Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 49

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΟΜΙΛΙΑ Η’. Προτροπῇ εἰς ἀρετήν· καὶ εἰς τὸ Περιεπάτει ὁ Θεὸς τὸ δειλινὸν ἐν τῷ παραδείσῳ· καὶ περὶ τοῦ φεύγειν τοὺς ὅρκους.
Προηγούμενο: ΟΜΙΛΙΑ Ϛ’. Ὅτι χρήσιμος ὁ τῶν ἀρχόντων φόβος, καὶ διήγησις τῶν κατὰ τὴν ὁδὸν συμβάντων τοῖς τὴν ἀγγελίαν τῆς στάσεως τῷ βασιλεῖ ἀναφέρουσι, καὶ ὅτι ὁ ἀδίκως τι πάσχων καὶ εὐχαριστῶν τῷ συγχωροῦντι Θεῷ, ἴσος ἐστὶ τοῦ διὰ τὸν Θεὸν τὰ αὐτὰ πάσχοντος· καὶ τὰ παραδείγματα πάλιν ἐκ τῶν τριῶν παίδων καὶ τῆς Βαβυλωνίας καμίνου, καὶ περὶ τῆς τῶν ὅρκων ἀποχῆς.
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 49

ΟΜΙΛΙΑ Ζ’. Ὅτι τὸ τῆς λύπης πάθος εἰς ἁμαρτίας ἀναίρεσιν μόνον χρήσιμον· καὶ εἰς τό, Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· καὶ ὅτι μεγίστης παρακλήσεως ὑπόθεσις ἡ τῆς δημιουργίας κατασκευή· ἐν ᾧ καὶ περὶ τοῦ, Ἀδὰμ ποῦ εἶ; Καὶ περὶ τοῦ μὴ ὀμνύειν.

α’. Πολλὰ μὲν καὶ περὶ πολλῶν χθὲς πρὸς τὴν ὑμετέραν διελέχθην ἀγάπην, ἀπὸ δὲ τῶν πολλῶν εἰ μὴ πατᾶν κατέχειν ὑμῖν δυνατόν, ἐκεῖνο μάλιστα πάντων ὑμᾶς διαμνημονεῦσαι δέομαι, ὅτι τὴν λύπην ἡμῖν ὁ Θεὸς δι’ οὐδὲν ἕτερον ἐνέθηκεν, ἀλλ’ ἢ δι’ ἁμαρτίαν μόνην, καὶ τοῦτο ἐδήλωσε δι’ αὐτῆς τῶν πραγμάτων τῆς πείρας. Ἐπὶ μὲν γὰρ ζημίᾳ χρημάτων, καὶ ἀῤῥωστίᾳ καὶ θανάτῳ, καὶ τοῖς ἄλλοις τοῖς συμπίπτουσιν ἡμῖν δεινοῖς ἀλγοῦντες, καὶ ἀθυμοῦντες, οὐ μόνον οὐδεμίαν ἀπὸ τῆς λύπης καρπούμεθα παραμυθίαν, ἀλλὰ καὶ ἐπιτείνομεν τὰ δεινά· ἐπὶ δὲ τῶν ἁμαρτημάτων ἂν ἀλγήσωμεν καὶ λυπηθῶμεν, ὑποτεμνώμεθα τῆς ἁμαρτίας τὸν ὄγκον, καὶ μικρὰν τὴν μεγάλην ποιοῦμεν, πολλάκις δὲ καὶ τέλεον αὐτὴν ἐξαλείφομεν ἅπασαν. Τοῦτο δὴ μοι μέμνησθε διηνεκῶς, ἵνα ἐφ’ ἁμαρτίᾳ μόνον ἀλγῆτε, ἐφ’ ἑτέρῳ δὲ μηδενί· καὶ μετὰ τούτων κἀκεῖνο πάλιν, οἱ θάνατον καὶ λύπην ἡ ἁμαρτία εἰς τὸν βίον ἡμῶν εἰσενεγκοῦσα, ὑπ’ ἀμφοτέρων τούτων ἀναιρεῖται πάλιν ὅπερ οὖν καὶ αὐτὸ σαφέστερον πρώην ἀπεδείξαμεν. Μηδὲν οὖν οὕτω φοβώμεθα ὡς τὸ ἁμαρτάνειν καὶ πλημμελεῖν· μὴ φοβώμεθα κόλασιν, καὶ διαφευξόμεθα κόλασιν· καθάπερ οὖν καὶ οἱ τρεῖς παῖδες οὐκ ἐφοβήθησαν τὴν κάμινον, καὶ διέφυγον τὴν κάμινον· τοιούτους εἶναι χρὴ τοὺς τοῦ Θεοῦ δούλους. Εἰ γὰρ οἱ ἐν τῇ Παλαιᾷ τραφέντες, ὅτε οὔπω ἐνενέκρωτο θάνατος, οὔτε αἱ χαλκαῖ πύλαι συνεκλάσθησαν, οὔτε οἱ μοχλοὶ οἱ σιδηροῖ συνετρίβησαν, οὕτω γενναίως κατετόλμησαν τῆς τελευτῆς, τίνα ἕξομεν ἀπολογίαν ἡμεῖς, ἢ ποίαν συγγνώμην, τοσαύτης ἀπολαύσαντες τῆς χάριτος, καὶ μηδὲ πρὸς τὰ αὐτὰ φθάνοντες ἐκείνοις μέτρα τῆς ἀρετῆς νῦν, ὅτε ὄνομα μόνον ἐστὶν ὁ θάνατος πράγματος ἔρημον; Οὐδὲν γὰρ ἕτερόν ἐστιν ὁ θάνατος, ἀλλ’ ἢ ὕπνος, καὶ ἀποδημία, καὶ μετάστασις, καὶ ἀνάπαυσις, καὶ λιμὴν εὔδιος, καὶ ταραχῆς ἀπαλλαγή, καὶ βιωτικῶν ἐλευθερία φροντίδων. Ἀλλὰ τῆς μὲν παρακλήσεως ἐνταῦθα καταλύσωμεν τὸν λόγον· καὶ γὰρ πέμπτην ἡμέραν ἔχομεν παρακαλοῦντες ὑμῶν τὴν ἀγάπην καὶ λοιπὸν καὶ ἐνοχλεῖν δοκοῦμεν. Τοῖς μὲν γὰρ προσέχουσιν ἀρκεῖ καὶ τὰ εἰρημένα, τοῖς δὲ μικροψύχοις, κἂν πλείονα τῶν εἰρημένων προσθῶμεν, οὐδὲν ἔσται πλέον. Ὥρα δὲ λοιπὸν ἡμῖν ἐπὶ τὴν τῶν γραφῶν ἐξήγησιν τρέψαι τὴν διδασκαλίαν. Ὥσπερ γάρ, εἰ μηδὲν περὶ τῆς συμφορὰς ταύτης διελέχθημεν, ὠμότητα ἂν τις ἡμῶν κατέγνω καὶ ἀπανθρωπίαν· οὕτως ἂν διαπαντὸς περὶ αὐτῆς διαλεγώμεθα, μικροψυχίαν ἂν τις ἡμῶν καταγνοίη δικαίως. Παραθέμενοι τοίνυν ὑμῶν τὰς καρδίας τῷ Θεῷ τῷ δυναμένῳ λαλῆσαι εἰς τὴν διάνοιαν ὑμῶν, καὶ πᾶσαν ἔνδοθεν ἀπελάσαι λύπην, τῆς εἰωθυίας αὐτοὶ διδασκαλίας ἁψώμεθα νῦν, καὶ μάλιστα ὁπότε καὶ πᾶσα γραφῆς ἐξήγησις παράκλησίς ἐστι καὶ παραμυθία. Ὥστε κἂν δοκῶμεν ἀφίστασθαι τοῦ παρακαλεῖν, πάλιν εἰς τὴν αὐτὴν ἐμπίπτομεν ὑπόθεσιν διὰ τῆς τῶν Γραφῶν ἐξηγήσεως· ὅτι γὰρ πᾶσα Γραφὴ παράκλησίς ἐστι τοῖς προσέχουσιν, αὐτόθεν ὑμῖν τοῦτο ποιήσω φανερόν. Οὐ γὰρ δὴ περιελθὼν τῶν Γραφῶν τὰς ἱστορίας πειράσομαι ζητῆσαι παραμυθητικοὺς τινας λόγους· ἀλλ’ ὥστε σαφεστέραν τῆς ὑποσχέσεως ἀπόδειξιν παρασχεῖν, τὸ σήμερον ἡμῖν ἀναγνωσθὲν μεταχειριοῦμαι βιβλίον, καὶ εἰ δοκεῖ τὴν ἀρχὴν αὐτοῦ καὶ τὸ προοίμιον, ὃ δοκεῖ μάλιστα μηδὲ ἴχνος ἐμφαίνειν παραμυθίας, ἀλλὰ καὶ καθόλου παρακλητικῶν ἀλλοτριοῦσθαι λόγων, εἰς μέσον προθείς, ὃ λέγω ποιήσω φανερόν. Τὶ ποτ’ οὖν ἐστι τὸ προοίμιον; «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου». Ἆρα μὴ δοκεῖ τισιν ὑμῶν παράκλησιν ἔχειν ἀθυμίας τὰ εἰρημένα; Οὐχ ἱστορίας διήγησίς ἐστι καὶ δημιουργίας διδασκαλίας;

β’. Βούλεσθε οὖν ἐπιδείξω τὴν ἐγκεκρυμμένην τῇ ῥήσει ταύτῃ παράκλησιν; Διαναστῆτε τοίνυν, καὶ μετὰ ἀκριβείας προσέχετε τοῖς ῥηθήσεσθαι μέλλουσιν. Ὅταν γὰρ ἀκούσῃς, ὅτι τὸν οὐρανόν, τὴν γῆν, τὴν θάλατταν, τὸν ἀέρα, τὰ ὕδατα, τοὺς ἀστέρας τοὺς πολλούς, τοὺς δύο φωστῆρας τοὺς μεγάλους, τὰ φυτά, τὰ τετράποδα, τὰ νηκτά, τὰ πετόμενα ζῷα, πάντα ἁπλῶς τὰ ὁρώμενα διὰ σὲ καὶ τὴν σὴν σωτηρίαν καὶ τιμὴν ἐποίησεν ὁ Θεός, οὐχ ἱκανὴν εὐθέως λαμβάνεις παράκλησιν, καὶ τῆς ἀγάπης τοῦ Θεοῦ μεγίστην δέχῃ ταύτην ἀπόδειξιν, ὅταν ἐννοήσῃς, ὅτι τοσοῦτον καὶ τηλικοῦτον κόσμον, οὕτω καλόν, καὶ μέγαν, καὶ θαυμαστὸν διὰ σὲ τὸν βραχὺ εἰς μέσον παρήγαγεν; Ὅταν μὲν ἀκούσῃς, ὅτι «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν», μὴ ἁπλῶς παραδράμῃς τὸ εἰρημένον, ἀλλ’ ἔπελθε τῇ διανοίᾳ τὸ εὖρος τῆς γῆς, καὶ ἀναλόγισαι πῶς ἡμῖν πολυτελῆ καὶ δαψιλῆ τράπεζαν ἀνῆκε, καὶ πολλὴν πολλαχόθεν παρέσχεν ἡμῖν εὐφροσύνην· καὶ τὸ δὴ μέγιστον, ὅτι οὐ πόνων ἀμοιβὴν ἔδωκεν, οὐδὲ κατορθωμάτων ἀντίδοσιν τὸν τοσοῦτον καὶ τηλικοῦτον κόσμον, ἀλλ’ ὁμοῦ τε ἡμᾶς ἔπλασε, καὶ τῇ βασιλείᾳ ταύτῃ τὸ γένος ἡμῶν ἐτίμησε. «Ποιήσωμεν γὰρ ἄνθρωπον, φησί, κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν». Τὶ ἐστι, «Κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν»; Τῆς ἀρχῆς εἰκόνα φησί, καὶ ὥσπερ οὐδεὶς ἀνώτερος Θεοῦ ἐν οὐρανῷ, οὕτω μηδεὶς ἔστω ἀνώτερος ἀνθρώπου ἔπι τῆς γῆς. Ἑνὶ μὲν οὖν τούτῳ καὶ πρώτῳ τετίμηκε, τῷ κατ’ εἰκόνα αὐτὸν ποιῆσαι· δευτέρῳ δὲ τῷ μὴ πόνων ἀμοιβὴν ἡμῖν παρασχεῖν τὴν ἀρχήν, ἀλλὰ γυμνὴν τῆς αὐτοῦ φιλανθρωπίας ποιῆσαι τὴν χάριν· τρίτῳ τῷ φυσικὴν ἡμῖν χαρίσασθαι αὐτήν. Τῶν γὰρ ἄρχων αἱ μὲν εἰσι φυσικαί, αἱ δὲ χειροτονηταί· φυσικαὶ μέν, ὡς ἡ τοῦ λέοντος ἐπὶ τῶν τετραπόδων, ὡς ἐπὶ τῶν ὀρνίθων ἡ τοῦ ἀετοῦ· χειροτονηταὶ δὲ ὡς ἡ τοῦ βασιλέως τοῦ καθ’ ἡμᾶς· οὗτος γὰρ οὐχὶ φύσει κρατεῖ τῶν ὁμοδούλων· διὸ καὶ ἀποβάλλει πολλάκις τὴν ἀρχήν. Τοιαῦτα γὰρ τὰ μὴ φύσει προσόντα· ῥᾳδίαν δέχεται τὴν μεταβολὴν καὶ τὴν μετάπτωσιν· ὁ δὲ λέων οὐχ οὕτως, ἀλλὰ φύσει κρατεῖ τῶν τετραπόδων, ὥσπερ οὖν καὶ τῶν ὀρνίθων ὁ ἀετός. Ἀεὶ γοῦν τῷ γένει συγκεκλήρωται τὸ τῆς βασιλείας εἶδος, καὶ οὐδένα ἂν τις ἴδοι λέοντά ποτε τὴν ἀρχὴν ἀποβαλόντα ταύτην. Τοιαύτην καὶ ἡμῖν τὴν βασιλείαν ἐξ ἀρχῆς ὁ Θεὸς ἐχαρίσατο, καὶ πᾶσιν ἡμᾶς ἐπέστησε· καὶ οὐ τούτῳ μόνον ἐτίμησεν ἡμῶν τὴν φύσιν, ἀλλὰ καὶ αὐτῇ τοῦ χωρίου τῇ προεδρίᾳ ἐξαίρετον οἰκητήριον ἀποτάξας ἡμῖν τὸν παράδεισον, καὶ λόγον δοὺς καὶ ψυχὴν ἀθάνατον χαρισάμενος.

Ἀλλὰ μὴ εἴπω ταῦτα· ἐγὼ γὰρ τοσαύτην περιουσίαν εἶναί φημι τῆς τοῦ Θεοῦ κηδεμονίας, ὡς μὴ μόνον ἀφ’ ὧν ἐτίμησεν, ἀλλὰ καὶ ἀφ’ ὧν ἐκόλασεν, ὁμοίως ἡμᾶς δύνασθαι τὴν ἀγαθότητα αὐτοῦ δείκνυται καὶ τὴν φιλανθρωπίαν. Καὶ τοῦτο μάλιστα πάντων ὑμᾶς παρακαλῶ μετὰ ἀκριβείας εἰδέναι, ὅτι ὁ Θεὸς οὐχὶ τιμῶν μόνον, οὐδὲ εὐεργετῶν, ἀλλὰ καὶ κολάζων, καὶ τιμωρούμενος ὁμοίως ἐστὶν ἀγαθός· κἂν πρὸς Ἕλληνας, κἂν πρὸς αἱρετικοὺς ἀγῶνες ἡμῖν καὶ μάχαι κινῶνται περὶ τῆς Θεοῦ φιλανθρωπίας καὶ ἀγαθότητος, μὴ μόνον ἀφ’ ὧν ἐτίμησεν, ἀλλὰ καὶ ἀφ’ ὧν ἐτιμωρήσατο, ἐπιδείκνυμεν αὐτοῦ τὴν ἀγαθότητα. Εἰ γὰρ τιμῶν μόνον ἐστὶν ἀγαθός, κολάζων δὲ οὐκ ἔστιν ἀγαθός, ἐξ ἡμισείας ἀγαθὸς ἂν εἴη· ἀλλ’ οὐκ ἔστι τοῦτο· μὴ γένοιτο. Ἐπὶ ἀνθρώπων μὲν γὰρ εἰκὸς τοῦτο συμβαίνειν, ἐπειδὴ θυμῷ καὶ πάθει τὰς τιμωρίας ἐπάγουσιν· ὁ δὲ Θεὸς ἀπαθὴς ὤν, κἂν εὐεργετῇ, κἂν κολάζῃ, ὁμοίως ἐστὶν ἀγαθός, καὶ τῆς βασιλείας οὐκ ἔλαττον ἡ τῆς γεέννης ἀπειλὴ δείκνυσιν αὐτοῦ τὴν ἀγαθότητα· καὶ πῶς; Ἐγὼ λέγω. Εἰ μὴ γέενναν ἠπείλησεν, εἰ μὴ κόλασιν ἡτοίμασεν, οὐκ ἂν πολλοὶ τῆς βασιλείας ἐπέτυχον. Οὐ γὰρ οὕτως ἡ τῶν ἀγαθῶν ὑπόσχεσις πρὸς ἀρετὴν ἐκκαλεῖται τοὺς πολλούς, ὡς ἡ τῶν κακῶν ἀπειλὴ τῷ φόβῳ συνωθεῖ, καὶ διανίστησι πρὸς τὴν τῆς ψυχῆς ἐπιμέλειαν. Ὥστε εἰ καὶ ἐναντίον γέεννα τῇ βασιλείᾳ τῶν οὐρανῶν, ἀλλὰ πρὸς ἓν ἑκάτερον βλέπει τέλος, τὴν τῶν ἀνθρώπων σωτηρίαν· ἐκείνη μὲν ἐπισπωμένη πρὸς ἑαυτήν, αὕτη δὲ συνωθοῦσα πρὸς ἐκείνην, καὶ τῷ φόβῳ διορθουμένη τοὺς ἀμελέστερον διακειμένους.

γ’. Τοῦτον δὲ οὐχ ἁπλῶς μηκύνω τὸν λόγον, ἀλλ’ ἐπειδὴ πολλάκις λιμῶν καὶ αὐχμῶν γιγνομένων, καὶ πολέμων, καὶ ὀργῆς βασιλικῆς ἐμπιπτούσης, καὶ ἑτέρων τινῶν τοιούτων ἀδοκήτων πραγμάτων, πολλοὶ τοὺς ἀφελεστέρους ἀπατῶντες λέγουσιν, ὅτι οὐκ ἀξία ταῦτα τῆς τοῦ Θεοῦ προνοίας. Ἳν’ οὖν μὴ παραλογιζόμεθα, ἀλλ’ ἴδωμεν ἀκριβῶς, ὅτι κἂν λιμόν, κἂν πόλεμον, κἂν ἄλλο ὁτιοῦν ἐπαγάγῃ δεινόν, ἀπὸ φιλανθρωπίας τοῦτο ποιεῖ καὶ πολλῆς τῆς κηδεμονίας, ἠναγκάσθην ἐνδιατρίψαι τούτῳ τῷ λόγῳ. Ἐπεὶ καὶ οἱ πατέρες, οἱ μάλιστα πάντων τὰ ἔκγονα φιλοῦντες, καὶ τραπέζης εἴργουσι, καὶ πληγὰς ἐπάγουσι, καὶ ἀτιμίᾳ κολάζουσι, καὶ ἑτέροις μυρίοις τοιούτοις ἀσελγαίνοντας διορθοῦνται τοὺς παῖδας· ἀλλ’ ὅμως πατέρες εἰσιν, οὐχὶ τιμῶντες μόνον, ἀλλὰ καὶ ταῦτα ποιοῦντες, καὶ τότε μάλιστα πατέρες, ὅταν τοιαῦτα ποιῶσιν. Εἰ δὲ ἄνθρωποι, θυμῷ καὶ ὀργῇ πολλάκις τοῦ συμφέροντος ἐκφερόμενοι, οὐκ ὠμότητι καὶ ἀπανθρωπίᾳ, ἀλλὰ κηδεμονία καὶ φιλοστοργία νομίζονται κολάζειν οὓς φιλοῦσι, πολλῷ μᾶλλον περὶ τοῦ Θεοῦ οὕτω διακεῖσθαι χρή, τοῦ πᾶσαν πατρικὴν φιλοστοργίαν ὑπερβαίνοντος τῇ τῆς οἰκείας ἀγαθότητος ὑπερβολῇ. Καὶ ἵνα μὴ νομίσῃς, ὅτι στοχασμὸς ἐστι τὰ εἰρημένα, φέρε ἐπ’ αὐτὴν τὴν Γραφὴν τὸν λόγον ἀγάγωμεν. Ἐπειδὴ γὰρ ἠπατήθη καὶ παρελογίσθη παρὰ τοῦ πονηροῦ δαίμονος ὁ ἄνθρωπος, ἴδωμεν πῶς ἁμαρτίαν αὐτῷ τοιαύτην ἁμαρτόντι τότε ἐχρήσατο ὁ Θεός. Ἆρα ἠφάνισεν αὐτὸν παντελῶς; Καίτοι γε ὁ τοῦ δικαίου λόγος τοῦτο ἀπῄτει, τὸν οὐδὲν μὲν ἀγαθὸν ἐπιδειξάμενον, τοσαύτης δὲ ἀπολαύσαντα τῆς εὐνοίας, εἶτα ἐκ προοιμίων ἀποσκιρτήσαντα, ἀρθῆναι ἐκ τοῦ μέσου καὶ ἀφανισθῆναι τέλεον. Ἀλλ’ οὐκ ἐποίησε τοῦτο ὁ Θεός, οὐδὲ ἐβδελύξατο καὶ ἀπεστράφη τὸν οὕτως ἀγνώμονα περὶ τὸν εὐεργέτην γενόμενον, ἀλλ’ ἔρχεται πρὸς αὐτόν, καθάπερ πρὸς ἄῤῥωστον ἰατρός. Καὶ μὴ παραδράμῃς ἁπλῶς τὸ εἰρημένον, ἀγαπητέ, ἀλλ’ ἐννόησον ἡλίκον τὸ μήτε ἄγγελον πέμψαι, μήτε ἀρχάγγελον, μήτε ἄλλον τινὰ τῶν συνδούλων τῶν ἐκείνου, ἀλλ’ αὐτὸν τὸν Δεσπότην καταβῆναι πρὸς τὸν παραπεπτωκότα, καὶ κείμενον ἀναστῆσαι, καὶ μόνον πρὸς μόνον, καθάπερ φίλον πρὸς φίλον κακῶς πράττοντα, καὶ ἐν πολλῇ καταστάντα δυσημερίᾳ παραγενέσθαι. Ὅτι γὰρ τοῦτο ἐκ πολλῆς κηδεμονίας ἐποίησε, καὶ αὐτὰ τὰ ῥήματα, ἃ πρὸς αὐτὸν εἶπε, δείκνυσιν αὐτοῦ τὴν ἄφατον φιλοστοργίαν. Καὶ τὶ λέγω τὰ ῥήματα ἅπαντα; Ἡ πρώτη μὲν οὖν ῥῆσις, εὐθέως αὐτοῦ τὸ φίλτρον ἐνέφηνεν, οὐ γὰρ εἶπε, καθάπερ εἰκὸς ἦν ὑβρισμένον εἰπεῖν· ᾧ μιαρέ, καὶ παμμίαρε, τοιαύτης ἀπολαύσας εὐνοίας παρ’ ἐμοῦ, τοσαύτῃ τιμηθεὶς βασιλείᾳ, καὶ τῶν ἐπὶ τῆς γῆς προτιμηθεὶς ἁπάντων ἀντ’ οὐδενὸς κατορθώματος, καὶ διὰ τῶν ἔργων αὐτῶν ἐνέχυρα λαβὼν τῆς ἐμῆς κηδεμονίας, καὶ τῆς προνοίας ἀπόδειξιν ἀληθῆ, πονηρὸν δαίμονα καὶ λυμεῶνα καὶ τῆς σῆς ἐχθρὸν σωτηρίας ἀξιοπιστότερον ἐποίησας τοῦ Δεσπότου καὶ κηδεμόνος; Τὶ σοι τοιοῦτον ἐκεῖνος ἔδειξεν οἷον ἐγώ; Οὐχὶ τὸν οὐρανὸν ἐποίησα διὰ σέ; Τὴν γῆν, τὴν θάλατταν, τὸν ἥλιον, τὴν σελήνην, τὰ ἄστρα πάντα; Οὐ γὰρ δήπου τῶν ἀγγέλων τινὲς ταύτης ἐδέοντο τῆς δημιουργίας, ἀλλὰ διὰ σὲ καὶ τὴν ἀνάπαυσιν τὴν σὴν τὸν τοσοῦτον καὶ τηλικοῦτον ἐποίησα κόσμον· καὶ ψιλὰ ῥήματα, καὶ ὑπόσχεσιν ψευδῆ, καὶ ἐπαγγελίαν ἀπάτης γέμουσαν, τῆς διὰ τῶν ἔργων εὐεργεσίας τε καὶ προνοίας ἀξιοπιστοτέραν νομίσας εἶναι, ἐκείνῳ σαυτὸν ἔδωκας, καὶ τοὺς ἐμοὺς κατεπάτησας νόμους;

Ταῦτα γὰρ καὶ πλείονα τούτων τὸν ὑβρισμένον εἰκὸς ἦν εἰπεῖν· ἀλλ’ οὐχ ὁ Θεὸς οὕτως, ἀλλὰ τοὐναντίον ἅπαν. Ἀπὸ γὰρ τῆς πρώτης φωνῆς εὐθέως αὐτὸν ἀνέστησε κείμενον, καὶ δεδοικότα καὶ τρέμοντα θαῤῥεῖν παρεσκεύασε πρῶτος αὐτὸν καλέσας αὐτός· μᾶλλον δὲ οὐ τῷ καλέσαι πρῶτος, ἀλλὰ καὶ τῷ προσειπεῖν αὐτὸν ἀπὸ τῆς αὐτοῦ προσηγορίας καὶ εἰπεῖν· «Ἀδάμ, ποῦ εἶ»; Ἔδειξεν αὐτοῦ τὸ φίλτρον, καὶ τὴν πολλὴν περὶ αὐτὸν κηδεμονίαν. Ἴστε γὰρ δήπου πάντες, ὅτι φιλίας γνησίας ἐστὶ τοῦτο τεκμήριον· οὕτω καὶ οἱ ἀνακαλοῦντες τοὺς τετελευτηκότας εἰώθασι ποιεῖν, συνεχῶς τὰ ὀνόματα αὐτῶν περιστρέφοντες, ὡς οἳ γε μισοῦντες καὶ ἀπεχθῶς πρὸς τινας ἔχοντες, οὐδὲ τὰ ὀνόματα ἀναμνησθῆναι τῶν λελυπηκότων ἀνέχονται. Ὁ γοῦν Σαοὺλ ἀδικηθεὶς μὲν οὐδέν, πολλὰ δὲ καὶ μεγάλα τὸν Δαυῒδ ἀδικήσας, ἐπειδὴ αὐτὸν ἀπεστρέφετο καὶ ἐμίσει, οὐδὲ τῆς προσηγορίας αὐτοῦ ἀναμνησθῆναι ἀνείχετο, ἀλλὰ συγκαθημένων ἁπάντων, ἐπειδὴ παραγενόμενον, οὐκ εἶδεν, τὶ φησιν; Οὐκ εἶπε, Ποῦ ἔστι ὁ Δαβίδ; Ἀλλά, «Ποῦ ἔστιν ὁ υἱὸς Ἰεσσαί»; Ἀπὸ τοῦ πατρὸς αὐτὸν καλέσας. Καὶ πάλιν οἱ Ἰουδαῖοι ἐπὶ τοῦ Χριστοῦ τὸ αὐτοῦ ποιοῦσιν· ἐπειδὴ γὰρ αὐτὸν ἀπεστρέφοντο καὶ ἐμίσουν, οὐκ εἶπον, Ποῦ ἔστιν ὁ Χριστός; Ἀλλά, «Ποῦ ἔστιν ἐκεῖνος»;

δ’. Ἀλλ’ ὁ Θεός, κἂν τούτῳ βουλόμενος δέξαι, ὅτι τὸ φίλτρον οὐκ ἔσβεσεν ἡ ἁμαρτία, οὐδὲ τὴν πρὸς αὐτὸν εὔνοιαν ἀνεῖλεν ἡ παρακοή, ἀλλ’ ἔτι προνοεῖ καὶ κήδεται τοῦ περιπεπτωκότος, φησίν· «Ἀδάμ, ποῦ εἶ»; Οὐκ ἀγνοῶν ὅπου διέτριβεν, ἀλλ’ ἐπειδὴ τοῖς ἡμαρτηκόσιν ἔῤῥαπται τὸ στόμα, τῆς ἁμαρτίας ἀποστρεφούσης τὴν γλῶσσαν, καὶ τοῦ συνειδότος αὐτῆς ἐπιλαμβανομένου, καὶ μένουσιν ἀχανεῖς οἱ τοιοῦτοι, ὥσπερ τινὶ δεσμῷ τῇ σιγῇ κατεχόμενοι. Βουλόμενος ὁ Θεὸς εἰς παῤῥησίαν αὐτὸν ἐκκαλέσασθαι διαλέξεως, καὶ δοῦναι θαῤῥεῖν, καὶ εἰς ἀπολογίαν ὧν ἥμαρτεν ἐμβαλεῖν, ἵνα τινὸς ἀπολαύσῃ συγγνώμης, πρότερος αὐτὸν ἐκάλεσε, τὸ πολὺ τῆς ἀγωνίας ὑποτεμνόμενος τῇ προσηγορίᾳ, καὶ τὸν φόβον ἀπελαύνων, καὶ τὸ στόμα διὰ ταύτης ἀνοίγων τῆς κλήσεως; Διὸ καὶ ἔλεγεν· «Ἀδάμ, ποῦ εἶ»; Ἑτέρωθι κατέλιπόν σε, φησί, καὶ ἑτέρωθι νῦν εὑρίσκω· κατέλιπόν σε ἐν παῤῥησίᾳ καὶ δόξῃ, καὶ εὑρίσκω νῦν ἐν ἀτιμίᾳ καὶ σιγῇ. Καὶ σκόπει Θεοῦ κηδεμονίαν· οὐκ ἐκάλεσε «ἕτερος πρὸς ἕτερον», καὶ ἔλεγον· «Ἅγιος, ἅγιος, ἅγιος Κύριος Σαβαώθ· πλήρης πᾶσα ἡ γῆ γῆς δόξης αὐτοῦ». Εἶδες μεθ’ ὅσου φόβου, μεθ’ ὅσης φρίκης καλοῦσι δοξολογοῦσαι καὶ ὑμνοῦσαι; Σὺ δὲ ἐν εὐχαῖς μὲν καὶ ἱκετηρίαις μετὰ πολλῆς αὐτὸν καλεῖς τῆς ῥᾳθυμίας, ὅτε φρίττειν ἔδει, καὶ ἐγρηγορέναι, καὶ νήφειν· ἐν ὅρκοις δὲ ὅτε οὐδ’ ὅλως τὸ θαυμαστὸν τοῦτο ὄνομα παράγειν ἐχρῆν, ποικίλους τινὰς καὶ ἐπαλλήλους ὅρκους συνείρεις. Καὶ ποία συγγνώμη, τὶς δὲ ἡμῖν ἔσται ἀπολογίᾳ, κἂν μυριάκις συνήθειαν προβαλλώμεθα; Λέγεταί τις τῶν ἔξωθεν ῥητόρων ὑπὸ τινος συνηθείας ἀλόγου τὸν δεξιὸν συνεχῶς ὦμον κινεῖν βαδίζων· ἀλλ’ ὅμως περιεγένετο τῆς συνηθείας, καὶ μαχαίρας ἀκονήσας ἑκατέρωθεν ἐπέθηκε τοῖς ὤμοις, ὥστε τῷ φόβῳ τῆς τομῆς σωφρονίσαι τὸ μέλος ἀκαίρως κινούμενον· τοῦτο καὶ σὺ ποίησον ἐπὶ τῆς γλώττης, καὶ ἀντὶ μαχαίρας ἐπίθες αὐτῇ τὸν φόβον τῆς τοῦ Θεοῦ κολάσεως, καὶ περιεσῃ πάντως. Ἀμήχανον γάρ, ἀμήχανον μεριμνώντας καὶ σπουδάζοντας καὶ ἔργον τοῦτο ποιουμένους ἡττηθῆναί ποτε. Ἐπαινεῖτε νῦν τὰ εἰρημένα, ἀλλ’ ὅταν κατορθώσητε, μειζόνως ἐπαινέσεσθε, οὐχ ἡμᾶς μόνον, ἀλλὰ καὶ ὑμᾶς αὐτούς, καὶ μετὰ πλείονος τῆς ἡδονῆς ἀκούσεσθε τῶν λεγομένων, καὶ μετὰ καθαροῦ τοῦ συνειδότος καλέσετε τὸν Θεόν, ὃς οὕτω σου φείδεται, ὡς εἰπεῖν· «Μηδὲ κατὰ τῆς κεφαλῆς σου ὀμόσῃς»· σὺ δὲ οὕτως αὐτοῦ καταφρονεῖς, ὡς καὶ κατὰ τῆς αὐτοῦ δόξης ὀμνύναι. Καὶ τὶ πάθω, φησί, πρὸς τοὺς ἀνάγκην ἐπάγοντας; Ποίαν ἀνάγκην, ἄνθρωπε; Μαθέτωσαν ἅπαντες, ὅτι πάντα αἴρεσῃ παθεῖν, ἢ τὸν τοῦ Θεοῦ παραβῆναι νόμον. Καὶ ἀποστήσονται τῆς ἀνάγκης. Ὅτι γὰρ οὐχ ὅρκον ἀξιόπιστον ποιεῖ, ἀλλὰ βίου μαρτυρία καὶ πολιτεία ἀκριβείᾳ, καὶ ὑπόληψις ἀγαθή, πολλοὶ πολλάκις διεῤῥάγησαν ὀμνύοντες, καὶ οὐδένα ἔπεισαν, ἕτεροι δὲ ἐπινεύσαντες μόνον, ἀξιοπιστότεροι τῶν τοσαῦτα ὀμωμοκότων ἐφάνησαν. Ταῦτ’ οὖν εἰδότες ἅπαντα, καὶ τὴν κειμένην τοῖς τε ὀμνύουσι τοῖς τε ἐπιορκοῦσι κόλασιν πρὸ τῶν ὀφθαλμῶν βλέποντες, ἀποστῶμεν τῆς πονηρᾶς συνηθείας, ἳν’ ἐντεῦθεν καὶ πρὸς τὰ λοιπὰ βαδίζοντες κατορθώματα, τῶν μελλόντων ἀγαθῶν ἐπιτύχωμεν, ὧν γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπία τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμή, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: ΟΜΙΛΙΑ Η’. Προτροπῇ εἰς ἀρετήν· καὶ εἰς τὸ Περιεπάτει ὁ Θεὸς τὸ δειλινὸν ἐν τῷ παραδείσῳ· καὶ περὶ τοῦ φεύγειν τοὺς ὅρκους.
Προηγούμενο: ΟΜΙΛΙΑ Ϛ’. Ὅτι χρήσιμος ὁ τῶν ἀρχόντων φόβος, καὶ διήγησις τῶν κατὰ τὴν ὁδὸν συμβάντων τοῖς τὴν ἀγγελίαν τῆς στάσεως τῷ βασιλεῖ ἀναφέρουσι, καὶ ὅτι ὁ ἀδίκως τι πάσχων καὶ εὐχαριστῶν τῷ συγχωροῦντι Θεῷ, ἴσος ἐστὶ τοῦ διὰ τὸν Θεὸν τὰ αὐτὰ πάσχοντος· καὶ τὰ παραδείγματα πάλιν ἐκ τῶν τριῶν παίδων καὶ τῆς Βαβυλωνίας καμίνου, καὶ περὶ τῆς τῶν ὅρκων ἀποχῆς.
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 49
Ἀρχικὴ Σελίδα: Τέρτιος