Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 48

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Λόγος Τέταρτος — Κατὰ Ἰουδαίων, εἰς τὰς σάλπιγγας τοῦ Πάσχα αὐτῶν. Ἐλέχθη δὲ ἐν Ἀντιοχείᾳ ἐν τῇ Μεγάλῃ Ἐκκλησίᾳ
Προηγούμενο: Λόγος Δεύτερος — Πρὸς τοὺς νηστεύοντας τὴν τῶν Ἰουδαίων νηστείαν, καὶ πρὸς αὐτοὺς τοὺς Ἰουδαίους. Ἐλέχθη δὲ πρὸ πέντε ἡμερῶν τῆς νηστείας αὐτῶν, καὶ ἄλλης ἤδη λεχθείσης
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 48

Λόγος Τρίτος — Εἰς τοὺς τὰ Πρῶτα Πάσχα Νηστεύοντας

α’. Πάλιν χρεία τις ἀναγκαῖα καὶ κατεπείγουσα, τῶν πρώην εἰρημένων τὴν ἀκολουθίαν διακόψασα, πρὸς ἑαυτὴν ἐπισπᾶται τὸν λόγον, καὶ τῶν πρὸς τοὺς αἱρετικοὺς ἡμᾶς ἀπάγει παλαισμάτων τήμερον. Ἡμεῖς μὲν γὰρ πάλιν περὶ τῆς τοῦ Μονογενοῦς δόξης διαλεχθῆναι πρὸς τὴν ὑμετέραν ἀγάπην παρεσκευαζόμεθα· ἡ δὲ τῶν τὰ πρῶτα πάσχα νηστεύειν βουλομένων ἄκαιρος φιλονεικία πρὸς τὴν αὐτῶν θεραπείαν πᾶσαν ἡμῖν ἀσχοληθῆναι καταναγκάζει τὴν διδασκαλίαν τήμερον. Καὶ γὰρ ὁ ποιμὴν ὁ καλὸς οὐχὶ τοὺς λύκους ἀπελαύνει μόνον, ἀλλὰ καὶ τὰ πρόβατα νενοσηκότα θεραπεύει μετ’ ἐπιμελείας ἁπάσης· ἐπεὶ τὶ τὸ κέρδος; Ὅταν τῶν μὲν θηρίων τὰ στόματα διαφεύγῃ τὰ ποίμνια, ὑπὸ δὲ τῆς ἀῤῥωστίας κατεσθίηται; Οὕτω καὶ στρατηγὸς ἄριστος οὐχὶ τὰ μηχανήματα ἀποκρούεται μόνον, ἀλλὰ πρὸ τούτων τὴν πόλιν στασιάζουσαν πρὸς ἑαυτὴν συνάγει, εἰδὼς ὅτι τὸ πλέον οὐδὲν ἔσται τῆς ἕωθεν νίκης, ἕως ἂν οἱ ἔνδοθεν ἐμφύλιοι μένωσι πόλεμοι. Καὶ ἵνα μάθῃς, ὅτι στάσεως καὶ φιλονεικίας ἴσον οὐδὲν εἰς καθαίρεσιν, ἄκουσον τὶ φησιν ὁ Χριστός· «Βασιλεία μερισθεῖσα ἐφ’ ἑαυτὴν οὐ σταθήσεται». Καίτοι τὶ βασιλείας δυνατώτερον, ὅπου χρημάτων πρόσοδος, καὶ ὅπλα, καὶ τείχη, καὶ ὀχυρώματα, καὶ στρατιωτῶν ἀριθμὸς τοσοῦτος, καὶ ἵπποι, καὶ μυρία ἕτερα πολλὴν παρέχοντα τὴν ἰσχύν; Ἀλλ’ ὅμως ἡ τοσαύτη δύναμις καταλύεται, ὅταν πρὸς ἑαυτὴν στασιάζῃ. Οὐδὲν γὰρ οὕτως ἀσθένειαν ἐργάζεσθαι πέφυκεν, ὡς φιλονεικία καὶ ἔρις· ὥσπερ οὐδὲν οὕτως ἰσχὺν καὶ δύναμιν, ὡς ἀγάπη καὶ ὁμόνοια. Ὅπερ οὖν καὶ ὁ Σολομῶν συνιδών, ἔλεγεν· «Ἀδελφὸς ὑπ’ ἀδελφοῦ βοηθούμενος ὡς πόλις ὀχυρά, καὶ μεμοχλευμένη βασιλεία». Εἶδες ὅση τῆς ὁμονοίας ἡ ἰσχύς; Ὅση τῆς φιλονεικίας ἡ βλάβῃ; Βασιλεία στασιάζουσα καταλύεται, δύο δὲ ἐπὶ ταὐτὸ ὄντες, καὶ συνδεδεμένοι μετ’ ἀλλήλων, παντὸς εἰσιν ἀῤῥαγέστεροι τείχους. Καὶ οἶδα μὲν ὅτι διὰ τὴν τοῦ Θεοῦ χάριν τὸ πλέον ἡμῖν τῆς ἀγέλης ταύτης ἀπήλλακται τῆς ἀῤῥωστίας, καὶ εἰς ὀλίγους τὸ νόσημα περιέστηκε· πλὴν ἀλλ’ οὐ διὰ τοῦτο ἀμελητέον τῆς θεραπείας. Καὶ γὰρ καὶ εἰ δέκα μόνον, καὶ εἰ πέντε, καὶ οἱ δύο, καὶ εἰ εἷς μόνος ὁ κάμνων ἦν, οὐδ’ οὕτω καταφρονῆσαι ἔδει. Εἰ γὰρ καὶ εἷς ἐστι καὶ εὐτελὴς καὶ ἀπεῤῥιμμένος, ἀλλ’ ἀδελφὸς ἐστι, δι’ ὃν ὁ Χριστὸς ἀπέθανε. Καὶ πολὺς τῷ Χριστῷ τῶν εὐτελῶν ὁ λόγος. «Ὃς ἐὰν σκανδαλίσῃ, φησίν, ἕνα τῶν μικρῶν τῶν πιστευόντων εἰς ἐμέ, συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῇ εἰς τὴν θάλασσαν». Καὶ πάλιν· «Ἐφ’ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τῶν μικρῶν τούτων, οὐδὲ ἐμοὶ ἐποιήσατε»· καὶ πάλιν· «Οὐκ ἔστι θέλημα ἔμπροσθεν τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ἵνα ἀπόληται εἷς τῶν μικρῶν τούτων». Πῶς οὖν οὖν οὐκ ἄτοπον, εἰ τοῦ Χριστοῦ τοσαύτην ποιουμένου τῶν μικρῶν πρόνοιαν, ἡμεῖς αὐτῶν καταῤῥᾳθυμήσαιμεν; Μὴ τοῦτο εἴπῃς, ὅτι εἷς ἐστιν, ἀλλ’ ὅτι εἷς ἀμελούμενος, καὶ εἰς τοῦ λοιποὺς παραπέμψει τὸ πάθος· «Μικρὰ γὰρ ζύμη, φησίν, ὅλον τὸ φύραμα ζυμοῖ». Καὶ τοῦτό ἐστιν ὃ τὰ πάντα ἀπόλλυσι καὶ ἀνατρέπει, ὅτι τῶν μικρῶν καταμελοῦμεν. Διὰ τοῦτο μεγάλα γίνεται τὰ ἕλκη, ὥσπερ οὖν τὰ μεγάλα ῥᾳδίως ἂν γένοιτο μικρὰ τῆς προσηκούσης ἀπολαύοντα ἐπιμελείας.

Τοῦτο τοίνυν πρὸς αὐτοὺς λέγομεν πρότερον, ὅτι οὐδὲν χεῖρον φιλονεικίας καὶ μάχης καὶ τοῦ τὴν ἐκκλησίαν διασπᾷν, καὶ τὸν χιτῶνα, ὃν οὐκ ἐτόλμησαν οἱ λῃσταὶ διαῤῥῆξαι, τοῦτον εἰς πολλὰ κατατεμεῖν μέρη. Οὐκ ἀρκοῦσιν αἱ λοιπαὶ αἱρέσεις, ἀλλὰ καὶ ἡμεῖς ἑαυτοὺς κατατέμωμεν; Οὐκ ἀκούεις τοῦ Παύλου λέγοντος· «Εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπὸ ἀλλήλων ἀναλωθῆτε»; Ἔξω τῆς ἀγέλης βαδίζεις, εἰπὲ μοι, καὶ οὐ δέδοικας τὸν λέοντα τὸν ἔξωθεν περιιόντα; «Ὁ ἐχθρὸς γὰρ ὑμῶν, ὡς λέων, περιέρχεται, φησὶν ὠρυόμενος καὶ ζητῶν τίνα ἁρπάσῃ». Ὅρα σοφίαν ποιμένος· οὔτε ἔνδον ἀφῆκεν εἶναι ἐν τοῖς προβάτοις, ἵνα μὴ καταπλήξηται τὴν ποίμνην· οὔτε ἔξωθεν ἀπήγαγεν, ἵνα τῷ φόβῳ τοῦ θηρίου πάντας ἔσω συναγάγῃ. Οὐκ ἀἰδῇ τὸν πατέρα; Φοβήθητι τὸν ἐχθρόν· εἰ ἀποσχίσῃς σαυτὸν τῆς ἀγέλης, ἐκεῖνός σε δέξεται πάντως. Ἠδύνατο μὲν γὰρ καὶ ἔξωθεν αὐτὸν ἀπαγαγεῖν ὁ Χριστός, ἀλλ’ ἵνα σε παρασκευάσῃ νήφειν καὶ ἐναγώνιον εἶναι καὶ πρὸς τὴν μητέρα συνεχῶς καταφυγεῖν, ἀφῆκεν ἔξωθεν ὠρύεσθαι, ἵνα οἱ ἔνδοθεν, ἀκούοντες αὐτοῦ τῆς φωνῆς, μᾶλλον συσφίγγωνται, καὶ πρὸς ἀλλήλους καταφεύγωσιν. Οὕτω καὶ μητέρες ποιοῦσι φιλόστοργοι· τὰ παιδία κλαυθμυριζόμενα πολλάκις ἀπειλοῦσι τοῖς στόμασι τῶν λύκων ῥίπτειν, οὐχ ἵνα ῥιφῶσιν, ἀλλ’ ἵνα παύσωσι δυσχεραίνοντα. Πάντα ὁ Χριστὸς διὰ τοῦτο ἐποίησεν ἵνα εἰρηνεύωμεν, ἵνα πρὸς ἀλλήλους ὦμεν συνδεδεμένοι.

β’. Διὰ τοῦτο καὶ Παῦλος πολλὰ καὶ μεγάλα Κορινθίοις ἐγκαλεῖν ἔχων, οὐδὲν ἐνεκάλεσε πρὸ τούτου· ἀλλ’ ἔχων αὐτοῖς ἐγκαλέσαι καὶ περὶ πορνείας, καὶ περὶ ἀπονοίας, καὶ τῶν ἔξω δικαστηρίων, καὶ τῶν ἐν τοῖς εἰδωλείοις συμποσιῶν, καὶ ὅτι γυναῖκες μὲν οὐκ ἐκαλύπτοντο τὰς κεφαλάς, ἄνδρες δὲ τοῦτο ἐποίουν, καὶ μετὰ τούτων ἁπάντων διὰ τὴν τῶν πενήτων ὑπεροψίαν, καὶ τὴν ἐκ τῶν χαρισμάτων ἐγγινομένην αὐτοῖς ἀπόνοιαν, καὶ περὶ τῆς τῶν σωμάτων ἀναστάσεως· ἔχων δὲ μετὰ τούτων ἁπάντων καὶ περὶ τῆς πρὸς ἀλλήλους φιλονεικίας καὶ διχοστασίας αὐτοῖς ἐπιτιμήσαι, πάντα τὰ ἀλλὰ παραδραμών, ἐκεῖνο διορθοῦται πρότερον. Καὶ εἰ μὴ δοκῶ παρενοχλεῖν, ἀπ’ αὐτῶν τοῦ Παύλου ῥημάτων τοῦτο ποιήσω φανερόν, ὅτι πάντα ἐκεῖνα ἔχων ἐγκαλεῖν, οὐδὲν πρὸ τούτου διώρθωσεν. Ὅτι μὲν γὰρ ἐπόρνευον, ἄκουσον τὶ φησιν· «Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία». Ὅτι δὲ καὶ πεφυσίωνται καὶ μέγα ἐφρόνουν· «Ὡς μὴ ἐρχομένου δὲ μου πρὸς ὑμᾶς ἐφυσιώθησάν τινες». Ὅτι δὲ καὶ ἔξω πάλιν ἐδικάζοντο· «Τολμᾷ τις ἐξ ὑμῶν, πρᾶγμα ἔχων πρὸς τὸν ἕτερον, κρίνεσθαι ἐπὶ τῶν ἀπίστων»; Ὅτι δὲ καὶ εἰδωλόθυτα ἤσθιον· «Οὐ δύνασθε τραπέζης Κυρίου μετέχειν καὶ τραπέζης δαιμονίων». Καὶ περὶ τοῦ μὴ κατακαλύπτεσθαι δὲ τὰς γυναῖκας, ἀλλὰ τοὺς ἄνδρας ἀπ’ ἐναντίας, ἄκουσον πῶς αὐτοῖς ἐπιτιμᾷ λέγων· «Πᾶς ἀνὴρ προσευχόμενος ἢ προφητεύων κατὰ κεφαλῆς ἔχων, καταισχύνει τὴν κεφαλὴν αὐτοῦ· πᾶσα δὲ γυνὴ προσευχομένη, ἢ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ, καταισχύνει τὴν κεφαλὴν αὐτῆς». Καὶ ὅτι τῶν πενήτων ὑπερεώρων, καὶ τοῦτο ἐδήλωσεν εἰπών· «Ὃς μὲν πείνα, ὃς δὲ μεθύει»· καὶ πάλιν, «Ἢ τῆς ἐκκλησίας τοῦ Θεοῦ καταφρονεῖτε, καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας»; Ἐπειδὴ δὲ καὶ τοῖς μείζοσι τῶν χαρισμάτων ἅπαντες ἐπεπήδων, καὶ τὸ ἔλαττον οὐδεὶς κατεδέχετο, φησί· «Μὴ πάντες ἀπόστολοι; Μὴ πάντες προφῆται»; Ὅτι δὲ καὶ περὶ τῆς ἀναστάσεως ἀμφέβαλλον, «Ἀλλ’ ἐρεῖ τις, φησί, Πῶς ἐγείρονται οἱ νεκροί; Ποίῳ δὲ σώματι ἔρχονται»; Ἀλλ’ ὅμως τοσαῦτα ἔχων ἐγκαλέσαι, οὐδὲν πρὸ ἐκείνου πρὸς αὐτοὺς εἶπε τῆς διαστάσεως καὶ τῆς φιλονεικίας· ἀλλ’ εὐθέως ἀρχόμενος τῆς ἐπιστολῆς, οὕτω πὼς φησι. «Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα τὸ αὐτὸ λέγηται πάντες, καὶ μὴ ᾗ ἐν ὑμῖν σχίσματα». ᾜδει γάρ, ᾔδει σαφῶς, ὅτι τοῦτο πρότερον ἦν τὸ κατεπεῖγον. Ὁ πορνεύων ἂν συνεχῶς εἰς τὴν ἐκκλησίαν εἰσίῃ, καὶ ὁ ἀλαζών, καὶ ὁ ὁτιοῦν ἔχων ἐλάττωμα, ταχέως αὐτὸ συνεχοῦς ἀπολαύων διδασκαλίας ἀπωθήσεται, καὶ πρὸς τῆς ὑγίειαν ἐπανήξει· ὁ μέντοι τῆς συνόδου ταύτης ἑαυτὸν ἀποῤῥήξας, καὶ τῆς τῶν πατέρων διδασκαλίας ὑπεξαγαγών, καὶ τὸ ἰατρεῖον φυγών, κἂν ὑγιαίνειν δοκῇ, ταχέως εἰς ἀῤῥωστίαν πεσεῖται. Καὶ καθάπερ ἰατρὸς ἄριστος τὸν πυρετὸν πρῶτον σβέσας, τότε τὰ ἕλκη καὶ τὰ ῥήγματα διορθοῦνται· οὕτω καὶ Παῦλος ἐποίησε, πρότερον τὴν διάστασιν ἀνελών, τότε τὰ καθ’ ἕκαστον μέλος ἐθεράπευσε τραύματα. Διὰ τοῦτο καὶ ὑπὲρ τούτου διαλέγεται πρὸ τούτων, μηδὲ στασιάζειν πρὸς ἀλλήλους, μηδὲ οἰκείους ἄρχοντας ἐπιγράφεσθαι, μηδὲ εἰς πολλὰ κατατεμεῖν μέρη Χριστοῦ τὸ σῶμα. Ταῦτα δὲ οὐκ ἐκείνοις ἔλεγε μόνον, ἀλλὰ καὶ τούτοις μετ’ ἐκείνους τὰ αὐτὰ νοσοῦσιν ἐκείνοις· οὓς ἡδέως ἔγωγε ἂν ἐροίμην, τὶ ποτὲ ἐστι πάσχα, τὶ ποτὲ ἐστι τεσσαρακοστή· καὶ τὶ μὲν τὸ Ἰουδαϊκόν, τὶ δὲ τὸ ἡμέτερον· καὶ τινὸς ἕνεκεν ἐκεῖνο μὲν ἅπαξ τοῦ ἐνιαυτοῦ παντὸς ἐγένετο, τοῦτο δὲ καθ’ ἑκάστην τελεῖται σύναξιν· τὶ βούλεται τὰ ἄζυμα· καὶ ἕτερα πολλῷ πλείονα τούτων εἰς αὐτὴν ταύτην συντελοῦσα τὴν ὑπόθεσιν. Καὶ τότε ἂν ἔγνωτε καλῶς αὐτῶν τὴν ἄκαιρον φιλονεικίαν, οἳ μηδὲ λόγον περὶ ὧν ποιοῦσιν ἀποδοῦναι δυνάμενοι, καθάπερ ἁπάντων ὄντες σοφώτεροι, οὔτε παρ’ ἑτέρων μανθάνουσιν, ὅπερ ἐσχάτης ἐστὶ καταγνώσεως μήτε αὐτοὺς εἰδέναι, μηδὲ τοῖς ἐπιτεταγμένοις ἕπεσθαι, ἀλλ’ ἁπλῶς ἀλόγῳ συνηθείᾳ τὰ καθ’ ἑαυτοὺς ἐπιτρέψαντες, κατὰ βαράθρων φέρονται καὶ κρημνῶν.

γ’. Ἀλλὰ τὶς ὁ σοφὸς αὐτῶν λόγος, ὅταν ταῦτα αὐτοῖς ἀντιλέγωμεν; Ὑμεῖς, φησίν, οὐ ταύτην ἐνηστεύετε τὴν νηστείαν πρότερον; Τοῦτο οὐ σὸν ἐστιν εἰπεῖν πρὸς με, ἀλλ’ ἐμὲ δίκαιον ἂν εἴη πρὸς σὲ λέγειν, ὅτι καὶ ἡμεῖς οὕτως ἐνηστεύομεν πρότερον, ἀλλ’ ὅμως προετιμήσαμεν τὴν συμφωνίαν τῆς τῶν χρόνων παρατηρήσεως. Καὶ ὅπερ ὁ Παῦλος πρὸς Γαλατὰς ἔλεγε, τοῦτο καὶ ἐγὼ ὑμῖν λέγω· «Γίνεσθε ὡς ἐγώ, ὅτι κἀγὼ ὡς ὑμεῖς». Τὶ δὲ τοῦτό ἐστιν; Ἔπειθεν αὐτοὺς ἀποστῆναι περιτομῆς, καταφρονῆσαι Σαββάτων καὶ ἡμερῶν καὶ τῶν ἄλλων τῶν νομίμων ἁπάντων. Εἶτα, ἐπειδὴ δεδοικότας ἑώρα καὶ φοβουμένους, μήποτε παραβάσεως κόλασιν ὑπομείνωσι καὶ τιμωρίαν, ἀπὸ τῶν καθ’ ἑαυτὸν πραγμάτων εἰς τὸ θαῤῥεῖν αὐτοὺς ἐνάγει, λέγων· «Γίνεσθε ὡς ἐγώ, ὅτι κἀγὼ ὡς ὑμεῖς». Μὴ γὰρ ἐξ ἐθνῶν ἦλθον; Φησί· μὴ γὰρ ἄπειρος ἤμην τῆς νομικῆς πολιτείας, καὶ τῆς τιμωρίας τῆς κειμένης τοῖς παραβαίνουσι τὸν νόμον; «Ἑβραῖος ἐξ Ἑβραίων, κατὰ νόμον Φαρισαῖος, κατὰ ζῆλον διώκων τὴν ἐκκλησίαν. Ἀλλὰ καὶ ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν»· τουτέστιν, Ἀπέστην αὐτῶν καθάπαξ. Γίνεσθαι οὖν ὡς κἀγώ· καὶ γὰρ κἀγὼ ὡς ὑμεῖς ἤμην.

Καὶ τὶ λέγω πὲρ ἐμαυτοῦ; Τριακόσιοι πατέρες, ἢ καὶ πλείους, εἰς τὴν Βιθυνῶν χώραν συνελθόντες ταῦτα ἐνομοθέτησαν· καὶ πάντας ἀτιμάζεις ἐκείνους; Δυοῖν γὰρ θάτερον, ἢ ἄνοιαν αὐτῶν ὡς οὐκ ἀκριβῶς εἰδότων καταγινώσκεις, ἢ δειλίαν, ὡς εἰδότων μέν, ὑποκριναμένων δὲ καὶ προδόντων τὴν ἀλήθειαν. Ὅταν γὰρ μὴ μένῃς ἐφ’ οἷς ἐνομοθέτησαν ἐκεῖνοι, ταῦτα ἕπεται πάντως. Ὅτι δὲ καὶ σοφίαν πολλὴν καὶ ἀνδρείαν ἐπεδείξαντο τότε, τὰ γεγενημένα ἅπαντα δηλοῖ. Τὴν μὲν γὰρ σοφίαν αὐτῶν δείκνυσι ἡ τότε ἐκτεθεῖσα πίστις, καὶ τὰ τῶν αἱρετικῶν ἐμφράξασα στόματα, καὶ καθάπερ τεῖχος ἀῤῥαγὲς τὰς ἐπιβουλὰς αὐτῶν ἀποκρουσαμένη πάσας· τὴν δὲ ἀνδρείαν ὁ προσφάτως παυσάμενον διωγμός, καὶ ὁ τῶν ἐκκλησιῶν πόλεμος.

Καθάπερ γὰρ ἀριστεῖς τινες μυρία στήσαντες τρόπαια, καὶ πολλὰ δεξάμενοι τραύματα, οὕτω πανταχόθεν ἐπανήεσαν τότε τῶν ἐκκλησιῶν οἱ προστάται τὰ στίγματα τοῦ Χριστοῦ βαστάζοντες, καὶ πολλὰς ἔχοντες ἀριθμεῖν τιμωρίας, ἃς διὰ τὴν ὁμολογίαν ὑπέμειναν. Οἱ μὲν γὰρ εἶχον εἰπεῖν μέταλλα καὶ τὴν ἐν αὐτοῖς ταλαιπωρίαν, οἱ δὲ δημεύσεις τῶν ὄντων ἁπάντων, οἱ δὲ λιμούς, οἱ δὲ πληγὰς συνεχεῖς· καὶ οἱ μὲν τὰς πλευρὰς κατεξεσμένας, οἱ δὲ τὰ νῶτα συντριβέντα, οἱ δὲ τοὺς ὀφθαλμοὺς ἐξορυγέντας, οἱ δὲ ἄλλο τι τοῦ σώματος μέρος ἀφῃρημένους ἑαυτοὺς διὰ τὸν Χριστὸν ἐπιδείκνυσθαι εἶχον. Καὶ ἀπὸ τῶν ἀθλητῶν τούτων ἡ σύνοδος ἅπασα συγκεκρότητο τότε, καὶ μετὰ τῆς πίστεως καὶ τοῦτο ἐνομοθέτησαν, ὥστε κοινῇ καὶ συμφώνως τὴν ἑορτὴν ταύτην ἐπιτελεῖν. Οἱ τοίνυν τὴν πίστιν μὴ προδόντες ἐν οὕτω χαλεπωτάτοις καιροῖς, οὗτοι δι’ ἡμερῶν παρατήρησιν καθυποκρίνεσθαι ἔμελλον; Ὅρα τὶ ποιεῖς τοσούτους κατακρίνων πατέρας, οὕτως ἀνδρείους καὶ σοφούς. Εἰ γὰρ τελώνην κατακρίνας ὁ Φαρισαῖος, πάντα ἀπώλεσεν ἅπερ εἶχεν ἀγαθά, τίνα ἕξεις συγγνώμην, ποίαν δὲ ἀπολογίαν τοσούτων κατεξανιστάμενος διδασκάλων τῶν τῷ Θεῷ φίλων, καὶ ταῦτα ἀδίκως καὶ μετὰ πολλῆς τῆς ἀλογίας; Οὐκ ἤκουσας αὐτοῦ τοῦ Χριστοῦ λέγοντος ὅτι, «Ὅπου δύο ἢ τρεῖς εἰσι συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν»; Εἰ δὲ ὅπου δύο ἢ τρεῖς, μέσον ἐστὶν ὁ Χριστός, ὅπου τριακόσιοι καὶ πολλῷ πλείους παρῆσαν, πολλῷ μᾶλλον παρῆν, καὶ πάντα ἐτύπου ἐνομοθέτει. Σὺ δὲ οὐ μόνον ἐκείνων καταγινώσκεις, ἀλλὰ καὶ τῆς οἰκουμένης ἁπάσης, ἢ καὶ τὴν ἐκείνων γνώμην ἐπῄνεσεν. Ἢ καὶ τῶν ἁπανταχοῦ τῆς γῆς πατέρων σοφωτέρους Ἰουδαίους εἶναι νομίζεις, καὶ ταῦτα τῆς πατρῴας ἐκπεσόντας πολιτείας, καὶ ἑορτὴν οὐδεμίαν τελοῦντας; Ὅτι γὰρ οὐκ ἔστιν ἄζυμα παρ’ αὐτοῖς, οὐδὲ πάσχα (καὶ γὰρ καὶ τοῦτο ἀκούω λεγόντων πολλῶν, ὅτι μετὰ τοῦ ἀζύμου τὸ πάσχα ἐστίν), ἀλλ’ ὅτι οὐκ ἔστι παρ’ αὐτοῖς ἄζυμα, ἄκουσον τοῦ νομοθέτου λέγοντος, «Οὐ δυνήσεσθε ποιῆσαι τὸ Πάσχα ἐν οὐδεμιᾷ τῶν πόλεών σου, ὧν Κύριος ὁ Θεὸς σου διδῶσί σοι, ἀλλ’ ἢ εἰς τὸν τόπον ὃν ἐὰν ἐπικληθῇ τὸ ὄνομα αὐτοῦ»· περὶ τῆς Ἱερουσαλὴμ λέγων. Ὁρᾷς πῶς εἰς μίαν πόλιν συγκλείσας τὴν ἑορτήν, ὕστερον καὶ τὴν πόλιν καθεῖλεν αὐτήν, ἵνα καὶ ἀκούοντας αὐτοὺς ἀπαγάγῃ τῆς πολιτείας ἐκείνης; Ὅτι γὰρ προεῖδε τὸ ἑπόμενον ὁ Θεός, παντὶ που δῆλόν ἐστι. Τίνος οὖν ἕνεκεν ἐκεῖ συνήλασεν αὐτοὺς ἀπὸ τῆς οἰκουμένης ἁπάσης, προειδὼς ὅτι ἀπολεῖται ἡ πόλις; Οὐκ εὔδηλον, ὅτι καταλυθῆναι βουλόμενος τὴν ἑορτήν; Ὁ Θεὸς αὐτὴν κατέλυσε, καὶ Ἰουδαίοις ἀκολουθεῖς, περὶ ὧν φησιν ὁ προφήτης. «Καὶ τὶς τυφλός, ἀλλ’ ἢ οἱ παῖδές μου, καὶ κωφός, ἀλλ’ ἢ οἱ κυριεύοντες αὐτῶν»; Περὶ τίνα τὰρ οὐκ ἐγένοντο ἀγνώμονες ἐκεῖνοι καὶ ἀναίσθητοι· περὶ τοὺς ἀποστόλους, περὶ τοὺς προφήτας, περὶ τοὺς αὐτῶν διδασκάλους; Καὶ τὶ χρὴ λέγειν διδασκάλους καὶ προφήτας, ὄπουγε καὶ αὐτοὺς τοὺς υἱοὺς αὐτῶν κατέσφαξαν; Ἔθυσαν γὰρ τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις. Τὴν φύσιν ἠγνόησαν, καὶ ἡμέρας ἤμελλον παρατηρεῖν; Εἰπὲ μοι· τὴν συγγένειαν καταπάτησαν τῶν τέκνων ἐπελάθοντο, αὐτοῦ τοῦ πεποιηκότος αὐτοὺς Θεοῦ ἐπελάθοντο· «Θεὸν γάρ, φησί, τὸν γεννήσαντά σε ἐγκατέλιπες, καὶ ἐπελάθου Θεοῦ τοῦ τρέφοντός σε»· τὸν Θεὸν ἐγκατέλιπον, καὶ ἑορτὰς φυλάττειν ἤμελλον; Καὶ τὶς ἂν τοῦτο εἴποι; Ἐπεὶ καὶ ὁ Χριστὸς διὰ τοῦτο μετ’ αὐτῶν τὸ πάσχα ἐποίησεν, οὐχ ἵνα ποιῶμεν ἡμεῖς μετ’ ἐκείνων, ἀλλ’ ἵνα τῇ σκιᾷ τὴν ἀλήθειαν ἐπαγάγῃ. Καὶ γὰρ καὶ περιτομὴν ὑπέμεινε, καὶ σάββατα ἐτήρησε, καὶ ἑορτὰς ἐπετέλεσε, καὶ ἄζυμα ἔφαγε, καὶ ἐν Ἰεροσολύμοις ταῦτα ἔπραξεν ἅπαντα. Ἀλλ’ οὐδενὶ τούτων ἡμεῖς ὑποκείμεθα, ἀλλὰ βοᾷ Παῦλος λέγων· «Ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει». Καὶ περὶ τῶν ἀζύμων πάλιν· «Ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ’ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας». Ἡμῶν γὰρ τὰ ἄζυμα οὐκ ἄλευρον πεφυραμένον, ἀλλ’ εἰλικρινὴς πολιτεία, καὶ βίος ἐνάρετος.

δ’. Τίνος οὖν ἕνεκεν ἐποίησεν ὁ Χριστὸς τότε; Ἐπειδὴ τὸ παλαιὸν πάσχα τύπος ἦν τοῦ μέλλοντος ἔσεσθαι, ἔδει δὲ τὴν ἀλήθειαν ἐπιτεθῆναι τῷ τύπῳ, πρότερον δείξας τὴν σκιάν, τότε ἐπήγαγε τὴν ἀλήθειαν ἐπὶ τῆς τραπέζης· τῆς ἀληθείας δὲ ἐπενεχθείσης, ἡ σκιὰ λοιπὸν ἀποκρύπτεται, καὶ οὐδὲ καιρὸν ἔχει. Μὴ τοίνυν τοῦτο προβάλλου, ἀλλ’ ἐκεῖνό μοι δεῖξον, ὅτι οὕτως ἐκέλευσε ποιεῖν ὁ Χριστός. Ἐγὼ γὰρ τοὐναντίον δείκνυμι, ὅτι οὐ μόνον οὐκ ἐκέλευσε παρατηρεῖν ἡμέρας, ἀλλὰ καὶ ἀπέλυσεν ἡμᾶς τῆς ἀνάγκης ταύτης. Ἄκουσον γοῦν τὶ φησιν ὁ Παῦλος· ὅταν δὲ τὸν Παῦλον εἴπω, τὸν Χριστὸν λέγω· ἐκεῖνος γὰρ ἐστιν ὁ τὴν Παύλου κινῶν ψυχήν. Τὶ οὖν οὗτός φησιν; «Ἡμέρας παρατηρεῖσθε καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτούς. Φοβοῦμαι ὑμᾶς, μήπως εἰκῆ κεκοπίακα εἰς ὑμᾶς». Καὶ πάλιν, «Ὁσάκις ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον, καὶ τὸ ποτήριον τοῦτο πίνητε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε». Ὁσάκις δὲ εἰπών, κύριον ἐποίησε τὸν προσιόντα, πάσης ἡμερῶν παρατηρήσεως ἀπαλλάξας αὐτόν. Οὐ γὰρ ταὐτὸν πάσχα καὶ τεσσαρακοστή, ἀλλ’ ἕτερον πάσχα, καὶ ἕτερον τεσσαρακοστή. Τεσσαρακοστὴ μὲν γὰρ ἅπαξ τοῦ ἐνιαυτοῦ γίνεται, πάσχα δὲ τρίτον τῆς ἑβδομάδος· ἔστι δ’ ὅτε καὶ τέταρτον, μᾶλλον δὲ ὁσάκις ἂν βουλώμεθα· πάσχα γὰρ οὐ νηστεία ἐστίν, ἀλλ’ ἡ προσφορὰ καὶ ἡ θυσία ἡ καθ’ ἑκάστην γινομένη σύναξιν. Καὶ ὅτι τοῦτό ἐστιν, ἄκουσον τοῦ Παύλου λέγοντος, «Τὸ πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός»· καί, «Ὁσάκις ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον, καὶ τὸ ποτήριον πίνητε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε». Ὥστε ὁσάκις ἂν προσίῃς μετὰ καθαροῦ συνειδότος, πάσχα ἐπιτελεῖς, οὐχ ὅταν νηστεύῃς, ἀλλ’ ὅταν τῆς θυσίας ἐκείνης μετέχῃς. «Ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον, καὶ τὸ ποτήριον τοῦτο πίνητε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε». Πάσχα δὲ ἐστι, τὸ τὸν θάνατον καταγγέλλειν. Καὶ γὰρ ἡ σήμερον γινομένη προσφορά, καὶ ἡ χθὲς ἐπιτελεσθεῖσα, καὶ ἡ καθ’ ἑκάστην ἡμέραν ὅμοια ἐστὶ καὶ ἡ αὐτῇ τῇ γινομένῃ κατὰ τὴν ἡμέραν ἐκείνην τὴν τοῦ Σαββάτου, καὶ οὐδὲν ἐκείνη ταύτης σεμνοτέρα, οὐδὲ αὕτη ἐκείνης εὐτελεστέρα, ἀλλὰ μία καὶ ἡ αὐτή, ὁμοίως φρικτὴ καὶ σωτήριος.

Τινὸς οὖν ἕνεκεν νηστεύομεν, φησί, τὰς τεσσαράκοντα ταύτας ἡμέρας; Πολλοὶ τὸ πάλιον τοῖς μυστηρίοις προσήεσαν ἁπλῶς καὶ ὡς ἔτυχε, καὶ μάλιστα κατὰ τὸν καιρὸν τοῦτον, καθ’ ὃν ὁ Χριστὸς αὐτὰ παρέδωκε. Συνειδότες οὖν οἱ πατέρες τὴν βλάβην τὴν γινομένην ἐκ τῆς ἠμελημένης προσόδου, συνελθόντες ἐτύπωσαν ἡμέρας τεσσαράκοντα νηστείας, εὐχῶν, ἀκροάσεως, συνόδων, ἳν’ ἐν ταῖς ἡμέραις ταύταις καθαρθέντες μετ’ ἀκριβείας ἅπαντες καὶ δι’ εὐχῶν, καὶ δι’ ἐλεημοσύνης, καὶ διὰ νηστείας, καὶ διὰ παννυχίδων, καὶ διὰ δακρύων, καὶ δι’ ἐξομολογήσεως, καὶ διὰ τῶν ἄλλων ἁπάντων, οὕτω κατὰ δύναμιν τὴν ἡμετέραν μετὰ καθαροῦ συνειδότος προσίωμεν. Καὶ ὅτι μέγα κατώρθωσαν, διὰ τῆς συγκαταβάσεως ταύτης εἰς συνήθειαν ἡμᾶς νηστείας καταστήσαντες, δῆλον ἐκεῖθεν. Ἡμεῖς μὲν γὰρ ἂν διὰ παντὸς τοῦ ἐνιαυτοῦ μένωμεν βοῶντες καὶ κηρύττοντες νηστείαν, οὐδεὶς προσέχει τοῖς λεγομένοις· ἂν δὲ ἐπιστῇ μόνον ὁ τῆς τεσσαρακοστῆς καιρός, καὶ μηδενὸς παραινοῦντος μηδὲ συμβουλεύοντος, καὶ ὁ σφόδρα νωθρότατος διανίσταται, τὴν παρὰ τοῦ καιροῦ λαμβάνων συμβουλὴν καὶ παραίνεσιν. Ἂν οὖν ἔρηταί σε Ἰουδαῖος καὶ Ἑλλήν, τίνος ἕνεκεν νηστεύεις, μὴ εἴπῃς, ὅτι διὰ τὸ πάσχα, μηδὲ ὅτι διὰ τὸν σταυρόν, ἐπεὶ πολλὴν αὐτῷ δίδως τὴν λαβήν· οὐ γὰρ διὰ τὸ πάσχα νηστεύομεν, οὐδὲ διὰ τὸν σταυρόν, ἀλλὰ διὰ τὰ ἁμαρτήματα τὰ ἡμέτερα, ἐπειδὴ μέλλομεν μυστηρίοις προσιέναι· ἐπεὶ τὸ γε πάσχα οὐ νηστείας ἐστὶν οὐδὲ πένθους, ἀλλὰ εὐφροσύνης καὶ χαρᾶς ὑπόθεσις. Ὁ γὰρ σταυρὸς ἀνεῖλε τὴν ἁμαρτίαν, καθάρσιον τῆς οἰκουμένης ἐγένετο, καταλλαγὴ χρονίας ἔχθρας, ἀνέῳξε τοῦ οὐρανοῦ τὰς πύλας, τοὺς μισουμένους φίλους ἐποίησεν, εἰς τὸν οὐρανὸν ἐπανήγαγε, ἐν δεξιᾷ τοῦ θρόνου ἐκάθισε τὴν ἡμετέραν φύσιν, μυρία ἕτερα παρέσχεν ἡμῖν ἀγαθά. Οὐ τοίνυν πενθεῖν οὐδὲ κατεστάλθαι χρή, ἀγάλλεσθαι δὲ καὶ χαίρειν ὑπὲρ τοῦτον ἁπάντων. Διὰ τοῦτο καὶ Παῦλός φησιν, «Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ». Καὶ πάλιν, «Συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς ὁ Θεός, ὅτι ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε». Καὶ ὁ Ἰωάννης οὕτω πὼς φησιν· «Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον». Πῶς; Εἰπέ. Καὶ πάντα παραδραμὼν τἄλλα, τὸν σταυρὸν τέθεικεν. Εἰπὼν γάρ, «Οὕτως ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον», ἐπήγαγε, «Ὅτι τὸν μονογενῆ αὐτοῦ Υἱὸν ἔδωκεν, ἵνα σταυρωθῇ, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον». Εἰ τοίνυν ἀγάπης ὑπόθεσις καὶ καύχημα ὁ σταυρός, μὴ λέγωμεν ὅτι δι’ αὐτὸν πενθοῦμεν· οὐ γὰρ πενθοῦμεν δι’ ἐκεῖνον, μὴ γένοιτο! Ἀλλὰ διὰ τὰ οἰκεῖα ἁμαρτήματα. Διὰ τοῦτο νηστεύομεν.

ε’. Ὁ γοῦν κατηχούμενος οὐδέποτε πάσχα ἐπιτελεῖ, καίτοι νηστεύων κατ’ ἐνιαυτόν, ἐπειδὴ προσφορὰς οὐ κοινωνεῖ, ὥσπερ οὖν καὶ ὁ μὴ νηστεύων, ἂν μετὰ καθαροῦ προσέλθῃ συνειδότος, πάσχα ἐπιτελεῖ, κἂν σήμερον, κἂν αὔριον, κἂν ὀποτεοῦν μετάσχῃ τῆς κοινωνίας. Οὐ γὰρ ἐν παρατηρήσει καιρῶν, ἀλλ’ ἐν συνειδότι καθαρῷ ἡ ἀρίστη κρίνεται πρόσοδος. Ἡμεῖς δὲ τοὐναντίον ποιοῦμεν. Τὴν μὲν διάνοιαν οὐ καθαίρομεν, εἰ δὴ τῇ ἡμέρᾳ προσέλθοιμεν ἐκείνη, νομίζομεν πάσχα ἐπιτελεῖν, κἂν μυρίων γεμῶμεν ἁμαρτημάτων. Ἀλλ’ οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν, ἀλλὰ κἂν ἐν αὐτῷ τῷ Σαββάτῳ προσέλθῃς μετὰ πονηροῦ συνειδότος, ἐξέπεσες τῆς κοινωνίας, ἀπῆλθες οὐκ ἐπιτελέσας τὸ πάσχα· ὥσπερ οὖν κἂν σήμερον κοινωνῇς, τὰ ἁμαρτήματα ἀπονιψάμενος, τὸ πάσχα ἐπετέλεσας ἀκριβῶς. Ἐχρῆν τοίνυν τὴν ἀκρίβειαν ταύτην ὑμᾶς καὶ τὴν εὐτονίαν μὴ ἐν τῇ τῶν καιρῶν παρατηρήσει, ἀλλ’ ἐν τῇ προσόδῳ φυλάττειν. Καὶ καθάπερ αἱρεῖσθε, νῦν πάντα ὑπομεῖναι, ἢ μεταθεῖναι τὴν συνήθειαν, οὕτως ἔδει τούτου μὲν καταφρονεῖν, πάντα δὲ αἱρεῖσθαι πάσχειν καὶ ποιεῖν, ὥστε μὴ μεθ’ ἁμαρτημάτων προσιέναι. Ὅτι γὰρ οὐδεὶς λόγος καιρῶν τῷ Θεῷ καὶ παρατηρήσεως τοιαύτης, ἄκουσον αὐτοῦ δικάζοντος· «Πεινῶντά με εἴδετε, φησί, καὶ ἐθρέψατε, διψῶντα, καὶ ἐποτίσατε, γυμνὸν καὶ περιεβάλετε», καὶ τοῖς ἐξ εὐωνύμων τὰ ἐναντίαν τούτοις ἐγκαλεῖ. Καὶ πάλιν ἄλλον ἐπεισαγαγὼν ἐπὶ μνησικακίᾳ κολάζει· «Πονηρὲ γάρ, φησί, δοῦλε, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι· οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς καὶ ἐγὼ σε ἠλέησα»; Πάλιν τὰς παρθένους, ἐπειδὴ ἔλαιον οὐκ εἶχον ἐν ταῖς λαμπάσι, τοῦ νυμφῶνος ἀπέκλεισεν· ἕτερον, ἐπειδὴ ἔνδυμα γάμου οὐκ ἔχων εἰσῆλθεν, ἀλλὰ ῥυπαρὰ ἠμφίεστο ἱμάτια, πορνείαν καὶ ἀκαθαρσίαν περιβεβλημένος· ὅτι δὲ τῷ δεῖνι μηνὶ καὶ τῷ δεῖνι ἐποίησε τὸ πάσχα, οὐδεὶς ἐκολάσθη ποτὲ οὐδὲ ἐνεκλήθη. Καὶ τὶ λέγω περὶ ἡμῶν τῶν ἀπηλλαγμένων πάσης τοιαύτης ἀνάγκης, καὶ ἄνω πολιτευομένων ἐν τοῖς οὐρανοῖς, ἔνθα μῆνες, καὶ ἥλιος, καὶ σελήνη, καὶ ἐνιαυτῶν περίοδος οὐκ ἔστιν; Οὐδὲ γὰρ ἐπ’ αὐτῶν τῶν Ἰουδαίων, ἂν ἀκριβῶς ἐπιστῆσαι ἐθελήσῃ τις, οὐ πολὺν ὄψεται τοῦ χρόνου γινόμενον λόγον, ἀλλὰ τὸν τῶν Ἱεροσολύμων αὐτοῦ τόπον προτιμώμενον. Ἐπειδὴ γὰρ προσελθόντες ἄνθρωποι τῷ Μωϋσῆ ἔλεγον, «Ἀκάθαρτοί ἐσμεν ἐπὶ ψυχῇ· πῶς ἵνα μὴ ὑστερήσωμεν ἀπὸ τῶν δώρων τοῦ Κυρίου; Στῆτε αὐτοῦ, φησί, καὶ ἀνοίσωμεν ἐπὶ τὸν Θεόν». Εἶτα ἐπειδὴ ἀνήνεγκε, κατήνεγκε νόμον λέγοντα, ὅτι «Ἂν τις ἀκάθαρτος ἐπὶ ψυχῇ ᾗ, ἢ ἐν ὁδῷ μακρά, καὶ μὴ δύνηται ποιῆσαι ἐν τῷ πρώτῳ μηνὶ τὸ πάσχα, ποιήσει ἐν τῷ δευτέρῳ». Εἶτα ἐπὶ μὲν τῶν Ἰουδαίων ἡ τοῦ χρόνου λύεται παρατήρησις, ἵνα εἰς τὰ Ἱεροσόλυμα τὸ πάσχα γένηται· σὺ δὲ οὐ προτιμᾶς τοῦ χρόνου τῆς ἐκκλησίας τὴν συμφωνίαν, ἀλλ’ ἵνα δόξης ἡμέρας παρατηρεῖν, εἰς τὴν κοινὴν ἁπάντων ἡμῶν ἐμπαροινεῖς μητέρα, καὶ τὴν ἁγίαν διατέμνεις σύνοδον; Καὶ πῶς ἂν ἄξιος εἴης συγγνώμης, ὑπὲρ τοῦ μηδενὸς τοσαῦτα ἁμαρτάνειν αἱρούμενος;

Καὶ τὶ χρὴ λέγειν περὶ Ἰουδαίων; Ὅτι γὰρ οὐδὲ σφόδρα βουλομένοις ἡμῖν καὶ σπουδάζουσι δυνατὸν πάντως τηρῆσαι τὴν ἡμέραν ἐκείνην, καθ’ ἢν ἐσταυρώθη, δῆλον ἐκεῖθεν. Εἰ γὰρ καὶ μὴ παρέβαινον Ἰουδαῖοι, μηδὲ ἀγνώμονες ἦσαν, μηδὲ ἀναίσθηται, μηδὲ ῥᾴθυμοι καὶ καταφρονηταί, μηδὲ ἐκπεπτώκεσαν τῆς πατρῴας πολιτείας, ἀλλ’ ἀκριβῶς αὐτὴν ἐτήρουν νῦν, οὐδὲ οὕτω δυνατὸν ἦν ἡμῖν ἀκολουθοῦσιν αὐτοῖς ἐπιλαβέσθαι τῆς ἡμέρας αὐτῆς, καθ’ ἢν ἐσταυρώθη, καὶ τὸ πάσχα ἐπετέλεσε. Καὶ πῶς, ἐγὼ λέγω. Ἡνίκα ἐσταυροῦτο, τότε ἡ πρώτη τῶν ἀζύμων ἦν, καὶ παρασκευή· ἀμφότερα δὲ ταῦτα οὐ δυνατὸν ἀεὶ συμπεσεῖν. Ἰδοὺ γοῦν κατὰ τὸν παρόντα ἐνιαυτὸν ἡ πρώτη τῶν ἀζύμων εἰς κυριακὴν ἡμέραν ἐμπίπτει, καὶ ἀνάγκη πᾶσαν νηστεῦσαι τὴν ἑβδομάδα, καὶ τοῦ πάθους παρελθόντος, καὶ τοῦ σταυροῦ γενομένου καὶ τῆς ἀναστάσεως, ἡμεῖς μένομεν νηστεύοντες. Καὶ πολλάκις τοῦτο συνέβη, μετὰ τὸν σταυρόν, μετὰ τὴν ἀνάστασιν, μηδέπω τῆς ἑβδομάδος ἀπαρτισθείσης, τὴν νηστείαν ἐπιτελεῖσθαι· οὕτως οὐδεμία καιροῦ παρατήρησίς ἐστι.

Μὴ τοίνυν φιλονεικῶμεν, μηδὲ ἐκεῖνο λέγωμεν. Τοσοῦτον ἐνήστευσα χρόνον, καὶ νῦν μεταθήσομαι; Δι’ αὐτὸ μὲν οὖν τοῦτο μετάθου· ἐπειδὴ τοσοῦτον ἀπεσχίσθης χρόνον τῆς ἐκκλησίας, ἐπάνελθε λοιπὸν πρὸς τὴν μητέρα. Οὐδεὶς λέγει, Ἐπειδὴ τοσοῦτον χρόνον ἐν ἔχθρα διέμεινα, αἰσχύνομαι καταλλαγῆναι νῦν. Αἰσχύνη γὰρ ἐστιν, οὐ τὸ μεταβάλλεσθαι πρὸς τὸ βέλτιον, ἀλλὰ τὸ μένειν ἐπὶ τῆς ἀκαίρου φιλονεικίας. Τοῦτο καὶ Ἰουδαίους ἀπώλεσεν, οἳ τὴν παλαιὰν ἐπιζητοῦντες ἀεὶ συνήθειαν, πρὸς ἀσέβειαν ἀπεσύροντο.

Καὶ τὶ λέγω περὶ νηστείας καὶ ἡμερῶν παρατηρήσεως, ὁ Παῦλος τὸν νόμον διετέλει φυλάττων, καὶ πολὺν ὑπέμεινεν ἱδρῶτα, καὶ πολλὰς μὲν ὁδοιπορίας, πολλὰς δὲ ἠνέσχετο ταλαιπωρίας ἑτέρας, καὶ πάντων ἐκράτει τῶν ὁμηλίκων κατὰ τὴν τῆς πολιτείας ἐκείνης ἀκρίβειαν· ἀλλ’ ὅμως μετὰ τὸ πρὸς τὸ ἄκρον ἐλάσαι τῆς πολιτείας ἐκείνης, ἐπειδὴ συνεῖδεν ὅτι ἐπ’ ὀλέθρῳ καὶ βλάβῃ πάντα ἔπραττεν, εὐθέως μετέθετο. Καὶ οὐκ εἶπε πρὸς ἑαυτόν, Τὶ τοῦτο; Τοσαύτην ζημιοῦμαι σπουδήν; Τοσοῦτον ἀπολῶ πόνον; Ἀλλὰ δι’ αὐτὸ μὲν οὖν τοῦτο ταχύτερον μετετέθη, ἵνα μὴ μένῃ πάλιν ἐπὶ τῆς αὐτῆς ζημίας, καὶ τῆς ἐν τῷ νόμῳ δικαιοσύνης κατεφρόνησεν, ἵνα τὴν ἐκ πίστεως λάβῃ· καὶ βοᾷ λέγων, «Ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν. Ἐὰν προσφέρῃς τὸ δῶρόν σου, φησίν, ἐπὶ τὸ θυσιαστήριον, κἀκεῖ μνησθῇς, ὅτι ὁ ἀδελφὸς σου ἔχει τι κατὰ σοῦ, ὕπαγε, πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σοῦ, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου». Τὶ λέγεις; Ἂν μὲν ὁ ἀδελφὸς σου ἔχῃ τὶ κατὰ σοῦ, οὐ συγχωρεῖ σοι προσενεγκεῖν τὴν θυσίαν, ἕως ἂν αὐτῷ καταλλαγῆς· ἐκκλησίας δὲ ὁλοκλήρου, καὶ τοσούτων πατέρων ἐχόντων κατὰ σοῦ, τολμᾶς καὶ ὑπομενεῖς, μὴ καταλύσας τὴν ἔχθραν τὴν ἄκαιρον ταύτην, τοῖς θείοις προσελθεῖν μυστηρίοις; Καὶ πῶς ἂν δύναιο πάσχα ἐπιτελεῖν οὕτω διακείμενος; Ταῦτα οὐχὶ πρὸς ἐκείνους λέγω μόνους, ἀλλὰ καὶ πρὸς ὑμᾶς τοὺς ὑγιαίνοντας, ἵνα ὅσους ἂν ἴδητε τοιούτους ὄντας, μετὰ ἀκριβείας πολλῆς καὶ προσηνείας ἐκλέγοντες συναγάγητε, καὶ πρὸς τὴν μητέρα ἐπαναγάγητε. Κἂν ἀντιτείνωσι, κἂν σκιρτῶσι, κἂν ὁτιοῦν ἕτερον πράττωσι, μὴ ἀποκάμωμεν, ἕως ἂν αὐτοὺς πείσωμεν· οὐδὲν γὰρ εἰρήνης ἴσον καὶ συμφωνίας. Διὰ τοῦτο καὶ εἰσιὼν ὁ πατήρ, οὐ πρότερον ἐπὶ τὸν θρόνον ἀναβαίνει τοῦτον, ἕως ἂν ἅπασιν ὑμῖν εἰρήνην ἐπεύξηται, καὶ ἀναστὰς οὐ πρότερον ἄρχεται τῆς πρὸς ὑμᾶς διδασκαλίας, ἕως ἂν ἅπασι δῷ τὴν εἰρήνην. Καὶ μέλλοντες εὐλογεῖν οἱ ἱερεῖς, πρότερον τοῦτο ὑμῖν ἐπευξάμενοι, οὕτω τῆς εὐλογίας ἄρχονται.

Καὶ ὁ διάκονος δὲ κελεύων εὔχεσθαι μετὰ τῶν ἄλλων καὶ τοῦτο ἐπιτάττει κατὰ τὴν εὐχήν, αἰτεῖν τὸν ἄγγελον τῆς εἰρήνης, καὶ τὰ προκείμενα πάντα εἰρηνικά, καὶ τῆς συνόδου ταύτης ἀπολύων ὑμᾶς τοῦτο ὑμῖν ἐπεύχεται λέγων, «Πορεύεσθε ἐν εἰρήνη»· καὶ οὐδὲν ὅλως ἔνι οὔτε εἰπεῖν, οὔτε πρᾶξαι ταύτης χωρίς. Αὕτη γὰρ ἐστιν ἡ τροφὸς ἡμῶν ἡ μήτηρ, θάλπουσα μετὰ πολλῆς τῆς ἀκριβείας ἡμᾶς. Εἰρήνην δὲ λέγω, οὐ τὴν ἀπὸ προσρήσεως ψιλῆς, οὐδὲ τὴν ἀπὸ τῆς κοινωνίας τῶν τραπεζῶν, ἀλλὰ τὴν κατὰ Θεὸν εἰρήνην, τὴν ἐκ τῆς συμφωνίας τῆς πνευματικῆς, ἢν πολλοὶ διασπῶσι νῦν, ὑπὲρ ἀκαίρου φιλονεικίας τὰ ἡμέτερα καθαιροῦντες, καὶ τὰ Ἰουδαίων αὔξοντες, ἐκείνους ἀξιοπιστοτέρους διδασκάλους τῶν οἰκείων πατέρων ἡγούμενοι, καὶ τοῖς χριστοκτόνοις περὶ τοῦ πάθους πιστεύοντες· οὗ τὶ γένοιτ’ ἂν ἀλογώτερον; Οὐκ οἶδας ὅτι ἐκεῖνο τύπος, τοῦτο δὲ ἀλήθεια; Ὅρα γὰρ ποσὸν τὸ διάφορον. Ἐκεῖνο θάνατον ἐκώλυε σωματικόν, τοῦτο ὀργὴν ἔλυσε τῆς κατὰ τῆς οἰκουμένης φερομένης ἁπάσης· ἐκεῖνο Αἰγύπτου τότε ἀπήλλαξε, τοῦτο εἰδωλολατρείας ἠλευθέρωσεν· ἐκεῖνο τὸν Φαραώ, τοῦτο τὸν διάβολον ἀπέπνιξε· μετ’ ἐκεῖνο Παλαιστίνη, μετὰ τοῦτο οὐρανός.

Τὶ τοίνυν τῷ λύχνῳ προσεδρεύεις, τοῦ ἡλίου φανέντος; Τὶ δὲ τῷ γάλακτι τρέφεσθαι βούλει, στερεᾶς σοι διδομένης τροφῆς; Διὰ τοῦτο ἐτράφης γάλακτι, ἵνα μὴ μένῃς ἐν τῷ γάλακτι· διὰ τοῦτό σοι ὁ λύχνος ἐφάνη, ἵνα πρὸς τὴν ἥλιον χειραγωγηθῇς. Μὴ τοίνυν, τῶν τελειοτέρων παραγενομένων πραγμάτων, πρὸς τὰ πρότερα ἐπανατρέχωμεν, μηδὲ ἡμέρας καὶ καιροὺς καὶ ἐνιαυτοὺς παρατηρῶμεν, ἀλλὰ πανταχοῦ τῇ ἐκκλησίᾳ μὲτ’ ἀκριβείας ἑπώμεθα, τὴν ἀγάπην καὶ τὴν εἰρήνη προτιμῶντες ἁπάντων. Εἰ γὰρ καὶ ἐσφάλλετο ἡ ἐκκλησία, οὐ τοσοῦτον κατόρθωμα ἀπὸ τῆς τῶν χρόνων ἀκριβείας ἦν, ὅσον ἔγκλημα ἀπὸ τῆς διαιρέσεως καὶ τοῦ σχίσματος τούτου· νυνὶ δὲ οὐδεὶς μοι περὶ καιροῦ λόγος, ἐπειδὴ οὐδὲ τῷ Θεῷ, καθάπερ ἀπεδείξαμεν, ἐπεὶ καὶ ὑπὲρ τούτου πολλοὺς ἀνήλωσα λόγους· ἀλλὰ ἓν μόνον ζητῶ, ὅπως ἐν εἰρήνη καὶ ὁμόνοια ἅπαντα ποιῶμεν, ὅπως μή, νηστευόντων ἡμῶν καὶ τοῦ δήμου παντός, καὶ τῶν ἱερέων τὰς κοινὰς ποιουμένων ὑπὲρ τῆς οἰκουμένης ἱκετηρίας, σὺ μένῃς μεθύων ἐπὶ τῆς οἰκίας. Ἐννόησον πῶς διαβολικῆς τοῦτό ἐστιν ἐνεργείας, καὶ ὡς οὐχ ἓν μόνον, οὐδὲ δύο, οὐδὲ τρία ἐστὶ τὰ ἁμαρτήματα, ἀλλὰ πολλῷ πλείω. Ἀποσχίζει σε τῆς ἀγέλης, καὶ καταγινώσκειν σε παρασκευάζει πατέρων τοσούτων, εἰς φιλονεικίαν ἐμβάλλει, πρὸς Ἰουδαίους ὠθεῖ, σκάνδαλόν σε αὖ πάλιν προτίθησι καὶ τοῖς οἰκείοις ἐκείνοις μένουσιν ἐπὶ τῆς οἰκίας, ὅταν σὺ πρὸς ἐκείνους τρέχῃς; Οὐ ταῦτα δὲ μόνον ἐστὶ τὰ ἁμαρτήματα, ἀλλ’ ὅτι καὶ μεγάλη βλάβῃ γένοιτ’ ἄν, ὅταν μήτε Γραφῶν, μήτε συνόδων, μήτε εὐλογίας, μήτε κοινῶν εὐχῶν ἀπολαύῃς ἐν ταῖς νηστείαις ἐκείναις, ἀλλὰ μετὰ πονηροῦ συνειδότος ἅπαντα τοῦτον διάγῃς τὸν χρόνον, δεδοικὼς καὶ τρέμων καὶ ἀλλογενής, δέον μετὰ παῤῥησίας, μεθ’ ἡδονῆς, μετὰ εὐφροσύνης, μετ’ ἐλευθερίας ἁπάσης κοινῇ μετὰ τῆς ἐκκλησίας πάντα ἐπιτελεῖν. Οὐδὲ γὰρ ἡ ἐκκλησία χρόνων ἀκρίβειαν οἶδεν· ἀλλ’ ἐπειδὴ παρὰ τὴν ἀρχὴν πᾶσιν ἔδοξε τοῖς πατράσι διῃρημένοις ὁμοῦ συνελθεῖν, καὶ ταύτην ὁρίσαι τὴν ἡμέραν, τὴν συμφωνίαν πανταχοῦ τιμῶσα καὶ τὴν ὁμόνοια ἀγαπῶσα, κατεδέξατο τὸ ἐπιταχθέν. Ὅτι γὰρ ἀδύνατον ἢ ἡμᾶς, ἢ ὑμᾶς, ἢ ἕτερον ὁντιναοῦν αὐτῆς ἐπιλαβέσθαι τῆς κυριακῆς ἡμέρας, ἱκανῶς ἐν τοῖς ἔμπροσθεν ἀποδέδεικται. Μὴ τοίνυν σκιομαχῶμεν, μηδὲ ὑπὲρ τῶν τυχόντων φιλονεικοῦντες, ἐν τοῖς μεγάλοις ἑαυτοὺς καταβλάπτωμεν. Τὸ μὲν γὰρ τῷδε ἢ τῷδε χρόνῳ νηστεῦσαι οὐκ ἔγκλημα, τὸ δὲ σχίσαι ἐκκλησίαν, καὶ φιλονείκως διατεθῆναι, καὶ διχοστασίας ἐμποιεῖν, καὶ τῆς συνόδου διηνεκῶς ἑαυτὸν ἀποστερεῖν, ἀσύγγνωστον καὶ κατηγορίας ἄξιον, καὶ πολλὴν ἔχει τὴν τιμωρίαν. Ἐνῆν μὲν οὖν καὶ πλείονα τούτων εἰπεῖν, ἀλλὰ τοῖς μὲν προσέχουσι καὶ τὰ εἰρημένα ἀρκεῖ, τοῖς δὲ μὴ προσέχουσιν οὐδὲ εἰ πλείω τούτων λεχθείη, ἔσται τι πλέον. Διόπερ ἐνταῦθα καταλύσαντες τὸν λόγον, κοινῇ πάντες εὐξώμεθα τοὺς ἀδελφοὺς τοὺς ἡμετέρους ἐπανελθεῖν πρὸς ἡμᾶς, καὶ τὴν εἰρήνην ἀσπάσασθαι, καὶ τῆς ἀκαίρου φιλονεικίας ἀποστῆναι, καὶ τῆς ψυχρότητος ταύτης καταγελάσαντας, ὑψηλὴν τινα καὶ μεγάλην λέγειν διάνοιαν, καὶ τῆς τῶν ἡμερῶν ἀπαλλαγῆναι παρατηρήσεως, ἵνα ὁμοθυμαδὸν πάντες ἐν ἑνὶ στόματι δοξάζωμεν τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: Λόγος Τέταρτος — Κατὰ Ἰουδαίων, εἰς τὰς σάλπιγγας τοῦ Πάσχα αὐτῶν. Ἐλέχθη δὲ ἐν Ἀντιοχείᾳ ἐν τῇ Μεγάλῃ Ἐκκλησίᾳ
Προηγούμενο: Λόγος Δεύτερος — Πρὸς τοὺς νηστεύοντας τὴν τῶν Ἰουδαίων νηστείαν, καὶ πρὸς αὐτοὺς τοὺς Ἰουδαίους. Ἐλέχθη δὲ πρὸ πέντε ἡμερῶν τῆς νηστείας αὐτῶν, καὶ ἄλλης ἤδη λεχθείσης
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 48
Ἀρχικὴ Σελίδα: Τέρτιος