Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 48

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Λόγος ἐν τάσι Καλάνδαις, μὴ προελθόντος τοῦ ἐπισκόπου Ἀντιοχείας Φλαβιανοῦ. Ἐλέχθη δὲ κατὰ τῶν παρατηρούντων τὰς νεομηνίας, καὶ κατὰ τὴν πόλιν χορείας τελούντων, καὶ εἰς τὸ ρητὸν τοῦ Ἀποστόλου, Τὰ πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε
Προηγούμενο: Λόγος Ὄγδοος — Κατὰ Ἰουδαίων
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 48

Περὶ τοῦ μὴ δεῖν ἀναθεματίζειν ζῶντας ἢ τεθνηκότας

α’. Πρώην μὲν περὶ ἀκαταλήπτου γνώσεως Θεοῦ διαλεγόμενος πρὸς ὑμᾶς, καὶ πολλοὺς λόγους κινήσας, ἀπεδείκνυον ἀπὸ τε γραφικῶν φωνῶν, καὶ ἀπὸ φυσικῶν λογισμῶν, ὅπως καὶ αὐταῖς ταῖς ἀοράτοις δυνάμεσιν ἀνέφικτός ἐστι παντελῶς ἡ τοῦ θείου κατάληψις, ἐκείναις ταῖς ἄϋλον καὶ μακαρίαν πολιτευομέναις διαγωγήν, καὶ ὅτι ἐν πάσῃ χαυνώσει καὶ ῥύσει βίου ζῶντες ἡμεῖς, καὶ πρὸς πᾶσαν ἐξενεχθέντες κακίαν, τὸ καὶ τοῖς ἀοράτοις οὐσίαις παντελῶς ἀγνοούμενον ἐπιχειροῦμεν λαβεῖν· τῶν τοιούτων λόγων ὑπόθεσιν ἔχοντες τὴν κρίσιν τῶν ἑαυτῶν λογισμῶν, καὶ ταύτην τὴν παρὰ τῶν ἀκουόντων κενὴν δόξαν, μήτε τὸ μέτρον τῆς ἑαυτῶν φύσεως τῷ λογισμῷ περιγράφοντες, μήτε τῇ θεία Γραφῇ καὶ τοῖς πατράσιν ἑπόμενοι, ἀλλὰ δίκην ὕδατος χειμερίου, τῇ φρενίτιδι τῆς ἑαυτῶν προλήψεως ὑποσυρόμενοι εἰς τοσαύτην ἁμαρτίαν ἐκπεπτώκαμεν. Φέρε δὴ καὶ περὶ ἀναθέματος ὑμῖν τὰ εἰκότα διαλεχθέντες, καὶ δείξαντες τὴν δύναμιν τούτου τοῦ μηδενὸς νομιζομένου κακοῦ, παύσωμεν ἐξ αὐτοῦ τὰ ἀχαλίνωτα στόματα, τὴν νόσον τῶν ὡς ἔτυχεν αὐτῶν κεχρημένων ὑμῖν ἐκκαλύπτοντες. Εἰς τοσαύτην γὰρ καχεξίαν ἤλασε τὰ ἡμετέρα, ὅτι καὶ ἐσχάτως ἔχοντες ἀγνοοῦμεν τὰ χείρονα τῶν παθῶν μὴ ὑπερβαίνοντες· ὥστε τὴν προφητικὴν φωνὴν εἰς ἡμᾶς πληρωθῆναι, «ὅτι οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι, οὔτε ἔλαιον, οὔτε καταδέσμους». Πόθεν γὰρ ἄρξομαι περὶ τούτου τοῦ κακοῦ διαλέγεσθαι; Ἀπὸ τῶν διατάξεων τῶν δεσποτικῶν ἐντολῶν, ἢ ἀπὸ τῆς ἀλόγου ἀπαιδευσίας καὶ ἀναισθησίας ὑμῶν; Καὶ ἄρα οὐ γελῶμαι παρὰ τινῶν ταῦτα λέγων, καὶ ἐξεστηκέναι δοκῶ; Ἆρα μὴ καταβοῶμαι, ὅτι τὰ σκυθρωπὰ ταῦτα καὶ δακρύων ἀξία διαλέγεσθαι μέλλω; Ἀλλὰ τὶ πάθω; Ἀλγῶ καὶ διαπρίομαι τὴν διάνοιαν καὶ τὰ σπλάχνα κόπτομαι, τὴν τοσαύτην ἀναλγησίαν ὁρῶν, ὅτι τὴν Ἰουδαϊκὴν παρανομίαν καὶ τὴν τῶν ἐθνῶν δυσσέβειαν ὑπὲρ ἔβαλε τὰ ἡμέτερα. Θεωρῶ γὰρ ἄνδρας προϊὼν μήτε λογισμὸν πεπαιδευμένον ἐκ τῆς θείας γραφῆς κεκτημένους, μηδὲ δὲ αὐτῆς ὅλως τι τῆς γραφῆς ἐπισταμένους, καὶ τὰ πολλὰ ἐρυθριῶν σιωπῶ, μεμηνότας καὶ ἐρεσχελοῦντας, «Μὴ εἰδότας μήτε ἃ λέγουσι, μήτε περὶ τινῶν διαβεβαιοῦμαι», αὐτοῦ τοῦτο δογματίζειν ἀμαθῶς μόνον τολμῶντας, καὶ ἀναθεματίζειν ἅπερ οὐκ ἴσασιν, ὡς γελᾶσθαι τὰ ἡμέτερα παρὰ τὴν τῆς πίστεως ἀλλοτρίων, μήτε πολιτείας φροντίζοντας ἀγαθῆς, μηδὲ ἀγαθοεργεῖν μεμαθηκότας.

β’. Οἴμοι τῶν δεινῶν, οἴμοι. Πόσοι δίκαιοι καὶ προφῆται ἐπεθύμησαν ἰδεῖν ἃ εἴδομεν, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἠκούσαμεν, καὶ οὐκ ἤκουσαν· καὶ ἡμεῖς τούτοις ἐμπαίζομεν. Προσέχετε τοῖς ἀκουσθεῖσι, παρακαλῶ, μήποτε παραῤῥυῶμεν. Εἰ γὰρ ὁ δι’ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποποδοσίαν, πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας; Εἰπὲ γὰρ τὶς ὁ σκοπὸς τοῦ εὐαγγελίου τῆς χάριτος; Τὶ ἡ διὰ σαρκὸς τοῦ Υἱοῦ τοῦ Θεοῦ παρουσία; Ἵνα ἀλλήλους δάκνωμεν καὶ κατεσθίωμεν; Καὶ μὴν καὶ πανταχοῦ τὰ κατὰ Χριστὸν τελειοτέρα τῆς νομικῆς διατάξεως ὄντα, μειζόνως παρ’ ἡμῶν τὴν ἀγάπην ἀπαιτοῦνται. Ἐκεῖ γὰρ φησίν, «Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν»· ἐνταῦθα δὲ καὶ θνήσκειν ὑπὲρ τοῦ πλησίον. Ἄκουε αὐτοῦ τοῦ Χριστοῦ λέγοντος· «Ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχῶ, καὶ λῃσταῖς περιέπεσεν, οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον ἀφέντες ἡμιθανῆ. Κατὰ συγκυρίαν δὲ ἱερεὺς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ, καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν. Ὁμοίως δὲ καὶ Λευΐτης, γενόμενος κατὰ τὸν τόπον, ἰδὼν ἀντιπαρῆλθε. Σαμαρείτης δὲ τις ἐλθὼν εἰς τὸν τόπον καὶ ἰδὼν αὐτὸν ἐσπλαγχνίσθη, καὶ προσελθὼν κατέδησε τὰ τραύματα αὐτοῦ, ἐπιχέων ἔλαιον καὶ οἶνον· ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος, ἤγαγεν εἰς πανδοχεῖον, καὶ ἐπεμελήθη αὐτοῦ. Καὶ ἐπὶ τὴν αὔριον ἐκβαλὼν δύο δηνάρια ἔδωκε τῷ πανδοχεῖ εἰπών, Ἐπιμελήθητι αὐτοῦ, καὶ ὃ τι ἂν προσδαπανήσῃς, ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι. Τὶς οὖν τῶν τριῶν πλησίον γεγονέναι σοι δοκεῖ τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς; Ὁ δὲ εἶπεν, Ὁ ποιήσας μετ’ αὐτοῦ τὸ ἔλεος. Εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς, Πορεύου καὶ σὺ ποιεῖ ὁμοίως». Βαβαὶ τοῦ θαύματος! Οὐχ ἱερέα, οὐ Λευΐτην εἶπε πλησίον, ἀλλ’ ἐκεῖνον τὸν κατὰ τὸ δόγμα ἐκβεβλημένον ὑπὸ τῶν Ἰουδαίων, τὸν Σαμαρείτην φημί, τὸν ἀλλότριον, τὸν πολλὰ βλασφημοῦντα, ἐκεῖνον μόνον εἶπε πλησίον, ἐπειδὴ παρ’ αὐτῷ εὑρέθη τὸ ἔλεος. Ταῦτα τὰ ῥήματα τοῦ Υἱοῦ τοῦ Θεοῦ, ταῦτα καὶ διὰ τῶν οἰκείων ἔργων ἐλθὼν ἐπεδείξατο, οὐχ ὑπὲρ φίλων μόνον καὶ ἰδίων ἀποθανών, ἀλλ’ ὑπὲρ ἐχθρῶν, ὑπὲρ τυράννων, ὑπὲρ γοητῶν, ὑπὲρ μισούντων, ὑπὲρ τῶν σταυρωσάντων, οὓς πρὸ τῆς τοῦ κόσμου καταβολῆς, ᾔδει ἐσομένους τοιούτους, καὶ προειδὼς ἐδημιούργησε, νικήσας τὴν πρόγνωσιν τῇ ἀγαθότητι, καὶ ὑπὲρ τούτων τὸ ἴδιον ἐξέχεεν αἷμα, ὑπὲρ τούτων τὴν σφαγὴν κατεδέξατο. «Ὁ γὰρ ἄρτος, φησίν, ἡ σὰρξ μου ἐστιν, ἢν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς». Καὶ Παῦλος δὲ ταῦτα ἐπιστέλλων λέγει. «Εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ». Καὶ πάλιν ἐν τῇ πρὸς Ἑβραίους ὑπὲρ παντὸς αὐτὸν λέγει γεύσασθαι θανάτου.

Εἰ γὰρ ταῦτα γεγένηται παρ’ αὐτοῦ, καὶ τούτων τοὺς τύπους ἡ ἐκκλησία πληροῖ, καθ’ ἑκάστην ὑπὲρ πάντων τὰ ἱκετηρίας ποιουμένη, πῶς σὺ τολμᾶς τοιαῦτα φθέγγεσθαι;

Εἰπὲ γὰρ μοι, τὶ ἐστι τοῦτο, ὁ λέγεις ἀνάθεμα; Ὅρα ὃ λέγεις, ἐπίστασαι τὶ φής, ἔγνως τούτου δύναμιν; Καίτοι γε ἐν τῇ θεοπνεύστῳ Γραφῇ εὑρήσεις ἐπὶ τῆς Ἱεριχῶ τοῦτο λεγόμενον, «Καὶ ἀναθεματιεῖς πᾶσαν τὴν πόλιν Κυρίῳ τῷ Θεῷ σου». Καὶ παρ’ ἡμῖν ἄχρι τῆς σήμερον ἡμέρας κοινὴ συνήθεια παρὰ πᾶσι κεκράτηκεν, ὁ δεῖνα τόδε πεποιηκώς, τὸ ἀνάθεμα εἰς τόνδε τὸν τόπον ἐπήγαγεν. Ἆρά γε τοῦτό ἐστι τὸ ἀνάθεμα; Καίτοι γὲ τοῦτο ὡς περὶ τινος ἀγαθοῦ λέλεκται τὸ ἀναθέσθαι Θεῷ. Τὶ οὖν ἐστιν ὃ λέγεις ἀνάθεμα, ἀλλ’ ὅτι ἀναθέσθω οὕτως διαβόλῳ, καὶ μηκέτι χώραν σωτηρίας ἐχέτω, γενέσθω ἀλλότριος ἀπὸ τοῦ Χριστοῦ;

γ’. Καὶ τὶς εἶ σὺ ταύτης τῆς ἐξουσίας καὶ τῆς μεγάλης δυνάμεως; Τότε γὰρ καθίσει Υἱὸς τοῦ Θεοῦ καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων· τὶ οὖν τῆς τοσαύτης ἐπελάβου ἀξίας, ἧς τὸ κοινὸν μόνον τῶν ἀποστόλων ἠξίωται, καὶ οἳ κατὰ πᾶσαν ἀκρίβειαν τούτων ὡς ἀληθῶς γεγονότες διάδοχοι, πλήρεις χάριτος καὶ δυνάμεως; Καὶ μὴν ἐκεῖνοι τὴν ἐντολὴν ἀκριβῶς φυλάξαντες, ὡς τὸν ὀφθαλμὸν τὸν δεξιὸν ἐξορύττοντες, οὕτω τοὺς αἱρετικοὺς ἔξω τῆς ἐκκλησίας ἀπέβαλον· ὅπερ ἔνδειξιν ἔχει τῆς μεγάλης αὐτῶν συμπαθείας καὶ ἀλγηδόνος, ὡς ἐπικαιρίου μέλους γενομένης ἀποκοπῆς. Διὰ τοῦτο γὰρ καὶ δεξιὸν ὀφθαλμὸν τοῦτον ἀπεκάλεσεν ὁ Χριστός, τὴν παρὰ τῶν ἀποβαλόντων συμπάθειαν ἐνδεικνύμενος. Ὅθεν καὶ ἐν τούτῳ ὡς καὶ πᾶσιν ἀκρίβειαν ἔχοντες, τὰς μὲν αἱρέσεις διήλεγχον καὶ ἀπέβαλλον, οὐδενὶ δὲ τῶν αἱρετικῶν ταύτην ἐπιτιμίαν προσῆγον. Τοιγαροῦν ὁ Ἀπόστολος ἐν δυσὶ μόνοις τόποις τὴν φωνὴν ταύτην ἐξ ἀνάγκης φαίνεται εἰπών, οὐχ ὁριστικῷ δὲ προσώπῳ ταύτην ἐπήγαγεν, ἐν μὲν τῇ πρὸς Κορινθίους εἰπὼν «Εἲ τις οὐ φιλεῖ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἔστω ἀνάθεμα· καί, Εἲ τις ὑμᾶς εὐαγγελίζεται παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω». Τὶ οὖν; Ὃ μηδεὶς τῶν εἰληφότων τὴν ἐξουσίαν τοῦτο πεποίηκεν, ἢ ἀποφήνασθαι τετόλμηκε, σὺ τολμᾶς ταῦτα ποιεῖν ἐναντίαν τοῦ δεσποτικοῦ θανάτου διαπραττόμενος, καὶ προλαμβάνεις τοῦ βασιλέως τὴν κρίσιν; Βούλεσθε μαθεῖν οἶά τις ἐφθέγξατο ἄγιός τις πρὸ ἡμῶν τῆς διαδοχῆς τῶν ἀποστόλων γενόμενος, ὃς μαρτυρίου ἠξίωτο; Δεικνὺς τοῦτο τοῦ λόγου τὸ φορτικόν, τοσούτῳ ἐχρήσατο ὑποδείγματι· ὃν τρόπον ὁ περιθεὶς ἑαυτῷ ἁλουργίδα βασιλικήν, ἰδιώτης τυγχάνων, αὐτὸς τε καὶ οἱ αὐτῷ συνεργήσαντες ὡς τύραννοι ἀναιροῦνται· οὕτως, ἔφη, οἱ τῇ δεσποτικῇ ἀποφάσει χρησάμενοι, καὶ ἀνάθεμα τῆς Ἐκκλησίας ποιήσαντες ἄνθρωπον, εἰς παντελῆ ὄλεθρον ἀπάγουσιν ἑαυτούς, τὴν ἀξίαν τοῦ Υἱοῦ ἀφαρπάζοντες. Ἆρα τὸ τυχὸν εἶναι τὸ τοιοῦτον ἡγεῖσθε, τὸ πρὸ καιροῦ καὶ κριτοῦ τῇ τοιαύτῃ ἀποφάσει καταδικάσαι τινά; Τὸ γὰρ ἀνάθεμα παντελῶς τοῦ Χριστοῦ ἀποκόπτει. Ἀλλὰ τὶ λέγουσιν οἱ πάντα δεινοὶ τὴν κακίαν; Αἱρετικός, φύσιν, ἐκεῖνος γεγένηται, ἔνοικον τὸν διάβολον ἔχων, καὶ λαλῶν κατὰ τοῦ θεοῦ ἀδικίαν, καὶ πολλοὺς διὰ πιθανολογίας καὶ κενῆς ἀπάτης εἰς βυθὸν ἀπωλείας ἀπάγων· καὶ διὰ τοῦτο ὑπὸ τῶν Πατέρων ἐκβέβληται, μάλιστα ὁ τούτου διδάσκαλος μοῖραν τῆς ἐκκλησίας ἀποτεμών, ἢ διὰ Παυλιανὸν ἢ Ἀπολλινάριον λέγοντες. Περὶ γὰρ τῆς ἑκάστου τούτων διαφορᾶς ὁ λόγος τοῖς πλείοσι καλῶς τὴν καινοτομίαν διέφυγεν, διελέγχων τὴν πλάνην ἐν τοῖς μυχοῖς τῆς δεινοτάτης προλήψεως κρατηθεῖσαν. «Δίδαξον ἐν πραότητι παιδεύων τοὺς ἀντιδιατιθεμένους, μήποτε δῷ αὐτοῖς ὁ Θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας, καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος, ἐζωγρημένοι εἰς ἐκείνου θέλημα». Ἔκτεινον τὴν τῆς ἀγάπης σαγήνη, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον· δεῖξον ὅτιπερ ἐκ πολλῆς διαθέσεως τὸ οἰκεῖον ἀγαθὸν βούλει συμπαθείας, καὶ οὕτως ἐρευνήσας τὰ κεκρυμμένα, ἀνάσπασον ἐκ τοῦ βάθους τῆς ἀπωλείας τὸν καταδύντα τὸ φρόνημα. Τὸ νομισθὲν καλὸν εἶναι ἐκ προλήψεως ἀλλότριον κἂν μὲν βουληθῇ τοῦτο δέξασθαι ὁ τὴν πλάνην ὑποδεξάμενος ἄνθρωπος, κατὰ τὴν τοῦ προφήτου φωνήν, ἐκεῖνος ζωῇ ζήσεται,καὶ σὺ τὴν ψυχὴν σου ῥύσῃ· εἰ δὲ μὴ βούλεται, ἀλλ’ ἐμμένει φιλονεικῶν, ὅπως ἂν μὴ ὑπεύθυνος γένῃ, διαμαρτύρου μόνον μετὰ μακροθυμίας καὶ χρηστότητος, ἵνα μὴ τὴν ψυχὴν αὐτοῦ ἐκζήτησε ἐκ χειρὸς σου ὁ κριτής· μὴ μισῶν, μὴ ἀποστρεφόμενος, μὴ διώκων, ἀλλὰ τὴν ἀγάπην ἐπιδεικνύς, εἰλικρινῆ καὶ ἀληθῆ πρὸς αὐτόν. Ταύτην κέρδανον, κἂν μηδὲν ἕτερον ὠφελής, αὕτη μεγάλη ὠφέλεια, τοῦτο μέγα κέρδος, τὸ ἀγαπῆσαι καὶ διδάξαι τὴν τοῦ Χριστοῦ μαθητείαν. «Ἐν τούτῳ γάρ, φησί, γνώσονται ὅτι ἐμοὶ μαθηταὶ ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις»· ἧς μὴ παρούσης, οὔτε γνῶσιν μυστηρίων Θεοῦ, οὐ πίστιν, οὐ προφητείαν, οὐκ ἀκτημοσύνην, οὐ τὴν ὑπὲρ Χριστοῦ μαρτυρίαν ὠφελεῖν ἀπέδειξεν ὁ Ἀπόστολος. «Ἐὰν γάρ, φησίν, ἔχω τὰ μυστήρια πάντα, καὶ πᾶσαν τὴν γνῶσιν καὶ πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι· καὶ ἐὰν ταῖς γλώσσαις τῶν ἀγγέλων λαλῶ, καὶ ἐὰν ψωμίσω τὸ σῶμά μου ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν εἰμι. Ἡ ἀγάπη χρηστεύεται, οὐ φυσιοῦται, οὐ ζητεῖ τὰ ἑαυτῆς, πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει».

δ’. Οὐδεὶς ἐξ ὑμῶν, ἀγαπητοί, τοιαύτην περὶ Χριστὸν διάθεσιν ἐνεδείξατο, οἵαν ἡ ἅγια ἐκείνη ψυχή· οὐδεὶς ἐτόλμησεν ἀνθρώπων πλὴν ἐκείνου τοιαῦτα φθέγξασθαι ῥήματα. Αὐτὴν τὴν ψυχὴν περιεκαίετο λέγων, «Ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν σαρκὶ μού· καὶ τό, Ηὐχόμην αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου· καί, τὶς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ»; Καὶ τοσαύτην ἔχων περὶ Χριστὸν διάθεσιν, οὐχ ὕβρεις, οὐκ ἀνάγκας, οὐκ ἀναθέματα ἐπέφερεν οὐδενί· ᾗ γὰρ ἂν οὐ τοσαῦτα ἔθνη καὶ πόλεις ὁλοκλήρους προσέφερε τῷ Θεῷ· ἀλλὰ ταπεινούμενος, τυπτόμενος, κολαφιζόμενος, γέλως παρὰ πᾶσι γενόμενος, ταῦτα ἔπραττε, κολακεύων, παρακαλῶν, δεόμενος.

Οὕτως οὖν καὶ πρὸς Ἀθηναίους τὴν εἴσοδον ποιησάμενος, καὶ πάντας μεμηνότας εἰς τὴν εἰδωλολατρείαν εὑρών, οὐκ ὠνείδισε τούτους εἰπών, Ἄθεοί ἐστε ὑμεῖς καὶ ἀσεβεῖς παντελῶς· οὐκ εἶπε, Πάντα θεὸν ἡγεῖσθε ὑμεῖς, τὸν Θεὸν μόνον ἀρνεῖσθε τὸν Δεσπότην καὶ δημιουργὸν τοῦ παντός· ἀλλὰ τί; «Περιερχόμενος, φησί, καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν, εὗρον καὶ βωμὸν ἐν ᾧ ἐπεγέγραπτο, Ἀγνώστῳ Θεῷ. Ὃν οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν». Ὢ τοῦ θαύματος, ὢ τῶν πατρικῶν σπλάχνων! Εὐσεβεῖν εἰπεῖν Ἕλληνας, καίτοι εἰδωλολάτρας, καίτοι ἀσεβοῦντας. Διὰ τί; Ἐπείπερ ὡς εὐσεβεῖς ἐπετέλουν τὴν οἰκείαν θρησκείαν, Θεὸν νομίζοντες σέβειν, τοῦτο πείσαντες ἑαυτούς. Τούτου μιμητὰς ὑμᾶς γίνεσθαι πάντας παρακαλῶ, καὶ ἐμαυτὸν σὺν ὑμῖν. Εἰ γὰρ ὁ προγινώσκων Κύριος τὴν ἑκάστου προαίρεσιν, καὶ εἰδὼς ὁποῖός τις ἕκαστος ἡμῶν γενήσεται, τοῦτο πεποίηκε, διὰ τὸ τὰς δωρεᾶς καὶ φιλοτιμίας τὰς παρ’ αὐτοῦ πληρῶσαι· οὐ γὰρ ἔπη κακοῖς κτίζει ὁ Θεός· καὶ οὕτω τῶν κοινῶν ἠξίωσεν ἀγαθῶν, πάντας μιμητὰς αὐτοῦ βουλόμενος εἶναι, πῶς τὰ ἐναντία ποιεῖς, καὶ ἐν ἐκκλησία συνέρχῃ, τὴν θυσίαν τοῦ Υἱοῦ τοῦ Θεοῦ ἐκτελῶν; Οὐκ ἴστε ὅτι κάλαμον συντεθλασμένον οὐκ ἀπέκλασε, καὶ στυππεῖον καπνιζόμενον οὐκ ἔσβεσε; Τὶς δὲ τούτου ἡ δύναμις; Ἄκουε, ὅτι τὸν Ἰούδαν καὶ τοὺς κατ’ αὐτὸν ἐξοκείλαντας οὐκ ἀπέβαλεν, ἄχρις οὗ ἑαυτὸν ἑλκύσας ἕκαστος τῇ πλάνῃ παρέδωκεν. Οὐχ ὑπὲρ τῶν τοῦ λαοῦ ἀγνοημάτων τὰς ἱκετηρίας προσφέρομεν; Οὐχ ὑπὲρ ἐχθρῶν καὶ μισούντων καὶ διωκόντων προσεύχεσθαι ἐνετάλθημεν; Ἰδοὺ τὴν δουλείαν πληροῦμεν, ἰδοὺ παρακαλοῦμεν ὑμᾶς· ἡ χειροτονία οὐκ εἰς ἐξουσίαν φέρει, οὐκ εἰς ὕψος ἐπαίρει, οὐ δεσποτείαν παρέχει· πάντες τὸ αὐτὸ Πνεῦμα ἐλάβομεν, πάντες εἰς υἱοθεσίαν ἐκλήθημεν· οὓς δὲ ὁ Πατὴρ ἐδοκίμασεν, τούτους κατ’ ἐξουσίαν τοῖς ἰδίοις ἀδελφοῖς δουλεύειν ἠξίωσεν. Τὴν δουλείαν οὖν πληροῦντες παρακαλοῦμεν ὑμᾶς καὶ διαμαρτυρόμεθα, ἀποστῆναι τοῦ τοιούτου κακοῦ. Ἢ γὰρ ζῇ καὶ πάρεστιν ἐν τῷ θνητῷ βίῳ τούτῳ, ἢ τέθνηκεν, ὃν ἀναθεματίζειν προῄρησαι. Εἰ μὲν οὖν ἔτι περίεστιν, ἀσεβεῖς ἀποκόπτων τὸν ἐν τρεπτότητι ὄντα, καὶ μετατεθῆναι δυνάμενον ἐκ τοῦ κακοῦ εἰς τὸ ἀγαθόν· εἰ δὲ τέθνηκεν, πολλῷ μᾶλλον. Τὶ δήποτε; Ὅτι τῷ ἰδίῳ Κυρίῳ στήκει ἢ πίπτει, οὐκέτι ὑπὸ ἐξουσίαν ἀνθρωπίνην τυγχάνων· καὶ τὸ κεκρυμμένον τῷ τῶν αἰώνων κριτῇ, ἐπισφαλὲς ἀποφαίνεσθαι, μόνῳ εἰδότι καὶ μέτρα γνώσεως καὶ ποσότητα πίστεως. Πόθεν γὰρ ἴσμεν, εἰπὲ μοι, παρακαλῶ, ποίοις ῥήμασι κατηγορήσει ἑαυτοῦ, ἢ καὶ ἀπολογήσεται ἐν ἡμέρα, ὅτε μέλλει ὁ Θεὸς κρίνειν τὰ κρυπτὰ τῶν ἀνθρώπων; Ὄντως ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. «Τὶς γὰρ ἔγνω νοῦν Κυρίου, ἢ τὶς σύμβουλος αὐτοῦ ἐγένετο»; Τάχα οὐδεὶς ἐξ ἡμῶν, ἀγαπητοί, ἠξιῶσθαι βαπτίσματος οἴεται, οὐδεὶς ἐπίσταται κρίσιν μέλλουσαν γίνεσθαι πώποτε. Τὶ λέγω κρίσιν; Αὐτὸν τὸν θάνατον καὶ τὴν ἐκ τοῦ σώματος ἔξοδον ἠγνοήσαμεν, ἐκ τῆς ἐπισκηψάσης ἡμᾶς φρενίτιδος τῶν τοῦ βίου πραγμάτων. Ἀπόστητε τοῦ τοιούτου κακοῦ, παρακαλῶ. Ἰδοὺ λέγω καὶ διαμαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ τῷ ἐκλεκτῶν ἀγγέλων, ὡς μεγάλου κακοῦ καὶ πυρὸς ἀνηκέστου γενήσεται ἡμῖν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως αἴτιον. Εἰ γὰρ ἐν τῇ παραστάσει τῶν παρθένων τοὺς μετὰ λαμπρὰς πίστεως καὶ φαιδρότητος βίου ζήσαντας, ὡς αὐτοῦ θεωροῦντος τὰ ἔργα αὐτῶν τοῦ τῶν ὅλων Δεσπότου, ἀλλοτρίους τοῦ νυμφῶνος διὰ τὸ ἀσυμπαθὲς ἐποίησεν, πῶς ἡμεῖς, οἱ κατὰ πᾶσαν ἄδειαν διαιτώμενοι, καὶ ἀνηλεῶς τοῖς ὁμοφύλοις προσφερόμενοι, σωτηρίας ἀξιωθῶμεν; Διὸ δέομαι ὑμῶν, μὴ παρέργως τῶν τοιούτων λόγων ἀκούσητε. Τὰ γὰρ αἱρετικὰ δόγματα, τὰ παρ’ ὧν παρελάβομεν, ἀναθεματίζειν χρή. Καὶ τὰ ἀσεβῆ δόγματα ἐλέγχειν, πᾶσαν δὲ φειδὼ ἀνθρώπων ποιεῖσθαι, καὶ εὔχεσθαι ὑπὲρ τῆς αὐτῶν σωτηρίας. Γένοιτο δὲ πάντας ἡμᾶς τῆς περὶ τὸν Θεὸν καὶ πλησίον ἀγάπης ἀντεχομένους, καὶ τῶν δεσποτικῶν ἐντολῶν τὴν ἐργασίαν πληροῦντας, μετὰ ἐλέους καὶ φαιδρῶν λαμπάδων ἀπαντῆσαι ἐν ἡμέρᾳ τῆς ἀναστάσεως ἀυτῶ τῷ ἐπουρανίῳ νυμφίῳ, προσφέροντας αὐτῶν πλείστους ἐν δόξῃ ὠφεληθέντας ἐκ τῆς ἡμῶν συμπαθείας, χάριτι καὶ φιλανθρωπίαν αὐτοῦ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, μεθ’ οὐ τῷ πατρὶ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς αἰῶνας. Ἀμήν.



Ἑπόμενο: Λόγος ἐν τάσι Καλάνδαις, μὴ προελθόντος τοῦ ἐπισκόπου Ἀντιοχείας Φλαβιανοῦ. Ἐλέχθη δὲ κατὰ τῶν παρατηρούντων τὰς νεομηνίας, καὶ κατὰ τὴν πόλιν χορείας τελούντων, καὶ εἰς τὸ ρητὸν τοῦ Ἀποστόλου, Τὰ πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε
Προηγούμενο: Λόγος Ὄγδοος — Κατὰ Ἰουδαίων
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 48
Ἀρχικὴ Σελίδα: Τέρτιος