Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 49

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΟΜΙΛΙΑ Δ’. Παράκλησις πρὸς τὸν λαὸν περὶ καρτερίας καὶ ὑπομονῆς ἐκ παραδειγμάτων τοῦ τε Ἰὼβ καὶ τῶν τριῶν παίδων· καὶ περὶ τῆς τῶν ὅρκων ἀποχῆς
Προηγούμενο: ΟΜΙΛΙΑ Β’. Λεχθεῖσα ἐν Ἀντιοχείᾳ ἐν τῇ παλαιὰ λεγομένη ἐκκλησίᾳ, ὄντος αὐτοῦ πρεσβυτέρου, περὶ τῆς συμβάσης συμφορὰς ἐν τῇ πόλει, ἐπὶ τῆς ἀταξίᾳ τῆς καταστροφῆς τῶν ἀνδριάντων τοῦ Θεοδοσίου τοῦ εὐσεβοῦς βασιλέως τοῦ μεγάλου· καὶ εἰς τὸ ρητὸν τοῦ ἀποστόλου, Τοῖς πλουσίοις παράγγελλε ἐν τῷ νῦν αἰῶνι μὴ ὑψηλοφρονεῖν· καὶ κατὰ πλεονεξίας.
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 49

ΟΜΙΛΙΑ Γ’. Εἰς τὴν ἀποδημίαν τοῦ ἐπισκόπου Φλαβιανοῦ, ὑπὲρ τῆς πόλεως πρὸς τὸν βασιλέα πρεσβευόμενοι· καὶ τὶς ἐστιν ἡ ἀληθὴς νηστεία, καὶ ὅτι τοῦ φαγεῖν ἀνθρώπινον σῶμα τὸ κατηγορῆσαι χεῖρον, καὶ περὶ τῶν διὰ τὴν στάσιν σφαγέντων, καὶ πρὸς τοὺς ἐγκαλοῦντας, ὅτι πολλοὶ τῶν ἀναιτίων ἑάλωσαν.

Ὅταν εἰς τὸν θρόνον ἀπίδω τοῦτον ἔρημον ὄντα καὶ κενὸν τοῦ διδασκάλου, χαίρω τε καὶ ὁμοῦ καὶ δακρύω· δακρύω μέν, ὅτι παρόντα οὐχ ὁρῶ τὸν πατέρα· χαίρω δέ, ὅτι ὑπὲρ τῆς ἡμετέρας ἀπεδήμησε σωτηρίας, καὶ δῆμον τοσοῦτον ἀπῆλθεν ὀργῆς ἐξαρπάσαι βασιλικῆς. Τοῦτο καὶ ὑμῖν κόσμος, κἀκείνῳ στέφανος· κόσμος ὑμῖν, ὅτι τοιοῦτον ἐκληρώθητε πατέρα· στέφανος ἐκείνῳ, ὅτι περὶ τὰ ἔκγονα οὕτως ἐστὶ φιλόστοργος, καὶ τὸ παρὰ τοῦ Χριστοῦ λεχθὲν δι’ αὐτῶν ἐβεβαίωσε τῶν πραγμάτων. Ἀκούσας γάρ, ὅτι «Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων», ἀπῆλθε τὴν ψυχὴν αὐτοῦ θήσων ὑπὲρ ἡμῶν ἁπάντων, καίτοι πολλὰ ὗν αὐτὸν τὰ κωλύοντα ἀπιέναι καὶ καταναγκάζοντα μένειν· καὶ πρῶτον ἡ ἡλικία πρὸς ἔσχατον ἐλάσασα γῆρας, εἶτα ἡ τοῦ σώματος ἀσθένεια, καὶ τοῦ ἔτους ἡ ὥρα, καὶ τῆς ἁγίας ἑορτῆς ἡ ἀνάγκη· πρὸς τούτοις ἡ ἀδελφὴ μόνη οὖσα αὐτῷ καὶ πρὸς ἐσχάτας ἑστῶσα ἀναπνοάς. Ἀλλ’ ὅμως καὶ συγγένειαν παρεῖδε, καὶ γήρᾳ, καὶ ἀσθένειαν, καὶ καιροῦ δυσκολίαν, καὶ ὁδοιπορίας ταλαιπωρίαν, καὶ πάντων ὑμᾶς καὶ τὴν ὑμετέραν σωτηρίαν προθείς, ταῦτα πάντα διέῤῥηξε τὰ δεσμά· καὶ καθάπερ νέος ὃν γέρων ἐλαύνει νῦν, ὑπόπτερος τῇ προθυμίᾳ γενόμενος. Εἰ γὰρ ὁ Χριστός, φησίν, ὑπὲρ ἡμῶν ἑαυτὸν ἐπέδωκε, τίνος ἂν εἴημεν ἡμεῖς ἀπολογίας καὶ συγγνώμης ἄξιοι, τοσούτου λαοῦ προστασίαν ἐγκεχειρισμένοι, καὶ μὴ πάντα αἱρούμενοι καὶ ποιῆσαι καὶ παθεῖν ὑπὲρ τῆς τῶν ἐγχειρισθέντων ἡμῖν ἀσφαλείας; Εἰ γὰρ ὁ πατριάρχης, φησίν, Ἰακὼβ θρεμμάτων προεστὼς καὶ πρόβατα ἄλογα βόσκων, καὶ ἀνθρώπῳ μέλλων εὐθύνας διδόναι, καὶ νύκτας ἀὔπνους διῆγε, καὶ καῦμα καὶ κρύος καὶ πᾶσαν ἀέρων ἀνωμαλίαν ἔφερεν, ὥστε μηδὲν παραπολέσθαι τῶν θρεμμάτων ἐκείνων· πολλῷ μᾶλλον ἡμᾶς, τοὺς οὐκ ἀλόγοις ἐφεστῶτας, ἀλλὰ πνευματικοῖς προβάτοις, καὶ οὐκ ἀνθρώπων, ἀλλὰ τῷ Θεῷ τῆς ἐπιστασίας ταύτης διδόναι μέλλοντας τὰς εὐθύνας, πρὸς οὐδὲν ὀκνεῖν καὶ ἀναδύεσθαι χρὴ τῶν δυναμένων ὠφελῆσαι τὸ ποίμνιον. Ἀλλ’ ὅσῳ βελτίων ἡ ποίμνη αὕτη τῆς ποίμνης ἐκείνης, καὶ ἀλόγων μὲν ἄνθρωποι, ἀνθρώπων δὲ ὁ Θεός· τοσούτῳ καὶ ἡμᾶς πλείω καὶ σφοδρὰν τὴν σπουδὴν καὶ τὴν προθυμίαν ἐπιδείκνυσθαι χρή. Ἔγνω καλῶς ἐκεῖνος, ὅτι οὐχ ὑπὲρ μιᾶς πόλεως αὐτῷ νῦν ὁ λόγος, ἀλλ’ ὑπὲρ τὴν Ἀνατολῆς ἁπάσης· τῶν γὰρ πόλεων τῶν ὑπὸ τὴν ἕω κειμένων κεφαλὴ καὶ μήτηρ ἐστὶν ἡ πόλις ἡ ἡμέτερα. Διὰ τοῦτο πάντα ὑπέμεινε κίνδυνον, καὶ οὐδὲν αὐτὸν ἐνταῦθα κατασχεῖν ἴσχυσε. Διὰ τοῦτο ἔλπιζα χρηστὰς ἔσεσθαι τὰς ἐλπίδας· οὐ γὰρ παρόψεται τοσαύτην προθυμίαν καὶ σπουδὴν ὁ Θεός, οὐδὲ ἐάσει τὸν ἑαυτοῦ θεράποντα ἄπρακτον ἐπανελθεῖν. Οἶδα ὅτι καὶ μόνον ὀφθεὶς ἐκεῖνος, καὶ τὸν εὐσεβῆ βασιλέα θεασάμενος, ἀπὸ τῆς ὄψεως αὐτῆς εὐθέως καταστεῖλαι δυνήσεται τὸν θυμόν. Τῶν γὰρ ἁγίων οὐχὶ τὰ ῥήματα μόνον, ἀλλὰ καὶ αὐτὰ τὰ πρόσωπα πνευματικῆς γέμει χάριτος. Οὗτος δὲ καὶ πολλῆς σοφίας ἐμπέπλησται, καὶ τῶν θείων νόμων ἔμπειρος ὤν, ἐρεῖ πρὸς αὐτὸν ὅπερ καὶ πρὸς τὸν Θεὸν ὁ Μωϋσῆς· «Εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μή, κἀμὲ ἀπόκτεινον μετ’ αὐτῶν». Τοιαῦτα γὰρ τῶν ἁγίων τὰ σπλάγχνα, τὸν μετὰ τῶν τέκνων θάνατον τῆς χωρὶς αὐτῶν ζωῆς γλυκύτερον εἶναι νομίζουσι. Προσθήσει δὲ καὶ τὴν ἀπὸ τοῦ καιροῦ συνηγορίαν, καὶ τὸ Πάσχα, τὸ ἱερὸν προβαλεῖται, καὶ ἀναμνήσει τὸν καιρόν, καθ’ ὃν τῇ οἰκουμένῃ πάσῃ τὰ ἁμαρτήματα ἀφῆκεν ὁ χριστό· παρακαλέσει μιμήσασθαι τὸν Δεσπότην, ἀναμνήσει καὶ τῆς παραβολῆς αὐτὸν ἐκείνης τῆς τῶν μυρίων ταλάντων καὶ τῶν ἑκατὸν δηναρίων. Οἶδα τοῦ πατρὸς ἡμῶν τῆς παῤῥησίαν, οὐ παραιτήσεται αὐτὸν ἀπὸ τῆς παραβολῆς ταύτης φοβῆσαι, καὶ εἰπεῖν, Ὅρα μήποτε καὶ σὺ κατ’ ἐκείνην ἀκούσῃς τὴν ἡμέραν· «Πονηρὲ δοῦλε, πᾶσαν τὴν ὀφειλὴν ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσας με· ἔδει καὶ σὲ ἀφεῖναι τοῖς συνδούλους σου». Σαυτὸν ὠφελεῖς μειζόνως ἢ ἐκείνους, ἐν τῇ τῶν ὀλίγων ἁμαρτημάτων συγχωρήσει τῶν μειζόνων τὴν ἀμνηστίαν λαμβάνων. Προσθήσει τοῖς εἰρημένοις καὶ τὴν εὐχὴν ἐκείνην, ἢ οἱ μυσταγωγήσαντες αὐτὸν τὴν ἱερὰν μυσταγωγίαν, ἐπαίδευσαν εὔχεσθαι καὶ λέγειν· «Ἄφες ἡμῖν τὰ ἁμαρτήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν». Διδάξει μετὰ τούτων ὅτι οὐ κοινὸν τῆς πόλεως γέγονε τὸ ἁμάρτημα, ἀλλ’ ἀνθρώπων τινῶν ξένων καὶ ἐπηλύδων, οὐδὲν λογισμῷ ποιούντων, ἢ τόλμῃ καὶ παρανομία πάσῃ· καὶ οὐκ ἐν εἴη δίκαιον, ὑπὲρ τῆς ὀλίγων ἀπαιδευσίας πόλιν τοσαύτην ἀναρπάζεσθαι, καὶ τοὺς οὐδὲν ἠδικηκότας διδόναι δίκην. Καίτοι εἰ καὶ πάντες ἡμαρτηκότες ἦσαν, ἱκανὴν ἔδωκαν δίκην ἐπὶ τοσαύταις ἡμέραις φόβῳ δαπανώμενοι, καὶ καθ’ ἑκάστην ἀποθανεῖσθαι προσδοκῶντες τὴν ἡμέραν, ἐλαυνόμενοι, φυγαδευόμενοι, τῶν καταδικῶν ἐλεεινότερον ζῶντες, τὸ αἷμα ἐν ταῖς χερσὶ βαστάζοντες, καὶ οὐ θαῤῥοῦντες αὐτῶν τῇ ζωῇ. Ἀρκέσθητι τῇ τιμωρίᾳ ταύτῃ, μὴ προέλθῃς περαιτέρω τῆς ὀργῆς, ἥμερον σεαυτῷ ποίησον τὸν ἄνω δικαστὴν διὰ τῆς εἰς τοὺς συνδούλους φιλανθρωπίας· ἐννόησον τὸ τῆς πόλεως μέγεθος, καὶ ὅτι οὐ μερὶ μιᾶς καὶ δύο καὶ τριῶν καὶ δέκα ψυχῶν ἐστιν ἡμῖν ἡ σκέψις νῦν, ἀλλὰ περὶ μυριάδων ἀπείρων, περὶ τοῦ κεφαλαίου τῆς οἰκουμένης ἁπάσης. Αὕτη ἡ πόλις ἐστίν, ἐν ᾗ πρῶτον ἐχρημάτισαν Χριστιανοί· τίμησον τὸν Χριστόν, αἰδέσθητι τὴν πρώτην ἀνακηρύξασαν τὸ ποθεινὸν τοῦτο καὶ γλυκὺ πᾶσιν ὄνομα· ἀποστόλων ἐκείνη γέγονε καταγώγιον, δικαίων ἐνδιαίτημα. Νῦν τοῦτο πρῶτον καὶ μόνον τὸ τόλμημα γέγονε εἰς τοῦ κρατοῦντας, καὶ μαρτυρεῖ τῷ τῆς πόλεως ἤθει πᾶς ὁ παρελθὼν χρόνος. Εἰ μὲν γὰρ συνεχῶς ἐστασίαζον, ἔδει καταγινώσκειν τῆς πονηρίας· εἰ δὲ ἅπαξ τοῦ παντὸς τοῦτο συνέβη χρόνου, εὔδηλον ὅτι οὐ τοῦ τῆς πόλεως ἤθους τὸ ἁμάρτημα, ἀλλὰ τῶν ἁπλῶς καὶ εἰκῆ προσφθαρέντων αὐτῇ τὸ παρανόμημα γέγονε τοῦτο.

Ταῦτα ὁ ἱερεὺς ἐρεῖ, καὶ πλείονα τούτων μετὰ πλείονος τῆς παῤῥησίας· ταῦτα ὁ βασιλεὺς ἀκούσεται· κἀκεῖνος φιλάνθρωπος, καὶ οὗτος πιστός, ὥστε ἀμφοτέρωθεν χρηστὰς ἔχομεν τὰς ἐλπίδας. Μᾶλλον δὲ καὶ πρὸ τῆς πίστεως τοῦ διδασκάλου, καὶ πρὸ τῆς φιλανθρωπίας τοῦ βασιλέως, τῷ ἐλέει θαῤῥοῦμεν τοῦ Θεοῦ· καὶ γὰρ ἱκετευομένου τοῦ βασιλέως, καὶ ἱκετεύοντος τοῦ ἱερέως, αὐτὸς παραστήσεται μέσος, τοῦ βασιλέως μαλάσσων τὴν καρδίαν, τοῦ ἱερέως διεγείρων τὴν γλῶσσαν, εὐοδῶν τούτου τὰ ῥήματα, παρασκευάζων ἐκείνου τὴν διάνοιαν ὑποδέξασθαι τὰ λεγόμενα, καὶ μετὰ πολλῆς τῆς συγγνώμης ἐπινεῦσαι ταῖς δεήσεσι. Καὶ γὰρ τῷ Χριστῷ ποθεινότερα πασῶν ἡ πόλις ἡ ἡμετέρα, καὶ διὰ τὴν τῶν προγόνων καὶ διὰ τὴν ὑμῶν αὐτῶν ἀρετήν. Καὶ καθάπερ ὁ Πέτρος ἐν τοῖς ἀποστόλοις πρῶτος ἐκήρυξε τὸν Χριστόν· οὕτως ἐν ταῖς πόλεις, καθάπερ ἔφθην εἰπών, αὕτη πρώτη, ὥσπερ στέφανόν τινα θαυμαστόν, τὴν τῶν χριστιανῶν ἀνεδήσατο προσηγορίαν. Εἰ δὲ ἔνθα δίκαιοι δέκα μόνον ἦσαν, ὑπέσχετο ὁ Θεὸς σώζειν τοὺς ἐνοικοῦντας ἅπαντας. Ἔνθα οὐ δὲ καὶ εἴκοσιν, οὐδὲ δὶς τοσοῦτοι μόνον, ἀλλὰ πολλῷ πλείους οἱ τὸν Θεὸν εἰσι θεραπεύοντες μετὰ ἀκριβείας ἁπάσης, πῶς οὐ χρὴ τὰ χρηστὰ προσδοκᾶν, καὶ θαῤῥεῖν ὑπὲρ τῆς κοινῆς ἡμῶν ἁπάντων ζωῆς; Ἤκουσα λεγόντων πολλῶν, ὅτι «Ἀπειλὴ βασιλέως ὅμοια θυμῷ λέοντος», καὶ καταπιπτόντων καὶ ὀδυνωμένων. Τὶ οὖν ἂν εἴποιμεν πρὸς ἐκείνους; Ὅτι ὁ εἰπών, «Λύκοι καὶ ἄρνες ἅμα βοσκηθήσονται, καὶ πάρδαλις συναναπαύσεται ἐρίφω, καὶ λέων ὡς βοῦς φάγεται ἄχυρα», δυνήσεται καὶ τὸν λέοντα τοῦτον ποιῆσαι πρόβατον ἥμερον. Παρακαλῶμεν τοίνυν αὐτόν, καὶ διαπρεσβευώμεθα πρὸς αὐτόν, καὶ καταστελεῖ πάντως τὸν θυμὸν τοῦ βασιλέως, καὶ τῆς ἐπικειμένης ἡμᾶς ἀγωνίας ἀπαλλάξει πάσης. Ὁ πατὴρ ἐκεῖ πρεσβεύεται, ἡμεῖς ἐντεῦθεν πρεσβευσώμεθα πρὸς τὸν τῶν οὐρανῶν βασιλέως, βοηθήσωμεν ἀυτῶ ταῖς εὐχαῖς. Μέγα τὸ κοινὸν τῆς ἐκκλησίας δύναται, ἂν μετ’ ὀδυνωμένης ψυχῆς, ἂν μετὰ συντετριμμένης καρδίας τὰς εὐχὰς ἀνενέγκωμεν. Οὐκ ἔστι διαβῆναι πέλαγος, οὐκ ἔστι μακρὰν ἀποδημίαν στείλασθαι· ἕκαστος καὶ ἑκάστη, καὶ εἰς ἐκκλησίαν ἀπαντῶντες, καὶ οἶκοι μένοντες, καλῶμεν μετὰ πολλῆς σπουδῆς τὸν Θεόν, καὶ πάντως ἐπινεύσει ταῖς δεήσεσι.

Πόθεν τοῦτο δῆλον; Ὅτι σφόδρα βούλεται ἡμᾶς ἀεὶ πρὸς αὐτὸν καταφεύγειν, καὶ ἐν ἅπασιν αὐτοῦ δεῖσθαι, καὶ μηδὲν χωρὶς αὐτοῦ ποιεῖν ἢ λέγειν. Ἄνθρωποι μὲν γάρ, ὅταν συνεχῶς αὐτοὺς ἐνοχλῶμεν ὑπὲρ τῶν ἡμετέρων πραγμάτων, ναρκῶσι καὶ ἀναδύονται, καὶ ἀηδῶς πρὸς ἡμᾶς ἔχουσιν· ὁ δὲ Θεὸς τοὐναντίον ἅπαν, οὐχ ὅταν αὐτῷ συνεχῶς ἐντυγχάνωμεν ὑπὲρ τῶν ἡμετέρων πραγμάτων, ἀλλ’ ὅταν μὴ τοῦτοι ποιῶμεν, τότε μάλιστα ἀγανακτεῖ. Ἄκουσον γοῦν τὶ τοῖς Ἰουδαίοις ἐγκαλεῖ, λέγων· «Ἐποιήσατε βουλήν, καὶ οὐ δι’ ἐμοῦ, καὶ συνθήκας, καὶ οὐ διὰ τοῦ Πνεύματός μου». Τοιοῦτο γὰρ τῷ φιλούντων τὸ ἔθος· πάντα τὰ τῶν φιλουμένων πράγματα δι’ αὐτῶν ἀνύεσθαι βούλονται, καὶ μηδὲν χωρὶς αὐτῶν ἐκείνους ἢ ποιεῖν, ἢ λέγειν. Διὰ τοῦτο καὶ ὁ Θεός, οὐκ ἐνταῦθα μόνον, ἀλλὰ καὶ ἀλλαχοῦ αὐτὸ τοῦτο πάλιν ἐγκαλῶν ἔλεγεν· «Ἐβασίλευσαν, καὶ οὐ δι’ ἐμοῦ· ἦρξαν, καὶ οὐ ἐγνώρισάν μοι». Μὴ τοίνυν ὀκνῶμεν συνεχῶς πρὸς αὐτὸν καταφεύγειν, καὶ ὅπερ ἂν ᾗ δεινόν, πάντως λήψεται τὴν προσήκουσαν λύσιν. Ἐφόβησεν ἄνθρωπος; Δράμε πρὸς τὸν ἄνω Δεσπότην, καὶ οὐδὲν πείσῃ δεινόν. Οὕτως οἱ παλαιοὶ τὰς συμφορὰς ἔλυον, οὐκ ἄνδρες δὲ μόνον, ἀλλὰ καὶ γυναῖκες. Ἐγένετό τις Ἑβραία γυνή, Ἐσθὴρ ἦν τὸ ὄνομα αὐτῆς· αὕτη ἡ Ἐσθὴρ ὅλον τῶν ἰουδαίων τὸν δῆμον πανωλεθρίᾳ παραδίδοσθαι μέλλοντα, τούτῳ τῷ τρόπῳ ἐξήρπασεν. Ἐπειδὴ γὰρ ὁ τῶν περσῶν βασιλεὺς πάντας ἄρδην ἀναιρεῖσθαι τοὺς Ἰουδαίους ἐκέλευσε, καὶ οὐδεὶς ἦν ὁ πρὸς τὴν ὀργὴν ἐκείνην στῆναι δυνάμενος, ἀποδυσαμένη τὴν φαιδροτέραν στολὴν ἡ γυνή, καὶ σάκκον περιβαλλομένη, καὶ σποδὸν ὑποστρωσαμένη, παρεκάλει τὸν φιλάνθρωπον Θεὸν συνεισελθεῖν αὐτῇ πρὸς τὸν βασιλέα, καὶ τοιαῦτα προσευχομένη πρὸς αὐτὸν ῥήματα ἔλεγε· «Χαρίτωσον, Κύριε, τὰ ρήματά μου, δὸς λόγον εὔρυθμον εἰς τὸ στόμα μου». Ταῦτα καὶ περὶ τοῦ διδασκάλου παρακαλῶμεν ἡμεῖς τὸν Θεόν. Εἰ γὰρ γυνὴ ὑπὲρ ἰουδαίων παρακαλοῦσα, βαρβαρικὸν ἴσχυσε καταστεῖλαι θυμόν, πολλῷ μᾶλλον ὁ διδάσκαλος ὁ ἡμέτερος δεόμενος, τὸν πραότατον καὶ ἡμερώτατον βασιλέα τοῦτον πεῖσαι δυνήσεται. Εἰ γὰρ τὰς εἰς Θεὸν ἁμαρτίας λύειν ἔλαβεν ἐξουσίαν, πολλῷ μᾶλλον τὰς εἰς ἄνθρωπον γενομένας ἀνελεῖν καὶ ἀφανίσαι δυνήσεται. Ἄρχων ἐστὶ καὶ οὗτος, καὶ ἀρῶν ἐκείνου σεμνότερος. Καὶ γὰρ αὐτὴν τὴν βασιλικὴν κεφαλὴν οἱ ἱεροὶ νόμοι τάσι τούτου φέροντες χερσὶν ὑπέταξαν· καὶ ὅταν τι δέοι γενέσθαι χρηστὸν ἄνωθεν, ὁ βασιλεὺς πρὸς τὸν ἱερέα, οὐχ ὁ ἱερεὺς πρὸς τὸν βασιλέα καταφεύγειν εἴωθεν. Ἔχει καὶ οὗτος θώρακα τὸν τῆς δικαιοσύνης, ἔχει καὶ ζώνην τὴν ἀπὸ ἀληθείας, ἔχει καὶ ὑποδήματα πολλῷ σεμνότερα τὰ ἀπὸ τοῦ εὐαγγελίου τῆς εἰρήνης, ἔχει τὴν μάχαιραν, οὐ τὴν ἀπὸ σιδήρου, ἀλλὰ τὴν ἀπὸ τοῦ πνεύματος· ἔχει καὶ στέφανον ἐπὶ τῆς κεφαλῆς κείμενον. Λαμπροτέρα αὕτη ἡ παντευχία, σεμνότερα τὰ ὅπλα, μείζων ἡ παῤῥησίᾳ, πλείων ἡ ἰσχύς. Ὥστε καὶ ἀπὸ τοῦ τῆς ἀρχῆς ὄγκου, καὶ ἀπὸ τῆς οἰκείας μεγαλοψυχίας, καὶ πρὸ τῶν ἄλλων ἁπάντων, ἀπὸ τῆς εἰς Θεὸν ἐλπίδας, μετὰ πολλῆς τῆς παῤῥησίας, μετὰ πολλῆς τῆς συνέσεως διαλέξεται τῷ βασιλεῖ.

Μὴ τοίνυν ἀπογινώσκωμεν ὑπὲρ τῆς ἡμῶν αὐτῶν σωτηρίας, ἀλλὰ δεώμεθα, παρακαλῶμεν, ἱκετεύωμεν, πρεσβευώμεθα πρὸς τὸν ἄνω βασιλέα μετὰ πολλῶν δακρύων· ἔχομεν καὶ τὴν νηστείαν ταύτην σύμμαχον καὶ τῆς καλῆς ταύτης συνεφαπτομένην ἡμῖν πρεσβείας. Καθάπερ οὖν χειμῶνος παρελθόντος, καὶ θέρους φανέντος, ἕλκει μὲν πρὸς τὸ πέλαγος τὸ πλοῖον ὁ ναύτης, ἀποσμήχει δὲ ὁ στρατιώτης τὰ ὅπλα, καὶ παρασκευάζει τὸν ἵππον εἰς πόλεμον, καὶ γεωργὸς ἀκονᾷ δρέπανον, καὶ ὁδοιπόρος θαῤῥῶν ἀποδημίας ἅπτεται μακράς, καὶ πρὸς τοὺς ἀγῶνας ἀθλητὴς ἀποδύεται καὶ γυμνοῦται· οὕτω δὴ καὶ ἡμεῖς, καθάπερ θέρους πνευματικοῦ τινος τῆς νηστείας φανείσης, καὶ ὡς στρατιῶται τὰ ὅπλα ἀποσμήξωμεν, καὶ ὡς γεωργοὶ τὴν δρεπάνην ἀκονήσωμεν, καὶ ὡς κυβερνῆται πρὸς τὰ κύματα τῶν ἀτόπων ἐπιθυμιῶν τοὺς λογισμοὺς ἀντιτάξωμεν, καὶ ὡς ὁδῖται τῆς εἰς τὸν οὐρανὸν ἀποδημίας ἁψώμεθα, καὶ ὡς ἀθληταὶ πρὸς τοὺς ἀγῶνας ἀποδυσώμεθα. Ὁ γὰρ πιστὸς καὶ γεωργός, καὶ κυβερνήτης, καὶ στρατιώτης, καὶ ἀθλητής, καὶ ὁδοιπόρος ἐστίν. Διὰ τοῦτο καὶ ὁ Παῦλός φησιν· «Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας· ἐνδύσασθε οὖν τὴν πανοπλίαν τοῦ Θεοῦ». Εἶδες τὸν ἀθλητήν; Εἶδες τὸν στρατιώτην; Εἰ ἀθλητὴς εἶ, γυμνὸν εἰς τὸν ἀγῶνα εἰσελθεῖν σε δεῖ· εἰ στρατιώτης εἶ, καθωπλισμένου σε ἐπὶ τῆς παρατάξεως ἑστάναι χρή. Πῶς οὖν ἀμφότερα ταῦτα εἶναι δυνατόν, καὶ γυμνὸν εἶναι καὶ οὐ γυμνόν, καὶ ἐνδεδυμένον καὶ οὐκ ἐνδεδυμένον; Πῶς; Ἐγὼ λέγω. Ἀποδῦσαι τὰ βιωτικὰ πράγματα, καὶ γέγονας ἀθλητής· ἔνδυσαι τὰ ὅπλα τὰ πνευματικά, καὶ γέγονας στρατιώτης· γύμνωσον σαυτὸν τῶν βιωτικῶν φροντίδων· πάλης γὰρ ἐστιν ὁ καιρός· ἔνδυσαι τὰ πνευματικὰ ὅπλα· πόλεμος γὰρ ἡμῖν πρὸς δαίμονας συγκεκρότηται χαλεπός. Διὰ τοῦτο καὶ γυμνὸν εἶναι χρή, ὥστε μηδεμίαν λαβὴν τῷ διαβόλῳ παρασχεῖν παλαίοντι πρὸς ἡμᾶς, καὶ καθοπλίζεσθαι πάντοθεν, ὥστε μηδαμόθεν καιρίαν δέξασθαι πληγήν. Γεώργησόν σου τὴν ψυχήν, καὶ τὰς ἀκάνθας ἔκτεμε, σπεῖρον τὸν λόγον τῆς εὐσεβείας, τὰ καλὰ τῆς φιλοσοφίας φύτευσον φυτά, καὶ μετὰ πολλῆς θεράπευε τῆς ἐπιμελείας, καὶ γέγονας γεωργός, καὶ ἐρεῖ πρὸς σὲ ὁ Παῦλος· «Τὸν κοπιῶντα γεωργὸν δὲ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν». Ταύτην καὶ αὐτὸς μετῄει τὴν τέχνην· διὰ τοῦτο Κορινθίοις ἐπιστέλλων ἔλεγεν· «Ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν, ὁ δὲ Θεὸς ηὔξησεν». Ἀκόνησόν σου τὴν δρεπάνην, ἢν ἤμβλυνας διὰ τῆς ἀδηφαγίας, ἀκόνησον δὲ διὰ τῆς νηστείας· ἅψαι τῆς ὁδοιπορίας τῆς εἰς τὸν οὐρανὸν φερούσης, τῆς τεθλιμμένης καὶ στενῆς ἅψαι, καὶ ὅδευσον. Πῶς δὲ δυνήσῃ καὶ ἅψασθαι, καὶ ὁδεῦσαι; Ὑπωπιάζων σου τὸ σῶμα καὶ δουλαγωγῶν· ἔνθα γὰρ ὁδοῦ στενοχωρία, μέγα κώλυμα ἡ ἐκ τῆς ἀδηφαγίας πολυσαρκία. Κατάστειλον τὰ κύματα τῶν ἀτόπων ἐπιθυμιῶν, ἀποκροῦσαι τὸν χειμῶνα τῶν πονηρῶν λογισμῶν, διασῶσον τὸ σκάφος, πολλὴν ἐπίδειξαι τὴν ἐμπειρίαν, καὶ γέγονας κυβερνήτης. Πάντων δὲ τούτων ὑπόθεσις ἡμῖν ἡ νηστεία καὶ διδάσκαλος ἔσται· νηστείαν δὲ οὐ ταύτην λέγω τὴν τῶν πολλῶν, ἀλλὰ τὴν ἀκριβῆ νηστείαν, οὐ τὴν τῶν βρωμάτων ἀποχὴν μόνον, ἀλλὰ καὶ τὴν τῶν ἁμαρτημάτων· οὐ γὰρ ἀρκεῖ τῆς νηστείας ἡ φύσις ἐξελέσθαι τοὺς μετιόντας, ἐὰν μὴ μετὰ τοῦ προσήκοντος γένηται νόμου. Καὶ γὰρ ἀθλητής, φύσιν, «Οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ». Ἵνα οὖν μὴ πόνον ὑπομείναντες νηστείας ἐκπέσωμεν τοῦ στεφάνου τῆς νηστείας, μάθωμεν πῶς καὶ τίνα τρόπον τὸ πρᾶγμα μετιέναι χρή. Ἐπεὶ καὶ ὁ Φαρισαῖος ἐκεῖνος ἐνήστευσεν, ἀλλὰ μετὰ τὴν νηστείαν ἐκείνην κατῆλθεν ἔρημος καὶ κενὸς τῶν ἀπὸ τῆς νηστείας καρπῶν· ὁ τελώνης οὐκ ἐνήστευσε, καὶ ἔμπροσθεν γέγονεν ἐκείνου τοῦ νηστεύσαντος ὁ μὴ νηστεύσας, ἵνα μάθῃς ὅτι νηστείας ὄφελος οὐδέν, ἂν μὴ καὶ τὰ λοιπὰ ἕπηται πάντα.

Ἐνήστευσαν οἱ Νινευΐται, καὶ ἐπεσπάσαντο τὴν τοῦ Θεοῦ εὔνοιαν· ἐνήστευσαν καὶ οἱ Ἰουδαῖοι, καὶ πλέον οὐδὲν ἔπραξαν, ἀλλὰ καὶ κατηγορηθέντες, ἀπῆλθον. Ἐπεὶ οὖν τοσοῦτος ὁ κίνδυνος τῆς νηστείας τοῖς οὐκ εἰδόσιν ὅπως χρὴ νηστεύειν, μάθωμεν τῆς νηστείας τοὺς νόμους ἵνα μὴ τρέχωμεν ἀδήλως, μηδὲ ἀέρα δέρωμεν, μηδὲ σκιαμαχῶμεν πυκτεύοντες. Φαρμακὸν ἐστιν ἡ νηστεία, ἀλλὰ τὸ φάρμακον, κἂν μυριάκις ὠφέλιμον ᾗ, πολλάκις ἄχρηστον γίνεται διὰ τὴν ἀπειρίαν τοῦ χρωμένου. Καὶ γὰρ καὶ καιρὸν εἰδέναι χρὴ καθ’ ὃν δεῖ τοῦτο ἐπιτιθέναι, καὶ ποσότητα αὐτοῦ τοῦ φαρμάκου, καὶ σώματος κρᾶσιν τὴν δεχομένην, καὶ χώρας φύσιν, καὶ ὥραν ἔτους, καὶ δίαιταν κατάλληλον, καὶ πολλὰ ἕτερα· ὧν ὅπερ ἂν παροφθείη, τοῖς ἄλλοις λυμανεῖται πᾶσι τοῖς εἰρημένοις. Εἰ δὲ ἔνθα σῶμα θεραπεύειν δεῖ, τοσαύτης ἡμῖν ἀκριβείας χρεία, πολλῷ μᾶλλον ὅταν ψυχῆς ἐπιμελώμεθα καὶ λογισμοὺς θεραπεύωμεν, πάντα διερευνᾶσθαι καὶ σκοπεῖν ἀναγκαῖον μετὰ ἀκριβείας ἁπάσης.

Ἴδωμεν τοίνυν πῶς ἐνήστευσαν οἱ Νινευΐται, καὶ πῶς τῆς ὀργῆς ἀπηλλάγησαν ἐκείνης. «Οἱ ἄνθρωποι, καὶ τὰ κτήνη, καὶ τὰ πρόβατα, καὶ οἱ βόες μὴ νεμέσθωσαν», φησί. Τὶ λέγει, εἰπὲ μοι; Καὶ τὰ ἄλογα νηστεύει; Καὶ ἵπποι, καὶ ἡμίονοι σάκκῳ περιβάλλονται; Ναί, φησί. Καθάπερ γὰρ εὐπόρου τινὸς τελευτήσαντος, οὐκ οἰκέτας μόνον, οὐδὲ θεραπαινίδας, ἀλλὰ καὶ ἵππους οἱ προσήκοντες σάκκῳ περιβάλλοντες, καὶ τοῖς ἱπποκόμοις αὔους ἐγχειρίσαντες, ἀκολουθεῖν ἐπὶ τὸ μνῆμα κελεύουσι, τὸ μέγεθος τῆς συμφορὰς ἐπιδεικνύμενοι, καὶ πρὸς ἔλεον ἅπαντας ἐπισπώμενοι· οὕτω δὴ καὶ τῆς πόλεως ἐκείνης ἀπόλλυσθαι μελλούσης, καὶ τὴν ἄλογον φύσιν σάκκῳ περιέβαλον, καὶ ζυγῷ νηστείας ὑπέβαλον. Οὐκ ἔστι τὰ ἄλογα, φησί, λόγῳ μαθεῖν τοῦ Θεοῦ τὴν ὀργήν, μανθανέτωσαν λιμῷ, ὅτι θεήλατος ἡ πληγή· καὶ γὰρ εἰ κατενεχθείη, φύσιν, ἡ πόλις, οὐχ ἡμῶν μόνον τῶν ἐνοικούντων, ἀλλὰ καὶ τούτων εἷς ἔσται τάφος κοινός. Τὰ τοίνυν μέλλοντα κοινωνεῖν τῆς κολάσεως κοινωνείτω καὶ τῆς νηστείας. Καὶ ἕτερον δὲ τι κατεσκεύαζον ἐντεῦθεν, ὃ καὶ οἱ προφῆται ποιοῦσι· καὶ γὰρ ἐκεῖνοι ἐπειδὰν ἴδωσι πληγὴν τινα ἀφόρητον ἐκ τῶν οὐρανῶν φερομένην, εἶτα τοὺς κολάζεσθαι μέλλοντας ἀπαῤῥησιάστους ὄντας, αἰσχύνης γέμοντας, οὐδεμιᾶς συγγνώμης οὐδὲ ἀπολογίας ὄντας ἀξίους, οὐκ ἔχοντες ὃ τι πράξουσιν, οὐδὲ ὅθεν πορίσονται τοῖς κατακριθεῖσιν ἀπολογίαν, ἐπὶ τὰ ἄλογα καταφεύγουσι, καὶ τὸν ἐκείνων ἐκτραγῳδοῦντες θάνατον, ἀπὸ τούτων ποιοῦνται τὴν ἱκετηρίαν, τὴν ἐλεεινὴν αὐτῶν καὶ πολυθρήνητον ἀπώλειαν προβαλλόμενοι. Λιμοῦ τοίνυν ποτὲ καταλαβόντος τοὺς Ἰουδαίους, καὶ πολλοῦ τὴν χώραν αὐχμοῦ κατέχοντος, καὶ πάντων δαπανωμένων, ὁ μὲν τῶν προφητῶν ἔλεγεν· «Ἐσκίρτησαν δαμάλεις ἐπὶ ταῖς φάτναις αὐτῶν, ἔκλαυσαν βουκόλια βοῶν, ὅτι οὐχ ὑπῆρχε νομή· πάντα τὰ κτήνη τοῦ πεδίου ἀνέβλεψαν πρὸς σέ, ὅτι ἐξηράνθησαν ἀφέσεις ὑδάτων»· ὁ δὲ τὰ ἐκ τῆς ἀβροχίας θρήνων κακά, πάλιν οὑτωσὶ πῶς ἔλεγεν· «Ἔλαφοι ἐν ἀγρῷ ἔτεκον, καὶ ἐγκατέλιπον, ὅτι οὐκ ἦν βοτάνη· ὄναγροι ἔστησαν ἐπὶ νάπαις, εἵλκυσαν ἄνεμον ὡς δράκων· ἐξέλιπον οἱ ὀφθαλμοὶ αὐτῶν, ὅτι οὐκ ἦν χόρτος». Διὰ τοῦτο καὶ σήμερον ἠκούσατε τοῦ Ἰωὴλ λέγοντος· «Ἐξελθέτω νυμφίος ἐκ τοῦ κοιτῶνος αὐτούς, καὶ νύμφη ἐκ τοῦ παστοῦ αὐτῆς, συναγάγετε νήπια θηλάζοντα μαστούς». Τινὸς γὰρ ἕνεκεν, εἰπὲ μοι, τὴν ἄωρον ἡλικίαν καλεῖ πρὸς ἱκετηρίαν; Οὐκ εὔδηλον, ὅτι διὰ τὴν αὐτὴν ταύτην αἰτίαν; Ἐπειδὴ γὰρ οἱ εἰς ἄνδρας τελοῦντες ἅπαντες παρώξυναν καὶ παρώργισαν τὸν Θεόν, Ἡ τῶν ἁμαρτημάτων ἄπειρος ἡλικία, φησί, παρακαλείτω τὸν ὀργιζόμενον. Ἀλλ’ ὅπερ ἔλεγον, ἴδωμεν τὶ ποτὲ ἐστι τὸ λῦσαν τὴν ἀπαραίτητον ἐκείνην ὀργήν. Ἆρα ἡ νηστεία μόνον, καὶ ὁ σάκκος; Οὐκ ἔστιν εἰπεῖν, ἀλλ’ ἡ παντὸς τοῦ βίου μεταβολή. Πόθεν τοῦτο δῆλον; Ἀπ’ αὐτῶν τῶν προφητικῶν ῥημάτων. Ὁ γὰρ περὶ τῆς ὀργῆς τοῦ Θεοῦ διαλεχθεὶς καὶ τῆς ἐκείνων νηστείας, αὐτὸς οὗτος τὴν τε καταλλαγὴν λέγων, καὶ τῆς καταλλαγῆς τὴν αἰτίαν διδάσκων, οὑτωσὶ πὼς φησι· καὶ εἶδε τὰ ἔργα αὐτῶν ὁ Θεός. Ἔργα ποία; Ὅτι ἐνήστευσαν; Ὅτι σάκκον περιεβάλοντο; Οὐδὲν τούτων, ἀλλὰ πάντα ταῦτα σιγήσας ἐπήγαγεν· «Ὅτι ἀπέστρεψεν ἕκαστος ἀπὸ τῶν ὁδῶν αὐτοῦ τῶν πονηρῶν, καὶ μετενόησεν ἐπὶ τῇ κακίᾳ ᾗ ἐλάλησε ποιῆσαι αὐτοῖς ὁ Κύριος». Ὁρᾷς ὅτι οὐχ ἡ νηστεία ἐξήρπασε τοῦ κινδύνου, ἀλλ’ ἡ μεταβολὴ τοῦ βίου τὸν Θεὸν μετέστησεν ἵλεω τοῖς βαρβάροις καὶ εὐμενῆ;

Ταῦτα εἶπον οὐχ ἵνα νηστείαν ἀτιμάζωμεν, ἀλλ’ ἵνα νηστείαν τιμῶμεν· τιμὴ γὰρ νηστείας, οὐχὶ σιτίων ἀποχή, ἀλλ’ ἁμαρτημάτων ἀναχώρησις, ὡς ὃ γε τῇ τῶν βρωμάτων ἀποχὴ μόνον ὁρίζων τὴν νηστείαν. Οὗτός ἐστιν ὁ μάλιστα ἀτιμάζων αὐτήν. Νηστεύεις; Δεῖξόν μοι διὰ τῶν ἔργων αὐτῶν. Ποιῶν ἔργων, φησίν; Ἐὰν ἴδῃς πένητα, ἐλέησον· ἐὰν ἴδῃς ἐχθρόν, καταλλάγηθι· ἐὰν ἴδῃς φίλον εὐδοκιμοῦντα, μὴ βασκήνῃς· ἐὰν ἴδῃς γυναῖκα εὔμορφον, ὑπέρβηθι. Μὴ γὰρ δὴ στόμα νηστευέτω μόνον, ἀλλὰ καὶ ὀφθαλμός, καὶ ἀκοή, καὶ πόδες, καὶ χεῖρες, καὶ πάντα τὰ τοῦ σώματος ἡμῶν μέλη· νηστευέτωσαν χεῖρες, ἁρπαγῆς καὶ πλεονεξίας καθαρεύουσαι· νηστευέτωσαν πόδες, δρόμων τῶν ἐπὶ τὰ παράνομα θέατρα ἀφιστάμενοι· νηστευέτωσαν ὀφθαλμοί, παιδευόμενοι μηδέποτε ὄψεσιν εὐμόρφοις ἐπιπηδᾷν, μηδὲ ἀλλότρια περιεργάζεσθαι κάλλη. Τροφὴ γὰρ ὀφθαλμῶν, θεωρία, ἀλλὰ ἂν μὲν παράνομος ᾗ καὶ κεκωλυμένη, λυμαίνεται τῇ νηστείᾳ, καὶ πᾶσαν ἀνατρέπει τῆς ψυχῆς τὴν σωτηρίαν· ἐν δὲ ἔννομος καὶ ἀσφαλής, κοσμεῖ τὴν νηστείαν. Καὶ γὰρ τῶν ἀτοπωτάτων ἂν εἴη, ἐπὶ μὲν βρωμάτων καὶ τῆς συγκεχωρημένης ἀφίστασθαι τροφῆς διὰ τὴν νηστείαν. Οὐκ ἐσθίεις κρέα; Μὴ φάγῃς ἀκολασίαν διὰ τῶν ὀφθαλμῶν. Νηστευέτω καὶ ἀκοή· νηστεία δὲ ἀκοῆς μὴ δέχεσθαι κακηγορίας καὶ διαβολάς· «Ἀκοὴν γὰρ ματαίαν μὴ παραδέξῃ», φησί.

Νηστευέτω καὶ στόμα ἀπὸ ῥημάτων αἰσχρῶν καὶ λοιδορίας. Τὶ γὰρ ὄφελος ὅταν μὲν ὀρνίθων καὶ ἰχθύων ἀπεχώμεθα, τοὺς δὲ ἀδελφοὺς δάκνωμεν καὶ κατεσθίωμεν; Ὁ κακηγορῶν ἀδελφικὰ κρέα ἔφαγεν, τὴν σάρκα τοῦ πλησίον ἔδακε. Διὰ τοῦτο καὶ Παῦλος ἐφόβησεν εἰπών· «Εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπὸ ἀλλήλων ἀναλωθῆτε». Οὐκ ἐνέπηξας τῆς σαρκὶ τοὺς ὀδόντας, ἀλλ’ ἐνέπηξας τῇ ψυχῇ τὴν κατηγορίαν, τὴν πονηρὰν ὑπόληψιν ἔτρωσας, μυρία εἰργάσω κακὰ καὶ σαυτὸν καὶ ἐκεῖνον καὶ ἑτέρους πλείονας· καὶ γὰρ τὸν ἀκούσαντα χείρονα εἰργάσω, διαβάλλων τὸν πλησίον. Ἂν τε γὰρ ἁμαρτωλὸς ᾗ, ῥάθυμος γίνεται, κοινωνὸν εὑρὼν τῆς ἁμαρτίας· ἂν τε δίκαιος ᾗ, εἰς ἀπόνοιαν αἴρεται, καὶ φυσᾶται ἐκ τῆς ἑτέρων ἁμαρτίας, μεγάλα περὶ ἑαυτοῦ φαντάζεσθαι προαγόμενος. Μετὰ τούτων τὸ κοινὸν τῆς ἐκκλησίας ἔβλαψας· οὐ γὰρ δὴ τὸν ἡμαρτηκότα διαβάλλουσιν ἅπαντες οἱ ἀκούοντες, ἀλλὰ τὰ ὀνείδη τῷ Χριστιανῶν ἔθνει προστρίβεται· οὐδὲ ἔστιν ἄκουσα ἀπίστων λεγόντων, ὅτι ὁ δεῖνα πόρνος ἐστὶ καὶ ἀκόλαστος, ἀλλ’ ἀντὶ τοῦ πεπλημμεληκότος, τοὺς Χριστιανοὺς ἅπαντας διαβάλλουσι. Πρὸς τούτοις τοῦ Θεοῦ τὴν δόξαν βλασφημεῖσθαι παρεσκεύασας· ὥσπερ γὰρ εὐδοκιμούντων ἡμῶν τὸ ὄνομα τοῦ Θεοῦ δοξάζεται, οὕτως ἁμαρτανόντων βλασφημεῖται καὶ ὑβρίζεται. Τέταρτον, τὸν κακῶς ἀκούσαντα κατῄσχυνας, καὶ ἀναισχυντότερον ταύτῃ πεποίηκας, ἐχθρὸν καὶ πολέμιον καταστήσας. Πέμπτον, ἑαυτὸν ὑπεύθυνον κολάσει καὶ τιμωρίᾳ πεποίηκας, πράγματα τὰ μηδὲν σαυτῷ προσήκοντα πλέξας. Μὴ γὰρ μοι τοῦτο λεγέτω τις, ὅτι τότε κακηγορῶ, ἐπειδὰν ψευδῆ εἴπω· ἐὰν δὲ ἀληθεύω, οὐκέτι. Κἂν ἀληθεύων εἴπῃς κακῶς, καὶ τοῦτο ἔγκλημα· καὶ γὰρ ὁ Φαρισαῖος ἐκεῖνος τὸν τελώνην εἶπε κακῶς ἀληθέων, ἀλλ’ ὅμως οὐδὲν αὐτοῦ τοῦτο προέστη. Εἰπὲ γὰρ μοι, τελώνης ἦν ὁ τελώνης καὶ ἁμαρτωλός; Παντὶ που δῆλον ὅτι τελώνης· ἀλλ’ ὅμως ἐπειδὴ αὐτὸν ἐκάκισεν ὁ Φαρισαῖος, ἀπῆλθεν ἅπαντα ἀπολέσας. Βούλει διορθῶσαι τὸν ἀδελφόν; Δάκρυσον, εὖξαι τῷ Θεῷ, κατ’ ἰδίαν λαβὼν παραίνεσον, συμβούλευσον, παρακάλεσον. Οὕτω καὶ ὁ Παῦλος ἐποίει· «Μήπως ἐλθόντα με, φησί, ταπεινώσῃ ὁ Θεός, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ, καὶ πορνείᾳ, καὶ ἀσελγείᾳ ᾗ ἔπραξαν». Δεῖξον ἀγάπην περὶ τὸν ἡμαρτηκότα· πεῖσον αὐτὸν ὅτι κηδόμενος καὶ φροντίζων, οὐκ ἐκπομπεῦσαι βουλόμενος, περὶ τῆς ἁμαρτίας αὐτὸν ὑπομιμνήσκεις· κατάσχε πόδας, καταφίλησον, μὴ ἐπαισχυνθῇς, εἲ γε ἀληθῶς ἰατρεῦσαι βούλει. Ταῦτα καὶ ἰατροὶ ποιοῦσι πολλάκις δυσαρέστως γὰρ ἔχοντας τοὺς κάμνοντας καταφιλοῦντες, παρακαλοῦντες, ἀναπείθουσι σωτήριον δέξασθαι φάρμακον· οὕτω καὶ σὺ ποίησον· τῷ ἱερεῖ δεῖξον τὸ ἕλκος, τοῦτό ἐστι κηδομένου, τοῦτο προνοοῦντος, τοῦτο φροντίζοντος. Οὐ τοῖς κακῶς δὲ μόνον λέγουσιν, ἀλλὰ καὶ τοῖς ἀκούουσι κακῶς λεγομένους ἑτέρους παραινῶ τὰς ἀκοὰς ἀποφράττειν, καὶ τὸν προφήτην μιμεῖσθαι τὸν λέγοντα· «Τὸν καταλαλοῦντα λάθρα τὸν πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον». Εἰπὲ πρὸς τὸν πλησίον· ἔχει ἐπαινέσαι τινὰ καὶ ἐγκωμιάσαι; Ἀνοίγω τὰς ἀκοάς, ἵνα δέξωμαι τὰ μύρα· ἂν δὲ κακῶς ἐθέλῃς εἰπεῖν, ἀποφράττω τὴν εἴσοδον τοῖς ῥήμασιν· οὐ γὰρ ἀνέχομαι κόπρον καὶ βόρβορον δέχεσθαι. Τὶ μοι τὸ κέρδος ἐκ τοῦ μαθεῖν ὅτι πονηρὸς ὁ δεῖνα; Μέγιστον μὲν οὖν ἀπὸ τούτου βλάβος καὶ ἐσχάτη ζημία. Εἰπὲ πρὸς αὐτόν· μεριμνήσωμεν τὰ ἡμέτερα, πῶς τῶν πεπλημμελημένων ἡμῖν εὐθύνας δῶμεν, καὶ τὴν περιεργίαν ταύτην καὶ τὴν πολυπραγμοσύνην εἰς τὴν ζωὴν τὴν ἡμετέραν ἐπιδειξώμεθα. Ποίαν ἕξομεν ἀπολογίαν, τίνα συγγνώμην, ὅταν τὰ ἡμέτερα μὲν μηδὲ εἰς νοῦν λαμβάνωμεν, τὰ δὲ ἀλλότρια οὕτω πολυπραγμονῶμεν; Καὶ ὥσπερ εἰς οἰκίαν παρακύψαι, καὶ τὰ ἔνδον κατασκοπῆσαι παριόντα, αἰσχρὸν καὶ πολλῆς αἰσχύνης γέμον· οὕτω καὶ βίον ἀλλότριον περιεργάζεσθαι, ἀνελευθερίας ἐσχάτης. Τὸ δὲ τούτου καταγελαστότερον, ὅτι τοιοῦτον ἔχοντες βίον, καὶ τῶν οἰκείων ἀμελοῦντες, ἐπειδὰν εἴπωσί τι τῶν ἀποῤῥήτων, παρακαλοῦσι τὸν ἀκούσαντα, καὶ ὁρκοῦσι μηδενὶ λοιπὸν εἰπεῖν ἑτέρῳ, αὐτόθεν δηλοῦντες ὅτι πρᾶγμα ἄξιον κατηγορίας ἐποίησαν. Εἰ γὰρ ἐκεῖνον μηδενὶ εἰπεῖν ἑτέρῳ παρακαλεῖς, πολλῷ μᾶλλον σὲ πρότερον τούτῳ ταῦτα εἰπεῖν οὐκ ἐχρῆν. Κατεῖχες ἐν ἀσφαλείᾳ τὸν λόγον· ὅτε αὐτὸν προέδωκας, τότε τῆς σωτηρίας αὐτοῦ φροντίζεις; Εἰ βούλει μὴ ἐξενεχθῆναι εἰς ἕτερον, μηδὲ αὐτὸς εἴπῃς· ὅτε δὲ ἑτέρῳ προέδωκας τοῦ λόγου τὴν φυλακήν, περιττὰ ποιεῖς καὶ ἀνόνητα παραγγέλλων, καὶ ὅρκων ὑπὲρ τῆς τῶν εἰρημένων φυλακῆς. Ἀλλ’ ἡδὺ τὸ κακηγορεῖν; Ἡδὺ μὲν οὖν τὸ μὴ λέγειν κακῶς. Ὁ μὲν γὰρ εἰπὼν κακῶς, ἐναγώνιος λοιπὸν ἐστιν, ὑποπτεύει τε καὶ δέδοικε, καὶ μετανοεῖ, καὶ κατεσθίει τὴν ἑαυτοῦ γλῶτταν, δεδοικὼς καὶ τρέμων, μὴ ποτε εἰς ἑτέρους ἐξενεχθὲν τὸ ῥῆμα μέγαν ἐπαγάγῃ τὸν κίνδυνον, καὶ περιττὴν ἔχθραν καὶ ἀνόνητον ἐργάσηται τοῖς εἰρηκόσιν· ὁ δὲ παρ’ ἑαυτῶν κατέχων, ἐν ἀσφαλείᾳ πολλῇ μετὰ πολλῆς βιῶσαι τῆς ἡδονῆς.

«Ἤκουσας λόγον, φησίν; Ἐναποθανέτω σοι· θάρσει, οὐ μὴ σε ῥήξει». Τὶ ἐστιν, «Ἐναποθανέτω σοι»; Σβέσον αὐτόν, κατάχωσον, μὴ συγχωρήσῃς ἐξελθεῖν, μηδὲ κινηθῆναι τὸ παράπαν· ἀλλὰ μάλιστα μὲν οὖν ἐσπούδαζε μηδὲ ἀνέχεσθαι τῶν λεγόντων ἑτέρους κακῶς. Ἂν δ’ ἄρα ποτε καὶ δέξῃ, κατάχωσον, ἀπόκτεινον τὸ λεχθέν, λήθη παράδος, ἵνα τοῖς μὴ ἀκηκοόσιν ὅμοιος γένῃ, καὶ μετὰ πολλῆς τῆς εἰρήνης καὶ τῆς ἀσφαλεῖς τὸν παρόντα διάγῃς βίον. Ἂν μάθωσιν οἱ κακηγόροι, ὅτι τῶν διαβαλλομένων μᾶλλον ἡμεῖς αὐτοὺς ἀποστρεφώμεθα, παύσονται καὶ αὐτοὶ ποτε τῆς πονηρᾶς συνηθείας ταύτης, καὶ διορθώσονται τὸ ἁμάρτημα, καὶ ἐπαινέσονται μετὰ ταῦτα, καὶ ἡμᾶς αὐτοὺς ὡς σωτῆρας αὐτῶν γενομένους καὶ εὐεργέτας ἀνακηρύξουσιν. Ὥσπερ γὰρ τὸ καλῶς λέγειν καὶ ἐγκωμιάζειν ἀρχὴ φιλίας ἐστίν, οὕτω τὸ κακῶς λέγειν καὶ διαβάλλειν ἔχθρας, καὶ ἀπεχθείας, καὶ τῶν μυρίων πολέμων ἀρχὴ καὶ ὑπόθεσις γέγονεν. Οὐδαμόθεν γὰρ ἑτέρωθεν ἠμέληται τὰ ἡμέτερα, ἀλλ’ ἢ ἐκ τοῦ τὰ ἀλλότρια πολυπραγμονεῖν καὶ περιεργάζεσθαι· οὐ γὰρ ἔστιν ἄνθρωπον κακηγοροῦντα, καὶ τοὺς ἀλλοτρίους πολυπραγμονοῦντα βίους, τῆς ἰδίας ἐπιμεληθῆναί ποτε ζωῆς. Τῆς γὰρ σπουδῆς ἁπάσης αὐτῷ εἰς τὴν ἑτέρων πολυπραγμοσύνην ἀναλισκομένης, ἀνάγκη τὰ αὐτοῦ πάντα ἁπλῶς κεῖσθαι καὶ ἠμελημένως. Καὶ γὰρ ἀγαπητὸν τὴν πᾶσαν σχολὴν εἰς τὴν ἐπιμέλειαν τῶν οἰκείων ἁμαρτημάτων καὶ τὴν κρίσιν ἀναλίσκοντα, δυνηθῆναί τι ποιῆσαι πλέον· ὅταν δὲ διαπαντὸς τὰ ἀλλότρια φροντίζῃς, πότε τῶν σῶν ἐπιμελήσῃ κακῶν.

Φύγωμεν τοίνυν, ἀγαπητοί, φύγωμεν τὰς κακηγορίας μαθόντες ὡς διαβολικὸν ἐστιν ὅλον τὸ βάραθρον, καὶ τῆς ἐπιβουλῆς τῆς ἐκείνου αὕτη ἡ ἔνεδρα. Ἵνα γὰρ καὶ τῶν ἡμετέρων ἀμελήσωμεν, καὶ χαλεπωτέρας ἑαυτοῖς καταστήσωμεν τὰς εὐθύνας, εἰς ταύτην ἡμᾶς τὴν συνήθειαν ὁ διάβολος ἤγαγε· μᾶλλον δέ, οὐ τοῦτο μόνον ἐστὶ τὸ χαλεπόν, ὅτι λόγον δώσομεν, ὧν εἰρήκαμεν τότε, ἀλλ’ ὅτι καὶ τὰ ἡμέτερα ἁμαρτήματα χαλεπωτέρα ταύτῃ ποιήσομεν, πάσης ἑαυτοὺς ἀποστεροῦντες ἀπολογίας. Ὁ γὰρ πικρῶς τὰ ἀλλότρια ἐξετάζων, ἐν τοῖς καθ’ ἑαυτὸν πλημμελήμασιν οὐδεμιᾶς ἀπολαύσεται συγγνώμης ποτέ. Οὐδὲ γὰρ ἀπὸ τῆς φύσεως τῶν πεπλημμελημένων ἡμῖν μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς κρίσεως τῆς σῆς περὶ ἑτέρων οἴσει τὴν ψῆφον ὁ Θεός. Διὰ τοῦτο παρῄνεσε λέγων· «Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε»· οὐ γὰρ οἷον γέγονε τὸ ἁμάρτημα, τοιοῦτον ἐκεῖ φανεῖται λοιπόν, ἀλλὰ πολλὴν τινα καὶ ἀπαραίτητον προσθήκην λήψεται ἀπὸ τῆς εἰς τὸν σύνδουλόν σου παρὰ σοῦ γεγενημένης κρίσεως. Ὥσπερ γὰρ ὁ φιλάνθρωπος, καὶ ἥμερος, καὶ συγγνωμονικὸς ὑποτέμνεται τὸν πλείονα τῶν ἁμαρτημάτων ὄγκον· οὕτως ὁ πικρός, καὶ ὠμός, καὶ ἀπαραίτητος πολὺ τοῖς οἰκείοις ἁμαρτήμασι προστίθησι μέγεθος. Ἐξορίσωμεν τοίνυν ἀπὸ τοῦ στόματος ἡμῶν κακηγορίαν ἅπασαν, εἰδότες ὅτι κἂν τέφραν ἐσθίωμεν, οὐδὲν ὄφελος ἡμῖν τῆς σκληραγωγίας ταύτης, ἂν κακηγορίας μὴ ἀποσχώμεθα. Οὐ γὰρ τὸ εἰσερχόμενα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἐξερχόμενα ἀπὸ τοῦ στόματος. Εἲ τις ἀνακινήσειε βόρβορον σοῦ παριόντος, εἰπὲ μοι, οὐ λοιδορεῖς, καὶ ὑβρίζεις τὸν τοῦτο ποιοῦντα; Τοῦτο καὶ ἐπὶ τῶν κακηγορῶν ποίησον. Οὐ γὰρ οὕτως ἀνακινούμενος βόρβορος πλήττει τὴν μήνιγγα τῶν τῆς δυσωδίαν δεχόμενον ἐκείνην, ὡς ἁμαρτήματα ἀλλότρια ἀνακινούμενα, καὶ βίος ἀκάθαρτος ἐκκαλυπτόμενος λυπεῖ τῶν ἀκουόντων τὴν ψυχὴν καὶ ἐξίστησιν. Ἀπεχώμεθα τοίνυν κακηγορίας, αἰσχρολογίας, βλασφημίας καὶ μήτε τὸν πλησίον, μήτε τὸν Θεὸν λέγωμεν κακῶς. Πολλοὶ γὰρ εἰς τοῦτο μανίας ἐξώκειλαν τῶν κακηγορῶν, ὡς ἀπὸ τῶν συνδούλων ἐπὶ τὸν Δεσπότην ἀναστῆσαι τὴν γλῶτταν τὴν ἑαυτῶν. Ὅσον δὲ τοῦτό ἐστι κακόν, ἀπὸ τῶν κατεχόντων νῦν ἡμᾶς μάνθανε πραγμάτων. Ἰδοὺ γοῦν ἄνθρωπος ὑβρίσθη, καὶ πάντες δεδοίκαμεν καὶ τρέμομεν, οἳ τε ὑβρικότες οἳ τε μηδὲν ἑαυτοῖς συνειδότες τοιοῦτον· ὁ δὲ Θεὸς καθ’ ἑκάστην ἡμέραν ὑβρίζεται· τὶ λέγω καθ’ ἑκάστην ἡμέραν; καθ’ ἑκάστην μὲν οὖν ὥραν, παρὰ πλουτούντων, παρὰ πενήτων, παρὰ τῶν ἐν ἀνέσει, παρὰ τῶν ἐν θλίψει, παρὰ τῶν ἐπηρεαζόντων, παρὰ τῶν ἐπηρεαζομένων, καὶ οὐδεὶς οὐδαμοῦ λόγος. Διὰ τοῦτο συνεχώρησεν ὑβρισθῆναι τὸν ὁμόδουλον, ἵνα ἀπὸ τοῦ κινδύνου τοῦ διὰ τὴν ὕβριν γενομένου ταύτην τοῦ Δεσπότου τὴν φιλανθρωπίαν μάθῃς. Καίτοι τοῦτο νῦν πρῶτον καὶ μόνον γέγονεν, ἀλλ’ ὅμως οὐδὲ διὰ τοῦτο προσδοκῶμεν ἀπολαύσεσθαι συγγνώμης τινὸς οὐδὲ ἀπολογίας· τὸν δὲ Θεὸν καθ’ ἑκάστην παροργίζομεν τὴν ἡμέραν, καὶ οὐδεμίαν ποιούμεθα τὴν ἐπιστροφήν, καὶ ἔτι φέρει μετὰ μακροθυμίας ἁπάσης. Εἶδες πόση ἡ φιλανθρωπίαν τοῦ Δεσπότου; Καίτοι γε ἐπὶ τῆς παρανομίας ταύτης οἱ πεπλημμεληκότες ἑάλωσαν, καὶ εἰς δεσμωτήριον ἐνέπεσον, καὶ δίκην ἤκουσε τὰ γεγενημένα ὁ ὑβρισθείς, οὐδὲ ψῆφον ἐξήνεγκε, καὶ πάντες τρέμομεν· ὁ δὲ Θεὸς καθ’ ἑκάστην ἀκούει τὴν ἡμέραν τὰς εἰς αὐτὸν γινομένας ὕβρεις, καὶ οὐδεὶς ἐπιστρέφεται, καὶ ταῦτα οὕτως ὄντος ἡμέρου καὶ φιλανθρώπου τοῦ Θεοῦ. Ἐκεῖ μὲν γὰρ ἀρκεῖ τὸ ἁμάρτημα μόνον εἰπεῖν, καὶ λῦσαι τὸ ἔγκλημα· ἐπὶ δὲ τῶν ἀνθρώπων τοὐναντίον ἅπαν· ὅταν ὁμολογήσωσιν οἱ ἡμαρτηκότες, τότε μειζόνως κολάζονται· ὃ δὴ καὶ νῦν γέγονε.

Καὶ οἱ μὲν σιδήρῳ, οἱ δὲ πυρί, οἱ δὲ θηρίοις παραδοθέντες ἀπώλοντο, οὐκ ἄνδρες δὲ μόνον, ἀλλὰ καὶ παῖδες. Καὶ οὐ τὸ τῆς ἡλικίας ἄωρον, οὐχ ἡ δήμου ρύμη, οὐ τὸ μανίᾳ δαιμόνων ἐμπλησθέντας ταῦτα ποιῆσαι, οὐχ ἡ δοκοῦσα ἀπαίτησις ἀφόρητος εἶναι, οὐ πενία, οὐ τὸ κοινῇ μετὰ πάντων ἁμαρτεῖν, οὐ τὸ ὑποσχέσθαι μηδέποτε τοιαῦτα τολμήσειν λοιπόν, οὐκ ἄλλο οὐδὲν αὐτοὺς ὅλως ἐξείλετο· ἀλλὰ συγγνώμης χωρὶς ἁπάσης ἐπὶ τὸ βάραθρον ἀπήγοντο, στρατιωτῶν ἐνόπλων ἑκατέρωθεν αὐτοὺς περιαγόντων καὶ παρατηρούντων, μὴ τις ἐξαρπάσῃ τοὺς καταδίκους· καὶ παρηκολούθουν μητέρες πόῤῥωθεν μὲν ὁρῶσαι τοὺς παῖδας ἀποτεμνομένους, ὀδύρεσθαι δὲ τὴν συμφορὰν οὐ τολμῶσαι· ἐνίκα γὰρ τὸ πάθος ὁ φόβος, καὶ τῆς φύσεως ἐκράτει τὸ δέος. Καὶ καθάπερ οἱ τοὺς ναυαγοῦντας ἀπὸ τῆς ὁρῶντες ἄνθρωποι, ὀδυνῶνται μέν, προσελθεῖν δὲ καὶ ἐξελέσθαι τοὺς καταποντιζομένους οὐκ ἔχουσιν· οὕτω δὲ καὶ ἐνταῦθα, καθάπερ ὑπὸ κυμάτων τινῶν τῷ φόβῳ τῶν στρατιωτῶν ἀνειργόμεναι αἱ μητέρες, οὐ μόνον προσελθεῖν καὶ ἐξελέσθαι τῆς καταδίκης αὐτοὺς οὐκ ἐτόλμησαν, ἀλλὰ καὶ δακρύσαι ἔδεισαν. Ἆρα στοχάζεσθε ἐντεῦθεν τοῦ Θεοῦ τὴν φιλανθρωπίαν, πῶς ἄφατος, πῶς ἄπειρος, πῶς ἅπαντα ὑπερβαίνει λόγον; Ἐνταῦθα μὲν γὰρ καὶ τῆς αὐτῆς οὐσίας ὁ ὑβρισθείς, καὶ ἅπαξ τοῦ παντὸς χρόνου τοῦτο πέπονθε, καὶ οὐ κατ’ ὄψιν οὐδὲ παρὼν καὶ ὁρῶν καὶ ἀκούων, καὶ ὅμως οὐδεὶς ἔτυχε συγγνώμης τῶν τετολμηκότων· ἐπὶ δὲ τοῦ Θεοῦ οὐδὲν τούτων ἔστιν εἰπεῖν. Καὶ γὰρ τοσοῦτόν ἐστιν τὸ μέσον ἀνθρώπου καὶ Θεοῦ, ὅσον οὐδὲ λόγος παραστῆσαι δυνήσεται, καὶ καθ’ ἑκάστην ὑβρίζεται τὴν ἡμέραν παρών, καὶ ὁρῶν, καὶ ἀκούων, καὶ οὔτε σκηπτὸν ἀφῆκεν, οὔτε τὴν θάλατταν τῇ γῇ ἐπιδραμεῖν ἐκέλευσε καὶ καταποντίσαι πάντας, οὔτε τῇ γῇ διαστῆναι, καὶ δέξασθαι πάντας τοὺς ὑβρικότας προσέταξεν, ἀλλ’ ἀνέχεται, καὶ μακροθυμεῖ, καὶ συγγνώσεσθαι ἐπαγγέλλεται τοῖς ὑβρικόσιν, ἂν μετανοήσωσι μόνον καὶ ὑπόσχωνται μηκέτι ταῦτα ποιεῖν. Ἀληθῶς εὔκαιρον νῦν ἀνακηρύττειν· «Τὶς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου; Ἀκουστὰς ποιήσει πάσας αἰνέσεις αὐτοῦ»; Πόσοι τοῦ Θεοῦ τὰς εἰκόνας οὐχὶ κατήνεγκαν μόνον, ἀλλὰ καὶ κατεπάτησαν; Ὅταν γὰρ ἄγχῃς τὸν ὑπεύθυνον, ὅταν ἀποδύῃς, ὅταν ἕλκῃς, τοῦ Θεοῦ τὴν εἰκόνα καταπατεῖς. Ἄκουσον γοῦν τοῦ Παύλου λέγοντος, ὅτι ἄνθρωπος οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλήν, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων· καὶ πάλιν αὐτοῦ τοῦ Θεοῦ λέγοντος· «Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν». Ἂν δὲ λέγῃς, ὅτι οὐχὶ τῆς αὐτῆς οὐσίας ὁ ἄνθρωπος ἐστι τῷ Θεῷ, καὶ τὶ τοῦτο; Οὐδὲ γὰρ ὁ χαλκὸς τοῦ ἀνδριάντος τῆς αὐτῆς οὐσίας ἦν τῷ βασιλεῖ, ἀλλ’ ὅμως δίκην ἔδοσαν οἱ τολμήσαντες· ὥστε καὶ ἐπὶ τῶν ἀνθρώπων, εἰ καὶ μὴ τῆς αὐτῆς οὐσίας εἰσι τῷ Θεῷ οἱ ἄνθρωποι, ὥσπερ οὖν οὐδὲ εἰσιν, ἀλλ’ ὅμως εἰκὼν ἐκλήθησαν, καὶ διὰ τὴν προσηγορίαν ἔδει τιμῆς ἀπολαύειν αὐτούς· σὺ δὲ ὑπὲρ ὀλίγου χρυσίου καταπατεῖς, ἄγχεις, συρείς, καὶ οὐδεμίαν οὐδέπω δίκην ἔδωκας τήμερον.

Γένοιτο μὲν οὖν τινα χρηστὴν καὶ δεξιὰν γενέσθαι μεταβολήν. Ἐκεῖνο μέντοι προλέγω καὶ διαμαρτύρομαι, ὅτι κἂν τοῦτο παρέλθῃ τὸ νέφος, ἡμεῖς δὲ ἐπὶ τῆς αὐτῆς μένωμεν ῥᾳθυμίας, πάλιν πολλῷ χαλεπώτερα πεισόμεθα τῶν νῦν προσδοκωμένων· ἐπεὶ καὶ νῦν οὐχ οὕτω δέδοικα τοῦ βασιλέως τὴν ὀργήν, ὡς τὴν ὑμετέραν δέδοικα ῥαθυμίαν. Οὐ γὰρ δὴ τὸ λιτανεῦσαι δύο καὶ τρεῖς ἡμέρας ἀρκεῖ εἰς ἀπολογίαν ἡμῖν, ἀλλ’ ὁλοκλήρου δεῖ τοῦ βίου ποιήσασθαι τὴν μεταβολήν, καὶ τῆς πονηρίας ἀποστάντας μένειν ἐπὶ τῆς ἀρετῆς διηνεκῶς. Καθάπερ γὰρ οἱ νοσοῦντες, ἂν μὴ διαπαντὸς εὐτακτῶσιν, οὐδὲν αὐτοῖς ὄφελος τῆς μέχρι τριῶν ἢ τεσσάρων ἡμερῶν φιλοσοφίας· οὑγὼ καὶ οἱ ἁμαρτάνοντες, ἂν μὴ διαπαντὸς σωφρονῶσιν, οὐδὲν αὐτοῖς ἔσται πλέον τῆς διορθώσεως τῶν δύο καὶ τριῶν ἡμερῶν. Ὥσπερ γάρ, φησίν, ὁ βαπτιζόμενος, εἶτα ἐν τῷ βορβόρῳ μολυνόμενος πάλιν, οὐδὲν ὠφέλησεν· οὕτως ὁ τρεῖς ἡμέρας μετανοήσας, καὶ πάλιν ἐπὶ τὰ πρότερα ἐπανελθών, οὐδὲν εἰργάσατο πλέον.

Μὴ τοίνυν ὅπερ ἀεὶ ποιοῦμεν, τοῦτο καὶ νῦν ποιήσωμεν· καὶ γὰρ σεισμῶν πολλάκις καταλαβόντων καὶ λιμοῦ καὶ αὐχμοῦ, τρεῖς καὶ τέσσαρας ἡμέρας σωφρονισθέντες καὶ ἐπιεικέστεροι γενόμενοι, πάλιν ἐπὶ τὰ πρότερα ἐπανήλθομεν· διὰ τοῦτο καὶ ταῦτα γεγένηται. Ἀλλ’ εἰ καὶ μὴ πρότερον, νῦν γοῦν ἐπὶ τῆς αὐτῆς μείνωμεν εὐλαβείας, καὶ τὴν αὐτὴν ἐπιείκειαν διατηρήσωμεν, ἵνα μὴ πάλιν ἑτέρας δεηθῶμεν πληγῆς. Μὴ γὰρ οὐκ ἠδύναντο κωλῦσαι τὰ γεγενημένα ὁ Θεός; Ἀλλ’ ἀφῆκεν, ἵνα τοὺς καταφρονοῦντας αὐτοῦ ἐν τῷ τοῦ συνδούλου φόβῳ σωφρονεστέρους ἐργάσηται. Καὶ μὴ μοι λεγέτω τις, ὅτι πολλοὶ τῶν αἰτιῶν διέφυγον, πολλοὶ δὲ τῶν ἀναιτίων ἐνέπεσον· καὶ γὰρ τοῦτο πολλῶν πολλάκις ἀκούω λεγόντων, οὐκ ἐπὶ τῆς παρούσης στάσεως μόνον, ἀλλὰ καὶ ἐν ἑτέραις πολλαῖς τοιαύταις περιστάσεσι. Τὶ οὖν ἂν εἴποιμι πρὸς τοὺς τὰ τοιαῦτα λέγοντας; Ὅτι εἰ καὶ τῆς παρούσης στάσεως ἀναίτιος ἦν ὁ ἁλούς, ἀλλ’ ἑτέραν ἁμαρτίαν εἰργάσατό ποτε χαλεπωτέραν, εἶτα μὴ μεταβαλλόμενος, ἐν τῇ παρούσης δίκην ἔδωκε. Καὶ γὰρ ἔθος τῷ Θεῷ τοῦτο ποιεῖν· ὅταν ἁμάρτωμεν, οὐκ εὐθέως ἐπεξέρχεται τοῖς πλημμελήμασιν, ἀλλ’ ἀνίησι. Διδοὺς ἡμῖν προθεσμίαν μετανοίας, ὥστε διορθώσασθαι καὶ μεταβαλέσθαι· ἂν δὲ διὰ τὸ μὴ δοῦναι δίκην, νομίσαντες καὶ τὸ ἁμάρτημα ἐξηλεῖφθαι, καταφρονήσωμεν, ἔνθα οὐχ ὑπονοοῦμεν, ἐκεῖ μετὰ ταῦτα ἁλωσόμεθα πάντως. Τοῦτο δὲ γίνεται, ἵνα ὅταν ἁμάρτωμεν, καὶ μὴ κολασθῶμεν, μὴ θαρσήσωμεν, ἂν μὴ μεταβαλώμεθα, εἰδότες ὅτι ἔνθα οὐ προσδοκῶμεν, ἐμπεσούμεθα πάντως. Ὥστε, ἂν ἁμαρτήσῃς, καὶ μὴ κολασθῇς, μὴ καταφρονήσῃς, ἀγαπητέ· ἀλλὰ δι’ αὐτὸ τοῦτο μειζόνως φοβήθητι, εἰδὼς ὅτι κοῦφον τῷ Θεῷ, ὅταν θέλῃ, ἀνταποδοῦναι πάλιν. Διὰ τοῦτο γὰρ τότε σε οὐκ ἐκόλασεν, ἵνα λάβῃς προθεσμίαν μετανοίας. Μὴ τοίνυν λέγωμεν, ὅτι ἀναίτιος ὢν ἐνέπεσεν ὁ δεῖνα, ἕτερος δὲ αἴτιος ὢν διέφυγε· ὃ τε γὰρ ἀναίτιος ἐμπεσών, ὥσπερ ἔφην, ἑτέρων ἁμαρτημάτων ἔδωκε δίκην, ὃ τε νῦν διαφυγών, ἐὰν μὴ μεταβάληται, εἰς ἑτέραν ἁλώσεται παγίδα. Ἂν οὕτω διακεισώμεθα, οὐδέποτε τῶν οἰκείων ἁμαρτημάτων ἐπιλησόμεθα, ἀλλ’ ἀεὶ δεδοικότες, τρέμοντες, μὴ ποτε ὑπόσχωμεν δίκην, ἀναμνησθησώμεθα ταχέως αὐτῶν. Οὐδὲν γὰρ οὕτως ἁμαρτίας ἀναμιμνήσκειν εἴωθεν, ὡς τιμωρία καὶ κόλασις· καὶ τοῦτο δῆλον ἀπὸ τῶν τοῦ Ἰωσὴφ ἀδελφῶν. Ἐπειδὴ γὰρ ἀπέδοντο ἐκεῖνοι τὸν δίκαιον, καὶ ἔτη τρία καὶ δέκα παρῆλθεν, ὑποπτεύοντες κολάζεσθαι, καὶ περὶ τῶν ἐσχάτων δεδοικότες, ἀνεμνήσθησαν τῆς ἁμαρτίας, καὶ πρὸς ἀλλήλους ἔλεγον· «Ναί, ἐν ἁμαρτίαις γὰρ ἐσμεν περὶ τοῦ ἀδελφοῦ ἡμῶν τοῦ Ἰωσήφ». Ὁρᾷς πῶς ὁ φόβος ἀνέμνησεν αὐτοὺς τῆς πλημμελείας ἐκείνης; Καὶ ὅτε μὲν ἡμάρτανον, οὐκ ᾐσθάνοντο· ὅτε δὲ κολάζεσθαι προσεδόκησαν, τότε ἀνεμνήσθησαν.

Ταῦτ’ οὖν εἰδότες ἅπαντα, ποιησώμεθα τοῦ βίου μεταβολὴν καὶ διόρθωσιν, καὶ πρὸ τῆς ἀπαλλαγῆς τῆς ἐπικειμένης ἀγωνίας ὑπὲρ εὐλαβείας καὶ ἀρετῆς φροντίσωμεν. Καὶ τέως τρεῖς ἐντολὰς ὑμῖν παρακαταθέσθαι βούλομαι, ἵνα μοι ταύτας ἐπὶ τῆς νηστείας κατορθώσητε· τὸ μηδένα κακῶς λέγειν, τὸ μηδὲν ἐχθρὸν ἔχειν, τὸ καθόλου πᾶσαν ἐκ τοῦ στόματος ἀπελάσαι τὴν πονηρὰν τῶν ὅρκων συνήθειαν. Καὶ καθάπερ ἐπειδὰν χρυσίον ἐπιβληθὲν ἀκούσωμεν, ἀπίων οἴκαδε ἕκαστος, καὶ τὴν γυναῖκα καλέσας καὶ τὰ τέκνα καὶ τοὺς οἰκέτας, σκόπει μετ’ ἐκείνων καὶ βούλεται, πόθεν τὴν εἰσφορὰν καταβάλῃ ταύτην· οὕτω καὶ ἐπὶ τῶν ἐντολῶν ποιήσωμεν τούτων τῶν πνευματικῶν. Ἀναχωρήσας οἴκαδε ἕκαστος καλείτω τὴν γυναῖκα καὶ τὰ παιδία, καὶ λεγέτω ὅτι εἰσφορὰ ἐπεβλήθη πνευματικὴ τήμερον, εἰσφορὰ δι’ ἧς ἔσται τις λύσις τῶν δεινῶν τούτων καὶ ἀπαλλαγή, εἰσφορὰ οὐχὶ πένητας τοὺς καταβάλλοντας, ἀλλὰ πλουσιωτέρους ποιοῦσα, ὥστε μηδένα ἐχθρὸν ἔχειν, μηδένα κακῶς λέγειν, μηδὲ ὀμνύναι καθόλου. Σκοπήσωμεν, φροντίσωμεν, βουλευσώμεθα, πῶς ἐκπληρώσωμεν τὰς ἐντολὰς ταύτας· πᾶσαν εἰσενεγκώμεθα σπουδήν, ἀλλήλους ὑπομνήσωμεν, ἀλλήλους διορθωσώμεθα, ἵνα μὴ ὀφείλοντες ἀπέλθωμεν ἐκεῖ, εἶτα δεόμενοι δανείσασθαι παρ’ ἑτέρων, μὴ τὸ τῶν παρθένων πάθωμεν τῶν μωρῶν, καὶ τῆς ἀθανάτου σωτηρίας ἐκπέσωμεν. Ἂν οὕτω τὸν ἑαυτῶν ῥυθμίζωμεν βίον, ἐντεῦθεν ὑμῖν ἐγγυῶμαι καὶ ὑπισχνοῦμαι, ὅτι καὶ τῆς παρούσης συμφορὰς ἔσται τις λύσις, καὶ τῶν δεινῶν τούτων ἀπαλλαγή· καὶ τὸ δὴ πάντων μεῖζον, τῶν μελλόντων ἀγαθῶν ἡ ἀπόλαυσις. Ἔδει μὲν γὰρ ὑμῖν ὁλόκληρον ἐγχειρίζειν τὴν ἀρετήν, ἀλλὰ τοῦτον ἄριστον ἡγοῦμαι τρόπον διορθώσεως, τὸ κατὰ μέρος λαμβάνοντας τοὺς νόμους κατορθοῦν, καὶ τότε ἐπὶ τοὺς ἄλλους ἰέναι. Καθάπερ γὰρ ἀρούρας προκειμένης, ὁ γηπόνος κατὰ μέρος διασκάπτων ἅπασαν, οὕτως ἐπὶ τὸ τέλος ἔρχεται· οὕτω καὶ ἡμεῖς ἐὰν νόμον ἑαυτοῖς τοῦτον θῶμεν, ὥστε κατὰ τὴν παροῦσαν Τεσσαρακοστὴν ταύτας μετὰ ἀκριβείας κατορθῶσαι τὰς τρεῖς ἐντολάς, πάντως πρὸς τῷ σὺν ἀσφαλείᾳ τῆς καλῆς συνηθείας παραδοῦναι τὴν φυλακήν, μετὰ πλείονος τῆς εὐκολίας καὶ ἐπὶ τὰς λοιπὰς ἥξομεν, καὶ πρὸς αὐτὴν ἐλθόντες τῆς φιλοσοφίας τὴν κορυφήν, καὶ τὸν παρόντα βίον μετὰ χρηστῆς τῆς ἐλπίδος καρπωσόμεθα, καὶ ἐν τῷ μέλλοντι μετὰ πολλῆς παραστησόμεθα παῤῥησίας τῷ Χριστῷ καὶ τῶν ἀποῤῥήτων ἀπολαύσομεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπία τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: ΟΜΙΛΙΑ Δ’. Παράκλησις πρὸς τὸν λαὸν περὶ καρτερίας καὶ ὑπομονῆς ἐκ παραδειγμάτων τοῦ τε Ἰὼβ καὶ τῶν τριῶν παίδων· καὶ περὶ τῆς τῶν ὅρκων ἀποχῆς
Προηγούμενο: ΟΜΙΛΙΑ Β’. Λεχθεῖσα ἐν Ἀντιοχείᾳ ἐν τῇ παλαιὰ λεγομένη ἐκκλησίᾳ, ὄντος αὐτοῦ πρεσβυτέρου, περὶ τῆς συμβάσης συμφορὰς ἐν τῇ πόλει, ἐπὶ τῆς ἀταξίᾳ τῆς καταστροφῆς τῶν ἀνδριάντων τοῦ Θεοδοσίου τοῦ εὐσεβοῦς βασιλέως τοῦ μεγάλου· καὶ εἰς τὸ ρητὸν τοῦ ἀποστόλου, Τοῖς πλουσίοις παράγγελλε ἐν τῷ νῦν αἰῶνι μὴ ὑψηλοφρονεῖν· καὶ κατὰ πλεονεξίας.
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 49
Ἀρχικὴ Σελίδα: Τέρτιος