Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 48

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Λόγος Πέμπτος — Κατὰ Ἰουδαίων
Προηγούμενο: Λόγος Τρίτος — Εἰς τοὺς τὰ Πρῶτα Πάσχα Νηστεύοντας
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 48

Λόγος Τέταρτος — Κατὰ Ἰουδαίων, εἰς τὰς σάλπιγγας τοῦ Πάσχα αὐτῶν. Ἐλέχθη δὲ ἐν Ἀντιοχείᾳ ἐν τῇ Μεγάλῃ Ἐκκλησίᾳ

α’. Πάλιν οἱ δείλαιοι καὶ πάντων ἀνθρώπων ἀθλιώτεροι νηστεύειν μέλλουσιν Ἰουδαῖοι, καὶ πάλιν ἀσφαλίσασθαι τὴν τοῦ Χριστοῦ ποίμνην ἀναγκαῖον. Ἐπεὶ καὶ ποιμένες, ἕως μὲν ἂν μηδὲν ἐνοχλῇ θηρίον, ὑπὸ δρῦν ἢ πεύκην ἑαυτοὺς ῥίψαντες τῷ καλάμῳ συρίζουσιν, ἀφέντες ἐπ’ ἐξουσίας ἁπάσης τὰ πρόβατα νέμεσθαι· ἐπειδὰν δὲ λύκων καταδρομὴν αἴσθωνται γινομένην, ταχέως τὸν κάλαμον ῥίψαντες, τὴν σφενδόνην μεταχειρίζονται, καὶ τὴν σύριγγα ἀφέντες, ῥοπάλοις καὶ λίθοις ἑαυτοὺς καθοπλίζουσι, καὶ πρὸ τῆς ποίμνην στάντες, καὶ μετὰ καὶ διωλύγιον ὀλολύξαντες, τῆς φωνῇ πολλάκις πρὸ τῆς βολῆς τὸ θηρίον ἀπήλασαν. Οὕτω δὴ καὶ ἡμεῖς ἐν μὲν τάσι ἔμπροσθεν ἡμέραις, ὥσπερ ἐν λειμῶνί τινι, τῇ τῶν Γραφῶν διηγήσει σκιρτῶντες, οὐδενὸς ἡψάμεθα ἀγωνιστικοῦ λόγου· οὐδεὶς γὰρ ἦν ἡμῖν ὁ διενοχλῶν· ἐπειδὴ δὲ σήμερον οἱ λύκων ἁπάντων χαλεπώτεροι Ἰουδαῖοι περιίστασθαι ἡμῶν τὰ πρόβατα μέλλουσιν, ἀνάγκη πυκτεύειν καὶ μάχεσθαι, ὅπως μηδὲν ἡμῖν θηριάλωτον γένηται. Καὶ μὴ θαυμάσητε, εἰ μετὰ δέκα καὶ πλείους ἡμέρας, τῆς νηστείας ἐκείνης ἀπαντᾷν μελλούσης, ἡμεῖς ἐντεῦθεν ἤδη καθοπλιζόμεθα, καὶ περιφράττομεν τὰς ὑμετέρας ψυχάς, ἐπεὶ καὶ τῶν γεωργῶν οἱ φιλόπονοι, ἐπειδὰν ἔχωσι γείτονα χείμαῤῥον παρασύροντα τὰς γεωργίας, οὐκ ἐν τῷ καιρῷ τοῦ χειμῶνος, ἀλλὰ πρὸ τῆς ὥρας ἐκείνης, καὶ ὄχθας περιφράττουσι, καὶ χώματα ἐγείρουσι, καὶ τάφρους ἐλαύνουσι, καὶ παντὶ πρὸς αὐτὸν παρασκευάζονται τρόπῳ. Ἡσυχάζοντι μὲν γὰρ καὶ κατεσταλμένῳ ῥᾴδιον ἐπιθέσθαι, αὐξομένῳ δὲ καὶ μετὰ πολλῆς φερομένῳ τῆς τῶν ὑδάτων ῥύμης, οὐκὲθ’ ὁμοίως εὔκολον ἀπαντᾷν. Διὰ τοῦτο φθάνουσιν αὐτοῦ τὰς ἐπιβολὰς πρὸ πολλοῦ τοῦ χρόνου, πᾶσαν πανταχόθεν ἐπινοοῦντες ἀσφάλειαν. Οὕτω καὶ στρατιῶται καὶ ναῦται καὶ γεωργοὶ καὶ θερισταὶ ποιεῖ εἰώθασι. Καὶ γὰρ ἐκεῖνοι πρὸ τοῦ καιροῦ τῆς μάχης καὶ θώρακα ἀποσμήχουσι, καὶ ἀσπίδα περισκοποῦσι, καὶ χαλινοὺς παρασκευάζουσι, καὶ ἵππους τρέφουσι μετὰ πολλῆς τῆς ἐπιμελείας, καὶ τὰ ἀλλὰ πάντα εὖ διατίθενται. Καὶ ναῦται, πρὶν ἢ τὸ σκάφος εἰς λιμένα καθελκύσαι, καὶ τρόπιν ἐπισκευάζουσι, καὶ τοίχους ἀνανεοῦσι, καὶ κώπας ἀποξέουσι, καὶ ἱστία ῥάπτουσι, καὶ τὴν ἄλλην ἅπασαν τοῦ πλοίου κατασκευὴν εὐτρεπίζουσιν. Καὶ θερισταὶ δὲ ὁμοίως πρὸ πολλῶν τὴν ἡμερῶν καὶ δρεπάνην θήγουσι, καὶ ἅλωνα παρασκευάζουσι καὶ βοῦς καὶ ἅμαξαν, καὶ ὅσαν ἂν ἀλλὰ πρὸς τὸν ἀμητὸν αὐτοῖς συντελῆ. Καὶ πάντας ἀνθρώπους ἴδοι τις ἂν πρὸ τοῦ καιροῦ τὰς τῶν πραγμάτων ποιουμένους παρασκευάς, ὥστε τοῦ καιροῦ τῶν πραγμάτων ἐπιστάντος εὔκολον αὐτοῖς γενέσθαι τὴν τῶν ἔργων ἐκπλήρωσιν.

Τούτους δὴ καὶ ἡμεῖς μιμούμενοι, πρὸ πολλῶν τῶν ἡμερῶν τὰς ὑμετέρας ἀσφαλιζόμεθα ψυχάς, παρακαλοῦντες ὑμᾶς, τὴν ἐναγῆ καὶ παράνομον ταύτην φεύγειν νηστείαν, μὴ γὰρ μοι τοῦτο εἴπῃς, ὅτι νηστεύουσιν, ἀλλ’ ἐκεῖνό μοι δεῖξον, εἰ κατὰ γνώμην τοῦ Θεοῦ τοῦτο ποιοῦσιν· ὡς ἂν μὴ τοῦτο ᾗ, μέθης πάσης ἐστὶν ἡ νηστεία παρανομωτέρα. Οὐ γὰρ τὸ πραττόμενον ὑπ’ αὐτῶν χρὴ σκοπεῖν μόνον, ἀλλὰ καὶ τὴν αἰτίαν τῶν γινομένων ἐπιζητεῖν.

Τὸ μὲν γὰρ κατὰ γνώμην τοῦ Θεοῦ γινόμενον, κἂν φαῦλον εἶναι δοκῇ, πάντων ἐστὶν ἄριστον· τὸ δὲ παρὰ γνώμην καὶ μὴ δοκοῦν ἐκείνῳ, κἂν ἄριστον εἶναι νομίζηται, πάντων ἐστὶ φαυλότατον καὶ παρανομώτατον. Κἂν φονεύσῃ τις κατὰ γνώμην τοῦ Θεοῦ, φιλανθρωπίας ἁπάσης βελτίων ἐστὶν ὁ φόνος· κἂν φείσηταί τις καὶ φιλανθρωπεύσηται παρὰ τὸ δοκοῦν ἐκείνῳ, φόνου παντὸς ἀνοσιωτέρα γένοιτ’ ἂν ἡ φειδώ. Οὐ γὰρ ἡ φύσις τῶν πραγμάτων, ἀλλ’ αἱ τοῦ Θεοῦ ψῆφοι καλὰ καὶ φαῦλα εἶναι τὰ αὐτὰ ποιοῦσι.

β’. Καὶ ἵνα μάθῃς ὅτι τοῦτό ἀληθές, ἄκουσον· βασιλέα τινὰ ποτε τῶν Σύρων λαβὼν ὁ Ἀχαάβ, παρὰ τὸ τῷ Θεῷ δοκοῦν αὐτὸν ἔσωσε, καὶ προσεδρίας ἀπολαῦσαι ἐποίησε, καὶ μετὰ πολλῆς ἀπέπεμψε τῆς τιμῆς. Εἶτα προφήτης τις παραγενόμενος εἶπε πρὸς τὸν πλησίον αὐτοῦ· «Ἐν λόγῳ Κυρίῳ πάταξον δὴ με. Καὶ οὐκ ἠθέλησεν ὁ ἄνθρωπος πατάξαι αὐτόν· καὶ εἶπε πρὸς αὐτόν· Ἀνθ’ ὧν οὐχ ὑπήκουσας τῆς φωνῆς Κυρίου, ἰδοὺ σὺ ἀποτρέχεις ἀπ’ ἐμοῦ, καὶ πατάξει σε ὁ λέων. Καὶ ἀπῆλθεν ἀπ’ αὐτοῦ, καὶ εὗρεν αὐτὸν ὁ λέων, καὶ ἐπάταξεν αὐτόν. Καὶ εὑρίσκει ἄνθρωπον ἄλλον, καὶ εἶπε· Πάταξον δὴ με. Καὶ ἐπάταξεν αὐτὸν ὁ ἄνθρωπος, καὶ συνέτριψεν αὐτόν, καὶ κατεδήσατο τὸ πρόσωπον ἑαυτοῦ». Τὶ τούτου γένοιτ’ ἂν παραδοξότερον; Ὁ τυπτήσας τὸν προφήτην ἐσώθη, καὶ ὁ φεισάμενος ἐκολάζετο, ἵνα μάθῃς ὅτι Θεοῦ προστάττοντος οὐ δεῖ περιεργάζεσθαι τὴν φύσιν τῶν γινομένων, ἀλλὰ πείθεσθαι μόνον. Ἵνα γὰρ μὴ τὸν προφήτην αἰδεσθεὶς φείσεται ὁ πρότερος, οὐχ ἁπλῶς εἶπεν αὐτῷ· Πάταξόν με, αλλ’ «Ἐν λόγῳ Κυρίου»· τουτέστιν, Ο Θεὸς ἐπέταξε, μηδὲν περαιτέρω ζήτει· βασιλεὺς ἐστιν ὁ νομοθετῶν· αἰδέσθητι τοῦ κελεύοντος τὸ ἀξίωμα, καὶ μετὰ πάσης ὑπάκουε τῆς προθυμίας. Ἀλλ’ οὐκ ἠνέσχετο· διὰ τοῦτο δίκην ἔδωκε τὴν ἐσχάτην, τοῖς μετὰ ταῦτα δι’ ὧν ἔπαθε παραινῶν, ἅπερ ἂν ὁ Θεὸς ἐπιτάξῃ, πάντα εἴκειν καὶ πείθεσθαι. Εἶτα ἐπειδὴ ἐπάταξεν αὐτὸν ὁ δεύτερος ἐκεῖνος καὶ συνέτριψε, περιέδησε τὴν κεφαλὴν ἑαυτοῦ τελαμῶνι, καὶ τοὺς ὀφθαλμοὺς ἀπέκρυψε, καὶ ἄδηλον ἑαυτὸν κατέστησε. Τινὸς οὖν ἕνεκεν τοῦτο ἐποίησεν; Ἔμελλεν ἐλέγχειν τὸν βασιλέα, καὶ καταψηφίζεσθαι κατ’ αὐτοῦ, διὰ τὴν σωτηρίαν τοῦ Σύρων βασιλέως. Ἐπεὶ οὖν ἀεὶ πρὸς τοὺς προφήτας ἀπεχθῶς εἶχεν ἐκεῖνος, ἀσεβὴς ὥν, ἵνα μὴ ἰδὼν αὐτὸν ἀπὸ τῆς ὄψεως ἀπελάσῃ, εἶτα ἀπελάσας μὴ δέξηται τὴν διόρθωσιν, κρύπτει καὶ τὸ πρόσωπον ἑαυτοῦ καὶ τὴν τοῦ πράγματος διήγησιν, ὥστε καὶ περιγενέσθαι λέγων, καὶ ἐν οἷς ἐβούλετο ἐκεῖνον συνομολογοῦντα, λαβεῖν ἐπειδὴ γὰρ ὁ βασιλεὺς παρεπορεύετο, ἐβόησε πρὸς αὐτὸν καὶ εἶπεν· «Φύλαξόν μοι τοῦτον· καὶ ἔσται ἐὰν ἐκπηδῶν ἐκπηδήσῃ, ἔσται ἡ ψυχὴ σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ, ἢ τάλαντον ἀργυρίου τίσῃ. Καὶ ἐγένετο ὡς ὁ δοῦλός σου περιεβλέπετο ὧδε καὶ ὧδε· καὶ δίου αὐτὸς οὐκ ἦν. Καὶ εἶπε πρὸς αὐτὸν ὁ βασιλεὺς Ἰσραήλ· Ἰδοὺ σὺ δικαστὴς παρ’ ἐμοί· ἐφόνευσας. Καὶ ἔσπευσε, καὶ ἀφεῖλε τὸν τελαμῶνα ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ, καὶ ἐπέγνω αὐτὸν ὁ βασιλεὺς Ἰσραήλ, ὅτι ἀπὸ τῶν υἱῶν τῶν προφητῶν οὗτος, καὶ εἶπε πρὸς αὐτόν· Τάδε λέγει Κύριος· Ὅτι ἐξαπέστειλας σὺ ἄνδρα ὀλέθριον ἐκ τῆς χειρὸς σου, ἡ ψυχὴ σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ, καὶ ὁ λαὸς σου ἀντὶ τοῦ λαοῦ αὐτοῦ». Ὁρᾷς πῶς οὐχ ὁ Θεὸς μόνον, ἀλλὰ καὶ οἱ ἄνθρωποι ταύτην ἔχουσι τὴν ψῆφον, οὐ τῇ φύσει τῶν πραγμάτων προσέχοντες, ἀλλὰ τῷ τέλει καὶ ταῖς αἰτίαις; Ἰδοὺ γοῦν καὶ ὁ βασιλεὺς αὐτῷ φησιν· Δικαστὴς σὺ παρ’ ἐμοί· ἐφόνευσας. Ἀνδροφόνος εἶ, φησίν, ἐπειδὴ τὸν πολέμιον ἀφῆκας. Διὰ γὰρ τοῦτο καὶ ὁ προφήτης τὸν τελαμῶνα περιεβάλετο, καὶ ὡς ἐπ’ ἀλλοτρίου πράγματος τὴν δίκην εἰσήγαγεν, ἵνα μετὰ γνώμης ὀρθῆς τὴν ἀπόφασιν ὁ βασιλεὺς ἐξενέγκῃ· ὅπερ οὖν καὶ ἐγένετο. Ἐπειδὴ γὰρ κατεδίκασεν αὐτόν, περιελὼν τὸν τελαμῶνα, φησὶν ὁ προφήτης· «Ὅτι ἐξαπέστειλας σὺ ἄνδρα ὀλέθριον ἐκ τῆς χειρὸς σου, καὶ ἡ ψυχὴ σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ, καὶ ὁ λαὸς σου ἀντὶ τοῦ λαοῦ αὐτοῦ». Εἶδες φιλανθρωπίας οἵαν ἔδωκε δίκην; Καὶ ἀντὶ τῆς ἀκαίρου φειδοῦς οἵαν ὑπέμεινε τιμωρίαν; Καὶ οὗτος μὲν σώσας κολάζεται, ἕτερος δὲ φονεύσας ηὐδοκίμησεν. Ὁ γοῦν Φινεὲς δύο φόνους ἐργασάμενος ἐν μιᾷ καιροῦ ῥοπῇ, καὶ ἄνδρα μετὰ γυναικὸς ἀνελών, ἱερωσύνη τιμᾶται· οὕτως οὐ μόνον οὐκ ἐμόλυνε τὴν χεῖρα τῷ αἵματι, ἀλλὰ καὶ καθαρωτέραν εἰργάσατο. Ὅταν οὖν ἴδῃς τὸν μὲν τυπτήσαντα τὸν προφήτην σωζόμενον, τὸν δὲ μὴ τυπτήσαντα ἀπολλύμενον, καὶ τὸν μὲν φεισάμενον κολαζόμενον, τὸν δὲ μὴ φεισάμενον εὐδοκιμοῦντα, πανταχοῦ πρὸ τῆς φύσεως τῶν πραγμάτων τοῦ Θεοῦ τὰς ψήφους ἐξέταζε· κἂν εὕρῃς τι κατὰ τὸ δοκοῦν ἐκείνῳ γινόμενον, ἐκεῖνο ἀποδέχου μόνον.

γ’. Τούτῳ τῷ κανόνι χρώμενοι, καὶ τὴν νηστείαν ταύτην ἐξετάζωμεν. Εἰ γὰρ δὴ μὴ μέλλοιμεν τοῦτο ποιεῖν, ἀλλὰ γυμνὰ τὰ πράγματα καθ’ ἑαυτὰ φέροντες εἰς μέσον σκοποῖμεν μόνον, πολλὴ ἡ σύγχυσης ἔσται, καὶ πολὺς ὁ θόρυβος. Αἱ γὰρ καὶ λῃσταὶ τὰ πλευρὰ καταξαίνονται, καὶ τυμβωρύχοι καὶ γόητες· ἀλλὰ καὶ μάρτυρες τὸ αὐτὸ πάσχουσι, καὶ τὰ μὲν γινόμενα τὰ αὐτά, ἡ γνώμη δὲ καὶ ἡ αἰτία, μεθ’ ἧς γίνεται, οὐχ ἡ αὐτὴ, καὶ διὰ τοῦτο πολὺ τὸ μέσον τούτων κἀκείνων. Ὥσπερ οὖν ἐπ’ ἐκείνων οὐ μόνον τὰς βασάνους ἐξετάζομεν, ἀλλὰ πρὸ ἐκείνων τὴν διάνοιαν καὶ τὴν αἰτίαν ἀφ’ ἧς αἱ βάσανοι γίνονται· διὰ τοῦτο δὲ καὶ τοὺς μάρτυρας φιλοῦμεν, οὐκ ἐπειδὴ βασανίζονται, ἀλλ’ ἐπειδὴ διὰ τὸν Χριστὸν βασανίζονται· καὶ τοὺς λῃστὰς ἀποστρεφόμεθα, οὐκ ἐπειδὴ κολάζονται, ἀλλ’ ἐπειδὴ διὰ κακίαν κολάζονται· οὕτω δὴ καὶ ἐνταῦθα τοῖς γινομένοις ἐπιψηφίζου· κἂν μὲν ἴδῃς διὰ τὸν Θεὸν νηστεύοντας, ἀποδέχου τὸ γινόμενον· ἂν δὲ ἴδῃς παρὰ γνώμην τοῦ Θεοῦ τοῦτο ποιοῦντας, τῶν μεθυόντων καὶ παραινούντων καὶ κωμαζόντων μᾶλλον ἀποστρέφου καὶ μίσει. Ἐπὶ δὲ τῆς νηστείας ταύτης οὐκ αἰτίαν χρὴ ζητεῖν μόνον, ἀλλὰ καὶ τόπον καὶ καιρόν. Μᾶλλον δὲ πρὶν ἢ πρὸς Ἰουδαίους ἀποτείνασθαι, τοῖς ἡμετέροις ἡδέως διαλεξόμεθα μέλεσι, τοῖς δοκοῦσι μὲν μεθ’ ἡμῶν τετάχθαι, θεραπεύουσι δὲ τὰ ἐκείνων, καὶ τὸν ἄγων ἅπαντα ὑπὲρ αὐτῶν ἀνῃρημένοις, οὓς καὶ πλείονος κατὰ τοῦτο κατακρίσεως τῶν Ἰουδαίων ἁπάντων ἀξίους ὄντας ὁρῶ. Καὶ τοῦτο οὐχ οἱ σοφοὶ καὶ συνετοὶ μόνον, ἀλλὰ καὶ ὁπωσοῦν λόγου καὶ διανοίας μετέχοντες συνομολογήσαιεν ἂν ἡμῖν. Οὐ γὰρ χρεία σοφισμάτων καὶ κατασκευῆς καὶ μακρῶν περιόδων ὥστε ἀποδεῖξαι τοῦτο, ἀλλ’ ἀρκεῖ ψιλὴν τινα ἐρώτησιν ἐρόμενον ἑλεῖν αὐτοὺς ἀπὸ τῆς ἀποκρίσεως. Τὶ οὖν; Ἕκαστον τῶν τοῦτο νοσούντων ἐρήσομαι, Χριστιανὸς εἶ; Τινὸς οὖν ἕνεκεν τὰ Ἰουδαίων ζηλοῖς; Ἀλλὰ Ἰουδαῖος εἶ; Τινὸς οὖν ἕνεκεν ἐνοχλεῖς τῇ ἐκκλησίᾳ; Ὁ Πέρσης οὐ τὰ Περσῶν φρονεῖ; Ὁ βάρβαρος οὐ τὰ βαρβάρων ζηλοῖ; Ὁ τὴν Ῥωμαίων χώραν οἰκῶν οὐ τὴν ἡμετέραν μέτεισι πολιτείαν; Ἂν ἁλῷ τις, εἰπὲ μοι, τῶν παρ’ ἡμῖν οἰκούντων τὰ ἐκείνων φρονῶν, οὐκ εὐθέως χωρὶς λόγου καὶ ἐξετάσεως κολάζεται, κἂν μυρία ἀπολογεῖσθαι ἔχῃ; Ἂν φανῇ τις παρ’ ἐκείνοις τῶν Ῥωμαῖων χρώμενος νόμοις, οὐ τοῦτο αὐτὸ πείσεται πάλιν; Πῶς οὖν σὺ πρὸς τὴν παράνομον ἐκείνη μεθιστάμενος πολιτείαν ἀξίοις σώζεσθαι; Μὴ γὰρ ὀλίγον ἐστὶ τὸ μέσον ἡμῶν καὶ Ἰουδαίων; Μὴ γὰρ ὑπὲρ τῶν τυχόντων ἐστὶν ἡ ἀμφισβήτησις, ἵνα ἓν καὶ τὸ αὐτὸ νομίσῃς εἶναι; Τὶ μιγνύεις τὰ ἄμικτα; Ἐσταύρωσαν ἐκεῖνοι τὸν Χριστόν, ὃν σὺ προσκυνεῖς. Ὁρᾷς πόσον τὸ μέσον; Πῶς οὖν πρὸς ἐκείνους τρέχεις τοὺς ἀνελόντας ὁ προσκυνεῖν λέγων τὸν ἐσταυρωμένον; Μὴ γὰρ ἐγὼ τοῦτο εἰσάγω τῶν ἐγκλημάτων τὸν νόμον καὶ τὸ τῆς κατηγορίας εἶδος; Οὐχὶ ἡ Γραφὴ τούτῳ κέχρηται πρὸς αὐτοὺς τῷ τρόπῳ; Ἄκουσον τὶ φησιν Ἱερεμίας πρὸς αὐτοὺς ἐκείνους· «Ἀπέλθετε εἰς Κηδάρ, καὶ ἴδετε· ἀποστείλατε εἰς τὰς νήσους Χετιὲμ, καὶ γνῶτε, εἰ γέγονε τοιαῦτα». Ποῖα ταῦτα; «Εἰ ἀλλάξονται ἔθνη θεοὺς αὐτῶν, καὶ αὐτοὶ οὐκ εἰσὶ θεοί· ὑμεῖς δὲ ἠλλάξασθε τὴν δόξαν ὑμῶν, ἐξ ἧς οὐκ ὠφεληθήσεσθε». Οὐκ εἶπεν· Ἠλλάξασθε τὸν Θεὸν ὑμῶν, ἀλλά, τὴν δόξαν. Ὁ δὲ λέγει τοιοῦτόν ἐστίν· ἐκεῖνοι, φησὶν εἴδωλα προσκυνοῦντες καὶ δαίμονας θεραπεύοντες, τοσοῦτον περὶ τὴν πλάνην ἔχουσι συνειδός, ὡς μηδὲ ἑλέσθαι καταλιπεῖν ἐκεῖνα, καὶ πρὸς τὴν ἀλήθειαν αὐτομολῆσαι· ὑμεῖς δὲ τὸν ἀληθῆ Θεὸν προσκυνοῦντες, ἀφέντες τῶν πατρῴαν εὐσέβειαν, πρὸς τὰ ἀλλότρια ηὐτομολήσατε· καὶ οὐδὲ ὅσην ἔχουσιν ἐκεῖνοι περὶ τὴν πλάνην ταύτην συνείδησιν, τοσαύτην περὶ τὴν ἀλήθειαν ὑμεῖς ἐπεδείξασθε. Διὰ τοῦτό φησιν· «Εἰ γέγονε τοιαῦτα, εἰ ἀλλάξονται ἔθνη θεοὺς αὐτῶν, καὶ αὐτοὶ οὐκ εἰσὶ θεοί· ὑμεῖς δὲ ἠλλάξασθε τὴν δόξαν ὑμῶν, ἐξ ἧς οὐκ ὠφεληθήσεσθε». Οὐκ εἶπεν, Ἠλλάξασθε τὸν Θεὸν ὑμῶν· ὁ Θεὸς γὰρ οὐκ ἀλλάσσεται· ἀλλ’, «Ἠλλάξασθε τὴν δόξαν ὑμῶν». Μὴ γὰρ ἐμέ, φησίν, ἠδικήσατε· μὴ γὰρ ἐμοὶ ἐγένετο βλάβῃ· ὑμεῖς ἑαυτοὺς ἠτιμώσατε· τὴν ἐμὴν οὐκ ἠλαττώσατε δόξαν, ἀλλὰ τὴν ὑμετέραν. Δότε δὴ κἀμοὶ τοῦτο καὶ πρὸς τῆς ἡμετέρους εἰπεῖν, εἶ γὲ ἡμετέρους χρὴ καλεῖν τοὺς τὰ ἐκείνων φρονοῦντας. Πορεύεσθε εἰς τὰς συναγωγάς, καὶ ἴδετε εἰ ἠλλάξαντο Ἰουδαῖοι τὴν νηστείαν αὐτῶν, εἰ τὸ πάσχα μεθ’ ἡμῶν ἐνήστευσαν, εἰ ταύτην τὴν ἡμέραν ποτὲ ἔφαγον. Καὶ αὕτη οὐκ ἔστι νηστεία, ἀλλὰ παρανομία καὶ ἁμαρτία καὶ πλημμέλεια· ἀλλ’ ὅμως οὐκ ἤλλαξαν. Ὑμεῖς δὲ ἠλλάξασθε τὴν δόξαν ὑμῶν, ἐξ ἧς οὐκ ὠφεληθήσεσθε, καὶ πρὸς τὰ ἐκείνων ηὐτομολήσατε. Πότε τὸ πάσχα ἐνήστευσαν ἐκεῖνοι; Πότε μαρτύρων μεθ’ ἡμῶν ἑορτὴν ἐπετέλεσαν; Πότε κατὰ τὴν τῶν Ἐπιφανειῶν ἡμέραν ἡμῖν ἐκοινώνησαν; Ἐκεῖνοι πρὸς τὴν ἀλήθειαν οὐ τρέχουσι, καὶ ὑμεῖς πρὸς τὴν παρανομίαν τρέχετε· παρανομίαν δὲ λέγω, ἐπειδὴ παρὰ τὸν προσήκοντα ταῦτα γίνεται καιρόν. Ἦν ποτε καιρός, ὅτε ταῦτα φυλάττεσθαι ἔδει, ἀλλὰ νῦν οὐκ ἔστι. Διὰ τοῦτο τὸ ποτὲ ἔννομον παράνομόν ἐστι νῦν.

δ’. Δότε μοὶ τὸ τοῦ Ἡλία πρὸς αὐτοὺς εἰπεῖν. Καὶ γὰρ ἐκεῖνος ὁρῶν τοὺς Ἰουδαίους ἀσεβοῦντας, καὶ ποτὲ μὲν τῷ Θεῷ προσέχοντας, ποτὲ δὲ τὰ εἴδωλα θεραπεύοντας, οὕτω πως φησίν· «Ἕως πότε χωλανεῖτε ἐπ’ ἀμφοτέραις ταῖς ἰγνύαις; Εἰ ἔστι Κύριος ὁ Θεὸς ἡμῶν μεθ’ ὑμῶν, δεῦτε καὶ πορεύεσθε ὀπίσω αὐτοῦ· εἰ δὲ ὁ Βαάλ, πορεύεσθε ὀπίσω αὐτοῦ». Τοῦτο καὶ ἐγὼ νῦν λέγω πρὸς αὐτούς· εἰ τὸν Ἰουδαϊσμὸν νομίζετε ἀλήθειαν εἶναι, τίνος ἕνεκεν ἐνοχλεῖτε τῇ ἐκκλησίᾳ; Εἰ δὲ ὁ Χριστιανισμὸς ἐστιν ἀληθής, ὡσπεροῦν καὶ ἔστι, μένετε, καὶ πορεύεσθε ὀπίσω αὐτοῦ. Τῶν μυστηρίων κοινωνεῖς, εἰπὲ μοι, τὸν Χριστὸν προσκυνεῖς ὡς Χριστιανός, παρ’ ἐκείνου τὰ ἀγαθὰ αἰτεῖς· καὶ μετὰ τῶν ἐχθρῶν ἑορτάζεις τῶν ἐκείνου; Καὶ ποίᾳ γνώμῃ εἰς τὴν ἐκκλησίαν ἅπαντας λοιπόν; Πρὸς μὲν οὖν τοὺς τὰ ἡμέτερα λέγοντας φρονεῖν, καὶ τὰ ἐκείνων ζηλοῦντας, ἀρκεῖ οὗτος ὁ λόγος ἡμῖν· ἐπειδὴ δὲ καὶ πρὸς ἐκείνους ἀποτείνασθαι βούλομαι, δότε μοι μακροτέραν προσενεγκεῖν τὴν διδασκαλίαν καὶ δεῖξαι πῶς τὸν νόμον ἀτιμάζουσιν οἱ Ἰουδαῖοι νηστεύοντες νῦν, καὶ τὰ τοῦ Θεοῦ καταπατοῦσι προστάγματα, ἀπεναντίας τοῖς ἐκείνῳ δοκοῦσι πάντα ποιοῦντες ἀεί. Ὅτε γοῦν ἐβούλετο αὐτοὺς νηστεύειν, λιπαίνοντες ἐπλατύνοντο· ὅτε δὲ βούλεται αὐτοὺς μὴ νηστεύειν, τότε φιλονεικοῦσι νηστεύοντες· ὅτε ἤθελεν αὐτοὺς θυσίαν προσάγειν, πρὸς τὰ εἴδωλα ἔτρεχον· ὅτε οὐ βούλεται αὐτοὺς ἑορτὰς ἐπιτελεῖν, σπουδάζουσιν ἑορτάζειν. Διὰ τοῦτο ὁ Στέφανος ἔλεγε πρὸς αὐτούς· «Ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε». Ἓν τοῦτο, φησίν, ἐσπουδάκατε μόνον, ἐναντία ποιεῖν ὧν ἂν ὁ Θεὸς ἐπιτάξῃ· καθάπερ οὖν καὶ νῦν ποιοῦσι. Πόθεν τοῦτο δῆλον; Ἀπ’ αὐτοῦ τοῦ νόμου. Καὶ γὰρ ἐπὶ τῶν ἑορτῶν τῶν Ἰουδαϊκῶν οὐ καιρὸν μόνον, ἀλλὰ καὶ τόπον παρατηρεῖν ἐκέλευσεν ὁ νόμος. Καὶ γὰρ περὶ τοῦ πάσχα τούτου πρὸς αὐτοὺς διαλεγόμενος, οὕτω πὼς φησιν· «Οὐ δυνήσεσθε ποιεῖν τὸ πάσχα ἐν οὐδεμιᾷ τῶν πόλεων ὧν Κύριος ὁ Θεὸς σου διδῶσί σοι». Ἀλλ’ ὥσπερ ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ πρώτου μηνός, οὕτω καὶ ἐν τοῖς Ἰεροσολύμοις αὐτοῦ κελεύει ποιεῖν· καὶ τὴν πεντηκοστὴν ὁμοίως καὶ χρόνου καὶ τόπου παρατηρήσει συνέκλεισε, μετὰ ἑπτὰ ἑβδομάδας κελεύσας αὐτὴν ἐπιτελεῖν, καὶ πάλιν προθείς, ὅτι «Ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται Κύριος ὁ Θεὸς σου». Οὕτω καὶ τὰς σκηνοπηγίας. Ἀλλ’ ἴδωμεν ἀμφοτέρων τούτων, καὶ καιροῦ καὶ τοῦ τόπου, τὶ ποτὲ ἐστιν ἀναγκαιότερον, ὅταν ἀμφότερα μὴ ἐξῇ σῶσαι, πότερον τοῦ τόπου δεῖ καταφρονῆσαι, τὸν καιρὸν δὲ φυλάξαι, ἢ τοῦ καιροῦ καταφρονήσαντας, τὸν τόπον τηρῆσαι. Ὃ δὲ λέγω, τοιοῦτόν ἐστιν· ἐπέταξε καὶ ἐν τῷ πρώτῳ μηνί, καὶ ἐν Ἰεροσολύμοις τὸ πάσχα γίνεσθαι, καὶ ἐν καιρῷ καὶ ἐν τόπῳ διωρισμένῳ. Ὑποθώμεθα τοίνυν δύο τινὰς εἶναι ποιοῦντας τὸ πάσχα, καὶ ὁ μὲν παραβαινέτω τὸν τόπον, τὸν δὲ καιρὸν τηρείτω· ὁ δὲ τηρείτω μὲν τὸν τόπον, παραβαινέτω δὲ τὸν καιρόν· καὶ ποιείτω ὁ μὲν τὸν καιρὸν τηρῶν, παραβαίνων δὲ τὸν τόπον ἐν τῷ πρώτῳ μηνί, καὶ τῶν Ἱεροσολύμων ἔξω που μακράν· ὁ δὲ τὸν τόπον τηρῶν, παραβαίνων δὲ τὸν καιρόν, ποιείτω μὲν ἐν Ἰεροσολύμοις τὸ πάσχα, μὴ τῷ πρώτῳ δὲ μηνί, ἀλλὰ τῷ δευτέρῳ· εἶτα ἴδωμεν τὶς τῶν δύο τούτων ἐστὶν ὁ ἐγκαλούμενος, τὶς δὲ ὁ εὐδοκιμῶν, ὁ παραβὰς τὸν καιρόν, καὶ ἐν τῷ τόπῳ ποιήσας, ἢ ὁ τὸν τόπον καταλιπών, καὶ τὸν καιρὸν φυλάξας. Ἂν γὰρ ὁ τὸν καιρὸν μὲν παραβὰς ἵνα εἴσω ποιήσω τῆς πόλεως, ἀποδοχῆς ἄξιος ὣν φανῇ, ὁ δὲ τὸν καιρὸν μὲν φυλάξας, καταλιπὼν δὲ τὸν τόπον, ἐγκλημάτων καὶ κατηγορίας ὥσπερ ἀσεβήσας, εὔδηλον, ὅτι καὶ οὗτοι παρανομοῦσιν ἐν τῷ τόπῳ μὴ ποιοῦντες, κἂν μυριάκις λέγωσι τὸν καιρὸν τηρεῖν. Πόθεν οὖν τοῦτο ἔσται δῆλον; Ἀπ’ αὐτοῦ τοῦ Μωϋσέως. Ἐπειδὴ γὰρ ἐποίησαν ἔξω τὸ πάσχα, προσῆλθον, φησί, τινὲς τῷ Μωϋσῇ, λέγοντες· «Ἡμεῖς ἀκάθαρτοί ἐσμεν ἐπὶ ψυχῇ ἀνθρώπου· μὴ ὑστερήσωμεν προσενεγκεῖν τὸ δῶρον Κυρίου κατὰ καιρὸν αὐτοῦ ἐν μέσῳ υἱῶν Ἰσραήλ; Καὶ εἶπε πρὸς αὐτοὺς Μωϋσῆς· Στῆτε αὐτοῦ, καὶ ἀκούσομαι τὶ ἐντελεῖται Κύριος περὶ ὑμῶν. Καὶ ἐλάλησε Κύριος πρὸς Μωϋσῆν, λέγων· Λάλησον τοῖς υἱοῖς Ἰσραήλ, λέγων· Ἄνθρωπος ὃς ἐὰν γένηται ἀκάθαρτος ἐπὶ ψυχῇ ἀνθρώπου, ἢ ἐν ὁδῷ μακρᾷ, ἢ ἐν ὑμῖν, ἐν ταῖς γενεαῖς ὑμῶν, ποιήσει τὰ πάσχα ἐν τῷ μηνὶ τῷ δευτέρῳ». Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ὃς ἂν ᾗ, φησίν, ἐν ἀποδημίᾳ κατὰ τὸν πρῶτον μῆνα, μὴ ποιείτω τῆς πόλεως ἔξω, ἀλλ’ ἐν τῷ δευτέρῳ μηνί, ἵνα φθάσῃ εἰς Ἱεροσόλυμα, καὶ παραβαινέτω τὸν καιρόν, ἵνα μὴ τῆς πόλεως ἐκπέσῃ· ἀπ’ αὐτοῦ δεικνύς, ὅτι ἡ τοῦ τόπου παρατήρησις τῆς τοῦ καιροῦ παρατηρήσεως ἐστιν ἀναγκαιότερα. Τὶ τοίνυν ἔχοιεν ἂν εἰπεῖν οἱ τῆς πόλεως ἔξω ποιοῦντες; Ὅταν γὰρ τὸ ἀναγκαιότερον παραβῶσιν, οὐδὲ ἡ ἐν τῷ μικροτέρῳ παρατήρησις ὑπὲρ αὐτῶν ἀπολογήσασθαι δύναται. Ὥστε κἂν μυριάκις δοκῶσι μὴ παραβαίνειν τὸν καιρόν, ἐσχάτην παρανομίαν παρανομοῦσι. Καὶ τοῦτο οὐκ ἐντεῦθεν δῆλον μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν προφητῶν. Ὅταν γὰρ φαίνωνται ἐκεῖνοι, μήτε θύσαντες, μήτε ᾠδὴν ᾄσαντες ἐπὶ γῆς ἀλλοτρίας, μήτε νηστείαν τοιαύτην τινὰ νηστεύσαντες, ποίαν ἔχοιεν ἂν οὗτοι συγγνώμην; Καίτοι γε ἐκεῖνοι προσδοκῶντες ἀπολήψεσθαι τὴν τοιαύτην αὐτῶν πολιτείαν, ὅμως ἔμενον τῷ νόμῳ πειθόμενοι, καὶ τὰ τοῦ νόμου πληροῦντες· τοῦτο γὰρ ὁ νόμος ἔλεγεν· οὗτοι δὲ μηδὲ ἐλπίδα τινὰ ἔχοντες τὴν προτέραν ἀπολήψεσθαι πολιτείαν (ποῦ γὰρ ἔχουσιν ἀπὸ τῶν προφητῶν δεῖξαι τοῦτο;) οὐδὲ οὕτως ἀνέχονται ἡσυχάζειν. Καίτοι εἰ καὶ προσεδόκων ἀπολήψεσθαι, καὶ οὕτω μιμεῖσθαι ἔδει τοὺς ἁγίους ἐκείνους, καὶ νηστεύειν, μηδὲ ἄλλο τοιοῦτον ποιεῖν.

ε’. Ὅτι γὰρ οὐδὲν τούτων ἐποίησαν ἐκεῖνοι, ἄκουσον τὶ πρὸς τοὺς ἐρωτῶντας ἔλεγον. Ἐπειδὴ γὰρ ἐπέκειντο βιαζόμενοι καὶ ἀναγκάζοντες αὐτοὺς οἱ βάρβαροι κεχρῆσθαι τοῖς ὀργάνοις αὐτῶν, λέγοντες· «ᾌσατε ἡμῖν τὴν ᾠδὴν Κυρίου», ἐκεῖνοι τὸν νόμον, σαφῶς ἐπιστάμενοι οὐκ ἐπιτρέποντα ταῦτα ἔξω ποιεῖν, ἔλεγον· «Πῶς ᾄσομεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας»; Καὶ πάλιν οἱ παῖδες οἱ τρεῖς ἐν Βαβυλῶνι διατρίβοντες ἔλεγον· «Οὐκ ἔστιν ἐν τῷ καιρῷ τούτῳ ἄρχων καὶ προφήτης, οὐδὲ τόπος τοῦ καρπῶσαι ἐνώπιόν σου, καὶ εὑρεῖν ἔλεος». Καίτοι γὲ πολὺς ἦν ἐκεῖ τόπος, ἀλλ’ ἐπειδὴ ὁ ναὸς οὐκ ἦν, ἔμενον μὴ θύοντες. Καὶ πρὸς ἑτέρους δὲ πάλιν ὁ Θεὸς διὰ τοῦ Ζαχαρίου, «Μὴ νηστείαν νενηστεύκατέ μοι ἔτη ἑβδομήκοντα»; Τὰ τῆς αἰχμαλωσίας λέγων. Πῶς οὖν σὺ νῦν νηστεύεις, εἰπὲ μοι, τῶν προγόνων τῶν σῶν οὔτε θυσάντων, οὔτε νηστευσάντων, οὔτε ἑορτασάντων; Ὅτι γὰρ οὔτε τὸ πάσχα ἐπετέλουν, μάλιστα μὲν καὶ ἐκ τούτων δῆλον. Ὅπου γὰρ θυσία οὐκ ἦν, οὐδὲ ἑορτὴ ἦν, ἐπειδὴ πάσας οὕτως ἐπιτελεῖσθαι ἔδει. Ἵνα δὲ καὶ αὐτοῦ τοῦ πράγματος τὴν ἀπόδειξιν παρασχώμεθα, ἄκουσον τὶ φησιν ὁ Δανιήλ· «Ἐν ταῖς ἡμέραις ἐκείναις ἤμην ἐγὼ Δανιὴλ πενθῶν, τρεῖς ἑβδομάδας ἄρτον ἐπιθυμιῶν οὐκ ἔφαγον, καὶ οἶνος καὶ κρέας οὐκ εἰσῆλθεν εἰς τὸ στόμα μου, καὶ ἄλειμμα οὐκ ἠλειψάμην ἐν ταῖς ἑβδομάσιν ἐκείναις. Καὶ ἐγένετο ἐν τῇ τετάρτῃ καὶ εἰκάδι ἡμέρα τοῦ πρώτου μηνός, εἶδον τὴν ὅρασιν». Ἐνταῦθά μοι μετὰ ἀκριβείας προσέχετε· ἀπὸ γὰρ τούτων δῆλον, ὅτι τὸ πάσχα οὐκ ἐπετέλεσαν· καὶ πῶς, ἐγὼ λέγω. Ἐν ταῖς ἡμέραις τῶν ἀζύμων νηστεύειν Ἰουδαίοις οὐ θέμις· οὗτος δὲ ἡμέρας εἴκοσι καὶ μίαν οὐδενὸς ὅλως μετέλαβεν. Καὶ πόθεν δῆλον, φησίν, ὅτι αἱ εἴκοσι ἡμέραι καὶ μία κατὰ τὰς ἡμέρας τῶν ἀζύμων ἦσαν; Ἐξ ὧν εἶπεν, ὅτι «τετάρτη καὶ εἰκάσι τοῦ πρώτου μηνός».

Καίτοι γε τὸ πάσχα εἰς μίαν καὶ εἰκάδα τελευτᾷ. Ἀρξάμενοι γὰρ ἀπὸ τῆς τεσσαρεσκαιδεκάτης τοῦ πρώτου μηνός, εἶτα ἡμέρας ἑπτὰ ἑορτάσαντες, εἰς τὴν εἰκάδα καὶ πρώτην ἀπαντῶσιν. Ἀλλ’ ὅμως καὶ παρελθόντος τοῦ πάσχα ἔμεινεν αὐτὸς νηστεύων. Ἀρξάμενος γὰρ ἀπὸ τῆς τρίτης ἡμέρας τὸ πρώτου μηνός, εἶτα εἴκοσι καὶ μίαν πληρώσας, τὴν τεσσαρεσκαιδεκάτην παρῆλθεν, καὶ μετ’ ἐκείνην ἑπτὰ καὶ τρεῖς ἡμέρας ἑτέρας. Πῶς οὖν οὐκ ἐναγεῖς οὗτοι καὶ μιαροί, τῶν ἁγίων ἐκείνων οὐδὲν τοιοῦτον τῶν νομίμων φυλαττόντων ἐπὶ τῆς ἀλλοτρίας, αὐτοὶ τὰ ἐναντία ποιοῦντες πρὸς φιλονεικίαν καὶ ἔριν; Καὶ γὰρ οἱ μὲν ῥᾴθυμοι τινες ἦσαν καὶ ἀνευλαβεῖς οἱ ταῦτα λέγοντες καὶ ποιοῦντες, ἴως ἂν τις ῥᾳθυμίας ἐνόμισεν εἶναι τὸ μὴ φυλάττειν· εἰ δὲ φιλόθεοι καὶ εὐλαβεῖς, καὶ τὰς ψυχὰς τὰς ἑαυτῶν ὑπὲρ τῶν τῷ Θεῷ δοκούντων ἔδωκαν, εὔδηλον ὅτι τὸ μὴ φυλάξαι τὸν νόμον οὐ κατὰ ῥαθυμίαν ἐποίουν, ἀλλὰ παρὰ τὸ πεπεῖσθαι παρ’ αὐτοῦ τοῦ νόμου, ὅτι τὰς παρατηρήσεις ταύτας ἁπάσας ἔξω τῶν Ἱεροσολύμων φυλάττειν οὐ χρή. Καὶ ἕτερον δὲ ἀπὸ τούτου συνωμολόγηται μέγιστον· ὅτι θυσιῶν παρατηρήσεις καὶ Σαββάτων καὶ νουμηνιῶν, καὶ πάντων τῶν τοιούτων, ἐκ περιουσίας ἀπῄτει ἡ τότε πολιτεία· καὶ οὔτε τηρούμενα πρὸς ἀρετὴν τι μέγα συντελεῖν ἐδύνατο, οὔτε καταλιμπανόμενα φαῦλον ποιῆσαι τὸν σπουδαῖον ἴσχυεν, ἢ μειῶσαί τι τῆς ἐν τῇ ψυχῇ φιλοσοφίας. Οὗτοι γοῦν οἱ τῇ φιλοσοφίᾳ τῶν ἀγγέλων ἐπιδειξάμενοι ἐφαμίλλους πολιτείας ἐπὶ τῆς, οὐδὲν τούτων ἐπιτελοῦντες, οὐ θυσίαν καταβαλόντες, οὐχ ἑορτὴν τηρήσαντες, οὐ νηστείαν τοιαύτην ἐπιδειξάμενοι, οὕτως ἤρεσαν τῷ Θεῷ, ὡς καὶ αὐτῆς περιγενέσθαι τῆς φύσεως, καὶ τὴν οἰκουμένην ἅπασαν διὰ τῶν εἰς αὐτοὺς συμβάντων εἰς θεογνωσίαν ἐπισπάσασθαι. Τὶ γὰρ ἂν ἴσον γένοιτο τοῦ Δανιήλ; Τὶ δὲ τῶν τριῶν παίδων, οἳ τὸ μέγιστον ἐν τοῖς εὐαγγελίοις παράγγελμα, καὶ τῶν ἀγαθῶν ἁπάντων κεφαλαῖν προλαβόντες, ἤδη διὰ τῶν ἔργων ἐπεδείξαντο; «Μείζονα γὰρ ταύτης, φησίν, ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν φίλων αὐτοῦ θήσῃ». Ἐκεῖνοι δὲ τὴν ψυχὴν αὐτῶν ἔθηκαν ὑπὲρ τοῦ Θεοῦ. Καὶ οὐ διὰ τοῦτο μόνον θαυμαστοί, ἀλλ’ ὅτι οὐδὲ ἐπὶ μισθῷ τινι τοῦτο ἔπραττον. Διὰ τοῦτο ἔλεγον, ὅτι «Ἔστι Θεὸς ἐν τῷ οὐρανῷ δυνατὸς ἐξελέσθαι ἡμᾶς· καὶ ἐὰν μή, γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν». Ἀρκετὸν ἡμῖν ἐστιν ὁ μισθός, φησίν, ὅτι διὰ τὸν Θεὸν ἀποθνήσκομεν. Καὶ ταῦτα ἐποίουν, καὶ τοσαύτην ἀρετὴν ἐπεδείκνυντο, οὐδὲν τῶν νομιζομένων παρατηροῦντες.

Ϛ’. Καὶ τινὸς ἕνεκεν, φησί, ταῦτα ἐπέταξεν ὁ Θεός, εἰ μὴ ἐβούλετο γίνεσθαι; Καὶ εἰ ἐβούλετο γίνεσθαι, τινὸς οὖν ἕνεκεν τὴν πόλιν σου κατέλυσε; Δυοῖν γὰρ θάτερον ἐχρῆν ποιεῖν αὐτόν, βουλόμενον αὐτὰ μένειν, ἢ μὴ κελεύσαι ἐν ἑνὶ τόπῳ θύειν, πανταχοῦ τῆς οἰκουμένης μέλλον τὰ διασπείρειν ὑμᾶς, ἢ βουλόμενον ὑμᾶς ἐκεῖ θύειν μόνον, μὴ πανταχοῦ τῆς οἰκουμένης διασπεῖραι καὶ μόνην ἐκείνην τὴν πόλιν ποιῆσαι ἄβατον ἐν ᾗ μόνῃ τὴν ἀναφέρεσθαι ἐχρῆν.

Τὶ οὖν; Ἑαυτῷ μάχεται, φησί, θῦσαι μὲν ἐν ἐντὶ τόπῳ κελεύσας, αὐτὸν δὲ πάλιν ἀποκλείσας τὸν τόπον ἐκεῖνον; Οὐδαμῶς, ἀλλὰ καὶ σφόδρα ἑαυτῷ συμφωνεῖ· οὐδὲ γὰρ παρὰ τὴν ἀρχὴν ὑμῖν δοῦναι τὰς θυσίας ἠβούλετο· καὶ τούτου αὐτὸν τὸν προφήτην παράγω μάρτυρα, λέγοντα οὕτως· «Ἀκούσατε λόγον Κυρίου, ἄρχοντες Σοδόμων· προσέχετε νόμον Θεοῦ ὑμῶν, λαὸς Γομόῤῥας»· οὐ πρὸς Σοδιμίτας καὶ τοὺς ἐν Γομόῤῥοις οἰκοῦντας διαλεγόμενος, ἀλλὰ πρὸς Ἰουδαίους. Καλεῖ δὲ αὐτοὺς οὕτως, ἐπειδὴ τῇ τῆς κακίας μιμήσει τὴν πρὸς ἐκείνους ἐπεσπάσαντο συγγένειαν. Οὕτω γοῦν καὶ κύνας καλεῖ, καὶ ἵππους θηλυμανεῖς, οὐκ ἐπειδὴ πρὸς τὴν φύσιν ἐκείνων μετέπεσαν, ἀλλ’ ἐπειδὴ τὴν τῶν ζῴων τούτων λαγνείαν ἐδίωκον. «Τὶ μοι πλῆθος τῶν θυσιῶν ὑμῶν»; Λέγει Κύριος. Οἱ δὲ ἐν Σοδόμοις οὐδέποτε ἀνεφάνησαν ἀναφέροντες θυσίας· ἀλλὰ πρὸς τούτους ὁ λόγος ἀποτείνεται καλῶν αὐτοὺς ἀπὸ τῆς ἐκείνων ἐπωνυμίας, διὰ τὴν αἰτίαν ἢν εἶπον· «Τὶ μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; Λέγει Κύριος. Πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταὐτῶν καὶ τράγων οὐ βούλομαι· οὐδὲ ἐὰν ἔρχησθε ὀφθῆναί μοι. Τὶς γὰρ ἐξεζήτησε ταῦτα πάντα ἐκ τῶν χειρῶν ὑμῶν»; Ἤκουσας σαφεστάτης φωνῆς λεγούσης, ὅτι οὐκ ἐξεζήτει ταῦτα παρ’ ὑμῶν παρὰ τὴν ἀρχήν; Εἰ γὰρ ταῦτα ἐπεζήτει, καὶ τοὺς παλαιοὺς πάντας τοὺς πρὸ αὐτῶν λάμψαντας πρώτους ἂν εἰς ταύτην εἰσήγαγε τὴν πολιτείαν. Πῶς οὖν ἄρτι, φύσιν, ἐπέτρεψε; Τῇ ἀσθενείᾳ τῇ ὑμετέρᾳ συγκαταβαίνων. Καὶ καθάπερ ἰατρός, πυρέττοντα ὁρῶν ἄνθρωπον, δυσάρεστόν τινα καὶ ἀκαρτέρητον, ἐπιθυμοῦντα ψυχροποσίας, καὶ ἀπειλοῦντα, εἰ μὴ λάβοι, βρόχον ἀνάψειν, ἢ κατὰ κρημνὸν ἑαυτὸν ἀφήσειν, τὸ μεῖζον βουλόμενος κωλῦσαι κακόν, τὸ ἔλαττον δίδωσι, βουλόμενος βιαίου τελευτῆς αὐτὸν ἀπαγαγεῖν· οὕτω δὴ καὶ ὁ Θεὸς ἐποίησεν. Ἐπειδὴ γὰρ εἶδεν μαινομένους, ἀγχομένους, ἐπιθυμοῦντας θυσιῶν, παρεσκευασμένους, εἰ μὴ λάβοιεν, πρὸς τὰ εἴδωλα αὐτομολῆσαι, μᾶλλον δὲ οὐ παρεσκευασμένους μόνον, ἀλλὰ καὶ αὐτομολήσαντας ἤδη, ἐπέτρεψε τὰς θυσίας. Καὶ ὅτι αὕτη ἐστὶν ἡ αἰτία, καὶ ἀπ’ αὐτοῦ τοῦ χρόνου γένοιτ’ ἂν καταφανὲς τὸ λεγόμενον. Μετὰ γὰρ τὴν ἑορτήν, ἢν ἐπετέλεσαν τοῖς πονηροῖς δαίμοσι, τότε τὰς θυσίας ἐπέτρεψε, μονονουχὶ λέγων· Μαίνεσθε καὶ βούλεσθε θύειν· οὐκοῦν κἂν ἐμοὶ θύετε. Ἀλλ’ ὅμως καὶ τοῦτο ἐπέτρεψας οὐ μέχρι τέλους ἀφῆκεν, ἀλλὰ διὰ τῆς σοφωτάτης μεθόδου πάλιν ἀπήγαγεν. Καὶ καθάπερ ὁ ἰατρὸς ἐκεῖνος (οὐδὲν γὰρ κωλύει τῷ αὐτῷ παραδείγματι χρήσασθαι πάλιν), χαρισάμενος τῇ ἐπιθυμίᾳ τοῦ κάμνοντος, φιάλην οἴκοθεν κομίσας ἐκέλευσεν ἐν ταύτῃ μόνῃ τῆς ψυχροποσίας ἀπολαύειν, καὶ τοῦ κάμνοντος πεισθέντος, λάθρα τοῖς ἐπιδιδοῦσι προσέταξε συντρίψαι τὴν φιάλην αὐτήν, ἵνα ἀνυπόπτως καὶ λαθραίως αὐτὸν ἀπαγάγῃ τῆς ἐπιθυμίας ἐκείνης· οὕτω καὶ ὁ Θεὸς ἐποίησε, θύειν ἐπιτρέψας, ἐν οὐδενὶ τόπῳ τῆς οἰκουμένης εἴασε τοῦτο γίνεσθαι, ἀλλ’ ἐν τοῖς Ἰεροσολύμοις μόνον. Εἶτα ἐπειδὴ χρόνον ἔθυσαν βραχύν, καθεῖλε τὴν πόλιν, ἳν’ ὥσπερ ὁ ἰατρὸς διὰ τῆς τοῦ σκεύους συντριβῆς, οὕτω καὶ ὁ Θεὸς διὰ τῆς κατασκαφὴς τῆς κατὰ τὴν πόλιν καὶ ἄκοντας αὐτοὺς ἀπαγάγῃ τοῦ πράγματος. Εἰ γὰρ φανερῶς εἶπεν, ἀπόστητε, οὐκ ἂν ἠνέσχοντο ῥᾳδίως τῆς κατὰ τὴν θυσίαν μανίας ἀποστῆναι· νυνὶ δὲ διὰ τῆς κατὰ τὸν τόπον ἀνάγκης λανθανόντως αὐτοὺς ἀπήγαγε τῆς περὶ τὸ πρᾶγμα μανίας. Ἔστω τοίνυν ὁ μὲν ἰατρὸς ὁ Θεός, ἡ φιάλη δὲ ἡ πόλις, ὁ δὲ νοσῶν ὁ δυσάρεστος τῶν Ἰουδαίων δῆμος, ἡ δὲ ψυχροποσία ἡ τῶν θυσιῶν ἐπιτροπὴ καὶ ἐξουσία. Ὥσπερ οὖν ὁ ἰατρὸς ἵστησι τῆς ἀκαίρου ταύτης αἰτήσεως τὸν ἄῤῥωστον τὸ σκεῦος ἀφανίσας· οὕτω καὶ ὁ Θεὸς τῶν θυσιῶν ἀπήγαγε, τὴν πόλιν αὐτὴν καθελών, καὶ ποιήσας αὐτὴν ἄβατον πᾶσιν. Εἰ γὰρ μὴ τοῦτο κατασκευάσαι ἐβούλετο, τινὸς ἕνεκεν εἰς τόπον ἕνα συνέκλεισε τὴν τοιαύτην ἁγιστείαν, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν; Τινὸς δὲ ἕνεκεν τὴν μὲν λατρείαν εἰς θυσίας, τὰς δὲ θυσίας εἰς τόπον, τὸν δὲ τόπον εἰς καιρόν, τὸν δὲ καιρὸν εἰς μίαν πόλιν συναγαγών, αὐτὴν πάλιν ἐκείνην τὴν πόλιν κατέσκαψε; Καὶ τὸ δὴ θαυμαστὸν καὶ παράδοξον, ἡ μὲν οἰκουμένη πᾶσα ἀνεῖται τοῖς Ἰουδαίοις, ἔνθα οὐκ ἔξεστι θύειν, μόνη δὲ ἡ Ἱερουσαλὴμ ἄβατος γέγονεν, ἔνθα μόνον θύειν ἐξῆν. Ἆρα οὐχὶ καὶ τοῖς σφόδρα ἀνοήτοις δήλη καὶ καταφανὴς γένοιτο ἂν ἡ αἰτία τῆς κατασκαφὴς ἐκείνης; Ὥσπερ γὰρ οἰκοδόμος θεμελίους θείς, τοίχους ἀναστήσας, ὄροφον καμαρώσας, τὴν καμάραν ἐκείνην εἰς ἕνα μέσον συνδήσας λίθον, ἂν ἐκεῖνον ἀφέλῃ, τὸν πάντα οἰκοδομῆς διέλυσε σύνδεσμον· οὕτω καὶ ὁ Θεός, καθάπερ τινὰ σύνδεσμον λατρείας τὴν πόλιν ποιήσας, εἶτα ταύτην ἀνέτρεψας καὶ τὴν λοιπὴν τῆς πολιτείας ἐκείνης οἰκοδομὴν κατέλυσεν ἅπασαν.

ζ’. Ἡ μὲν οὖν πρὸς Ἰουδαίους μενέτω τέως μάχη. Σήμερον γὰρ ἠκροβολισάμεθα πρὸς αὐτούς, μόνον τοσοῦτον εἰπόντες, ὅσον ἤρκει πρὸς ἀσφάλειαν τοῖς ἀδελφοῖς τοῖς ἡμετέροις, μᾶλλον δὲ καὶ πολλῷ πλέον. Ἀνάγκη δὲ λοιπὸν παρακαλέσαι ὑμᾶς τοὺς παρόντας, ἵνα πολλὴν τῶν μελῶν τῶν ἡμετέρων ποιήσεσθε πρόνοιαν, ἵνα μὴ λέγητε· Τὶ δὲ μοι μέλει; Τὶ δὲ τῷ περιεργάζομαι καὶ πολυπραγμονῶ; Ὁ Δεσπότης ἡμῶν δ’ ἡμᾶς ἀπέθανε, σὺ δὲ οὐδὲ λόγον προΐεσαι; Καὶ ποίαν ἕξεις συγγνώμην; Ποίας ἀπολογίας τεύξῃ; Πῶς ἐπὶ τοῦ βήματος στήσῃ τοῦ Χριστοῦ μετὰ παῤῥησίας, εἰπὲ μοι, τοσούτων ψυχῶν ἀπώλειαν παρορῶν; Εἴθε μοι δυνατὸν ἦν τοὺς ἐκεῖ τρέχοντας εἰδέναι, καὶ οὐκ ἂν ἐδεήθην ὑμῶν, ἀλλὰ τὴν ταχίστην ἐποιήσαμεν ἂν διόρθωσιν.

Ὅταν τὸν ἀδελφὸν δέῃ διόρθωσαι, κἂν τὴν ψυχὴν ἐπιδοῦναι δέῃ, μὴ παραιτήσῃ, μίμησαί σου τὸν Δεσπότην· κἂν οἰκέτην ἔχῃς, κἂν γυναῖκα, κάτεχε ἐπὶ τῆς οἰκίας μετὰ πολλῆς τῆς σφοδρότητος. Εἰ γὰρ εἰς θέατρον οὐκ ἐπιτρέπεις ἀπελθεῖν, πολλῷ μᾶλλον ἐπὶ συναγωγῆς τοῦτο χρὴ ποιεῖν· μείζων γὰρ ἡ παρανομία ἐκείνης αὕτη· ἐκεῖ ἁμαρτία τὸ γινόμενον, ἐνταῦθα δὲ ἀσεβεῖ. Ταῦτα δὲ λέγομεν, οὐχ ἵνα εἰς θέατρον ἀφῆτε ἀναβαίνειν, κακὸν γὰρ κἀκεῖνο, ἀλλ’ ἵνα καὶ τοῦτο πολλῷ πλέον κωλύσητε. Τὶ τρέχεις ἰδεῖν ἐν τῇ συναγωγῇ τῶν θεομάχων Ἰουδαίων, εἰπὲ μοι, σαλπίζοντας ἀνθρώπους; Δέον σε οἴκοι καθήμενον στενάζειν ὑπὲρ ἐκείνων καὶ δακρύειν, ὅτι τῷ προστάγματι τοῦ Θεοῦ μάχονται, ὅτι τὸν διάβολον ἔχουσι μεθ’ ἑαυτῶν χορεύοντα. Ὅπερ γὰρ ἔφθην εἰπών, τὸ παρὰ γνώμην τοῦ Θεοῦ γινόμενον, εἰ καὶ ποτὲ συγκεχωρημένον ἦν, ὕστερον παρανομία τὶς ἐστι, καὶ μυρίων τιμωριῶν ὑπόθεσις. Ἐσάλπιζον οἱ Ἰουδαῖοί ποτε, ὅτε τὰς θυσίας εἶχον, νῦν δὲ αὐτοῖς οὐκ ἀφίεται τοῦτο ποιεῖν. Ἄκουσον γοῦν, καὶ διὰ τὶ τὰς σάλπιγγας ἔλαβον· «Ποίησον σεαυτῷ, φησί, σάλπιγγας ἐλατὰς ἀργυρᾶς». Εἶτα λέγων αὐτῶν τὴν χρείαν, ἐπήγαγε· «Καὶ σαλπιεῖτε ἐν αὐταῖς ἐπὶ τοῖς ὁλοκαυτώμασιν ὑμῶν, καὶ ταῖς θυσίαις τῶν σωτηρίων ὑμῶν». Ποῦ τοίνυν ἐστὶν ὁ βωμός; Ποῦ δὲ ἡ κιβωτός; Ποῦ δὲ ἡ σκηνὴ καὶ τὰ ἅγια τῶν ἁγίων; Ποῦ δὲ ὁ ἱερεύς; Ποῦ δὲ τὰ χερουβὶμ τῆς δόξης; Ποῦ δὲ τὸ χρυσοῦν θυμιατήριον; Ποῦ δὲ τὸ ἱλαστήριον; Ποῦ ἡ φιάλη; Ποῦ τὰ σπονδεῖα; Ποῦ τὸ πῦρ τὸ ἄνωθεν κατενεχθέν; Πάντα ἀφῆκας, καὶ τὰς σάλπιγγας κατέχεις μόνον; Ὁρᾷς ὅτι παίζουσι μᾶλλον, ἢ λατρεύουσιν; Ἀλλ’ ὥσπερ ἐκείνοις ἐγκαλοῦμεν ὅτι παρανομοῦσιν, οὕτω καὶ πολλῷ μᾶλλον ὑμῖν, ὅτι τοῖς παρανομοῦσι συνέρχεσθε, καὶ οὐχὶ τοῖς συντρέχουσι μόνον, ἀλλὰ καὶ τοῖς κυρίοις οὖσι κωλῦσαι, καὶ μὴ βουλομένοις. Μὴ μοι λέγε· Τὶ γὰρ ἔχω κοινὸν πρὸς ἐκεῖνον; Ἀλλότριός ἐστι καὶ ἄγνωστος. Ἕως ἂν ᾗ πιστός, καὶ τῶν αὐτῶν σοι μετέχων μυστηρίων, καὶ εἰς τὴν αὐτὴν ἐκκλησίαν ἀπαντᾷ, καὶ ἀδελφῶν καὶ συγγενῶν καὶ ἐπιτηδείων καὶ πάντων ἐστὶν οἰκειότερος. Ὥσπερ οὖν οὐχ οἱ κλέπτοντες μόνον, ἀλλὰ καὶ οἱ κύριοι μὲν ὄντες κωλῦσαι, μὴ κωλύοντες δέ, τὴν αὐτὴν ἐκείνοις διδόασι δίκην· οὕτως οὐχ οἱ ἀσεβοῦντες μόνον, ἀλλὰ καὶ οἱ δυνάμενοι μὲν ἀπαγαγεῖν τῆς ἀσεβείας, μὴ βουλόμενοι δὲ ἢ δι’ ὄκνον ἢ διὰ νωθριᾷν, ὁμοίως κολάζονται. Ἐπεὶ καὶ ὁ τὸ τάλαντον ἐκεῖνο κατορύξας, ὁλόκληρον ἀπέδωκε τῷ ἰδίῳ δεσπότῃ· αλλ’ ὅμως ἐπειδὴ μὴ ἐπλεόνασεν αὐτὸ ἐκολάζετο. Καὶ σὺ τοίνυν, αὐτὸς ἂν καθαρὸς διαμείνῃς καὶ ἀκέραιος, μὴ πλεονάσῃς δὲ σου τὸ τάλαντον, μηδὲ ἕτερον ἀδελφὸν ἀπολλύμενον ἐπαναγάγῃς εἰς σωτηρίαν, τὰ αὐτὰ ἐκείνῳ πείσῃ. Τὶ μέγα αἰτῶ παρ’ ὑμῶν, ἀγαπητοί; Ἕκαστος ὑμῖν ἕνα μοι τῶν ἀδελφῶν ἀνασωσάτω, περιεργασάσθω, πολυπραγμονησάτω, ἵνα εἰς τὴν ἐπιοῦσαν σύναξιν μετὰ πολλῆς παῤῥησίας ἀπαντήσωμεν, δῶρα τῷ Θεῷ κομίζοντες, δῶρα πάντων τιμιωτέρα, τὰς ψυχὰς τῶν πεπλανημένων ἐπαναγαγόντες· κἂν ὑβρισθῆναι δέῃ, κἂν πληγὰς λαβεῖν, κἂν ὁτιοῦν ἕτερον ὑπομεῖναι, πάντα ποιήσωμεν, ὥστε αὐτοὺς ἀνακτήσασθαι. Καὶ γὰρ λακτιζόντων τῶν νοσούντων καὶ ὑβριζόντων καὶ λοιδορούντων ἀνεχόμεθα, οὐ δακνόμεθα ταῖς ὕβρεσιν, ἀλλ’ ἓν μόνον ἐπιθυμοῦμεν ἰδεῖν, τοῦ τὰ τοιαῦτα ἀσχημονοῦντος τὴν ὑγίειαν. Καὶ ἰατροῦ πολλάκις ἐσθῆτα διέῤῥηξεν ὁ κάμνων· ἀλλ’ οὐ διὰ τοῦτο ἀπέστη ἐκεῖνος τῆς θεραπείας. Πῶς οὖν οὐκ ἄτοπον, τοὺς μὲν τῶν σωμάτων προνοοῦντας τοσαύτην ποιεῖσθαι τὴν ἐπιμέλειαν, ψυχῶν δὲ τοσούτων ἀπολλυμένων, ῥαθυμεῖν, καὶ μηδὲν ἡγεῖσθαι πάσχειν δεινόν, τῶν μελῶν ἡμῶν σηπομένων; Ἀλλ’ οὐχ ὁ Παῦλος οὕτως· ἀλλὰ πῶς; «Τίς, φησίν, ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; Τὶς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι»; Τοῦτο καὶ σὺ δέξαι τὸ πῦρ· κἂν ἴδῃς ἀδελφὸν ἀπολλύμενον, κἂν λοιδορῇ, κἂν ὑβρίζῃ, κἂν τύπτῃ, κἂν ἀπειλῇ ἐχθρὸς γενέσθαι, κἂν ὁτιοῦν ἕτερον ἐπανατείνηται, πάντα φέρε γενναίως, ὅπως αὐτοῦ κερδάνῃς τὴν σωτηρίαν. Ἐὰν οὗτος ἐχθρὸς σου γένηται, ὁ Θεὸς ἔσται σου φίλος, καὶ μεγάλοις σε κατὰ τὴν ἡμέραν ἐκείνην ἀμείψεται τοῖς ἀγαθοῖς. Γένοιτο δὲ εὐχαῖς τῶν ἁγίων τοὺς τε πεπλανημένους ἀνασωθῆναι, ὑμᾶς τε τῆς ἄγρας περιγενέσθαι, αὐτοὺς τε τοὺς βλασφήμους ἐκείνους τῆς ἀσεβείας ἀπαλλαγέντας, ἐπιγνῶναι τὸν ὑπὲρ αὐτῷ σταυρωθέντα Χριστόν, ἵνα πάντες ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζωμεν τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοῦ σύμπαντας αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: Λόγος Πέμπτος — Κατὰ Ἰουδαίων
Προηγούμενο: Λόγος Τρίτος — Εἰς τοὺς τὰ Πρῶτα Πάσχα Νηστεύοντας
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 48
Ἀρχικὴ Σελίδα: Τέρτιος