Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 48

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Λόγος Ἑνδέκατος — Ὁμιλία ρηθεῖσα ἐν Κωνσταντινουπόλει πρὸς Ἀνομοίους περὶ ἀκαταλήπτου, καὶ ὅτι σύμφωνος ἡ Νέα τῇ Παλαιᾷ, καὶ πρὸς τοὺς ἀπολιμπανομένους τῶν θείων συνάξεων.
Προηγούμενο: Λόγος Ἔνατος — Εἰς τὸν τετραήμερον Λάζαρον
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 48

Λόγος Δέκατος — Ὅτι τὸ μὴ λέγειν, ἅπερ ἴσμεν, καὶ εἰς ἑτέρους ἐκφέρειν, πενέστερον ποιεῖ, καὶ τὴν χάριν σβέννυσι· καὶ εἰς τὰς εὐχάς, ἃς ὁ Χριστὸς ηὔξατο, καὶ τὴν ἐξουσίαν, μεθ’ ἧς ἅπαντα ἐποίει· καὶ εἰς τὴν τοῦ παλαιοῦ νόμου διόρθωσιν· καὶ ὅτι τὸ σαρκωθῆναι τὴν ἰσότητα αὐτοῦ τὴν πρὸς τὸν Πατέρα οὐκ ἐλαττοῖ, ἀλλὰ καὶ συνίστησι μᾶλλον.

α’. Ἱκανῶς ἐν ταῖς ἔμπροσθεν ἐπανηγυρίσαμεν ἡμέραις, τῶν ἄθλων ἐπιλαβόμενοι τῶν ἀποστολικῶν, καὶ τῇ διηγήσει τῶν πνευματικῶν ἐντρυφῶντες κατορθωμάτων· ὥρα δὴ λοιπὸν ἀποδοῦναι τὸ χρέος ὑμῖν· καὶ γὰρ τὸ κωλῦον οὐδέν. Καὶ οἶδα μὲν ὅτι ἐπιλέλησθε τῶν ὀφλημάτων ὑμεῖς τῶν ἐμῶν διὰ τὸ τῶν ἡμερῶν πλῆθος· οὐ μὴν διὰ τοῦτο αὐτὰ ἐγὼ ἀποκρύψομαι, ἀλλὰ μετὰ πάσης ὑμῖν ταῦτα ἀποδώσω τῆς προθυμίας. Ποιῶ δὲ τοῦτο, οὐ δι’ εὐγνωμοσύνην μόνον, ἀλλὰ καὶ δι’ ὠφελεῖν ἐμήν. Ἐπὶ μὲν γὰρ τῶν σωματικῶν συναλλαγμάτων κέρδος τῷ δεδανεισμένῳ τὸ τὸν δεδανεικότα ἐπιλαθέσθαι· ἐπὶ δὲ τῶν πνευματικῶν συμβολαίων κέρδος τῷ μέλλοντι καταβάλλειν τὸ χρέος μέγιστον, τὸ τοὺς ὑποδέχεσθαι μέλλοντας διηνεκῶς μεμνῆσθαι τῶν ὀφλημάτων. Ἐκεῖ μὲν γὰρ τὸ δάνεισμα ἀποδοθὲν τὸν μὲν καταβαλόντα ἀφίησι, μεθίσταται δὲ πρὸς τὸν ὑποδεξόμενον, καὶ τοῦ μὲν ἠλάττωσε, τοῦ δὲ ἐπλεόνασε τὴν οὐσία· ἐπὶ δὲ τῶν πνευματικῶν οὐχ οὕτως, ἀλλὰ δυνατὸν αὐτὸ καὶ καταβαλεῖν, καὶ ἔχειν· καὶ τὸ δὴ θαυμαστόν, ὅτι τότε μάλιστα αὐτὸ ἔχομεν, ὅταν καταβάλωμεν ἑτέροις.

Ἂν μὲν γὰρ ἐν τῇ διανοίᾳ κατορύξας φυλάξω διηνεκῶς μηδενὶ μεταδιδούς, ἐλαττοῦταί μοι τὸ κέρδος, μειοῦται τὰ τῆς περιουσίας· ἂν δὲ εἰς ἅπαντας ἐξενέγκω, καὶ ποιήσω μεριστὰς πολλοὺς καὶ κοινωνούς, ὧν αὐτὸς ἐπίσταμαι πάντων, αὔξεταί μοι τὰ τοῦ πνευματικοῦ πλούτου. Καὶ ὅτι ταῦτα οὕτως ἔχει, καὶ ὁ μὲν ἑτέροις μεταδιδοὺς αὔξει τὴν παρακαταθήκην, ὁ δὲ ἀποκρύπτων ἐλαττοῖ τὴν ἐργασίαν ἅπασαν, μάρτυρες οἱ τὰ τάλαντα ἐγχειρισθέντες ἐκεῖνοι, ὁ τὰ πέντε, καὶ ὁ τὰ δύο, καὶ ὁ τὸ ἕν. Οἱ μὲν γὰρ διπλασίονα τὰ ἐμπιστευθέντα τὸ προσήγαγον, καὶ ἐτιμῶντο διὰ τοῦτο· ὁ δὲ ἐπειδὴ ἐφύλαξε παρ’ ἑαυτῷ, καὶ οὐδενὶ μετέδωκε, διπλοῦν τε αὐτὸ ποιῆσαι οὐκ ἴσχυσε, διὰ τοῦτο ἐκολάζετο. Ταῦτα οὖν ἀκούοντες ἅπαντες, καὶ τὴν κόλασιν τὴν ἐκεῖθεν δεδοικότες, ὅπερ ἂν ἔχωμεν ἀγαθὸν εἰς τοὺς ἀδελφοὺς ἐκφέρωμεν, καὶ εἰς τὸ μέσον ἅπασι καταβάλλωμεν, ἀλλὰ μὴ ἀποκρύπτωμεν. Ὅταν γὰρ ἑτέροις μεταδῶμεν, τότε πλουτοῦμεν αὐτοὶ μειζόνως· ὅταν κοινωνοὺς ποιησώμεθα τῆς ἐμπορίας πολλούς, τότε τὴν ἡμετέραν αὔξοιμεν περιουσίαν. Ἀλλ’ ἐλαττοῦσθαί σοι τὰ τῆς δόξης νομίζεις, ὅταν μετὰ πολλῶν ἧς εἰδώς, ἃ μόνος οἶδας αὐτός. Καὶ μὴν τότε αὔξεται καὶ τὰ τῆς δόξης, καὶ τὰ τῆς ὠφελείας ὅταν τὸν φθόνον καταπατήσῃς, ὅταν τὴν βασκανίαν σβέσῃς, ὅταν φιλαδελφίαν ἐπιδείξῃ πολλήν· ἂν δὲ μόνον εἰδὼς περιίῃς, ἄνθρωποι μὲν ὡς βάσκανον καὶ μισάδελφον ἀποστραφήσονται καὶ μισήσουσιν, ὁ δὲ Θεὸς ὡς πονηρὸν τὴν ἐσχάτην ἀπαιτήσει σε δίκην· χωρὶς δὲ τούτων, καὶ αὐτῇ σε ταχέως ἡ χάρις ἔρημον ἐγκαταλιποῦσαν οἰχήσεται. Ἐπεὶ καὶ ὁ σῖτος, ἂν μὲν ἐν τάσι ἀποθήκαις ᾗ διηνεκῶς κείμενος, δαπανᾶται, σητὸς αὐτὸν κατεσθίοντος· ἂν δὲ ἐξενεχθεὶς εἰς τὰς ἀρούρας καταβάλληται, πολυπλασιάζεται καὶ ἀνανεοῦται πάλιν. Οὕτω καὶ λόγος πνευματικός, ἐὰν ἔνδον διαπαντὸς ἀποκλείηται, φθόνῳ καὶ ὀκνῶ καὶ τηκεδόνι φθειρομένης τῆς ψυχῆς καὶ κατεσθιομένης, κατασβέννυται ταχέως· ἂν δέ, ὥσπερ εἰς ἄρουραν εὔφορον, εἰς τὰς τῶν ἀδελφῶν ψυχὰς διασπείρηται, πολυπλασίων ὁ θησαυρὸς καὶ τοῖς ὑποδεχομένοις, καὶ τῷ κεκτημένῳ. Καὶ καθάπερ πηγὴ συνεχῶς μὲν ἐξαντλουμένη καθαίρεται μᾶλλον καὶ ἀναβλύζει πλέον, καταχωννυμένη δὲ ἀποπνίγεται· οὕτω καὶ χάρισμα πνευματικὸν καὶ λόγος διδασκαλικὸς συνεχῶς μὲν ἀντλούμενος καὶ διδοὺς ἀρύεσθαι τοῖς βουλομένοις, ἀναβλύζει πλέον· βασκανίᾳ δὲ καὶ φθόνῳ καταχωσθεὶς, ἐλαττοῦται καὶ σβέννυται τέλεον. Ἐπεὶ οὖν τοσοῦτον τὸ κέρδος ἡμῖν, ὅπερ ἂν ἔχωμεν, φέρε εἰς μέσον καταθέντες, πᾶσαν ὑμῖν ἀποδῶμεν τὴν ὀφειλήν, πρότερον ἀναμνήσαντες τῆς ἀκολουθίας τῶν ὀφλημάτων τούτων ἁπάσης.

β’. Ἴστε τοίνυν καὶ μέμνησθε πρώην, ὅτι περὶ τῆς τοῦ Μονογενοῦς δόξης διαλεγόμενοι, πολλὰς ἠριθμοῦμεν αἰτίας τῆς ἐν τοῖς ῥήμασι συγκαταβάσεως· καὶ ἐλέγομεν, ὅτι οὐ μόνον διὰ τὴν τῆς σαρκὸς περιβολήν, οὐδὲ διὰ τὴν ἀσθένειαν μόνον τῶν ἀκουόντων ταπεινὰ φθέγγεται πολλάκις ὁ Χριστός, ἀλλὰ πολλαχοῦ καὶ ταπεινοφρονεῖν διδάσκων. Κἀκείναις μὲν ἱκανῶς τότε ἐπεξήλθομεν ταῖς αἰτίαις, καὶ τῆς ἐπὶ τῷ Λαζάρῳ, καὶ τῆς πρὸς αὐτῷ τῷ σταυρῷ γενομένης εὐχῆς μνημονεύσαντες, καὶ δείξαντες σαφῶς, ὅτι τὴν μέν, ἵνα τὴν οἰκονομίαν πιστώσηται, τὴν δέ, ἵνα τὴν τῶν ἀκουόντων ἀσθένειαν διορθώσηται, πεποίηκεν, οὐδεμιᾶς αὐτὸς δεόμενος βοηθείας. Ὅτι δὲ πολλὰ καὶ ταπεινοφρονεῖν αὐτοὺς διδάσκων ἐποίει, καὶ τοῦτο ἄκουσον. Ἔβαλεν ὕδωρ εἰς τὸν νιπτῆρα· καὶ ὡς οὐκ ἀρκοῦν τοῦτο, ἔτι καὶ λεντίῳ διεζώσατο, πρὸς τὴν ἐσχάτην εὐτέλειαν κατάγων ἑαυτόν, καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν, μετὰ δὲ τῶν μαθητῶν καὶ τοῦ προδότου τοὺς πόδας ἔνιψε. Τὶς οὐκ ἂν ἐκπλαγείη καὶ θαυμάσειε; Τοῦ μέλλοντος αὐτὸν προδιδόναι νίπτει τοὺς πόδας· καὶ τὸν Πέτρον διακρουόμενον καὶ λέγοντα, «Κύριε, οὐ μὴ μου νίψεις τοὺς πόδας», οὐ παρατρέχει, ἀλλὰ φησὶ πρὸς αὐτόν· «Ἐὰν μὴ νίψω σου τοὺς πόδας, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ»· ὁ δέ, «Κύριε, μὴ τοὺς πόδας μόνον, ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν». Εἶδες εὐλάβειαν μαθητοῦ δι’ ἀμφοτέρων, καὶ διὰ τῆς παραιτήσεως, καὶ διὰ τῆς συγκαταθέσεως; Εἰ γὰρ καὶ ἐναντία τὰ ῥήματα, ἀλλ’ ὑπὸ ζεούσης ἀμφότερα γνώμης ἐλέγετο. Ὁρᾷς πῶς πανταχοῦ θέρος ἦν καὶ διεγηγερμένος; Ἀλλ’ ὅπερ ἔλεγον, ἵνα μὴ διὰ τὴν τοῦ πράγματος εὐτέλειαν τῆς φύσεως καταγνῷς εὐτέλειαν, μετὰ τὸ νίψαι τὶ φησι πρὸς αὐτούς, ἄκουσον; «Γινώσκετε τὶ πεποίηκα ὑμῖν; Ὑμεῖς καλεῖτέ με, ὁ Κύριος, καὶ ὁ διδάσκαλος, καὶ καλῶς λέγετε· εἰμι γάρ. Εἰ οὖν ἐγὼ ὁ Κύριος καὶ ὁ διδάσκαλος ἔνιψα ὑμῶν τοὺς πόδας, οὕτω καὶ ὑμεῖς ὀφείλετε ἀλλήλοις ποιεῖν. Ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν, ἵνα ὡς ἐγὼ ἐποίησα ὑμῖν, καὶ ὑμεῖς ἀλλήλοις ποιῆτε».

Ὁρᾷς ὅτι πολλὰ ὑποδείγματος ἕνεκεν ἐποίει; Καθάπερ γὰρ τις διδάσκαλος σοφίας πεπληρωμένος παιδίοις ψελλίζουσι συμψελλίζει, καὶ ὁ ψελλισμὸς οὐ τῆς ἀμαθίας τοῦ διδασκάλου, ἀλλὰ τῆς κηδεμονίας τῆς πρὸς τοὺς παῖδάς ἐστι τεκμήριον· οὕτω δὴ καὶ ὁ Χριστὸς οὐ δι’ εὐτέλειαν τῆς οὐσίας ταῦτα ἐποίει, ἀλλὰ διὰ συγκατάβασιν. Καὶ δεῖ ταῦτα οὐχ ἁπλῶς παρατρέχειν· καὶ γὰρ αὐτοῦ τοῦτο εἰ καθ’ ἑαυτὸ νῦν ἐξετάσωμεν, ὅρα ὅσον ἄτοπον ἕψεται. Εἰ γὰρ ὁ νίπτων τοῦ νιπτομένου εὐτελέστερος εἶναι (ἔστι δὲ ὁ μὲν νίπτων ὁ Χριστός, οἱ μαθηταὶ δὲ οἱ νιπτόμενοι), ἄρα εὐτελέστερος ἔσται ὁ Χριστὸς τῶν μαθητῶν. Ἀλλ’ οὐδεὶς ἂν τοῦτο οὐδὲ μαινόμενος εἴποι. Ὁρᾷς ὅσον ἐστὶ κακὸν τὰς αἰτίας ἀγνοεῖν, δι’ ἃς ὁ Χριστὸς ἐποίει πάντα ἅπερ ἐποίει; Μᾶλλον δὲ βλέπεις, ὅσον ἐστὶν ἀγαθὸν πάντα μετὰ ἀκριβείας ἐξετάζειν, καὶ μὴ ἁπλῶς, ὅτι εἷπέ τι ταπεινὸν ἢ ἐποίησεν, ἀλλὰ καὶ τίνος ἕνεκεν καὶ διὰ τὶ προστιθέναι; Οὐκ ἐνταῦθα δὲ μόνον τοῦτο ἐποίησεν, ἀλλὰ καὶ ἀλλαχοῦ τὸ αὐτοῦ τοῦτο ἠνίξατο. Εἰπὼν γάρ, «Τὶς ἐστι μείζων, ὁ ἀνακείμενος, ἢ ὁ διακονῶν»; Ἐπήγαγε, «Οὐχὶ ὁ ἀνακείμενος; Ἐγὼ δὲ εἰμι ἐν μέσῳ ὑμῶν, ὡς ὁ διακονῶν». Καὶ τοῦτο δὲ εἶπε, κἀκεῖνο ἐποίησε, δεικνὺς ὅτι πολλαχοῦ τὰ ἐλάττονα ἁρπάζει εἰς διδασκαλίαν τῶν μαθητῶν, μετριάζειν τε ὁμοῦ πείθων αὐτούς. Καὶ δῆλον ὅτι οὐ διὰ τὸ τῆς φύσεως καταδεέστερον, ἀλλὰ διὰ τὴν ἐκείνων διδασκαλίαν ταῦτα πάντα ἀνέχεται. Καὶ γὰρ ἀλλαχοῦ φησιν· «Οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν, παρὰ δὲ ὑμῖν οὐχ οὕτως· ἀλλ’ ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος, ἔστω πάντων διάκονος. Καὶ γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι». Εἰ τοίνυν διακονῆσαι ἦλθε καὶ ταπεινοφροσύνην διδάξαι, μὴ θορύβου, μηδὲ κατάπιπτε, εἰ τὰ τῶν διακόνων ἰδίοις αὐτὸν ἐπιτελοῦντά που καὶ φθεγγόμενον. Οὕτω καὶ πολλὰς τῶν εὐχῶν ἀπὸ τῆς αὐτῆς ἐπιτελεῖ γνώμης. Καὶ γὰρ προσῆλθον αὐτῷ λέγοντες, «Κύριε, δίδαξον ἡμᾶς προσεύχεσθαι, ὥσπερ Ἰωάννης ἐδίδαξε τοὺς μαθητὰς αὐτοῦ». Τὶ οὖν ἐχρῆν ποιεῖν, εἰπὲ μοι; Μὴ διδάξαι αὐτοὺς προσεύχεσθαι; Ἀλλὰ διὰ τοῦτο ἦλθεν, ἵνα εἰς πᾶσαν αὐτοὺς ἐναγάγῃ φιλοσοφίαν. Ἀλλ’ ἐχρῆν διδάξαι; Οὐκοῦν εὔξασθαι ἔδει.

Ἀλλ’ ἔδει ῥήματι τοῦτο μόνον ποιῆσαι, φησίν. Ἀλλ’ οὐχ οὕτως ἡ διὰ τῶν ῥημάτων, ὡς ἡ διὰ τῶν πραγμάτων διδασκαλία τοὺς μαθητευομένους ἐνάγειν εἴωθε. Διὰ τοι τοῦτο οὐχὶ διδάσκει αὐτοὺς εὐχὴν μόνον τὴν διὰ τῶν ῥημάτων ἀλλὰ καὶ αὐτὸς διατέλει τοῦτο ποιῶν, καὶ εὔχεται διανυκτερεύων ἐν ταῖς ἐρημίαι, ἡμᾶς παιδεύων καὶ νουθετῶν, ἐπειδὰν μέλλωμεν ὁμιλεῖν τῷ Θεῷ, φεύγειν θορύβους καὶ τὰς ἐν μέσῳ ταραχάς, καὶ πρὸς ἐρημίαν ἀναχωρεῖν, οὐχὶ τόπων μόνον, ἀλλὰ καὶ καιρῶν. Ἐρημίᾳ δὲ οὐχὶ ὄρος μόνον ἐστίν, ἀλλὰ καὶ οἰκίσκος κραυγῆς ἀπηλλαγμένος.

γ’. Καὶ ἵνα μάθητε ὅτι συγκαταβάσεώς ἐστιν ἡ εὐχή, μάλιστα μὲν καὶ ἤδη διὰ τῶν περὶ τὸν Λάζαρον συμβάντων ἐπεδείξαμεν· πλὴν ἀλλὰ καὶ ἑτέρωθεν δῆλον. Τίνος γὰρ ἕνεκεν ἐπὶ τῶν μειζόνων οὐκ εὔχεται θαυμάτων, ἀλλ’ ἐπὶ τῶν ἐλαττόνων; Εἰ γὰρ δεόμενος βοηθείας ηὔχετο καὶ οὐκ ἔχων αὐτοτελῆ δύναμιν, ἐπὶ πάντων εὔχεσθαι ἔδει καὶ τὸν Πατέρα καλεῖν· εἰ δὲ μὴ ἐπὶ πάντων, κἂν ἐπὶ τῶν μειζόνων. Νῦν δὲ τὸ ἐναντίον ποιεῖ· ἐπὶ τῶν μειζόνων πραγμάτων οὐκ εὔχεται, ἵνα δείξῃ, ὅτι τοὺς ἄλλους παιδεύων τοῦτο ἐποίει, οὐχὶ δυνάμεως δεόμενος. Ὅτε γοῦν τοὺς ἄρτους εὐλόγησεν, ἀναβλέψας εἰς τὸν οὐρανὸν ηὔξατο, ἡμᾶς παιδεύων τραπέζης τῷ πρότερον ἀπογεύεσθαι, ἕως ἂν εὐχαριστήσωμεν τῷ τοὺς καρποὺς πεποιηκότι Θεῷ· καὶ πολλοὺς νεκροὺς ἀναστήσας, οὐκ ηὔξατο, ἐπὶ δὲ Λαζάρου μόνον. Καὶ τὴν αἰτίαν τότε εἰρήκαμεν, ὅτι διὰ τὴν ἀσθένειαν τῶν παρόντων διορθούμενος, ἢν καὶ αὐτὸς εἶπε, σαφῶς οὕτω προσθείς, «ὅτι διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον». Καὶ ὅτι οὐχ ἡ εὐχή, ἀλλ’ ἡ φωνὴ τὸν νεκρὸν ἤγειρεν, ἱκανῶς ἀπεδείξαμεν τότε· καὶ ἵνα μάθῃς τοῦτο σαφέστερον, ὅρα.

Ὅταν γὰρ κολάζειν δέῃ, καὶ ὅταν τιμᾷν, καὶ ὅταν ἁμαρτήματα ἀφιέναι, καὶ ὅταν νομοθετεῖν, καὶ ὅταν τι τῶν πολλῷ μειζόνων δέῃ ποιεῖν, οὐδαμοῦ τὸν Πατέρα καλοῦντα αὐτὸν εὑρήσεις, οὐδὲ εὐχόμενον, ἀλλὰ μετὰ αὐθεντίας ἅπαντα πράττοντα. Καὶ τούτων ἕκαστον ἐγὼ μὲν ἀπαριθμήσομαι· σὺ δὲ σκόπει μετὰ ἀκριβείας, πῶς οὐδαμοῦ δεῖται εὐχῆς. Δεῦτε, φησίν, «οἱ εὐλογημένοι τοῦ Πατρὸς μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν». Καὶ πάλιν, «Πορεύεσθε ἀπ’ ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ ἠτιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ». Ἰδοὺ κολάζει καὶ τιμᾷ μετὰ αὐθεντίας ἁπάσης, καὶ εὐχῆς οὐδεμιᾶς δεῖται. Πάλιν, ὅταν διορθῶσαι σῶμα δέῃ διαλελυμένον, «Ἐγερθεὶς ἆρον τὸν κράββατόν σοῦ, καὶ περιπάτει»· ὅταν ἀπαλλάξαι θανάτου, «Ταλιθὰ κοῦμι, ἀνάστηθι»· ὅταν ἐλευθερῶσαι ἁμαρτημάτων, «Θάρσει, τέκνον, ἀφέωνταί σου αἱ ἁμαρτίαι»· ὅταν ἐπιτιμήσαι δαίμοσι, «Σοὶ λέγω, τὸ πονηρὸν δαιμόνιον, ἔξελθε ἀπ’ αὐτοῦ»· ὅταν καταστεῖλαι τὴν θάλασσαν, «Σιώπα, πεφίμωσο»· ὅταν καθᾶραί τινα λέπρᾳ κατεχόμενον, «Θέλω, καθαρίσθητι»· ὅταν νομοθετῆσαι, «Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ φονεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν, Ὃς ἂν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ, Μωρέ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός». Εἶδες πάντα μετὰ αὐθεντίας ποιοῦντα δεσποτικῆς, καὶ εἰς γέενναν ἐκβάλλοντα, καὶ εἰς βασιλείαν εἰσάγοντα, καὶ παράλυσιν διορθούμενον, καὶ εἰς θάνατον ἀπελαύνοντα, καὶ ἁμαρτίας ἀφιέντα, καὶ δαίμοσιν ἐπιτιμῶντα, καὶ τὴν θάλατταν καταστέλλοντα; Καίτοι τὶ μεῖζον, εἰπὲ μοι, εἰς βασιλείαν εἰσαγαγεῖν, καὶ εἰς γέενναν ἐμβαλεῖν, καὶ ἁμαρτίας ἀφιέναι, καὶ νόμους θεῖναι μετὰ αὐθεντίας, ἢ ἄρτους ποιῆσαι; Οὐκ εὔδηλον καὶ ὡμολογημένον ἅπασιν, ὅτι ταῦτα ἐκείνων μείζω; Ἀλλ’ ὅμως ἐπὶ τῶν μειζόνων οὐκ εὔχεται, δεικνὺς ὅτι καὶ ἐπὶ τῶν ἐλαττόνων οὐ δι’ ἀσθένειαν δυνάμεως τοῦτο ἐποίει, ἀλλὰ διὰ διδασκαλίαν τῶν τότε παρόντων. Καὶ ἵνα μάθῃς, ὅσον ἐστὶν ἁμαρτίας ἀφιέναι, παράγω σοι μάρτυρα τὸν προφήτην· οὐδενὸς γὰρ ἑτέρου τοῦτο δείκνυσιν ὁ προφήτης, ἢ τοῦ Θεοῦ μόνου. «Τὶς γὰρ Θεός, φησίν, ὥσπερ σύ, ἐξαίρων ἀνομίας, ὑπερβαίνων ἀδικίας»; Καὶ τὸ εἰς βασιλείαν δὲ εἰσαγαγεῖν τοῦ τὸν θάνατον λῦσαι πολλῷ μεῖζόν ἐστι· ἀλλ’ ὅμως κἀκεῖνο μετ’ ἐξουσίας ποιεῖ. Καὶ τὸ νομοθετεῖν δέ, οὐ τῶν ὑποτεταγμένων, ἀλλὰ τῶν βασιλευόντων ἐστί· καὶ τοῦτο βοᾷ μὲν αὐτῇ τῶν πραγμάτων ἡ φύσις· βασιλέων γὰρ μόνον ἐστὶ τιθέναι νόμους· δείκνυσι δὲ καὶ ὁ ἀπόστολος, οὕτω λέγων· «Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ Κυρίου πιστὸς εἶναι». Ἐπειδὴ γὰρ δοῦλος ἦν, καὶ διάκονος, οὐκ ἐτόλμησε προσθεῖναι τοῖς ἐξ ἀρχῆς νομοθετηθεῖσιν. Ὁ δὲ Χριστὸς οὐχ οὕτως, ἀλλὰ μετὰ πολλῆς τῆς αὐθεντίας τοὺς παλαιοὺς ἀναγινώσκει νόμους, καὶ τοὺς παρ’ αὐτοῦ πάλιν εἰσάγει. Εἰ δὲ τὸ νόμους ἁπλῶς τιθέναι, βασιλικῆς μόνον ἐστὶν ἐξουσίας, ὅταν εὑρίσκηται μὴ μόνον νόμους τιθεὶς οὗτος, ἀλλὰ καὶ τοὺς παλαιοὺς διορθούμενος, τὶς ὑπολείπεται λόγος τοῖς ἀναισχυντεῖν βουλομένοις; Ἀπὸ γὰρ τούτου δῆλον, ὅτι τῆς αὐτῆς οὐσίας ἐστὶ τῷ γεγεννηκότι.

Καὶ ἵνα σαφέστερον ὃ λέγω γένηται, ἐπ’ αὐτὸ τῆς Γραφῆς ἔλθωμεν τὸ χωρίον. Ἀνελθὼν εἰς τὸ ὄρος, φησίν, ἐκάθητο, καὶ περιεστώτων πάντων ἤρξατο λέγειν· «Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, οἱ πραεῖς, οἱ ἐλεήμονες, οἱ καθαροὶ τῇ καρδίᾳ». Εἶτα μετὰ τοὺς μακαρισμοὺς ἐκείνους λέγε· «Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι». Τὶς γὰρ τοῦτο ὑπώπτευσεν; Ἢ τὶ τῶν εἰρημένων ἐναντίον ἦν τοῖς προτέροις, ἵνα τοῦτο εἴπῃ; «Μακάριοι, φησίν, οἱ πτωχοὶ τῷ πνεύματι», τουτέστιν, οἱ ταπεινόφρονες. Ἀλλὰ τοῦτο καὶ ἡ Παλαιὰ εἶπε· «Θυσία γὰρ τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει». Καὶ πάλιν· «Μακάριοι οἱ πραεῖς». Καὶ τοῦτο Ἠσαΐας πάλιν βοᾷ ἐκ προσώπου τοῦ Θεοῦ λέγων· «Ἐπὶ τίνα ἐπιβλέψω, ἀλλ’ ἢ ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους; Μακάριοι οἱ ἐλεήμονες». Καὶ τοῦτο πάλιν πανταχοῦ διέσπαρται· «Μὴ ἀποστερήσῃς γάρ, φησίν, τὴν ζωὴν τοῦ πτωχοῦ, ἱκέτην θλιβόμενον μὴ ἀπαναίνου»· καὶ πολὺς πανταχοῦ περὶ φιλανθρωπίας ἐστὶν ὁ λόγος. «Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ». Τοῦτο καὶ ὁ Δαυῒδ φησι· «Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου». Καὶ τοὺς λοιποὺς δὲ εἲ τις ἐπέλθοι μακαρισμούς, εὑρήσει πολλὴν οὖσαν τὴν συμφωνίαν. Τίνος οὖν ἕνεκεν, μηδὲν ἐναντίον εἰρηκὼς τοῖς προτέροις, ἐπήγαγεν· «Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας»; Οὐ διὰ τὰ εἰρημένα, ἀλλὰ διὰ τὰ μέλλοντα ῥηθήσεσθαι ταύτην τὴν διόρθωσιν τίθησιν. Ἐπειδὴ γὰρ ἔμελλεν ἐμβαίνειν εἰς ἐπίτασιν ἐντολῶν, ἵνα μὴ νομίσωσι τὴν αὔξησιν ἐναντίωσιν εἶναι, μηδὲ τὴν προσθήκην μάχην, διὰ τοῦτο εἶπε· «Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας»· τουτέστι, μέλλων τινὰ λέγειν τελεώτερα τῶν πρότερον εἰρημένων· οἷον ὅτι «Ἠκούσατε, Οὐ φονεύσεις· ἐγὼ δὲ λέγω, Οὐκ ὀργισθήσῃ. Ἠκούσατε ὅτι Οὐ μοιχεύσεις, ἐγὼ δὲ λέγω ὅτι Ὁ ἐμβλέψας γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτήν, ἤδη ἐμοίχευσε»· καὶ τὰ τοιαῦτα. Μὴ τοίνυν νομίσητε κατάλυσιν εἶναι τὴν τελείωσιν· οὐ γὰρ ἐστι κατάλυσις, ἀλλὰ πλήρωσις· καὶ ὅπερ ἐπὶ τῶν σωμάτων ἐποίησε, τοῦτο καὶ ἐπὶ τοῦ νόμου ποιεῖ. Τὶ δὲ ἐπὶ τῶν σωμάτων εἰργάσατο; Ἐλθὼν καὶ εὑρὼν ἀνάπηρα πολλὰ μέλη, καὶ ἐνδεῶς ἔχοντα πάντα, ἀπήρτισε, καὶ εἰς τὴν προσήκουσαν εὐκοσμίαν ἐπανήγαγε, διὰ τῶν πραγμάτων αὐτῶν ἅπασι ποιῶν φανερὸν ὅτι καὶ τοὺς ἀρχαίους αὐτὸς τέθεικε νόμους, καὶ τὴν φύσιν τὴν ἡμετέραν ἐδημιούργησε.

Καὶ ὅτι τοῦτο ἐσπούδαζεν ἀποδεῖξαι, δῆλον ἀπὸ τῆς τοῦ τυφλοῦ θεραπείας μάλιστα. Παριὼν γὰρ καὶ ἰδὼν τινα τυφλόν, ἐποίησε πηλόν, καὶ τὸν τοιοῦτον πηλὸν τοῖς πεπηρωμένοις ἐπέχρισεν ὄμμασι, καὶ εἶπεν αὐτῷ· «Ὕπαγε, νίψαι εἰς τὸν Σιλωάμ». Τίνος γὰρ ἕνεκεν ὁ νεκροὺς ἐπιτάγματι ψιλῷ συνεχῶς ἐγείρων, καὶ πολλὰ ἕτερα τοιαῦτα θαυματουργῶν, ἐνταῦθα καὶ ἔργον τι προστίθησι, πηλὸν ποιῶν, καὶ διαπλάττων αὐτῷ τοὺς ὀφθαλμούς; Οὐκ εὔδηλον ἳν’ ὅταν ἀκούσῃς ὅτι ἔλαβεν ὁ Θεὸς χοῦν ἀπὸ τῆς τῆς, καὶ ἔπλασεν τὸν ἄνθρωπον, μάθῃς ὅτι διὰ τοῦ νῦν γενομένου ὅτι οὗτος ἐκεῖνός ἐστιν ὁ παρὰ τὴν ἀρχὴν πλάσας τὸν ἄνθρωπον; Ἐπεὶ εἰ μὴ τοῦτο δεῖξαι ἐβούλετο, περιττὸν ἦν ὅπερ εἰργάζετο. Εἶτα ἵνα μάθῃς ὅτι οὐχ ἡ τοῦ πηλοῦ χρεία συνέπραξεν αὐτῷ πρὸς τὴν ἀνάβλεψιν τοῦ πεπηρωμένου, ἀλλ’ ἤρκει καὶ χωρὶς τῆς ὕλης ἐκείνης προστάγματι μόνῳ διαπλᾶσαι τοὺς ὀφθαλμούς, προστίθησι καὶ λέγει· «Ὕπαγε νίψαι εἰς τὸν Σιλωάμ». Μετὰ γὰρ τὸ δεῖξαι ἡμῖν διὰ τοῦ τρόπου τῆς δημιουργίας τὶς ἦν ὁ καὶ ἐξ ἀρχῆς τὸν ἄνθρωπον ποιήσας, τότε λέγει αὐτῷ· «Ὕπαγε νίψαι εἰς τὸν Σιλωάμ». Καθάπερ οὖν ἀνδριαντοποιὸς ἄριστος βουλόμενος διὰ τῶν ἔργων ἐπιδείξασθαι τὴν ἑαυτοῦ τέχνην, ἀφίησι, τὸν ἀνδριάντα διαπλάττων, τὸ μέρος, ἵνα πὲρ τῆς τοῦ παντὸς τέχνης ἀπόδειξιν ἐν τῷ λείποντι δῷ· οὕτω καὶ ὁ Χριστός, ὅτι τὸν ὅλον ἄνθρωπον αὐτὸς ἐποίησε δεῖξαι βουλόμενος, ἀφῆκεν ἀτελῆ τοῦτον, ἳν’ ἐλθὼν καὶ τοὺς ὀφθαλμοὺς ἀποδούς, διὰ τοῦ μέρους τὴν περὶ τοῦ παντὸς ἡμῖν ἐγκαταβάλῃ πίστιν.

Καὶ ὅρα, ποῦ τοῦτο ἐποίησεν· οὐκ ἐπὶ χειρὸς καὶ ποδός, ἀλλ’ ἐπὶ ὀφθαλμῶν, τοῦ καλλίστου καὶ ἀναγκαιοτάτου τῶν μελῶν τῶν ἡμετέρων, καὶ οὐ τιμιώτερον ἡμῖν οὐδὲν ἐστι μέλος. Ὁ δὲ τὸ κάλλιστον καὶ ἀναγκαιότατον διαπλάσαι δυνηθείς, τοὺς ὀφθαλμοὺς λέγω, εὔδηλον ὅτι καὶ χεῖρα καὶ πόδα καὶ τὰ λοιπὰ δύναται κατασκευάσαι μέλη. Ὢ μακαρίων ὀφθαλμῶν ἐκείνων, ὃ θέατρον ἐγένοντο τοῖς παροῦσιν ἅπασι, καὶ πάντας πρὸς ἑαυτοὺς ἐπεσπάσαντο, καὶ φωνὴν διὰ τοῦ κάλλους ἀφῆκαν, διδάσκοντες τοὺς παρόντας ἅπαντας τὴν τοῦ Χριστοῦ δύναμιν. Καὶ ἦν παράδοξον τὸ γινόμενον· ὁ γὰρ τυφλὸς τοὺς ὁρῶντας βλέπειν ἐδίδασκεν. Ὅπερ οὖν καὶ ὁ Χριστὸς δηλῶν ἔλεγεν· «Εἰς κρίμα ἦλθον εἰς τὸν κόσμον τοῦτον, ἵνα οἱ μὴ βλέποντες, βλέψωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται». Ὢ πηρώσεως μακαρίας· οὓς γὰρ οὐκ ἔλαβε παρὰ τῆς φύσεως, ἔλαβε παρὰ τῆς χάριτος, οὐδὲν ἐκ τῆς ἀναβολῆς ζημιωθεὶς τοσοῦτον, ὅσον ἐκέρδανε τοῦ κατὰ τὴν δημιουργίαν τρόπου. Τὶ γὰρ ἂν γένοιτο τῶν ὀφθαλμῶν θαυμαστότερον ἐκείνων, οὓς ἄμωμοι καὶ ἅγιαι χεῖρες διαπλάσαι κατηξίωσαν; Καὶ ὅπερ ἐπὶ τῆς στείρας συνέβη, τοῦτο καὶ ἐνταῦθα ἐγένετο. Καθάπερ γὰρ ἐκείνη οὐδὲν ἐκ τῆς μελλήσεως παρεβλάπτετο, ἀλλὰ καὶ λαμπροτέρα μᾶλλον ἐγένετο, οὐ νόμοις φύσεως, ἀλλὰ νόμοις χάριτος τὸ παιδίον ἀπολαβοῦσα· οὕτω δὴ καὶ ὁ τυφλὸς οὐδὲν ἐκ τῆς παρελθούσης παρεβλάβη πηρώσεως, ἀλλὰ καὶ τὰ μέγιστα ἐντεῦθεν ἐκέρδανε, τὸν τῆς δικαιοσύνης ἥλιον πρότερον ἰδεῖν καταξιωθείς, καὶ τότε τοῦτον τὸν αἰσθητόν.

ε’. Ταῦτα λέγω ἵνα μὴ δυσχεραίνωμεν, ἐπειδὰν ἴδωμεν ἢ ἑαυτούς, ἢ ἑτέρους τινὰς ἐν συμφοραῖς ὄντας. Ἂν γὰρ εὐχαρίστως καὶ γενναίως φέρωμεν τὰ συμπίπτοντα ἅπαντα, πάντως εἰς τέλος χρηστὸν καὶ πολλὰ ἔχον ἀγαθὰ πᾶσα ἡμῖν ἀπαντήσεται ἡ συμφορά. Ἀλλ’ ὅπερ ἠβουλήθην εἰπεῖν ὅτι ὥσπερ τὰ σώματα ἐνδεῶς ἔχοντα ἀπηρτισμένα κατεσκεύαζεν, οὕτω καὶ τὸν νόμον ἀτελῆ λαβὼν ἐῤῥύθμιζε καὶ διέπλαττε καὶ πρὸς τὸ βέλτιον ἐξῆγε. Μηδεὶς δὲ ἀκούων ὅτι ὁ νόμος ἀτελὴς ἦν, τοῦ θέντος αὐτὸν κατηγορεῖν ἡμᾶς νομιζέτω. Ἀτελὴς γὰρ ἐκεῖνος οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὸν χρόνον λοιπὸν ἐγίνετο· ἐπεὶ κατὰ τὸν καιρόν, ὃν εἰσηνέχθη, σφόδρα τέλειος ἦν, καὶ τοῖς δεχομένοις αὐτὸν κατάλληλος· ἐπειδὴ δὲ πρὸς τὸ βέλτιον ὑπ’ ἐκείνου παιδευθεῖσα λοιπὸν ἡ φύσις ἐπιδέδωκεν, ἀτελέστερος, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ἐπίδοσιν τῆς ἀρετῆς τῶν ὑπ’ αὐτοῦ διδαχθέντων οὗτος ἐγένετο. Καὶ καθάπερ τόξα καὶ βέλη, παιδίῳ κατασκευασθέντα βασιλικῷ πρὸς γυμνασίαν μᾶλλον ἢ πρὸς μάχην καὶ πόλεμον, αὐξηθέντος δὲ τοῦ παιδίου καὶ μαθόντος ἀριστεύειν ἐν πολέμοις, ἄχρηστα γίνεται· οὕτω δὴ καὶ ἐπὶ τῆς φύσεως συνέβη τῆς ἡμετέρας· ἡνίκα ἀτελέστερον διεκείμεθα καὶ γυμνάζεσθαι ἐμανθάνομεν, κατάλληλα ἡμῖν ἔδωκεν ὅπλα, ἅπερ ἠδυνάμεθα φέρειν μετ’ εὐκολίας. Ἐπειδὴ δὲ ηὐξήθημεν λοιπὸν κατὰ τὸν τῆς ἀρετῆς λόγον, ἀπὸ τῆς ἡμετέρας τελειότητος ἐκεῖνα λοιπὸν ἀτελῆ γέγονε. Διὰ τοῦτο ἦλθεν ὁ Χριστὸς ἕτερα μείζονα ἐγχειρίζων ἡμῖν. Καὶ σκόπει μεθ’ ὅσης συνέσεως καὶ τοὺς παλαιοὺς ἀναγινώσκει νόμους, καὶ τοὺς νέους παρατίθησιν. «Ἠκούσατε, φησίν, ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις· οὐ φονεύσεις». Εἰπὲ καὶ παρὰ τίνος ἐῤῥέθη· σὺ εἶπας τοῦτο, ἢ ὁ Πατὴρ ὁ σός; Ἀλλ’ οὐ λέγει.

Τινὸς οὖν ἕνεκεν τοῦτο ἐσίγησε, καὶ τὸν εἰπόντα οὐκ ἐποίησε φανερόν, ἀλλ’ ἀπρόσωπον τὴν νομοθεσίαν εἰσήγαγεν; Ὅτι εἰ μὲν εἶπεν· Οὐ φονεύσεις, ἐγὼ δὲ λέγω ὑμῖν· Οὐκ ὀργισθήσῃ, ἔδοξεν ἂν βαρὺ τὸ λεγόμενον εἶναι διὰ τὴν ἀπόνοιαν τῶν ἀκουόντων μηδέπω συνιέναι δυναμένων, ὅτι οὐκ ἀνατρέπων τὰ πρότερα, ἀλλ’ αὔξων ταῦτα ἐνομοθέτει· καὶ εἶπον ἂν πρὸς αὐτόν· Τὶ λέγεις; Ὁ Πατὴρ σοῦ εἶπεν· Οὐ φονεύσεις, σὺ δὲ λέγεις· Οὐκ ὀργισθήσῃ; Ἳν’ οὖν μὴ τις ἐναντίον αὐτὸν τῷ Πατρὶ νομίσῃ εἶναι, ἢ ὡς σοφώτερόν τι πλέον εἰσφέρειν ἐκείνου, οὐκ εἶπεν, ὅτι Ἠκούσατε παρὰ τοῦ Πατρός. Πάλιν εἰ εἶπεν· Ἠκούσατε ὅτι ἐγὼ εἶπον τοῖς ἀρχαίοις, ἀφόρητον ἔδοξεν ἂν εἶναι, καὶ τοῦτο οὐκ ἔλαττον ἢ τὸ πρότερον. Εἰ γάρ, ἐπειδὴ εἶπε, «Πρὸ τοῦ Ἀβραὰμ γενέσθαι ἐγὼ εἰμι», λιθάσαι αὐτὸν ἐπεχείρησαν, εἰ προσέθηκεν ὅτι καὶ Μωϋσῇ αὐτὸς τὸν νόμον ἔδωκε, τὶ οὐκ ἂν ἐποίησαν; Διὰ τοῦτο οὔτε περὶ ἑαυτοῦ, οὔτε περὶ τοῦ Πατρὸς οὐδὲν εἰπών, ἀλλὰ μέσον ἀφείς, καὶ εἰπών· «Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις· οὐ φονεύσεις»· ὅπερ ἐπὶ τῶν σωμάτων ἐποίησε, διὰ τῆς τοῦ λείποντος ἀναπληρώσεως διδάξας αὐτοὺς καὶ τὸν ἐν ἀρχῇ δημιουργήσαντα τὸν ἄνθρωπον, τοῦτο καὶ ἐνταῦθα ποιεῖ, διὰ τῆς τοῦ νόμου διορθώσεως καὶ τῆς τοῦ ἐνδέοντος προσθήκης διδάσκων τὶς ἐστιν ὃ καὶ παρὰ τὴν ἀρχὴν τὸν νόμον δεδωκώς. Διὰ τοῦτο καὶ περὶ τῆς τοῦ ἀνθρώπου δημιουργίας διαλεγόμενος, οὔτε ἑαυτοῦ, οὔτε τοῦ Πατρὸς ἐμνήσθη, ἀλλὰ καὶ ἐνταῦθα ἀπρόσωπόν τε καὶ ἀδιόριστον ποιεῖται τὸν λόγον, εἰπών· «Ὁ ποιήσας ἐξ ἀρχῆς, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς»· καὶ τῷ μὲν ῥήματι ἐσίγησε τὸν ποιήσαντα, τῷ δὲ ἔργῳ ἐδίδαξε τὰ λείποντα τῶν σωμάτων ἀναπληρῶν. Οὕτω καὶ ἐνταῦθα εἰπών, ὅτι «Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις», παρὰ μὲν τινὸς ἐῤῥέθη ἐσίγησε, διὰ δὲ τῶν ἔργων αὐτῶν ἐδήλωσεν ἑαυτόν. Ὁ γὰρ τὸ λεῖπον ἀναπληρώσας, οὗτός ἐστιν ὁ καὶ ἐξ ἀρχῆς αὐτὸν εἰσενεγκών. Καὶ αὐτοὺς δὲ τοὺς παλαιοὺς ἀναγινώσκει νόμους, ἵνα τῇ παραθέσει μάθωσιν οἱ ἀκούοντες ὅτι οὔτε ἐναντιώσεώς ἐστι τὰ λεγόμενα, καὶ ὅτι τῷ γεγεννηκότι τὴν αὐτὴν ἐξουσίαν ἔχει. Ταῦτα καὶ οἱ Ἰουδαῖοι συνῆκαν καὶ ἐθαύμαζον. Καὶ ὅτι ἐθαύμαζον, ἄκουε τοῦ εὐαγγελιστοῦ τοῦτο δηλοῦντος καὶ λέγοντος· «Ἐξεπλήσσοντο, φησίν, οἱ ὄχλοι ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ὅτι ἐδίδασκεν αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς αὐτῶν καὶ οἱ Φαρισαῖοι». Τὶ οὖν, εἰ κακῶς τοῦτο ὑπώπτευον ἐκεῖνο; Φησί. Καὶ μὴν οὐκ ἐνεκάλεσεν αὐτοῖς, οὐδὲ ἐπετίμησεν, ἀλλὰ καὶ ἐκύρωσεν αὐτῶν τὴν γνώμην. Προσελθόντος γὰρ εὐθέως τοῦ λεπροῦ καὶ λέγοντος· «Κύριε, ἐὰν θέλῃς δύνασαί με καθαρίσαι»· τὶ φησί; «Θέλω, καθαρίσθητι». Καὶ τίνος ἕνεκεν οὐκ εἶπεν ἁπλῶς, Καθαρίσθητι; Καίτοι ὁ λεπρὸς ἐμαρτύρησεν αὐτῷ ἐξουσίαν ἔχειν, εἰπών, «Ἐὰν θέλῃς». Ἀλλ’ ἵνα μὴ νομίσῃς τῆς τοῦ λεπροῦ γνώμης εἶναι τὸ «Ἐὰν θέλῃς», προσέθηκε καὶ αὐτὸς λέγων· «Θέλω, καθαρίσθητι». Οὕτως ἐπιτηδὲς πανταχοῦ τὴν ἐξουσίαν ἐδείκνυε τὴν ἑαυτοῦ, καὶ ὅτι πάντα ἀπὸ αὐθεντίας ποιεῖ· ἐπεὶ εἰ μὴ τοῦτο ἦν, περιττὸν ἦν τὸ λεγόμενον.

Ϛ’. Μαθόντες τοίνυν διὰ πάντων αὐτοῦ τὴν ἐξουσίαν, ἂν ἴδωμεν ἑτέρωθι ταπεινὸν τι ποιοῦντα καὶ λέγοντα, διὰ δὲ τὰς αἰτίας ἃς ἠριθμήσαμεν πρώην, καὶ διὰ τὸ βούλεσθαι τοὺς ἀκούοντας εἰς ταπεινοφροσύνην ἐναγαγεῖν, μὴ διὰ τοῦτο αὐτὸν εἰς εὐτέλειαν οὐσίας διαβάλλωμεν. Καὶ γὰρ αὐτὸ τὸ σάρκα ἀναλαβεῖν ἀπὸ ταπεινοφροσύνης ὑπέμεινεν, οὐ διὰ τὸ καταδεέστερον εἶναι τοῦ Πατρός. Καὶ πόθεν τοῦτο δῆλον; Καὶ γὰρ καὶ τοῦτο περιφέρουσιν οἱ τῆς ἀληθείας ἐχθροί, λέγοντες, ὅτι Εἰ ἴσος ἦν τῷ γεγεννηκότι, τίνος ἕνεκεν ὁ Πατὴρ οὐκ ἀνέλαβε σάρκα, ἀλλ’ ὁ Ὑίος ὑπέδυ τὴν τοῦ δούλου μορφήν; Ἆρα οὐκ εὔδηλον ὅτι ἐπειδὴ καταδεέστερος ἦν; Καὶ μήν, εἰ διὰ τοῦτο τὴν ἡμετέραν ὑπέδυ φύσιν, τὸ Πνεῦμα, ὃ φασιν αὐτοὶ τοῦ Υἱοῦ ἔλαττον εἶναι (οὐ γὰρ ἂν ἡμεῖς εἴποιμεν), ἐκεῖνο σαρκωθῆναι ἔδει. Εἰ γὰρ διὰ τοῦτο μείζων τοῦ Υἱοῦ ὁ Πατήρ, ἐπειδὴ ὁ μὲν ἐσαρκώθη, ὁ δὲ οὐκ ἐσαρκώθη, ἔσται καὶ τὸ Πνεῦμα αὐτοῦ διὰ τὴν αὐτὴν αἰτίαν μεῖζον· οὐδὲ γὰρ αὐτὸ σάρκα ἀνέλαβεν.

Ἀλλ’ ἵνα μὴ ἀπὸ συλλογισμῶν τοῦτο ἀποφαινώμεθα, φέρε ἀπ’ αὐτῶν τῶν Γραφῶν αὐτὸ παραστήσωμεν, δεικνύοντες ὅτι διὰ ταπεινοφροσύνην σάρκα ἀνέλαβεν. Ὁ γὰρ Παῦλος ὁ ταῦτα εἰδὼς ἀκριβῶς, ἐπειδὰν μέλλῃ τι τῶν χρησίμων ἡμῖν παραινεῖν, τὰ ὑποδείγματα ἄνωθεν ἡμῖν κατάγει τῆς ἀρετῆς· οἷον, συμβουλεύει πολλάκις περὶ ἀγάπης, καὶ βουλόμενος ἐναγαγεῖν τοὺς μαθητὰς εἰς τὸ ἀγαπᾶν ἀλλήλους, Χριστὸν εἰς μέσον παράγει λέγων· «Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν τὴν Ἐκκλησίαν». Πάλιν, ἐπειδὰν περὶ ἐλεημοσύνης διαλέγηται, τοῦτο αὐτὸ ποιεῖ· διὸ καὶ λέγει· «Γινώσκετε τὴν χάριν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι δι’ ὑμᾶς ἐπτώχευσε πλούσιος ὥν, ἵνα ὑμεῖς τῇ ἐκείνου πτωχεία πλουτήσητε». Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ὥσπερ ὁ Δεσπότης σου ἐπτώχευσε, σάρκα περιβαλλόμενος, οὕτω σὺ πτώχευσον ἐν χρήμασι· καὶ γὰρ ὥσπερ ἐκεῖνον οὐδὲν ἔβλαψεν ἡ πτωχεία τῆς δόξης, οὕτως οὐδὲ σὲ βλάψαι δυνήσεται ἡ τῶν χρημάτων πτωχεία, ἀλλὰ πολὺν ἐργάσεταί σοι τὸν πλοῦτον. Οὕτω καὶ περὶ ταπεινοφροσύνης πάλιν Φιλιππησίοις διαλεγόμενος τὸν Χριστὸν εἰς μέσον ἄγει, καὶ εἰπών, «Τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν», ἐπήγαγε. «Τοῦτο γὰρ φρονείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών». Καίτοι εἰ διὰ τὸ ἐλάττω εἶναι κατὰ φύσιν, κατεδέξατο σάρκα φορέσαι, οὐκ ἔτι ταπεινοφροσύνης τὸ γενόμενον, ἀλλὰ περιττῶς αὐτὸ παρήγαγεν ὁ Παῦλος εἰς ταπεινοφροσύνην παρακαλῶν· ταπεινοφροσύνη γὰρ ἐστιν ὅταν ἴσος ὑπάκουη τῷ ἴσῳ. Τοῦτο οὖν καὶ αὐτὸς δεικνὺς λέγει· «Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών». Τὶ ἐστιν, «Οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών»; Ὁ ἁρπάσας τι τῶν μὴ προσηκόντων κατέχει τοῦτο διηνεκῶς καὶ ἀποθέσθαι οὐκ ἂν ἕλοιτο, δεδοικὼς καὶ θαῤῥεῖν οὐκ ἔχων ὑπὲρ τῆς κτίσεως· ὁ δὲ ἀναφαίρετον ἔχων ἀγαθόν, κἂν ἀποκρύπτει τοῦτο οὐ δέδοικεν.

Οἷον, ἵνα καὶ ἐπὶ ὑποδείγματος ποιήσω τὸν λόγον φανερόν, ἔστω τις τοῦ αὐτοῦ, ὁ μὲν οἰκέτης, ὁ δὲ υἱός· ἐὰν οὖν ὁ οἰκέτης ἐλευθερίαν ἀναβοήσῃ μηδαμόθεν αὐτῷ προσήκουσαν, καὶ ἀντικαταστῇ τῷ δεσπότῃ, οὐχ ὑπομένει τὶ ποιῆσαι δουλικόν, οὐδὲ ἐπιταττόμενος ὑπακούει, δεδοικὼς μὴ τοῦτο αὐτὸ τῇ ἐλευθερία λυμήνηται, καὶ πρόσκομμα αὐτῷ τὸ ἐπίταγμα ἐργάσηται· ἥρπασε γὰρ τὴν τιμήν, καὶ παρὰ ἀξίαν ἔσει. Ὁ δὲ υἱὸς οὐ παραιτήσεται ἐπιτελέσαι πᾶν ἔργον δουλικόν, εἰδὼς ὅτι κἂν ἅπαντα διακονήσηται τὰ τῶν δούλων, οὐδὲν αὐτῷ τὰ τῆς ἐλευθερίας παραβέβλαπται, ἀλλ’ ἀκίνητα μένει τῆς φυσικῆς εὐγενείας ἀναιρεθῆναι μὴ δυναμένης ἀπὸ τῶν δουλικῶν ἔργων· ἐπειδήπερ οὐκ ἐξ ἁρπαγῆς αὐτὴν ἔχει, καθάπερ ὁ οἰκέτης, ἀλλ’ ἄνωθεν καὶ ἐκ πρώτης αὐτῷ συγκληρωθεῖσαν ἡμέρας. Τοῦτο οὖν καὶ ὁ Παῦλος δηλῶν περὶ τοῦ Χριστοῦ φησιν, ὅτι ἐπειδὴ φύσει ἐλεύθερος ἦν καὶ γνήσιος υἱός, οὐχ ὡς ἁρπαγὴν λαβὼν τὴν ἰσότητα, ἐδέησεν αὐτὴν ἀποκρύψαι, ἀλλὰ θαῤῥῶν ἀνέλαβε τὴν δούλου μορφήν. ᾜδει γάρ, ᾔδει σαφές, ὅτι ἡ συγκατάβασις οὐδὲν αὐτοῦ τὴν δόξαν ἐλαττῶσαι δυνήσεται· οὐ γὰρ ἐπείσακτος ἦν, οὐδὲ τακτὰ ἁρπαγὴν δοθεῖσα, οὐδὲ ἀλλοτρία καὶ μὴ προσήκουσα, ἀλλὰ φυσικὴ καὶ γνησία. Διὰ τοῦτο δούλου μορφὴν ἔλαβεν, εἰδὼς σαφῶς καὶ πεπεισμένος, ὅτι οὐδὲν αὐτὸν τοῦτο παραβλάψαι δυνήσεται. Οὐκοῦν οὐδὲ παρέβλαψεν, ἀλλὰ καὶ ἐν τῇ τοῦ δούλου μορφῇ τὴν αὐτὴν ἔμεινε δόξαν ἔχων. Ὁρᾷς ὅτι καὶ αὐτὸ τὸ σάρκα ἀναλαβεῖν σημεῖόν ἐστι τοῦ τὸν Υἱὸν ἴσον εἶναι τῷ γεγεννηκότι, καὶ τοῦ τὴν ἰσότητα ταύτην οὐκ ἐπείσακτον εἶναι, οὐδὲ ἐπιγινομένην καὶ ἀπογινομένην, ἀλλ’ ἀκίνητον καὶ βεβαίαν, καὶ οἵαν εἰκὸς ἔχειν υἱὸν πρὸς πατέρα;

ζ’. Ταῦτ’ οὖν ἅπαντα πρὸς ἐκείνους λέγωμεν, καὶ σπουδάζωμεν, τὸ γε εἰς ἡμᾶς ἧκον, ἀπάγειν αὐτούς, τῆς πονηρᾶς ἐκείνης αἱρέσεως, καὶ πρὸς τὴν ἀλήθειαν ἐπανάγειν. Καὶ ἡμεῖς δὲ αὐτοὶ μὴ τὴν πίστιν μόνην ἀρκεῖν ἡμῖν πρὸς σωτηρίαν νομίζωμεν, ἀλλὰ καὶ πολιτείας ἐπιμελώμεθα, καὶ βίον ἄριστον ἐπιδειξώμεθα, ἳν’ ἑκατέρωθεν ἡμῖν ἀπηρτισμένα ᾗ τὰ τῆς ὠφελείας. Καὶ ὃ παρεκάλεσα πρώην, τοῦτο καὶ νῦν, ὥστε κατορθῶσαι, παρακαλῶ· καὶ τὰς πρὸς ἀλλήλους ἔχθρας καταλύσωμεν, καὶ μιᾶς ἡμέρας μηδεὶς πλέον ἔστω τοῦ πλησίον ἐχθρός, ἀλλὰ πρὸ τῆς νυκτὸς καταλυέτω τὴν ὀργήν, ἵνα μὴ καθ’ ἑαυτὸν γενόμενος, καὶ τὰ γεγενημένα καὶ τὰ εἰρημένα παρὰ τῆς ἔχθρας συλλέγων μετὰ ἀκριβείας, χαλεπώτερον τὸ τέλος ἐργάσηται, καὶ δυσκολωτέραν ποιήσῃ τὴν καταλλαγήν. Καθάπερ γὰρ τὰ τοῦ σώματος ἡμῶν ὀστᾶ ἐξολισθήσαντα τῆς οἰκείας ἕδρας, ἂν μὲν εὐθέως ἐπανάγηται, οὐ μετὰ πολλοῦ πόνου τὴν οἰκείαν ἀπολαμβάνει χώραν· ἂν δὲ πολὺν ἔξω τῆς οἰκείας ἕδρας μείνῃ χρόνον, δυσκόλως ἐπανέρχεται πάλιν καὶ πρὸς τὴν οἰκείαν ἐπάνεισι χώραν, καὶ ἐπαναχθέντα δὲ πολλῶν δεῖται τῶν ἡμερῶν, ὥστε ἁρμοσθῆναι μετὰ ἀκριβείας καὶ ἑδρασθῆναι καὶ μεῖναι· οὕτω δὴ καὶ ἡμεῖς, ἂν μὲν εὐθέως τοῖς ἐχθροῖς καταλλαγῶμεν, εὐθέτως τὲ τοῦτο ποιοῦμεν, καὶ οὐ πολλῆς δεόμεθα σπουδῆς, ὥστε εἰς τὴν ἀρχαίαν φιλίαν ἐπανελθεῖν· ἐὰν δὲ πολὺς μεταξὺ γένηται χρόνος, ὥσπερ τυφλωθέντες ἀπὸ τῆς ἔχθρας, ἐρυθριῶμεν, αἰσχυνόμεθα, ἑτέρων δεόμεθα, οὐ τῶν συναγόντων δὲ μόνον, ἀλλὰ καὶ τῶν μετὰ τὴν ἐπάνοδον κατεχόντων ἡμᾶς μετὰ ἀκριβείας, ἕως ἂν τὴν προτέραν ἀναλάβωμεν παῤῥησίαν. Καὶ οὔπω λέγω τὸν γέλωτα καὶ τὴν αἰσχύνην. Πόσης γὰρ καταγνώσεως ἄξιον οὐκ ἂν εἴη, ἑτέρων δεῖσθαι τῶν συναγόντων ἡμᾶς πρὸς τὰ ἡμέτερα μέλη; Οὐ τοῦτο δὲ μόνον γίνεται τὸ δεινὸν τῇ μελλήσει καὶ τῇ ἀναβολῇ, ἀλλ’ ὅτι καὶ τὰ οὐκ ὄντα ἁμαρτήματα, ἁμαρτήματα εἶναι δοκεῖ λοιπόν· κἂν ὁτιοῦν ὁ ἐχθρὸς φθέγξηται, πάντα μεθ’ ὑποψίας δεχόμεθα, καὶ σχήματα, καὶ βλέμματα, καὶ φωνήν, καὶ βάδισιν· καὶ γὰρ ὁρώμενος ἀναφλέγει τὴν πεπωρωμένην ψυχήν, καὶ οὐχ ὁρώμενος ὁμοίως πάλιν λυπεῖ. Οὐ γὰρ δὴ μόνον ἡ ὄψις τῶν ἠδικηκότων, ἀλλὰ καὶ ἡ μνήμη διηνεκῶς ἡμᾶς ὀδυνᾶν εἴωθε, κἂν ἑτέρου τι περὶ αὐτοῦ λέγοντος ἀκούσωμεν, ὁμοίως φθεγγόμεθα πάλιν, καὶ πάντα ἁπλῶς τὸν βίον ἐν ἀθυμία καὶ ὀδύνη διάγομεν, μείζονα ἑαυτοῖς ἢ ἐκείνοις ἐργαζόμενοι τὰ κακά, καὶ διηνεκῆ πόλεμον φυλάττοντες ἐπὶ τῆς ψυχῆς.

Ταῦτ’ οὖν ἅπαντα εἰδότες, ἀγαπητοί, μάλιστα μὲν σπουδάζωμεν πρὸς μηδένα ἀπεχθῶς ἔχειν· εἰ δὲ καὶ γένηταί τις ἀπεχθείᾳ, ἐν αὐτῇ καταλλαττώμεθα τῇ ἡμέρᾳ. Ἂν γὰρ ἐπιλάβηται δευτέρας καὶ τρίτης, γίνεται ταχέως ἡ τρίτη τετάρτη, κἀκείνη πέμπτη, καὶ αὐτῇ πολλῷ πλείους τέξεται πάλιν ἡμέρας ἀπεχθείας ἡμῖν· ὅσῳ γὰρ ἀναβαλλόμεθα, τοσούτῳ μᾶλλον ἐρυθριῶμεν. Ἀλλ’ αἰσχύνη προσελθεῖν, καὶ καταφιλῆσαι τὸν ἠδικηκότα;

Τοῦτο μὲν οὖν ἔπαινος, τοῦτο στέφανος, τοῦτο ἐγκώμιον, τοῦτο κέρδος καὶ θησαυρὸς μυρία ἔχων ἀγαθά· καὶ αὐτὸς σε ὁ ἐχθρὸς ἀποδέξεται, καὶ οἱ παρόντες ἅπαντες ἐπαινέσονται, καὶ ἄνθρωποι δὲ ἐγκαλέσωσιν, ὁ Θεὸς στεφανώσει πάντως. Ἂν δὲ ἐκεῖνον πρότερον ἀναμείνῃς ἐλθεῖν καὶ συγγνώμην αἰτῆσαι, οὐ τοσοῦτον ἕξεις τὸ κέρδος· ἐκεῖνος γὰρ προλαβὼν τὸ βραβεῖον ἥρπασε, καὶ τὴν εὐλογίαν εἰς ἑαυτὸν μετέστησεν ἅπασαν· ἂν δὲ αὐτὸς προδράμῃς, οὐκ ἠλαττώθης, ἀλλ’ ἐνίκησας τὸν θυμόν, περιγενοῦ τοῦ πάθους, φιλοσοφίαν ἐπιδείξω πολλὴν ὑπακούσας τῷ Θεῷ, ποθεινότερον τὸν μετὰ ταῦτα κατέστησας βίον, πραγμάτων ἀπηλλάγης καὶ ταραχῆς. Οὐ παρὰ Θεῷ δὲ μόνον, ἀλλὰ καὶ κατὰ ἄνθρωπον σφαλερὸν καὶ ἐπικίνδυνον ἐχθροὺς ἔχειν πολλούς. Καὶ τὶ λέγω πολλούς; Ἕνα καὶ μόνον ἔχειν ἐχθρὸν ἐπικίνδυνον, ὥσπερ οὖν ἀσφαλὲς καὶ σωτήριον τὸ πάντας κεκτῆσθαι φίλους. Οὐχ οὕτω χρημάτων πρόσοδος, οὐχ οὕτως ὅπλα καὶ τείχη καὶ τάφροι καὶ μυρία ἕτερα μηχανήματα ἡμᾶς ἀσφαλίζεσθαι πέφυκεν, ὡς φιλία γνησία. Τοῦτο τεῖχος, τοῦτο ἀσφάλεια, τοῦτο περιοῦσαι, τοῦτο τρυφή, τοῦτο καὶ τὸν παρόντα βίον ἡμᾶς μετ’ εὐθυμίας παρασκευάσει διαγαγεῖν, καὶ τὴν μέλλουσαν χαριεῖται ζωήν. Ἅπερ οὖν ἐννοοῦντες, καὶ τὸ κέρδος ὅσον ἀπὸ τοῦ πράγματος λογιζόμενοι, πάντα ποιῶμεν καὶ κατασκευάζωμεν, ὥστε καὶ τοὺς ὄντας ἐχθροὺς ἡμῖν καταλλάττειν, καὶ τοὺς μέλλοντας γίνεσθαι κωλύειν, καὶ τῶν φίλων τοὺς ὄντας ἀσφαλεστέρους ποιεῖν. Καὶ γὰρ ἀρχὴ καὶ τέλος ἀρετῆς ἁπάσης ἡ ἀγάπη· ἧς γένοιτο γνησίως καὶ διηνεκῶς ἀπολαύοντας ἡμᾶς, τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: Λόγος Ἑνδέκατος — Ὁμιλία ρηθεῖσα ἐν Κωνσταντινουπόλει πρὸς Ἀνομοίους περὶ ἀκαταλήπτου, καὶ ὅτι σύμφωνος ἡ Νέα τῇ Παλαιᾷ, καὶ πρὸς τοὺς ἀπολιμπανομένους τῶν θείων συνάξεων.
Προηγούμενο: Λόγος Ἔνατος — Εἰς τὸν τετραήμερον Λάζαρον
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 48
Ἀρχικὴ Σελίδα: Τέρτιος