Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 48

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Ὅτι ἐπίπλαστον σχῆμα καὶ μὴ ἀληθὲς φεύγειν χρὴ
Προηγούμενο: Περὶ Ἱερωσύνης λόγος Ἕβδομος
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 48

Ὅτι χρὴ τὸν Χριστοῦ μαθητήν, ἤπιον εἶναι, καὶ μὴ ταχέως ὀργίζεσθαι

Ἡ θεῖα φωνὴ τοῦ Κυρίου ἐν τοῖς εὐαγγελίοις διδάσκει ἡμᾶς, ἡ ἀναπληροῦσα τὸν νόμον, οὐ καταργοῦσα, μὴ ὀργίζεσθαι τῷ ἀδελφῷ, καὶ διὰ τῆς προσθήκης ταύτης τοῦ λόγου ἀνεπλήρωσε τό, «Οὐ φονεύσεις», αὐτὴν τῇ ῥίζαν ἐξαίρων τοῦ φόνου, καὶ τὴν καρδίαν ἔσωθεν καθαρίζων, καὶ οὐχὶ τὰς χεῖρας ἔξωθεν. Τιμωρίαν γὰρ ἐπέθηκεν οὐχὶ τοιαύτην, ἥνπερ ὁ νόμος, τὴν παρ’ εὐθύ, ἀλλὰ τὴν ἐπὶ τῆς κρίσεως, λέγων· «Ὁ γὰρ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, ἔνοχος ἔσται τῇ κρίσει». Οὐ γὰρ ὀξεῖαι αἱ παρὰ Χριστοῦ τιμωρίαι, καθάπερ ἐν τῷ νόμῳ· ἀλλὰ πολλὴ μὲν ἀναβολῇ τῶν κατὰ τὸ δίκαιον ἀνταποδόσεως, φοβερὰ δὲ ὕστερον ἡ δίκη. Ὥσπερ ἐπιτάττει τὰ μείζων, οὕτω καὶ μείζονος μακροθυμεῖ, κάθαρσιν καρδίας ἐπιζητῶν, ἤν δυσκόλως ἔστιν ἐξεργάζεσθαι. Διόπερ εἰ καὶ προαχθείημεν εἰς ὀργήν, οὐκ εὐθὺ τιμωρεῖται· εἰ γὰρ παρ’ εὐθὺ ἐτιμωρεῖτο, οὐκ ἂν ἦν διὰ μετανοίας ἐπάνοδος. Διὰ τοῦτο ὑπερτίθεται τὴν τιμωρίαν, ἵνα ἔχωμεν καιρὸν μετανοίας, ἵνα ὁ χθὲς ὀργισθεὶς τῷ ἀδελφῷ, σήμερον μετανοήσῃ, καὶ διαθήκην ἑαυτῷ διάθηται μηκέτι ὀργίζεσθαι τῷ ἀδελφῷ· καὶ κατὰ μέρος ὅμοιοι Θεῷ γινώμεθα. Μεταβάλλει γὰρ ἡμᾶς ἐκ τῶν ἀλλοτριούντων τὴν ζωὴν ἡμῶν ἐκ τῆς ὁμοιώσεως τοῦ Θεοῦ, καὶ ἄγει εἰς τὸ κατὰ φύσιν καλὸν μετὰ τὸ προκείμενον· εἰ γὰρ τὸ κατὰ φύσιν ἀγόμεθα, καὶ εἰς τὴν τοῦ θείου Πνεύματος κοινωνίαν, καὶ τὴν διηνεκῆ μετὰ Θεοῦ ζωὴν περὶ τηλικούτων ἀγωνιζόμενοι. Προσχῶμεν ἑαυτοῖς, καὶ μὴ καταφρονήσει τὸ ἔργον τῆς εἰς Θεὸν ὁμοιώσεως διαφθείρωμεν, ἐπειδὴ χρονίζει ὁ Κύριος τοῦ ἐλθεῖν· μὴ ἑαυτοῖς ἄδειαν δῶμεν εἰς τὸ παραβαίνειν τὰ λόγια Κυρίου, μὴ ἀπελπίσαντες ὡς μὴ δυνάμενοι τούτου τυχεῖν τοῦ καθ’ ὁμοίωσιν Θεοῦ, καταλίπωμεν τὸν ἀγῶνα, ἀλλ’ ἡ ἐλπὶς παρέστω διὰ τὸν προστάξαντα καὶ δύναμιν χαριζόμενον ἐπὶ τῷ προσταχθέντι. Ἡ δὲ καταφρόνησις καὶ ἡ ἀμέλεια ἀπέστω, φοβερωτέραν ἡμῶν προσδοκώντων τὴν τιμωρίαν διὰ τὴν μακροθυμίαν. Ὅσον γὰρ μακροθυμεῖ, ζητῶν τὴν διόρθωσιν, τοσοῦτον ἀγανακτήσει μὴ διορθουμένων ἡμῶν, καὶ ὡς ἐξυβρίσασι τὴν χάριν ἐπελεύσεται ὀξέως. Καταφρονείσθω δὲ ἡμῖν ἅπαντα τὰ τοῦ αἰῶνος τούτου πράγματα μᾶλλον, ἢ τὸ θεῖον πρόσταγμα· πολλὰ γὰρ τὰ εἰς ὀργὴν εἰσκαλούμενα τοὺς ὀξεῖς εἰς ὀργήν, τοὺς εὐχερῶς παροξυνομένους. Ὁ δὲ τὸ πρόσταγμα τοῦ φοβεροῦ βασιλέως φοβούμενος, τοῦ κελεύσαντος ὅλως μὴ ὀργίζεσθαι, πάντων καταπτύσεται τῶν παροξυνεῖν θελόντων· εὐχερῶς δὲ ὑπομενεῖ τοὺς διὰ λόγων λυποῦντας, καρτερήσει δὲ πρὸς τοὺς δι’ ἔργων λυπεῖν θέλοντας, καὶ τῷ τύπτοντι τὴν σιαγόνα, στρέψει καὶ τὴν ἄλλην, καὶ τὸν ῥῆμα αἰσχρὸν λοιδορίαν χάριν ἐπάγοντα γενναίως ὑποίσει, θαυμαστὴν παραμυθίαν τοῦ μακαρισμοῦ κεκτημένος, καὶ ἵνα ὑπήκοος τῷ Κυρίῳ εὑρεθῇ, καὶ σβέση τὴν πρὸς τὸν ἀδελφὸν ὀργήν, καὶ φύγῃ τὴν ἐπ’ αὐτῷ ὡρισμένην κόλασιν. Διὰ γὰρ τοῦτο τῆς σωματικῆς συμπαθείας ἀπηλλάχθαι Χριστὸς παρακελεύεται, φεύγειν τε φιλοχρηματίαν, καὶ φιλοδοξίας ἀφίστασθαι, ὅλως δὲ ἡδονὴν μὴ παραδέχεσθαι ἐν ἑαυτῷ, ἵνα μὴ διὰ μηδὲν τούτων κακωθῶμεν τὴν ψυχήν, καὶ διατεθῶμεν ἀλλότριοι εἰς τὸ ἅγιον Πνεῦμα. Ὁ γὰρ χρημάτων καταφρονεῖν διδαχθείς, πῶς διὰ χρήματα παροξυνθήσεται, εἰ καὶ βούλεταί τις ἁρπάζειν; Καὶ ὁ δόξης μὴ ὀρεγόμενος, πῶς διὰ δόξαν παροξυνθήσεται; Ἀποδῦσαι τοίνυν τὸ κοσμικὸν ἔνδυμα, καὶ τὸ πνευματικὸν ἔνδυσαι· ἀποδῦσαι τὸν παλαιὸν ἄνθρωπον, ἵνα τὸν νέον ἐνδύσῃ. Διὰ τοῦτο γὰρ ἀναγέννησις λέγεται, καὶ βεβόηται παρὰ τοῖς θείοις γράμμασι. Μεταβολῆς γὰρ τῶν προτέρων ἡ σωτηρία ἡ ἡμέτερα δεῖται, ἵνα ἕτεροι παρ’ ὃ ἐσμεν γενώμεθα, ἵνα παυσώμεθα ὅπερ ἐσμεν, ἐναρξώμεθα δὲ ἕτερον βίον, ὃν πρὸ τῆς παραβάσεως κρατοῦντες ἐτυγχάνομεν. Οὐκ ἦσθα γὰρ τοιοῦτος παρὰ Θεῷ, οἷος ἐκ παίδων γέγονας, οὐδὲ τοιοῦτον ἐκ τῆς θεοποιήτου πλάσεως εἶχες τὸ ἦθος, οἷον ἐκ τῆς ἀνθρωπίνης γενέσεως. Ἄκουσον τοίνυν ὀμνύοντος τοῦ Κυρίου, καὶ φοβήθητι· «Ἀμὴν γάρ, φησί, λέγω ὑμῖν, ἐὰν μὴ τις ἄνωθεν γεννηθῇ, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν». Διὸ ἄρξαι βίον καινότερον, κατάλειπε τὸν ἐν ἁμαρτίαις παλαιωθέντα βίον· ὁ χθὲς πόρνος σήμερον γενέσθω σώφρων· ὁ χθὲς ἀμέτρως μεθύων σήμερον γενέσθω νηστευτής· τὸ κακῶς ὕστερον ἐπιγενόμενον ἀπόῤῥιψον, ἵνα τὸ καλῶς ἐξ ἀρχῆς δεδομένον ἐπαναλάβῃς. Μικρὸν ἐστιν τὸ ἀτάραχον καὶ ἀόργητον διατελεῖν.

Ὁ θέλων κατ’ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ εἶναι, ὀφείλει ὑπὸ πάντων καταφρονεῖσθαι, διαπτύεσθαι, ἐξευτελίζεσθαι, διὰ ῥημάτων, διὰ πραγμάτων. Διὰ τοῦτο γὰρ οὐδὲ ἀνταποδιδόναι κακὰ τῷ ἠδικηκότι ἐκέλευσεν, ἵνα μὴ ἀνταποδιδοὺς τῷ ἀδικοῦντι, τὴν κατὰ φύσιν ἀπολέσῃς ἠπιότητα. Μὴ τοίνυν γένῃ κατὰ σεαυτὸν φρόνιμος, ὡς δίκαιος ὥν τοῦ ἀμύνασθαι τὸν ἀδικοῦντα. Μέμνησο τῶν ἱερέων τοῦ Παύλου διδασκαλιῶν· «Μὴ γίνεσθε, φησί, φρόνιμοι παρ’ ἑαυτοῖς, μηδὲ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες». Οὐκ ἔστι καλὸν ἀντίδικον γενέσθαι, οὐδὲ ὑπὲρ ἑαυτοῦ τὴν δίκην ζητεῖν, ἀλλ’ ἐπίῤῥιψον τὴν δίκην σου Θεῷ, τῷ τὴν ἄμυναν ἀοργήτως ἐπάγοντι τοῖς ἀδικοῦσι· «Μὴ γὰρ ἑαυτοὺς ἐκδικοῦντες, φησίν, ἀλλὰ δότε τόπον τῇ ὀργῇ· γέγραπται γάρ, Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω», λέγει Κύριος. Μὴ λέγε, Θεὸς ἀνταποδίδωσιν, ἀνταποδώσω κακῷ· σκέψαι τὶ σοι Χριστὸς ἐπέδειξεν εἰς κόσμον ἐλθών, ἵνα τὸν σωτήριον τῆς ζωῆς ἐπιδείξῃ τύπον, καὶ τοῦτον ζήλωσον, ἵνα σωθῇς. Οὐκ ἦλθε γὰρ κριτής, οὐδὲ τοὺς ἐπανισταμένους ἀμυνόμενο· καίτοι γε οὐχ ἑαυτῷ διὰ τῆς ἀνεξικακίας κέρδος μνηστευόμενος, ἀλλὰ τῷ κόσμῳ τὴν σωτηρίαν πραγματευόμενος. Ἡ γὰρ Χριστοῦ ἀνεξικακία τὴν τοῦ διαβόλου θρασύτητα καταβέβληκε, καὶ ἡ τοῦ Κυρίου ἠπιότης τὸν ἄργιον θυμὸν τοῦ πονηροῦ κατεπάλαισε. Καὶ σὺ τοίνυν τὸν τύπον εἰς μίμησιν προτίθει. Οὐκ ὠργίσθη τοῖς ἐξυβρίσασιν, ἀλλὰ Σαμαρείτης καὶ δαιμονιῶν ἀκούων, ἠπίως καὶ πραέως πρὸς τοὺς λέγοντας ἀποκρίνεται· «Ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν Πατέρα μου· ὑμεῖς δὲ ἀτιμάζετέ με· ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου. Ἔστιν ὁ ζητῶν καὶ κρίνων». Οὐκοῦν καὶ σὺ μὴ ἑαυτὸν ἐκδίκει, ἀλλ’ ἀνέμενε τὸν κριτήν. Εἰ γὰρ αὐτὸς ὁ κριτὴς ἐν ἀνθρωπίνῳ σχήματι ἐλθὼν οὐκ ἀνταπέδωκε δυνάμενος, ἀλλὰ ἐξεδέχετο κρίσιν Θεοῦ («Λοιδορούμενος γάρ, φησίν, οὐ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, παρεδίδου δὲ τῷ κρίνοντι δικαίως»), καὶ σὺ τοίνυν ποίησον οὕτω, καὶ μίμησαι τὸν Δεσπότην, ὃς καὶ μέχρι σταυροῦ τὴν ἄθεον ὕβριν ἐβάστασε, καὶ τοῖς ἀξίοις ἀπωλείας σωτηρίαν ἐπιπροτείνει. Καὶ γὰρ πρὸς τὸν Πατέρα ἔλεγεν, «Ἄφες αὐτοῖς τὴν ἁμαρτίαν ταύτην· οὐ γὰρ οἴδασι τὶ ποιοῦσιν». Ἠδίκησεν ὁ ἀδελφός, ἀνάξιος τῆς ἀδελφότητος ὤφθη· ἀλλὰ σὺ μὴ διαφθείρῃς τὴν ἀδελφότητα. Ὁ ἀδελφὸς ἐμιμήσατο τοὺς τοῦ Ἰωσὴφ ἀδελφούς, ἀδελφοκτονίαν ὡπλίσατο, ἐχθρὸς ἀνεφάνη ἀντ’ ἀδελφοῦ, πονηρίας ἔδειξεν ὑπερβολήν, οὐδὲν ἀδικούμενος ἀδικεῖ. Ἀλλὰ σὺ τὸ ἐναντίον ποίησον, ἵνα εἴπῃς καὶ σὺ κατὰ τὸν μελῳδὸν Δαυῒδ· «Μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός». Νίκα ἐν τῷ ἀγαθῷ τὸν κακόν, προκαλοῦ αὐτὸν εἰς τὸ ἀγαθόν, λῦσον τὸν θυμὸν ἠπιότητι, δεῖξον αὐτῷ ὅτι ἀδίκως διώκει τὸν ἐν σοὶ Χριστόν, οὐκ ἄξιον τοῦ διώκεσθαι σεαυτὸν ἐπιδεικνύων. Ἀλλ’ ἀδιόρθωτός ἐστι, καὶ πρὸς τὴν σὴν ἡμερότητα οὐ μεταβάλλεται. Καὶ θηρία μὲν μεταβάλλεται εἰς τὴν τῶν ἀνθρώπων ἡμερότητα, ἐκεῖνος δὲ τῶν θηρίων ἀγριώτερος καθέστηκε. Μὴ φιλονείκει πρὸς τὸν τοιοῦτον, μηδὲ ἀντιπαρεξάγαγε θυμῷ θυμόν· ἔκκλινον δὲ ὥσπερ τὰς χαλεπὰς τῶν πετρῶν ὁ σοφὸς κυβερνήτης· φυλάξαι δὲ ὥσπερ ἀσπίδα κωφὴν καὶ βύουσαν τὰ ὦτα αὐτῆς, ἥτις οὐκ εἰσακούσεται φωνὴν ἐπᾴδοντος. Ἐξαγόρασον τὸν καιρόν, «Ὅτι αἱ ἡμέραι πονηραὶ εἰσιν»· ἐν σοφίᾳ περιπάτει, εἰδώς, ὅτι ξένος εἶ καὶ πάροικος ἐπὶ τῆς γῆς καὶ παρεπίδημος, καθὼς πάντες οἱ πατέρες σου. Πρόβατον εἰς μέσον λύκων ἀπεστάλης καὶ σύ, ὥσπερ καὶ οἱ ἀπόστολοι· μὴ λύκος ἀντὶ προβάτου γίνου· πρὸς λύκους φιλονεικῶν, φυλάσσου ὅση δύναμις, ἵνα μὴ τὸν θησαυρὸν τῆς δικαιοσύνης ἀπολέσῃς· φυλάσσου τοὺς διαρπάζοντας· φρόνιμος ὤν ὡς ὄφις φυλάσσου τὰς ἐπιβουλάς· εἰ δὲ καὶ βλάψειεν ὁ λύκος, εἰ δὲ καὶ σπαράττειν μέλλοι σε, παρασκευάζου φέρειν, μεμνημένος τοῦ λέγοντος· «Ἐγενήθημεν ὡς πρόβατα σφαγῆς»· ἀφορῶν εἰς αὐτὸν τὸν Κύριον, «Ὃς ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος». Ἥξει καὶ τῆς σῆς νίκης ὁ καιρός, ὅταν νικήσῃς ἀνεξικάκων μετὰ Χριστοῦ. Καὶ γὰρ ὁ Κύριος οὐκ ἤρισεν οὐδὲ ἐκραύγασεν, οὐδὲ ἤκουσέ τις ἐν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ. Καὶ ὁ ἀπόστολος ἐν ἑτοίμῳ ἔχειν φησὶν ἐκδικῆσαι πᾶσαν παρακοήν, ὅταν πληρωθῇ τῶν ὑπακουσάντων ἡ ὑπακοή. Θεοῦ δὲ μακροθυμοῦντος, μακροθυμεῖ καὶ σύ· ὅτε γὰρ σήμερον πάσχει Χριστός, σοῦ πάσχοντος, διὰ Χριστὸν ὑπομένειν δεῖ καὶ τὸν Χριστοῦ διάκονον. Βοᾷ πρὸς αὐτόν, ποιήσει τὴν ἐκδίκησιν ἐν τάχει· συντελέσει τὴν πονηρίαν ἁμαρτωλῶν, καὶ κατευθυνεῖ δίκαιον ὁ Θεὸς κριτὴς δίκαιος, ἰσχυρὸς καὶ μακρόθυμος· μακροθυμεῖ γὰρ πρὸς τὸ ἡμᾶς ἐπιστρέψαι. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.



Ἑπόμενο: Ὅτι ἐπίπλαστον σχῆμα καὶ μὴ ἀληθὲς φεύγειν χρὴ
Προηγούμενο: Περὶ Ἱερωσύνης λόγος Ἕβδομος
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 48
Ἀρχικὴ Σελίδα: Τέρτιος