Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 48

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Λόγος Δωδέκατος — Εἰς τὸν παραλυτικόν, τὸν τὰ τριάκοντα ὀκτὼ ἔτη ἔχοντα ἐν τῇ ἀσθενείᾳ αὐτοῦ, καὶ εἰς τὸ ὅτι ὁ Πατὴρ μοὺ ἕως ἄρτι ἐργάζεται, κἀγὼ εργαζομαι
Προηγούμενο: Λόγος Δέκατος — Ὅτι τὸ μὴ λέγειν, ἅπερ ἴσμεν, καὶ εἰς ἑτέρους ἐκφέρειν, πενέστερον ποιεῖ, καὶ τὴν χάριν σβέννυσι· καὶ εἰς τὰς εὐχάς, ἃς ὁ Χριστὸς ηὔξατο, καὶ τὴν ἐξουσίαν, μεθ’ ἧς ἅπαντα ἐποίει· καὶ εἰς τὴν τοῦ παλαιοῦ νόμου διόρθωσιν· καὶ ὅτι τὸ σαρκωθῆναι τὴν ἰσότητα αὐτοῦ τὴν πρὸς τὸν Πατέρα οὐκ ἐλαττοῖ, ἀλλὰ καὶ συνίστησι μᾶλλον.
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 48

Λόγος Ἑνδέκατος — Ὁμιλία ρηθεῖσα ἐν Κωνσταντινουπόλει πρὸς Ἀνομοίους περὶ ἀκαταλήπτου, καὶ ὅτι σύμφωνος ἡ Νέα τῇ Παλαιᾷ, καὶ πρὸς τοὺς ἀπολιμπανομένους τῶν θείων συνάξεων.

α’. Μίαν ὑμῖν διελέχθην ἡμέραν, καὶ ἀπὸ τῆς ἡμέρας ἐκείνης οὕτως ὑμᾶς ἐφίλησα, ὡς ἐξ ἀρχῆς καὶ ἐκ πρώτης ὑμῖν συντραφείς, οὕτως ὑμῖν συνεδέθην τοῖς τῆς ἀγάπης δεσμοῖς, ὡς χρόνον ἄφατον τῆς ἡδίστης ὑμῶν ἀπολαύσας συνουσίας. Τοῦτο δὲ γέγονεν, οὐκ ἐπειδὴ φιλικὸς τις ἐγὼ καὶ ἀγαπητικός, ἀλλ’ ἐπειδὴ ποθεινοὶ καὶ ἐπέραστοι μάλιστα πάντων ὑμεῖς. Τὶς γὰρ ὑμῶν οὐκ ἂν ἀγάσαιτο καὶ θαυμάσειε τὸν πεπυρωμένον ζῆλον, τὴν ἀνυπόκριτον ἀγάπην, τὴν περὶ τοὺς διδασκάλους εὔνοιαν, τὴν πρὸς ἀλλήλους ὁμόνοιαν, ἅπερ ἅπαντα ἱκανὰ καὶ λιθίνην ἐπισπάσασθαι ψυχήν; Διὰ τοῦτο καὶ ἡμεῖς τῆς ἐκκλησίας ἐκείνης, ἐν ᾗ καὶ ἐτέχθημεν καὶ ἐτράφημεν καὶ ἐπαιδεύθημεν, οὐκ ἔλαττον ὑμᾶς φιλοῦμεν· ἀδελφὴ γὰρ ἐκείνης αὕτη, καὶ διὰ τῶν ἔργων τὴν συγγένειαν ἐπεδείξασθε. Εἰ δὲ πρεσβυτέρα κατὰ τὸν χρόνον ἐκείνη, ἀλλὰ θερμοτέρα κατὰ τὴν πίστιν αὕτη· πλείων ὁ σύλλογος ἐκεῖ, καὶ λαμπρότερον τὸ θέατρον, ἀλλὰ μείζων ἐνταῦθα ἡ ὑπομονή, καὶ πλείων τῆς ἀνδρείας ἡ ἐπίδειξις. Λύκοι πανταχόθεν τὰ πρόβατα περιστοιχίζονται, καὶ τὸ ποίμνιον οὐκ ἀναλίσκεται· ζάλη καὶ χειμὼν καὶ κλυδώνιον περιέστηκε τὴν ἱερὰν ταύτην ναῦν διηνεκῶς, καὶ οἱ ἐμπλέοντες οὐ καταποντίζονται· φλογὸς αἱρετικῆς ἐπήρεια πάντοθεν κυκλοῦσα, καὶ οἱ ἐν μέσῳ τῆς καμίνου δρόσου πνευματικῆς ἀπολαύουσιν. Ὁμοίως ἐστὶ παράδοξον ἐν τῷ μέρει τῆς πόλεως ταύτης τὴν ἐκκλησίαν ταύτην πεφυτευμένην ἰδεῖν, ὥσπερ ἂν εἲ τις ἐν μέσῃ καμίνῳ θάλλουσαν ἐλαίαν, καὶ τοῖς φύλλοις κομῶσαν, καὶ τῷ καρπῷ βριθομένην ἴδοι. Ἐπεὶ οὖν οὕτως εὐγνώμονες ὑμεῖς καὶ μυρίων ἀγαθῶν ἄξιοι, φέρε τὴν ὑπόσχεσιν μετὰ πάσης χάριτος καταβάλωμεν, ἢν πρῴην ὑμῖν ὑπεσχόμεθα, ἡνίκα περὶ τῶν τοῦ Δαβὶδ καὶ τοῦ Γολιὰθ ὅπλων ἐφιλοσοφοῦμεν παρ’ ὑμῖν, δεικνύντες τῷ λόγῳ, ὡς ὁ μὲν παντευχία τινὶ πολλῇ καὶ μεγάλῃ πανταχόθεν ἐπέφρακτο, ὁ δὲ γυμνὸς τῶν ὅπλων ἐκείνων τῇ πίστει τετείχιστο· καὶ ὁ μὲν ἀπὸ τοῦ θώρακος καὶ τῆς ἀσπίδος ἔξωθεν, ὁ δὲ ἔσωθεν ἀπὸ τοῦ πνεύματος καὶ τῆς χάριτος ἔστιλβε. Διὰ τοῦτο γοῦν ὁ παῖς τὸν νεανίσκον κατηγωνίσατο, ὁ γυμνὸς τοῦ ὡπλισμένου ἐκράτησεν, ὁ ποιμὴν τὸν στρατιώτην κατέβαλε· λίθου φύσις ποιμενικοῦ χαλκοῦ φύσιν πολεμικοῦ συνέτριψε καὶ διέφθειρεν. Οὐκοῦν καὶ ἡμεῖς τὸν λίθον ἐκεῖνον μεταχειρισώμεθα, τὸν ἀκρογωνιαῖον λέγω, τὸν νοητόν. Εἰ γὰρ τῷ Παύλῳ φιλοσοφεῖν ἔξεστι περὶ τῆς κατὰ τὴν ἔρημον πέτρας, πάντως οὐδὲ ἡμῖν νεμεσήσει τις τὸν λίθον τοῦτον κατὰ τὸν αὐτὸν ἐκλαμβάνουσι τρόπον. Καθάπερ γὰρ ἐπὶ τῶν Ἰουδαίων οὐχ ἡ φύσις τῆς ὁρωμένης πέτρας, ἀλλ’ ἡ δύναμις τῆς νοουμένης τοὺς ποταμοὺς ἠφίει τῶν ὑδάτων ἐκείνους· οὕτω δὴ καὶ ἐπὶ τοῦ Δαυῒδ οὐχ ὁ αἰσθητός, ἀλλ’ ὁ νοητὸς λίθος τὴν βαρβαρικὴν ἐκείνην κατήνεγκε κεφαλήν· οὕτως ὑμῖν καὶ τότε ὑπεσχόμεθα μηδὲν ἀπὸ λογισμῶν ἐρεῖν. «Τὰ γὰρ ὅπλα ἡμῶν οὐ σαρκικά, ἀλλὰ πνευματικά, λογισμοὺς καθαιροῦντα καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ». Καθαιρεῖν τοίνυν αὐτούς, οὐκ ἐπαίρειν κελευόμεθα· καταλύειν, οὐχ ὁπλίζεσθαι τούτοις προσετάγημεν· «Λογισμοὶ γὰρ θνητῶν δειλοί», φησί· Τὶ ἐστι δειλοί; Ὁ δειλὸς κἂν ἐπ’ ἀσφαλοῦς βαίνῃ χωρίου, οὐδέπω θαῤῥεῖ, ἀλλὰ δέδοικε καὶ τρέμει· οὕτω καὶ τὸ λογισμοῖς ἀποδεχθέν, κἂν ἀληθὲς ᾗ, οὐδέπω πληροφορίαν τῇ ψυχῇ παρέχει καὶ πίστιν ἱκανήν. Ἐπεὶ οὖν τοσαύτη τῶν λογισμῶν ἡ ἀσθένεια, φέρε ἀπὸ τῶν Γραφῶν τῆς πρὸς τοὺς ἐναντίους ἁψώμεθα μάχης.

Πόθεν οὖν ἡμῖν ἀρκτέον τοῦ λόγου; Ὅθεν ἂν βούλησθε, εἴτε ἀπὸ Καινῆς, εἴτε ἀπὸ Παλαιᾶς· οὐ γὰρ δὴ μόνον ἐν τοῖς εὐαγγελικοῖς καὶ τοῖς ἀποστολικοῖς ῥήμασιν, ἀλλὰ καὶ ἐν τοῖς προφητικοῖς καὶ πάσῃ τῇ Παλαιᾷ μετὰ πολλῆς τῆς περιουσίας διαλάμπουσαν ἔστιν ἰδεῖν τὴν τοῦ Μονογενοῦς δόξαν· διὸ καὶ ἐντεῦθέν μοι δοκεῖ πρὸς ἐκείνους ἀκροβολίσασθαι. Οὐ γὰρ δὴ μόνους τούτους ἐντεῦθεν ποιουμένους τοῦ λόγους, ἀλλὰ καὶ ἑτέρους πλείονας αἱρετικοὺς δυνησόμεθα καταβαλεῖν, Μαρκίωνα, Μανιχαῖον, Οὐαλεντῖνον, τῶν ἰουδαίων ἁπάντων τὰ συστήματα. Καθάπερ γὰρ ἐπὶ τοῦ Δαυῒδ ὁ μὲν Γολιὰθ κατέπεσε, τὸ δὲ στρατόπεδον ἅπαν ἐδραπέτευσε, καὶ ὁ μὲν θάνατος ἑνὸς γέγονε σώματος, καὶ μιᾶς ἡ πληγὴ κεφαλῆς, ἡ δὲ φυγὴ καὶ ἡ δειλία κοινὴ τοῦ στρατοπέδου παντός· οὕτω δὴ καὶ ἐφ’ ἡμῶν νῦν μιᾶς αἱρέσεως πληγείσης καὶ καταπεσούσης, κοινὴ τῶν ἀπηριθμημένων ἁπάντων ἔσται φυγή.

Μανιχαῖοι μὲν γὰρ καὶ οἱ τὰ αὐτὰ νοσοῦντες ἐκείνοις τὸν μὲν κηρυττόμενον δοκοῦσι δέχεσθαι Χριστόν, τοὺς δὲ κηρύττοντας αὐτὸν ἀτιμάζουσι προφήτας καὶ πατριάρχας· Ἰουδαῖοι δὲ πάλιν ἀπεναντίας τοὺς μὲν κηρύττοντας αὐτὸν δοκοῦσι δέχεσθαι καὶ θεραπεύειν, προφήτας λέγω καὶ τὸν νομοθέτην αὐτῶν, τὸν δὲ κηρυττόμενον ὑπ’ αὐτῶν ἀτιμάζουσιν. Ὅταν οὖν τῇ τοῦ Θεοῦ χάριτι δείξωμεν πολλὴν ἐν τῇ Παλαιᾷ προαναφωνουμένην τοῦ Μονογενοῦς τὴν δόξαν, πάντα ταῦτα δυνησόμεθα τὰ θεομάχα καταισχύναι στόματα, κατ τὰς βλασφήμους ἐπιστομίσαι γλώττας. Ὅταν γὰρ φαίνηται κηρύττουσα τὸν Χριστὸν ἡ Παλαιὰ Διαθήκη, τὶς ἔσται Μανιχαίοις καὶ τοῖς κατ’ ἐκείνους ἀπολογίᾳ ἀτιμάζουσι τὴν προαναφωνοῦσαν τὸν κοινὸν πάντων Δεσπότην; Τὶς δὲ συγγνώμη καὶ παραίτησις τοῖς Ἰουδαίοις τὸν ὑπὸ τῶν προφητῶν καταγγελλόμενον μὴ δεχομένοις;

β’. Ἐπεὶ οὖν τοσαύτη τῆς νίκης ἡ περιουσίᾳ, ἐπὶ τὰ παλαιοτέρα βιβλία τὸν λόγον ἀγάγωμεν, καὶ τῶν παλαιῶν αὐτῶν τὸ ἀρχαιότερον πάντων, ἐπὶ τὴν Γένεσιν λέγω, καὶ τῆς Γενέσεως αὐτῆς ἐπὶ τὴν κορυφὴν ἀναβῶμεν. Ὅτι γὰρ περὶ τοῦ Χριστοῦ πολλὰ φησιν ὁ Μωϋσῆς, ἄκουσον αὐτοῦ Χριστοῦ λέγοντος· «Εἰ ἐπιστεύετε Μωϋσῆ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψε». Ποῦ δὲ ἔγραψεν ἐκεῖνος περὶ αὐτοῦ; Τοῦτο ἤδη δεῖξαι πειράσομαι. Ἐπειδὴ γὰρ ἡ κτίσις ἀπήρτιστο πᾶσα, καὶ ποικίλῳ μὲν ὁ οὐρανὸς ἐστεφάνωτο ἄστρων χορῷ, παντοδαποῖς δὲ ἄνθεσιν ἀντέλαμπεν αὐτῷ κάτωθεν ἡ γῆ, καὶ πλήρεις μὲν ὀρέων κορυφαί, πλήρη δὲ καὶ πεδία καὶ φάραγγες, καὶ ἁπλῶς πᾶσα ἡ τῆς γῆς ἐπιφανείᾳ φυτῶν καὶ δένδρων καὶ βοτανῶν ἦν, καὶ ἐσκίρτα μὲν ποίμνια, ἐσκίρτα δὲ βουκόλια, τῶν δὲ ᾠδικῶν ὀρνίθων ὁ χορός, τὴν ἰδίαν φύσιν ἐπιδεικνύμενος, μουσικῆς τὸν ἀέρα πάντα ἐπλήρου, καὶ μεστὰ πελάγη τῶν ἐναλίων ζῴων ἦν, πλήρεις δὲ λίμναι καὶ πηγαὶ καὶ ποταμοὶ τῶν ἐν αὐτοῖς τικτομένων ἁπάντων, καὶ οὐδὲν ἦν ἀτέλεστον, ἀλλὰ πάντα ἀπήρτιστο, ἐζήτει τὸ σῶμα τὴν κεφαλήν, ἡ πόλις τὸν ἄρχοντα, ἡ κτίσις τὸν βασιλέα, λέγω τῇ δὸν ἄνθρωπον. Μέλλων οὖν αὐτὸν διαπλάττειν ὁ Θεὸς φησιν· «Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν». Πρὸς τίνα διαλέγεται; Εὔδηλον ὅτι πρὸς τὸν Μονογενῆ τὸν ἑαυτοῦ. Καὶ οὐκ εἶπε, Ποίησον, ἵνα νομίσῃς δουλικὸν εἶναι ἐπίταγμα τὸ λεγόμενον, ἀλλά, «Ποιήσωμεν», ἵνα διὰ τοῦ σχήματος τῆς συμβουλῆς τῶν ῥημάτων τὸ ὁμότιμον ἐκκαλύψῃ. Ποτὲ μὲν γὰρ λέγεται σύμβουλον ἔχειν ὁ Θεός, ποτὲ δὲ μὴ ἔχειν, οὐ τῆς Γραφῆς ἑαυτῇ μαχόμενης, ἀλλ’ ἀπόῤῥητα δόγματα ἐκκαλυπτούσης ἡμῖν δι’ ἀμφοτέρων τούτων. Ὅταν μὲν γὰρ τὸ ἀνενδεὲς αὐτοῦ παραστῆσαι βούληται, φησὶν οὐκ ἔχειν αὐτὸν σύμβουλον· ὄτα δὲ τὸ ὁμότιμον τοῦ Μονογενοῦς, σύμβουλον καλεῖ τὸν Υἱὸν τοῦ Θεοῦ.

Καὶ ἵνα μάθῃς ταῦτα ἀμφότερα, ὅτι τε σύμβουλον τὸν Υἱὸν καλοῦσιν οἱ προφῆται, οὐχ ὡς τοῦ Πατρὸς δεομένου συμβουλῆς, ἀλλ’ ἵνα τοῦ Μονογενοῦς τὴν τιμὴν μάθωμεν, καὶ ὅτι πάλιν οὐ δεῖται συμβούλου, ἄκουσον τοῦ Παύλου λέγοντος· «ᾫ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! Τὶς γὰρ ἔγνω νοῦν Κυρίου, ἢ τὶς σύμβουλος αὐτοῦ ἐγένετο»; Οὗτος μὲν οὖν τὸ ἀνενδεὲς αὐτοῦ παρέστηκεν, ὁ δὲ Ἠσαΐας πάλιν περὶ τοῦ Μονογενοῦς τοῦ Θεοῦ λέγων οὕτω πῶς φησι· «Καὶ θελήσουσιν, εἰ ἐγενήθησαν πυρίκαυστοι, ὅτι παιδίον ἐγεννήθη ὑμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος, θαυμαστὸς σύμβουλος». Καὶ εἰ θαυμαστὸς σύμβουλος, πῶς ὁ Παῦλός φησι· «Τὶς γὰρ ἔγνω νοῦν Κυρίου ἢ τὶς σύμβουλος αὐτοῦ ἐγένετο»; Ὅτι ὁ μὲν Παῦλος, καθὼς ἔφθην εἰπών, τὸ ἀνενδεὲς τοῦ Πατρὸς παραστῆσαι βούλεται, ὁ δὲ προφήτης τὸ ὁμότιμον τοῦ Μονογενοῦς. Διὰ τοῦτο καὶ ἐνταῦθα οὐκ εἶπε, Ποίησον, ἀλλά, «Ποιήσωμεν»· τὸ γάρ, Ποίησον, ἐπιταγῆς ἐστι πρὸς δοῦλον γινομένης, καὶ δῆλον ἐντεῦθεν. Προσῆλθέ ποτε ἑκατοντάρχης τῷ Ἰησοῦ, καὶ φησι· «Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικὸς δεινῶς βασανιζόμενος». Τὶ οὖν ὁ Χριστός; «Ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν». Ὁ μὲν οὖν ἑκατοντάρχης οὐκ ἐτόλμησεν ἐκλύσαι τὸν ἰατρὸν εἰς τὴν οἰκίαν, ὁ δὲ κηδεμὼν καὶ φιλάνθρωπος αὐτεπάγγελτος ὑπέσχετο βαδιεῖσθαι ἐκεῖσε, ἵνα ἀφορμὴν δῷ καὶ πρόφασιν ἐκείνῳ τὴν ἀρετὴν ἡμῖν ἐπιδεῖξαι τὴν ἑαυτοῦ. Εἰδὼς γὰρ ἅπερ ἔμελλεν ἐκεῖνος ἐρεῖν, ὑπέσχετο παραγενέσθαι, ἵνα μάθῃς τὴν εὐλάβειαν τοῦ ἀνδρός. Τὶ γὰρ φησὶν ὁ ἑκατοντάρχης; «Κύριε, οὐκ εἰμὶ ἱκανός, ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς». Οὐδὲ ἡ τῆς νόσου καὶ τῆς ἀῤῥωστίας ἀνάγκη τῆς οἰκείας αὐτὸν ἔπεισεν ἐπιλαθέσθαι εὐλαβείας, ἀλλὰ καὶ ἐν τῇ συμφορᾷ τὴν ὑπεροχὴν ἐπεγίνωσκε τοῦ Δεσπότου. Διὸ φησιν, «Εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μού. Καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ἔχων ὑπ’ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, Πορεύου, καὶ πορεύεται, καὶ τῷ ἄλλῳ, Ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου, Ποίησον τοῦτο, καὶ ποιεῖ».

Ὁρᾷς ὅτι τό, Ποίησον, δεσπότου πρὸς δοῦλόν ἐστι διαλεγομένου; Οὐκοῦν τὸ «Ποιήσωμεν», ὁμοτίμου τινός. Ὅταν οὖν δεσπότης δούλῳ λέγῃ, Ποίησον λέγει· ὅταν δὲ Πατὴρ Υἱῷ διαλέγηται, «Ποιήσωμεν». Τὶ οὖν, φησίν, εἰ ὁ μὲν ἑκατοντάρχης οὕτως ὑπώπτευε, τὸ δὲ πρᾶγμα οὐχ οὕτως εἶχε; Μὴ γὰρ ἀπόστολός ἐστιν ὁ ἑκατοντάρχης; Μὴ γὰρ μαθητὴς ἐστιν, ἵνα αὐτοῦ δέξωμαι τὸ ῥήματα; Εἰκὸς αὐτὸν ἐσφάλθαι, φησί. Καλῶς· τὶ οὖν; Ἴδωμεν οὖν τὸ ἑξῆς. Ἆρα διώρθωσεν αὐτὸν ὁ Χριστός; Ἆρα ἐπετίμησεν ὡς σφαλλομένῳ καὶ διεφθαρμένα εἰσάγοντι δόγματα; Ἆρα εἶπε πρὸς αὐτόν· τὶ τοῦτο ποιεῖς, ἄνθρωπε; Μείζονα πὲρ ἐμοῦ δόξαν ἔχεις, ἢ προσῆκε· πλείονά μοι χαρίζῃ τῶν ὀφειλομένων ἐμοί· ἐξ αὐθεντίας με νομίζεις ἐπιτάττειν οὐκ ἔχοντα αὐθεντίαν. Ἆρα εἰπὲ τις τοιοῦτον; Οὐδαμῶς· ἀλλὰ καὶ ἐκύρωσεν αὐτοῦ τὴν γνώμην, καὶ πρὸς τοῦ ἀκολουθοῦντας εἶπε, «Ἀμὴν λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον». Ὁ τοίνυν ἔπαινος τοῦ Δεσπότου κύρωσις γίνεται τῶν ῥημάτων τοῦ ἑκατοντάρχου. Οὐκ ἔτι γὰρ τοῦ ἑκατοντάρχου ἐστὶ τὰ ῥήματα τὰ εἰρημένα, ἀλλ’ ἀπόφασίς ἐστι δεσποτικῇ· ὅταν γὰρ αὐτὸς ἐπαινέσῃ τὰ λεχθέντα, καὶ ψηφίσεται αὐτοῖς ὡς καλῶς εἰρημένοις, ὡς θεῖον αὐτὰ δέχομαι χρησμόν. Τὸ γὰρ κῦρος ἄνωθεν ἔλαβεν ἐκ τῆς τοῦ Χριστοῦ ἀποκρίσεως.

γ’. Ὁρᾷς πῶς σύμφωνος ἡ Καινὴ τῇ Παλαιᾷ; Πῶς ἑκατέρα τὴν αὐθεντίαν ἐπιδείκνυται τοῦ Χριστοῦ; Τὶ οὖν, εἰ ἐποίει μὲν τὸν ἄνθρωπον, ὡς ὑπουργὸς δὲ ἐποίει; Οὐκοῦν ἀκαίρου φιλονεικίας. Εἰπὼν γάρ, «Ποιήσωμεν τὸν ἄνθρωπον», οὐκ ἐπήγαγε, κατὰ τὴν εἴκοντα τὴν σὴν τὴν ἐλάττω, οὐδέ, κατὰ τὴν εἰκόνα τὴν ἐμὴν τὴν μείζω, ἀλλὰ τί; «Κατ’ εἰκόνα ἡμετέραν, καὶ καθ’ ὁμοίωσιν», τῷ οὕτως εἰπεῖν δεικνὺς Πατρὸς καὶ Υἱοῦ μίαν οὖσαν εἰκόνα· οὐ γὰρ εἶπεν εἰκόνας, ἀλλ’ «Εἰκόνα ἡμετέραν»· οὐ γὰρ δύο τινὲς ἀνώμαλοι, ἀλλὰ μία καὶ αὕτη ἴση Υἱοῦ καὶ Πατρὸς ἡ εἰκών. Διὰ τοῦτο καὶ ἐκ δεξιῶν λέγεται καθῆσθαι, ἵνα τὸ ὁμότιμον καὶ τῆς ἐξουσίας τὸ ἀπαράλλακτον μάθῃς· ὑπουργὸς γὰρ οὐ συγκάθηται, ἀλλὰ παρέστηκε. Καὶ ὅτι τὸ μὲν καθῆσθαι τὸ ὁμότιμον καὶ ἀπαράλλακτον τῆς δεσποτικῆς ἐστιν ἐξουσίας, τὸ δὲ παρεστάναι δουλικῆς καὶ ὑποτεταγμένης, ἄκουσον τὶ φησιν ὁ Δανιήλ· «Ἐθεώρουν ἕως οὗ θρόνοι ἐτέθησαν, καὶ ὁ Παλαιὸς τῶν ἡμερῶν ἐκάθητο. Μύριαι μυριάδες ἐλειτούργουν αὐτῷ, καὶ χίλιαι χιλιάδες παρειστήκεισαν αὐτῷ». Καὶ πάλιν Ἠσαΐας· «Εἶδον ὃν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου, καὶ τὰ σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ». Καὶ ὁ Μιχαίας δέ, «Εἶδον τὸν Κύριον τὸν Θεὸν τοῦ Ἰσραὴλ καθήμενον ἐπὶ θρόνου αὐτοῦ, καὶ πᾶσα ἡ στρατιὰ τοῦ οὐρανοῦ εἱστήκει ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ ἀριστερῶν αὐτοῦ». Ὁρᾷς πανταχοῦ τὰς μὲν ἄνω δυνάμεις παρεστηκυίας, αὐτὸν δὲ καθήμενον. Ὅταν οὖν ἴδῃς καὶ τὸν Υἱὸν τὴν ἐκ δεξιῶν ἔχοντα καθέδραν, μὴ τῆς λειτουργικῆς καὶ ὑπουργικῆς αὐτὸν εἶναι νομίσῃς ἀξίας, ἀλλὰ τῆς δεσποτικῆς καὶ αὐθεντίαν ἐχούσης. Διὰ τοῦτο καὶ Παῦλος ἀμφότερα ταῦτα εἰδώς, ὅτι τὸ μὲν παρεστάναι λειτουργούντων ἐστί, τὸ δὲ καθῆσθαι τῶν ἐπιταττόντων καὶ προσταττόντων, ὅρα πῶς ἀμφότερα ταῦτα διαιρεῖ λέγων οὕτω· «Πρὸς μὲν τοὺς ἀγγέλους αὐτοῦ φησιν· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα· πρὸς δὲ τὸν Υἱόν· Ὁ θρόνος σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος»· διὰ τοῦ θρόνου τὴν βασιλικὴν ἡμῖν ἐξουσίαν δηλῶν. Ἐπεὶ οὖν διὰ πάντων ὁ λόγος ἡμῖν τούτων ἀπέδειξεν οὐχὶ λειτουργικῆς ὄντα ἀξίας τὸν Υἱόν, ἀλλὰ τῆς δεσποτικῆς, ὡς Δεσπότην, αὐτὸν προσκυνῶμεν καὶ ὁμότιμον τῷ Πατρί· οὕτω γὰρ καὶ αὐτὸς ἐκέλευσεν εἰπών, «Ἵνα πάντες τιμῶσι τὸν Υἱόν, καθὼς τιμῶσι τὸν Πατέρα»· καὶ τὴν διὰ τῆς πολιτείας καὶ τῶν ἔργων ἀκρίβειαν τῇ τῶν δογμάτων ὀρθότητι συνάπτωμεν, ἵνα μὴ ἐξ ἡμισείας ἡμῖν τὰ τῆς σωτηρίας ᾗ.

Πολιτείας δὲ ἀκρίβειαν καὶ βίου καθαρότητα οὐδὲν οὕτω δύναται κατορθοῦν, ὡς ἡ συνεχὴς ἐνταῦθα διατριβὴ καὶ ἡ μετὰ προθυμίας ἀκρόασις. Ὅπερ γὰρ ἐστιν ἐπὶ τοῦ σώματος ἡ τροφή, τοῦτο ἐπὶ τῆς ψυχῆς ἡ τῶν θείων λογίων διδασκαλία. «Οὐ γὰρ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, φησίν, ἀλλ’ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ». Διὰ τοῦτο καὶ λιμὸν οἶδεν ἐργάζεσθαι τὸ μὴ μετέχειν τοιαύτης τραπέζης. Ἄκουσον γοῦν τοῦ Θεοῦ τοῦτο ἀπειλοῦντος, καὶ ἐν τάξει κολάσεως καὶ τιμωρίας ἐπανατεινομένου· «Δώσω γὰρ αὐτοῖς, φησίν, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου». Πῶς οὖν οὐκ ἄτοπον ὑπὲρ μὲν τοῦ τὸν σωματικὸν λιμὸν ἀποκρούσασθαι πάντα ποιεῖν καὶ πραγματεύεσθαι, τὸν δὲ τῆς ψυχῆς ἑκόντας ἐπισπᾶσθαι, καίτοι πολλῷ χαλεπώτερον ὄντα, ὅσῳ καὶ περὶ μειζόνων ἡ ζημία; Μή, δέομαι καὶ ἀντιβολῶ, μὴ κακῶς οὕτω περὶ ἑαυτῶν βουλευσώμεθα, ἀλλὰ πάσης ἀσχολίας καὶ φροντίδος ἡ ἐνταῦθα προτιμάσθω διατριβή. Τὶ γὰρ τοσοῦτον κερδαίνεις, εἰπὲ μοι, τῆς συνάξεως ἀπολιμπανόμενος, ὅσον ζημιοῖς καὶ σαυτὸν καὶ τὴν οἰκίαν πᾶσαν; Κἂν γὰρ θησαυρὸν εὕρῃς ὁλόκληρον χρυσίου γέμοντα, καὶ διὰ τοῦτον ἀπολειφθῇς, μείζονα ἐζημιώθης, καὶ τοσούτῳ μείζονα, ὅσῳ τῶν αἰσθητῶν, τὰ πνευματικὰ ἀμείνω. Ἐκεῖνα μὲν γὰρ κἂν πολλὰ ᾗ, κἂν πάντοθεν ἐπιῤῥέη, ἀλλ’ οὐ συναποδημεῖ πρὸς τὴν ἐκεῖ ζωήν, οὐδὲ συμμεθίστασθαι ἡμῖν πρὸς τὸν οὐρανόν, οὐδὲ ἐπὶ τοῦ βήματος παρίστασθαι τοῦ φοβεροῦ, ἀλλὰ πολλάκις καὶ πρὸ τῆς τελευτῆς ἡμᾶς καταλιπόντα οἴχεται· εἰ δὲ καὶ παραμείνειεν μέχρι τέλους ἀλλ’ ὑπὸ τῆς τελευτῆς διακόπτεται πάντως. Ὁ δὲ πνευματικὸς θησαυρὸς ἀναφαίρετόν ἐστι κτῆμα, καὶ πανταχοῦ βαδίζουσιν ἡμῖν καὶ ἀποδημοῦσιν ἕπεται καὶ πολλὴν ἐπὶ τοῦ βήματος ἐκείνου δίδωσιν ἡμῖν τὴν παῤῥησίαν.

Εἰ δὲ ἀπὸ τῶν ἄλλων συνάξεων τοσοῦτον τὸ κέρδος, ἀπὸ τῶν ἐνταῦθα συνάξεων διπλοῦν τοῦτο γίνεται. Οὐ ἂρ δὴ τοῦτο καρπούμεθα μόνον, ὅτι τὴν ψυχὴν τοῖς θείοις λόγοις ἄρδομεν, ἀλλ’ ὅτι πολλὴν μὲν τῶν ἐχθρῶν κατασκεδάννυμεν τὴν αἰσχύνην, πολλὴν δὲ τοῖς ἀδελφοῖς τοῖς ἡμετέροις παρέχομεν τὴν παράκλησιν. Τοῦτο γὰρ τῆς παρατάξεως τὸ κέρδος ἐστί, τὸ σπεύδειν ἐπὶ τὸ πονοῦν τοῦ πολέμου μέρος, τὸ κινδύνου γέμον. Διόπερ ἅπαντας ἐνταῦθα συντρέχειν δεῖ, καὶ τοῦ πολεμίους ἐπιόντας ἀποκρούεσθαι. Οὐ δύνασαι κατατεῖναι λόγον μακρόν, οὐδὲ ἔχεις διδασκαλίαν; Παραγίνου μόνον, καὶ τὸ πᾶν ἀποτελέσας. Τοῦ γὰρ σώματος ἡ παρουσία προσθήκη τῆς ποίμνης γίνεται, καὶ πολλὴν τοῖς ἀδελφοῖς σου δίδωσι τὴν προθυμίαν, καὶ τοῖς ἐχθροῖς σου περιβάλλει τὴν αἰσχύνην. Ἂν μὲν γὰρ ἐπιβὰς τις τῶν ἱερῶν τοῦτον προθύρων ὀλίγους ἴδῃ τοὺς συνειλεγμένους, καὶ αὐτὴν τὴν οὖσαν κατασβέννυσι προθυμίαν, καὶ ναρκᾷ καὶ ἀναδύεται καὶ ὀκνηρότερος γίνεται καὶ ἀναχώρει· εἶθ’ οὕτω κατὰ μικρὸν ἅπαν ἡμῖν τὸ πλῆθος χαυνότερόν ἐστι καὶ ῥᾳθυμότερον. Ἂν δὲ ἴδῃ συντρέχοντας, σπουδάζοντας, πανταχόθεν συῤῥέοντας, ἡ τῶν ἄλλῳ σπουδὴ καὶ τῷ σφόδρα νωθρῷ καὶ παρειμένῳ προθυμίας ὑπόθεσις γίνεται. Εἰ γὰρ λίθος πρὸς λίθον τριβόμενος πολλάκις σπινθῆρας ἐκπηδῆσαι παρεσκεύασε, καίτοι τὶ λίθου ψυχρότερον, τὶ δὲ πυρὸς θερμότερον; Ἀλλ’ ὅμως τὴν φύσιν ἐνίκησεν ἡ συνέχεια· εἰ δὲ ἐπὶ λίθου τοῦτο συμβαίνει, πολλῷ μᾶλλον ἐπὶ ψυχῶν ἀλλήλαις συντριβομένων καὶ τῷ πυρὶ τοῦ πνεύματος διαθερμαινομένων. Οὐκ ἠκούσατε ὅτι ἐπὶ τῶν προγόνων τῶν ἡμετέρων εἴκοσι καὶ ἑκατὸν ἦσαν οἱ πιστοὶ πάντες, μᾶλλον δὲ πρὸ τῶν εἴκοσι καὶ ἑκατὸν δώδεκα μόνοι, καὶ οὐδὲ οὗτοι διέμειναν ἅπαντες, ἀλλ’ εἷς ἐξ αὐτῶν ἀπώλετο Ἰούδας, καὶ ἦσαν ἕντεκα πάντες; Ἀλλ’ ὅμως ἀπὸ τῶν ἕνδεκα ἐκείνων εἰκὸς καὶ ἑκατὸν ἐγένοντο, καὶ ἀπὸ τῶν εἴκοσι καὶ ἑκατὸν τρισχίλιοι, εἶτα πεντακισχίλιοι, εἶτα τὴν οἰκουμένην ἅπασαν ἐνέπλησαν τῆς τοῦ Θεοῦ γνώσεως. Τὸ δὲ αἴτιον οὐδέποτε τὴν ἐπισυναγωγὴν ἑαυτῶν κατελίμπανον, ἀλλ’ ἀεὶ μετ’ ἀλλήλων ἦσαν ἐν τῷ ἱερῷ διημερεύοντες, καὶ εὐχαῖς καὶ ἀναγνώσεσι προσέχοντες· διὰ τοῦτο πολλὴν ἐξῆψαν τὴν πυράν, διὰ τοῦτο οὐδέποτε διεῤῥύησαν, ἀλλὰ τὴν οἰκουμένην ἅπασαν ἐπεσπάσαντο. Τούτου δὲ καὶ ἡμεῖς μιμησώμεθα. Πῶς γὰρ οὐκ ἄτοπον, μηδὲ τοσαύτην ἐπιδείκνυσθαι περὶ τὴν ἐκκλησίαν ταύτην πρόνοιαν, ὅσην αἱ γυναῖκες περὶ τὰς γείτονας τὰς ἑαυτῶν; Καὶ γὰρ ἐκεῖναι ἐπειδὰν ἴδωσι τινὰ παρθένον πενιχρὰν καὶ ἔρημον προστασίας ἁπάσης οὖσαν, τὰ παρ’ ἑαυτῶν πᾶσαι εἰσφέρουσιν ἐν τάξει τῶν προσηκόντων γινόμεναι, καὶ πολὺν ἴδοι τις ἂν ἐκεῖ θόρυβον τε καὶ ὄχλον τῆς παρθένου νυμφευομένης· καὶ αἱ μὲν χρήματα πολλάκις εἰσήνεγκαν, αἱ δὲ τὴν παρουσίαν τοῦ σώματος· οὐ μικρὸν δὲ καὶ τοῦτο· γίνεται γὰρ παρακάλυμμα τῆς εὐτελείας τούτων ἡ σπουδή, καὶ τὴν πενίαν ἀποκρύπτουσιν οὕτω διὰ τῆς αὐτῶν προθυμίας. Τοῦτο δὴ καὶ ἐπὶ ταύτης ποιήσατε τῆς ἐκκλησίας. Πάντες πανταχόθεν συντρέχωμεν καὶ συγκαλύψωμεν αὐτῆς τὴν πενίαν, μᾶλλον δὲ λύσωμεν αὐτῆς τὴν πενίαν συνεχῶς ἐνταῦθα παραγινόμενοι. «Κεφαλὴ γῆς γυναικὸς ἐστιν ὁ ἀνήρ»· βοηθὸς ἐστιν ἡ γυνὴ τοῦ ἀνδρός. Μὴ τοίνυν μήτε ἡ κεφαλὴ χωρὶς τοῦ σώματος ἀνεχέσθω τῶν οὐδῶν ἐπιβαίνειν τῶν ἁγίων τούτων, μήτε τὸ σῶμα χωρὶς τῆς κεφαλῆς φαινέσθω, ἀλλ’ ὁλόκληρος ἐνταῦθα εἰσίτω ὁ ἄνθρωπος, ἔχοντες καὶ τὰ παιδία μεθ’ ἑαυτῶν.

Εἰ γὰρ δένδρον τερπνὸν ἰδεῖν ἀπὸ τῆς ῥίζης αὐτῆς νεόφυτον ἔχον ἀνεστηκός, πολλῷ μᾶλλον ἄνθρωπον τερπνὸν ἰδεῖν, καὶ ἐλαίας ἁπάσης τερπνότερον, ἀπὸ τῆς ῥίζης αὐτῆς τὸ παιδίον ὥσπερ νεόφυτον ἔχοντα πλησίον ἑστώς· οὐ τερπνὸν δὲ μόνον, ἀλλὰ καὶ ἐπικερδές. Καὶ γάρ, ὅπερ ἔφθην εἰπών, πλείων ἐνταῦθα μισθὸς τοῖς συλλεγομένοις· ἐπεὶ καὶ γεωργὸν τότε μάλιστα θαυμάζομεν, οὐχ ὅταν τὴν πολλάκις γεωργηθεῖσαν γῆν θεραπεύῃ, ἀλλ’ ὅταν τὰ ἄσπαρτα καὶ ἀνήροτα χωρία λαβών, πολλῆς ἀξιώσῃ προνοίας. Οὕτω δὴ καὶ Παῦλος ἐποίει, φιλοτιμούμενος εὐαγγελίζεσθαι, οὐχ ὅπου ὠνομάσθη Χριστός, ἀλλ’ ὅπου οὐκ ὠνομάζετο. Τοῦτον καὶ ἡμεῖς μιμησώμεθα, καὶ εἰς πρόσοδον τῆς Ἐκκλησίας, καὶ εἰς ὠφέλειαν τὴν ἡμετέραν· καθ’ ἑκάστην ὃν τρέχωμεν ἐνταῦθα σύναξιν· κἂν ἐπιθυμία φλέγῃ, κατασβέσαι ῥᾳδίως αὐτὴν δυνήσῃ, τὸν οἶκον τοῦτον μόνον ἰδών· κἂν ὀργίζῃ, μετ’ εὐκολίας κοιμίσεις τὸ θηρίον· κἂν ἄλλο τι πάθος πολιορκῇ, πάντα δυνήσῃ καταλῦσαι τὸν χειμῶνα, καὶ γαλήνην ἐργάσασθαι, καὶ εἰρήνην πολλὴν τῇ ψυχῇ· ἧς γένοιτο πάντας ἡμᾶς ἀπολαύειν, χάριτι καὶ φιλανθρωπίαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι ἡ δόξα, νῦν καὶ ἀεὶ καὶ εἰς τοῦ αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: Λόγος Δωδέκατος — Εἰς τὸν παραλυτικόν, τὸν τὰ τριάκοντα ὀκτὼ ἔτη ἔχοντα ἐν τῇ ἀσθενείᾳ αὐτοῦ, καὶ εἰς τὸ ὅτι ὁ Πατὴρ μοὺ ἕως ἄρτι ἐργάζεται, κἀγὼ εργαζομαι
Προηγούμενο: Λόγος Δέκατος — Ὅτι τὸ μὴ λέγειν, ἅπερ ἴσμεν, καὶ εἰς ἑτέρους ἐκφέρειν, πενέστερον ποιεῖ, καὶ τὴν χάριν σβέννυσι· καὶ εἰς τὰς εὐχάς, ἃς ὁ Χριστὸς ηὔξατο, καὶ τὴν ἐξουσίαν, μεθ’ ἧς ἅπαντα ἐποίει· καὶ εἰς τὴν τοῦ παλαιοῦ νόμου διόρθωσιν· καὶ ὅτι τὸ σαρκωθῆναι τὴν ἰσότητα αὐτοῦ τὴν πρὸς τὸν Πατέρα οὐκ ἐλαττοῖ, ἀλλὰ καὶ συνίστησι μᾶλλον.
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 48
Ἀρχικὴ Σελίδα: Τέρτιος