Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 49

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΟΜΙΛΙΑ Ε’. Ἔτι παράκλησις πρὸς τὸν λαὸν περὶ τοῦ φέρειν γενναίως τὴν ἐπικειμένην ἀπειλήν, ἔχοντα παραδείγματα ἐκ τῶν συμβάντων τῷ τε Ἰὼβ καὶ τοῖς Νινευΐταις· καὶ ὅτι οὐ χρὴ δεδιέναι τὸν θάνατον, ἀλλὰ τὴν ἁμαρτίαν· καὶ τὶ τὸ κακῶς ἀποθανεῖν· καὶ περὶ τοῦ μετὰ πάσης σπουδῆς φεύγειν τοὺς ὅρκους· καὶ εἰς τὸν σεισμὸν
Προηγούμενο: ΟΜΙΛΙΑ Γ’. Εἰς τὴν ἀποδημίαν τοῦ ἐπισκόπου Φλαβιανοῦ, ὑπὲρ τῆς πόλεως πρὸς τὸν βασιλέα πρεσβευόμενοι· καὶ τὶς ἐστιν ἡ ἀληθὴς νηστεία, καὶ ὅτι τοῦ φαγεῖν ἀνθρώπινον σῶμα τὸ κατηγορῆσαι χεῖρον, καὶ περὶ τῶν διὰ τὴν στάσιν σφαγέντων, καὶ πρὸς τοὺς ἐγκαλοῦντας, ὅτι πολλοὶ τῶν ἀναιτίων ἑάλωσαν.
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 49

ΟΜΙΛΙΑ Δ’. Παράκλησις πρὸς τὸν λαὸν περὶ καρτερίας καὶ ὑπομονῆς ἐκ παραδειγμάτων τοῦ τε Ἰὼβ καὶ τῶν τριῶν παίδων· καὶ περὶ τῆς τῶν ὅρκων ἀποχῆς

α’. Εὐλογητὸς ὁ Θεός, ὁ παρακαλέσας τὰς ὀδυνωμένας ὑμῶν ψυχὰς ὁ στηρίξας δονουμένας ὑμῶν τὰς διανοίας· ὅτι γὰρ ἐδέξασθε παράκλησιν, διὰ τῆς σπουδῆς ταύτης ἐδείξατε, καὶ διὰ τῆς πὲρ τὴν ἀκρόασιν προθυμίας. Οὐ γὰρ ἔστι ψυχὴν ὀδυνωμένην καὶ νέφει κατεχομένην ἀθυμίας δυνηθῆναι μετὰ προθυμίας ἀκοῦσαί τι τῶν λεγομένων· ὑμᾶς δὲ ὁρῶ μετὰ πολλῆς τῆς εὐνοίας καὶ σφοδρὰς τῆς σπουδῆς ὑμῖν προσέχοντας, καὶ πάντα ἀποτιναξαμένους τὰ λυπηρά, καὶ τῷ τῆς ἀκροάσεως ἔρωτι παρωσαμένους τὴν ἐπικειμένην ὀδύνην. Διὰ τοῦτο εὐχαριστῶ τῷ Θεῷ μεθ’ ὑμῶν, ὅτι οὐκ ἤλεγξεν ὑμῶν τὴν φιλοσοφίαν ἡ συμφορά, οὐδὲ ἐξέλυσεν ὑμῶν τὸν τόνον ὁ φόβος, οὐδὲ ἔσβεσεν ὑμῶν τὴν προθυμίαν ἡ θλῖψις, οὐδὲ ἐμάρανεν ὑμῶν τὸν ζῆλον ὁ κίνδυνος, οὐδὲ ἐνίκησε τὸν περὶ Θεὸν πόθον ὁ τῶν ἀνθρώπων φόβος, οὐδὲ κατέβαλεν ὑμῶν τὴν σπουδὴν ἡ τοῦ καιροῦ δυσκολία· καὶ οὐ μόνον οὐ κατέβαλεν, ἀλλὰ κεῖ ἐπέῤῥωσεν· οὐ μόνον οὐκ ἐξέλυσεν, ἀλλὰ καὶ ἐπέτεινεν· οὐ μόνον οὐκ ἔσβεσεν, ἀλλὰ καὶ ἀνῆψε πλέον. Κεκένωται μὲν ἡ ἀγορᾷ, ἡ δὲ ἐκκλησία πεπλήρωται· ἐκείνη τραγῳδίας ὑπόθεσις, αὕτη χαρᾶς καὶ εὐφροσύνης πνευματικῆς ἀφορμή. Ὅταν οὖν ἐμβάλῃς εἰς τὴν ἀγοράν, ἀγαπητέ, καὶ τὴν ἐρημίαν θεασάμενος στενάξῃς, κατάφυγε πρὸς τὴν μητέρα, καὶ παραμυθήσεται σε εὐθέως τῷ πλήθει τῶν οἰκιέων τέκνων, καὶ δείξει σοι τῶν ἀδελφῶν ἀπηρτισμένον τὸν χορόν, καὶ πᾶσαν ἀποκρούσεταί σου τὴν ἀθυμίαν. Ἐπὶ μὲν γὰρ τῆς πόλεως ἐπιθυμοῦμεν ἄνδρας ἰδεῖν, καθάπερ οἱ τὰς ἐρήμους οἰκοῦντες· εἰς δὲ τὴν ἐκκλησίαν καταφεύγοντες, ὑπὸ τοῦ πλήθους στενοχωρούμεθα· καὶ καθάπερ τῆς θαλάττης στασιαζούσης καὶ πολλῷ τῷ χειμῶνι μαινομένης, εἰς τὸν λιμένα καταφεύγειν ἀναγκάζει ὁ φόβος ἔξωθεν ἅπαντας· οὕτω καὶ νῦν τὰ τῆς ἀγορὰς κύματα, καὶ ὁ τῇ πόλεως χειμών, πάντας εἰς τὴν ἐκκλησίαν συνελαύνει πάντοθεν, καὶ τῷ συνδέσμῳ τῆς ἀγάπης σφίγγει μετ’ ἀλλήλων τὰ μέλη. Εὐχαριστοῦμεν τοίνυν καὶ διὰ ταῦτα τῷ Θεῷ, ὅτι τοσοῦτον ἀπὸ τῆς θλίψεως ἐκαρπωσάμεθα κέρδος, ὅτι τοσαύτην ἀπὸ τοῦ πειρασμοῦ τὴν ὠφέλειαν ἐλάβομεν. Ἐὰν μὴ πειρασμός, οὐδὲ στέφανος· ἐὰν μὴ παλαίσματα, οὐδὲ βραβεία· ἐὰν μὴ σκάμματα, οὐδὲ τιμαί· ἐὰν μὴ θλῖψις, οὐδὲ ἄνεσις· ἐὰν μὴ χειμών, οὐδὲ θέρος· καὶ τοῦτο οὐκ ἐπ’ ἀνθρώπων μόνον, ἀλλὰ καὶ ἐπ’ αὐτῶν τῶν σπερμάτων ἔστιν ἰδεῖν. Καὶ γὰρ ἐκεῖ πολὺν μὲν τὸν ὑετόν, πολλὴν δὲ τῶν νεφῶν τὴν συνδρομήν, πολὺν δὲ γενέσθαι δεῖ τὸ κρυμόν, εἰ μέλλοι κομῶν ὁ στάχυς ἀνίστασθαι· ὅπου δὲ σπόρου καιρός, καὶ ὑετοῦ καιρός.

Ἐπεὶ οὖν καὶ νῦν ἐφέστηκε χειμών, χειμὼν ψυχῶν, οὐκ ἀέρος, σπείρωμεν καὶ ἡμεῖς ἐν τῷ χειμῶνι τοῦτο ἵνα ἐν τῷ θέρει θερίσωμεν· σπείρωμεν δάκρυα, ἵνα θερίσωμεν ἀγαλλίασιν. Οὐκ ἐμὸς οὗτος ὁ λόγος· προφητικὸν ἐστι τὸ παράγγελμα· «Οἱ σπείροντες ἐν δάκρυσι, φησί, ἐν ἀγαλλιάσει θεριοῦσιν». Οὐχ οὕτω τὰ σπέρματα καταφερόμενος ὑετὸς θάλλειν ποιεῖ καὶ αὔξεσθαι, ὡς τὸν τῆς εὐσεβείας σπόρον ἀνίστησι καὶ παρασκευάζει κομᾶν ὁ ἐκ τῶν δακρύων καταφερόμενος ὑετός· οὗτος ἀποσμήχει ψυχήν, ἄρδει διάνοιαν, προκόψαι ταχέως ποιεῖ τῆς διδασκαλίας τὴν βλάστησιν· διὰ τοῦτο καὶ αὔλακα βαθεῖαν ἀνατεμεῖν ἀναγκαῖον· καὶ γὰρ καὶ τοῦτο ὁ προφήτης παρῄνεσεν, οὕτως εἰπών· «Νεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπείρετε ἐν ἀκάνθαις». Καθάπερ οὖν ὁ τὸ ἄροτρον ἐμβαλῶν, κάτωθεν τὴν γῆν ἀναῤῥήγνυσιν, ἀσφαλῆ τοῖς σπέρμασι προπαρασκευάζων τὴν φυλακήν, ὥστε μὴ κατενεχθέντα ἄνω κεῖσθαι ἐπὶ τῆς ἐπιφανείας, ἀλλ’ εἰς αὐτὰς τῆς γῆς παραπεμφθῆναι τὰς λαγόνας, καὶ ἐν ἀσφαλεῖ καταθέσθαι τὰς ῥίζας· οὕτω καὶ ἡμᾶς ἀναγκαῖον ποιεῖν, καὶ καθάπερ ἀρότρῳ τῇ θλίψει καταχρησαμένους ἀναῤῥῆξαι τῆς καρδίας τὸ βάθος. Τοῦτο γὰρ καὶ ἕτερος προφήτης παραινεῖ λέγων, «Διαῤῥήξατε τὰς καρδίας ὑμῶν, καὶ μὴ τὰ ἱμάτια ὑμῶν». Διαῤῥήξωμεν τοίνυν τὰς καρδίας, ἵνα εἲ τις πονηρὰ βοτάνη καὶ λογισμὸς δολερὸς ἐστιν ἐν ἡμῖν, πρόῤῥιζον αὐτὸν ἀνασπάσωμεν, καὶ καθαρᾶς τοῖς τῆς εὐσεβείας σπέρμασι παράσχωμεν τὰς ἀρούρας. Ἐὰν γὰρ μὴ νῦν νεώσωμεν, ἐὰν μὴ νῦν σπείρωμεν, ἐὰν μὴ νῦν δακρύσωμεν, ὅτε θλῖψις καὶ νηστεία, πότε ἄλλοτε ἥξομεν εἰς κατάνυξιν; Ὅταν ἄνεσις ᾗ καὶ τρυφή;Ἀλλὰ τοῦτο ἀδύνατον· ἡ γὰρ ἄνεσις καὶ ἡ τρυφὴ εἰς ῥαθυμίαν ἐνάγειν εἴωθεν, ὥσπερ ἡ θλῖψις πρὸς σπουδὴν ἐπανάγει, καὶ πεπλανημένην ἔξω καὶ περὶ πολλὰ τὴν διάνοιαν κεχηνυΐαν πρὸς ἑαυτὴν ἐπιστρέφει. Μὴ τοίνυν ἀλγῶμεν ὑπὲρ τῆς ἀθυμίας ταύτης, ἀλλὰ καὶ εὐχαριστῶμεν τῷ Θεῷ· πολὺ γὰρ ἀπὸ τῆς θλίψεως τὸ κέρδος. Καὶ γὰρ ὁ γεωργὸς ἐπειδὰν σπείρῃ τὰ μετὰ πολλοῦ τοῦ πόνου συλλεγέντα σπέρματα, χειμῶνα γενέσθαι εὔχεται· καὶ ὁ μὲν ἰδιώτης θεωρῶν τὰ γινόμενα ἅπαντα θαυμάσεται, καὶ πρὸς ἑαυτὸν ἴσως ἐρεῖ· τὶ ποτε ὁ ἄνθρωπος οὗτος ποιεῖ; Τὰ συλλεγέντα σκορπίζει καὶ οὐχὶ σκορπίζει μόνον, ἀλλὰ καὶ ἀναμίγνυσι μετὰ πολλῆς τῆς ἀκριβείας τῇ γῇ, ὥστε αὐτὰ μηδὲ συλλέξαι δυνηθῆναι ῥᾳδίως· καὶ οὐκ ἀναμίγνυσι μόνον τῇ γῇ, ἀλλὰ καὶ εὔχεται γενέσθαι σφοδρὸν τὸν ὑετόν, ὥστε κατασαπῆναι τὰ καταβληθέντα ἅπαντα, καὶ γενέσθαι πηλόν. Καὶ θορυβεῖται βλέπων βροντὰς καταῤῥηγνυμένας, καὶ ἀστραπὰς καταφερομένας· ὁ δὲ γηπόνος οὐχ οὕτως, ἀλλὰ χαίρει καὶ ἀγάλλεται χειμῶνα ὁρῶν· οὐ γὰρ τὰ παρόντα βλέπει, ἀλλὰ τὰ μέλλοντα ἀναμένει· οὐ προστὰς βροντὰς ὁρᾷ, ἀλλὰ τὰ δράγματα ἀναλογίζεται· οὐ τὰ σηπόμενα σπέρματα, ἀλλὰ τοὺς κομῶντας στάχυας· οὐ τὸν φορτικὸν ὑετόν, ἀλλὰ τὸν ἥδιστον τῆς ἅλω κονιορτόν. Οὕτω δὴ καὶ ἡμεῖς μὴ τὴν θλῖψιν ὁρῶμεν τὴν παροῦσαν, μηδὲ τὴν ὀδύνην, ἀλλὰ τὴν ἐξ αὐτῆς γινομένην ὠφέλειαν, τὸν ἐξ αὐτῆς τικτόμενον καρπόν· ἀναμείνωμεν τῆς ἅλω τὰ δράγματα· καὶ γὰρ ἐὰν νήφωμεν, πολὺν ἀπὸ τοῦ καιροῦ τούτου δυνησόμεθα συναγαγεῖν τὸν καρπόν, καὶ πληρῶσαι τὰ ταμιεῖα τῆς διανοίας τῆς ἡμετέρας· ἂν νήφωμεν, οὐ μόνον οὐδὲν πεισόμεθα ἀπὸ τῆς θλίψεως ταύτης δεινόν, ἀλλὰ καὶ μυρία καρπωσόμεθα ἀγαθά· ἂν δὲ ῥαθυμῶμεν, καὶ ἡ ἄνεσις ἡμᾶς ἀπολεῖ· τὸν μὲν γὰρ μὴ προσέχοντα ἑκάτερα βλάπτει, τὸν δὲ μετὰ ἀκριβείας ζῶντα ἀμφότερα ὠφελεῖ. Καὶ καθάπερ τὸ χρυσίον, κἂν ὕδασιν ὁμιλήση, τὴν οἰκείαν εὐπρέπειαν ἐπιδείκνυται, κἂν εἰς χωνευτήριον ἐμπέσῃ, φαιδρότερον γίνεται πάλιν· ὁ δὴ πηλὸς καὶ ὁ χόρτος, κἂν ὕδασιν ἀναμιχθεὶς τύχη, ὁ μὲν διαλύεται, ὁ δὲ σήπεται· κἂν εἰς πῦρ ἐμπέσῃ, ὁ μὲν φρύγεται, ὁ δὲ κατακαίεται· οὕτω δὴ καὶ ὁ δίκαιος, καὶ ὁ ἁμαρτωλός· ὁ μὲν γάρ, κἂν ἀνέσεως ἀπολαύῃ, μένει λαμπρός, καθάπερ τὸ χρυσίον περικλυζόμενον ὕδατι· κἂν εἰς πειρασμὸν ἐμπέσῃ, φαιδρότερος γίνεται, καθάπερ τὸ χρυσίον βασανιζόμενον ὑπὸ τοῦ πυρός· ὁ δὲ ἁμαρτωλός, κἂν ἀνέσεως τύχῃ, διαλύεται καὶ κατασήπεται, καθάπερ ὁ χόρτος καὶ ὁ πηλὸς ὁμιλῶν ὕδατι· κἂν πειρασμὸν ὑπομείνῃ, κατακαίεται καὶ ἀπόλλυται, καθάπερ ὁ χόρτος καὶ πηλὸς ὑπὸ τοῦ πυρός.

β’. Μὴ τοίνυν ἀλύωμεν ἐπὶ τοῖς παροῦσι δεινοῖς· ἐὰν γὰρ ἁμαρτίας ἔχῃς, ἀφανίζονται καὶ κατακαίονται ῥᾳδίῳ, ὑπὸ τῆς θλίψεως· ἐὰν δὲ ἀρετὴν ἔχῃς, λαμπρύνῃ, καὶ φαιδρύνῃ ὑπ’ αὐτῆς· ἐὰν γὰρ ἀγρυπνῇς διηνεκῶς καὶ νήφῃς, ἀνώτερος ἔσῃ βλάβης ἁπάσης. Οὐ γὰρ ἡ τῶν πειρασμῶν φύσις, ἀλλ’ ἡ τῶν πειραζομένων ῥᾳθυμίᾳ τὰ πτώματα ἐργάζεσθαι πέφυκεν. Ὥστε εἰ βούλει τρυφᾶν καὶ ἀνέσεως ἀπολαύειν καὶ ἡδονῆς, μὴ ζήτει ἡδονὴν μήτε ἄνεσιν, ἀλλὰ ζητεῖ ψυχὴν ὑπομονῆς γέμουσαν καὶ καρτερίαν ἐπιδείξασθαι δυναμένην· ὡς ἐὰν μὴ τοῦτο ἔχῃς, οὐχὶ πειρασμὸς σε ἐλέγξει μόνον, ἀλλὰ καὶ ἄνεσίς σε ἀπολεῖ καὶ καταβαλεῖ μειζόνως. Ὅτι γὰρ οὐχ ἡ τῶν δεινῶν προσβολῇ, ἀλλ’ ἡ τῆς ἡμετέρας διανοίας ῥᾳθυμίᾳ ἀνατρέπει τὴν σωτηρίαν ἡμῶν, ἄκουσον τὶ φησιν ὁ Χριστός· «Πᾶς ὅστις ἀκούει μου τοὺς λόγους τούτους, καὶ ποιεῖ αὐτούς, ὁμοιωθήσεται ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν, καὶ κατέβη ἡ βροχή, καὶ ἦλθον οἱ ποταμοί, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέῤῥηξαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσε· τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν»· καὶ πάλιν· «Ὅστις ἀκούει μου τοὺς λόγους τούτους, καὶ οὐ ποιεῖ αὐτούς, ὁμοιωθήσεται ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησεν αὐτοῦ τὴν οἰκίαν ἐπὶ τὴν ψάμμον, καὶ κατέβη ἡ βροχή, καὶ ἦλθον οἱ ποταμοί, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέῤῥηξαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ κατέπεσε, καὶ ἦν ἡ πτώσης αὐτῆς μεγάλη». Ὁρᾷς ὅτι οὐχ αἱ τῶν πειρασμῶν προσβολαί, ἀλλ’ ἡ τῶν οἰκοδομούντων ἄνοια τὴν πτῶσιν ἐποίησεν; Καὶ γὰρ ἐκεῖ βροχή, καὶ ἐνταῦθα βροχή· κἀκεῖ ποταμοί, καὶ ἐνταῦθα ποταμοί· κἀκεῖ πνευμάτων προσβολαί, καὶ ἐνταῦθα τὸ αὐτὸ τοῦτο· κἀκεῖνος ᾠκοδόμησε καὶ οὗτος ᾠκοδόμησε· καὶ ἡ αὐτὴ οἰκοδομή, καὶ οἱ αὐτοῖς πειρασμοί· ἀλλ’ οὐ τὸ αὐτὸ τέλος, ἐπειδὴ οὐχ ὁ αὐτὸς θεμέλιος. Οὐ γὰρ τῶν πειρασμῶν ἡ φύσις, ἀλλὰ τοῦ οἰκοδομήσαντος ἡ ἄνοια τὴν πτῶσιν ἐποίησεν· ἐπεὶ ἔδει καὶ τὴν ἐπὶ τῆς πέτρας οἰκοδομηθεῖσαν καταπεσεῖν οἰκίαν, νῦν δὲ οὐδὲν τοιοῦτον ἔπαθεν. Ἀλλὰ μὴ περὶ οἰκίας εἰρῆσθαι ταῦτα νομίζετε· περὶ γὰρ ψυχῆς ἐστιν ὁ λόγος, τὴν τῶν θείων λόγων ἀκρόασιν διὰ τῶν ἔργων ἐπιδεικνυμένης ἢ διακρουομένης. Οὕτως ᾠκοδόμησεν ἑαυτοῦ τὴν ψυχὴν ὁ Ἰώβ· κατέβη ἡ βροχή, πῦρ γὰρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ, καὶ κατέφαγε πάντα τὰ ποίμνια· ἦλθον οἱ ποταμοί, οἱ πυκνοὶ καὶ συνεχεῖς καὶ ἐπάλληλοι τῶν συμφορῶν ἄγγελοι, ὁ μὲν τῶν αἰπολίων, ὁ δὲ τῶν καμήλων, ὁ δὲ τῶν παίδων λέγων τὴν ἀπώλειαν· ἔπνευσαν οἱ ἄνεμοι, τὰ πικρὰ τῆς γυναικὸς ῥήματα· «Εἰπὸν γὰρ τι, φησί, ῥῆμα πρὸς Κύριον, καὶ τελεύτα»· καὶ οὐκ ἔπεσεν ἡ οἰκία, οὐκ ὑπεσκελίσθη ἡ ψυχή, οὐκ ἐβλασφήμησεν ὁ δίκαιος, ἀλλὰ καὶ ηὐχαρίστησεν οὕτως εἰπών· «Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο, ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο». Ὁρᾷς ὅτι οὐχὶ τῶν πειρασμῶν ἡ φύσις, ἀλλ’ ἡ τῶν ῥαθυμούντων ὀλιγωρία τὴν πτῶσιν ποιεῖν εἴωθεν; Ὡς τὸν γε ἰσχυρὸν καὶ ἰσχυρότερον ἡ θλῖψις ἐργάζεται. Τὶς ταῦτά φησιν; Ὁ ἐν τῇ θλίψει τραφείς, ὁ μακάριος Παῦλος, οὕτω λέγων· «Ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα». Καὶ καθάπερ τὰ ἰσχυρὰ τῶν δένδρων ἡ τῶν ἀνέμων ρύμη προσπίπτουσα καὶ πάντοθεν ῥιπίζουσα οὐκ ἀνασπᾷ, ἀλλὰ στεῤῥότερα καὶ ἰσχυρότερα ταῖς προσβολαῖς ταύταις κατασκευάζει· οὕτω καὶ ψυχὴν ἁγίαν, καὶ εὐλαβείᾳ συζῶσαν, αἱ τῶν πειρασμῶν ἐπαγωγαὶ καὶ τῶν θλίψεων οὐχ ὑποσκελίζουσιν, ἀλλὰ πρὸς πλείονα ὑπομονὴν ἀλείφουσι, καθάπερ καὶ τὸν μακάριον Ἰὼβ λαμπρότερον ἐποίησαν καὶ σεμνότερον. Νῦν μὲν οὖν ἄνθρωπος ἡμῖν ὀργίζεται, ἄνθρωπος ὁμοιοπαθὴς καὶ ὁμόψυχος καὶ δεδοίκαμεν· τότε δὲ ἐκείνῳ δαίμων πονηρὸς καὶ ἄγριος ἦν ὁ ὀργιζόμενος, καὶ οὐχ ἁπλῶς ὠργίζετο, ἀλλὰ πάντα ἐκίνει τὰ μηχανήματα, καὶ πᾶσαν προσῆγεν μαγγανείαν, καὶ οὐδὲ οὕτως ἤλεγξε τοῦ δικαίου τὴν ἀνδρείαν. Καὶ οὗτος μὲν ἄνθρωπος ὤν, νῦν μὲν ὀργίζεται, νῦν δὲ καταλλάττεται, καὶ ὅμως ἀποτεθνήκαμεν τῷ δέει· τότε δὲ διάβολος ἦν ὁ πολέμων ὁ μηδέποτε καταλλαττόμενος τῇ τῶν ἀνθρώπων φύσει, ἀλλὰ πόλεμον ἄσπονδον καὶ μάχην ἀκήρυκτον πρὸς τὸ γένος ἡμῶν ἀράμενος· ἀλλ’ ὅμως κατεγέλασεν αὐτοῦ τῶν βελῶν ὁ δίκαιος. Τίνα οὖν ἂν ἔχοιμεν ἀπολογίαν, ἢ ποίαν συγγνώμην, οὔπω; Ἀνθρώπινον πειρασμὸν οὐ φέροντες οἱ τοσαῦτα φιλοσοφοῦντες ἐν τῇ χάριτι, τοῦ πρὸ τῆς χάριτος καὶ τῆς παλαιᾶς διαθήκης οὕτω τὸν ἀφόρητον πόλεμον ἐκεῖνον ἐνεγκόντος γενναίως;

Ταῦτα οὖν ἀεὶ διαλεγώμεθα, ἀγαπητοί, πρὸς ἀλλήλους, καὶ διὰ τούτων ἑαυτοὺς παρακαλῶμεν τῶν λόγων· καὶ γὰρ ὑμεῖς μάρτυρες, καὶ τὸ συνειδὸς τὸ ὑμέτερον ὅσον ἀπὸ τοῦ πειρασμοῦ τούτου τὸ κέρδος ἐσχήκαμεν· ὁ ἀκόλαστος σώφρων ἐγένετο νῦν, ὁ θρασὺς ἐπιεικέστερος, ὁ ῥάθυμος σπουδαῖος, οἱ μηδέποτε ἐκκλησίαν ἰδόντες, ἀλλ’ ἐν θεάτροις προσεδρεύοντες, ἐν ἐκκλησίᾳ διημερεύουσι νῦν. Διὰ ταῦτα οὖν ἀλγεῖς, εἰπὲ μοι, ὅτι σε σπουδαῖον τῷ φόβῳ ἐποίησεν ὁ Θεός; Ὅτι σε τῇ θλίψει πρὸς αἴσθησιν τῆς σεαυτοῦ σωτηρίας ἤγαγεν; Ἀλλ’ ὀδυνᾶταί σου τὸ συνειδός; Ἀλλὰ τιτρώσκεταί σου καθ’ ἑκάστην ἡμέραν ἡ διάνοια θάνατον προσδοκῶσα, καὶ ἀπειλὴν μεγίστην; Ἀλλὰ καὶ ἐντεῦθεν ἡμῖν πολλὴ πρὸς ἀρετὴν ἐπίδοσις ἔσται, ἐπιτεινομένης ἡμῖν τῆς εὐλαβείας διὰ τῆς ἀγωνίας. Δυνατὸς μὲν γὰρ ὁ Θεὸς ἅπαντα λῦσαι σήμερον τὰ δεινά· ἀλλ’ ἕως ἂν ἴδῃ καθαρθέντας ἡμᾶς, ἕως ἂν ἴδῃ γενομένην ἐπιστροφήν, καὶ μετάνοιαν παγίαν καὶ ἄσειστον, οὐ καταλύει τὴν θλῖψιν. Καὶ γὰρ ὁ χρυσοχόος, ἕως ἂν ἴδῃ τὸ χρυσίον καλῶς ἐκκαθαρθέν, οὐκ ἀνασπᾶ τοῦ χωνευτηρίου· οὕτω καὶ ὁ Θεὸς οὐ παράγει τοῦτο τὸ νέφος, ἕως ἂν ἡμᾶς σωφρονίσῃ καλῶς. Ὁ γὰρ συγχωρήσας τὸν πειρασμόν, αὐτὸς οἶδε καὶ τὸν καιρὸν τῆς λύσεως τοῦ πειρασμοῦ. Οὕτω καὶ ὁ κιθαρῳδὸς οὔτε ἐπιτείνει τὴν νευράν, ἵνα μὴ διαῤῥήξῃ, οὔτε χαλᾷ πέρᾳ τοῦ μέτρου, ἵνα μὴ λυμήνηται τὴν συμφωνίαν τῆς ἁρμονίας· οὕτω καὶ ὁ Θεὸς ποιεῖ, οὔτε ἐν ἀνέσει διηνεκεῖ, οὔτε ἐν θλίψει μακρᾷ τὴν ἡμετέραν καθίστησι ψυχήν, κατὰ τὴν αὐτοῦ σύνεσιν ἀμφότερα ταῦτα ποιῶν. Οὐκ ἀφίησι μὲν γὰρ διηνεκοῦς ἀνέσεως ἀπολαύειν, ἵνα μὴ γενώμεθα ῥᾳθυμότεροι· οὐκ ἀφίησι δὲ ἐν θλίψει συνεχεῖ εἶναι πάλιν, ἵνα μὴ καταπέσωμεν μηδὲ ἀπαγορεύσωμεν.

γ’. Αὐτῷ τοίνυν παραχωρῶμεν τὸν καιρὸν τῆς ἀπαλλαγῆς τῶν δεινῶν, ἡμεῖς δὲ εὐχώμεθα μόνον, ἡμεῖς ἐν εὐλαβείᾳ ζήσωμεν. Ἡμῶν μὲν γὰρ ἔργον τὸ μεταβαλέσθαι πρὸς ἀρετήν, τοῦ Θεοῦ δὲ ἔργον τὸ λῦσαι τὰ δεινά· καὶ γὰρ σοῦ τοῦ πειραζομένου μᾶλλον αὐτὸς βούλεται σβέσαι τὴν πυρὰν ταύτην, ἀλλ’ ἀναμένει σου τὴν σωτηρίαν. Ὥσπερ οὖν ἐξ ἀνέσεως ἐγένετο θλῖψις, οὕτω καὶ ἀπὸ θλίψεως ἄνεσιν χρὴ προσδοκᾶν. Οὐδὲ γὰρ ἀεὶ χειμών οὐδὲ ἀεὶ θέρος, οὐκ ἀεὶ κύματα οὐδὲ ἀεὶ γαλήνη, οὐκ ἀεὶ νὺξ οὐδὲ ἀεὶ ἡμέρα· οὕτως οὐδὲ ἀεὶ θλῖψις, ἀλλ’ ἔσται καὶ ἄνεσις, μόνον ἐὰν τῇ θλίψει διαπαντὸς εὐχαριστῶμεν τῷ Θεῷ. Καὶ γὰρ οἱ τρεῖς παῖδες εἰς κάμινον ἐνεβλήθησαν, καὶ οὐδὲ οὕτως ἐπελάθοντο τῆς εὐλαβείας, οὐδὲ ἐφόβησεν αὐτοὺς ἡ φλόξ, ἀλλὰ τῶν ἐν θαλάμω καθημένων, καὶ μηδὲν πασχόντων δεινόν, σπουδαιότερον τῷ πυρὶ κυκλούμενοι, τὰς ἰερὰς ἐκείνας ἀνέπεμπον εὐχάς. Διὰ τοῦτο τεῖχος αὐτοῖς ἐγένετο τὸ πῦρ, καὶ στολὴ ἡ φλόξ, καὶ πηγὴ ἡ κάμινος, καὶ δεδεμένους λαβοῦσα λελυμένους ἀπέδωκεν· ἔλαβε θνητὰ σώματα, καὶ ὡς ἀθανάτων ἀπέσχετο· οὐκ ἔγνω τὴν φύσιν, ἀλλ’ ᾐδέσθη τὴν εὐλάβειαν· ἔδησε τοὺς πόδας ὁ τύραννος, καὶ ἔδησαν οἱ πόδες τοῦ πυρὸς τὴν ἐνέργειαν. Ὣ παραδόξου πράγματος! Τοὺς δεδεμένους ἔλυσεν ἡ φλόξ, καὶ αὐτὴ λοιπὸν ὑπὸ τῶν δεδεμένων ἐδέδετο· μετάβαλε γὰρ τῶν πραγμάτων τὴν φύσιν τῶν νεανίσκων ἡ εὐλαβείᾳ, μᾶλλον δὲ οὐ τὴν φύσιν μετέβαλεν, ἀλλ’ ὃ πολλῷ θαυμαστότερον ἦν, μενούσης τῆς φύσεως τὴν ἐνέργειαν ἔστησεν. Οὐ γὰρ ἔσβεσε τὸ πῦρ, ἀλλὰ καιόμενον ἀργὸν ἐποίησε· καὶ τὸ δὴ θαυμαστὸν καὶ παράδοξον, οὐκ ἐπὶ τῶν σωμάτων τοῦτο τῶν ἁγίων ἐγένετο μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἱματίων αὐτῶν, καὶ ἐπὶ τῶν ὑποδημάτων. Καὶ καθάπερ ἐπὶ τῶν ἀποστόλων, τὰ ἱμάτια Παύλου νοσήματα καὶ δαίμονας ἤλαυνε, καὶ αἱ σκιαὶ Πέτρου θάνατον ἐφυγάδευον· οὕτω δὴ καὶ ἐνταῦθα τῶν παίδων τούτων τὰ ὑποδήματα τὴν τοῦ πυρὸς δύναμιν ἔσβεσεν. Οὐκ οἶδα πῶς εἴπω· τὸ γὰρ θαῦμα πᾶσαν ὑπερβαίνει λόγου διήγησιν. Καὶ γὰρ ἔσβεστο ἡ ἐνέργεια, καὶ οὐκ ἔσβεστο· ὅτε μὲν γὰρ τοῖς σώμασιν ὡμίλει τῶν ἁγίων ἐκείνων, ἔσβεστο· ὅτε δὲ τὰ δεσμὰ διαῤῥῆξαι ἔδει, οὐκ ἔσβεστο· τὰ γοῦν δεσμὰ διέῤῥηξε, καὶ τῶν ἀστραγάλων οὐχ ἥψατο. Εἶδες πόση ἡ ἐγγύτης; Καὶ οὐκ ἠπατήθη τὸ πῦρ, οὐδὲ ἐνδοτέρω τῶν δεσμῶν προελθεῖν ἐτόλμησεν. Ἔδησεν ὁ τύραννος, καὶ ἔλυσεν ἡ φλόξ, ἵνα μάθῃς καὶ τοῦ βαρβάρου τὴν ὠμότητα καὶ τοῦ στοιχείου τὴν ὑπακοήν. Τίνος δὲ ἕνεκεν ἔδησεν, εἰς πῦρ ἐμβαλεῖν μέλλων; Ἵνα τὸ θαῦμα μεῖζον γένηται, ἵνα παραδοξότερον τὸ σημεῖον, ἵνα μὴ νομίσῃς ὀφθαλμῶν ἀπάτην εἶναι τὰ ὁρώμενα. Εἰ γὰρ μὴ πῦρ ἦν ἐκεῖνο τὸ πῦρ, οὐκ ἂν τὰ δεσμὰ κατέφαγεν· καὶ ὃ πολλῷ μεῖζον ἦν, οὐκ ἂν τοὺς ἔξωθεν στρατιώτας καθημένους ἥρπασεν· νῦν δέ, ἐν μὲν τοῖς ἔξω τὴν δύναμιν ἐπεδείξατο, ἐν δὲ τοῖς ἔνδον τὴν ὑπακοὴν ἔδειξε. Σὺ δὲ μοι σκόπει πανταχοῦ, πῶς ὁ διάβολος δι’ ὧν πολεμεῖ τοῖς τοῦ Θεοῦ δούλοις, διὰ τούτων τὴν οἰκείαν δύναμιν καθαίρει, οὐχ ἑκών, ἀλλὰ τοῦ Θεοῦ τοῦ σοφοῦ καὶ εὐμηχάνου τοῖς ὅπλοις τοῖς ἐκείνου καὶ ταῖς μεθοδίαις κατὰ τῆς ἐκείνου κεχρημένου κεφαλῆς. Ὃ δὴ καὶ ἐνταῦθα γέγονεν. Ὁ μὲν γὰρ διάβολος ἐμπνεύσας τῷ τυράννῳ τότε ἐκείνῳ, οὔτε σιδήρῳ τὰς τῶν ἁγίων ἀποτμηθῆναι κεφαλὰς ἀφῆκεν, οὔτε θηρίοις παραδοθῆναι, οὔτε ἄλλῳ τινὶ τοιούτῳ τρόπῳ κολασθῆναι· ἀλλ’ εἰς τὸ πῦρ ἐμβληθῆναι, ἵνα μηδὲ τὰ λείψανα μείνῃ τῶν ἁγίων ἐκείνων, τῶν σωμάτων αὐτοῖς ἀφανισθέντων, καὶ τῆς τεφρὰς αὐτῶν τῇ τέφρᾳ τῶν κληματίδων ἀναμιγείσης. Ὁ δὲ Θεὸς αὐτῷ δὲ τούτῳ πρὸς ἀναίρεσιν τῆς ἀσεβείας ἐχρήσατο, καὶ πῶς, ἐγὼ λέγω.

Θεὸς παρὰ τοῖς Πέρσαις εἶναι νομίζεται τὸ πῦρ, καὶ τιμῶσιν αὐτὸ μετὰ πολλῆς τῆς θεραπείας οἱ βάρβαροι οἱ τὴν χώραν ἐκείνην οἰκοῦντες ἔτι καὶ νῦν. Βουλόμενος τοίνυν ὁ Θεὸς πρόῤῥιζον ἀνελεῖν τῆς ἀσεβείας τὴν ὑπόθεσιν, συνεχώρησεν αὐτῷ τῷ τρόπῳ τῆς κολάσεως ταύτης, ἵνα κατ’ ὀφθαλμοὺς τῶν θεραπευόντων αὐτὸ πάντων τοῖς αὐτοῦ δούλοις τὰ νικητήρια δῷ, διὰ τῶν ἔργων αὐτῶν πείσας αὐτούς, ὅτι οἱ τῶν Ἑλλήνων θεοὶ οὐχὶ τὸν Θεὸν μόνον, ἀλλὰ καὶ τοὺς τοῦ Θεοῦ δούλους δεδοίκασι.

δ’. Καὶ σκόπει διὰ τῶν ἐναντίων πλεκόμενον τῆς νίκης τὸν στέφανον, καὶ μάρτυρας τοῦ τροπαίου γενομένους αὐτοὺς τοὺς ἐχθρούς. «Ἀπέστειλε γάρ, φησί, Ναβουχοδονόσορ ὁ βασιλεὺς συναγαγεῖν πάντας τοὺς ὑπάτους, καὶ στρατηγούς, καὶ τοπάρχας, ἡγουμένους, καὶ τυράννους, καὶ τοὺς ἐπ’ ἐξουσιῶν, καὶ πάντας τοὺς ἄρχοντας τῶν χωρῶν ἐλθεῖν εἰς τὰ ἐγκαίνια τῆς εἰκόνος· καὶ συνήχθησαν πάντες». Ὁ ἐχθρὸς συνάγει τὸ θέατρον, καὶ αὐτὸς συγκροτεῖ τοὺς θεατάς· αὐτὸς τὰ σκάμματα τίθησι, καὶ θέατρον οὐ τῶν τυχόντων ἀνθρώπων, οὐκ ἰδιωτῶν τινων, ἀλλὰ τῶν ἐντίμων καὶ πάντων τῶν ἐν ἀρχαῖς, ἵνα καὶ ἡ μαρτυρία ἀξιόπιστος γένηται παρὰ τοῖς πολλοῖς. Ἦλθον ἐφ’ ἑτέρᾳ κληθέντες ὑποθέσει, καὶ ἕτερα θεασάμενοι πάντες ἀπῆλθον. Ἦλθον προσκυνήσοντες τὴν εἰκόνα, καὶ τῆς μὲν εἰκόνος καταγελάσαντες, ἐκπλαγέντες δὲ τοῦ Θεοῦ τὴν δύναμιν, διὰ τῶν εἰς τοὺς παῖδας τούτους γενομένων σημείων, ἀπῆλθον. Καὶ ὅρα ποῦ τὸ στάδιον ἀνεῴγει τοῦτο· οὐκ ἐν πόλει, οὐδὲ ἐν χώρᾳ τινί, ἀλλ’ ὕπτια καὶ ψιλὰ πεδία δέχεται τοῦτο τῆς οἰκουμένης τὸ θέατρον. Ἐν γὰρ πεδίῳ Δεηρᾷ, τῆς πόλεως ἔξω, τὴν εἰκόνα ἔστησε, καὶ ὁ κῆρυξ παρελθὼν ἐβόα· «Ὑμῖν λέγεται, ἔθνη, φυλαί, λαοί, γλῶσσαι, ἐν ᾗ ἂν ὥρᾳ ἀκούσητε τῆς φωνῆς τῆς σάλπιγγος σύριγγός τε καὶ κιθάρας, σαμβύκης τε καὶ ψαλτηρίου, καὶ συμφωνίας, καὶ παντὸς γένους μουσικῶν, πεσόντες προσκυνήσατε τῇ εἰκόνι τῇ χρυσῇ (ὄντως γὰρ πέσεν ἦν τὸ προσκυνῆσαι τὸ εἴδωλον)· καὶ ὃς ἐὰν μὴ προσκυνήσῃ πεσών, ἐν αὐτῇ τῇ ὥρᾳ ἐμβληθήσεται εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην». Εἶδες πῶς χαλεπὰ τὰ παλαίσματα γίνεται, καὶ ὅσαι τῆς ἐπιβουλῆς αἱ ἀνάγκαι, καὶ πῶς βαθὺ τὸ βάραθρον, καὶ κρημνὸς ἑκατέρωθεν; Ἀλλὰ μὴ δείσης· ὅσῳπερ ἂν αὐξήσῃ τὰ μηχανήματα ὁ ἐχθρός, τοσούτῳ μᾶλλον δείκνυσι τῶν παίδων τὴν ἀνδρείαν. Διὰ γὰρ τοῦτο συμφωνία μουσικῶν τοσούτων, διὰ τοῦτο ἡ κάμινος ἡ καιομένη, ἵνα καὶ ἡδονὴ καὶ φόβος πολιορκῇ τὰς τῶν παρόντων ψυχάς. Πικρὸς τὶς ἐστι τῶν παρόντων καὶ δυσένδοτος, μαλαττέτω, φησίν, αὐτὸν γοητεύουσα τῆς παναρμονίου μουσικῆς ἡ μελῳδίᾳ. Ἀλλ’ ἀνώτερος ταύτης γίνεται τῆς ἐπιβουλῆς· φοβείτω καὶ καταπληττέτω τῆς φλογὸς ἡ ὄψις. Καὶ ἦν φόβος καὶ ἡδονή, ἡ μὲν διὰ τῶν ὤτων, ὁ δὲ διὰ τῶν ὀφθαλμῶν ἐπεισιὼν τῇ ψυχῇ· ἀλλὰ τὸ γενναῖον τῶν νεανίσκων ἐκείνων οὐδὲν τούτων ἤλεγξεν· ἀλλ’ ὥσπερ εἰς τὸ πῦρ ἐμπεσόντες ἐκράτησαν τῆς φλογός, οὕτω πάσης ἐπιθυμίας καὶ ἀγωνίας κατεγέλασαν. Πάντα γὰρ ταῦτα δι’ ἐκείνους ὁ διάβολος προπαρεσκεύασεν· οὐ γὰρ περὶ τῶν ὑπηκόων ἠμφισβήτει, ἀλλὰ καὶ σφόδρα ἐθάῤῥει, ὅτι οὐδεὶς ἀντιπεσεῖται τῷ νόμῳ τοῦ βασιλέως· ἐπειδὴ δὲ ἅπαντες ἔπεσον καὶ ἡττήθησαν, τότε εἰς μέσον οἱ παῖδες ἄγονται μόνοι, ἵνα καὶ ταύτῃ ἡ νίκη λαμπροτέρα γένηται, ἐν τοσούτῳ πλήθει νικώντων καὶ ἀνακηρυττομένων αὐτῶν. Οὐδὲ γὰρ ἦν οὕτω θαυμαστόν, εἰ μηδενὸς ὑποσκελισθέντος οὗτοι παρελθόντες ἠνδρίσαντο πρῶτοι. Τὸ δὲ μέγιστον καὶ παράδοξον, ὅτι τῶν πεπτωκότων τὸ πλῆθος οὐκ ἐφόβησεν αὐτούς, οὐδὲ ἐξέλυσεν, οὐδὲ εἶπον πρὸς ἑαυτοὺς τι τοιοῦτον, ὃ πολλοὶ πολλάκις λέγειν εἰώθασιν· εἰ μὲν γὰρ πρῶτοι καὶ μόνοι προσκυνεῖν ἡμεῖς ἐμέλλομεν τὴν εἰκόνα, ἔγκλημα τὸ γινόμενον ἦν· εἰ δὲ μετὰ τοσούτων μυριάδων τοῦτο ποιοῦμεν, τὶς οὐ δώσει συγγνώμην; Τὶς ἀπολογίας οὐκ ἀξιώσει; Ἀλλ’ οὐδὲν οὔτε εἶπον, οὔτε ἐνενόησάν τι τοιοῦτον ἐκεῖνοι, τὰ πτώματα τῶν τοσούτων ἰδόντες τυράννων. Σὺ δὲ μοι σκόπει καὶ τῶν διαβαλλόντων αὐτοὺς τὴν κακουργίαν, πῶς καὶ κακοήθως αὐτῶν καὶ πικρῶς κατηγόρησαν ἐκεῖνοι. «Εἰσὶ γάρ, φησίν, ἄνδρες Ἰουδαῖοι, οὓς κατέστησας ἐπὶ τὰ ἔργα τῆς χώρας Βαβυλῶνος»· οὐ γὰρ ἁπλῶς ἐμνημόνευσαν τοῦ ἔθνους, ἀλλὰ καὶ τῆς τιμῆς ἀνέμνησαν, ἵνα ἐκκαύσωσι τὴν τοῦ βασιλέως ὀργήν, μονονουχὶ λέγοντες, ὅτι τοὺς δούλους, τοὺς αἰχμαλώτους, τοὺς ἀπόλιδας, ἄρχοντας ἡμῶν ἐποίησας· οἱ δὲ καὶ τὴν τοσαύτην τιμὴν ὑβρίζουσι, καὶ παροινοῦσιν εἰς τὸν τετιμηκότα. Διὰ τοῦτο λέγουσιν· «Οἱ Ἰουδαῖοι, οὓς κατέστησας ἐπὶ τὰ ἔργα τῆς χώρας Βαβυλῶνος, οὐχ ὑπήκουσαν τῷ δόγματί σου, καὶ τοῖς θεοῖς σου οὐ λατρεύουσι». Μέγιστος ἔπαινος ἡ κατηγορίᾳ, καὶ τὰ ἐγκλήματα ἐγκώμια γίνεται, καὶ ἡ μαρτυρία ἀνύποπτος τῶν ἐχθρῶν αὐτὴν παρεχομένων. Τὶ οὖν ὁ βασιλεύς; Ἐκέλευσεν εἰς μέσον ἀχθῆναι αὐτοὺς ὥστε πάντοθεν αὐτοὺς φοβῆσαι. Ἀλλ’ οὐδὲν ἐκείνους ἐξέπληξεν, οὐχ ὁ θυμὸς τοῦ βασιλέως, οὐ τὸ μόνους ἐν μέσῳ τοσούτων ἀπειλῆφθαι, οὐ τὸ πῦρ ὁρώμενον, οὐχ αἱ σάλπιγγες ἠχοῦσαι, οὐ πάντες εἰς αὐτοὺς πῦρ βλέποντες, ἀλλὰ πάντων τούτων καταγελάσαντες, ὡς εἰς ψυχρὰν πηγὴν ὑδάτων ἐμπίπτειν μέλλοντες, ἐπὶ τὴν κάμινον εἰσῄεσαν, τὴν μακαρίαν ἐκείνην ἀφιέντες φωνήν, ὅτι «Τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησας οὐ προσκυνοῦμεν». Καὶ ταύτην οὐχ ἁπλῶς ἐκίνησα τὴν ἱστορίαν, ἀλλ’ ἵνα μάθητε, ὅτι κἂν θυμὸς ᾗ βασιλικός, κἂν ἐπιβουλὴ στρατιωτῶν, κἂν φθόνος ἐχθρῶν, κἂν αἰχμαλωσίᾳ, κἂν ἐρημία, κἂν πῦρ, κἂν κάμινος, κἂν μυρία δεινά, τὸν δίκαιον οὐδὲν ἐλέγξαι οὐδὲ φοβῆσαι δυνήσεται. Εἰ γάρ, ἔνθα ἀσεβὴς ἦν ὁ βασίλευες, οὐκ ἐξεπλάγησαν οἱ νεανίσκοι τὸν τοῦ τυράννου θυμόν, πολλῷ μᾶλλον ἡμᾶς θαῤῥεῖν χρή, φιλάνθρωπον καὶ ἥμερον ἔχοντας βασιλέα, καὶ χάριν εἰδέναι τῷ Θεῷ τῆς θλίψεως ταύτης, ἀπὸ τῶν εἰρημένων μαθόντας, ὅτι αἱ θλίψεις λαμπροτέρους ποιοῦσι, καὶ παρὰ Θεῷ, καὶ παρὰ ἀνθρώποις, τοὺς εἰδότας αὐτὰς φέρειν γενναίως. Καὶ γάρ, εἰ μὴ ἐγένοντο οὗτοι δοῦλοι, οὐκ ἂν ἔγνωμεν αὐτῶν τὴν ἐλευθερίαν· εἰ μὴ αἰχμάλωτοι ἐγένοντο, οὐκ ἂν αὐτῶν ἐμάθομεν τὴν εὐγένειαν τῆς ψυχῆς· εἰ μὴ τῆς κάτω πατρίδος ἐξέπεσον, οὐκ ἂν ἔγνωμεν τῆς ἄνω πολιτείας αὐτῶν τὴν ἀρετὴν εἰ μὴ ὠργίσθη αὐτοῖς ὁ ἐν τῇ γῇ βασιλεύς, οὐκ ἂν ἐμάθομεν τὴν εὔνοιαν, ἦν εἶχε περὶ αὐτοὺς ὁ ἐπουράνιος βασιλεύς.

ε’. Καὶ σὺ τοίνυν ἐὰν ἔχῃς ἐκεῖνον εὐμενῆ, κἂν εἰς κάμινον ἐμπέσῃς, μὴ ἀπογνῷς· ὥσπερ ἂν ὀργίζηται, κἂν ἐν παραδείσῳ ἧς, μὴ θαῤῥήσῃς. Καὶ γὰρ ἐν παραδείσῳ ἣν ὁ Ἀδάμ, καὶ ἐπειδὴ Θεὸν παρώργισεν, οὐδὲν ὠφέλησεν ὁ παράδεισος· ἐν καμίνῳ ἦσαν οὗτοι, καὶ ἐπειδὴ εὐδοκιμῆσαν, οὐδὲν ἔβλαψεν ἡ κάμινος· ἐν παραδείσῳ ἣν ὁ Ἀδάμ, καὶ ἐπειδὴ ῥάθυμος ἦν, ὑπεσκελίσθη· ἐν κοπρίᾳ ἐκάθητο ὁ Ἰώβ, καὶ ἐπειδὴ ἔνηφεν ἐκράτει. Καίτοι πόσῳ βελτίων παράδεισος κοπρίας! Ἀλλ’ οὐδὲν ὠφέλησεν ἡ ἀρετὴ τοῦ χωρίου τὸν ἐνοικοῦντα, ἐπειδὴ προὔδωκεν ἑαυτὸν ἐκεῖνος· ὥσπερ οὖν οὐδὲν ἔβλαψεν ἡ εὐτελείᾳ τοῦ τόπου τὸν ἀρετῇ πάντοθεν τετειχισμένον. Καὶ ἡμεῖς τοίνυν τὴν ψυχὴν ἀσφαλισώμεθα τὴν ἡμετέραν· κἂν γὰρ ζημία χρημάτων ἐπίῃ, κἂν θάνατος, τὴν δὲ εὐσέβειαν μηδεὶς ἡμᾶς ἀφέληται, μακαριώτεροι πάντων ἐσμεν. Τοῦτο καὶ ὁ Χριστὸς ἐπέταξεν εἰπών· «Γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις»· καθάπερ γὰρ ἐκεῖνος τὸ λοιπὸν προΐεται ἅπαν σῶμα, ὥστε διασῶσαι τὴν κεφαλήν· οὕτω καὶ σύ, κἂν χρήματα, κἂν σῶμα, κἂν τὴν παροῦσαν ζωήν, κἂν πάντα προέσθαι δέῃ, ὥστε διατηρῆσαι τὴν εὐσέβειαν, μὴ ἀθύμει. Ἂν γὰρ ἐκείνην ἔχων ἀπέλθῃς, πάντα σοι μετὰ πλείονος ἀποδώσει τῆς λαμπρότητος ὁ Θεός, καὶ τὸ σῶμα μετὰ μείζονος δόξης ἀναστήσει πάλιν, καὶ ἀντὶ χρημάτων τὰ ἀγαθὰ τὰ πᾶσαν ὑπερβαίνοντα λόγου δύναμιν. Οὐχὶ γυμνὸς ἐπὶ τῆς κοπρίας ἐκάθητο ὁ Ἰώβ, μυρίων θανάτων χαλεπωτέραν ὑπομένων ζωήν; Ἀλλ’ ἐπειδὴ τὴν εὐσέβειαν οὐκ ἀπέβαλε, πάντα μετὰ πλείονος αὐτῷ ἐπανῆλθε τῆς περιουσίας τὰ πρότερα, σώματος ὑγεία καὶ κάλλος· τῶν παίδων ὁ χορὸς ἅπας, τὰ κτήματα, καὶ τὸ δὴ μεῖζον ἁπάντων, ὁ λαμπρὸς τῆς ὑπομονῆς στέφανος. Καθάπερ γὰρ εἰ τῶν δένδρων γίνεται, κἂν τὸν καρπὸν τις ἀφέληται μετὰ τῶν φύλλων, κἂν τοὺς κλάδους πάντας ἐκκόψῃ, τῆς ῥίζης μενούσης, ὁλόκληρον καὶ μετὰ πλείονος ἀνίσταται τῆς εὐπρεπείας τὸ δένδρον· οὕτω δὴ καὶ ἐφ’ ἡμῶν, ἐὰν ἡ ῥίζα μένῃ τῆς εὐσεβείας, κἂν ὁ πλοῦτος ἀφαιρεθῇ, κἂν τὸ σῶμα διαφθαρῇ, πάντα πάλιν μετὰ μείζονος ἡμῖν ἐπάνεισι τῆς δόξης. Πᾶσαν τοίνυν μέριμναν τῆς ψυχῆς ἐκβαλόντες καὶ φροντίδα περιττήν, πρὸς ἑαυτοὺς ἐπανέλθωμεν, καὶ τὸ σῶμα, καὶ τὴν ψυχὴν καλλωπίσωμεν τῷ κόσμῳ τῆς ἀρετῆς, ὅπλα δικαιοσύνης. Ἀλλὰ μὴ ὅπλα ἁμαρτίας τὰ μέλη τοῦ σώματος ἡμῶν κατασκευάζοντες· καὶ πρῶτον ἁπάντων τὴν γλῶτταν παιδεύσωμεν εἶναι διάκονον τῆς τοῦ πνεύματος χάριτος, πάντα ἰὸν καὶ πονηρίαν ἐκ τοῦ στόματος ἐκβάλλοντες, καὶ ῥημάτων αἰσχρῶν μελέτην. Καὶ γὰρ ἡμεῖς κύριοι καὶ πονηρίας καὶ δικαιοσύνης ὄργανον ἕκαστον τῶν ἡμετέρων ποιῆσαι μελῶν. Ἀκοῦον γοῦν πῶς τὴν γλῶτταν οἱ μὲν ἁμαρτίας, οἱ δὲ δικαιοσύνης ἐποίησαν ὅπλον. «Ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα». Ἕτερος δὲ τὶς φησι, περὶ τῆς ἑαυτοῦ γλώσσης· «Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου». Ἐκείνη φόνον εἰργάσατο, αὕτη νόμον ἔγραφε θεῖον· διὰ τοῦτο μάχαιρα μὲν ἐκείνη, κάλαμος δὲ ἦν αὕτη, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν προαίρεσιν τῶν χρωμένων. Ἡ μὲν γὰρ φύσις τῆς γλώττης καὶ ταύτης κἀκείνης ἦν μία, ἡ δὲ ἐργασία οὐ μία. Καὶ περὶ τοῦ στόματος δὲ πάλιν ὁμοίως τὸ αὐτοῦ τοῦτο ἔστιν ἰδεῖν· οἱ μὲν γὰρ εἶχον τὸ στόμα σηπεδόνος γέμον καὶ πονηρίας· διὰ τοῦτο ὁ κατηγορῶν ἔλεγε· «Τὸ στόμα αὐτῶν ἀρᾶς καὶ πικρίας γέμει»· τὸ δὲ αὐτοῦ οὐ τοιοῦτον, ἀλλά, «Τὸ στόμα μου μιλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν». Ἕτεροι δὲ πάλιν χεῖρας εἶχον ἀνομίας ἐμπεπλησμέναις, καὶ τούτων κατηγορῶν πάλιν ἔλεγεν· «Ἐν ταῖς χερσὶν αὐτῶν αἱ ἀνομίαι, καὶ ἡ δεξιὰ αὐτῶν ἐπλήσθη δώρων»· αὐτὸς δὲ χεῖρας εἶχεν οὐδὲν ἕτερον ἢ πρὸς τὸν οὐρανὸν ἀνατείνεσθαι μεμελετηκυίας· διὸ καὶ περὶ τούτων ἔλεγεν· «Ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή». Καὶ ἐπὶ τῆς καρδίας τὸ αὐτοῦ τοῦτο πάλιν ἔστιν ἰδεῖν· τῶν μὲν γὰρ ἡ καρδία μάταια ἦν, τούτου δὲ ἀληθές· διὸ καὶ περὶ ἐκείνων φησίν· «Ἡ καρδία αὐτῶν μάταια»· περὶ δὲ τῆς ἑαυτοῦ· «Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν». Καὶ ἐπὶ ἀκοῆς δὲ τὸ αὐτὸ τοῦτο ἴδοι τις ἄν· οἱ μὲν γὰρ εἶχον θηρίων ἀκοὴν ἀμείλικτον καὶ ἀσύγγνωστον, καὶ κακίζων αὐτοὺς οὕτως ἔλεγεν· «Ὡσεὶ ἀσπίδος κωφῆς καὶ βυούσης τὰ ὦτα αὐτῆς»· ἡ δὲ αὐτοῦ ἀκοὴ δοχεῖον τῶν θείων ῥημάτων ἦν. Καὶ τοῦτο αὐτὸ πάλιν ἐδήλωσεν εἰπών· «Κλινῶ εἰς παραβολῆς τὸ οὖς μου, καὶ ἀνοίξω ἐν ψαλτηρίῳ τὸ πρόβλημα μου».

Ϛ’. Ταῦτ’ οὖν εἰδότες, πάντοθεν ἑαυτοὺς ἀρετῇ τειχίσωμεν, καὶ οὕτως ἀποκρουσόμεθα τοῦ Θεοῦ τὴν ὀργήν· καὶ τὰ μέλη τοῦ σώματος ἡμῶν ὅπλα δικαιοσύνης ποιήσωμεν, καὶ ὀφθαλμούς, καὶ στόμα, καὶ χεῖρας, καὶ πόδας, καὶ καρδίαν, καὶ γλῶτταν, καὶ πᾶν τὸ σῶμα ἡμῶν παιδεύσωμεν ἀρετῇ χρήσιμον εἶναι μόνῃ. Καὶ τῶν τριῶν δὲ ἐκείνων μνημονεύσωμεν, περὶ ὧν πρὸς τὴν ὑμετέραν διελέχθην ἀγάπη, παρακαλῶν μηδὲν ἔχειν ἐχθρόν, μηδὲ κακῶς λέγειν τινὰ τῶν λελυπηκότων ὑμᾶς, καὶ τὴν πονηρὰν τῶν ὅρκων ἐκβαλεῖν ἀπὸ τοῦ στόματος ὑμῶν συνήθειαν. Καὶ περὶ μὲν τῶν δυοῖν ἐντολῶν ἐν ἑτέρῳ καιρῷ διαλεξόμεθα, τὴν δὲ παροῦσαν ἑβδομάδα ἅπασαν περὶ τῶν ὅρκων ὑμῖν ἐροῦμεν, ἀπὸ τῆς εὐκολωτέρας ἐντολῆς ποιούμενοι τὴν ἀρχήν. Οὐδὲ γὰρ πόνος τις περιγενέσθαι τῆς τῶν ὅρκων συνηθείας, ἐὰν θελήσωμεν μικρὰν γοῦν εἰσενεγκεῖν σπουδήν, ἀλλήλους ὑπομιμνήσκοντες, νουθετοῦντες, τηροῦντες, δίκην ἀπαιτοῦντες καὶ εὐθύνας τοὺς ἐπιλανθανομένους. Τὶ γὰρ ὄφελος ἡμῖν τῆς τῶν βρωμάτων ἀποχῆς, ἐὰν μὴ τὰς πονηρᾶς τῆς ψυχῆς συνηθείας ἐξελάσωμεν; Ἰδού, τὴν ἡμέραν ἄσιτοι διετελέσαμεν σήμερον ἅπασαν, καὶ τράπεζαν ἐν ἑσπέρᾳ παραστησόμεθα οὐχ ὁμοίαν τῇ χθεσινῇ τραπέζῃ, ἀλλ’ ἐνηλλαγμένην καὶ σεμνοτέραν. Ἆρ’ οὖν ἔχι τις εἰπεῖν ἡμῶν, ὅτι καὶ τὸν βίον αὐτοῦ τὸν σήμερον ἐνήλλαξε, καθάπερ καὶ τὴν τράπεζαν; Ὅτι καὶ τὴν πονηρὰν μετέβαλε συνήθειαν, καθάπερ καὶ τὴν τροφήν; Οὐκ ἔγωγε, οἶμαι. Τὶ οὖν ὄφελος ἡμῖν τῆς νηστείας; Διὰ τοῦτο παρακαλῶ, καὶ παρακαλῶν οὐ παύσομαι, ὥστε ἑκάστην ἐντολὴν ἀπολαβόντας καθ’ ἑαυτήν, δύο καὶ τρεῖς ἡμέρας εἰς τὴν κατόρθωσιν αὐτῆς ἀναλίσκειν· καὶ καθάπερ εἰσὶ τινες οἱ πρὸς ἀλλήλους φιλοτιμούμενοι τῇ τῶν σιτίων ἀποχὴ καὶ θαυμαστὴν ἅμιλλαν ποιούμενοι· καὶ οἱ μὲν ὁλοκλήρους ἡμέρας δύο διατελοῦσιν ἄσιτοι, οἱ δὲ οὐκ οἴνου μόνον, οὐδὲ ἐλαίου, ἀλλὰ παντὸς ἐδέσματος χρῆσιν τῆς ἑαυτῶν ἐκβάλλοντες τραπέζης, ἄρτῳ καὶ ὕδατι χρώμενοι μόνον, τὴν Τεσσαρακοστὴν διανύουσιν ἅπασαν· οὕτω δὴ καὶ ἡμεῖς ἁμιλλώμεθα πρὸς ἀλλήλους, ὥστε τῶν ὅρκων τὰς νιφάδας ἀνελεῖν. Τοῦτο γὰρ πάσης νηστείας χρησιμώτερον, τοῦτο πάσης σκληραγωγίας ἐπικερδέστερον, καὶ τὴν σπουδήν, ἢν περὶ τὴν ἀποχὴν τῶν σιτίων ποιούμεθα, ταύτην περὶ τὴν ἀποχὴν τῶν ὅρκων ἐπιδειξώμεθα, ἐπεὶ τῆς ἐσχάτης ἀνοίας ὑποστησόμεθα ἔγκλημα, τῶν μὲν κεκωλυμένων καταφρονοῦντες, περὶ δὲ τὰ ἀδιάφορα πᾶσαν κινοῦντες σπουδήν. Τὸ μὲν γὰρ φαγεῖν οὐ κεκώλυται, τὸ δὲ ὀμόσαι κεκώλυται· ἡμεῖς δὲ τῶν συγκεχωρημένων ἀποστάντες, τῶν κεκωλυμένων κατατολμῶμεν. Διὰ τοῦτο παρακαλῶ τὴν ὑμετέραν ἀγάπην ποιήσασθαί τινα μεταβολήν, καὶ τὴν ἀρχὴν ἐντεῦθεν ἡμῖν ἐπιδείξασθαι. Ἂν γὰρ μετὰ τοσαύτης σπουδῆς τὴν παροῦσαν διανύσωμεν νηστείαν, τῇ μὲν ἑβδομάδι ταύτῃ τὸ μηδ’ ὅλως ὀμνύναι κατορθώσαντες, τῇ δὲ ἐπιούσῃ τὴν ὀργὴν σβέσαντες, τῇ δὲ μετ’ ἐκείνην τὴν κατηγορίαν πρόῤῥιζον ἀνελόντες, καὶ τῇ μετὰ ταύτην ἕτερα πάλιν πλείονα διορθώσαντες· οὕτως ὁδῷ προβαίνοντες κατὰ μικρὸν ἐπ’ αὐτὴν ἥξομεν τῆς ἀρετῆς τὴν κορυφήν, καὶ τὸν παρόντα διαφευξόμεθα κίνδυνον, καὶ τὸν Θεὸν ἵλεω καταστήσομεν, καὶ τὸ πλῆθος ἐπὶ τὴν πόλιν ἡμῖν ἐπανήξει πάλιν, καὶ τοὺς δραπετεύσαντας νῦν παιδεύσομεν, μὴ τόπων ἀσφαλείᾳ, μηδὲ ἀποφυγῇ καὶ ἀναχωρήσει, ἀλλ’ εὐλαβείᾳ ψυχῆς, καὶ τρόπων ἀρετῇ, τὰς ἐλπίδας τῆς σωτηρίας ἐγχειρίζειν τῆς ἡμετέρας. Καὶ οὕτω καὶ τῶν ἐνταῦθα, καὶ τῶν ἐκεῖ ἐπιτευξόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπία τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: ΟΜΙΛΙΑ Ε’. Ἔτι παράκλησις πρὸς τὸν λαὸν περὶ τοῦ φέρειν γενναίως τὴν ἐπικειμένην ἀπειλήν, ἔχοντα παραδείγματα ἐκ τῶν συμβάντων τῷ τε Ἰὼβ καὶ τοῖς Νινευΐταις· καὶ ὅτι οὐ χρὴ δεδιέναι τὸν θάνατον, ἀλλὰ τὴν ἁμαρτίαν· καὶ τὶ τὸ κακῶς ἀποθανεῖν· καὶ περὶ τοῦ μετὰ πάσης σπουδῆς φεύγειν τοὺς ὅρκους· καὶ εἰς τὸν σεισμὸν
Προηγούμενο: ΟΜΙΛΙΑ Γ’. Εἰς τὴν ἀποδημίαν τοῦ ἐπισκόπου Φλαβιανοῦ, ὑπὲρ τῆς πόλεως πρὸς τὸν βασιλέα πρεσβευόμενοι· καὶ τὶς ἐστιν ἡ ἀληθὴς νηστεία, καὶ ὅτι τοῦ φαγεῖν ἀνθρώπινον σῶμα τὸ κατηγορῆσαι χεῖρον, καὶ περὶ τῶν διὰ τὴν στάσιν σφαγέντων, καὶ πρὸς τοὺς ἐγκαλοῦντας, ὅτι πολλοὶ τῶν ἀναιτίων ἑάλωσαν.
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 49
Ἀρχικὴ Σελίδα: Τέρτιος