Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 48

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου· Περὶ δὲ τῶν κεκοιμημένων οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ἵνα μὴ λυπῆσθε· καὶ εἰς τὸν Ἰὼβ καὶ τὸν Ἀβραάμ.
Προηγούμενο: Λόγος Τρίτος – Εἰς τὸν Λάζαρον, καὶ τινὸς ἕνεκεν οὐκ εἶπεν, Ἔλαβες τὰ ἀγαθὰ σου ἐν τῇ ζωῇ σοῦ, ἀλλ’ Ἀπέλαβες· καὶ διὰ τὶ οἱ μὲν δίκαιοι κινδύνοις πολλάκις περιπατοῦσιν, οἱ δὲ ἁμαρτωλοὶ τούτους διαφεύγουσιν.
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 48

Λόγος Τέταρτος — Εἰς τὸν πλούσιον καὶ τὸν Λάζαρον· καὶ ὅτι τὸ συνειδὸς εἴωθεν ἡμᾶς ἀναμιμνήσκειν παλαιὰ ἁμαρτήματα, καὶ εἰς τὸν Ἰωσήφ.

α’. Τῆς τοῦ Λαζάρου παραβολῆς τὸ τέλος ἀνάγκη τήμερον ἀποδοῦναι. Ὑμεῖς μὲν γὰρ ἴσως τὸ πᾶν ἡμῖν ἀπηρτίσθαι νομίζετε· οὐ μὴν ἔγωγε χρήσομαι ὑμῶν εἰς ἀπάτην τῇ ἀγνοίᾳ, οὐδὲ ἀποστήσομαι πρότερον ἕως ἂν τὸ φαινόμενον ἅπαν ἀπέλθω λαβών· ἐπεὶ καὶ γεωργὸς τῆς ἀμπέλου τρυγηθείσης ἁπάσης, οὐ πρότερον ἀφίσταται, ἕως ἂν καὶ τὰς ρᾶγας ἐκτέμῃ. Ἐπεὶ οὖν καὶ νῦν ἐνορῶ, ὥσπερ ὑπὸ φύλλοις τοῖς γράμμασιν ἐναποκεκρυμμένα νοήματα ἔτι, φέρε δὴ καὶ ταῦτα, ἀντὶ δρεπάνης τῷ λόγῳ χρησάμενοι, πάλιν μετ’ ἀκριβείας ἀποτρυγήσωμεν. Ἄμπελος μὲν γὰρ τρυγηθεῖσα καθάπαξ, ἕστηκε γυμνὴ τοῦ καρποῦ, φύλλα ἔχουσα μόνον· ἡ δὲ ἄμπελος ἡ πνευματικὴ τῶν θείων γραφῶν οὐχ οὕτως, ἀλλ’ ἂν τὸ φαινόμενον ἅπαν ἀνελώμεθα, τὸ πλέον ἐναπομένει πάλιν. Πολλοὶ γοῦν μὲν καὶ πρὸ ἡμῶν εἰς ταύτην εἰρήκασι τὴν ὑπόθεσιν, πολλοὶ καὶ μεθ’ ἡμᾶς ἴσως ἐροῦσιν· ἀλλ’ οὐδεὶς τὸν ἅπαντα πλοῦτον κενώσαι δυνήσεται. Τοιαύτη γὰρ τῆς περιουσίας ταύτης ἡ φύσις· ὅσῳπερ ἂν διασκάψῃς ἐν τῷ βάθει, τοσούτῳ πλέον ἀναβλύσει τὰ θεῖα νοήματα· πηγὴ γὰρ ἐστιν οὐδέποτε ἐπιλείπουσα.

Καὶ ἔδει μὲν τῇ προτέρᾳ συνάξει τοῦτο ὑμῖν ἀποδοῦναι τὸ χρέος, ἀλλ’ οὐκ ἀσφαλὲς εἶναι ἐνομίσαμεν, τοῦ μακαρίου Βαβύλα καὶ τῆς ξυνωρίδος τῶν ἁγίων μαρτύρων τῶν μετ’ ἐκεῖνον παρελθεῖν τὰ κατορθώματα. Διὸ τὴν καταβολὴν ὑπερεθέμεθα, τηροῦντες εἰς τὴν παρουσίαν ὑμῖν ἡμέραν ὁλόκληρον τὴν ἔκτισιν. Φέρε οὖν, ἐπειδὴ καὶ τοῖς πατράσι τὰς εὐφημίας ἀποδεδώκαμεν, οὐ τὰς κατ’ ἀξίαν τῶν ἐκείνων, ἀλλὰ τὰς κατὰ δύναμιν τὴν ἡμετέραν, ἀποδῶμεν καὶ ὑμῖν τοῦ διηγήματος τούτου τὸ λείψανον. Ἀλλὰ μὴ ἀποκάμητε, ἕως ἂν πρὸς τὸ τέλος ἀφικώμεθα, ἐκεῖθεν ἀναλαβόντες τὸν λόγον, ἔνθα αὐτὸν κατελίπομεν πρώην. Ποῦ δὲ αὐτὸν κατελίπομεν; Ἐν τῷ χάσματι τῷ διείργοντι τοὺς δικαίους ἀπὸ τῷ ἁμαρτωλῶν. Εἰπόντος γὰρ τοῦ πλουσίου, «Πέμψον Λάζαρον», εἶπε πρὸς αὐτὸν ὁ Ἀβραάμ· «Χάος μέγα ἐστήρικται μεταξὺ ἡμῶν καὶ ὑμῶν, ὅπως οἱ θέλοντες διαβῆναι ἐκεῖθεν πρὸς ἡμᾶς, μὴ δύνωνται, μηδὲ οἱ ἐντεῦθεν ἐκεῖ διαπερῶσι». Καὶ ἐδείκνυμεν διὰ πολλῶν τὴν εἰρημένων, ὡς ὅτι μετὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, ἐν τοῖς οἰκείοις κατορθώμασι τὰς ἐλπίδας τῆς σωτηρίας ἔχει χρή, μὴ πατέρας καὶ παπποὺς καὶ ἐπιπάππους ἀριθμοῦντας, μηδὲ συγγενεῖς καὶ φίλους καὶ οἰκείους καὶ γείτονας· «Ἀδελφὸς γὰρ οὐ λυτροῦται· λυτρώσεται ἄνθρωπος»; Ἀλλ’ ὅσα ἂν παρακαλέσωσι καὶ καθικετεύσωσιν οἱ μετὰ ἁμαρτημάτων ἐντεῦθεν ἀπελθόντες, πάντα εἰκῆ καὶ μάτην λοιπὸν ἐροῦσι. Καὶ γὰρ αἱ παρθένοι αἱ πέντε παρεκάλεσαν τὰς ὁμήλικας ὑπὲρ ἐλαίου, καὶ οὐκ ἐπέτυχον· καὶ ὁ τὸ τάλαντον κατακρύψας τὸ ἐν τῇ γῇ, πολλὰ ἀπολογησάμενος, κατεκρίθη πάλιν· καὶ οἱ μὴ θρέψαντες αὐτὸν πεινῶντα, μηδὲ ποτίσαντες διψῶντα, καὶ αὐτοὶ δοκοῦντες εἰς ἄγνοιαν καταφεύγειν, οὐδ’ ἐκεῖνοι συγγνώμης καὶ ἀπολογίας ἔτυχον. Ἕτεροι δὲ οὐδὲ εἰπεῖν τι ἴσχυσαν, ὥσπερ ἐκεῖνος ὁ τὰ ῥυπαρὰ ἐνδεδυμένος ἱμάτια· ἐγκαλούμενος γὰρ ἐσίγα. Οὐχ οὗτος δὲ μόνον, ἀλλὰ καὶ ἄλλος τῷ πλησίον μνησικακήσας, καὶ ἑκατὸν ἀπαιτήσας δηνάρια, εἶτα ὑπὲρ τούτων αὐτῶν παρὰ τοῦ δεσπότου ἐγκαλούμενος ἐπὶ ὠμότητι καὶ ἀπανθρωπίᾳ, οὐδὲν ἔσχεν εἰπεῖν. Θεὸν δῆλον, ὅτι οὐδὲν ἡμῶν ἐκεῖ προστήσεται, ἐὰν ἔργα μὴ ἔχωμεν ἀγαθά· ἀλλ’ ἂν τε καθικετεύωμεν καὶ παρακαλῶμεν, ἂν τε σιγῶμεν, ὁμοίως ἐφ’ ἡμᾶς ἥξει τὰ ἧς κολάσεως καὶ τῆς τιμωρίας ἄκουσον γοῦν πῶς καὶ οὗτος αἰτήσας αἰτήσεις δύο τὸν Ἀβραάμ, ἀμφοτέρων ἀπέτυχε. Πρότερον μὲν γὰρ ὑπὲρ ἑαυτοῦ τὴν ἱκετηρίαν ἐποιεῖτο λέγων, «Πέμψον Λάζαρον»· ὕστερον δὲ οὐκ ἔτι ὑπὲρ αὐτοῦ, ἀλλὰ ὑπὲρ τῶν ἀδελφῶν· ἀλλὰ οὐδεμίαν ἤνυσεν αἴτησιν. Ἡ μὲν γὰρ ἦν ἀδύνατος ἡ προτέρα, ἡ δευτέρη δὲ περιττὴ ἡ ὑπὲρ τῶν ἀδελφῶν. Πλὴν ἀλλά, εἰ δοκεῖ, καὶ αὐτῶν ἀκούσωμεν τῶν ῥημάτων μετὰ πολλῆς τῆς σπουδῆς. Εἰ γὰρ ἄρχοντος ἐν ἀγορᾷ μέσῃ κατάδικον ἀγαγόντος, καὶ δημίους περιστήσαντος, καὶ καταξαίνοντος τὸν ὑπεύθυνον, μετὰ πολλῆς τῆς προθυμίας συντρέχουσιν ἅπαντες ἀκοῦσαι βουλόμενοι, τὶ μὲν ὁ δικαστὴς ἐρωτᾷ, τὶ δὲ ὁ κατάδικος ἀποκρίνεται· πολλῷ μᾶλλον ἐνταῦθα μετὰ ἀκριβείας ἀκούειν χρή, τὶ μὲν ὁ κατάδικος οὗτος, ὁ πλούσιος λέγω, ἄξιοι, τὶ δὲ ὁ δίκαιος δικαστὴς ἀποκρίνεται διὰ τοῦ Ἀβραάμ. Οὐ γὰρ ὁ πατριάρχης ἦν ὁ δικάζων, εἰ καὶ αὐτὸς ἐφθέγγετο· ἀλλ’ ὥσπερ ἐπὶ τῶν ἔξωθεν δικαστηρίων τούτων, ὅταν ὦσί τινες ὑπεύθυνοι λῃσταὶ καὶ ἀνδροφόνοι, πόῤῥω τῆς ὄψεως τοῦ δικάζοντος ἀποστήσαντες τούτους οἱ νόμοι, τῆς τοῦ κρίνοντος οὐκ ἐπιτρέπουσιν ἀκοῦσαι φωνῆς, κἂν τούτῳ μετὰ τῶν ἄλλων αὐτοὺς ἀτιμάζοντες, ἀλλὰ μέσος τις διακονεῖ ταῖς ἐρωτήσεσι τοῦ δικάζοντος, καὶ ταῖς ἀποκρίσεσι τῶν δικαζομένων· οὕτω δὴ καὶ τότε ἐγίνετο. Οὐ τοῦ Θεοῦ φθεγγομένου πρὸς αὐτὸν ἤκουεν ὁ κατάδικος, ἀλλὰ μέσος ἦν ὁ Ἀβραάμ, τὰ παρὰ τοῦ δικάζοντος διακονούμενος τῷ δικαζομένῳ. Οὐ γὰρ οἴκοθεν ἔλεγεν ἅπερ ἔλεγεν, ἀλλὰ θεοὺς ἀνεγίνωσκε νόμους αὐτῷ, καὶ τὰς ἄνωθεν φερομένας ἔλεγεν ἀποφάσεις. Διόπερ οὗτος οὐδὲ ἀντιλέγειν εἶχε.

β’. Προσέχωμεν τοίνυν μετὰ ἀκριβείας τοῖς λεγομένοις. Καὶ γὰρ ἐπιτηδὲς ἐνδιατρίβω ταύτῃ τῆς παραβολῇ, καὶ τετάρτην ἡμέραν ἔχων, ταύτης οὐκ ἀφίσταμαι, ἐπειδὴ καὶ πολὺ τὸ κέρδος ἐκ τούτου τοῦ διηγήματος ὁρῶ γινόμενον καὶ πλουσίοις καὶ πένησι, καὶ τοῖς ὑπὲρ τῆς τῶν πονηρῶν εὐπραγίας καὶ τῆς τῶν διακαίων πενίας καὶ θλίψεως θορυβουμένοις. Καὶ γὰρ οὐδὲν οὕτω τοὺς πολλοὺς σκανδαλίζειν εἴωθε καὶ ταράττειν, ὡς τὸ πλουσίους ἐν πονηρίᾳ ζῶντας εὐημερίας ἀπολαύειν πολλῆς, καὶ δικαίους μετὰ ἀρετῆς ζῶντας πρὸς ἐσχάτην ἐλαύνεσθαι πενίαν, καὶ ἕτερα μυρία τῆς πενίας ὑπομένειν χαλεπωτέρα πράγματα.

Ἀλλὰ αὕτη ἱκανὴ ἡ παραβολὴ παρασχεῖν τὰ φάρμακα, τοὺς μὲν πλουτοῦντας σωφρονίζουσα, τοὺς δὲ πένητας παραμυθουμένη· ἐκείνους μὲν παιδεύουσα μὴ μέγα φρονεῖν, τοὺς δὲ πένητας παραμυθουμένη ἐπὶ τοῖς παροῦσι· κἀκείνους μὲν μὴ μεγαλαυχεῖν πείθουσα, ὅταν πονηρευόμενοι μὴ δῶσιν ἐνταῦθα δίκην, ὡς χαλεπωτάτης ἀπαντησομένης αὐτοῖς ἐκεῖ τῆς τιμωρίας· τούτους δὲ παρακαλοῦσα, μὴ ταῖς ἑτέρων εὐπραγίαις θορυβεῖσθαι, μηδὲ νομίζειν ἀπρονόητα εἶναι τὰ καθ’ ἡμᾶς, ὅταν δίκαιος μὲν ἐνταῦθα πάσχῃ κακῶς, πονηρὸς δὲ καὶ μιαρὸς ἄνθρωπος εὐημερίας ἀπολαύῃ διηνεκοῦς. Ἀμφότεροι γὰρ τὸ κατ’ ἀξίαν ἀπολήψονται ἐκεῖ, ὁ μὲν τοὺς στεφάνους τῆς ὑπομονῆς καὶ τῆς καρτερίας, ὁ δὲ τὰς κολάσεις καὶ τὰς τιμωρίας τῆς πονηρίας. Ταύτην τὴν παραβολὴν ἐγγράψατε καὶ πλούσιοι καὶ πένητες· πλούσιοι ἐν τοῖς τοίχοις τῆς ὑμετέρας οἰκίας, πένητες δὲ ἐν τοῖς τοίχοις τῆς διανοίας· κἂν ἐξαλειφθῇ ποτε λήθης ἐγγινομένης, ἐπιχρίσατε πάλιν διὰ τῆς μνήμης ἄνωθεν. Μᾶλλον δὲ καὶ οἱ πλούσιοι πρὸ τῆς οἰκίας ἐν τῇ διανοίᾳ διαγράψατε, καὶ συνεχῶς περιφέρετε, καὶ ἔσται διδασκαλεῖον ὑμῖν καὶ ὑπόθεσις φιλοσοφίας ἁπάσης. Ἐὰν γὰρ ταύτην διηνεκῶς ἐγγεγραμμένην ἔχωμεν ἐν τῇ διανοίᾳ οὔτε τὰ περιχαρῆ τοῦ παρόντος βίου ἡμᾶς φυσῆσαι δυνήσεται, οὔτε τὰ λυπηρὰ ταπεινῶσαι καὶ καθελεῖν· ἀλλὰ ὡς πρὸς τὰς ζωγραφίας τὰ ἐν τοῖς τοίχοις, οὕτω πρὸς ἑκάτερα ταῦτα διακεισόμεθα. Καθάπερ γὰρ ἐν τοῖς τοίχοις γεγραμμένον ὁρῶντες πλούσιον καὶ πένητα, οὔτε ἐκείνῳ φθονοῦμεν, οὔτε τοῦ πένητος ὑπερορῶμεν διὰ τὸ σκιὰν ἀλλὰ μὴ πραγμάτων ἀλήθειαν εἶναι τὰ ὁρώμενα· οὕτω καὶ πλούτου καὶ πενίας, καὶ δόξης καὶ ἀτιμίας, καὶ τῶν ἄλλων ἁπάντων τῶν τε σκυθρωπῶν καὶ φαιδρῶν τὴν φύσιν ἂν καταμάθωμεν, τῆς ἐξ ἑκάστου τούτων ἐγγινομένης ἡμῖν ἀνωμαλίας ἀπαλλαγησόμεθα. Σκιᾶς γὰρ ἐστιν ἀπατηλότερα ἅπαντα ταῦτα, καὶ τὸν ὑψηλὸν καὶ γενναῖον οὐδὲν οὔτε τῶν λαμπρῶν καὶ ἐπιδόξων ἐπᾶραι, οὔτε τῶν ταπεινῶν καὶ ἀπεῤῥιμμένων συστεῖλαι δυνήσεται. Ἀλλὰ γὰρ ὥρα λοιπὸν ἡμῖν καὶ τῶν ῥημάτων ἀκοῦσαι τῶν τοῦ πλουσίου. «Ἐρωτῶ σε φησὶ πάτερ», τουτέστι, παρακαλῶ, δέομαι, ἱκετεύω, «ἵνα πέμψῃς εἰς τὸν οἶκον τοῦ πατρὸς μου Λάζαρον· εἰσι γὰρ μοι πέντε ἀδελφοί· ἵνα διαμαρτύρηται αὐτοῖς, ὅπως μὴ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου». Ἐπειδὴ τῶν καθ’ ἑαυτὸν ἀπέτυχεν, ὑπὲρ ἑτέρων ποιεῖται τὴν ἱκετηρίαν. Ὅρα πῶς φιλάνθρωπος καὶ ἥμερος γέγονεν ὑπὸ τῆς κολάσεως. Ὁ γὰρ τοῦ Λαζάρου καταφρονῶν παρόντος, ἑτέρων ἀπόντων φροντίζει· ὁ τὸν πρὸ τῶν ὀφθαλμῶν κείμενον παρατρέχων, τῶν οὐχ ὁρωμένων μέμνηται, καὶ μετὰ πολλῆς ἀξιοῖ τῆς τιμῆς καὶ τῆς σπουδῆς, ὥστε γενέσθαι τινὰ αὐτῶν πρόνοιαν πρὸς ἀπαλλαγὴν τῶν καταληψομένων αὐτοὺς κακῶν. Καὶ παρακαλεῖ πεμφθῆναι τὸν Λάζαρον εἰς τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ, ἔνθα τὰ σκάμματα ἦν αὐτῷ, καὶ τὸ στάδιον ἀνεῴγει τῆς ἀρετῆς. Ἐκεῖνοι βλεπέτωσαν αὐτὸν στεφανούμενον, φησίν, οἱ θεασάμενοι ἀγωνισάμενον· οἱ μάρτυρες αὐτοὺς τῆς πενίας καὶ τοῦ λιμοῦ καὶ τῶν μυρίων κακῶν, γενέσθωσαν μάρτυρες τῆς τιμῆς, τῆς μεταβολῆς, τῆς δόξης ἁπάσης, ἵνα ἑκατέρωθεν παιδευθέντες καὶ μαθόντες, ὅτι οὐ μέχρι τοῦ παρόντος βίου τὰ ἡμέτερα στήσεται πράγματα, οὕτω παρασκευάσωνται, ὡς δυνηθῆναι ταύτην τῆς κόλασιν διαφυγεῖν καὶ τὴν τιμωρίαν. Τὶ οὖν ὁ Ἀβραάμ; «Ἔχουσι Μωϋσέα καὶ τοὺς προφήτας, φησίν, ἀκουσάτωσαν αὐτῶν». Οὐχ οὕτω, φησί, σὺ κήδῃ τῶν ἀδελφῶν σου, ὡς ὁ ποιήσας αὐτοὺς Θεός. Μυρίους αὐτοῖς ἐπέστησε διδασκάλους παραινοῦντας, συμβουλεύοντας, νουθετοῦντας. Τὶ οὖν αὐτὸς πάλιν; «Οὐχί, φησί, πάτερ Ἀβραάμ, ἀλλὰ ἐὰν τις ἀπὸ νεκρῶν ἀπέλθῃ, αὐτῷ πιστεύσουσι». Ταῦτα δὴ τὰ τῶν πολλῶν ῥήματα. Ποῦ νῦν εἰσιν οἱ λέγοντες, Τὶς ἦλθεν ἐκεῖθεν; Τὶς ἐκ τῶν νεκρῶν ἀνέστη; Τὶς εἶπε τὰ ἐν ᾅδου; Πόσα τοιαῦτα καὶ τηλικαῦτα πρὸς ἑαυτὸν εἶπεν ὁ πλούσιος ἐκεῖνος, ἡνίκα ἐτρύφα; Οὐδὲ γὰρ ἁπλῶς παρεκάλεσεν ἀναστῆναί τινα ἐκ τῶν νεκρῶν· ἀλλ’ ἐπειδὴ τῶν γραφῶν ἀκούων κατεφρόνει, κατεγέλα, μύθους εἶναι ἐνόμιζε τὰ λεγόμενα· ἀφ’ ὧν οὖν αὐτοὺς ἔπασχε, καὶ περὶ τῶν ἀδελφῶν ἐνόμιζε. Κἀκεῖνοι, φησίν, οὕτως ὑποπτεύουσιν· ἐὰν δὲ τις ἀπὸ νεκρῶν ἀπέλθῃ, οὐκ ἀπιστήσουσιν αὐτῷ, οὐ καταγελάσονται, ἀλλὰ μᾶλλον τοῖς λεγομένοις προσέξουσι. Τὶ οὖν ὁ Ἀβραάμ; «Εἰ Μωϋσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν, οὐδὲ ἐὰν τις ἐκ νεκρῶν ἀναστῇ, ἀκούσονται». Καὶ ὅτι τοῦτό ἐστιν ἀληθές, ὅτι ὁ τῷ γραφῶν οὐκ ἀκούων οὐδὲ νεκρῶν ἀνισταμένων ἀκούσεται, ἔδειξαν οἱ Ἰουδαῖοι, οἳ ἐπειδὴ Μωϋσέως οὐκ ἤκουσαν καὶ τῶν προφητῶν, οὐδὲ νεκροὺς ἀναστάντας ἰδόντες ἐπίστευσαν· ἀλλὰ νῦν μὲν ἀναιρεῖν τὸν Λάζαρον ἐπεχείρουν, νῦν δὲ τοῖς ἀποστόλοις ἐπεπήδων, καίτοι πολλῶν ἀναστάντων νεκρῶν ἐν τῷ καιρῷ τοῦ σταυροῦ.

γ’. Ἵνα δὲ καὶ ἑτέρωθεν μάθῃς, ὅτι ἀξιοπιστότερα ἡ τῶν προφητῶν διδασκαλία τῆς τῶν ἀνισταμένων ἀπαγγελίας, ἐκεῖνο σκόπησον, ὅτι νεκρὸς μὲν ἅπας δοῦλός ἐστιν· ἃ δὲ αἱ γραφαὶ φθέγγονται, ταῦτα ὁ Δεσπότης ἐφθέγξατο· ὥστε κἂν νεκρὸς ἀναστῇ, κἂν ἄγγελος ἐξ οὐρανοῦ καταβῇ, πάντων ἔστωσαν αἱ γραφαὶ ἀξιοπιστότεραι. Ὁ γὰρ τῶν ἀγγέλων Δεσπότης, καὶ τῶν νεκρῶν καὶ τῶν ζώντων Κύριος, αὐτὸς ἐκείνας ἐνομοθέτησε. Καὶ ὅτι περιττὰ ζητοῦσιν οἱ ζητοῦντες νεκροὺς ἐκεῖθεν ἐλθεῖν, πρὸς τοῖς εἰρημένοις καὶ ἀπὸ τῶν παρόντων ἔστι δεῖξαι δικαστήριον τοῦτο. Ἡ γέεννα τοῦ φαίνεται τοῖς ἀπίστοις· τοῖς γὰρ πιστοῖς ἐστι δήλη καὶ φανερά, ἀλλ’ ὅμως τοῖς ἀπίστοις οὐ φαίνεται· τὰ μέντοι δικαστήρια φαίνεται, καὶ καθ’ ἑκάστην ἡμέραν ἀκούομεν, ὅτι ὁ δεῖνα ἐκολάσθη, τοῦ δεινὸς ἡ οὐσία ἐδημεύθη, ἕτερος τὰ μέταλλα ἐργάζεται, ἄλλος κατεκάη πυρί, ἄλλος ἑτέρῳ τρόπῳ κολάσεως καὶ τιμωρίας ἀπώλετο. Ἀλλ’ ὅμως ταῦτα ἀκούοντες οἱ πονηροὶ καὶ κακοῦργοι καὶ γόητες οὐ σωφρονίζονται. Καὶ τὶ λέγω, εἰ οἱ μηδέποτε τούτοις περιπεσόντες οὐ σωφρονίζονται; Πολλάκις πολλοὶ τούτων ἁλόντες καὶ διαφυγόντες τὴν κόλασις, καὶ τὸ δεσμωτήριον διορύξαντες καὶ ἀποπηδήσαντες, πάλιν τοῖς αὐτοῖς ἐπέθεντο, καὶ πολλῷ χαλεπώτερα τούτων εἰργάσαντο.

Μὴ τοίνυν ζητῶμεν παρὰ νεκρῶν ἀκούειν ταῦτα, ἃ πολλῷ σαφέστερον αἱ γραφαὶ καθ’ ἑκάστην ἡμᾶς παιδεύουσι τὴν ἡμέραν. Εἰ γὰρ ᾔδει τοῦτο ὁ Θεός, ὅτι νεκροὶ ἀνιστάμενοι τοὺς ζῶντας ὠφέλησαν ἄν, οὐκ ἂν παρέλιπεν, οὐδ’ ἂν παρῆκε τοσοῦτον κέρδος ὁ πάντα ἡμῖν πρὸς τὸ συμφέρον πραγματευόμενος. Χωρὶς δὲ τούτων, εἰ συνεχῶς ἔμελλον ἀνίστασθαι νεκροί, καὶ τὰ ἐκεῖ πάντα ἀπαγγέλλειν ἡμῖν, καὶ τοῦτο ἂν τῷ χρόνῳ κατεφρονήθη πάλιν· πρὸς δὲ τούτοις καὶ πονηρὰ ἂν εἰσήγαγε δόγματα ὁ διάβολος μετὰ πολλῆς τῆς εὐκολίας. Εἴδωλα γὰρ ἠδύναντο δεικνύναι πολλάκις, ἢ καὶ παρασκευάζων τινὰς ὑποκρίνασθαι θάνατον καὶ κατορύττεσθαι, δεικνύναι πάλιν ὡς ἐκ νεκρῶν ἀναστάντας, καὶ δι’ ἐκείνων ὅσα ἐβούλετο πιστεύεσθαι ταῖς τῶν ἀπατωμένων διανοίαις. Εἰ γὰρ νῦν, οὐδενὸς ὄντος τοιούτου, ὄνειροι πολλάκις φανέντες ἐν τύποις τῶν ἀπελθόντων, πολλοὺς ἠπάτησαν καὶ διέφθειραν· πολλῷ μᾶλλον, εἰ τοῦτο γεγενημένον ἦν καὶ κεκρατηκὸς ἐν ταῖς τῶν ἀνθρώπων διανοίαις, οἷον ὅτι πολλοὶ τῶν ἀπελθόντων ἐπανῆλθον πάλιν, μυρίοις ἂν ὁ μιαρὸς δαίμων ἐκεῖνος δόλους ἔπλεξε, καὶ πολλὴν ἀπάτην εἰς τὸν βίον εἰσήγαγε. Διὰ τοῦτο ἀπέκλεισε τὰς θύρας ὁ Θεός, καὶ οὐκ ἀφίησί τινα τῶν ἀπελθόντων ἐπανελθόντα εἰπεῖν τὰ ἐκεῖ, ἵνα μὴ λαβὼν ἀφορμὴν ἐντεῦθεν ἐκεῖνος, τὰ παρ’ ἑαυτοῦ πάντα εἰσαγάγῃ. Καὶ γὰρ ὅτε προφῆται ἦσαν, ψευδοπροφήτας ἤγειρε· καὶ ὅτε ἀπόστολοι, ψευδαποστόλους· καὶ ὅτε Χριστὸς ἐφάνη, ψευδοχρίστους· καὶ ὅτε δόγματα εἰσηνέχθη ὑγιῆ, διεφθαρμένα εἰσήγαγε, τὰ ζιζάνια πανταχοῦ διασπείρων. Ὥστε εἰ καὶ τοῦτο συνέβη, καὶ τοῦτο ἐπεχείρησεν ἂν ὑποκρίνεσθαι διὰ τῶν οἰκείων ὀργάνων, οὐχὶ νεκροὺς ἀληθῶς ἀνιστάς, ἀλλὰ μαγγανείαις τισὶ καὶ ἀπάταις τὰς ὄψεις τῶν ὁρώντων ἀπατῶν, ἢ καὶ τινας παρασκευάζων, ὥσπερ ἔφθην εἰπών, ὑποκρίνεσθαι τελευτήν, τὰ ἄνω κάτω πάντα ἐποίησεν ἂν καὶ συνέχεεν. Ἀλλ’ ὁ Θεὸς ἅπαντα ταῦτα προειδώς, ἀπετείχισεν αὐτῷ τὴν ἐπιβουλὴν ταύτην, καὶ φειδόμενος ἡμῶν, οὐ συνεχώρησεν ἐλθόντι τινὶ ποτε ἐκεῖθεν περὶ τῶν ἐκεῖ διαλεχθῆναι τοῖς ζῶσιν ἀνθρώποις, παιδεύων ἡμᾶς πάντων ἀξιοπιστοτέρας ἡγεῖσθαι τὰς θείας γραφάς. Πολὺ γὰρ τῆς τῶν νεκρῶν ἀναστάσεως σαφεστέρα ἡμῖν ἔδειξε πράγματα· τὴν οἰκουμένην ἐπέστρεψεν ἅπασαν, τὴν πλάνην ἀπήλασε, τὴν ἀλήθειαν ἐπανήγαγε, δι’ ἁλιέων καὶ εὐτελῶν ἀνθρώπων ταῦτα πάντα κατώρθωσε, καὶ ἱκανὰς ἀποδείξεις τῆς ἑαυτοῦ προνοίας πανταχοῦ παρέσχεν ἡμῖν. Μὴ τοίνυν μέχρι τοῦ παρόντος βίου τὰ ἡμέτερα συγκεκλεῖσθαι νομίζωμεν, ἀλλὰ πιστεύωμεν, ὅτι πάντως ἔσται κρίσις καὶ ἀνταπόδοσις τῶν ἐνταῦθα παρ’ ἡμῶν γινομένων ἁπάντων.

Τοῦτο γὰρ οὕτως ἐστὶ σαφὲς καὶ ἐναργὲς πᾶσιν, ὡς καὶ Ἰουδαίους καὶ Ἕλληνας καὶ αἱρετικούς, καὶ πάντα ὁντιναοῦν ἄνθρωπον ὑπὲρ τούτων ὁμογνωμονεῖν. Εἰ γὰρ καὶ μὴ καθὼς προσῆκε περὶ ἀναστάσεως φιλοσοφοῦσιν ἅπαντες, ἀλλ’ ὅμως περὶ τῆς κρίσεως καὶ τῆς κολάσεως καὶ τῶν ἐκεῖ δικαστηρίων ἅπαντες συμφωνοῦσιν, ὅτι ἔστι τις τῶν ἐνταῦθα γινομένων ἀντίδοσις ἐκεῖ. Εἰ γὰρ μὴ τοῦτο ἦν, τίνος ἕνεκεν οὐρανὸν τοσοῦτον ἔτεινε, τὴν ὑπεστόρεσε, θάλασσαν ἥπλωσεν, ἀέρα ἐξέχεε, τοσαύτην πρόνοιαν ἐπεδείξατο, εἰ μὴ μέχρι τέλους ἔμελλεν ἡμῶν προστήσεσθαι;

δ’. Οὐχ ὁρᾷς πόσοι βιώσαντες ἐν ἀρετῇ, μυρία παθόντες δεινὰ ἀπῆλθον, μηδὲν ἀπολαβόντες ἀγαθόν; Ἕτεροι δὲ πάλιν πονηρίαν πολλὴν ἐπιδειξάμενοι, τὰς ἑτέρων ἁρπάσαντες οὐσίας, χήρας καὶ ὀρφανοὺς ἀποδύσαντες καὶ καταδυναστεύσαντες, πλούτου καὶ τρυφῆς καὶ μυρίων ἀπολαύσαντες ἀγαθῶν ἀπῆλθον, οὐδὲ τὸ τυχὸν παθόντες δεινόν;

Πότε οὖν ἢ ἐκεῖνοι οἱ πρότεροι τῆς ἀρετῆς ἀπολήψονται τὰς ἀμοιβάς, ἢ οὗτοι τῆς πονηρίας δώσουσι τὰς τιμωρίας, εἰ μέχρι τοῦ παρόντος τὰ ἡμέτερα ἵσταται πράγματα; Ὅτι γάρ, εἰ ἔστι Θεός, ὥσπερ οὖν καὶ ἔστι, δίκαιός ἐστι, πᾶς ὁστισοῦν ἂν εἴποι· ὅτι δέ, εἰ εἰ δίκαιός ἐστι, καὶ τούτοις κἀκείνοις ἀποδώσει τὰ κατ’ ἀξίαν, καὶ τοῦτο συνωμολόγηται. Εἰ δὲ μέλλοι κἀκείνοις καὶ τούτοις ἀποδιδόναι κατ’ ἀξίαν, ἐνταῦθα δὲ οὐδεὶς αὐτῶν ἀπέλαβεν, οὔτε ἐκεῖνος τῆς πονηρίας τὴν κόλασιν, οὔτε οὗτος τῆς ἀρετῆς τὰς ἀμοιβάς, εὔδηλον ὅτι λείπεταί τις καιρός, ἐν ᾧ τὴν προσήκουσαν ἀντίδοσιν ἑκάτεροι τούτων ἕξουσι.

Τίνος δὲ ἕνεκεν ὅλως ἐν τῇ διανοίᾳ τῇ ἡμετέρᾳ κριτὴν οὕτω διηνεκῶς ἐγρηγορότα καὶ νήφοντα κατέστησεν ἡμῖν ὁ Θεός; Τὸ συνειδὸς λέγω. Οὐ γὰρ ἐστιν, οὐκ ἔστιν οὐδεὶς δικαστὴς οὕτως ἄγρυπνος ἐν ἀνθρώποις, οἷον τὸ ἡμέτερον συνειδός. Οἱ μὲν γὰρ ἔξωθεν δικασταὶ καὶ ὑπὸ χρημάτων διαφθείρονται, καὶ κολακείαις χαυνοῦνται, καὶ διὰ φόβον καθυποκρίνονται, καὶ πολλὰ ἕτερά ἐστι τὰ λυμαινόμενα τὴν ὀρθὴν ἐκείνων ψῆφον· τὸ δὲ τοῦ συνειδότος δικαστήριον οὐδενὶ τούτων εἴκειν οἶδεν· ἀλλὰ κἂν χρήματα δῷς, κἂν κολακεύσῃς, κἂν ἀπειλήσῃς, κἂν ἕτερον ὁτιοῦν ἐργάσῃ, δικαίαν ἐξοίσει τὴν ψῆφον κατὰ τὸν ἡμαρτηκότων λογισμῶν· καὶ αὐτὸς ὁ τὴν ἁμαρτίαν ἐργασάμενος αὐτὸς ἑαυτὸν καταδικάζει, κἂν μηδεὶς ἕτερος κατηγορῇ. Καὶ ἅπαξ, οὐδὲ δίς, ἀλλὰ καὶ πολλάκις καὶ διὰ παντὸς τοῦ βίου τοῦτο ποιῶν διατέλει· κἂν πολὺς παρέλθῃ χρόνος, οὐδέποτε ἐπιλήσεται τῶν γεγενημένων, ἀλλὰ καὶ ἐν τῷ γίνεσθαι τὴν ἁμαρτίαν, καὶ πρὶν γενέσθαι, καὶ μετὰ τὸ γενέσθαι σφοδρὸς ἐφέστηκεν ἡμῖν κατήγορος, καὶ μάλιστα μετὰ τὸ γενέσθαι. Ἐν μὲν γὰρ τῷ πράττειν τὴν ἁμαρτίαν ὑπὸ τῆς ἡδονῆς μεθύοντες οὐχ οὕτως αἰσθανόμεθα· ἐπειδὰν δὲ γένηται καὶ λάβῃ τέλος, τότε δὴ μάλιστα, τῆς ἡδονῆς σβεσθείσης ἁπάσης, τὸ πικρὸν τῆς μετανοίας ἐπεισέρχεται κέντρον ἀπεναντίας ταῖς ὠδινούσαις γυναιξίν. Ἐπ’ ἐκείνων μὲν γὰρ πρὸ τοῦ τόκου πολὺς καὶ ἀφόρητος ὁ πόνος καὶ ὠδῖνες δριμεῖαι διακόπτουσαι ταῖς ἀλγηδόσιν αὐτάς· μετὰ δὲ τὸν τόκον ἄνεσις, τῷ βρέφει τῆς ὀδύνης συνεξελθούσης· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλ’ ἕως μὲν ἂν ὠδίνωμεν καὶ συλλαμβάνωμεν τὰ διεφθαρμένα βουλεύματα, εὐφραινόμεθα καὶ χαίρομεν· ἐπειδὰν δὲ ἀποτέκωμεν τὸ πονηρὸν παιδίον τὴν ἁμαρτίαν, τότε τὸ αἶσχος τοῦ τεχθέντος ἰδόντες ὀδυνώμεθα, τότε διακοπτόμεθα τῶν ὠδινουσῶν γυναικῶν χαλεπώτερον. Διὸ παρακαλῶ μὴ δέχεσθαι μὲν μάλιστα παρὰ τὴν ἀρχὴν ἐπιθυμίαν διεφθαρμένην· εἰ δὲ καὶ δεξόμεθα, ἀποπνίγειν ἔνδον τὰ σπέρματα. Εἰ δὲ καὶ μέχρι τούτου ῥᾳθυμήσαιμεν, ἐξελθοῦσαν εἰς ἔργον τὴν ἁμαρτίαν ἀποκτείνειν πάλιν δι’ ἐξομολογήσεως καὶ δακρύων, διὰ τοῦ κατηγορεῖν ἑαυτῶν. Οὐδὲν γὰρ οὕτως ὀλέθριον τῇ ἁμαρτίᾳ, ὡς κατηγορίᾳ καὶ κατάγνωσις σὺν μετάνοια καὶ δάκρυσι. Κατέγνως σου τὴν ἁμαρτίαν; Ἀπέθου τὸ φορτίον. Καὶ τὶς ταῦτά φησιν; Αὐτὸς ὁ δικάζων Θεός. «Λέγε σὺ τὰς ἁμαρτίας σου πρῶτος, ἵνα δικαιωθῇς». Τίνος γὰρ ἕνεκεν αἰσχύνη καὶ ἐρυθριᾷς, εἰπὲ μοι, τὰ ἁμαρτήματα εἰπεῖν; Μὴ γὰρ ἀνθρώπῳ λέγεις, ἵνα ὀνειδίσῃ σε; Μὴ γὰρ τῷ συνδούλῳ ὁμολογεῖς, ἵνα ἐκπομπεύσῃ; Τῷ Δεσπότῃ, τῷ κηδεμόνι, τῷ φιλανθρώπῳ, τῷ ἰατρῷ τὸ τραῦμα ἐπιδεικνύεις.

Μὴ γάρ, κἂν σὺ μὴ εἴπῃς, ἐκεῖνος οὐκ οἶδεν, ὃς γὲ καὶ πρὸ τοῦ πραχθῆναι ἠπίστατο; Τίνος οὖν ἕνεκεν σὺ λέγεις; Μὴ γὰρ ἐκ τῆς σῆς κατηγορίας φορτικώτερον γίνεται τὸ ἁμάρτημα; Ἡμερώτερον μὲν οὖν καὶ κουφότερον. Καὶ διὰ τοῦτο βούλεταί σε εἰπεῖν, οὐχ ἵνα κολάσῃ, ἀλλ’ ἵνα συγχωρήσῃ· οὐχ ἴαν αὐτὸς μάθῃ τὴν ἁμαρτίαν· πῶς γάρ, ὁ εἰδώς; Ἀλλ’ ἵνα σὺ μάθῃς πόσον σοι συγχωρεῖ χρέος. Βούλεται δὲ σε μαθεῖν τῆς χάριτος τὸ μέγεθος, ἵνα εὐχαριστῶν διατελῇς, ἵνα ὀκνηρότερος πρὸς ἁμαρτίαν ἧς, ἵνα προθυμότερος εἰς ἀρετήν. Ἂν μὴ εἴπῃς τοῦ χρέους τὸ μέγεθος, οὐκ ἐπιγινώσκεις τῆς χάριτος τὴν ὑπερβολήν. Οὐκ ἀναγκάζω, φησίν, εἰς μέσον ἐλθεῖν σε θέατρον, καὶ μάρτυρας περιστῆσαι πολλούς· ἐμοὶ τὸ ἁμάρτημα εἰπὲ μόνῳ κατ’ ἰδίαν, ἵνα θεραπεύσω τὸ ἕλκος, καὶ ἀπαλλάξω τῆς ὀδύνης. Διὰ τοῦτο τὸ συνειδὸς ἡμῖν ἐγκατέθηκε καὶ πατρὸς φιλοστοργότερον. Πατὴρ μὲν γὰρ ἅπαξ, ἢ δεύτερον, ἢ καὶ τρίτον, ἢ καὶ δεκάκις ἐπιτιμήσας τῷ παιδί, ἐπειδὰν ἴδῃ μένοντα ἀδιόρθωτον, ἀπαγορεύσας ἀποκηρύττει, καὶ τῆς οἰκίας ἐκβάλλει, καὶ τῆς συγγενείας διακόπτει· ἀλλ’ οὐ τὸ συνειδός· ἀλλά, κἂν ἅπαξ, κἂν δεύτερον, κἂν τρίτον, κἂν μυριάκις εἴπῃ, καὶ παρακούσῃς, πάλιν ἐρεῖ, καὶ οὐκ ἀφίσταται ἕως ἐσχάτης ἀναπνοῆς· καὶ ἐν οἰκίᾳ, καὶ ἂν ἀμφόδοις, καὶ ἐν τραπέζῃ, καὶ ἐν ἀγορᾷ, καὶ ἐν ὁδοῖς, πολλάκις δὲ καὶ ἐν ὀνείροις αὐτοῖς τῶν ἠμαρτημένων ἡμῖν τὰ εἴδωλα καὶ τὰς φαντασίας παρίστησι.

ε’. Καὶ ὅρα σοφίαν Θεοῦ. Οὔτε διηνεκῆ τὴν κατηγορίαν ἐποίησεν εἶναι τοῦ συνειδότος (οὐ γὰρ ἂν ἠνέγκαμεν τὸ φορτίον, συνεχῶς ἐγκαλούμενοι), οὔτε οὕτως ἀσθενῆ, ὡς ἐκ πρώτης καὶ δευτέρας ἀπαγορεῦσαι παραινέσεως. Εἰ μὰν γὰρ καθ’ ἑκάστην ἡμέραν καὶ ὥραν ἔμελλεν ἡμᾶς κεντεῖν, κἂν ἀπεπνίγημεν ἀπὸ τῆς ἀθυμίας· εἰ δὲ ἅπαξ καὶ δεύτερον ὑπομνῆσαν ἀπέστη τῆς ἐπιτιμήσεως, οὐκ ἂν πολλὴν ἐκαρπωσάμεθα τὴν ὠφέλειαν. Διὰ τοῦτο διηνεκῆ μὲν ταύτην ἐποίησεν εἶναι τὴν ἐπιτίμησιν, οὐ μὴν συνέχῃ· διηνεκῆ μέν, ἵνα μὴ εἰς ῥαθυμίαν ἐμπίπτωμεν, ἀλλ’ ἀεὶ καὶ μέχρι τελευτῆς ὑπομιμνησκόμενοι νήφωμεν· οὐ συνεχῆ δὲ οὐδὲ ἐπάλληλον,ἵνα μὴ καταπίπτωμεν, ἀλλὰ ἀνέσεις τινὰς λαμβάνοντες καὶ παραμυθίας ἀναπνέωμεν. Ὥσπερ γὰρ τὸ μηδ’ ὅλως ἀλγεῖν ἐπὶ τοῖς ἁμαρτήμασιν ὀλέθριον, καὶ τὴν ἐσχάτην ἀναισθησίαν ἐντίκτον ἡμῖν, οὕτω τὸ συνεχῶς καὶ πέρα τοῦ μέτρου τοῦτο πάσχειν ἐπιβλαβές.

Ἡ γὰρ ὑπερβολὴ τῆς ἀθυμίας ἴσχυε καὶ τῶν κατὰ φύσιν πολλάκις ἐκβαλοῦσα φρενῶν, ὑποβρύχιον ποιῆσαι τὴν ψυχήν, καὶ πρὸς ἅπαντα ἄχρηστον ἐργάσασθαι τὰ καλά. Διὰ τοῦτο καὶ ἐκ διαλειμμάτων ἡμῖν τὸν τοῦ συνειδότος ἔλεγχον παρεσκεύασεν ἐπιτίθεσθαι, ἐπειδὴ σφόδρα ἐστὶν ἀπότομος, καὶ παντὸς κέντρου σφοδρότερον τὸν ἡμαρτηκότα νύττειν εἴωθεν. Οὐδὲ γὰρ ἡνίκα ἂν ἁμαρτάνωμεν αὐτοί, ἀλλὰ καὶ ἡνίκα ἂν ἕτεροι τὰ αὐτὰ πλημμελῶσιν ἡμῖν, διεγείρεται σφοδρῶς καὶ μετὰ πολλῆς ἡμῶν καταβοᾷ τῆς εὐτονίας. Καὶ γὰρ ὁ πόρνος, καὶ ὁ μοιχός, καὶ ὁ κλέπτης οὐ μόνον ὅταν αὐτὸς κατηγορῆται, ἀλλ’ ὅταν καὶ ἑτέρων τοιαῦτα τολμησάντων ἀκούῃ κατηγορουμένων, αὐτὸς ἡγεῖται μαστίζεσθαι, ἐν ταῖς ἑτέρων ἐπιτιμήσεσι τῆς οἰκείας ἁμαρτίας λαμβάνων ἀνάμνησιν, καὶ ἐγκαλεῖται μὲν ἄλλος, πλήττεται δὲ οὗτος ὁ μηδὲν ἐγκαλούμενος, ὅταν ᾗ τὰ αὐτὰ ἐκείνῳ τετολμηκώς· ὥσπερ οὖν καὶ ἐπὶ τοῖς κατορθώμασιν, ἑτέρων ἐγκωμιαζομένων καὶ στεφανουμένων, οἱ τὰ αὐτὰ κατωρθωκότες ἐκείνοις χαίρουσι καὶ ἀγάλλονται, ὡς οὐκ ἐκείνων μᾶλλον ἢ αὐτῶν ἐπαινουμένων. Τὶ τοίνυν γένοιτ’ ἂν τοῦ ἡμαρτηκότος ἀθλιώτερον, ὅταν, ἑτέρῳ κατηγορουμένων, αὐτὸς καταδύηται; Τὶ δὲ τοῦ ζῶντος ἐν ἀρετῇ μακαριώτερον, ὅταν, ἑτέρων ἐπαινουμένων, αὐτὸς χαίρῃ καὶ διαχέηται, ἐν τοῖς ἑτέρων ἐγκωμίοις ὑπόμνησιν λαμβάνων τῶν οἰκείων κατορθωμάτων; Ταῦτα τῆς τοῦ Θεοῦ σοφίας τὰ ἔργα, ταῦτα τῆς μεγίστης αὐτοῦ προνοίας τὰ σημεῖα. Ἄγκυρα γὰρ τὶς ἐστιν ἱερὰ τοῦ συνειδότος ἡ ἐπιτίμησις, οὐκ ἐῶσα τέλεον ἡμᾶς εἰς τὸν τῆς ἁμαρτίας καταποντισθῆναι βυθόν. Οὐδὲ γὰρ παρ’ αὐτὸν τῶν ἁμαρτημάτων τὸν καιρὸν μόνον, ἀλλὰ καὶ μετὰ πολλὰς ἐνιαυτῶν περιόδους οἶδεν ἡμᾶς πολλάκις παλαιᾶς ἀναμιμνήσκειν ἁμαρτίας· καὶ τούτου καὶ ἀπ’ αὐτῶν παραστήσομαι τῶν γραφῶν σαφῆ τὴν ἀπόδειξιν.

Ἀπέδοντό ποτε τὸν Ἰωσὴφ οἱ ἀδελφοί, ἐγκαλεῖν μὲν οὐδὲν ἔχοντες, ὅτι δὲ ἐνύπνια ἑώρα τὴν μέλλουσαν αὐτῷ προαναφωνοῦντα δόξαν. «Εἶδον γάρ, φησί, τὰ δράγματα ὑμῶν προσκυνήσαντα τὸ ἐμὸν δράγμα». Καίτοι ὑπὲρ τούτων φυλάττειν αὐτὸν ἐχρῆν· στέφανος γὰρ τῆς οἰκίας ἁπάσης ἔμελλεν ἔσεσθαι, καὶ λαμπρότης τοῦ γένους παντός. Ἀλλὰ τοιοῦτον ἡ βασκανία· τοῖς οἰκείοις πολεμεῖ καλοῖς, καὶ μᾶλλον ἂν ἕλοιτο μυρία πάσχειν δεινὰ ὁ βασκαίνων, ἢ τὸν πλησίον ἰδεῖν εὐδοκιμοῦντα, κἂν εἰς αὐτὸν διαβαίνειν μέλλοι τὰ τῆς εὐδοξίας· οὗ τὶ γένοιτ’ ἂν ἀθλιώτερον; Ὅπερ οὖν κἀκεῖνοι ἔπαθον, καὶ ἰδόντες αὐτὸν πόῤῥωθεν ἥκοντα, τροφὴν αὐτοῖς κομίζοντα, πρὸς ἀλλήλους ἔλεγον· «Δεῦτε, ἀποκτείνωμεν αὐτόν, καὶ ἴδωμεν τὶ ἔσται τὰ ἐνύπνια αὐτοῦ». Εἰ καὶ μὴ ὡς ἀδελφὸν ᾐδέσθης, οὐδὲ τὴν φύσιν ἐπέγνως, τὴν γοῦν τράπεζαν αὐτὴν αἰδεσθῆναι ἔδει, καὶ τὸν τῆς διακονίας τρόπον, ὅτι θρέψων σε παρεγένετο. Ἀλλ’ ὅρα πῶς καὶ ἄκοντες προφητεύουσι· «Δεῦτε, φασίν, ἀποκτείνωμεν αὐτόν, καὶ ἴδωμεν τὶ ἔσται αὐτοῦ τὰ ἐνύπνια». Εἰ γὰρ οὐκ ἐβουλεύσαντο, καὶ τὸν δόλον ὕφαναν, καὶ τὴν ἀναιδῆ βουλὴν ἔῤῥαψαν ἐκείνην, οὐκ ἂν ἔγνωσαν τῶν ἐνυπνίων ἐκείνων τὴν δύναμιν. Οὐ γὰρ ἦν ἴσον, μηδὲν παθόντα δεινὸν ἐπὶ τὸν θρόνον ἀναβῆναι τῆς Αἰγύπτου, καὶ διὰ τοσούτων τῶν κωλυμάτων καὶ τῶν ἐμποδίων τῆς αὐτῆς ταύτης ἐπιλαβέσθαι λαμπρότητος. Εἰ μὴ γὰρ ἐπεβούλευσαν, οὐκ ἂν εἰς Αἴγυπτον ἀπέδοντο· εἰ μὴ ἀπέδοντο εἰς Αἴγυπτον, οὐκ ἂν ἠράσθη ἡ δέσποινα· εἰ μὴ ἠράσθη ἡ δέσποινα, οὐκ ἂν ἐνεβλήθη εἰς τὸ δεσμωτήριον, οὐκ ἂν συνέκρινε τὰ ὁράματα, οὐκ ἂν τῆς βασιλείας ἐπέτυχεν· εἰ μὴ τῆς βασιλείας δὲ ἐπέτυχεν ἐκείνης, οὐκ ἂν ἦλθον οὗτοι κατ’ ἐμπορίαν σίτου, καὶ προσεκύνησαν αὐτόν. Ὥστε ἐπειδὴ ἀπέκτειναν αὐτόν, διὰ τοῦτο μάλιστα ἔγνωσαν αὐτοῦ τὰ ἐνύπνια. Τὶ οὖν; Αὐτοὶ πρόξενοι τῶν μελλόντων ἀγαθῶν αὐτῷ πάντων ἐγένοντο καὶ τῆς περιφανείας ἐκείνης; Οὐδαμῶς, ἀλλὰ αὐτοὶ μὲν θανάτῳ καὶ ἀθυμίᾳ καὶ τῇ δουλείᾳ καὶ τοῖς ἐσχάτοις παραδοῦναι ἐβουλεύσαντο κακοῖς· ὁ δὲ εὐμήχανος Θεὸς τῇ τῶν ἐπιβουλευόντων πονηρίᾳ πρὸς τὴν τοῦ πραθέντος καὶ ἐπιβουλευθέντος εὐδοκίμησιν ἀπεχρήσατο.

Ϛ’. Ἵνα δὲ μὴ συντυχίας τινός, μηδὲ πραγμάτων περιπετείας τὰ συμβάντα εἶναι νομίζηται, δι’ αὐτῶν τῶν ἐναντιουμένων, δι’ αὐτῶν τῶν κωλυόντων, αὐτὰ κατασκευάζει τὰ κωλυόμενα ὁ Θεός, τοῖς ἐχθροῖς αὐτοῦ πρὸς τὴν εὐδοκίμησιν διακόνοις χρωμένοις, ἵνα μάθῃς, ὅτι ἃ ὁ Θεὸς βεβούλευται, οὔδει διασκεδάσει, καὶ τὴν χεῖρα αὐτοῦ τὴν ὑψηλὴν οὐδεὶς ἀποστρέψει ἳν’ ὅταν δυσχεραίνῃς, ἀλλ’ εἰδέναι ἔχῃς, ὅτι πρὸς τέλος ἅπαντα χρηστὸν ἡ ἐπιβουλή, μόνον ἂν γενναίως φέρῃς τὰ συμπίπτοντα.

Ἰδοὺ γοῦν καὶ ἐνταῦθα φθόνος βασιλείαν ἔτεκε, καὶ βασκανία διάδημα προεξένησε, καὶ θρόνον ἐκόμισε, καὶ αὐτοὶ οἱ ἐπιβουλεύσαντες, αὐτοὶ συνωθῆσαν αὐτὸν πρὸς τὸ μέγεθος ἐκείνης τῆς ἀρχῆς· καὶ ὁ μὲν ἐπιβουλευθεὶς ἐβασίλευσεν, οἱ δὲ ἐπιβουλεύσαντες ἐδούλευον· κἀκεῖνος μὲν προσεκυνεῖτο, οὗτοι δὲ προσεκύνουν. Ὅταν τοίνυν ἐπέλθῃ σοι δεινὰ συνεχῆ καὶ ἐπάλληλα, μὴ θορύβου, μηδὲ δυσχέραινε, ἀλλ’ ἀνάμενε τὸ τέλος· πάντως γὰρ ἀπαντήσεται τῆς τοῦ Θεοῦ μεγαλοδωρεᾶς ἄξιον, μόνον ἐὰν εὐχαρίστως τὰ ἐν μέσῳ συμπίπτοντα ἐνέγκῃς. Ἐπεὶ καὶ οὗτος μετὰ τὰ ὀνείρατα ἐκεῖνα περὶ τῶν ἐσχάτων κινδυνεύσας, καὶ πραθεὶς ὑπὸ τῶν ἀδελφῶν, καὶ παρὰ τῆς δεσποίνης ἐπιβουλευθείς, καὶ πάλιν εἰς δεσμωτήριον ἐμπεσών, οὐκ εἶπε πρὸς ἑαυτόν, Τὶ ποτε τοῦτό ἐστιν; Ἀπάτη τὰ ὀνείρατα ἐκεῖνα ἦν, ἐξέπεσον τῆς πατρίδος, ἀπεστερήθην ἐλευθερίας· διὰ τὸν Θεὸν οὐκ εἶξα τῇ δεσποίνῃ πρὸς μοιχείαν καλούσῃ· διὰ σωφροσύνην καὶ ἀρετὴν κολάζομαι· καὶ οὐδὲ οὕτως ἤμυνεν, οὐδὲ χεῖρα ὤρεξεν, ἀλλ’ εἴασε παραδοθῆναι δεσμοῖς ἐπαλλήλοις καὶ συνεχέσι συμφοραῖς· μετὰ γὰρ τὸν λάκκον δουλεία, μετὰ δουλείαν ἐπιβουλή, μετὰ ἐπιβουλὴν συκοφαντία, μετὰ συκοφαντίαν δεσμωτήριον. Ἀλλ’ οὐδὲν τούτων αὐτὸν ἐθορύβει, ἀλλ’ ἔμενε τῇ ἐλπίδι θαῤῥῶν, καὶ εἰδὼς ὅτι τὰ εἰρημένα οὐ διαπεσεῖται οὐδέποτε.

Ἐδύνατο μὲν γὰρ ὁ Θεὸς καὶ παρ’ αὐτὴν αὐτὰ πληρῶσαι τὴν ἡμέραν, ἀλλ’ ἵνα καὶ τὴν αὐτοῦ δύναμιν ἐπιδείξηται, καὶ τὴν πίστιν τῶν αὐτοῦ δούλων, ἀφίησι χρόνον μεταξὺ παρεμπεσεῖν μακρόν, καὶ πολλὰ γενέσθαι κωλύματα, ἵνα καὶ τὴν αὐτοῦ μάθῃς ἰσχύν, τότε πληροῦντος τὰ ἐπηγγελμένα, ὅταν εἰς ἀπόγνωσιν ἐμπέσῃ, καὶ τὴν τῶν δούλων ἴδῃς ὑπομονὴν καὶ πίστιν, οὐδενὶ τῶν ἐν μέσῳ συμβαινόντων τῆς ἀγαθῆς προσδοκίας ἐκπιπτόντων. Ἀλλ’, ὅπερ ἔλεγον, ἐπανῆλθον οὗτοι, τοῦ λιμοῦ, καθάπερ στρατιώτου τινός, ἐπὶ κεφαλὴν αὐτοὺς ὠθοῦντος καὶ παριστάντος ἄρχοντι τῷ Ἰωσήφ, καὶ ἐβούλοντο πρίασθαι σῖτον· ὅδε τὶ φησι πρὸς αὐτούς; «Κατάσκοποί ἐστε». Οἱ δὲ εἶπον ἐν ἑαυτοῖς, Τὶ ποτε τοῦτό ἐστι; Τροφὴν ἤλθομεν ἐμπορευσόμενοι, καὶ περὶ ψυχῆς κινδυνεύομεν; Εἰκότως, ἐπεὶ καὶ αὐτὸς τροφὴν ὑμῖν ἐκόμισε, καὶ περὶ τῆς ζωῆς ἐκινδύνευσεν· ἀλλ’ αὐτὸς μὲν ἀληθείᾳ ὑπέμενεν, ὑμεῖς δὲ ὑποκρίσει τοῦτο πάσχετε· οὐ γὰρ ἐχθρὸς ἦν, ἀλλὰ προσωπεῖον ἀνέλαβεν ἐχθροῦ, ἵνα τὰ τὴν οἰκίαν μετὰ ἀκριβείας μάθῃ. Ἐπειδὴ γὰρ πονηροὶ περὶ αὐτὸν ἐγένοντο καὶ ἀγνώμονες, τὸν τε Βενιαμὶν οὐκ εἶδε μετ’ αὐτῶν ὄντα, δείσας ὑπὲρ τοῦ παιδός, μήποτε κἀκεῖνος τὰ ἀδελφὰ αὐτῷ πέπονθε, κελεύει δεθῆναί τινα ἕνα καὶ ἀφεθῆναι ἐκεῖ· εἶτα αὐτοὺς λαβόντας τὸν σῖτον ἅπαντας ἀπελθεῖν, ἀπειλήσας θάνατον αὐτοῖς, εἰ μὴ τὸν ἀδελφὸν τὸν ἑαυτῶν ἐπαγάγοιεν. Ἐπεὶ οὖν ταῦτα ἐγένετο, καὶ εἶπεν, Ἄφετέ τινα ἐνταῦθα, καὶ τὸν ἀδελφὸν ὑμῶν ἀγάγετε· εἰ δὲ μή, θανάτῳ ἀποθανεῖσθε· τὶ πρὸς ἀλλήλους ἔλεγον ἐκεῖνοι; Ναί, ἐν ἅμαρτίαις ἐσμεν περὶ τοῦ ἀδελφοῦ ἡμῶν, ὅτε κατεδέετο ἡμῶν. Εἶδες μετὰ ποσὸν χρόνον τῆς ἁμαρτίας ἀνεμνήσθησαν ἐκείνης; Καὶ πρὸς μὲν τὸν πατέρα ἔλεγον· «Θηρίον πονηρὸν κατέφαγε τὸν Ἰωσήφ»· αὐτοῦ δὲ τοῦ Ἰωσὴφ παρόντος καὶ ἀκούοντος, τὴν ἁμαρτίαν ἐξήλεγχον. Τὶ τούτου παραδοξότερον γένοιτ’ ἄν; Δικαστήριον χωρὶς ἐλέγχων γίνεται, καὶ ἀπολογίᾳ χωρὶς κατηγορίας, καὶ ἀπόδειξις ἄνευ μαρτύρων, αὐτῶν τῶν τὸ πρᾶγμα ἐργασαμένων ἑαυτοὺς ἐλεγχόντων, καὶ τὸ λάθρα γεγενημένον ἐκπομπευόντων. Τὶς ἔπεισε, τὶς ἠνάγκασεν εἰς μέσον ἐξενεγκεῖν τὰ πρὸ τοσούτου τολμηθέντα χρόνου· οὐκ εὔδηλον, ὅτι τὸ συνειδός, ὁ ἀπαραλόγιστος δικαστής, συνεχῶς αὐτῶν κατέσειε τὴν διάνοιαν, καὶ τῆς ψυχὴν ἐθορύβει; Καὶ ὁ φονευθεὶς τότε ἐκάθητο σιγῇ δικάζων αὐτούς· καὶ μηδεμιᾶς ἐξενεχθείσης ἀποφάσεως καθ’ ἑαυτῶν τὴν καταδικάζουσαν αὐτοὺς ψῆφον αὐτοὶ ἔφερον. Καὶ οὗτοι, μὲν ταῦτα ἔλεγον· ἕτερος δὲ ἀπελογεῖτο, λέγων· «Οὐκ ἐλάλησα πρὸς ὑμᾶς, οὕτω λέγω· Μὴ ἀδικήσητε τὸ παιδάριον, μηδὲ ποιήσετε αὐτὸν μηδὲν κακόν, ὅτι ἀδελφὸς ἡμῶν ἐστι· καὶ ἰδοὺ νῦν τὸ αἷμα αὐτοῦ ἐκζητεῖται, φησίν, ἐκ τῶν χειρῶν ἡμῶν»; Καίτοι οὐδὲν αὐτὸς ὁ ταῦτα λέγων περὶ τοῦ φόνου καὶ τῆς σφαγῆς ἐκείνης εἶπεν, ἀλλ’ αὐτὸς μὲν καθήμενος οὐδὲν τοιοῦτον ἐζήτει, ἀλλὰ τὸν ἕτερον ἀδελφὸν ἐπεζήτει· τὸ δὲ συνειδὸς αὐτῶν ἐπιλαβόμενον καιροῦ, διανέστη καὶ καθήψατο τῆς ἐκείνων διανοίας, καὶ μηδενὸς ἀναγκάζοντος, τὰ τετολμημένα ὁμολογῆσαι παρεσκεύασε. Ταῦτα καὶ ἡμεῖς πολλάκις πάσχομεν, παρελθόντων τῶν ἁμαρτημάτων· ἐν δεινοῖς γὰρ ἐξεταζόμενοι καὶ περιστάσεσι, μνημονεύομεν τῶν προτέρων ἁμαρτημάτων.

ζ’. Ἅπερ οὖν ἅπαντα εἰδότες, ἐπειδὰν τι πράξωμεν πονηρόν, μὴ ἀναμένωμεν συμφορὰς καὶ περιστάσεις μηδὲ κινδύνους καὶ δεσμά, ἀλλὰ καθ’ ἑκάστην ὥραν τε καὶ ἡμέραν ἀνακινῶμεν παρ’ ἑαυτοῖς τὸ δικαστήριον τοῦτο, καὶ τὰς ψήφους καθ’ ἑαυτῶν φέρωμεν, καὶ πειρώμεθα παντὶ τρόπῳ ἀπολογεῖσθαι τῷ Θεῷ, καὶ μήτε αὐτοὶ περὶ τῆς ἀναστάσεως καὶ τῆς κρίσεως ἀμφισβητῶμεν, μήτε ἑτέρων λεγόντων ἀνεχώμεθα, ἀλλὰ παντὶ τρόπῳ διὰ τῶν εἰρημένων αὐτοὺς ἐπιστομίζωμεν. Οὐ γὰρ ἄν, εἰ μὴ τότε ἐμέλλομεν εὐθύνας ὑφέξειν τῶν πεπλημμελημένων, τοιοῦτον ἡμῖν ἐνταῦθα τὸ δικαστήριον ἐγκατέστησεν ὁ Θεός. Ἀλλὰ καὶ τοῦτο τῆς αὐτοῦ φιλανθρωπίας τεκμήριον. Ἐπειδὴ γὰρ τότε μέλλει λόγον ἡμᾶς ἀπαιτεῖν τῶν πεπλημμελημένων, ἐγκατέστησε τοῦτο τὸν ἀδέκαστον κριτήν, ἵνα οὗτος ἐνταῦθα ὑπὲρ τῶν ἠμαρτημένων δικάζων ἡμῖν, καὶ σωφρονεστέρους ποιῶν, ἐξαρπάσῃ τῆς μελλούσης ἐκεῖ κρίσεως. Ὅπερ οὖν καὶ ὁ Παῦλος λέγει· «Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα ὑπὸ τοῦ Κυρίου». Ἵνα οὖν μὴ τότε κολαζώμεθα, μὴ τότε εὐθύνας ὑπέχωμεν, ἕκαστος εἰς τὸ συνειδὸς εἰσελθέτω τὸ ἑαυτοῦ, καὶ τὴν ζωὴν ἀναπτύξας, καὶ ἅπαντα τὰ πεπλημμελημένα μετὰ ἀκριβείας ἐπελθών, καταγινωσκέτω τῆς ψυχῆς τῆς ταῦτα ἐργασαμένης, κολαζέτω τοὺς λογισμούς, θλιβέτω, στενοχωρείτω τὴν ἑαυτοῦ διάνοιαν, δίκην ἑαυτὸν ἀπαιτείτω τὴν ἠμαρτημένων διὰ τῆς καταγνώσεως, διὰ τῆς μετανοίας τῆς ἠκριβωμένης, διὰ δακρύων, διὰ ἐξομολογήσεως, διὰ νηστείας καὶ ἐλεημοσύνης, διὰ ἐγκρατείας καὶ ἀγάπης, ἵνα παντὶ τρόπῳ δυνηθῶμεν πάντα ἐνταῦθα ἀποθέμενοι τὰ ἁμαρτήματα, μετὰ πολλῆς ἀπελθεῖν ἐκεῖ τῆς παῤῥησίας· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπία τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: Εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου· Περὶ δὲ τῶν κεκοιμημένων οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ἵνα μὴ λυπῆσθε· καὶ εἰς τὸν Ἰὼβ καὶ τὸν Ἀβραάμ.
Προηγούμενο: Λόγος Τρίτος – Εἰς τὸν Λάζαρον, καὶ τινὸς ἕνεκεν οὐκ εἶπεν, Ἔλαβες τὰ ἀγαθὰ σου ἐν τῇ ζωῇ σοῦ, ἀλλ’ Ἀπέλαβες· καὶ διὰ τὶ οἱ μὲν δίκαιοι κινδύνοις πολλάκις περιπατοῦσιν, οἱ δὲ ἁμαρτωλοὶ τούτους διαφεύγουσιν.
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 48
Ἀρχικὴ Σελίδα: Τέρτιος