Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 49

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΟΜΙΛΙΑ Ϛ’. Ὅτι χρήσιμος ὁ τῶν ἀρχόντων φόβος, καὶ διήγησις τῶν κατὰ τὴν ὁδὸν συμβάντων τοῖς τὴν ἀγγελίαν τῆς στάσεως τῷ βασιλεῖ ἀναφέρουσι, καὶ ὅτι ὁ ἀδίκως τι πάσχων καὶ εὐχαριστῶν τῷ συγχωροῦντι Θεῷ, ἴσος ἐστὶ τοῦ διὰ τὸν Θεὸν τὰ αὐτὰ πάσχοντος· καὶ τὰ παραδείγματα πάλιν ἐκ τῶν τριῶν παίδων καὶ τῆς Βαβυλωνίας καμίνου, καὶ περὶ τῆς τῶν ὅρκων ἀποχῆς.
Προηγούμενο: ΟΜΙΛΙΑ Δ’. Παράκλησις πρὸς τὸν λαὸν περὶ καρτερίας καὶ ὑπομονῆς ἐκ παραδειγμάτων τοῦ τε Ἰὼβ καὶ τῶν τριῶν παίδων· καὶ περὶ τῆς τῶν ὅρκων ἀποχῆς
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 49

ΟΜΙΛΙΑ Ε’. Ἔτι παράκλησις πρὸς τὸν λαὸν περὶ τοῦ φέρειν γενναίως τὴν ἐπικειμένην ἀπειλήν, ἔχοντα παραδείγματα ἐκ τῶν συμβάντων τῷ τε Ἰὼβ καὶ τοῖς Νινευΐταις· καὶ ὅτι οὐ χρὴ δεδιέναι τὸν θάνατον, ἀλλὰ τὴν ἁμαρτίαν· καὶ τὶ τὸ κακῶς ἀποθανεῖν· καὶ περὶ τοῦ μετὰ πάσης σπουδῆς φεύγειν τοὺς ὅρκους· καὶ εἰς τὸν σεισμὸν

α’. Τῶν τριῶν παίδων καὶ τῆς Βαβυλωνίας καμίνου ἡ διήγησις οὐ μετρίως ὡς ἔοικε παρακάλεσεν ὑμῶν τὴν ἀγάπην χθές· ἔτι δὲ καὶ τὸ παράδειγμα τὸ κατὰ τὸν Ἰώβ, καίῃ κόπρια ἡ παντὸς θρόνου βασιλικοῦ σεμνοτέρα. Ἀπὸ μὲν γὰρ τὸν θρόνον ἰδεῖν βασιλικὸν οὐδὲν ἔσται τοῖς θεμένοις τὸ κέρδος, ἀλλὰ πρόσκαιρος μόνον τέρψις, ὄνησιν οὐδεμίαν ἔχουσα· ἀπὸ δὲ τοῦ τὴν κοπρίαν ἰδεῖν τοῦ Ἰὼβ πᾶσάν τις δέξεται ὠφέλειαν, καὶ φιλοσοφίαν πολλήν, καὶ παράκλησιν εἰς ὑπομονῆς λόγον. Διὰ τοῦτο πολλοὶ νῦν μακρὰν τινα καὶ διαπόντιον ἀποδημίαν στέλλονται ἀπὸ τῶν περάτων τῆς γῆς εἰς τὴν Ἀραβίαν τρέχοντες, ἵνα τὴν κοπρίαν ἐκείνην ἴδωσι, καὶ θεασάμενοι καταφιλήσωσι τὴν γῆν τὴν τὰ σκάμματα τοῦ στεφανίτου δεξαμένην ἐκείνου, καὶ τὸ χρυσίου παντὸς τιμιώτερον αἷμα. Οὐδὲ γὰρ οὕτως ἐστὶν ἁλουργὶς λαμπρά, ὡς τὸ σῶμα ἐκεῖνο τότε ἀπέστιλβεν, οὐκ ἀλλοτρίῳ, ἀλλ’ οἰκείῳ βαπτιζόμενον αἵματι. Καὶ τὰ τραύματα δὲ ἐκεῖνα ἁπάντων λίθων ἦν τιμιωτέρα. Μαργαριτῶν μὲν γὰρ φύσις οὐδὲν τὸν βίον ὠφελεῖ τὸν ἡμέτερον, οὐδὲ χρείαν τινὰ πληροῖ τοῖς ἔχουσιν ἀναγκαίαν· τὰ δὲ τραύματα ἐκεῖνα πάσης ἀθυμίας ἐστὶ παράκλησις. Καὶ ἵνα μάθῃς, ὅτι τοῦτό ἐστιν ἀληθές, ἐὰν ἀποβάλῃ τις υἱὸν γνήσιον καὶ μονογενῆ, δεῖξον αὐτῷ μυρίους μαργαρίτας, καὶ οὐ παραμυθήσῃ τὸ πάθος, οὐδὲ θεραπευθεὶς τὴν ὀδύνην· ἀναμνήσας δὲ αὐτὸν τῶν τραυμάτων οὐ Ἰώβ, ῥᾳδίως δυνήσῃ θεραπεῦσαι, οὕτω λέγων· τὶ πενθεῖς, ἄνθρωπε; Σὺ μὲν τέκνον ἀπέβαλες ἕν, ὁ δὲ μακάριος ἐκεῖνος μετὰ τὸ τῶν παίδων ὁλόκληρον ἀφαιρεθῆναι τὸν χορὸν καὶ αὐτῇ τῇ σαρκὶ τὴν πληγὴν ἐδέξατο, καὶ γυμνὸς ἐπὶ τῆς κοπρίας ἐκάθητο ἰχῶρι πάντοθεν καταῤῥεόμενος, κατὰ μικρὸν αὐτῷ τῆς σαρκὸς δαπανωμένης, ὁ δίκαιος, ὁ ἀληθινός, ὁ θεοσεβής, ὁ ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος, ὁ καὶ Θεὸν μάρτυρα τῆς ἀρετῆς ἔχων. Ἂν γὰρ ταῦτα εἴπῃς τὰ ῥήματα, πᾶσαν ἔσβεσας τοῦ πενθοῦντος τὴν ἀθυμίαν, καὶ πᾶσαν ἀνεῖλες τὴν ὀδύνην, καὶ γίνεται οὕτω χρησιμωτέρα μαργαριτῶν τὰ τραύματα τοῦ δικαίου. Ὑπογράψετε τοίνυν ἑαυτοῖς τὸν ἀθλητὴν καὶ ὑμεῖς, καὶ νομίζετε βλέπειν τὴν κοπρίαν ἐκείνην, καὶ αὐτὸν ἐν μέσῳ καθήμενον τῆς κοπρίας, τὸν ἀνδριάντα τὸν χρυσοῦν, τὸν διάλιθον, τὸν πῶς εἴπω οὐκ οἶδα· οὐδὲ γὰρ ἔχω τιμίαν οὕτως ὕλην εὑρεῖν, ὡς δυνηθῆναι τὸ ᾑμαγμένον ἐκεῖνο σῶμα παραβαλεῖν· οὕτω καὶ πάσης ὕλης τιμαλφεστάτης ἐκ πολλοῦ τοῦ περιόντος τῆς σαρκὸς ἐκείνης ἡ φύσις ἦν τιμιωτέρα, καὶ τὰ τραύματα τῶν ἡλιακῶν ἀκτίνων φαιδροτέρα· αὗται μὲν γὰρ τὰς τοῦ σώματος καταυγάζουσιν ὄψεις, ἐκεῖνα δὲ τῆς διανοίας ἡμῶν φωτίζει τὰ ὄμματα, ἐκεῖνα καθάπαξ τὸν διάβολον ἀπετύφλωσε. Διὰ γοῦν τοῦτο, μετὰ τὴν πληγὴν ἐκείνην ἀπεπήδησε, καὶ οὐκ ἐφάνη λοιπόν. Σὺ δὲ μοι κἀντεῦθεν, ἀγαπητέ, μάνθανε τὸ τῆς θλίψεως κέρδος ποσὸν ἐστίν. Ἡνίκα μὲν γὰρ ἐπλούτει καὶ ἀνέσεως ἀπήλαυεν ὁ δίκαιος, διαβάλλειν ἔσχεν αὐτόν, ψευδῶς μέν, ἔσχε δ’ οὖν ὅμως εἰπεῖν· «Μὴ δωρεὰν σέβεταί σε ὁ Ἰώβ»; Ἐπειδὴ δὲ αὐτὸν ἐγύμνωσε καὶ ἐποίησε πένητα, οὐδὲ γρύξαι λοιπὸν ἐτόλμησε· καὶ ὅτε μὲν πλούσιος ἦν, ὑπισχνεῖτο παλαίειν αὐτόν, καὶ ὑποσκελίζειν ἠπείλει· ἐπειδὴ δὲ πένητα εἰργάσατο, καὶ πάντων ἀπεστέρησε, καὶ εἰς ἐσχάτην ὀδύνην ἐνέβαλε, τότε ἀπεπήδησε· καὶ ὅτε μὲν ὑγιὲς αὐτοῦ τὸ σῶμα ἦν, τὰς χεῖρας ἀντῆρεν, ὅτε δὲ αὐτοῦ κατέκοψε τὴν σάρκα, τότε ἔφυγεν ἡττηθείς.

Εἶδες ποσὸν πενία πλούτου, καὶ ἀῤῥωστία καὶ νόσος ὑγείας, καὶ πειρασμὸς ἀνέσεως βέλτιον τοῖς νήφουσίν ἐστι καὶ χρησιμώτερον, καὶ λαμπροτέρους καὶ εὐτονωτέρους τοὺς ἀθλοῦντας ποιεῖ; Τὶς εἶδε, τὶς ἤκουσεν οὕτω θαυμαστὰ παλαίσματα; Οἱ τῶν ἔξωθεν ἀγώνων πύκται, ἐπειδὰν κατακόψωσι τὰς κεφαλὰς τῶν ἀντιπάλων, τότε νικῶσι καὶ στεφανοῦνται· οὗτος δέ, ὅτε κατέκοψε τὸ σῶμα τοῦ δικαίου, παντοδαποῖς ἕλκεσιν αὐτὸ διατρήσας, καὶ ἀσθενέστερον ἐποίησε, τότε ἐνικήθη καὶ ἀνεχώρησε· καὶ ἐπειδὴ διώρυξεν αὐτοῦ πάντοθεν τὰς πλευράς, αὐτῷ μὲν πλέον οὐδὲν ἐγένετο, τὸν γὰρ ἐναποκείμενον θησαυρὸν οὐκ ἀπεσύλησεν, ἡμῖν δὲ φανερώτερον αὐτὸν ἐποίησε, καὶ διὰ τῆς διωρυγῆς ἐκείνης ἔδωκεν ἅπασιν εἰς τὸ ἔνδον βλέπειν, καὶ καταμανθάνειν αὐτοῦ τὸν πλοῦτον ἅπαντα· καὶ ὅτε κρατεῖν προσεδόκησε, τότε μετ’ αἰσχύνης πολλῆς ἀνεχώρησε, καὶ οὐδεμίαν οὐκέτι φωνὴν ἀφῆκε. Τὶ γέγονεν, ὦ διάβολε; Τινὸς ἕνεκεν ἀναχωρεῖς; Οὐκ ἐγένετο πάντα ὅσα ἠθέλησας; Οὐκ ἀνεῖλες αὐτοῦ τὰ ποίμνια, τὰ βουκόλια, τὰς ἀγέλας τῶν ἵππων, τῶν ἡμιόνων; Οὐχὶ καὶ τὸν χορὸν τῶν παίδων ἀπώλεσας, καὶ τὴν σάρκα κατέκοψας ἅπασαν; Τίνος ἕνεκεν ἀνεχώρησας; Ὅτι ἐγένετο μὲν πάντα, ὅσα ἠθέλησα, φησίν· ὃ δὲ γενέσθαι μάλιστα ἐβουλόμην, καὶ δι’ ὃ πάντα ἐκεῖνα ἐποίησα, τοῦτο οὐκ ἐγένετο· οὐδὲ γὰρ ἐβλασφήμησε· διὰ γὰρ τοῦτο πάντα ἐκεῖνα ἐποίουν, φησίν, ἵνα τοῦτο ἐξέλθῃ. Τούτου δὲ μὴ γενομένου, οὐδὲν μοι πλέον ἀπὸ τῆς ζημίας τῶν χρημάτων ἐγένετο, καὶ τῆς τῶν παίδων ἀπωλείας, καὶ τῆς τοῦ σώματος πληγῆς, ἀλλὰ τοὐναντίον ἤπερ ἐβουλόμην ἐξέβη, λαμπρότερον ἐποίησα τὸν ἐχθρόν, καὶ φαιδρότερον εἰργασάμην. Ἔγνως ὅσον τῆς θλίψεως τὸ κέρδος, ἀγαπητέ; Καλὸν μὲν γὰρ τὸ σῶμα καὶ ὑγιαῖνον ἦν, πολλῷ δὲ σεμνότερον γέγονε κατατμηθὲν ὑπὸ τῶν τραυμάτων ἐκείνων· ἐπεὶ καὶ ἔρια καλὰ μὲν καὶ πρὸ τῆς βαφῆς, ἐπειδὰν δὲ ἁλουργὰ γένηται, ἄφατον προσλαμβάνει τὸ κάλλος, καὶ πολλὴν τὴν εὐπρέπειαν. Εἰ δὲ μὴ ἀπέδυσεν αὐτόν, οὐκ ἂν ἔγνωμεν τοῦ στεφανίτου τὴν εὐεξίαν· εἰ μὴ διέτρησεν αὐτοῦ τὸ σῶμα ταῖς ὠτειλαῖς, οὐκ ἂν ἀντέλαμψαν ἔνδοθεν αἱ ἀκτῖνες· εἰ μὴ ἐκάθισεν αὐτὸν ἐπὶ τῆς κοπρίας, οὐκ ἂν ἔγνωμεν αὐτοῦ τὸν πλοῦτον. Οὐδὲ γὰρ οὕτω λαμπρὸς ἐπὶ θρόνου καθήμενος βασιλεύς, ὡς ἐκεῖνος ἐπὶ τῆς κοπρίας τότε καθήμενος ἐπίσημος ἦν καὶ περιφανής· μετὰ μὲν γὰρ τὸν βασιλικὸν θρόνον θάνατος, μετὰ δὲ τὴν κοπρίαν ἐκείνην οὐρανῶν βασιλεία.

β’. Ταῦτα οὖν ἅπαντα ἀναλογιζόμενοι ἀνενέγκωμεν ἐκ τῆς κατεχούσης ἀθυμίας ἡμᾶς. Καὶ γὰρ ταύτας ὑμῖν παρατίθημι τὰς ἱστορίας, οὐχ ἵνα ἐπαινῆτε τὰ λεγόμενα, ἀλλ’ ἵνα μιμήσησθε τὴν ἀρετὴν καὶ τὴν ὑπομονὴν τῶν γενναίων ἐκείνων ἀνδρίων, ἵνα διὰ τῶν ἔργων αὐτῶν μάθητε, ὅτι οὐδὲν δεινὸν τῶν ἀνθρωπίνων δεινῶν, ἀλλ’ ἢ ἁμαρτία μόνον, οὐ πενία, οὐ νόσος, οὐχ ὕβρις, οὐκ ἐπηρεία, οὐκ ἀτιμία, οὐ τὸ πάντων δοκοῦν ἔσχατον εἶναι τῶν κακῶν ὁ θάνατος. Ὀνόματα γὰρ ταῦτά ἐστι μόνον τοῖς φιλοσοφοῦσι, συμφορῶν ὀνόματα, πραγμάτων ἔρημα· ἡ δ’ ἀληθὴς συμφορά, τὸ προσκροῦσαι Θεῷ, καὶ ποῆσαί τι τῶν μὴ δοκούντων αὐτῷ. Τὶ γὰρ ἔχει δεινὸν ὁ θάνατος; Εἰπὲ μοί; Ὅτι σε ταχύτερον ἐπὶ τὸν εὔδιον λιμένα παραπέμπει καὶ τὴν ἀτάραχον ἐκείνην ζωήν; Κἂν γὰρ ἄνθρωπος μὴ ἀποκτείνῃ, αὐτὸς τῆς φύσεως ὁ νόμος ἐπελθών, οὐ διαλύσει τὸ σῶμα ἀπὸ τῆς ψυχῆς; Κἂν γὰρ μὴ νῦν γένηται τοῦτο, ἔσται μικρὸν ὕστερον, ὃ νῦν δεδοίκαμεν. Καὶ ταῦτα λέγω οὐ προσδοκῶν τὶ δεινόν, οὐδὲ λυπηρόν· μὴ γένοιτο· ἀλλὰ ὑπὲρ τῶν δεδοικότων τὸν θάνατον αἰσχυνόμενος. Τοσαῦτα προσδοκῶν, εἰπὲ μοι, ἀγαθά. Ἃ μήτε ὀφθαλμὸς εἶδεν, μήτε οὖς ἤκουσε, μήτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, ἀναδύη πρὸς τὴν ἀπόλαυσιν, καὶ ἀμελεῖς καὶ ὀκνεῖς; Καὶ οὐκ ὀκνεῖς μόνον, ἀλλὰ καὶ δέδοικας καὶ φρίττεις; Καὶ πῶς οὐκ αἰσχρόν, ὅτι σὺ διὰ θάνατον ὀδυνᾶσαι, Παῦλος δὲ διὰ τὴν παροῦσαν ἔστενε ζωήν; Καὶ Ῥωμαῖοις γραφῶν ἔλεγεν, ὅτι «Καὶ ἡ κτίσις συστενάζει, καὶ ἡμεῖς αὐτοὶ τὴν ἀπαρχὴν τοῦ πνεύματος ἔχοντες στενάζομεν». Καὶ ταῦτα ἔλεγεν οὐχὶ τῶν παρόντων καταγινώσκων, ἀλλὰ τὰ μέλλοντα ποθῶν. Ἐνευσάμην, φησί, τῆς χάριτος, καὶ οὐ στέγω τὴν ἀναβολήν· τὴν ἀπαρχὴν ἔχω τοῦ πνεύματος, καὶ πρὸς τὸ πᾶν ἐπείγομαι· ἀνέβην εἰς τρίτον οὐρανόν, εἶδον τὴν δόξαν ἐκείνην τὴν ἄῤῥητον, εἶδον τὰ βασιλεία τὰ λαμπρά, ἔμαθον τίνων ἀπεστέρημαι διατρίβων ἐνταῦθα, καὶ δὰ ταῦτα στενάζω. Εἰπὲ γὰρ μοι, εἲ τὶς σε εἰς βασιλικὰς εἰσήγαγεν αὐλάς, καὶ χρυσὸν ἔδειξε, πάντοθεν ἀπὸ τῶν τοίχων ἀστράπτοντα, καὶ τὴν ἄλλην εὐπρέπειαν ἅπασαν, εἶτά σε ἐκεῖθεν εἰς καλύβην πένητος εἰσήγαγε, καὶ μετὰ χρόνον βραχὺν ὑπέσχετο εἰς τὰ βασιλεία ἐπανάξειν ἐκεῖνα, καὶ διηνεκῆ δώσειν ἐκεῖ μόνην· ἆρα οὐκ ἔμελλες ἀλύειν, καὶ δυσανασχετεῖν, καὶ πρὸς αὐτὰς τὰς ὀλίγας ἡμέρας; Τοῦτο δὴ καὶ ἐπὶ τῶν οὐρανῶν λογίζου, καὶ ἐπὶ τῆς γῆς, καὶ στένε μετὰ Παύλου, μὴ διὰ τὸν θάνατον, ἀλλὰ διὰ τὴν παροῦσαν ζωήν. Καὶ δὸς μοι κατὰ Παῦλον γενέσθαι, φησί, καὶ οὐδέποτε φοβηθήσομαι θάνατον. Καὶ τὶ τὸ κωλῦον κατὰ Παῦλον γενέσθαι σε, ἄνθρωπε; Οὐχὶ πένῃ ἦν ἐκεῖνος; Οὐχὶ σκηνοποιός; Οὐκ ἰδιώτης; Εἰ μὲν γὰρ πλούσιος ἦν καὶ εὐγενής, εἶχον ἴσως οἱ πένητες πρὸς τὸν αὐτὸν καλούμενοι ζῆλον, τὴν ἑαυτῶν προβάλλεσθαι πενίαν· νυνὶ δὲ οὐδὲν τούτων ἔχεις εἰπεῖν· καὶ γὰρ χειροτέχνης ὁ ἄνθρωπος ἦν, καὶ ἐκ τῶν καθημερινῶν ἀπεστρέφετο πόνων· καὶ σὺ μὲν ἐξ ἄρῃς τὴν εὐσέβειαν διεδέξω παρὰ πατέρων, καὶ ἐκ πρώτης ἡλικίας τοῖς ἱεροῖς γράμμασιν ἐνετράφης· ἐκεῖνος δὲ καὶ βλάσφημος γέγονε, καὶ διώκτης, καὶ ὑβριστής, καὶ τὴν ἐκκλησίαν ἐπόρθησεν, ἀλλ’ ὅμως οὕτως ἀθρόον μετεβάλετο, ὡς ἅπαντας ὑπερβαλέσθαι τῇ τῆς προθυμίας σφοδρότητι, καὶ βοᾷ λέγων· «Μιμηταὶ μου γίνεσθε, καθῶ κἀγὼ Χριστοῦ». Ἐκεῖνος τὸν Δεσπότην ἐμιμήσατο, σὺ δὲ τὸν σύνδουλον οὐ μιμῇ, ὁ ἐξ ἀρχῆς ἐν εὐσεβείᾳ τραφεὶς τὸν ὕστερον ἐκ μεταβολῆς προσελθόντα τῇ πίστει; Οὐκ οἶσθα, ὅτι οἱ ἐν ἁμαρτίαις ὄντες, κἂν ζῶσιν, ἀπέθανον· οἱ δὲ ἐν δικαιοσύνη ζῶντες, κἂν ἀποθάνωσι, ζῶσι; Καὶ οὐκ ἐμὸς οὗτος ὁ λόγος· ἀπόφασίς ἐστι τοῦ Χριστοῦ πρὸς τὴν Μάρθαν λέγοντος· «Πᾶς ὁ πιστεύων εἰς ἐμέ, κἂν ἀποθάνῃ, ζήσεται». Μὴ γὰρ μῦθός ἐστι τὰ ἡμέτερα; Εἰ χριστιανὸς εἶ, πίστευε τῷ Χριστῷ· εἰ πιστεύεις τῷ Χριστῷ, διὰ τῶν ἔργων ἐπίδειξόν μοι τὴν πίστιν. Πῶς δὲ ἐπίδειξη διὰ τῶν ἔργων τὴν πίστιν; Ἐὰν καταφρονῇς θανάτου. Καὶ γὰρ καὶ ταύτῃ διεστήκαμεν τῶν ἀπίστων.

Ἐκεῖνοι μὲν γὰρ καλῶς φοβοῦνται τὸν θάνατον, ἀναστάσεως γὰρ ἐλπίδα οὐκ ἔχουσι· σὺ δὲ ὁ πρὸς βελτίονα ὁδεύων ὁδόν, καὶ περὶ τῆς ἐλπίδος τῆς ἐκεῖ φιλοσοφεῖν ἔχων, ποίαν ἂν ἔχοις συγγνώμην, περὶ ἀναστάσεως μὲν θαῤῥῶν, ὁμοίως δὲ τοῖς ἀπιστοῦσι τῇ ἀναστάσει τὸν θάνατον δεδοικώς; Ἀλλ’ οὐ τὸν θάνατον δέδοικα, φησίν, οὐδὲ τὸ ἀποθανεῖν, ἀλλὰ τὸ κακῶς ἀποθανεῖν, τὸ ἀποτμηθῆναι τὴν κεφαλήν. Οὐκοῦν ὁ Ἰωάννης κακῶς ἀπέθανε; Ἀπετμήθη γάρ· οὐκοῦν ὁ Στέφανος κακῶς ἀπέθανε; Κατελεύσθη γάρ· καὶ μάρτυρες οἱ δὲ πάντες ἀθλίως τὸ καθ’ ὑμᾶς ἐτελεύτησαν· ἐπειδὴ οἱ μὲν ἐν πυρί, οἱ δὲ σιδήρῳ τὸν βίον κατέλυσαν· καὶ οἱ μὲν εἰς πέλαγος, οἱ δὲ εἰς κρημνόν, οἱ δὲ εἰς ὀδόντας ἐμπεσόντες θηρίων, οὕτως ἀπέθανον. Οὐ τοῦτό ἐστι τὸ κακῶς ἀποθανεῖν, ἄνθρωπε, τὸ βιαίῳ τελευτῆσαι θανάτῳ, ἀλλὰ τὸ ἁμαρτίαις ἀποθανεῖν. Ἄκουσον γοῦν τοῦ προφήτου περὶ αὐτῶν τούτων φιλοσοφοῦντος καὶ λέγοντος· «Θάνατος ἁμαρτωλῶν πονηρός»· οὐκ εἶπε· Θάνατος βίαιος πονηρός· ἀλλὰ τί; «Θάνατος ἁμαρτωλῶν πονηρός». Δικαίως· μετὰ γὰρ τὴν ἐντεῦθεν ἀποδημίαν κόλασις ἀφόρητος, τιμωρίαι ἀθάνατοι, ὁ σκώληξ ὁ ἰοβόλος, τὸ πῦρ τὸ ἄσβεστον, τὸ σκότος τὸ ἐξώτερον, τὰ δεσμὰ τὰ ἄλυτα, ὁ τῶν ὀδόντων βρυγμός, ἡ θλῖψις, ἡ στενοχωρία, καὶ ἡ αἰώνιος δίκη.

γ’. Ὅταν οὖν τοιαῦτα τοὺς ἁμαρτωλοὺς ἀναμένῃ κακά, τὶ γένοιτ’ ἂν αὐτοῖς ὄφελος, κἂν οἶκοι, κἂν ἐπὶ τῆς ἑαυτῶν κλίνης καταλύσωσι τὴν ζωήν; Ὥσπερ οὖν τοῖς δικαίοις οὐδὲν ἂν γένοιτο βλάβος ἐκ τοῦ ξίφει καὶ σιδήρῳ καὶ πυρὶ τὴν παροῦσαν ἀποθέσθαι ζωήν, ὅταν πρὸς τὰ ἀθάνατα μέλλωσιν ἀποδημεῖν ἀγαθά. Ἀληθῶς «Θάνατος ἁμαρτωλῶν πονηρός». Τοιοῦτος ἦν ὁ τοῦ πλουσίου θάνατος ἐκείνου τοῦ τὸν Λάζαρον ὑπεριδόντος, ὃς οἶκοι καὶ ἐπὶ τῆς κλίνης καὶ τῶν ἐπιτηδείων παρόντων οἰκεῖα τελευτῇ καταλύσας τὸν βίον, ἀπελθὼν ἐκεῖ ἀπετηγανίζετο, οὐδὲ μικρὰν παραμυθίαν ἐκ τῆς κατὰ τὸν παρόντα βίον εὐημερίας εὑρεῖν δυνηθεὶς ἐκεῖ. Ἀλλ’ οὐχ ὁ Λάζαρος οὕτως· ἀλλ’ ἐπ’ αὐτοῦ τοῦ ἐδάφους τῶν κυνῶν παρόντων καὶ λειχομένων τὰ τραύματα, βίαιον θάνατον ὑποστάς, (τὶ γὰρ λιμοῦ γένοιτ’ ἂν ὀδυνηρότερον;) ἀπελθὼν ἐκεῖ τῶν αἰωνίων ἀπήλαυσεν ἀγαθῶν, ἐντρυφῶν τοῖς κόλποις τοῦ Ἀβραάμ. Τὶ τοίνυν παρέβλαψεν αὐτὸν τὸ βιαίως ἀποθανεῖν; Τὶ δὲ τὸν πλούσιον ὤνησε τὸ μὴ βιαίως ἀποθανεῖν;

Ἀλλ’ οὐ τὸ βιαίως, φησίν, ἀλλὰ τὸ ἀδίκως ἀποθανεῖν δεδοίκαμεν, καὶ τὸ μηδὲν τετολμηκότες, ὧν ὑποπτευόμεθα, τοῖς ἑαλωκόσι κολασθῆναι παραπλησίως. Τὶ λέγεις εἰπὲ μοι; Τὸ ἀδίκως ἀποθανεῖν δέδοικας; Ἀλλὰ δικαίως ἐβούλου; Καὶ τὶς οὕτως ἄθλιος καὶ ταλαίπωρος, ὡς παρὸν ἀδίκως ἀποθανεῖν, δικαίως ἑλέσθαι μᾶλλον; Εἰ γὰρ θάνατον δεδοικέναι χρή, τὸν δικαίως ἡμῖν ἐπιόντα δεδοικέναι χρή, ὡς ὃ γε ἀδίκως ἀποθανὼν κατ’ αὐτὸ τοῦτο κοινωνεῖ τοῖς ἁγίοις ἅπασιν. Οἱ γὰρ πλείους τῶν εὐδοκιμηκότων παρὰ τῷ Θεῷ καὶ λαμψάντων, ἄδικον ὑπέστησαν τελευτήν, καὶ πρῶτος ὁ Ἄβελ· οὐ γὰρ δὴ πλημμελήσας εἰς τὸν ἀδελφόν, οὐδὲ λυπήσας τι τὸν Κάϊν, ἀλλ’ ἐπειδὴ τὸν Θεὸν ἐτίμησε, διὰ τοῦτο ἐσφάγη· ὁ δὲ Θεὸς συνεχώρησεν, ἆρα φίλων αὐτὸν ἢ μισῶν; Εὔδηλον ὅτι φιλῶν, καὶ λαμπρότερον αὐτῷ τὸν στέφανον ποιῆσαι βουλόμενος ἀπὸ τῆς ἀδικωτάτης σφαγῆς. Ὁρᾷς ὅτι οὐ τὸ βιαίως ἀποθανεῖν, οὔτε τὸ ἀδίκως ἀποθανεῖν δεδοικέναι χρή, ἀλλὰ τὸ ἂν ἁμαρτίαις ἀποθανεῖν; Ὁ Ἄβελ ἀπέθανεν ἀδίκως, ὁ Κάϊν ἔζη στένων καὶ τρέμων· τὶς οὖν, εἰπὲ μοι, μακαριώτερος ἦν, ὁ μετὰ δικαιοσύνης ἀναπαυσάμενος, ἢ ὁ ἐν ἁμαρτίαις ζῶν; Ὁ ἀδίκως ἀποθανών, ἢ ὁ δικαίως κολαζόμενος; Βούλεσθε εἴπω πρὸς τὴν ὑμετέραν ἀγάπην, πόθεν δεδοίκαμεν θάνατον; Οὐκ ἔτρωσεν ἡμᾶς βασιλείας ἔρως, οὐδὲ ἀνῆψεν ἡμᾶς ὁ τῶν μελλόντων πόθος, ἐπεὶ πάντων ἂν ὑπερείδομεν τῶν παρόντων, καθάπερ ὁ μακάριος Παῦλος. Καὶ πρὸς τούτοις πάλιν οὐ φοβούμεθα γέενναν, διὰ τοῦτο φοβούμεθα θάνατον· οὐκ ἴσμεν τῆς ἐκεῖ κολάσεως τὸ ἀφόρητον, διὰ τοῦτο τελευτὴν ἀντὶ ἁμαρτίας δεδοίκαμεν· ὡς εἰ ἐκεῖνος κατεῖχε τὴν ψυχὴν ἡμῶν ὁ φόβος, οὐδὲ ἐπεισελθεῖν οὗτος ἠδύνατο. Καὶ τοῦτο οὐ πόῤῥωθέν ποθεν, ἀλλ’ οἴκοθεν καὶ ἐξ αὐτῶν τῶν συμβεβηκότων ἡμῖν ἐν ταῖς ἡμέραις ταύταις πειράσομαι ποιῆσαι φανερόν. Ἐπειδὴ γὰρ ἦλθε παρὰ βασιλέως τὰ γράμματα τὴν εἰσφορὰν ταύτην τὴν ἀφόρητον εἶναι δοκοῦσαν κελεύοντα καταθεῖναι, πάντες ἐστασίαζον, πάντες ἐφιλονείκουν, ἐδυσχέραινον, ἠγανάκτουν, πρὸς ἀλλήλους ἀπαντῶντες ἔλεγον· ἀβίωτος ἡμῖν ὁ βίος, ἀνετράπη ἡ πόλις, οὔδει ὑποστῆναι δυνήσεται τῆς εἰσφορᾶς ταύτης τὸ μέγεθος· καὶ ἤσχαλλον πάντες ὡς περὶ τῶν ἐσχάτων αὐτῶν κινδυνεύοντες. Μετὰ ταῦτα, ἐπειδὴ συνέβη τὰ τολμηθέντα, καὶ τινες μιαροὶ καὶ παμμίαροι τοὺς νόμους καταπατήσαντες, τοὺς ἀνδριάντας καθεῖλον, καὶ τὸν περὶ τῶν ἐσχάτων πᾶσιν ἐπεκρέμασαν κίνδυνον, καὶ νῦν περὶ τῆς ζωῆς αὐτῆς δεδοίκαμεν παροξύναντες τὸν βασιλέα· οὐκ ἔτι λοιπὸν ἡμᾶς ἡ τῶν χρημάτων δάκνει ζημία, ἀλλ’ ἕτερα ἀντ’ ἐκείνων πάντων ἀκούω λεγόντων· λαβέτω τὴν οὐσίαν ὁ βασιλεύς, ἀποστησόμεθα καὶ τῶν ἀγρῶν καὶ τῶν οὐσιῶν ἀγαπητῶς, μόνον ἂν τὸ σῶμα γυμνὸν τις ἡμῖν ὑπόσχηται διασώζειν. Ὥσπερ οὖν πρὶν ἢ τὸν τοῦ θανάτου φόβον ἡμῖν ἐπιστῆναι ἔδακνεν ἡμᾶς ἡ ζημία τῶν χρημάτων, ἐπειδὴ δὲ ἐτολμήθη τὰ παράνομα ταῦτα τολμήματα, ὁ τοῦ θανάτου φόβος ἐπεισελθὼν τὴν ὀδύνην τῆς ζημίας ἀπώθησεν· οὕτως εἰ ὁ τῆς γεέννης φόβος κατεῖχεν ἡμῶν τὰς ψυχάς, οὐκ ἂν ὁ τοῦ θανάτου φόβος κατέσχεν· ἀλλ’ ὥσπερ ἐπὶ τῶν σωμάτων, ὅταν δύο ἡμᾶς κατάσχωσιν ὀδύναι, ἡ δυνατωτέρα τὴν καταδεεστέραν ἀποκρύπτειν εἴωθεν· οὕτω καὶ νῦν ἐγένετο ἄν· εἰ τὸ τῆς μελλούσης κολάσεως δέος ἔμενεν ἐπὶ τῆς ψυχῆς, πάντα ἀνθρώπινον ἀπέκρυψε φόβον. Ὥστε εἲ τις σπουδάζει διὰ παντὸς μεμνῆσθαι γεέννης, πάσης καταγελάσεται τελευτῆς· καὶ τοῦτο οὐ τῆς παρούσης αὐτὸν ἀπαλλάξει μόνον ἀγωνίας, ἀλλὰ κἀκείνης ἐξαιρήσεται τῆς φλογός. Ὁ γὰρ διὰ παντὸς γέεννα δεδοικώς, οὐδέποτ’ εἰς τὸ τῆς γεέννης ἐμπεσεῖται πῦρ, τῷ διηνεκεῖ τούτῳ σωφρονιζόμενος φόβῳ. Δότε μοι πρὸς ὑμᾶς εὐκαίρως εἰπεῖν νῦν· «Ἀδελφοί, μὴ παιδία γίνεσθε ταῖς φρεσίν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε».

Καὶ γὰρ παιδικὸν φοβούμεθα φόβον θάνατον δεδοικότες, ἁμαρτίαν δὲ μὴ δεδοικότες. Καὶ γὰρ τὰ παιδία τὰ μικρὰ προσωπεῖα μὲν δέδοικε, πῦρ δ’ οὐ δέδοικεν· ἀλλ’ ἐὰν βασταζόμενα τύχῃ παρὰ λυχνίαν λύχνον ἔχουσαν, ἀπερισκέπτως τὴν χεῖρα ἐπαφίησι τῇ λυχνίᾳ καὶ τῇ φλογί· καὶ τὸ μὲν εὐκαταφρόνητον φρίττει προσωπεῖον, τὸ δ’ ἀληθῶς φοβερὸν οὐ δέδοικε πῦρ· οὕτω δὴ καὶ ἡμεῖς θάνατον μὲν δεδοίκαμεν, ὅπερ ἐστὶν εὐκαταφρόνητον προσωπεῖον, ἁμαρτίαν δ’ οὐ δεδοίκαμεν, ὅπερ ἐστὶν ἀληθῶς φοβερόν, καὶ πυρὸς δίκην κατεσθίει φύσεως, ἀλλ’ ἐξ ἀνοίας ἡμῖν συμβαίνειν εἴωθεν· ὡς ἐὰν λογιζώμεθα, τὶ ποτ’ ἔστι θάνατος, οὐδέποτ’ αὐτὸν δείσομεν. Τὶ ποτ’ οὖν ἐστι θάνατος; Ὅπερ ἐστὶν ἱμάτιον ἀποδύσασθαι· καθάπερ γὰρ ἱμάτιον, τὸ σῶμα τῇ ψυχῇ περίκειται, καὶ τοῦτο πρὸς βραχὺ διὰ τῆς τελευτῆς ἀποθέμενοι λαμπρότερον ἀποληψόμεθα πάλιν. Τὶ ποτὲ ἐστι θάνατος; Ἀποδημία πρόσκαιρος, ὕπνος μακρότερος τοῦ συνήθους· ὥστε εἰ δέδοικας θάνατον, φοβοῦ καὶ ὕπνον· εἰ διὰ τοὺς τελευτῶντας ἀλγεῖς, ἀλγῆσον καὶ διὰ τοὺς ἐσθίοντας καὶ διὰ τοὺς πίνοντας· ὥσπερ γὰρ τοῦτο φυσικόν, οὕτω κἀκείνῳ. Μὴ λυπείτω σε τὰ τῆς φύσεως, λυπείτω σε μᾶλλον τὰ τῆς πονηρᾶς προαιρέσεως, μηδὲ τὸν τελευτῶντα πενθήσῃς, ἀλλὰ πένθησον τὸν ἐν ἁμαρτίαις ζῶντα.

δ’. Βούλει εἴπω καὶ ἑτέραν αἰτίαν, δι’ ἢν τὸν θάνατον δεδοίκαμεν; Οὐ ζῶμεν μετ’ ἀκριβείας, οὐκ ἔχομεν συνειδὸς ἀγαθόν· οὐ εἰ τοῦτο ἦν, οὐδὲν ἡμᾶς ἐν ἐφόβησεν, οὐ θάνατος, οὐ λιμός, οὐ ζημία χρημάτων, οὐκ ἄλλο τι τῶν τοιούτων οὐδέν. Τὸν γὰρ ἐν ἀρετῇ ζῶντα οὐδὲν τούτων παραβλάψαι δυνήσεται, οὐδ’ ἀφελέσθαι τὴν ἔνδον ἡδονήν· τὸν γὰρ χρησταῖς συντρεφόμενον ἐλπίσιν οὐδὲν εἰς ἀθυμίαν ἐμβαλεῖν δυνήσεται. Τὶ γὰρ ἐργάσαιτό τις τοιοῦτο, δι’ οὗ τὸν γενναῖον ἄνδρα παρασκευάσει λυπεῖσθαι; Χρήματ’ ἀφαιρήσεται; Ἀλλ’ ἔχει πλοῦτον τὸν ἐν τοῖς οὐρανοῖς. Ἀλλὰ τῆς πατρίδος ἐκβαλεῖ; Ἀλλ’ εἰς τὴν ἄνω πόλιν στελεῖ. Ἀλλὰ δεσμὰ περιθήσει; Ἀλλ’ ἔχει τὸ συνειδὸς λελυμένον, καὶ τῆς ἔξωθεν ἀλύσεως οὐκ αἰσθάνεται. Ἀλλ’ ἀναιρήσει τὸ σῶμα; Ἀλλ’ ἀναστήσεται πάλιν· καὶ καθάπερ ὁ σκιᾷ πυκτεύων καὶ τὸν ἀέρα δέρων οὐδένα πλήξαι δυνήσεται, οὕτως ὁ τῷ δικαίῳ πολεμῶν σκιαμαχεῖ μόνον, καὶ τὴν αὐτοῦ καταλύει δύναμιν, εἰς ἐκεῖνον δὲ οὐδεμίαν πληγὴν ἐναπερεῖσαι δυνήσεται. Δὸς μοι τοίνυν θαῤῥῆσαι περὶ τῆς βασιλείας τῶν οὐρανῶν, καὶ εἰ βούλει, σήμερόν με κατάσφαξον, καὶ χάριν εἴσομαί σοι τῆς σφαγῆς, ὅτι με ταχέως εἰς ἐκεῖνα πέμπεις τὰ ἀγαθά. Τοῦτο γὰρ ἐστιν ὃ μάλιστα καὶ ἡμεῖς θρηνοῦμεν, φησίν, ὅτι τῷ πλήθει τῶν ἁμαρτιῶν κωλυόμενοι, τῆς ἐκεῖ βασιλείας οὐκ ἐπιτευξόμεθα. Οὐκοῦν ἀφεὶς τὸ θρηνεῖν τὸν θάνατον, θρήνει ἃς ἁμαρτίας σου, ἵνα αὐτὰς καταλύσῃς. Καὶ γὰρ διὰ τοῦτο ἡ λύπη γεγένηται, οὐχ ἵνα ἐπὶ ζημίᾳ χρημάτων, οὐχ ἵνα ἐπὶ θανάτῳ, οὐδ’ ἵνα ἐπ’ ἄλλῳ τινὶ τῶν τοιούτων ἀλγῶμεν, ἀλλ’ ἵνα εἰς τὴν τῶν ἁμαρτημάτων ἀναίρεσιν αὐτῇ καταχρώμεθα. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθές, ἐκ παραδείγματος ὑμῖν αὐτὸ ποιήσω φανερόν. Τὰ φάρμακα τὰ ἰατρικὰ δι’ ἐκεῖνα γεγένηται τὰ πάθη μόνον ἅπερ ἀνελεῖν δύναται, οὐ δι’ ἐκεῖνα τὰ μηδὲν ὠφελούμενα παρ’ αὐτῶν. Οἶόν τι λέγω· ἔτι γὰρ σαφέστερον ποιῆσαι βούλομαι τὸν λόγον· τὸ φάρμακον τὸ δυνάμενον ὀφθαλμοὺς νοσοῦντας ὠφελεῖν μόνον, ἕτερον δὲ πάθος μηδέν, διὰ τὴν τῶν ὀφθαλμῶν νόσον δικαίως ἂν τισ εἴποι γεγενῆσθαι μόνον, οὐ διὰ στόμαχον, οὐ διὰ χεῖρας, οὐδὲ δι’ ἕτερόν τι μέλος. Μεταγάγωμεν τοίνυν τὸν λόγον ἐπὶ τὴν λύπην, καὶ εὑρήσομεν, ὅτι τῶν ἄλλων μὲν οὐδὲν τῶν συμβαινόντων ἡμῖν ὠφελεῖ, ἁμαρτίαν δὲ διορθοῦται μόνην, εὔδηλον ὅτι διὰ τὴν ταύτης ἀναίρεσιν γεγένηται μόνον. Ἐπέλθωμεν τοίνυν ἕκαστον τῶν συμπιπτόντων ἡμῖν δεινῶν, καὶ ἐπαγάγωμεν τὴν ἀθυμίαν, καὶ ἴδωμεν τὶ κέρδος ἀπὸ ταύτης γίνεται. Ἐζημιώθη τις χρήματα; Ἐλυπήθη, οὐ διώρθωσε τὴν ζημίαν. Ἀπέβαλέ τις υἱόν; Ἤλγησεν, οὐκ ἀνέστησε τὸν νεκρόν, οὐδὲ τὸν ἀπελθόντα ὠφέλησεν. Ἐμαστιγώθη τις, ἐῤῥαπίσθη, ὑβρίσθη; Ἐλυπήθη, τὴν ὕβριν οὐκ ἀνεκαλέσατο. Ἀῤῥωστία τις περιέπεσε, καὶ νόσῳ χαλεπωτάτῃ; Ἠθύμησε, τὴν νόσον οὐκ ἀνεῖλεν, ἀλλὰ καὶ χαλεπωτέραν ἔποισεν. Ὁρᾷς ἐπ’ οὐδενὶ τούτων ὠφελοῦσάν τι τὴν λύπην; Ἥμαρτε τις, ἐλυπήθη; Τὴν ἁμαρτίαν ἐξηφάνισεν, ἔλυσε τὸ πλημμέλημα. Πόθεν τοῦτο δῆλον. Ἀπὸ τῆς ἀποφάσεως τοῦ Κυρίου· περὶ γὰρ τινοσ ἡμαρτηκότος διαλεγόμενος ἔλεγε· «Δι’ ἁμαρτίαν βραχὺ τι ἐλύπησα αὐτόν, καὶ εἶδον ὅτι ἐλυπήθη, καὶ ἐπορεύθη στυγνός, καὶ ἰασάμην τὰς ὁδοὺς αὐτοῦ». Διὰ τοῦτο καὶ ὁ Παῦλος ἔφη· «Ἡ δὲ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται». Οὐκοῦν ἐπειδὴ σαφῶς ὁ λόγος ἀπέδειξεν, ὅτι οὔτε ζημίαν χρημάτων, οὒθ’ ὕβριν, οὒτ’ ἐπήρειαν, οὔτε μάστιγας, οὒτ’ ἀῤῥωστίαν, οὔτε θάνατον, οὒτ’ ἄλλο τι τῶν τοιούτων ἀπενεχθεῖσα λύπη διορθῶσαι δύναιτ’ ἄν, ἀλλ’ ἁμαρτίαν ἀφανίσαι μόνην, καὶ ταύτης ἐστὶν ἀναιρετική, εὔδηλον ὅτι διὰ ταύτην ἐγένετο μόνην. Μηκέτι οὖν ἐπὶ ζημίᾳ χρημάτων ἀλγῶμεν, ἀλλ’ ὅταν ἁμαρτάνωμεν, ἀλγῶμεν μόνον. Πολὺ γὰρ τὸ κέρδος ἐνταῦθα ἀπὸ τῆς λύπης. Ἐζημιώθης; Μὴ ἀθυμήσῃς· οὐδὲ γὰρ ὠφελήσεις. Ἥμαρτες; Λυπήθητι, ὄφελος γάρ· καὶ σκόπει σύνεσιν Θεοῦ καὶ σοφίαν. Δύο ταῦτα ἔτεκεν ἡμῖν ἡ ἁμαρτία, λύπην καὶ θάνατον· «ᾟ γὰρ ἂν ἡμέρᾳ φάγῃ, φησί, θανάτῳ ἀποθάνῃ»· καὶ πρὸς τὴν γυναῖκα, «Ἐν λύπαις τέξῃ τέκνα». Καὶ δι’ ἀμφοτέρων τούτων τὴν ἁμαρτίαν ἀνεῖλε, καὶ ὑπὸ τῶν τέκνων τὴν μητέρα ἀπολέσθαι παρεσκεύασεν. Ὅτι γὰρ μετὰ τῆς λύπης καὶ θάνατος ἁμαρτίαν ἀναιρεῖ, δῆλον μὲν καὶ ἀπὸ τῶν μαρτύρων, δῆλον δὲ καὶ ἐξ ὧν ὁ Παῦλος εἶπε πρὸς ἁμαρτάνοντας, οὕτω λέγων· «Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ καὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί»· ἐπειδὴ ἁμαρτάνετε, φησί, τελευτᾶτε, ὥστε τῇ τελευτῇ τὰ ἁμαρτήματα διαλύσασθαι. Ἐπήγαγε τοὐν λέγων· «Εἰ γὰρ ἑαυτοὺς διεκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα, κρινόμενοι δὲ ὑπὸ τοῦ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν». Καὶ καθάπερ ὁ σκώληξ ἀπὸ τοῦ ξύλου τίκτεται, καὶ κατεσθίει τὸ ξύλον, καὶ σῆς κατεσθίει τὸ ἔριον, παρ’ αὐτοῦ τὴν ἀρχὴν ἔχων· οὕτω λύπη καὶ θάνατος ἐτέχθησαν ἀπὸ τῆς ἁμαρτίας, καὶ κατέφαγον τὴν ἁμαρτίαν. Μὴ τοίνυν φοβώμεθα θάνατον, ἀλλὰ φοβώμεθα ἁμαρτίαν μόνον, καὶ δι’ ἐκείνην ἀλγῶμεν. Καὶ ταῦτα λέγω οὐ δεινὸν τι προσδοκῶν, μὴ γένοιτο, ἀλλὰ φοβουμένους ὑμᾶς οὕτως ἀεὶ διακεῖσθαι θέλων, καὶ τὸν τοῦ Χριστοῦ νόμον ἐπὶ τῶν ἔργων πληροῦν. «Ἐὰν γὰρ τὶς μὴ ἄρῃ τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθήσῃ μοι, φησίν, οὐκ ἔστιν μου ἄξιος». Τοῦτο δ’ ἔλεγεν οὐχ ἵνα ξύλον βαστάζωμεν ἐπὶ τῶν ὤμων, ἀλλ’ ἵνα τὸν θάνατον ἀεὶ πρὸ ὀφθαλμῶν ἔχωμεν, καθάπερ οὖν καὶ ὁ Παῦλος καθ’ ἡμέραν ἀπέθνησκε, καὶ κατεγέλα τῆς τελευτῆς, καὶ τοῦ παρόντος ὑπερεώρα βίου. Καὶ γὰρ στρατιώτης εἶ, καὶ διηνεκῶς ἐπὶ τῆς παρατάξεως ἔστησας· στρατιώτης δὲ θάνατον δεδοικώς, οὐδὲν οὐδέποτ’ ἐργάσεται γενναῖον· ὥσπερ οὖν οὐδὲ Χριστιανὸς ἄνθρωπος κινδύνους φοβούμενος ἐργάσεταί τι μέγα καὶ θαυμαστόν, ἀλλὰ πρὸς τούτοις καὶ εὐχείρωτος ἔσται· ἀλλ’ οὐχ ὁ τολμητὴς καὶ μεγαλόφρων, ἀλλ’ ἀνάλωτος μένει καὶ ἀκαταγώνιστος. Καθάπερ οὖν οἱ παῖδες οἱ τρεῖς μὴ φοβηθέντες τὸ πῦρ, ἔφυγον τὸ πῦρ· οὕτω καὶ ἡμεῖς, ἂν μὴ φοβηθῶμεν θάνατον, διαφευξόμεθα θάνατον. Οὐκ ἐφοβήθησαν δὲ τὸ πῦρ, οὐ γὰρ ἔγκλημα τὸ καῆναι· ἀλλὰ ἐφοβήθησαν τὴν ἁμαρτίαν, ἔγκλημα γὰρ τὸ ἀσεβῆσαι. Τούτους καὶ ἡμεῖς ζηλώσωμεν καὶ τοὺς κατ’ ἐκείνους ἅπαντας, καὶ μὴ φοβώμεθα κινδύνους, καὶ διαφευξόμεθα κινδύνους.

ε’. «Οὐκ εἰμὶ μὲν γὰρ προφήτης, οὒθ’ υἱὸς προφήτου», τὸ μέντοι μέλλον μετ’ ἀκριβείας ἐπίσταμαι, καὶ μεγάλῃ καὶ λαμπρᾷ βοῶ τῇ φωνῇ, ὅτι εἰ μεταβαλλόμεθα, καὶ τινα ἐπιμέλειαν τῆς ἡμετέρας ψυχῆς ποιησώμεθα, καὶ τῆς πονηρίας ἀποστῶμεν, οὐδὲν ἀηδὲς ἔσται καὶ λυπηρόν. Καὶ τοῦτο οἶδα σαφῶς ἀπὸ τῆς τοῦ Θεοῦ φιλανθρωπίας καὶ ἀφ’ ὧν καίεις ἄνδρας καὶ πόλεις καὶ ἔθνη καὶ δήμους ὁλοκλήρους ἐποίησε. Καὶ γὰρ καὶ τῇ Νινευϊτῶν ἠπείλησε πόλει, καὶ εἶπεν· «Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ καταστραφήσεται». Τὶ οὖν, εἰπὲ μοι; Κατεστράφη ἡ Νινευῒ, καὶ ἀνετράπη ἡ πόλις; Τοὐναντίον μὲν οὖν ἅπαν, καὶ ἀνέστην, καὶ λαμπροτέρα γέγονε, καὶ χρόνος τοσοῦτος διελθὼν τὴν δόξαν αὐτῆς οὐκ ἠφάνισεν, ἀλλὰ πάντες αὐτὴν ᾄδομεν ἔτι, καὶ νῦν θαυμάζομεν, ὅτι λιμὴν τις ἄριστος ἐξ ἐκείνου τοῦ χρόνου τοῖς ἁμαρτάνουσιν ἅπασι γέγονεν, οὐκ ἀφιεῖσα εἰς ἀπόγνωσιν ἐμπεσεῖν, ἀλλὰ καλοῦσα ἅπαντας εἰς μετάνοιαν, καὶ δι’ ὧν ἔπραξε, καὶ δι’ ὧν ἀπήλαυσε τῆς τοῦ Θεοῦ προνοίας, πείθουσα μηδέποτε τῆς οἰκείας ἀπογινώσκειν σωτηρίας, ἀλλὰ βίον ἄριστον ἐπιδεικνυμένους, καὶ τὴν ἀγαθὴν ἐλπίδα προβαλλομένους θαῤῥεῖν περὶ τοῦ τέλους ὡς ἐσομένου πάντως χρηστοῦ. Τὶς γὰρ οὐκ ἂν ἀνασταίη, τὸ κατ’ ἐκείνους παράδειγμα ἀκούων, κἂν πάντων νωθρότατος εἴη; Εἵλετο γοῦν τὴν ἑαυτοῦ πρόῤῥησιν διαπεσεῖν ὁ Θεός, καὶ μὴ διαπεσεῖν τὴν πόλιν· μᾶλλον δὲ οὐδὲ προφητεία διέπεσεν. Εἰ μὲν γὰρ ἐπὶ τῆς αὐτῆς πονηρίας τῶν ἀνθρώπων μενόντων οὐκ ἐξέβη εἰς ἔργον τὰ τῆς ἀποφάσεως, εἶχεν ἴσως ἂν τις ἐγκαλεῖν τοῖς εἰρημένοις· εἰ δὲ μεταβαλομένων αὐτῶν, καὶ τῆς αἰτίας ἀποστάντων, ἀπέστη καὶ τῆς ὀργῆς ὁ Θεός, τὶς δυνήσεται λοιπὸν ἐπιλαβέσθαι τῆς προφητείας, καὶ καταγνῶναι ψεῦδος τῶν εἰρημένων; Καὶ γὰρ τὸν νόμον, ὃν ἐξ ἀρχῆς ἔθηκεν ὁ Θεὸς διὰ τοῦ προφήτου πᾶσιν ἀνθρώποις διαλεγόμενος, τοῦτον καὶ τότε διετήρησε. Τὶς οὖν ἐστιν ὁ νόμος; «Πέρας λαλήσω, φησί, ἐπὶ ἔθνος καὶ ἐπὶ βασιλείαν τοῦ ἐκριζοῦν αὐτούς, καὶ κατασκάπτειν καὶ ἀπολλύειν· καὶ ἔσται ἐὰν μετανοήσωσιν ἀπὸ τῆς κακίας, μετανοήσω κἀγὼ ἀπὸ τῆς ὀργῆς, ἧς ἐλάλησα ποιῆσαι αὐτοῖς». Τοῦτο τοίνυν φυλάττων τὸν νόμον, μεταβαλομένους ἔσωσε, καὶ ἀποστάντας τῆς κακίας ἀπήλλαξε τῆς ὀργῆς. ᾜδει τῶν βαρβάρων τὴν ἀρετήν, διὰ τοῦτο τὸν προφήτην κατήπειγεν· οὕτω καὶ τότε ἐδονεῖτο ἡ πόλις, τῆς προφητικῆς ἀκούουσα φωνῆς, ἀλλ’ οὐδὲν παρεβλάβη, ἀλλὰ καὶ ὠφελήθη παρὰ τοῦ φόβου. Ὁ γὰρ φόβος ἐκεῖνος τὴν σωτηρίαν ἔτεκεν· ἡ ἀπειλὴ τὸν κίνδυνον ἔλυσεν· ἡ τῆς καταστροφῆς ἀπόφασις τὴν καταστροφὴν ἔστησεν. Ὣ καινοῦ καὶ παραδόξου πράγματος· ἀπόφασις θάνατον ἀπειλοῦσα, ζωὴν ἔτεκεν. Ἀπόφασις μετὰ τὸ ἐξενεχθῆναι, τότε ἄκυρος γέγονεν ἀπεναντίας τοῖς ἔξωθεν δικάζουσιν· ἐπὶ μὲν γὰρ τούτων τὸ προενεχθῆναι τὴν ψῆφον εἰς μέσον κυρίαν ποιεῖ τὴν ψῆφον γενέσθαι, ἐπὶ δὲ τοῦ Θεοῦ τοὐναντίον τὸ προενεχθῆναι τὴν ψῆφον, τοῦτό ἐστι τὸ ποιῆσαν αὐτὴν ἄκυρον. Εἰ γὰρ μὴ προηνέχθη, οὐκ ἂν ἤκουσαν οἱ ἡμαρτηκότες· εἰ δὲ μὴ ἤκουσαν, οὐκ ἂν ἀπεκρούσαντο τὴν τιμωρίαν, οὐκ ἂν ἀπήλαυσαν τῆς παραδόξου σωτηρίας ἐκείνης. Πῶς γὰρ οὐ παράδοξος, ὅταν ὁ μὲν δικαστὴς ἀποφαίνηται, οἱ δὲ κατάδικοι τὴν ἀπόφασιν λύωσι διὰ τῆς μετανοίας; Οὐ γὰρ ἔφυγον τὴν πόλιν καθάπερ καὶ ἡμεῖς νῦν, ἀλλὰ μένοντες ἔστησαν. Παγὶς ἦν, καὶ τεῖχος αὐτὴν ἐποίησαν· βάραθρον ἦν καὶ κρημνός, καὶ πύργον αὐτὴν ἀσφαλείας κατεσκεύασαν. Ἤκουσαν ὅτι πεσεῖται τὰ οἰκοδομήματα, καὶ οὐκ ἔφυγον τὰ οἰκοδομήματα, ἀλλ’ ἔφυγον τὰ ἁμαρτήματα· οὐκ ἀπέστησαν ἕκαστος ἀπὸ τῆς οἰκίας αὐτοῦ καθάπερ ἡμεῖς νῦν, ἀλλ’ ἀπέστησαν ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς. Μὴ γὰρ οἱ τοῖχοι, φησί, τὴν ὀργήν, ἔτεκον; Ἡμεῖς αἴτιοι τοῦ τραύματος, ἡμεῖς τὸ φάρμακον κατασκευάσωμεν. Διὰ τοῦτο οὐ τόπων ἐναλλαγαῖς, ἀλλὰ τρόπων μεταβολῇ τὴν σωτηρίαν ἐπίστευσαν.

Ϛ’. Ταῦτα οἱ βάρβαροι, καὶ οὐκ αἰσχυνόμεθα οὐδὲ ἐγκαλυπτόμεθα, ἐκείνων τρόπους μεταβαλλόντων, ἡμεῖς τόπους ἀμείβοντες, καὶ μεθυόντων ἀνθρώπων ἔργα ποιοῦντες, καὶ τὰς οὐσίας ὑπεκτιθέντες; Ὁ Δεσπότης, ἡμῖν ὀργίζεται, καὶ ἡμεῖς ἀφέντες καταλῦσαι τὴν ὀργήν, τὰ τῆς οἰκίας περιστρέφομεν καὶ περιερχόμεθα, ζητοῦντες ποῦ καταθώμεθα τὴν οὐσίαν, δέον ζητεῖν ποῦ τὴν ψυχὴν παρακαταθώμεθα· μᾶλλον δὲ οὐδὲ χρὴ ζητεῖν, ἀλλ’ ἀρετῇ καὶ ὀρθότητι βίου τὴν ἀσφάλειαν αὐτῆς ἐγχειρίζειν. Οὐδὲ γὰρ εἰ πρὸς οἰκέτην ὀργιζομένων καὶ ἀγανακτούντων ἡμῶν, τὸ πρὸς τὴν ὀργὴν ἀπολογήσασθαι ἀφεὶς ἐκεῖνος εἰς τὸν οἰκίσκον τὸν ἑαυτοῦ κατελθών, τὰ ἱμάτια καὶ τὰ ἔπιπλα πάντα συναγαγὼν καὶ καταδήσας, περὶ φυγῆς ἐβουλεύετο, πράως ἂν ἠνέγκαμεν τὴν καταφρόνησιν ταύτην. Παυσώμεθα τοίνυν τῆς ἀκαίρου ταύτης σπουδῆς, καὶ εἴπωμεν ἕκαστος πρὸς τὸν Θεόν· «Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω»; Μιμησώμεθα τὴν τῶν βαρβάρων φιλοσοφίαν· ἐκεῖνοι ἐπ’ ἀδήλοις μετενόησαν· οὐ γὰρ εἶχεν ἡ ἀπόφασις τοῦτο, ὅτι Ἐὰν ἐπιστρέψητε, καὶ μετανοήσητε, στήσω τὴν πόλιν, ἀλλ’ ἁπλῶς· «Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ καταστραφήσεται». Τὶ οὖν ἐκεῖνοι; «Τὶς οἶδεν εἰ μετανοήσει ὁ Θεὸς ἀπὸ τῆς κακίας ἧς ἐλάλησε ποιῆσαι ἡμῖν»; Τὶς οἶδεν; Οὐκ ἴσασι τὸ τέλος τοῦ πράγματος, καὶ οὐκ ἀμελοῦσι τῆς μετανοίας· οὐκ ἐπίστανται τῆς τοῦ Θεοῦ φιλανθρωπίας τὸν τρόπον, καὶ ἐπ’ ἀδήλοις μεταβάλλονται· οὐδὲ γὰρ εἶχον πρὸς ἑτέρους Νινευῒτας ἰδεῖν μετανοήσαντας καὶ σωθέντας, οὐδὲ ἀνέγνωσαν προφήτας, οὐδὲ ἤκουσαν πατριαρχῶν, οὐκ ἀπήλαυσαν συμβουλῆς, οὐ μετέσχον παραινέσεως, οὐδὲ ἦσαν πεπεικότες ἑαυτούς, ὅτι πάντως ἐξιλεώσονται τὸν Θεὸν τῇ μετανοίᾳ· οὐδὲ γὰρ εἶχε τοῦτο ἡ ἀπειλὴ ἀλλ’ ἀμφέβαλλον καὶ ἠμφισβήτουν περὶ τούτου, καὶ ὅμως μετενόησαν μετ’ ἀκριβείας ἁπάσης. Τὶς οὖν ἔσται λόγος ἡμῖν, ὅταν οἱ μὲν περὶ τοῦ τέλους θαῤῥεῖν οὐκ ἔχοντες, τοσαύτην ἐπιδεδειγμένοι φαίνωνται τὴν μεταβολήν, σὺ δὲ ὁ θαῤῥεῖν ἔχων περὶ τῆς φιλανθρωπίας τοῦ Θεοῦ καὶ πολλὰ πολλάκις ἐνέχυρα λαβὼν αὐτοῦ τῆς κηδεμονίας, καὶ προφητῶν καὶ ἀποστόλων ἀκούσας, καὶ δι’ αὐτῶν παιδευθεὶς τῶν πραγμάτων, μηδὲ πρὸς τὸ αὐτὸ τῆς ἀρετῆς ἐκείνοις μέτρον φθάσαι φιλονεικήσῃς; Μεγάλη μὲν οὖν καὶ ἡ τῶν ἀνθρώπων τούτων ἀρετή, πολλῷ δὲ μείζων ἡ τοῦ Θεοῦ φιλανθρωπία, καὶ ταύτην ἀπ’ αὐτοῦ τοῦ μεγέθους τῆς ἀπειλῆς ἔστιν ἰδεῖν. Διὰ γὰρ τοῦ τὸ οὐ προσέθηκε τῇ ἀποφάσει, ὅτι Ἐὰν δὲ μετανοήσητε, φείσομαι, ἵνα ἀδιόριστον ἐμβαλὼν τὴν ψῆφον, αὐξήσῃ τὸν φόβον, καὶ τὸν φόβον αὐξήσας, ταχύτερον πρὸς τὴν μετάνοιαν συνωθήσῃ. Καὶ ὁ μὲν προφήτης αἰσχύνεται, τὸ μέλλον προειδώς, καὶ στοχαζόμενος ὡς ἀτέλεστα μένει τὰ εἰρημένα· ὁ δὲ Θεὸς οὐκ αἰσχύνεται, ἀλλ’ ἓν μόνον ζητεῖ, τὴν τῶν ἀνθρώπων σωτηρίαν, καὶ τὸν οἰκέτην τὸν ἑαυτοῦ διορθοῦται. Ἐπειδὴ γὰρ εἰς τὸ πλοῖον εἰσῆλθεν ἐκεῖνος, διήγειρεν εὐθέως τὴν θάλατταν, ἵνα μάθῃς, ὅτι ὅπου ἁμαρτία, ἐκεῖ χειμών, ὅπου παρακοή, ἐκεῖ κλυδώνιον· καὶ ἐσαλεύετο μὲν ἡ πόλις διὰ τὰ ἁμαρτήματα τῶν Νινευϊτῶν, ἐσαλεύετο δὲ τὸ πλοῖον διὰ τὴν παρακοὴν τοῦ προφήτου. Ἐκεῖνοι μὲν οὖν τὸν Ἰωνᾶν εἰς τὸ πέλαγος ἔῤῥιψαν, καὶ ἔστη τὸ πλοῖον· ἡμεῖς δὲ τὴν ἁμαρτίαν καταποντίσωμεν, καὶ στήσεται πάντως ἡ πόλις. Ὥστε τῆς φυγῆς οὐδὲν ὄφελος ἡμῖν· οὐδὲ γὰρ ἐκεῖνον ὠφέλησεν ἡ φυγή· τοὐναντίον μὲν οὖν καὶ κατέβλαψεν. Ἔφυγε γοῦν τὴν γῆν, καὶ οὐκ ἔφυγε τὴν ὀργὴν τοῦ Θεοῦ· ἔφυγε τὴν γῆν, καὶ τὸν χειμῶνα εἰσήγαγεν εἰς τὴν θάλασσαν· καὶ οὐ μόνον αὐτὸς οὐδὲν ἀπώνατο τῆς φυγῆς ἀγαθόν, ἀλλὰ καὶ τοὺς ὑποδεξαμένους αὐτὸν εἰς ἔσχατον ἐνέβαλε κίνδυνον· καὶ ὅτε μὲν ἐπὶ τοῦ πλοίου καθήμενος ἔπλει, καὶ ναῦται καὶ κυβερνῆται παρῆσαν, καὶ ἅπασα τῆς νηὸς ἡ κατασκευὴ περὶ τῶν ἐσχάτων ἐκινδύνευσεν· ἐπειδὴ δὲ εἰς τὸ πέλαγος καταποντισθείς, καὶ τὴν ἁμαρτίαν διὰ τῆς τιμωρίας ἀποθέμενος, εἰς τὸ ἀτερμάτιστον κατηνέχθη πλοῖον, τὴν γαστέρα φημὶ τοῦ κήτους, πολλῆς ἀπήλαυσε τῆς ἀδείας· ἵνα μάθῃς ὅτι ὥσπερ τὸν ἐν ἁμαρτίᾳ ζῶντα οὐδὲ πλοῖον ὠφελεῖ, οὕτω τὸν τὴν ἁμαρτίαν ἀποθέμενον οὐδὲ θάλαττα ἀπόλλυσιν, οὐδὲ θηρία διαφθείρει. Ἔλαβε γοῦν αὐτὸν τὰ κύματα, καὶ οὐκ ἀπέπνιξεν· ἔλαβε τὸ κῆτος καὶ οὐκ ἀνεῖλεν· ἀλλὰ καὶ τὸ ζῶον, καὶ τὸ στοιχεῖον σώαν τῷ Θεῷ τὴν παρακαταθήκην ἀπέδωκε, καὶ διὰ πάντων ἐμάνθανε φιλάνθρωπος καὶ ἥμερος εἶναι ὁ προφήτης, καὶ μήτε ναυτῶν ἀνοήτων, μήτε κυμάτων ἀγρίων, μήτε θηρίων ὠμότερος εἶναι. Καὶ γὰρ οἱ ναῦται οὐκ ἐκ πρώτης εὐθέως, ἀλλὰ μετὰ πολλὴν αὐτὸν ἀνάγκην προὔδωκαν, καὶ ἡ θάλαττα δὲ καὶ τὸ θηρίον μετὰ πολλῆς τῆς εὐνοίας ἐφύλαξαν, τοῦ Θεοῦ πάντα ταῦτα οἰκονομοῦντος. Ἐπανῆλθε τοίνυν, ἐκήρυξεν, ἠπείλησεν, ἔπεισεν, ἔσωσεν, ἐφόβησε, διώρθωσεν, ἔστησεν ἐξ ἑνὸς καὶ πρώτου κηρύγματος. Οὐ γὰρ ἐδεήθη πολλῶν ἡμερῶν οὐδὲ συνεχοῦς συμβουλῆς, ἀλλὰ τὰ ψιλὰ ἐκεῖνα ἐπιὼν ῥήματα πάντας εἰς μετάνοιαν ἤγαγε. Διὰ τοῦτο αὐτὸν οὐκ εὐθέως ἐκ τοῦ πλοίου εἰς τὴν πόλιν ἐχειραγώγησεν ὁ Θεός, ἀλλὰ παρέδωκαν οἱ ναῦται τῇ θαλάττῃ, ἡ θάλαττα τῷ κήτει, τὸ κῆτος τῷ Θεῷ, ὁ Θεὸς τοῖς Νινευΐταις, καὶ διὰ μακρὰς τῆς περιόδου τὸν φυγάδα ἐπανήγαγεν, ἵνα πάντας παίδευσε, ὅτι Θεοῦ χεῖρας φυγεῖν ἀμήχανον, ὅτι ὅπουπερ ἂν τις ἀφίκηται, τὴν ἁμαρτίαν ἐπισυρόμενος, μυρία ὑποστήσεται τὰ δεινά, κἂν τῶν ἀνθρώπων μηδεὶς παρῇ, αὐτὴ πανταχόθεν ἡ κτίσις ἀντιστήσεται μετὰ πολλῆς αὐτῷ τῆς σφοδρότητος. Μὴ τοίνυν τῇ φυγῇ τὴν σωτηρίαν ἡμῶν ἐγχειρίσωμεν, ἀλλὰ τῇ τοῦ τρόπου μεταβολῇ. Μὴ γάρ, ἐπειδὴ μενεῖς ἐν τῇ πόλει, διὰ τοῦτο παροξύνεται ὁ Θεός, ἵνα φυγῆς; Ἐπειδὴ ἥμαρτες, διὰ τοῦτο ἀγανακτεῖ. Οὐκοῦν τὴν ἁμαρτίαν ἀπόθου, καὶ ὅθεν ἡ αἰτία τῷ τραύματι, ἐκεῖθεν ἀνάστειλον τοῦ κακοῦ τὴν πηγήν· τὰ γὰρ ἐναντία τοῖς ἐναντίοις θεραπεύειν καὶ ἰατρῶν παῖδες κελεύουσιν. Ἐξ ἀδηφαγίας οὖν ἐτέχθη πυρετός, ἀσιτίᾳ μεθοδεύουσι τὸ νόσημα. Ἐξ ἀθυμίας ἠῤῥώστησέ τις, εὐθυμιᾶν τούτῳ φάρμακον ἐπιτήδειον εἶναί φασιν. Οὕτω καὶ ἐπὶ τῶν τῆς ψυχῆς νοσημάτων ποιεῖν χρή. Ῥᾳθυμίᾳ τὴν ὀργὴν ἤγειρε; Σπουδῇ ταύτην ἀποκρουσώμεθα, καὶ πολλὴν ἐπιδειξώμεθα τὴν μεταβολήν. Ἔχομεν βοηθὸν μεγίστην καὶ σύμμαχον τὴν νηστείαν, καὶ μετὰ τῆς νηστείας τὴν ἐπικειμένην ἀγωνίαν καὶ τὸν τοῦ κινδύνου φόβον. Ἐπιθώμεθα τοίνυν τῇ ψυχῇ νῦν εἰς καιρόν· καὶ γὰρ εὐκόλως αὐτὴν δυνησόμεθα πεῖσαι πάντα ὅσα ἂν θέλωμεν. Ὁ γὰρ περιδεὴς καὶ τρέμων καὶ τρυφῆς ἁπάσης ἀπηλλαγμένος, καὶ φόβῳ συζῶν, εὐκόλως δύναται φιλοσοφεῖν, καὶ μετὰ πολλῆς τῆς προθυμίας τὰ τῆς ἀρετῆς ὑποδέχεσθαι σπέρματα.

ζ’. Πείσωμεν τοίνυν αὐτὴν ἀπὸ τῆς τῶν ὅρκων φυγῆς πρώτην τὴν ἐπὶ τὸ βέλτιον ποιήσασθαι μεταβολήν· εἰ γὰρ καὶ χθὲς καὶ πρὸ ἐκείνης περὶ ταύτης ὑμῖν διελέχθη τῆς ὑποθέσεως, ἀλλ’ οὐδὲ σήμερον ἀποστήσομαι, οὐδὲ τὴν ἐπιοῦσαν, οὐδὲ τὴν μετ’ ἐκείνην τὰ αὐτὰ συμβουλεύων. Καὶ τὶ λέγω τὴν αὔριον, καὶ τὴν μετ’ ἐκείνην; Ἕως ἂν ὑμᾶς ἴδω κατορθοῦντας, οὐκ ἀφέξομαι. Εἰ γὰρ οἱ παραβαίνοντες τὸν νόμον οὐκ αἰσχύνονται, πολλῷ μᾶλλον ἡμᾶς τοὺς κελεύοντας μὴ παραβαίνειν, οὐκ ἄξιον αἰσχύνεσθαι τῇ συνεχείᾳ τῆς παραινέσεως. Τὸ γὰρ συνεχῶς περὶ τῶν αὐτῶν ὑπομιμνήσκειν, οὐ τοῦ λέγοντος, ἀλλὰ τῶν ἀκουσάντων ἐστὶν ἔγκλημα διηνεκοῦς δεομένων διδασκαλίας ὑπὲρ ψιλῶν καὶ εὐκατορθώτων πραγμάτων. Τὶ γὰρ εὐκολώτερον τοῦ μὴ ὀμνύναι; Συνηθείας ἐστὶ τὸ κατόρθωμα μόνον, οὐκ ἔστι πόνος σώματος, οὐκ ἔστι δαπάνη χρημάτων. Βούλει μαθεῖν πῶς δυνατὸν περιγενέσθαι τοῦ νοσήματος; Πῶς δυνατὸν ἀπαλλαγῆναι τῆς πονηρᾶς συνηθείας; Ἐγὼ σε διδάξω τρόπον τινά, ὃν ἂν ποιήσῃς, περιέσῃ πάντως. Ὅταν ἴδῃς ἢ σαυτὸν ἢ ἕτερόν τινα ἢ τῶν οἰκετῶν ἢ τῶν παίδων ἢ τὴν γυναῖκα ἁλόντας τῷ κακῷ τούτῳ, καὶ συνεχῶς ὑπομνησθέντας καὶ οὐ διορθωθέντας, κέλευσον μὴ δειπνήσαντας καθευδῆσαι, καὶ ταύτην καὶ σαυτῷ κἀκείνοις τὴν καταδίκην ἐπίθες, καταδίκην οὐχὶ ζημίαν, ἀλλὰ κέρδος φέρουσαν. Τοιαῦτα γὰρ τὰ πνευματικά· καὶ κέρδος φέρει, καὶ ταχίστην τὴν διόρθωσιν. Ἡ γὰρ γλῶσσα βασανιζομένη διηνεκῶς, καὶ μηδενὸς ὑπομιμνήσκοντος ἱκανὴν λαμβάνει παράκλησιν, ὑπὸ τοῦ δίψους κατατεινομένη, ὑπὸ τῆς πείνης ἀγχομένη· κἂν ἁπάντων ὦμεν ἀναισθητοτέρα, διὰ πάσης ἡμέρας τῷ μεγέθει τῆς βασάνου ταύτης ὑπομιμνησκόμενοι, οὐ δεησόμεθα συμβουλῆς ἑτέρας καὶ παραινέσεως. Ἐπῃνέσατε τὸ εἰρημένον, ἀλλ’ ὅμως καὶ ἐπὶ τῶν ἔργων δείξατε τὸν ἔπαινον. Ἐπεὶ τὶ τὸ κέρδος τὴν ἐνταῦθα συλλογῆς; Εἰ καθ’ ἑκάστην ἡμέραν τὸ παιδίον εἰς διδασκαλεῖον βαδίζοι, εἶτα μηδὲν μανθάνοι πλέον, ἆρα ἀρκέσει εἰς ἀπολογίαν ἡμῖν τὸ καθ’ ἑκάστην ἡμέραν ἐκεῖ βαδίζειν αὐτό; Οὐκ αὐτὸ μὲν οὖν τοῦτο μέγιστον ποιησόμεθα ἔγκλημα, ὅτι καθ’ ἑκάστην ἡμέραν ἐκεῖ βαδίζον, μάτην τοῦτο ποιεῖ; Τοῦτο δὴ καὶ ἐφ’ ἡμῶν αὐτῶν λογιζώμεθα, καὶ πρὸς ἑαυτοὺς λέγωμεν· χρόνον τοσοῦτον εἰς ἐκκλησίαν ἀπαντῶντες, συνάξεως ἀπολαύοντες φρικωδεστάτης καὶ πολὺ τὸ κέρδος ἔγχυσης, ἂν τοιοῦτοι πάλιν ἀπέλθωμεν, οἷοι παρεγενόμεθα, μηδὲν τῶν ἡμετέρων κατορθώσαντες ἐλαττωμάτων, τὶ τὸ ὄφελος ἔσται ἡμῖν τῆς ἐνταῦθα ἀφίξεως; Καὶ γὰρ τὰ πολλὰ τῶν πραγμάτων οὐ δι’ αὐτὰ γίνεται, ἀλλὰ διὰ τὰ συμβαίνοντα ἐξ αὐτῶν. Οἶόν τι λέγω· ὁ σπείρων οὐ διὰ τοῦτο σπείρει, ἵνα σπείρῃ μόνον, ἀλλ’ ἵνα καὶ θερίζῃ, ὡς εἰ μὴ τοῦτο γένοιτο, καὶ ζημίαν ὁ σπόρος οἴσει, τῶν σπερμάτων κατασαπέντων εἰκῆ καὶ μάτην. Ὁ ἔμπορος οὐ διὰ τοῦτο πλεῖ, ἵνα πλῇ μόνον, ἀλλ’ ἵνα διὰ τῆς ἀποδημίας πλείω ποιήσῃ τὴν οὐσίαν, ὡς εἰ μὴ τοῦτο προσγένοιτο, καὶ ζημία συμβήσεται ἐσχάτη, καὶ ἐπιβλαβὴς ἡ τῶν ἐμπόρων ἀποδημία. Τοῦτο δὴ καὶ ἐφ’ ἡμῶν αὐτῶν λογιζώμεθα· καὶ γὰρ ἡμεῖς εἰς ἐκκλησίαν ἀπαντῶμεν, οὐ δι’ αὐτὸ τοῦτο μόνον ἵνα ἐνταῦθα διατρίβωμεν, ἀλλ’ ἵνα τι κερδάναντες μέγα καὶ πνευματικὸν κέρδος ἀπέλθωμεν. Ἂν τοίνυν κενοὶ καὶ μηδὲν λαβόντες ἀπίωμεν, καὶ κατάκρισις ἡ σπουδὴ γίνεται. Ὅπως ἂν τοῦτο μὴ γένηται καὶ ζημία ἐσχάτη, ἀπιόντες ἐντεῦθεν, μετ’ ἀλλήλω οἱ φίλοι, μετὰ τῶν τέκνων οἱ πατέρες, μετὰ τῶν οἰκετῶν οἱ δεσπόται, μελετᾶτε καὶ γυμνάζεσθε ὅπως τὸ ἐπιταχθὲν ἀνύσητε, ἵνα ἐπειδὴ ἐπανέλθητε πάλιν, καὶ περὶ τῶν αὐτῶν ἀκούσητε συμβουλευόντων ἡμῶν, μὴ καταισχύνησθε τοῦ συνειδότος ὑμῶν ἐπιλαμβανομένου, ἀλλὰ χαίρητε καὶ εὐφραίνησθε συνορῶντες τὸ πλέον τῆς παραινέσεως ὑμῖν κατορθωθέν. Ταῦτα μὴ μόνον ἐνταῦθα φιλοσοφῶμεν· οὐ γὰρ ἀρκεῖ τὸ πᾶν ἡ πρόσκαιρος ἀύτης παραίνεσις ἐξελεῖν, ἀλλὰ καὶ ἐπὶ τῆς οἰκίας ἀνὴρ παρὰ γυναικὸς ταῦτα ἀκουέτω, καὶ γυνὴ παρ’ ἀνδρός, καὶ ἅμιλλά τις γινέσθω σπουδαζόντων ἁπάντων προλαβεῖν εἰς τὴν τοῦ νόμου τούτου συμπλήρωσιν, καὶ ὁ προλαβὼν καὶ κατορθώσας ὀνειδιζέτω τῷ λειπομένῳ, ἵνα αὐτὸν τοῖς σκώμμασι διεγείρῃ πλέον· ὁ ὑστέρησας καὶ μηδέπω κατωρθωκὼς βλεπέτω τὸν προλαβόντα, καὶ φιλονεικείτω φθάσαι πρὸς ἐκεῖνον ταχέως. Ἐὰν ταῦτα βουλευώμεθα, ἐὰν ταῦτα μεριμνῶμεν, ταχέως ἂν ἡμῖν καὶ τὰ ἀλλὰ κατευοδωθήσεται πράγματα. Σὺ μερίμνησον τὰ τοῦ Θεοῦ, καὶ αὐτὸς προνοήσεται τῶν σῶν. Καὶ μὴ μοι λέγε· τὶ δέ, ἐὰν ἀνάγκην ὅρκων τις ἡμῖν ἐπιθῇ; Τὶ δέ, ἐὰν μὴ πιστεύῃ; Μάλιστα μὲν γάρ, ὅπου παραβαίνεται νόμος ἀνάγκης μεμνῆσθαι οὐ χρή. Μία γὰρ ἐστιν ἀνάγκη ἀπαραίτητος, τὸ μὴ προσκροῦσαι Θεῷ. Πλὴν ἀλλὰ ἐκεῖνο λέγω, τέως τοὺς περιττοὺς περίκοψον ὅρκους, τοὺς ἁπλῶς καὶ χωρὶς ἀνάγκης, τοὺς ἐπὶ τῆς οἰκίας, τοὺς ἐπὶ τῶν φίλων, τοὺς ἐπὶ τῶν οἰκετῶν· ἂν τούτους ἀνέλῃς, ἐν ἐκείνοις οὐδὲν ἐμοῦ δεήσῃ λοιπόν· αὐτὸ γὰρ τὸ στόμα μελετῆσαν δεδοικέναι καὶ φεύγειν τὰς πολυορκίας, οὐδ’ ἂν μυριάκις τις ἀναγκάσῃ, κατάδεξαι λοιπὸν εἰς ἐκείνην ἐμπεσεῖν τὴν συνήθειαν. Ἀλλ’ ὥσπερ νῦν μετὰ πολλοῦ τοῦ πόνου καὶ μυριὰς τῆς ἐνοχλήσεως, φοβοῦντες, ἀπειλοῦντες, παραινοῦντες, συμβουλεύοντες, μόλις ἰσχύσαμεν εἰς ἑτέραν αὐτὸν μεταθεῖναι συνήθειαν· οὕτω δὴ καὶ τότε, κἂν μυριᾶν ἀνάγκην ἐπιθῇ τις, οὐ δυνήσεται πεῖσαι τοῦτον παρασαλεύεσαι τὸν νόμον· ἀλλ’ ὥσπερ δηλητηρίου τινὸς οὐκ ἂν ἕλοιτό ποτε οὐδὲ ἀνάγκης ἐπικειμένης ἀπογεύσασθαί τις, οὕτως οὐδὲ ὅρκον προέσθαι. Τοῦτο δὲ ὑμῖν κατορθωθὲν παράκλησις ἔσται καὶ προτροπῇ, πρὸς τὸ καὶ τῶν λοιπῶν τῆς ἀρετῆς ἐφάψασθαι μερῶν. Ὁ μὲν γὰρ μηδὲν κατωρθωκὼς ὅλως, ῥᾳθύμει καὶ ἀναπίπτει ταχέως· ὁ δὲ συνειδὼς ἑαυτῷ ὅτι μίαν γοῦν τινα ἐντολὴν ἐπλήρωσεν, εὔελπις ἀπὸ ταύτης γενόμενος, μετὰ πλείονος σπουδῆς ἐπὶ τὰς λοιπὰς βαδιεῖται πάλιν, εἶτα ἑτέραν προσλαβών, ἐφ’ ἑτέραν ἥξει ταχέως, καὶ οὐ πρότερον ἀποστήσεται, ἕως ἐὰν ἐπ’ αὐτὴν ἔλθῃ τὴν κεφαλήν. Εἰ γὰρ ἐπὶ τῶν χρημάτων, ὅσῳπερ ἂν τις πλείονα περιβάληται, τοσούτῳ πλειόνων ἐφίεται, πολλῷ μᾶλλον ἐπὶ τῶν κατορθωμάτων τῶν πνευματικῶν τοῦτο συμβαῖνον ἴδοι τις ἄν. Διὰ τοῦτο σπεύδω καὶ ἐπείγομαι ἀρχὴν τὸ πρᾶγμα λαβεῖν, καὶ προοίμιον τῆς ἀρετῆς καταβαλεῖν ἐν ταῖς ὑμετέραις ψυχαῖς, καὶ δεόμεθα καὶ ἀντιβολοῦμεν τούτων τῶν ῥημάτων μὴ κατὰ τὴν παροῦσαν ὥραν μεμνῆσθαι μόνον, ἀλλὰ καὶ ἐπὶ τῆς οἰκίας, καὶ ἐπὶ τῆς ἀγοράς, καὶ ὅπουπερ ἂν διατρίβητε. Εἴθε μοι δυνατὸν ἦν ὑμῖν συγγενέσθαι, καὶ οὐκ ἂν μοὶ τῆς μακρὰς ταύτης ἐδέησε μακρηγορίας· νῦν δ’ ἐπειδὴ τοῦτο οὐκ ἔνι, ἀντ’ ἐμοῦ τῶν ἐμῶν μέμνησθε ῥημάτων, καὶ ἐπὶ τραπέζης καθήμενοι ἐπεισιέναι με νομίζετε καὶ παρεστάναι, καὶ ταῦτα ἐνηχεῖν ἅπερ ὑμῖν ἐνταῦθα λέγω νῦν. Καὶ ὅπουπερ ἂν περὶ ἐμοῦ λόγος ὑμῖν γίνηται, ἀντὶ πάντων ταύτης μέμνησθε τῆς ἐντολῆς, καὶ ταύτην μοι τῆς πὲρ ὑμᾶς ἀγάπης ἀπόδοτε τὴν ἀμοιβήν. Ἐὰν ἴδω κατορθώσαντας ὑμᾶς, τὸ πᾶν ἀπείληφα, ἱκανὴν τῶν πόνων ἀπεδεξάμην τὴν ἀντίδοσιν. Ἵνα οὖν καὶ ἡμᾶς προθυμοτέρους ποιήσητε, καὶ ὑμεῖς εὐέλπιδες γίνησθε, καὶ πλείονα ταῖς λοιπαῖς ἐντολαῖς πρὸς τὸ κατορθοῦσθαι παρασκευάσητε τὴν εὐκολίαν, μετὰ πολλῆς τοῦτον τὸν νόμον τῆς σπουδῆς ἐν ταῖς ὑμετέραις ἐναπόθεσθε ψυχαῖς, καὶ τότε εἴσεσθε τῆς παραινέσεως τὴν ὠφέλειαν. Ἐπεὶ καὶ ἱμάτιον χρυσοῦν καλὸν μὲν ἔστι καὶ ὁρώμενον, πολλῷ δὲ πλέον ἡμῖν φανεῖται περικείμενον ἡμῶν τῷ σώματι· οὕτω καὶ αἱ τοῦ Θεοῦ ἐντολαὶ καλαὶ μὲν εἰσὶ καὶ ἐπαινούμεναι, πολλῷ δὲ καλλίους φαίνονται κατορθούμεναι. Νῦν μὲν γὰρ ἐν βραχείᾳ καιροῦ ῥοπῇ τὰ λεγόμενα ἐπαινεῖτε, ἐὰν δὲ κατορθώσητε, διὰ πάσης τῆς ἡμέρας, καὶ διὰ παντὸς τοῦ χρόνου, καὶ ἡμᾶς καὶ ὑμᾶς αὐτοὺς ἐπαινέσεσθε· καὶ οὐ τοῦτό ἐστι τὸ μέγα, ὅτι ἀλλήλους ἐπαινεσόμεθα, ἀλλ’ ὅτι καὶ ὁ Θεὸς ἡμᾶς ἀποδέξεται, καὶ οὐκ ἀποδέξεται μόνον, ἀλλὰ καὶ ἀμείψεται ταῖς μεγάλαις ἐκείναις καὶ ἀποῤῥήτοις δωρεαῖς, ὧν γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπία τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: ΟΜΙΛΙΑ Ϛ’. Ὅτι χρήσιμος ὁ τῶν ἀρχόντων φόβος, καὶ διήγησις τῶν κατὰ τὴν ὁδὸν συμβάντων τοῖς τὴν ἀγγελίαν τῆς στάσεως τῷ βασιλεῖ ἀναφέρουσι, καὶ ὅτι ὁ ἀδίκως τι πάσχων καὶ εὐχαριστῶν τῷ συγχωροῦντι Θεῷ, ἴσος ἐστὶ τοῦ διὰ τὸν Θεὸν τὰ αὐτὰ πάσχοντος· καὶ τὰ παραδείγματα πάλιν ἐκ τῶν τριῶν παίδων καὶ τῆς Βαβυλωνίας καμίνου, καὶ περὶ τῆς τῶν ὅρκων ἀποχῆς.
Προηγούμενο: ΟΜΙΛΙΑ Δ’. Παράκλησις πρὸς τὸν λαὸν περὶ καρτερίας καὶ ὑπομονῆς ἐκ παραδειγμάτων τοῦ τε Ἰὼβ καὶ τῶν τριῶν παίδων· καὶ περὶ τῆς τῶν ὅρκων ἀποχῆς
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 49
Ἀρχικὴ Σελίδα: Τέρτιος