Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 48

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Περὶ Ἱερωσύνης λόγος Ἕβδομος
Προηγούμενο: Λόγος περὶ Νηστείας καὶ Ἐλεημοσύνης
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 48

Θεοδώρου τοῦ ἐκπεπτωκότος ἀντίγραμμα πρὸς τὸν ἐν ἁγίοις Πατέρα ἡμῶν καὶ οἰκουμενικὸν διδάσκαλον Ἰωάννην τὸν Χρυσόστομον

Πάντοτε οἱ ἐν εὐδίοις λιμέσιν ὀρμιζόμενοι τοῖς ἐν μέσῳ θαλάσσης χειμαζομένοις βοηθεῖν σπουδάζουσιν, ὡς ἂν ᾗ δυνατόν, κατὰ δύο τρόπου· ἢ ὡς παρελθόντες τοὺς χειμῶνας, καὶ μεμνημένοι τῶν φοβερῶν κυμάτων, καὶ ὅσα αὐτοῖς κατὰ θάλατταν δεινὰ συνέβαινεν, οἰκτείρουσι τοὺς πάσχοντας· ἢ μήπω χειμασθέντες, ὡσαύτως οἰκειοῦνται τοὺς κινδύνους, διὰ τὸ δεῖν τὴν αὐτὴν θάλατταν τέμνοντας, καὶ τὰ αὐτὰ τῶν κυμάτων δεινὰ πειραθέντας, οὕτως ἐπὶ τῶν λιμένα τῆς ἀναπαύσεως καταντῆσαι σπουδάζουσι, καὶ μυρίαις μηχαναῖς χρώμενοι, εἰ δυνατόν, ὅλην τὴν ναῦν περιποιήσασθαι· εἰ δὲ μὴ γε, κἂν τοὺς ναυαγήσαντας γυμνοὺς περισῶσαι σπουδάζουσι, καὶ τῆς παρὰ τοῦ Θεοῦ δικαίας μισθαποδοσίας τυχεῖν ἐλπίζουσιν. Ἀλλ’ ἐμοὶ τῷ τάλανι, ναυαγίῳ περιπεσόντι χαλεπωτάτω, καὶ χειμαζομένῳ, οὐ λέγω ἐν μέσῳ θαλάσσης, ἀλλ’ ἐν πυθμένι βυθοῦ, καὶ ἔτι ἀγωνιζομένῳ, ὥσπερ τινὶ ἰχθύϊ ἀπὸ βάθους πρὸς τὴν ἄνω ἐπιφάνειαν ἀνανηξαμένῳ, ἀπαλλαγῆναι τῶν κατὰ τὸν βυθὸν ἰοβόλων ἑρπετῶν, οὐδεὶς ὁ βοηθῶν πάντως διὰ τὸ τοιαύτας ἡμῶν μνήμας ἔχειν. Οὐδέποτε γὰρ δυνάμενοί τισι τοιοῦτοι ἐπεφάνημεν, καὶ διὰ τοῦτο ἐν τούτοις εὑρέθημεν, ἵνα μάθωμεν ἀφ’ ὧν πάσχομεν. Ἀλλὰ μὴ τὰ αὐτὰ σπλάγχνα, τίμιοι Πατέρες, ἐπιδείξησθε ἐν ἐμοὶ τῷ ἐκπτώτῳ καὶ ταπεινῷ, ἵνα μὴ τῶν αὐτῶν πειρασθῆτε, ἰδόντες δὲ τὸ ἐμὸν τραῦμα φοβηθῆτε. Τὶ γὰρ εἴποιμι; Ἆρα ὑμέτερε οὐ χάρτης, οὐχ ἡμερῶν δύο σχολή, οὐχ ἑνὸς ζῴου κάματος εὑρέθη; Ἀλλὰ πάντως κατὰ τοὺς ἐμπειροτάτους τῶν ἰατρῶν, ὅτι ὅταν ἅψωνται καὶ ἴδωσι πρὸς θάνατον ἐπειγομένους, ἀποκρατοῦσι μὲν τὰ βοηθήματα, παρασκευάζουσι δὲ διὰ τῶν ζώντων τῷ ὁρμήσαντι τὰ ἐπιθανάτια, καὶ τοῖς φίλοις τοῦ ζῶντος τὸν θάνατον καταγγέλλουσι, πένθους δεινοῦ ὑποφῆται γινόμενοι, οὐ τῆς αὐτῶν τέχνης τὰς ἀποτυχίας ἐννοούμενοι, ἀλλ’ ἀρχοντικῷ φρονήματι κατὰ τοῦ κάμνοντος ἀποφαίνονται· οὕτω δὴ καὶ ἡ ὑμέτερα ὁσιότης ἀπεκράτησε μὲν τὴν παράκλησιν, ἀπέκλεισε δὲ τὴν παραίνεσιν, ἐσπούδασε δὲ τὸ σύστημα τῆς ἀδελφότητος διασπαρῆναι, καὶ πᾶσι τοῖς ὑπὸ τήνδε τὴν ἐνορίαν οἰκοῦσιν ἐξήγγειλε τὸν ἡμέτερον θάνατον, ὡς διαδοθῆναι καὶ τοῖς ὑπὲρ τὰ ὅρια οἰκοῦσι. Καὶ τοῖς μὲν εὐλαβέσι καὶ ἀγαπητοῖς πένθος δεινόν, τοῖς δὲ ἄλλως ἔχουσι κατὰ τῆς πίστεως εὐφροσύνη καὶ χαρά. Πάντως δὲ ἐρεῖτε τοῦτο· «Ἐφώνησε πέρδιξ, καὶ συνήγαγεν ἃ οὐκ ἔτεκε, ποιῶν ἔλεον αὐτοῦ· ἐν ἡμίσει ἡμερῶν αὐτοῦ ἐγκαταλείψουσιν αὐτόν, καὶ ἐπ’ ἐσχάτων αὐτοῦ ἔσται ἄφρων». Ἰδόντες τοίνυν τὸ ἐμὸν τραῦμα, Πατέρες τίμιοι, φοβηθῆτε, καὶ πρῶτον μὲν διὰ τῶν ἁγίων ὑμῶν εὐχῶν δυσωπῆσαι τὸν εὔσπλαγχνον σπουδάσατε, ὥστε φθάσαι αὐτοῦ τὴν φιλανθρωπίαν μέχρις ἡμῶν τῶν, καθὰ προείρηται, ἐν πυθμένι βυθοῦ καὶ ἐν μέσῳ ᾅδου πεσόντων· ἔπειτα καὶ συντυχίᾳ ἀγαθῇ βοηθῆσαι μὴ ὀκνήσητε. Ἔτι γὰρ τολμῶ τῆς ὑμετέρας ἀγάπης καταθαῤῥεῖν τό, «Ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος». Οἶδα γὰρ ὡς οὐκ ἄχθεσθε, εὔχεσθαι δὲ μᾶλλον, καὶ ἰδόντες τὸ ἐμὸν τραῦμα φοβεῖσθε. Ἀλλὰ μὴ με νομίσητε ἐπίδειξιν λόγων ποιεῖσθαι ἢ διδασκαλίας σύνταγμα· οὐ μὰ τὴν ὑμετέραν ἀγάπην· ἀλλὰ δέξασθέ με ὡς ἄλγος ἔχοντα μεγάλης πληγῆς, καὶ φόβον κολάσεως αἰωνίου, ἐπιθυμίαν τε τῶν αἰωνίων ἀγαθῶν, ὧν τε ἤκουσα, ὧν τε ἐγευσάμην, ἐν οἷς καὶ χρόνον διήγαγον πρὸ τοῦ με ὑπὸ τῶν πολεμίων κατατιτρώσκεσθαι. Ταῦτα γὰρ θεασάμενοι οἱ δόλιοι ἐβάσκανον, καὶ τούτων παντοίων μηχανῶν παγιδεύματα θέμενοι, τῆς νίκης τρόπαιον ἔστησαν. Ἰδὼν τοίνυν ἕκαστος ὑμῶν τὸ ἐμὸν τραῦμα, φοβηθήτω, καὶ ὁ μὲν διάγων ἐν τοῖς προειρημένοις ἀγαθοῖς, ὡς δεινοὺς καὶ μεγάλους ἐχθροὺς ἔχων κύκλῳ, περισκοπείτω τὴν ἐπιβουλὴν τῆς τοῦ θησαυροῦ ἀφαιρέσεως· ὁ δὲ μήπω γευσάμενος, σπουδάζων δέ, ὡς πολλοὺς καὶ μεγάλους πολεμίους τοὺς τοῦτον διακωλύοντας ἔχων, ἀσφαλιζέσθω. Ἀλλ’ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν, καὶ τῶν ἡμῖν συμβαλλομένων δεηθῶμεν παρὰ τῆς ὑμετέρας ἀγάπης. Ὑπὸ γὰρ τῆς ἡδονῆς τῶν λεγομένων κατὰ μικρὸν ἐμετεωρίσθημεν, εἰ καὶ μὴ ἐβλάψαμεν τοὺς τρέχοντας, μᾶλλον δὲ ἐπεῤῥώσαμεν. Ἡ γὰρ ὑμετέρᾳ νίκη παρὰ τοῦ ἐχθροῦ ἐκεῖνον μὲν ἀσθενέστερον παρασκευάζει, ἡμᾶς δὲ ἀναλαβόντας τὰ ὅπλα αὖθις ἐπὶ τοὺς ἀγῶνας ἐλθεῖν, μὴ τῷ φόβῳ τῆς ἑαυτῶν πληγῆς νῶτα διδόντας, ἀλλὰ τῇ προθυμίᾳ τῆς ὑμετέρας νίκης ἐπὶ τὸ στάδιον γενναιοτέρους ἐλθεῖν. Πάλιν οὖν, ὡς καὶ πολλάκις ἐδεήθην, καὶ νῦν τῆς ὑμετέρας εὐλαβείας ἐτόλμησα, ἵνα καταξιώσητε τὰς εὐχὰς ὑμῶν ἀγκίστρου δίκην εἰς βυθὸν πέμψαι, καὶ ἐκεῖ θνητὸν ἰχθὺν ἀνακαλέσασθαι, καὶ εἰσαγαγεῖν τοῦτον εἰς τὴν σαγήνην, ἐξ ἧς ὑπὸ σφοδρῶν καὶ δεινῶν κυμάτων εἰς βυθὸν κατεῤῥίφην καὶ ἰδόντες τὸ ἐμὸν τραῦμα φοβηθῆτε. Καὶ ταῦτα μὲν ὅσον πρὸς ὑπόμνησιν τῆς ὑμετέρας ἀγάπης γράψαι ἐσπούδασα, οὐκ ἀξίως τὸν λόγον τῆς ὑποθέσεως ποιούμενος. Εἴθε γὰρ ἂν δυνατὸν ἦν, ἐπὶ τὰ τῶν ἀκρωτηρίων ἐπιστάντα με, σαλπίσαι διὰ τοῦ στόματός μου, καὶ βροντῆς δίκην ἐξαποστεῖλαι κατὰ παντὸς τοῦ κόσμου θριαμβεύοντα τὴν ἐμὴν ἁμαρτίαν, καὶ οὐκ ἂν εἴασα τὴν οἰκουμένην εἰς βοήθειαν τοῦ κατορθώματός μου μὴ ἐπισπάσασθαι. Ἀλλ’ ἀδύνατον τὸ πρᾶγμα· ἄνθρωπος γὰρ εἰμι μικροφωνος καὶ ὀλιγόβιος. Λοιπὸν δὲ συνεχόμενος ὑπὸ τοῦ λόγου, τολμήσω μνημονεῦσαι τῶν θείων γραφῶν, καὶ τοῦτο παρ’ αὐτὰς ποιῶν. «Τῷ γὰρ ἁμαρτωλῷ, φησίν, εἶπεν ὁ Θεός· ἵνα τὶ σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου»; Νῦν ἀληθῶς ἐκβοήσαι τὸ προφητικὸν ἐκεῖνο, καὶ εἰπεῖν· «Τὶς δώσει τῇ κεφαλῇ μου ὕδωρ, καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων; Καὶ κλαύσομαι τοὺς τετραυματισμένους θυγατρὸς λαοῦ μου». Εἰ γὰρ Ἱερεμίας τοὺς ἐν τῷ πολέμῳ τὰ σώματα πεπληγότας μυρίων θρήνων ἀξίους ἔκρινε, τὶ ἂν τις εἴποι πρὸς τηλικαύτην ψυχῆς συμφοράν; «Οἱ τραυματίαι μου οὐ τραυματίαι ῥομφαίας καὶ οἱ νεκροὶ μου οὐ νεκροὶ πολέμου». Οὐ περὶ νεκρῶν σωμάτων λέγει, ἀλλὰ τὸ κέντρον τοῦ ὄντως θανάτου ἤγουν τὴν χαλεπὴν ἁμαρτίαν ὀδύρεται, καὶ τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ, ψυχὰς ὁμοῦ μετὰ σωμάτων βαρβαρικῶς καταφλέξαντα. Μεγάλως γὰρ στενάζουσιν οἱ τοῦ Θεοῦ νόμοι μετὰ τῶν ἁγίων πνευμάτων τηλικοῦτον ἄλγος καὶ ἐπ’ ἐμοὶ βλέποντες. Καὶ ἐμοὶ γὰρ πικρὸν ἐξέβη τῶν γλυκέων ἐκείνων ῥημάτων τὸ πέρας, ᾧ φίλοι, καὶ πενθεῖν ἀνάγκη με πάλιν ἐφ’ οἷς ἔδει χαίρειν· ἄρας γὰρ τὰ μέλη τοῦ Χριστοῦ, ἐποίησα αὐτὰ πόρνης μέλη. Ἐπὶ τούτοις τὶς οὐκ ἂν πενθήσας εἴποι· «Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιῶν; Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ, καὶ ἔφριξεν ἡ γῆ σφόδρα, λέγει Κύριος». Ἀλλ’ εὔξασθε, τίμιοι καὶ ὅσιοι Πατέρες, μνησθῆναί μου τῆς καλῆς ὁμολογίας, ἢν ὡμολόγησα ἐνώπιον τοῦ Θεοῦ καὶ ἀγγέλων καὶ ἀνθρώπων. Οἱ γὰρ ἐπεισελθόντες ἀλλότριοι τῇ οἰκίᾳ τοιούτους θορύβους κινεῖν σπουδάζουσιν, ὡς καὶ αὐτῆς τῆς ὁμολογίας λήθην ἐμποιῆσαι· ἀλλ’ εὐχαῖς τῆς ὑμετέρας ἀγάπης Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα μνήμης· ὅθεν ἐπέχει τὸν λόγον ἡ μνήμη ὑπερέχουσα τῷ λυπηρῷ τὴν καρδίαν, καὶ προσπῖπτον τὸ δάκρυον τὴν φωνὴν ἐπικόπτει, ὅταν ἐνθυμηθῇ τὸ περὶ τῶν συμβεβηκότων μοι δεινῶν, ὅταν ἐνθυμηθῇ ὅτι Χριστῷ ὁμολογίας δεδωκώς, ἀντιχρίστῳ ὑπετάγην, ὅταν ἐνθυμηθῇ ὅτι πνεύματι ἀρξάμενος, σαρκικὸς ἀπετελέσθην. Οἴμοι τῷ ταπεινῷ καὶ ἐκπτώτῳ ἀπὸ ὀδύνης ἢν ὀδυνῶμαι, ἀπὸ αἰσχύνης καὶ ἀπολογίας ἀναπολογήτου· ὁ γεννηθεὶς εἰς ζωὴν θανάτῳ παρεδόθην. Ἐλεήσατέ με, ᾧ ἐλεήμονες Πατέρες καὶ ἰατροί, ἐλεήσατε, ἀναλάβετε ἐπ’ ἐμοὶ θρῆνον, καὶ κόπτεσθε τὸν ἐχίδνης ἰοβόλου φαρμάκου δελεάσμασι βεβλημένον· ἀναλάβετε ἐπ’ ἐμοὶ θρῆνον, καὶ κόπτεσθε ἐφ’ ἑαυτοῖς πρὸ πληγῆς· τὰ δάκρυα ὑμῶν γενέσθω προτειχίσματα κατὰ τοῦ ἀντιπάλου· χαρίσατέ μοι δάκρυον δαψιλὲς οἱ τοῦτο κεκτημένοι, ὥστε καταῤῥῆξαι τῇ καρδίᾳ, καὶ ἐξαλεῖψαι τοὺς ὑπὸ τῆς ἁμαρτίας ἐγγεγραμμένους νόμους. Ναί, δέομαι ὑμῶν, ἐκκαθάρατε ταύτην πρὸς τὸ ἐγγραφῆναι τοὺς νόμους τοὺς βασιλικούς, τοὺς νόμους τοὺς πνευματικούς, τοὺς νόμους τοὺς ἐπουρανίους. Κυρίως Σαβαὼθ ἐγκατέλιπέ μοι σπέρμα πίστεως, ἵνα μὴ τελείως Σόδομα γενηθῶ. Συλλιτανεύσατέ μοι λοιπόν, ᾧ ἐλεήμονες καὶ χρηστοὶ Πατέρες, ἵνα τῇ τῶν Νινευϊτῶν μετανοίᾳ συσσωθῆναι δυνηθῶ. Κλαύσατε καὶ ἐπ’ ἐμοὶ καὶ λυπηθῆτε, τοὺς κατὰ Ἰωνᾶν τὸν προφήτην ὑποφήτας μοι γενομένους. Οὐ γὰρ ἦν ἐκεῖνος ψεύστης, ὡς οὔτε ὑμεῖς, ἀλλ’ ἡ τοῦ φιλανθρώπου Θεοῦ εὐσπλαγχνίᾳ τὸν ἕνα ἐλύπησεν, ἢ τοὺς πολλοὺς ἀπώλεσεν. Οὔτε δὲ ἐκεῖνος διὰ μισανθρωπίαν ἐλυπήθη, ἀλλ’ ἐκινδύνευε, μὴ τὸ τῆς φιλανθρωπίας μέρος διαβολὴν κατὰ τοῦ ἀποστείλαντος ὡς ψεύστου ἐργάσηται. Ἡ δὲ ὑμέτερα ἀγάπη οὐχ οὕτως· ἀλλ’ οἶδα συγχαίρειν ὑμᾶς, ἐπὰν γίνηται ἄρα ἐν οὐρανῷ ἐπὶ μετανοίᾳ ἑνὸς ἁμαρτωλοῦ, καὶ εὔχεσθαι ἀδιαλείπτως τὴν φιλανθρωπίαν τοῦ Θεοῦ παρακαταλαβεῖν τὰ ἀπολλύμενα τῶν μελῶν, διὰ τὸ συμπάσχειν πάντα τὰ μέλη. Λοιπὸν γὰρ καὶ τὰ παρὰ τῆς ὑμετέρας ἀγάπης ὀφείλοντα λεχθῆναι ἑαυτῷ διαλεχθήσομαι, ὥσπερ ἀπὸ τινὸς ἀοράτου δυνάμεως συλλαβὼν λεληθότως τοὺς λόγους. Καὶ γὰρ δι’ ἡμέρας καὶ νυκτὸς ἐν μνήμῃ τὰ τῆς παρακλήσεως τῆς ὑμετέρας ἀγάπης φέρων, ἑαυτὸν ἀνακαλέσασθαι σπουδάζω, τὴν ὑμετέραν εὐχὴν εἰς βοήθειαν ἔχων· καὶ καθ’ ἡμέραν, ὥσπερ διδασκαλία παρισταμένη, τῆς ὑμετέρας ἀγάπης ἡ παραίνεσις τῇ ἐμῇ ψυχῇ γίνεται παράκλησις παριστῶσα τῆς ἁγίας εὐχῆς ὑμῶν τὸ διάπυρον, τοῦτό με τοῦ μακαρίου Ἰεζεκιὴλ ἐπονειδίζοντος, καὶ λέγοντος ἐν τῇ ὑπομνήσει τῶν προτέρων εὐεργεσιῶν· «Διῆλθον διὰ σοῦ, καὶ εἶδόν σε, καὶ ἰδοὺ καιρὸς σου, καὶ καιρὸς τῶν καταδυόντων σε, καὶ διεπέτασα τὰς πτέρυγάς μου ἐπὶ σέ, καὶ ἐκάλυψα τὴν ἀσχημοσύνην σου, καὶ ὤμοσά σοι, καὶ εἰσῆλθον ἐν διαθήκῃ μετὰ σοῦ, λέγει Ἀδωναῒ Κύριος· καὶ ἐγένου μοι καλὴ σφόδρα, καὶ ἑλοῦσά σε ἐν ὕδατι, καὶ ἀπέπλυνα τὸ αἷμά σου ἀπὸ σοῦ, καὶ ἔχρισά σε ἐν ἐλαίῳ, καὶ ἐνέδυσά σε ποικίλα, καὶ ὑπέδησά σε ὑάκινθον, καὶ ἔζωσά σε βύσσον, καὶ περιβαλὸν σὲ τριχάπτῳ, καὶ ἐκόσμησά σε κόσμῳ, καὶ περιέθηκα ψέλλια περὶ τὰς χειρὰς σοῦ, καὶ κάθεμα περὶ τὸν τράχηλόν σου, καὶ ἔδωκα ἐνώτιον περὶ τὸν μυκτῆρά σου, καὶ τροχίσκους περὶ τὰ ὦτά σου, καὶ στέφανον καυχήσεως ἐπὶ τὴν κεφαλὴν σου, καὶ ἐκοσμήθης χρυσίῳ καὶ ἀργυρίῳ, καὶ περιβόλαιά σου βύσσινα, καὶ τρίχαπτα, καὶ ποικίλα· καὶ σεμίδαλιν καὶ μέλι, καὶ ἔλαιον ἔφαγες, καὶ ἐγένου μοι καλὴ σφόδρα σφόδρα. Καὶ ἐξῆλθέ σοι ὄνομα ἐν τοῖς ἔθνεσιν ἐν τῷ κάλλει σου, διότι συντετελεσμένον ἦν ἐν τῇ ὡραιότητι, ἐν εὐπρεπείᾳ ᾗ ἔταξα ἐπὶ σέ, λέγει Ἀδωναῒ Κύριος. Καὶ ἐπεποίθεις ἐν τῷ κάλλει σοῦ, καὶ ἐπόρνευσας ἐπὶ ὀνόματί σου, καὶ ἐξέχεας τὴν πορνείαν σου ἐπὶ πάντα πάροδον, καὶ ἔλαβες ἐκ τῶν ἱματίων σου, καὶ ἐποίησας σεαυτῇ εἴδωλα ῥαπτά, καὶ ἐπόρνευσας ἐν αὐτοῖς, καὶ οὐ μὴ εἰσέλθῃς, οὐδ’ οὐ μὴ γένηται. Καὶ ἔλαβες τὰ σκεύη τῆς καυχήσεώς σου ἐκ τοῦ ἀργυρίου μού, καὶ ἐκ τοῦ χρυσίου μου, ἐξ ὧν ἔδωκά σοι, καὶ ἐποίησας σεαυτῇ εἰκόνας ἀῤῥενικάς, καὶ ἐξεπόρνευσας ἐν αὐταῖς». Τοῦ δὲ μακαρίου Ἰερεμίου ἐμβοῶντος καὶ λέγοντος ἐπὶ τούτου· «Μὴ ὁ πίπτων οὐκ ἀνίσταται, ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; Μὴ ῥητίνη οὐκ ἔστιν ἐν Γαλαάδ, ἢ ἰατροὶ οὐκ εἰσὶν ἐκεῖ; Εἶπα γὰρ μετὰ τὸ πορνεῦσαι αὐτὴν ταῦτα πάντα· Πρὸς με ἀνάστρεψον». Ἀλλ’ ἐπὶ τούτοις δέδια μὴ ποτε ἡ ὑμέτερα εὐλαβείᾳ ὑπολάβῃ ἡμᾶς ὡς διδασκαλίας λόγους ποιεῖσθαι. Οὐ μὰ ὑμετέραν ἐλπίδα, ἤν ἔχετε πρὸς τὸν Θεόν, ἀλλ’ ὥσπερ οἱ συνεχόμενοι ὑπὸ δεινῶν ἀλγηδόνων, ἐὰν τὸ πάθος τοῖς ἰατροῖς ἀνατίθενται, τῇ ἐλπίδι τῶν βοηθημάτων τὰς ὀδύνας καταπαύουσιν, οὕτω κακῷ ἐκ τῆς περὶ τὴν ὑμετέραν ἀγάπην ὁμιλίας, ὡς ἤδη διορθωθέντων τῶν τραυμάτων, εὐελπιστότερος γέγονα, αὐτῆς τῆς μνήμης ὑμῶν τὴν παράκλησιν ἐν τῇ καρδίᾳ λεληθότως φῶς ἐργασαμένης. Δέομαι τοίνυν ὑμῶν, ᾧ τῶν Χριστιανῶν θεῖος σύλλογος, τὸ ἅγιον ἄθροισμα, ὦ ἱερὸς λαός, δεήθητε ὑπὲρ ἐμοῦ πρὸς τὸν Κύριον, διότι οὐκ ἔτι φέρω εὑρεθῆναι με ἔξω τῆς ποίμνης, ἔξω τῆς σαγήνης, ἔξω τῆς μάνδρας πνευματικῆς, ἀλλ’ ἔνδον τοῦ ἀμπελῶνος, ἔνδον τοῦ νυμφῶνος αὐτῷ. Καὶ ἰδόντες τὸ ἐμὸν τραῦμα φοβηθῆτε· οὔτε γὰρ ὁμολογεῖν αἰσχύνομαι, οὔτε πλειστάκις λέγειν ὀκνῶ· ᾐσχύνθην γὰρ ὅτε ᾐσχύνθην· καὶ ἀναγνόντες μου τὴν ἐπιστολήν, διαπέμψασθε πάσῃ τῇ ἀδελφότητι, ἀδιαλείπτως εὐχόμενοι πρὸς τὸ ἐπιστρέψαι ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ, ἵνα σώσητε καὶ τὰς ἑαυτῶν ψυχάς, καὶ καλύψητε πλῆθος ἁμαρτιῶν. Καὶ μέχρι μὲν τούτου καταπαύσω τὸν λόγον. Πρὸς σὲ δὲ μοι ὁ λόγος, ὧ τιμιώτατε καὶ θεοφιλέστατε ἀδελφὲ καὶ Πάτερ· καὶ γὰρ ὡς πατέρα ἐπιγράψασθαι, καὶ ὡς ἀδελφῷ, τὰ πρεσβεῖα δοῦναι οὐδέποτε ἀμφέβαλλον. Ἀπαιτῶ γὰρ τι πλέον σε τῆς κοινῆς ἀδελφότητος, ὥσπερ οἱ νέοι τῶν παίδων, κἂν ἀσχημόνως παίζωσιν εἰς κόλπους πατέρων, οὐδέποτε τοῦ πατρικοῦ σπλάγχνου ἀπωθεῖσθαι ἐλπίζουσι, τῇ ὑπερβολῇ τῆς πατρικῆς διαθέσεως πεποιθότες. Ἀλλ’ ἐπ’ ἐμοὶ καὶ ταῦτα ἤργησε, κἀγὼ μὲν ἴσως ἀξίαν τὴν τιμωρίαν τῶν πραττομένων ὑπέχω· ἀλλ’ ἀναμιμνήσκου μου αὐτός, θεοφιλέστατε Πάτερ Χρυσόστομε, μὴ πως ἀσπλαγχνίας δίκην δῷς ἐπὶ τῷ δικαιοκρίτῃ Θεῷ. Θεὸς γὰρ οἶδεν ὡς ἐν τῇ μνήμῃ τῆς σῆς γλυκύτητος ὑπερνικᾷ τὰ δάκρυα τὸν λογισμόν, καὶ ἐπέχει τὸν λόγον. Ὅθεν ἐνταῦθα καταπαύσω τοῦ λέγειν· Θεὸς δὲ ἔσται κριτὴς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, γλυκύτατε καὶ θεοφιλέστατε Πάτερ Χρυσόστομε, ὅτι αὐτοῦ ἐστι μόνου ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τὸν αἰώνων. Ἀμήν.



Ἑπόμενο: Περὶ Ἱερωσύνης λόγος Ἕβδομος
Προηγούμενο: Λόγος περὶ Νηστείας καὶ Ἐλεημοσύνης
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 48
Ἀρχικὴ Σελίδα: Τέρτιος