇ ἑτέρᾳ ἔλεγε· «Μὴ πιστεύετε παντὶ λόγῳ». Οὐδὲ γὰρ οὕτως ἀνατρέπει τὴν ζωὴν τῶν ἀνθρώπων, ὡς τὸ ταχέως πιστεύειν τινὰ τοῖς λογισμοῖς. Τοῦτο καὶ ὁ προφήτης Δαυῒδ προφητεύων ἔλεγε, «Τὸν καταλαλοῦντα λάθρα τὸν πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον».

β’. Εἶδες πῶς οὐκ ἐγένετο ἄγνοια τῷ Σωτῆρι ἐν τῷ εἰπεῖν· «Ποῦ τεθείκατε αὐτόν», ὡς οὐδὲ τῷ Πατρὶ ἐν τῷ εἰπεῖν τῷ Ἀδάμ, «Ποῦ εἶ», ἢ τῷ Κάϊν, «Ποῦ ὁ ἀδελφὸς σου Ἄβελ», ἤ, «Καταβὰς ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρὸς με συντελοῦνται· εἰ δὲ μή, ἵνα γνῶ». Οὐκοῦν ὥρα δὴ λοιπὸν πρὸς ἐκείνους παρατάξασθαι τοὺς λέγοντας, ὅτι δι’ ἀσθένειαν ὁ Χριστὸς προσευξάμενος ἤγειρε τὸν Λάζαρον. Προσέχετε δή, ἀγαπητοί, μετὰ πάσης ἀκριβείας παρακαλῶ. Ἐτελεύτησε τοίνυν ὁ Λάζαρος, καὶ οὐκ ἦν ἐν τοῖς τόποις ἐκείνοις ὁ Ἰησοῦς, ἀλλ’ ἐν τῇ Γαλιλαία, καὶ ἔλεγε τοῖς μαθηταῖς αὐτοῦ· «Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται». Ἐκεῖνοι δὲ νομίζοντες ὅτι περὶ τοῦ ὕπνου τούτου διαλέγεται, λέγουσιν αὐτῷ· «Κύριε, εἰ κεκοίμηται, σωθήσεται». Λέγει αὐτοῖς φανερῶς ὁ Ἰησοῦς, «Λάζαρος ἀπέθανεν». Ἔρχεται λοιπὸν ὁ Σωτὴρ ἐν τοῖς Ἰεροσολύμοις εἰς τὸν τόπον ὅπου ὁ Λάζαρος ἔκειτο, καὶ ἅπαντα αὐτῷ ἡ ἀδελφὴ τοῦ Λαζάρου, καὶ λέγει αὐτῷ· «Κύριε, εἰ ἧς ὧδε, οὐκ ἂν ἀπέθανέ μου ὁ ἀδελφός». Εἰ ἧς ὧδε ἀσθενεῖς, ᾧ γύναι. Οὐκ ἐπίσταται νῦν ἡ γυνὴ ὅτι καὶ μὴ παρὼν ὁ Χριστὸς σωματικῶς, παρῆν τῇ τῆς θεότητος ἐξουσία· ἀλλὰ τῇ τοῦ σώματος παρουσίᾳ ἐπιμετρεῖται τοῦ διδασκάλου τὴν δύναμιν.

Λέγει αὐτῷ ἡ Μάρθα, «Κύριε, εἰ ἧς ὧδε, οὐκ ἂν ἀπέθανέ μου ὁ ἀδελφός. Καὶ νῦν, φησίν, οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν Θεόν, δίδωσί σοι». Ὁ Σωτὴρ οὖν πρὸς τὴν αἴτησιν αὐτῆς ποιεῖ τὴν προσευχήν. Οὐ γὰρ προσευχῆς ἐδέετο ὁ Θεός, ἵνα τὸν νεκρὸν ἐγείρῃ. Μὴ γὰρ καὶ ἄλλους νεκροὺς οὐκ ἤγειρεν; Ὅτε ὑπήντησέ τινα ἐκφερόμενον ἐν τῇ πύλῃ νεκρόν, μόνον ἥψατο τῆς σοροῦ, καὶ ἀνέστησε τὸν νεκρόν. Μὴ προσευχῆς ἐδεήθη τότε εἰς τὸ ἐγεῖραι τὸν τεθνεῶτα; Καὶ πάλιν ἄλλοτε μόνον λόγῳ εἶπεν ἐπὶ τῆς κόρης, «Ταλιθὰ κοῦμι», καὶ εὐθέως παρέδωκεν αὐτὴν τοῖς γονεῦσιν αὐτῆς ὑγιῆ. Μὴ προσευχῆς ἐδεήθη τότε; Καὶ τὶ λέγω περὶ τοῦ διδασκάλου; Οἱ μαθηταὶ αὐτοῦ λόγῳ μόνῳ τοὺς νεκροὺς ἤγειραν. Πέτρος τὴν Ταβιθὰν οὐ λόγῳ διήγειρε; Παῦλος οὐ διὰ τῶν ἱματίων αὐτοῦ πολλὰ σημεῖα πεποιήκει; Μάθε δὲ καὶ τὸ παραδοξότερον τούτων. Ἡ σκιὰ τῶν ἀποστόλων νεκροὺς ἤγειρεν. «Ἔφερον γάρ, φησίν, ἐπὶ κραββάτων τοὺς κακῶς ἔχοντας, ἵνα κἂν ἡ σκιὰ Πέτρου ἐπισκιάζῃ τινὶ αὐτῶν, καὶ εὐθέως διηγείροντο». Τὶ οὖν; Ἡ σκιὰ τῶν μαθητῶν διήγειρε τοὺς νεκρούς, καὶ ὁ διδάσκαλος προσευχῆς ἐδέετο, ἵνα τὸν νεκρὸν ἐγείρῃ; Ἀλλὰ διὰ τὴν ἀσθένειαν τῆς γυναικὸς ποιεῖ τὴν προσευχήν, ὁ Σωτήρ· λέγει γὰρ αὐτῷ· «Κύριε εἰ ἧς ὧδε, οὐκ ἂν ἀπέθανέ μου ὁ ἀδελφός· καὶ νῦν οἶδα, ὅτι ὅσα ἂν αἰτήσῃ τὸν Θεόν, δίδωσι ὁ Θεός». Προσευχὴν ᾔτησας, προσευχὴν δίδωμι. Κεῖται ἡ πηγή· οἷον, ἐὰν τις προσενέγκῃ ἀγγεῖον, γεμίζει αὐτό· ἐὰν ᾗ μέγα, μέγα λαμβάνει· ἐὰν ᾗ μικρόν, μικρὸν λαμβάνει. Αὕτη τοίνυν προσευχὴν ᾔτησε, καὶ δίδωσι προσευχὴν ὁ Σωτήρ. Ἄλλος εἶπεν, «Οὐκ εἰμὶ ἄξιος, ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς, ἀλλὰ μόνον γενηθήτω σοι, εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου»· καὶ εἶπεν αὐτῷ ὁ Σωτήρ· «Κατὰ τὴν πιστὴν σου γενηθήτω σοι». Ἄλλως εἶπε, «Δεῦρο, θεραπεῦσόν μου τὴν θυγατέρα· καὶ εἶπεν αὐτῷ, Ἀκολουθήσω σοι». Πρὸς ἃς προαιρέσεις τοίνυν τῶν ἀνθρώπων καὶ ἡ θεραπεία τοῦ ἰατροῦ προσάγεται. Ἀλλὰ πάλιν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ λάθρα, καὶ λάθρα τὴν θεραπείαν ἐκαρπώσατο· ἕκαστος ὡς ἐπίστευε καὶ τὴν θεραπείαν ἐλάμβανε. Αὕτη λέγε, «Οἶδα ὅτι ὅσαν ἂν αἰτήσῃ τὸν Πατέρα, διδῶσί σοι ὁ Πατήρ»· καὶ ἐπειδὴ προσευχὴν ᾔτησεν ἡ Μάρθα, προσευχὴν δίδωσιν ὁ Σωτήρ, οὐκ αὐτὸς τῆς προσευχῆς ἐπιδεόμενος, ἀλλὰ τὴν τῆς γυναικὸς ἀσθένειαν συμπεριφερόμενος, καὶ ἵνα δείξῃ, ὅτι οὐκ ἔστιν ἀντίθεος, ἀλλ’ ὅτι καὶ ὃ ἂν αὐτὸς ποιῇ, τοῦτο καὶ ὁ Πατὴρ ποιεῖ. Ἔπλασεν ὁ Θεὸς ἐξ ἀρχῆς τὸν ἄνθρωπον· ἀμφοτέρων ἐγένετο τὸ πλάσμα· «Ποιήσωμεν γάρ, φησίν, ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν». Πάλιν ἠθέλησε τὸν λῃστὴν εἰς τὸν παράδεισον εἰσενεγκεῖν, καὶ εὐθέως λόγον εἶπε, καὶ τὸν λῃστὴν εἰς τὸν παράδεισον εἰσήγαγε, καὶ οὐκ ἐδεήθη προσευχῆς, καίτοι γε πάντας τοὺς μετὰ τὸν Ἀδὰμ κωλύσας ἦν ὁ Χριστὸς ἐξ ἐκείνης τῆς εἰσόδου· ἔθηκε γὰρ τὴν φλογίνην ῥομφαίαν φυλάττειν τὸν παράδεισον. Ἀλλ’ αὐθεντίᾳ Χριστὸς τὸν παράδεισον ἠνέῳξε, καὶ τὸν λῃστὴν εἰσήγαγε. Λῃστήν, Δέσποτα, εἰσήγαγες εἰς τὸν παράδεισον; Ὁ Πατὴρ ὁ σὸς διὰ μόνην ἁμαρτίαν τὸν Ἀδὰμ ἐξήγαγεν ἐκ τοῦ παραδείσου, καὶ σὺ τὸν λῃστὴν εἰσάγει, τὸν μυρίοις κακοῖς καὶ μυρίαις παρανομίαις ὑπεύθυνον; Καὶ ἁπλῶς οὕτω διὰ μίαν φωνὴν εἰς τὸν παράδεισον αὐτὸν εἰσάγεις; Ναί· οὔτε γὰρ ἐκεῖνο χωρὶς ἐμοῦ γέγονεν, οὔτε τοῦτο χωρὶς τοῦ Πατρὸς μου· ἀλλὰ καὶ τοῦτο ἐμόν, κἀκεῖνο τοῦ Πατρὸς μου. «Ἐγὼ γὰρ ἐν τῷ Πατρί, καὶ ὁ Πατὴρ ἐν ἐμοί».

γ’. Καὶ ἵνα ἴδῃς, ὅτι οὐκ ἐγένετο προσευχῆς ἔργον τὸ ἀναστῆναι τὸν νεκρόν, ἄκουσον τῆς προσευχῆς. Τὶ γὰρ φησίν; «Εὐχαριστῶ σοι, Πάτερ, ὅτι ἤκουσάς μου». Τὶ οὖν; Τοῦτο προσευχῆς εἶδὸς ἐστι, τοῦτο τύπος ἱκεσίας; «Εὐχαριστῶ σοι, ὅτι ἤκουσάς μου. Ἐγὼ γέ, φησίν, ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις». Εἰ οὖν οἶδας, ᾧ Κύριε, ὅτι πάντοτέ σου ἀκούει ὁ Πατήρ, τὶ λοιπὸν περὶ ὧν οἶδας παρενοχλεῖς; Ἐγὼ μέν, φησίν, οἶδα ὅτι πάντοτέ μου ἀκούει ὁ Πατήρ, «Ἀλλὰ διὰ τὸν περιεστῶτα ὄχλον εἶπον, ἵνα γνῶσι πάντες, ὅτι σὺ μὲ ἀπέστειλας». Μὴ τι διὰ τὸν νεκρὸν προσηύξατο; Μὴ ἱκέτευσεν ἵνα ἀναστῇ ὁ Λάζαρος; Μὴ εἶπε· Πάτερ, κέλευσον τὸν θάνατον ὑπακοῦσαι; Μὴ εἶπε, Πάτερ, κέλευσον τῷ ᾅδῃ, μὴ τὰς πύλας ἀποκλείσῃ, ἀλλὰ προθύμως τὸν νεκρὸν ἀποδοῦναι; «Ἀλλὰ διὰ τὸν περιεστῶτα τοῦτον ὄχλον εἶπον, φησίν, ἵνα γνῶσι πάντες, ὅτι σὺ μὲ ἀπέστειλας». Οὐκοῦν οὐκ ἔστι τὸ γινόμενον σημεῖον, ἀλλὰ κατήχησις τῶν παρόντων.

Εἶδες πῶς οὐκ ἐγένετο ἡ προσευχὴ διὰ τὸν νεκρόν, ἀλλὰ διὰ τοὺς παρόντας ἀπίστους, «ἵνα γνῶσιν, φησίν, ὅτι σὺ μὲ ἀπέστειλας». Καὶ πῶς ἔχομεν γνῶναι, φησίν, ὅτι αὐτὸς σε ἀπέστειλε; Πρόσεχε, παρακαλῶ, μετὰ πάσης ἀκριβείας. Ἰδού, φησί, μετὰ τῆς ἐμῆς αὐθεντίας καλῷ τὸν νεκρόν· ἰδοὺ τῇ οἰκείᾳ ἐξουσίᾳ ἐπιτάττω τῷ θανάτῳ· καλῷ τὸν Πατέρα πατέρα· καλῶ καὶ τὸν Λάζαρον ἐκ τοῦ τάφου. Εἰ οὐκ ἔστι τὸ πρῶτο ἀληθές, μηδὲ τοῦτο γενέσθω· εἰ δὲ ἀληθῶς ὁ Πατὴρ πατήρ, ὑπακουέτω καὶ ὁ νεκρὸς πρὸς διδασκαλίαν τῶν παρόντων. Τὶ γὰρ ὁ Χριστὸς ἔλεγε; «Λάζαρε, δεῦρο ἔξω». Ὅτε γέγονεν ἡ προσευχή, οὐκ ἀνέστη ὁ νεκρός· ἀλλ’ ὅτε εἶπε, «Λάζαρε, δεῦρο ἔξω», τότε ἀνέστη ὁ νεκρός. Ὣ τυραννὶς τοῦ θανάτου. Ὢ τυραννὶς τῆς δυνάμεως ἐκείνης τῆς κατεχούσης τὴν ψυχήν. Ὢ ᾅδη, προσευχὴ γέγονε, καὶ οὐκ ἀπολύεις τὸν νεκρόν; Οὐχί, φησί. Διὰ τί; Ὅτι οὐ προσετάχθην. Δέσμιός εἰμι αὐτόθι κατέχων τὸν ὑπεύθυνον· ἐὰν μὴ προσταχθῶ, φησίν, οὐκ ἀπολύω· ἡ γὰρ προσευχή, φησίν, οὐ δι’ ἐμὲ γέγονεν, ἀλλὰ διὰ τοὺς παρόντας ἀπίστους. Ἐγὼ γάρ, ἐὰν μὴ προσταχθῶ, οὐκ ἀπολύω τὸν ὑπεύθυνον· ἀναμένω τὴν φωνήν, ἵνα ἀπολύσω τὴν ψυχήν. «Λάζαρε, δεῦρο ἔξω». Ἤκουσε τοῦ δεσποτικοῦ προστάγματος ὁ νεκρός, καὶ εὐθέως τοῦ θανάτου τοὺς νόμους παρέλυσεν. Αἰσχυνέσθωσαν οἱ αἱρετικοί, καὶ ἀπολέσθωσαν ἀπὸ προσώπου τῆς γῆς. Καὶ γὰρ ἀπέδειξεν ὁ λόγος, ὅτι οὐ διὰ τὴν τοῦ νεκροῦ ἀνάστασιν γέγονεν ἡ προσευχή, ἀλλὰ διὰ τὴν τῷ τότε παρόντων ἀπίστων ἀσθένειαν. «Λάζαρε, δεῦρο ἔξω». Καὶ διὰ τὶ ὀνομαστὶ τὸν νεκρὸν ἐκάλεσε; Διὰ τί; Ἵνα μὴ τὴν φωνὴν ἀπολελυμένην εἰς τοῦ νεκροὺς ἀποτείνας, πάντας τοὺς ἐν τοῖς τάφοις ἐγείρῃ διὰ τοῦτό φησι, «Λάζαρε, δεῦρο ἔξω». Σὲ μόνον ἐπὶ τοῦ παρόντος τέως ἀνακαλοῦμαι ὄχλου, ἵνα διὰ τοῦ μέρους καὶ τὴν τῶν μελλόντων ἐπιδείξω δύναμιν· ὁ γὰρ ἕνα ἐγείρας ἐγώ, τὴν οἰκουμένην ἀνιστῶ· «Ἐγὼ γὰρ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή. Λάζαρε δεῦρο, ἔξω». Καὶ ἐξῆλθεν ὃν νεκρὸς δεδεμένος κειρίαις. ᾪ τῶν παραδόξων πραγμάτων· ὁ τὴν ψυχὴν ἐκ τῶν δεσμῶν τοῦ θανάτου λύσας, ὁ τὰς πύλας τοῦ ᾅδου διαῤῥήξας, ὁ πύλας χαλκᾶς καὶ μοχλοὺς σιδηροῦς συντρίψας, καὶ τὴν ψυχὴν ἐκ τῶν δεσμῶν τοῦ θανάτου ἐλευθερώσας, οὐκ ἠδύνατο καὶ τὰς κειρίας λῦσαι τοῦ νεκροῦ; Ναί, ἠδύνατο· ἀλλὰ κελεύει τοῖς Ἰουδαίοις λῦσαι τὰς κειρίας, ἃς αὐτοὶ πρότερον ἐνταφιάζοντες ἔσφιγξαν, ἵνα τῶν οἰκείων δεσμῶν ἐπιγνώσωσι τὰ γνωρίσματα, ἵνα τῇ πείρᾳ μάθωσιν, ἐξ ὧν ἔπραξαν, ὅτι Λάζαρός ἐστιν ὁ παρ’ αὐτῶν ἐνταφιασθείς, καὶ Χριστὸς ἐστιν ὁ κατ’ εὐδοκίαν τοῦ Πατρὸς παραγενόμενος εἰς τὸν κόσμον, ὁ ζωῆς καὶ θανάτου τὴν ἐξουσίαν ἔχων. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: Λόγος Δέκατος — Ὅτι τὸ μὴ λέγειν, ἅπερ ἴσμεν, καὶ εἰς ἑτέρους ἐκφέρειν, πενέστερον ποιεῖ, καὶ τὴν χάριν σβέννυσι· καὶ εἰς τὰς εὐχάς, ἃς ὁ Χριστὸς ηὔξατο, καὶ τὴν ἐξουσίαν, μεθ’ ἧς ἅπαντα ἐποίει· καὶ εἰς τὴν τοῦ παλαιοῦ νόμου διόρθωσιν· καὶ ὅτι τὸ σαρκωθῆναι τὴν ἰσότητα αὐτοῦ τὴν πρὸς τὸν Πατέρα οὐκ ἐλαττοῖ, ἀλλὰ καὶ συνίστησι μᾶλλον.
Προηγούμενο: Λόγος Ὄγδοος — Εἰς τὰ ὑπόλοιπα κατὰ αἱρετικῶν, καὶ περὶ κρίσεως καὶ ἐλεημοσύνης, καὶ εἰς τὴν αἴτησιν τῆς μητρὸς τῶν υἱῶν Ζεβεδαιου
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 48
Ἀρχικὴ Σελίδα: Τέρτιος