Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 48

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Εἰς τὸν σεισμὸν καὶ εἰς τὸν πλούσιον καὶ εἰς τὸν Λάζαρον, καὶ πόθεν ἡ δουλεία εγενετο
Προηγούμενο: Λόγος Τέταρτος — Εἰς τὸν πλούσιον καὶ τὸν Λάζαρον· καὶ ὅτι τὸ συνειδὸς εἴωθεν ἡμᾶς ἀναμιμνήσκειν παλαιὰ ἁμαρτήματα, καὶ εἰς τὸν Ἰωσήφ.
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 48

Εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου· Περὶ δὲ τῶν κεκοιμημένων οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ἵνα μὴ λυπῆσθε· καὶ εἰς τὸν Ἰὼβ καὶ τὸν Ἀβραάμ.

α’. Ἡμέρας τέσσαρας ἀνηλώσαμεν τὴν κατὰ τὸν Λάζαρον παραβολὴν ὑμῖν ἐξηγούμενοι, τὸν θησαυρὸν ἐξαντλοῦντες, ὃν εὑρήκαμεν ἐν ἡλκωμένῳ κείμενον σώματι· θησαυρὸν οὐχὶ χρυσίον καὶ ἀργύριον καὶ λίθους ἔχοντα πολυτελεῖς, ἀλλὰ φιλοσοφίαν, καὶ ἀνδρείαν, καὶ ὑπομονήν, καὶ καρτερίαν πολλήν. Καθάπερ γὰρ ἐπὶ τῶν αἰσθητῶν θησαυρῶν τούτων συμβαίνει, τὴν μὲν ἐπιφάνειαν ἀκάνθας ἔχειν καὶ τριβόλους ἁπλῶς καὶ τὴν τραχυτέραν, εἰ δὲ τις κάτω διασκάψειε, πολὺ ὁ πλοῦτος φαίνεται· οὕτω δὴ καὶ ἐπὶ τοῦ Λαζάρου συνέβαινεν· ἄνωθεν τραύματα, καὶ κάτωθεν πλοῦτος ἄφατος· παρειμένον τὸ σῶμα, ἀλλὰ γενναῖα καὶ ἐγρηγορυΐα ψυχή, καὶ τὸ ἀποστολικὸν ἦν ἰδεῖν ἐκεῖνο πληρούμενον ἐπὶ τούτου· «Ὅσον ὁ ἔξω ἄνθρωπος διαφθείρεται, τοσοῦτον ὁ ἐντὸς ἀνακαινοῦται».

Καὶ ἐνῆν μὲν καὶ τήμερον εἰς τὴν αὐτὴν παραβολὴν εἰπεῖν, καὶ πρὸς τοὺς αἱρετικοὺς μαχήσασθαι τοὺς τὴν Παλαιὰν διαβάλλοντας, τοὺς τῶν πατριαρχῶν κατηγοροῦντας, τοὺς κατὰ τοῦ δημιουργοῦ τῶν ὅλων Θεοῦ τὴν γλῶτταν ἠκονηκότας· ἀλλ’ ἵνα μὴ προσκορὴς ὑμῖν ὁ λόγος γένηται, τούτους εἰς ἕτερον ταμιευσάμενοι καιρὸν τοὺς ἀγῶνας, φέρε, πρὸς ἄλλην ὑπόθεσιν τὸν λόγον ἀγάγωμεν· ἐπεὶ καὶ τράπεζα μονοειδὴς μὲν οὖσα κόρον ἐντίθησιν, αἱ δὲ ποικίλαι τῇ συνεχείᾳ διεγείρουσι τὴν ὄρεξιν. Ἳν’ οὖν καὶ ἐπὶ τῆς ἀκροάσεως τοῦτο γένηται, πρὸς τὸν μακάριον Παῦλον διὰ μακροῦ τοῦ χρόνου τήμερον ἐπανέλθωμεν· καὶ γὰρ εἰς εὔκαιρον ἡμῖν τήμερον τὸ χωρίον ἀνεγνώσθη τὸ ἀποστολικόν, καὶ συνῳδὰ ἔσται τοῖς πρώην λεχθεῖσι τὰ ῥηθησόμενα. Ἠκούσατε τοίνυν τοῦ Παύλου σήμερον βοῶντος καὶ λέγοντος· «Περὶ δὲ τῶν κεκοιμημένων οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἵνα μὴ λυπῆσθε, ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα»· ἐκείνη εὐαγγελικὴ νευρὰ ἡ τοῦ Λαζάρου, οὗτος ἀποστολικὸς ὁ φθόγγος, ἀλλὰ μία ἡ συμφωνία. Καὶ γὰρ καὶ ἐν ἐκείνῃ τῇ παραβολῇ πολλὰ περὶ ἀναστάσεως καὶ τῶν ἐκεῖ δικαστηρίων ἐφιλοσοφήσαμεν, καὶ νῦν εἰς τὴν αὐτὴν ἡμᾶς ὑπόθεσιν ὁ λόγος ἤγαγε πάλιν. Ὥστε εἰ καὶ ἀποστολικὸν ἀνορύττομεν χωρίον, ἀλλὰ τὸν αὐτὸν καὶ ἐνταῦθα θησαυρὸν εὑρήσομεν. Καὶ γὰρ καὶ τότε ὁ λόγος ἡμῖν ἅπας τοῦτο παιδεῦσαι τοὺς ἀκροατὰς ἔσπευδε, μηδὲν τοῦ παρόντος βίου τὰ λαμπρὰ νομίζειν εἶναι πράγματα, ἀλλὰ περαιτέρω προϊέναι ταῖς ἐλπίσι, καὶ τὰς ἐκεῖ ψήφους καθ’ ἑκάστην ἐννοεῖν τὴν ἡμέραν, καὶ τὸ φοβερὸν κριτήριον, καὶ τὸν ἀπαραλόγιστον δικαστήν. Ταῦτα καὶ ὁ Παῦλος διὰ τῶν ἀνεγνωσμένων ἡμῖν συμβουλεύει τήμερον. Ἀλλὰ προσέχετε· «Περὶ δὲ τῶν κεκοιμημένων οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ἵνα μὴ λυπῆσθε, ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Εἰ γὰρ πιστεύομεν, ὅτι Ἰησοῦς ἀπέθανε καὶ ἀνέστη, οὕτω καὶ ὁ Θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ».

Τοῦτο πρῶτον ἄξιον ἐπιστήσαντας ἐξετάσαι, τὶ δήποτε, ὅταν μὲν περὶ τοῦ Χρίσου διαλέγηται, θάνατον καλεῖ τὸν ἐκείνου θάνατον· ὅταν δὲ περὶ τῆς ἡμετέρας τελευτῆς, κοίμησιν αὐτὴν καὶ οὐ θάνατον ὀνομάζει. Οὐ γὰρ εἶπε, Περὶ δὲ τῶν ἀποθανόντων, ἀλλὰ τί; «Περὶ δὲ τῶν κεκοιμημένων». Καὶ πάλιν· «Οὕτω ὁ Θεὸς καὶ τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ»· καὶ οὐκ εἶπε, Τοὺς ἀποθανόντας. Καὶ πάλιν· «Ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας». Καὶ οὐδὲ ἐνταῦθα εἶπε τοὺς ἀποθανόντας, ἀλλὰ τρίτον μνημονεύσας, τὸ τρίτον κοίμησιν τὸν θάνατον αὐτῶν ὠνόμασε. Περὶ δὲ τοῦ Χριστοῦ οὐχ οὕτως, ἀλλὰ πῶς; «Εἰ γὰρ πιστεύομεν ὅτι Ἰησοῦς ἀπέθανε». Καὶ οὐκ εἶπεν, Ἐκοιμήθη, ἀλλά, Ἀπέθανε. Τινὸς οὖν ἕνεκεν τὸν μὲν τοῦ Χριστοῦ θάνατον ἐκάλεσε, τὸν δὲ ἡμέτερον κοίμησιν; Οὐ γὰρ ἁπλῶς, οὐδὲ παρέργως ταύτῃ κέχρηται τῶν λέξεων τῇ παρατηρήσει, ἀλλὰ σοφὸν τι καὶ μέγα κατασκευάζων. Ἐπὶ μὲν γὰρ τοῦ Χριστοῦ θάνατον ἐκάλεσεν, ἵνα τὸ πάθος πιστώσηται· ἐπὶ δὲ ἡμῶν κοίμησιν ἐκάλεσεν, ἵνα τὴν ὀδύνην παραμυθήσεται. Ἔνθα μὲν γὰρ προεχώρησεν ἡ ἀνάστασις, θαῤῥῶν καλεῖ θάνατον· ἔνθα δὲ ἐν ἐλπίσιν ἐστὶ τὸ πρᾶγμα, κοίμησιν καλεῖ, καὶ δι’ αὐτῆς παραμυθούμενος τῆς προσηγορίας ἡμᾶς, καὶ χρηστὰς ὑποτείνων ἐλπίδας. Ὁ γὰρ κοιμώμενος ἀναστήσεται πάντως, καὶ οὐδὲν ἕτερόν ἐστι θάνατος, ἀλλ’ ἢ ὕπνος μακρός. Μὴ γὰρ μοι τοῦτο εἴπῃς, ὅτι οὔτε ἀκούει, οὔτε φθέγγεται, οὔτε ὁρᾷ, οὔτε αἰσθάνεται ὁ τετελευτηκώς· οὐδὲ γὰρ ὁ καθεύδων. Εἰ δὲ χρὴ τι καὶ θαυμαστὸν εἰπεῖν, τοῦ μὴ καθεύδοντος καὶ ἡ ψυχὴ πως καθεύδει· τοῦ δὲ τελευτήσαντος οὐχ οὕτως, ἀλλ’ ἐγρηγορεῖν. Ἀλλ’ ὁ τελευτήσας σήπεται καὶ διαφθείρεται, φησί, καὶ κόνις γίνεται καὶ τέφρα. Καὶ τὶ τοῦτο, ἀγαπητέ; Δι’ αὐτὸ μὲν οὖν τοῦτο μάλιστα χαίρειν δεῖ. Καὶ γὰρ οἰκίαν τις μέλλων οἰκοδομεῖν σαθρωθεῖσαν καὶ παλαιὰν γενομένην, ἐκβαλὼν πρῶτον τοὺς οἰκοῦντας, οὕτω καταλύει τὴν οἰκίαν, καὶ ἀνοικοδομεῖ λαμπροτέραν. Καὶ τοὺς ἐκβληθέντας οὐ λυπεῖ τὸ γινόμενον, ἀλλὰ καὶ εὐφραίνει πλέον· οὐ γὰρ τῇ καθαιρέσει προσέχουσι τῇ βλεπομένῃ, ἀλλὰ τὴν μέλλουσαν οἰκοδομὴν φαντάζονται τὴν οὐ βλεπομένην. Οὕτω δὴ καὶ ὁ Θεὸς ποιεῖν μέλλων καταλύει ἡμῶν τὸ σῶμα, καὶ τὴν ἐνοικοῦσαν ἐν αὐτῷ ψυχὴν ἐξάγει πρότερον, καθάπερ ἐξ οἰκίας τινός, ἵνα λαμπροτέραν αὐτὴν οἰκοδομήσας, μετὰ πλείονος αὐτὴν δόξης εἰσαγάγῃ πάλιν. Μὴ τοίνυν τῇ καθαιρέσει προσέχωμεν, ἀλλὰ τῇ μελλούσῃ λαμπρότητι.

β’. Πάλιν ἀνδριάντα τις ἔχων ἰῷ καὶ χρόνῳ διεφθαρμένον, καὶ πολλὰ τῶν μερῶν ἀποτεθλασμένον, συντρίψας αὐτὸν εἰς χωνευτήριον ἐμβάλλει, καὶ τήξας αὐτὸν ἀκριβῶς, οὕτω λαμπρότερον ἀποδίδωσιν. Ὥσπερ οὖν ἡ ἐν τῷ χωνευτηρίῳ συντριβὴ οὐκ ἀφανισμός, ἀλλὰ ἀνακαινισμὸς τὶς ἐστι τοῦ ἀνδριάντος ἐκείνου· οὕτω καὶ τῶν ἡμετέρων σωμάτων ὁ θάνατος οὐκ ἀπώλειά τὶς ἐστιν, ἀλλὰ ἀνανέωσις. Ὅταν τοίνυν ἴδῃς, καθάπερ ἐν χωνευτηρίῳ, καταῤῥέουσαν ἡμῶν τὴν σάρκα καὶ σηπομένην, μὴ στῇς μέχρι τῆς ὄψεως ταύτης, ἀλλὰ τὴν ἀναχώνευσιν ἀνάμενε· καὶ μηδὲ τῷ μέτρῳ τοῦ παραδείγματος ἀρκεσθῇς τούτῳ, ἀλλ’ ἐπὶ τὸ πρότερον πρόελθε τῷ λόγῳ. Ὁ μὲν γὰρ ἀνδριαντοποιὸς χαλκοῦν ἐμβαλὼν σῶμα, οὐ χρυσοῦν καὶ ἀθάνατόν σοι ἀποδίδωσι τὸν ἀνδριάντα, ἀλλὰ χαλκοῦν ἐργάζεται πάλιν· ὁ δὲ Θεὸς οὐχ οὕτως, ἀλλὰ πήλινον καὶ θνητὸν ἐμβαλὼν σῶμα, χρυσοῦν καὶ ἀθάνατον ἀποδίδωσι σοι τὸν ἀνδριάντα· φθαρτὸν γὰρ ἡ γῆ δεξαμένη τὸ σῶμα καὶ ἐπίκηρον, ἄφθαρτον καὶ ἀκήρατον ἀποδίδωσι τὸ αὐτό. Μὴ τοίνυν ἴδῃς ἐκεῖνον τὸν μεμυκότα τοὺς ὀφθαλμούς, τὸν ἄφωνον κείμενον, ἀλλὰ τὸν ἀνιστάμενον, τὸν ἀπολαμβάνοντα δόξαν ἄῤῥητον καὶ φρικώδη καὶ θαυμαστήν, καὶ ἀπὸ τῆς παρούσης ὄψεως πρὸς τὴν μέλλουσαν ἐλπίδα μετάγαγε τοὺς λογισμούς. Ἀλλὰ συνήθειαν ἐπιζητεῖς, καὶ διὰ τοῦτο ὀδύρῃ καὶ θρηνεῖς; Καὶ πῶς οὐκ ἄτοπον, εἰ μὲν νυμφίῳ τὸ θυγάτριον δοίης, εἶτα λαβὼν εἰς μακρὰν ἐκεῖνος ἀπέλθοι χώραν, καὶ καλῶς πράττων διατελοίη, μηδὲν ἡγεῖσθαι δεινὸν τὸ γεγενημένον, τῇ τῆς εὐπραγίας φήμῃ παραμυθεῖσθαι τῆς ἀποδημίας τὴν ἀθυμίαν· ἐνταῦθα δὲ οὐκ ἀνθρώπου, οὐδὲ συνδούλου τινός, ἀλλ’ αὐτοῦ τοῦ Δεσπότου λαβόντος τὸν προσήκοντα, ἀλγεῖν καὶ ὀδύρεσθαι;

Καὶ πῶς οἶόν τε, φησί, μὴ ἀλγεῖν ἄνθρωπον ὄντα; Οὐδὲ ἐγὼ τοῦτο λέγω· οὐδὲ τὴν ἀθυμίαν, ἀλλὰ τὴν ἐπίτασιν τῆς ἀθυμίας ἀναιρῶ· τὸ μὲν γὰρ ἀθυμεῖν τῆς φύσεως, τὸ δὲ πέρα τοῦ μέτρου τοῦτο ποιεῖν μανίας καὶ παραφροσύνης καὶ γυναικώδους ψυχῆς. Ἀλγῆσον, δάκρυσον, ἀλλὰ μὴ ἀποδυσπετήσῃς, μὴ δυσχέρανση, μὴ ἀναγκάσῃς· εὐχάριστον τῷ λαμβάνοντι, ἵνα κοσμήσῃς τὸν ἀπελθόντα, καὶ λαμπρὰ ταῦτα αὐτῷ συμπέμψῃ ἐντάφια. Ἂν μὲν γὰρ δυσχεράνῃς, κἀκεῖνον καθυβρίσας, καὶ τὸν λαβόντα παρώξυνας, καὶ σαυτὸν κατέβλαψας· ἂν δὲ εὐχαριστήσῃς, κἀκεῖνον ἐκόσμησας, καὶ τὸν λαβόντα ἐδόξασας, καὶ σαυτὸν ὠφέλησας. Δάκρυσον ὡς ὁ Δεσπότης σου ἐδάκρυσε τὸν Λάζαρον, μέτρα τιθεὶς ἡμῖν καὶ κανόνας καὶ ὄρους ἀθυμίας, οὓς ὑπερβαίνειν οὐ δεῖ. Οὕτω καὶ Παῦλος εἶπε· «Περὶ δὲ τῶν κεκοιμημένων, φησίν, οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἵνα μὴ λυπῆσθε, ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα». Λυποῦ, φησί, ἀλλὰ μὴ ὡς Ἑλλὴν ὁ ἀπογινώσκων ἀναστάσεως, ὁ ἀπελπίζων τὴν μέλλουσαν ζωήν. Αἰσχύνομαι, πιστεύσατε, καὶ ἐρυθριῶ, διὰ τῆς ἀγορὰς χοροὺς γυναικῶν ὁρῶν ἀσχημονοῦντας, τρίχας τιλλόμενος, βραχίονας τεμνομένους, παρειὰς σπαραττομένας, ὑπὸ τοῖς ὀφθαλμοῖς τῶν Ἑλλήνων ταῦτα γινόμενα. Τὶ γὰρ οὐκ ἐροῦσιν ἐκεῖνοι; Τὶ δὲ οὐ φθέγξονται περὶ ἡμῶν; Οὗτοί εἰσιν οἱ περὶ ἀναστάσεως φιλοσοφοῦντες; Πάνυ γε. Οὐ γὰρ συμβαίνει τοῖς δόγμασι τὰ γινόμενα· ἐν ῥήμασι τὰ περὶ ἀναστάσεως φιλοσοφοῦσι, καὶ ἐν τοῖς πράγμασι τὰ τῶν ἀπεγνωκότων ποιοῦσιν· εἰ ἐθάῤῥουν οὗτοι, ὅτι ἀνάστασίς ἐστιν, οὐκ ἂν ταῦτα ἐποίησαν· εἰ πεπεικότες ἦσαν ἑαυτούς, ὅτι πρὸς βελτίονα λῆξιν ἀπῆλθεν οὗτος, οὐκ ἂν ἐθρήνησαν. Ταῦτα καὶ πλείονα τούτων λέγουσιν οἱ ἄπιστοι τῶν θρήνων ἐκείνων ἀκούοντες. Αἰσχυνώμεθα τοίνυν, καὶ σοφρωνῶμεν, καὶ μὴ τοσαύτην καὶ ἑαυτοῖς καὶ τοῖς ὁρῶσι προξενῶμεν τὴν βλάβην. Τινὸς γὰρ ἕνεκεν, εἰπὲ μοι, δακρύεις οὕτω τὸν ἀπελθόντα; Ὅτι πονηρὸς ἦν; Οὐκοῦν διὰ τοῦτο εὐχαριστεῖν δεῖ, ὅτι ἐνεκόπη τὰ τῆς κακίας αὐτῷ. Ἀλλὰ χρηστὸς καὶ ἐπιεικής; Καὶ διὰ τοῦτο χαίρειν δεῖ, ὅτι ταχέως ἡρπάγη, πρὶν ἢ τῇ κακίᾳ ἀλλάξῃ σύνεσιν,καὶ ἀπῆλθεν εἰς χωρίον ἔνθα ἐπ’ ἀσφαλείας λοιπὸν ἕστηκε, καὶ μεταβολὴν οὐκ ἔστιν ὑποπτεῦσαί τινα. Ἀλλὰ νέος ἦν; Καὶ διὰ τοῦτο δόξασον τὸν λαβόντα, ὅτι ταχέως αὐτὸν πρὸς τὴν βελτίονα λῆξιν ἐκάλεσεν. Ἀλλὰ γεγηρακώς; Καὶ διὰ τοῦτο εὐχαρίστησον, καὶ τὸν λαβόντα δόξασον πάλιν. Αἰσχύνθητι τὸ σχῆμα τῆς ἐκφοράς· ψαλμῳδίαι, καὶ εὐχαί, καὶ πατέρων σύλλογος, καὶ πλῆθος ἀδελφῶν τοσοῦτον, οὐχ ἵνα κλαίῃς καὶ ὀδύρῃ καὶ ἀποδυσπετῇς, ἀλλ’ ἵνα εὐχαριστῇς τῷ λαβόντι. Καθάπερ γὰρ τοὺς ἐπ’ ἀρχὴν καλουμένους πολλοὶ προπέμπουσι ταῖς εὐφημίαις, οὕτω καὶ τῶν ἀγινῶ τοὺς ἀπιόντας ἅτε ἐπὶ μείζονα κληθέντας τιμήν, μετὰ πολλῆς ἅπαντες προπέμπουσι τῆς εὐφημίας.

Ἀνάπαυσις ἐστιν ὁ θάνατος, ἱδρώτων καὶ φροντίδων βιοτικῶν ἀπαλλαγή. Ὅταν οὖν ἴδῃς τινὰ τῶν προσηκόντων ἀπελθόντα ἐντεῦθεν, μὴ δυσχεράνῃς, ἀλλὰ κατανύγηθι, πρὸς σεαυτὸν ἐπάνελθε, τὸ συνειδὸς ἐξέτασον, σκόπησον ὅτι καὶ σὲ μικρὸν ὕστερον τοῦτο μένει τὸ τέλος. Γενοῦ σωφρονέστερος καὶ δέξαι φόβον ἀπὸ τῆς ἑτέρου τελευτῆς, καὶ ῥαθυμίαν περίκοψον ἅπασαν, ἀναλόγισαι τὰ πεπραγμένα, διορθῶσον τὰ ἡμαρτημένα, ἀρίστην ποίησον μεταβολήν. Τούτῳ διεστήκαμεν τῶν ἀπίστων, τῷ κρίσεις ἑτέρας περὶ τῶν πραγμάτων ἔχειν. Ὁρᾷ τὸν οὐρανὸν ὁ ἄπιστος, καὶ προσκυνεῖ· θεὸν γὰρ εἶναι νομίζει· ὁρᾷ τὴν γῆν, καὶ θεραπεύει, καὶ πρὸς τὰ αἰσθητὰ κέχηνεν. Ἀλλ’ ἡμεῖς οὐχ οὕτως· ἀλλ’ ὁρῶμεν τὸν οὐρανόν, καὶ τὸν πεποιηκότα αὐτὸν θαυμάζομεν· οὐ γὰρ θεὸν αὐτόν, ἀλλ’ ἔργον εἶναι Θεοῦ πεπιστεύκαμεν. Ὁρῶ τὴν κτίσιν ἅπασαν, καὶ δι’ αὐτῆς χειραγωγοῦμαι πρὸς τὸν δημιουργόν. Ὁρᾷ πλοῦτον ἐκεῖνος, καὶ κέχηνε καὶ ἐκπέπληκται· ὁρῶ πλοῦτον ἐγώ, καὶ καταγελῶ. Ὁρᾷ πενίαν ἐκεῖνος, καὶ ὀδύρεται· ὁρῶ πενίαν ἐγώ, καὶ ἀγάλλομαι. Ἑτέρως ἐγὼ βλέπω τὰ πράγματα, καὶ ἑτέρως ἐκεῖνος. Οὕτω καὶ ἐπὶ τοῦ θανάτου ποιοῦμεν· ὁρᾷ νεκρὸν ἐκεῖνος, καὶ νομίζει νεκρὸν εἶναι· ὁρῶ νεκρὸν ἐγώ, καὶ ὕπνον ἀντὶ θανάτου βλέπω. Καὶ καθάπερ ἐπὶ τῶν γραμμάτων τοῖς μὲν αὐτοῖς ὁρῶμεν αὐτὰ ὀφθαλμοῖς οἳ τε εἰδότες, οἳ τε ἀγνοοῦντες τὰ γράμματα, οὐ τῇ αὐτῇ δὲ διανοίᾳ, ἀλλ’ οἱ μὲν οὐκ εἰδότες γράμματα, ἁπλῶς εἶναι νομίζουσι τὰ βλεπόμενα, οἱ δὲ ἐπιστάμενοι μετὰ πολλῆς τέχνης τὸν ἐναποκείμενον νοῦν ἀναλέγονται· οὕτω δὴ καὶ ἐπὶ τῶν πραγμάτων τοῖς μὲν αὐτοῖς ὀφθαλμοῖς ὁρῶμεν τὰ συμβαίνοντα, οὐ τῇ αὐτῇ διανοίᾳ καὶ γνώμῃ. Οὐ τοίνυν ἐπὶ τῶν ἄλλων ἁπάντων διεστηκότες αὐτῶν, ἐν ταῖς περὶ τοῦ θανάτου συμπέσωμεν ψηφοῖς;

γ’. Ἐννόησον πρὸς τίνα ἀπῆλθε, καὶ λαβὲ παραμυθίαν· ἔνθα Παῦλός ἐστιν, ἔνθα Πέτρος, ἔνθα τῶν ἁγίων ὁ χορὸς ἅπας· ἐννόησον πῶς ἀναστήσεται, μεθ’ ὅσης δόξης καὶ λαμπρότητος· ἐννόησον ὅτι πενθῶν καὶ ὀδυρόμενος οὔτε τὸ γεγενημένον δυνήσῃ διορθώσασθαι τοῖς ὀδυρμοῖς, καὶ σαυτὸν καταβλάψεις τὰ ἔσχατα· ἐννόησον τίνας μιμῇ τοῦτο ποιῶν, καὶ φεῦγε τὴν κοινωνίαν τῆς ἁμαρτίας. Τινὰς οὖν μιμῇ καὶ ζηλοῖς; Τοὺς ἀπίστους, τοὺς οὐκ ἔχοντας ἐλπίδα, καθάπερ καὶ ὁ Παῦλος εἶπεν· «Ἵνα μὴ λυπῆσθε, ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα». Καὶ πρόσεχε τῇ τοῦ ῥήματος ἀκριβείᾳ· οὐ γὰρ εἶπεν, Οἱ μὴ ἔχοντες ἐλπίδα ἀναστάσεως, ἀλλ’ ἁπλῶς, «Οἱ μὴ ἔχοντες ἐλπίδα». Ὁ γὰρ ἐλπίδα τῆς ἐκεῖ κρίσεως μὴ ἔχων, οὐδεμίαν ἐλπίδα ἔχει, οὐδ’ ὅτι Θεὸς ἐστιν οἶδεν, οὐδ’ ὅτι προνοεῖται τῶν παρόντων πραγμάτων, οὐδ’ ὅτι τὰ πάντα θεῖα τις ἐφορᾷ δίκῃ. Ὁ ταῦτα δὲ οὐκ εἰδὼς οὐδὲ νομίζων, θηρίου παντὸς ἐστιν ἀλογώτερος, καὶ νόμους καὶ δικαστήρια καὶ θεσμοὺς καὶ πάντα ἁπλῶς τὰ ἀγαθὰ ἀπὸ τῆς οἰκείας ἐξορίσας ψυχῆς· ὁ γὰρ μὴ προσδοκῶν εὐθύνας ὑφέξειν τῶν πεπραγμένων, πάσης μὲν ἀρετῆς ἀφέξεται, πάσης δὲ κακίας ἀνθέξεται. Ταῦτ’ οὖν ἐννοήσαντες, καὶ τὴν ἄνοιαν καὶ τὴν παραπληξίαν τῶν Ἑλλήνων, οἷς κοινωνοῦμεν διὰ τῶν θρήνων, λογισάμενοι, φεύγωμεν τὴν πρὸς αὐτοὺς συμφωνίαν. Διὰ γὰρ τοῦτο καὶ Παῦλος αὐτῶν ἀνεμνήσθη, ἵνα τὴν ἀτιμίαν ἐννοήσας πρὸς ἦν καταπίπτεις, ἐκ τῆς πρὸς ἐκείνους συμφωνίαν ἀνανήψῃς, καὶ πρὸς τὴν οἰκείαν εὐγένειαν ἐπανέλθῃς. Καὶ οὐκ ἐνταῦθα μόνον, ἀλλὰ πολλαχοῦ τοῦτο ποιεῖ καὶ συνεχῶς ὁ μακάριος Παῦλος. Ὅταν γὰρ ἀπαγαγεῖν τῶν ἁμαρτημάτων βούληται, δείκνυσι τίσι κοινωνοῦμεν διὰ τῶν ἁμαρτημάτων, ἵνα τῇ ποιότητι τοῦ προσώπου δηχθεὶς τὴν κοινωνίαν φύγῃς. Θεσσαλονικεῦσι γοῦν γραφῶν, οὕτως ἔλεγεν· «Ἕκαστος τὸ ἑαυτοῦ σῶμα κτᾶσθε ἐν ἁγιασμῷ καὶ τιμῇ, μὴ ἐν πάθει ἀτιμίας, καθάπερ ἔθνη τὰ μὴ εἰδότα Θεόν». Καὶ πάλιν· «Μὴ καθὼς τὰ λοιπὰ ἔθνη περιπατεῖτε ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν». Οὕτω δὴ καὶ ἐνταῦθα. «Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, περὶ τῶν κεκοιμημένων, ἵνα μὴ λυπῆσθε, καθὼς καὶ οἱ λοιποὶ οἱ μὲ ἔχοντες ἐλπίδα». Οὐ γὰρ ἡ φύσις τῶν πραγμάτων, ἀλλ’ ἡ προαίρεσις ἡ ἡμετέρα λυπεῖν ἡμᾶς εἴωθεν· οὐχ ὁ θάνατος τοῦ ἀπελθόντος, ἀλλ’ ἡ ἀσθένεια τῶν θρηνούντων. Τὸν γοῦν πιστὸν οὐδὲν τῶν παρόντων λυπῆσαι δυνήσεται, ἀλλὰ πρὸ τῶν μελλόντων ἀγαθῶν καὶ ἐν τῷ παρόντι διέστηκε τῶν ἀπίστων, οὐ μικρὰ ἀπολαμβάνων ἐκ τῆς κατὰ Χριστὸν φιλοσοφίας ἀγαθά, καὶ μεγίστην ἐκ τούτου καρπούμενος εὐθυμιᾶν καὶ διηνεκῆ χαράν. Διὸ καὶ ὁ Παῦλός φησι· «Χαίρετε ἐν Κυρίῳ πάντοτε· πάλιν ἐρῶ, χαίρετε». Ὥστε καὶ πρὸ τῆς ἀναστάσεως οὐ μικρὰν ταύτην ἐλάβομεν ἀμοιβήν, τῷ μὴ καταπίπτειν ἐπὶ μηδενὶ τῶν συμπιπτόντων δεινῶν, ἀλλὰ τῇ τῶν μελλόντων ἐλπίδι παραμυθίας ἀπολαύειν πολλῆς. Ὥσπερ οὖν ἑκατέρωθεν ἡμεῖς κερδαίνομεν, οὕτως ὁ ἄπιστος ἑκατέρωθεν καταβλάπτεται, καὶ τῷ κολάζεσθαι ὕστερον διὰ τὴν τῆς ἀναστάσεως ἀπιστίαν, καὶ τῷ καταπίπτειν ἐπὶ τοῖς παροῦσι πράγμασι, Δὶ ἀτὸ μηδὲν προσδοκᾶν μετὰ ταῦτα χρηστόν. Οὐ τοίνυν διὰ τὴν ἀνάστασιν μόνον ὀφείλομεν εὐχαριστεῖν τῷ Θεῷ, ἀλλὰ καὶ διὰ τὴν ἐλπίδα τῆς ἀναστάσεως, ἢ καὶ τὴν ὀδυνωμένην δύναται παραμυθήσασθαι ψυχήν, καὶ πεῖσαι περὶ τῶν ἀπελθόντων θαῤῥεῖν, ὡς ἀναστησομένων πάλιν καὶ συνεσομένων ἡμῖν. Εἰ γὰρ ἀλγεῖν χρὴ καὶ πενθεῖν, τοὺς ἐν ἁμαρτίαις ζῶντας πενθεῖν δεῖ καὶ ὀδύρεσθαι, οὐ τοὺς ἀπελθόντας μετ’ ἀρετῆς. Οὕτω καὶ Παῦλος ποιεῖ Κορινθίοις γὰρ ἐπιστέλλων φησί· «Μὴ πως ἐλθόντα με πρὸς ὑμᾶς ταπεινώσῃ ὁ Θεός, καὶ πενθήσω πολλούς». Οὐκ εἶπε τῶν ἀποθανόντων, ἀλλὰ τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀσελγείᾳ καὶ ἀκαθαρσίᾳ ᾗ ἔπραξαν· τούτους δεῖ πενθεῖν. Οὕτω καὶ ἄλλος παραινεῖ λέγων· «Κλαῦσον ἐπὶ νεκρῷ, ἐξέλιπε γὰρ φῶς· καὶ ἐπὶ μωρῷ κλαῦσον, ἐξέλιπε γὰρ σύνεσις». Ὀλίγον κλαῦσον ἐπὶ νεκρῷ, ὅτι ἀναπέπαυται, τοῦ δὲ μωροῦ ὑπὲρ τὸν θάνατον ἡ ζωὴ πονηρά. Εἰ δὲ ὁ συνέσεως ἀπεστερημένος διαπαντὸς ἄξιος ἂν εἴη θρηνεῖσθαι, πολλῷ μᾶλλον ὁ δικαιοσύνης ἔρημος, καὶ τῆς κατὰ Θεὸν ἐλπίδος ἐκπεπτωκώς. Τούτους οὖν πενθῶμεν ἡμεῖς· τοῦτο μὲν γὰρ ἔχει κέρδος τὸ πένθος. Πολλάκις γοῦν τοὺς τοιούτους θρηνοῦντες διωρθωσάμεθα.

Τὸ δὲ ἐπὶ τοῖς ἀπελθοῦσιν, ἀνόνητον ὁμοῦ καὶ βλαβερόν. Μὴ τοίνυν ἀντιστρέψωμεν τὴν τάξιν, ἀλλ’ ἁμαρτίαν θρηνῶμεν μόνον· τὰ δὲ ἄλλα πάντα, κἂν πενία, καὶν νόσος, κἂν θάνατος ἄωρος, κἂν ἐπήρεια, κἂν συκοφαντία, κἂν ὁτιοῦν προσπίπτῃ τῶν ἀνθρωπίνων κακῶν, πάντα γενναίως φέρωμεν. Ὑπόθεσις γὰρ ἡμῖν τὰ δεινὰ ταῦτα στεφάνων εἰσὶ πλειόνων, ἂν νήφομεν.

δ’. Καὶ πῶς ἔστιν ἄνθρωπον ὄντα, φησί, μὴ ἀλγεῖν; Τοὐναντίον μὲν οὖν λέγω· πῶς ἔστιν ἄνθρωπον ὄντα ἀλγεῖν, λόγῳ τιμηθέντα καὶ λογισμῷ, καὶ ταῖς περὶ τῶν μελλόντων ἐλπίσι; Καὶ τὶς ἐστιν, ὃς οὐχ ἑάλω τῷ πάθει τούτῳ; Φησί. Πολλοὶ καὶ πολλαχοῦ, καὶ ἐφ’ ἡμῶν, καὶ ἐπὶ τῶν προγόνων τῶν ἡμετέρων. Ὁ γοῦν Ἰώβ, ὁλοκλήρου τοῦ χοροῦ τῶν παίδων ἀπελθόντος, ἄκουσον τὶ φησιν· «Ο Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο». Θαυμαστὰ μὲν οὖν ταῦτα καὶ ἁπλῶς ἀκουόμενα· ἂν δὲ καὶ μετ’ ἀκριβείας ἐξετάσῃς αὐτά, τότε μειζόνως ὄψει τὸ θαῦμα. Ἐννόησον γάρ, ὅτι οὐχὶ τοὺς ἡμίσεις ἔλαβεν ὁ διάβολος, καὶ τοὺς ἡμίσεις ἀφῆκεν, οὐδὲ τοὺς πλείονας ἔλαβε, καὶ τοὺς ἐλάττους ἀφῆκεν· ἀλλὰ ὁλόκληρον ἐτρύγησε τὸν καρπόν, καὶ τὸ δένδρον οὐ κατέβαλε· πᾶσαν ἐπήγαγε τὴν θάλατταν μετὰ τῶν κυμάτων, καὶ τὸ σκάφος οὐ κατεπόντισεν· ὅλην τὴν δύναμιν ἐκένωσε, καὶ τὸν πύργον οὐκ ἔσεισε.

Ἀλλὰ εἱστήκει πάντοθεν βαλλόμενος, καὶ ἀκλινὴς μένων, καὶ νιφάδες ἐφέροντο βελῶν, καὶ οὐκ ἐπλήττετο· μᾶλλον δὲ ἐπέμποντο μέν, οὐκ ἐτίτρωσκον δέ. Ἐννόησον ὅσον ἐστί, τοσούτους παῖδας ἰδεῖν ἀπολωλότας. Τὶ γὰρ οὐκ ἦν ἰκακὸν δάκνειν; Τὸ πάντας ἀναρπασθῆναι, τὸ πάντας ἀθρόον καὶ ἐν ἡμέρᾳ μιᾷ. Τὸ δὲ ἐν αὐτῷ τῆς ἡλικίας τῷ ἄνθει, τὸ πολλὴν ἀρετὴν ἐπιδεδειγμένους, τὸ τρόπῳ τοιούτῳ τιμωρίας καταλῦσαι τὸν βίον, τὸ μετὰ τοσαύτας πληγὰς ἐσχάτης ἐπενεχθῆναι ταύτην, τὸ φιλόστοργον εἶναι τὸν γεγεννηκότα, τὸ ποθεινοὺς εἶναι τοὺς ἀπελθόντας; Ὅταν γὰρ πονηροὺς ἀποβάλῃ τις παῖδας, δάκνεται μὲν τῷ πάθει, πλὴν ἀλλ’ οὐ μετὰ πολλῆς τῆς σφοδρότητος· ἡ γὰρ πονηρία τῶν ἀπελθόντων δριμυτέραν οὐκ ἀφίησι γενέσθαι τὴν ὀδύνην· ὅταν δὲ καὶ ἐνάρετοι ὦσι, μόνιμον τὸ τραῦμα γίνεται, ἄληστος ἡ μνήμη, ἀπαραμύθητον τὸ κακόν, διπλοῦν τὸ κέντρον, τὸ μὲν ἀπὸ τῆς φύσεως, τὸ δὲ ἀπὸ τῆς ἀρετῆς τῶν ἀπελθόντων. Ὅτι δὲ ἦσαν ἐνάρετοι, δῆλον ἐκεῖθεν· πολλὴν αὐτῶν ὁ πατὴρ ἐποιεῖτο τὴν ἐπιμέλειαν, καὶ ἀνιστάμενος θυσίας προσέφερεν ὑπὲρ αὐτῶν, καὶ ὑπὲρ τῶν ἀδήλων ἁμαρτημάτων δεδοικώς, καὶ οὐδὲν αὐτῷ τούτου προτιμότερον ἦν. Τοῦτο δὲ οὐ τῶν παίδων τὴν ἀρετὴν δείκνυσι μόνον, ἀλλὰ καὶ τὴν τοῦ πατρὸς φιλοστοργίαν. Ὅταν οὖν καὶ πατὴρ ἦν, καὶ οὕτω φιλόστοργος, μὴ τὸν ἀπὸ τῆς φύσεως πόθον ἐνδεικνύμενος μόνον, ἀλλὰ καὶ τὸν ἀπὸ τῆς εὐλαβείας, ἀλλὰ καὶ οἱ ἀπελθόντες οὕτως ἐνάρετοι, τριπλῆ γίνεται τῆς ἀθυμίας ἡ πυρά. Πάλιν, ὅταν κατὰ μέρος ἀναρπάζωνται, ἔχει τινὰ παραμυθίαν τὸ πάθος· οἱ γὰρ ἐπιλειπόμενοι τὴν ἐπὶ τοῖς ἀπελθοῦσι συσκιάζουσιν ἀθυμίαν· ὅταν δὲ ὁλόκληρος ὁ χορὸς ἀπέλθῃ, πρὸς τίνα δυνήσεται ἰδεῖν ὁ πολύπαις ἀθρόον ἄπαις γενόμενος; Μετὰ τούτων πάλιν ἔστι καὶ πέμπτην εἰπεῖν πληγήν. Ποίαν δὲ ταύτην; Τὸ ἀθρόον αὐτοὺς ἀναρπασθῆναι πάντας. Εἰ γὰρ ἐν τρισίν, ἢ πέντε ἡμέραις ἀπελθόντων τινῶν, αἱ γυναῖκες καὶ οἱ προσήκοντες ἅπαντες τοῦτο μάλιστα πάντων ὀλοφύρονται, ὅτι ταχέως καὶ ἐξαίφνης ἀνηρπάγη τῆς ἐκείνων ὄψεως ὁ τετελευτηκὼς πολλῷ μᾶλλον οὗτος ἂν ἤλγησεν οὐκ ἐν ἡμέραις τρισὶ καὶ δυσὶ καὶ μιᾷ, ἀλλ’ ἐν ὥρᾳ μιᾷ πάντας οὕτως ἀφαιρεθείς. Τὸ μὲν γὰρ μελετηθὲν τῷ χρόνῳ δεινόν, κἂν σφόδρα ἀφόρητον ᾗ, τῇ προσδοκίᾳ κοῦφον ἂν γένοιτο ῥᾳδίως· τὸ δὲ παρ’ ἐλπίδα συμβὰν καὶ ἐξαίφνης ἀφόρητον γίνεται. Ὅταν οὖν τι καθ’ ἑαυτὸ χαλεπὸν ᾗ, καὶ τὴν ἐκ τοῦ παρ’ ἐλπίδα συμβῆναι λαμβάνῃ προσθήκην, ἐννόησον πῶς ἀφόρητον γίνεται, καὶ πάντα ὑπερβαίνει λόγον. Βούλει καὶ ἕκτην ἀκοῦσαι πληγήν; Ἐν αὐτῷ τῆς ἡλικίας τῷ ἄνθει πάντας ἀπώλεσεν. Ἴστε δὲ ὅπως οἱ ἄωροι δάκνουσι θανατοῖ, καὶ ποικίλον ποιοῦσι τὸ πένθος. Οὗτος δὲ οὐκ ἄωρος μόνον ἦν, ἀλλὰ καὶ βίαιος, ὡς εἶναι καὶ ταύτην ἑβδόμην πληγήν· οὐ γὰρ ἐπὶ κλίνης εἶδεν αὐτοὺς ἀποπνέοντας καὶ ψυχοῤῥαγοῦντας, ἀλλὰ τῇ οἰκίᾳ καταχωσθέντας ἅπαντας. Ἐννόησον τοίνυν, τὶς ἦν ἀνορύττων ἐκεῖνο τὸ χῶμα, καὶ νῦν μὲν λίθον, νῦν δὲ μέλος ἀνέλκων παιδίου, καὶ χεῖρα ὁρῶν ἔτι φιάλην κατέχουσαν, καὶ δεξιὰν ἑτέραν ἐπικειμένην τῷ πίνακι, καὶ αὐτὸν τοῦ σώματος διεφθαρμένον τὸν τύπον, ῥινὸς συντριβείσης, κεφαλῆς διαθλασθείσης, ὀφθαλμῶν ἀφανισθέντων, ἐγκεφάλου διεσπαρμένου, πάσης ἁπλῶς τῆς μορφῆς διεφθαρμένης, καὶ τῆς τῶν τραυμάτων ποικιλίας οὐκ ἀφιείσης τὸν πατέρα τῶν ποθουμένων ὄψεων ἐπιγνῶναι τὸν τύπον. Συνεχύθητε ταῦτα ἀκούοντες, καὶ δακρύετε· ἐννοήσατε τοίνυν, τὶς ἦν ἐκεῖνος ταῦτα ὁρῶν. Εἰ γὰρ ἡμεῖς μετὰ τοσοῦτον χρόνον οὐ δυνάμεθα ἀδακρυτὶ τῆς τραγῳδίας ἐκείνης τὴν ἀκοὴν ἐνεγκεῖν, καὶ ταῦτα ἀλλοτρίας ἀκούοντες συμφοράς, τὶς ἦν ὁ ἀδάμας ἐκεῖνος θέᾳ ταῦτα παραλαμβάνων, οὐκ ἐν ἀλλοτρίοις, ἀλλ’ ἐν οἰκείοις φιλοσόφων κακοῖς; Οὐδὲ γὰρ ἀπεδυσπέτησεν, οὐδὲ τοιοῦτον οὐδὲν εἶπε· τὶ ποτὲ τοῦτό ἐστιν; Αὕτη μοι τῆς φιλοφροσύνης ἡ ἀμοιβή; Διὰ τοῦτο τοῖς ξένοις ἀνέῳξα τὴν οἰκίαν, ἵνα τάφον τῶν παίδων γινομένην αὐτὴν ἐπίδω; Διὰ τοῦτο πᾶσαν περὶ αὐτοὺς ἀρετὴν ἐπεδειξάμην, ἵνα τοιοῦτον ὑπομείνωσι θάνατον; Οὐδὲν τούτων οὐκ εἶπεν, οὐκ ἐνενόησεν· ἀλλ’ ἔφερε πάντα γενναίως καὶ μετὰ τοσαύτην ἐπιμέλειαν αὐτῶν ἀφαιρεθείς. Καθάπερ γὰρ ἄριστος ἀδριαντοποιὸς χρυσοῦς διαπλάττων ἀνδριάντας, μετὰ πολλῆς καλλωπίζει τῆς ἀκριβείας· οὕτω καὶ αὐτὸς τὰς ἐκείνων ἐῤῥύθμιζε ψυχὰς διαπλάττων, κατακοσμῶν. Καὶ καθάπερ τις γεωργὸς φιλόπονος στελέχη φοινίκων ἢ ἐλαιῶν ἄρδων, τειχίζων, περιφράττων, παντὶ θεραπεύων τρόπῳ διατέλει· οὕτω καὶ οὗτος οὐ διελίμπανε, καθάπερ ἐλαίαν τινὰ κατάκαρπον, τὴν ἑκάστου ψυχὴν εἰς πλείονα ἀρετῆς αὐξῶν ἐπίδοσιν. Ἀλλ’ εἶδε στελέχη τῇ οὐ πονηροῦ πνεύματος προσβολῇ ἀνασπασθέντα, καὶ ἐπὶ τῆς ἐκταθέντα, καὶ τὸν ἐλεεινὸν τῆς τελευτῆς ὑπομείναντα τρόπον, καὶ οὐδὲν βλάσφημον ἐφθέγξατο, ἀλλὰ καὶ εὐχαρίστησε, καιρίαν δοὺς τῷ διαβόλῳ τὴν πληγήν.

ε’. Εἰ δὲ λέγοις, ὅτι πολλοὺς εἶχεν οὗτος υἱούς, ἄλλος δὲ πολλάκις ἕνα μονογενῆ ἔχων ἀπώλεσε, καὶ οὐκ ἴσον τὸ πένθος, καλῶς λέγεις, κἀγὼ σοὶ φημι ὅτι οὐκ ἴσον τὸ πένθος, ἀλλὰ πολλῷ μεῖζον τὸ τοῦ Ἰώβ. Τὶ γὰρ αὐτῷ τῆς πολυπαιδίας ὄφελος; Τρανοτέραν αὐτῷ τὴν συμφορὰν ἐποίησε καὶ πικροτέραν τὴν ὀδύνην τὸ ἐν πλείοσι σώμασι τὸ τραῦμα δέξασθαι.

Εἰ δὲ βούλει καὶ ἕτερον ἰδεῖν ἅγιον μονογενῆ παῖδα ἔχοντα, καὶ τὴν αὐτὴν ἢ καὶ πλείονα ἀνδρείαν ἐπιδειξάμενον, ἀναμνήσθητι τοῦ πατριάρχου Ἀβραάμ, ὃς οὐκ εἶδε τὸν Ἰσαὰκ ἀποθανόντα, ἀλλ’, ὃ πολλῷ πικρότερον ἐπετάττετο, καὶ οὐκ ἄντειπε πρὸς τὸ ἐπίταγμα, οὐδὲ ἐδυσχέρανεν, οὐδὲ ἐφθέγξατό τι τοιοῦτον· διὰ τοῦτό με πατέρα ἐποίησας, ἵνα παιδοκτόνον ἀπεργάσῃ; Βέλτιον ἦν μὴ δοῦναι τὴν ἀρχήν, ἢ δόντα τοιούτῳ τρόπῳ αὐτὸν ἀφελεῖσθαι. Βούλει λαβεῖν; Τίνος ἕνεκεν κἀμὲ κατασφάξαι κελεύεις, καὶ τὴν δεξιὰν μιᾶναι τὴν ἐμαυτοῦ; Οὐκ ἀπὸ τούτου μοι τοῦ παιδίου τὴν οἰκουμένην ἐμπλῆσαι τῶν ἀπογόνων ὑπέσχου; Πῶς οὖν τοὺς καρποὺς δίδως τὴν ῥίζαν ἀναιρῶν; Πῶς δὲ ἀπογόνους ἐπαγγέλλῃ τὸν υἱὸν κατασφάττειν κελεύων; Τὶς ταῦτα εἶδε, τὶς ταῦτα ἤκουσεν; Ἠπάτημαι, παρελογίσθην. Οὐδὲν τοιοῦτο οὐκ εἶπεν, οὐκ ἐνενόησεν, οὐκ ἄντειπε τῷ κελεύσαντι οὐκ ἀπῄτησεν εὐθύνας, ἀλλὰ ἀκούσας· «Λάβε τὸν υἱὸν σου τὸν ἀγαπητόν, ὃν ἠγάπησας, τὸν Ἰσαάκ, καὶ ἀνάγαγε αὐτὸν ἐφ’ ἓν τῶν ὀρέων ὧν ἂν σοι εἴπω», μετὰ τοσαύτης προθυμίας τὸ ἐπίταγμα ἐπλήρωσεν, ὡς καὶ πλείονα τῶν ἐπιταχθέντων ποιῆσαι. Καὶ γὰρ τὸ γύναιον ἔκρυψε, καὶ τοὺς παῖδας ἔλαθε κάτω μένειν ἀφείς, καὶ μόνον τὸ ἱερεῖον λαβὼν ἀνῄει· οὕτως οὐκ ἄκων, ἀλλὰ μετὰ προθυμίας πολλῆς τὸ κελευσθὲν ἔπραττεν. Ἐννόησον τοίνυν ἡλίκον ἦν, μόνον μόνῳ διαλέγεσθαι τῷ παιδί, μηδενὸς παρόντος, ὅτε μᾶλλον τὰ σπλάχνα διαθερμαίνεται, καὶ σφοδρότερον τὸ φίλτρον γίνεται, καὶ τοῦτο οὐκ ἐν μιᾷ ἢ δυσίν, ἀλλὰ καὶ ἐν πλείοσιν ἡμέραις. Τὸ μὲν γὰρ ταχέως ποιῆσαι τὸ ἐπιταχθέν, θαυμαστὸν καὶ μέγα, ἀλλ’ οὐχ οὕτω θαυμαστὸν ὡς τὸ διὰ πολλῶν ἡμερῶν βασανιζομένης αὐτοῦ γυμναζομένης τῆς ψυχῆς μηδὲν παθεῖν πρὸς τὸ παίδοιν ἀνθρώπινον. Διὰ γὰρ τοῦτο αὐτὸ καὶ μακροτέρα σκάμματα ἐπέθηκεν ὁ Θεός, καὶ τὸ στάδιον ἐξέτεινεν, ἵνα ἀκριβέστερον ἴδῃς τὸν ἀθλητήν. Καὶ γὰρ ἦν ἀθλητὴς ὄντως, οὐκ ἀνθρώπῳ παλαίων, ἀλλ’ αὐτῇ τῇ τῆς φύσεως τυραννίδι. Ποῖος λόγος παραστῆσαι δυνήσεται τὴν ἀνδρείαν; Ἀνήγαγε τὸ παιδίον, συνεπόδισε, τοῖς ξύλοις ἐπέθηκε, τὴν μάχαιραν ἥρπασεν, ἐπάγειν τὴν πληγὴν ἔμελλε. Πῶς εἴπω καὶ ποίῳ τρόπῳ, οὐκ ἔχω· μόνος αὐτὸς οἶδεν ὁ ταῦτα ἐργασάμενος· λόγος γὰρ οὐδεὶς παραστῆσαι δυνήσεται, πῶς οὐκ ἐνάρκησεν ἡ χείρ, πῶς οὐκ ἐλύθη τῶν νεύρων ὁ τόνος, πῶς οὐ συνέχεεν αὐτὸν ἡ ποθουμένη τοῦ παιδίου ὄψις. Ἄξιον ἐνταῦθα θαυμάσαι καὶ τὸν Ἰσαάκ. Ὥσπερ γὰρ ἐκεῖνος τῷ Θεῷ, οὕτω καὶ οὗτος ἐπείθετο τῷ πατρί· καθάπερ ἐκεῖνος, τοῦ Θεοῦ κελεύοντος θῦσαι, οὐκ ἀπῄτησεν εὐθύνας· οὕτω καὶ οὗτος, τοῦ πατρὸς δεσμεύοντος καὶ ἀνάγοντος ἐπὶ τὸν βωμόν, οὐκ εἶπε· τινὸς ἕνεκεν ταῦτα ποιεῖς; Ἀλλ’ ὑπέκειτο τῇ χειρὶ τῇ πατρική. Καὶ ἦν ἰδεῖν πατέρα καὶ ἱερέα γινόμενον τὸν αὐτόν, καὶ θυσίαν χωρὶς αἵματος ἀναφερομένην, ὁλοκαύτωμα χωρὶς πυρός, θανάτου καὶ ἀναστάσεως τύπον ἐπὶ τοῦ βωμοῦ γινόμενον. Καὶ γὰρ ἔσφαξε τὸν υἱόν, καὶ οὐκ ἔσφαξεν· οὐκ ἔσφαζε χειρί, ἀλλὰ τῇ προθυμίᾳ. Ἐπεὶ καὶ ὁ Θεὸς διὰ τοῦτο ἐκέλευσεν, οὐχ αἵματος χύσιν βουλόμενος ἰδεῖν, ἀλλὰ προαίρεσιν σοι δεῖξαι θέλων, καὶ τὸν γενναῖον ἐκεῖνον ἐν μέσῳ τῆς οἰκουμένης ἀνακηρύξαι πάσης, καὶ παιδεῦσαι τοὺς μετὰ ταῦτα πάντας, ὅτι καὶ παίδων, καὶ φύσεως, καὶ τῶν ὄντων ἁπάντων, καὶ αὐτῆς τῆς ψυχῆς τοῦ Θεοῦ τὰ προστάγματα προτιμᾶν χρή. Κατῄει τοίνυν ζῶντα λαβὼν μάρτυρα τὸν Ἰσαάκ. Τίνα οὖν ἕξομεν συγγνώμην, εἰπὲ μοι, ποίαν δὲ ἀπολογίαν, εἰ τὸν γενναῖον ἐκεῖνον μετὰ τοσαύτης εἴδομεν προθυμίας τῷ Θεῷ πειθόμενον, καὶ πάντων αὐτῷ παραχωροῦντα, καὶ ἡμεῖς δυσχεραίνομεν; Μὴ δὴ μοι τὸ πένθος εἴπῃς, μηδὲ τὸ τῆς συμφορὰς ἀφόρητον, ἀλλ’ ἐκεῖνο σκόπησον, ὅτι καὶ τοῦ πένθους χαλεποῦ ὄντος ἀνώτερος ἦν. Ἱκανὸν ἦν τὸ ἐπιταχθὲν θορυβῆσαι αὐτοῦ τὸν λογισμόν, καὶ εἰς ἀπορίαν αὐτὸν ἐμβάλλειν, καὶ τὴν πίστιν ὑπορύξαι τὴν ἐν τοῖς παρελθοῦσι. Τὶς γὰρ τῶν πολλῶν οὐκ ἂν ἐνόμιζεν ἀπάτην εἶναι τὰ εἰρημένα περὶ τοῦ πλήθους τῶν ἐγγονῶν, ὧν αὐτῷ ἐπηγγείλατο; Ἀλλ’ οὐχ ὁ Ἀβραάμ. Καὶ τὸν Ἰὼβ δὲ τῆς ἐπὶ τῆς συμφορᾷ φιλοσοφίας οὐχ ἧττον, καὶ ὑπὲρ τούτου μάλιστα αὐτὸν θαυμάζειν χρή, ὅτι μετὰ τοσαύτην ἀρετήν, μετὰ ἐλεημοσύνας καὶ φιλανθρωπίας, μετὰ τὸ μηδὲν μήτε ἑαυτῷ, μήτε ταῖς παισὶ συνειδέναι πονηρόν, τοσοῦτον πένθος ἰδὼν οὕτω καινὸν καὶ παράδοξον καὶ μηδενὶ τῶν τὰ ἔσχατα τετολμηκότων συμβεβηκός, οὐκ ἔπαθε τὰ τῶν πολλῶν, οὐδὲ ἐνόμισεν ἀνόνητον εἶναι τὴν ἀρετήν, οὐδὲ κακῶς βεβούλευσαι τοῖς παρελθοῦσιν. Ὥστε δι’ ἀμφότερα αὐτοὺς ταῦτα οὐ θαυμάζειν χρὴ μόνον, ἀλλὰ καὶ ζηλοῦν καὶ μιμεῖσθαι τὴν ἀρετήν. Καὶ μὴ λεγέτω τις, ὅτι ἐκεῖνοι θαυμαστοὶ τινες ἦσαν. Θαυμαστοὶ μὲν γὰρ ἦσαν καὶ μεγάλοι· ἀλλ’ ἡμεῖς τανῦν πλείονα ἐκείνων ἀπαιτούμεθα φιλοσοφίαν καὶ τῶν ἐν τῇ παλαιὰ βεβιωκότων ἁπάντων. «Ἐὰν γὰρ μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν γραμματέων καὶ Φαρισαίων, φησίν, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν». Πάντοθεν τοίνυν σωφρονισθέντες, καὶ ταῦτα συλλέξαντες, καὶ τὰ περὶ ἀναστάσεως ἡμῖν εἰρημένα, καὶ τὰ περὶ τῶν ἁγίων τούτων, συνεχῶς ἐπᾴδωμεν ταῖς ψυχαῖς, μὴ μόνον κατὰ τὸν καιρὸν τοῦ πένθους, ἀλλὰ καὶ ἡνίκα ἂν καθαρεύωμεν ὀδύνης. Διὰ γὰρ τοῦτο καὶ ἐγώ, καίτοι μηδενὸς ὄντος ἂν ἀθυμίᾳ, νῦν τούτους ἐκίνησα τοὺς λόγους, ἵν’, ὅταν ἐμπέσωμεν εἰς τινα τοιαύτην συμφοράν, μεμνημένοι τῶν εἰρημένων, ἱκανῆς ἀπολαύωμεν παραμυθίας· ἐπεὶ καὶ στρατιῶται, εἰρήνη οὔσης, τὰ τοῦ πολέμου μελετῶσιν, ἵνα τῆς μάχης ἐπιστάσης, καὶ τοῦ καιροῦ τὴν ἐμπειρίαν ἀπαιτοῦντος, εὐκαίρως ἐπιδείξωνται τὴν τέχνην, ἦν ἐν τῇ εἰρήνῃ κατώρθωσαν. Καὶ ἡμεῖς τοίνυν καὶ ὅπλα καὶ φάρμακα κατασκευάσωμεν ἑαυτοῖς ἐν τῷ καιρῷ τῆς εἰρήνης, ἵνα, εἰ ποτε πόλεμος ἐπιστῇ παθῶν ἀλόγων, ἢ πένθους, ἢ ὀδύνης, ἢ ἄλλου ὁτουοῦν τοιούτου, τὰς τοῦ πονηροῦ προσβολὰς μετὰ πολλῆς ἀποκρουσώμεθα τῆς ἐμπειρίας, καὶ λογισμοῖς ὀρθοῖς, καὶ ταῖς ἀποφάσεσι τοῦ Θεοῦ, καὶ τοῖς ὑποδείγμασι τῶν ἀγαθῶν ἀνδρῶν, καὶ παντὶ τρόπῳ πάντοθεν ἑαυτοὺς τειχίσωμεν. Οὕτω γὰρ δυνησόμεθα καὶ τὴν παροῦσαν ζωὴν μετὰ εὐθυμίας διενεγκεῖν, καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτυχεῖν, ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: Εἰς τὸν σεισμὸν καὶ εἰς τὸν πλούσιον καὶ εἰς τὸν Λάζαρον, καὶ πόθεν ἡ δουλεία εγενετο
Προηγούμενο: Λόγος Τέταρτος — Εἰς τὸν πλούσιον καὶ τὸν Λάζαρον· καὶ ὅτι τὸ συνειδὸς εἴωθεν ἡμᾶς ἀναμιμνήσκειν παλαιὰ ἁμαρτήματα, καὶ εἰς τὸν Ἰωσήφ.
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 48
Ἀρχικὴ Σελίδα: Τέρτιος