Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 49

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΟΜΙΛΙΑ ΙΑ’. Εὐχαριστίᾳ πρὸς τὸν Θεὸν περὶ τῆς ἀπαλλαγῆς τῶν ἐκ τῆς στάσεως προσδοκηθέντων κακῶν, καὶ ἀνάμνησις τῶν τότε συμβάντων· ἔτι δὲ καὶ κατὰ τῶν τὸ σῶμα ἡμῶν διαβαλλόντων, καὶ δι’ ὅλου περὶ τῆς τοῦ ἀνθρώπου κατασκευῆς· καὶ πρὸς τῷ τέλει περὶ τοῦ κατορθῶσαι τὸ μὴ ὀμνύειν.
Προηγούμενο: ΟΜΙΛΙΑ Θ’. Ἔπαινος τῶν κατωρθωκότων τὸ μὴ ὀμνύειν· καὶ ὅτι οὐκ ὀφείλει τὶς διακρίνεσθαι μετὰ ἑστίασιν ἀκροᾶσθαι θείων λογίων ἐν ἐκκλησίᾳ· καὶ διὰ τὶ μετὰ χρόνον πολὺν ἐδόθησαν αἱ ἅγιαι Γραφαί· καὶ εἰς τό, Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ· καὶ φυσιολογία κόσμου, καὶ πρὸς τῷ τέλει, περὶ τοῦ μὴ ὀμνύειν.
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 49

ΟΜΙΛΙΑ Ι’. Ἔπαινος τῶν μετὰ τὴν ἑστίασιν ἀπηντηκότων εἰς τὴν ἀκρόασιν· καὶ φυσιολογία κόσμου· καὶ κατὰ τῶν θεοποιούντων τὴν κτίσιν· καὶ περὶ τοῦ μὴ ὀμνύειν.

α’. Χαίρω καὶ συγχαίρω πᾶσιν ὑμῖν, ὅτι τὴν παραίνεσιν ἡμῶν, ἢν ὑπὲρ τῶν μὴ νηστευόντων καὶ διὰ τοῦτο ἀπολιμπανομένων ἐποιησάμεθα πρώην, εἰς ἔργον ὑμεῖς ἐξηνέγκατε. Καὶ γὰρ πολλοὺς πολλοὺς οἶμαι τῶν ἠριστηκότων παρεῖναι τήμερον, καὶ τὸν καλὸν ἡμῖν σύλλογον τοῦτον πληροῦν· καὶ τοῦτο στοχάζομαι ἐκ τοῦ λαμπρότερον ἡμῖν τὸ θέατρον γενέσθαι καὶ πλείω τῶν ἀκροωμένων τὴν σύνοδον. Οὐ μάτην, ὡς ἔοικε, τοὺς πολλοὺς περὶ αὐτῶν πρώην ἀνηλώσαμεν λόγους, τὴν ὑμετέραν ἀγάπην παρακαλοῦντες ἕλκειν πρὸς τὴν μητέρα αὐτούς, καὶ πείθειν, ὡς ἔξεστι καὶ μετὰ τροφὴν σωματικὴν καὶ τροφῆς μετασχεῖν πνευματικῆς. Πότε γάρ, εἰπέ μοι, βέλτιον πεποιήκατε, ἀγαπητοί; Τῇ παρελθούσῃ συνάξει, ὅτε μετὰ τὴν τράπεζαν ἐπὶ ὕπνον ἐτρέπεσθε, ἢ νῦν, ὅτε μετὰ τὴν τράπεζαν πρὸς τὴν ἀκρόασιν τῶν θείων ἀπηντήκατε νόμων; Ὅτε ἐπὶ τῆς ἀγορᾶς διετρίβετε, καὶ συνεδρίων μετείχετε οὐδὲν ἐχόντων χρηστόν, ἢ νῦν, ὅτε μετὰ τῶν ἀδελφῶν ἑστήκατε τῶν ὑμετέρων, καὶ προφητικῶν ἀκούετε λόγων; Οὐκ ἔστιν αἰσχύνη τὸ φαγεῖν ἀγαπητοί, ἀλλὰ τί; Τὸ φαγόντα μένειν, οἶκοι καὶ ὑστερεῖν τῆς ἱερᾶς ταύτης ἑορτῆς. Οἴκοι μὲν γὰρ μένων ἀργότερον ἔσῃ καὶ νωθέστερος, ἐνταῦθα δὲ ἐλθὼν πάντα ὕπνον καὶ πᾶσαν ῥαθυμίαν ἀποτινάξεις· οὐ ῥαθυμίαν δὲ μόνον, ἀλλὰ καὶ ἀθυμίαν ἅπασαν ἀποθέμενος, ῥᾴων καὶ εὐθυμότερος ἐν ἅπασιν ἔσῃ τοῖς συμπίπτουσι πράγμασι. Καὶ τὶ χρὴ τὰ ἀλλὰ λέγειν; Στῆθι μόνον ἐγγὺς τοῦ νηστεύοντος, καὶ μετέλαβες αὐτοῦ εὐθέως τῆς εὐωδίας· μύρον γὰρ ἐστιν ὁ νηστεύων πνευματικόν, καὶ διὰ τῶν ὀφθαλμῶν καὶ διὰ τῆς γλώττης καὶ διὰ πάντων ἐμφαίνων τὴν τῆς ψυχῆς εὐταξίαν. Ταῦτα οὐχὶ κατηγορῶν τὴν ἠριστηκότων εἶπον, ἀλλ’ ἵνα δείξω τῆς νηστείας τὸ κέρδος.

Νηστείαν δὲ οὐ τὴν ἀποχὴν λέγω τῶν βρωμάτων μόνον, ἀλλὰ καὶ πρὸ ταύτης τὴν τῶν ἁμαρτημάτων ἀποχήν· ἐπεὶ καὶ ὁ ἑστιαθείς, καὶ ἐνταῦθα μετὰ τῆς προσηκούσης παραγενόμενος σωφροσύνης, οὐ πολὺ τοῦ νηστεύοντος ἀπολιμπάνεται, ὥσπερ οὖν ὁ νηστεύσας καὶ μὴ μετὰ σπουδῆς καὶ ἀκριβείας τοῖς λεγομένοις προσέχων, οὐδὲν ἀπὸ τῆς νηστείας καρπώσεται μέγα. Ὁ γὰρ ἐσθίων καὶ συνάξεως ἁγίας ἐσθίων καὶ συνάξεως ἁγίας κοινωνῶν μετὰ τῆς προσηκούσης σπουδῆς, τοῦ μηδὲν ἐσθίοντος καὶ ἀπολιμπανομένου πολὺ βελτίων ἐστίν· οὐδὲν γὰρ τοιοῦτο τὸ μὴ φαγεῖν ἡμᾶς ὠφελῆσαι δυνήσεται, ὅσα ὠφελεῖ καὶ δίδωσιν ἀγαθὰ τὸ πνευματικῆς μετασχεῖν διδασκαλίας. Ποῦ γὰρ ἑτέρωθι ταῦτα ἀκούσῃ ἅπερ ἐνταῦθα φιλοσοφεῖς; Ἂν εἰς δικαστήριον ἐπέλθῃς, ἀμφισβητήσεις ἐκεῖ καὶ μάχαι· ἂν εἰς βουλευτήριον, ἡ τῶν πολιτικῶν πραγμάτων φροντίς· ἂν εἰς οἰκίαν, τῶν ἰδιωτικῶν ἡ μέριμνα κατατρύχει πάντοθεν· ἂν εἰς συλλόγους καὶ συνέδρια τῆς ἀγορᾶς, πάντα κἀκεῖ γήϊνα καὶ φθαρτά· ἢ γὰρ περὶ τῶν ὠνίων, ἢ περὶ τῶν εἰσφορῶν, ἢ περὶ τῆς τραπέζης πολυτελοῦς, ἢ περὶ χωρίων πράσεως, ἢ περὶ συμβολαίων ἑτέρων, ἢ περὶ διαθηκῶν, ἢ περὶ κληρονομιῶν, ἢ περὶ ἑτέρων τινῶν τοιούτων ἅπαντες τοῖς ἐκεῖ συλλεγομένοις οἱ λόγοι γίνονται. Κἂν εἰς αὐτὰς δὲ εἰσέλθῃς τὰς βασιλικὰς αὐλάς, καὶ ἐκεῖ πάλιν τὰ αὐτὰ ἀκούσῃ διαλεγομένων ἁπάντων περὶ χρημάτων, περὶ δυναστείας, περὶ δόξης τῆς ἐνταῦθα τιμωμένης, πνευματικὸν δὲ οὐδέν· ἐνταῦθα δὲ τοὐναντίον ἅπαν, περὶ τοῦ οὐρανοῦ καὶ τῶν ἐν οὐρανῷ πραγμάτων, περὶ ψυχῆς, περὶ ζωῆς τῆς ἡμετέρας, καὶ τίνος ἕνεκεν γεγόναμεν, καὶ διὰ τὶ τοσοῦτον διατρίβομεν ἐνταῦθα χρόνον, καὶ ἐπὶ τίσιν ἀποδημοῦμεν ἐντεῦθεν, καὶ τὶ μετὰ ταῦτα ἡμᾶς διαδέξεται, καὶ τίνος ἕνεκεν τὸ σῶμα ἡμῖν πήλινον, καὶ τὶς ἡ τοῦ θανάτου φύσις, καὶ τὶ ποτὲ ἐστιν ἡ παροῦσα ζωή, καὶ τὶς ἡ μέλλουσα, καὶ οὐδὲν ἁπλῶς γήινον, ἀλλὰ πάντες περὶ πνευματικῶν ἡμῖν οἱ λόγοι γίνονται· καὶ μεγάλα τῆς σωτηρίας ἡμῶν λαβόντες ἐφόδια, οὕτως ἐντεῦθεν ἀπελευσόμεθα μετὰ χρηστῆς τῆς ἐλπίδος.

β’. Ἐπεὶ οὖν οὐκ εἰκῆ τὰ σπέρματα κατεβάλομεν, ἀλλ’ ὥσπερ ὑμᾶς παρεκάλεσα πάντας ἐθηρεύσατε τοὺς ἀπολειφθέντας ὑμῶν, φέρε καὶ ἡμεῖς ὑμᾶς ἀμειψώμεθα, καὶ μικρὰ τῶν πρότερον εἰρημένων ὑμᾶς ἀναμνήσαντες, τὰ λειπόμενα ἀποδῶμεν πάλιν. Τινὰ οὖν ἦν τὰ πρώην εἰρημένα; Ἐζητοῦμεν πῶς καὶ τίνι τρόπῳ πρὸ τῆς τῶν Γραφῶν δόσεως τὰ καθ’ ἡμᾶς ᾠκονόμησεν ὁ Θεός, καὶ ἐλέγομεν, ὅτι διὰ τῆς κτίσεως ἐπαίδευσεν ἡμῶν τὸ γένος, οὐρανὸν ἐκτείνας καὶ εἰς τὸ μέσον προθείς, βιβλίον μέγιστον, καὶ ἰδιώταις καὶ σοφοῖς, καὶ πένησι καὶ πλουσίοις, καὶ Σκύθαις καὶ βαρβάροις, καὶ πᾶσιν ἁπλῶς τοῖς τὴν γῆν οἰκοῦσιν χρήσιμον, βιβλίον πολὺ μεῖζον τοῦ πλήθους τῶν διδασκομένων ὂν. Πολλὰ καὶ περὶ νυκτὸς καὶ ἡμέρας, κι τῆς τούτων εὐταξίας, καὶ τοῦ ῥυθμοῦ τοῦ μετὰ ἀκριβείας ὑπ’ αὐτῶν φυλαττομένου διελέχθημεν· πολλὰ καὶ περὶ τοῦ χοροῦ τῶν ὡρῶν τοῦ ἔτους, καὶ τῆς τούτων ἰσότητος. Καθάπερ γὰρ ἡ ἡμέρᾳ τῆς νυκτὸς οὐδὲ ἡμιώριον πλεονεκτεῖ κατὰ πάντα τὸν ἐνιαυτόν· οὕτω καὶ αὗται πρὸς ἀλλήλας ἐξ ἴσης τὰς ἡμέρας διενείμαντο πάσας. Ἀλλ’ ὅπερ καὶ ἔμπροσθεν ἔλεγον, ὅτι οὐ τὸ μέγεθος καὶ τὸ κάλλος τῆς κτίσεως δείκνυσι τὸν Δημιουργὸν μόνον, ἀλλὰ καὶ ὁ τρόπος αὐτὸς τῆς συμπήξεως, καὶ τὸ ὑπὲρ φύσεως ἀκολουθίαν εἶναι τῆς δημιουργίας τὸν τρόπον. Φύσεως μὲν γὰρ ἀκολουθία ἦν, τὸ ὕδωρ ὑπὲρ τὴν γῆν φέρεσθαι· νῦν δὲ τοὐναντίον ὁρῶμεν, τὴν γῆν ὑπὸ τῶν ὑδάτων βασταζομένην. Φύσεως ἦν ἀκολουθία, τὸ πῦρ ἄνω τρέχειν· νῦν δὲ τὸ ἐναντίον βλέπομεν κάτω πρὸς τὴν γῆν τετραμμένας τοῦ ἡλίου τὰς ἀκτῖνας, καὶ τὰ ὕδατα ὑπεράνω τῶν οὐρανῶν ὄντα, καὶ οὐ διολισθαίνοντα, καὶ τὸν ἥλιον κάτωθεν τρέχοντα, καὶ οὐδὲ σβεννύμενον ὑπὸ τῶν ὑδάτων, οὔτε ἀφανίζοντα τὴν νοτίδα ἐκείνην. Πρὸς τούτοις εἰρήκαμεν, ὅτι ἐκ τεττάρων στοιχείων τόδε τὸ πᾶν συνέστηκεν ἐναντίων ἀλλήλους καὶ μαχομένων, καὶ θάτερον τὸ ἕτερον οὐ κατηνάλωσε καίτοιγε ἀλλήλων ὄντα ἀναλωτικά. Ὅθεν δῆλον, ὅτι δύναμίς τις ἀόρατος αὐτὰ χαλινοῖ, καὶ δεσμὸς γίνεται ἡ τοῦ Θεοῦ βούλησις. Τούτῳ πλέον ἐνδιατρίψαι σήμερον βούλομαι τῷ λόγῳ· ἀλλὰ διανάστητε, καὶ προσέχετε μετ’ ἀκριβείας ἡμῖν. Ὥστε δὲ σαφέστερον γενέσθαι τὸ θαῦμα, ἀπὸ τοῦ σώματος τοῦ ἡμετέρου τὴν διδασκαλίαν τὴν περὶ τούτων ποιήσομαι. Καὶ γὰρ τὸ σῶμα τὸ ἡμέτερον τὸ βραχὺ τοῦτο καὶ μικρὸν ἐκ τεττάρων συνέστηκε στοιχείων, θερμοῦ μὲν τοῦ αἵματος, ξηροῦ δὲ τῆς χολῆς τῆς ξανθῆς· καὶ ὑγροῦ μὲν τοῦ φλέγματος, ψυχροῦ δὲ τῆς μελαίνης χολῆς. Καὶ μὴ τις ἀλλότριον ἡμῶν εἶναι νομιζέτω τοῦτον τὸν λόγον· «Ὁ γὰρ πνευματικὸς ἀνακρίνει μὲν τὰ πάντα, αὐτὸς δὲ ὑπ’ οὐδενὸς ἀνακρίνεται». Οὕτω καὶ Παῦλος γεωργικῶν ἥψατο θεωρημάτων, περὶ ἀναστάσεως ἡμῖν διαλεγόμενος, καὶ φησιν· «Ἄφρον, σὺ ὃ σπείρεις οὐ ζωοποιεῖται, ἐὰν μὴ ἀποθάνῃ». Εἰ δὲ ὁ μακάριος ἐκεῖνος τοὺς τῆς γεωργίας ἐκίνει λόγους, οὐδὲ ἡμῖν μέμψοιτό τις ἰατρικῶν ἁπτομένοις νοημάτων· περὶ γὰρ δημιουργίας Θεοῦ νῦν ἡμῖν ὁ λόγος· καὶ ἀναγκαῖα γένοιτ’ ἂν ἡμῖν αὕτη τῶν νοημάτων ἡ ὑπόθεσις. Ὅπερ οὖν ἔφθην εἰπών, ἐκ τεττάρων ἡμῖν στοιχείων τοῦτο τὸ σῶμα συνέστηκε, κἂν τὸ ἕτερον στασιάσῃ μέχρι παντός, θάνατος ἀπὸ τῆς στάσεως γίνεται ταύτας· οἷον τῆς χολῆς πλεοναζούσης, τίκτεται πυρετός, κἂν ἐπικράτηση πέρα τοῦ μέτρου, ταχίστην ἐπάγη τὴν τελευτήν· πάλιν τοῦ ψυχροῦ πλεονάζοντος, παρέσεις καὶ τρόμοι καὶ ἀποπληξίαι καὶ μυρία ἕτερα νοσήματα τίκτεται· καὶ ὅλως ἑκάστη νοσημάτων ἰδέα ἀπὸ τῆς πλεονεξίας τῶν στοιχείων γίνεται τούτων, ὅταν τὸ ἕτερον τοὺς οἰκείους ὑπερβὰν ὄρους κατὰ τῶν λοιπῶν τυραννῇ, καὶ τὴν συμμετρίαν λυμήνηται πᾶσαν.

Ἐρώτησον τοίνυν τὸν λέγοντα αὐτόματα εἶναι τὰ πάντα, καὶ ἀφ’ αὐτῶν συνεστάναι. Εἰ τὸ βραχὺ τοῦτο σῶμα καὶ μικρόν, καὶ φαρμάκων ἀπολαῦον καὶ ἰατρικῆς ἐπιστήμης, καὶ τῆς διοικούσης αὐτὸ ψυχῆς ἔνδον, καὶ φιλοσοφίας πολλῆς, καὶ μυρίων ἑτέρων βοηθημάτων, οὐκ ἰσχύει διαπαντὸς ἐν εὐταξίᾳ μένειν, ἀλλ’ ἀπόλλυται καὶ διαφθείρεται πολλάκις, ἐν αὐτῷ ταραχῆς γενομένης. Πῶς ἂν ὁ τοσοῦτος κόσμος τοσούτους ὄγκους σωμάτων ἔχων, καὶ ἐκ τῶν αὐτῶν συγκείμενος στοιχείων, εἰ μὴ πολλῆς ἀπήλαυσε προνοίας, ἔμεινεν ἐν ἐπὶ τοσοῦτον χρόνον ἀτάραχος; Οὐδὲ γὰρ ἂν ἔχοι λόγον, τὸ μὲν προνοίας ἀπολαῦον ἡμῶν σῶμα καὶ τῆς ἔξωθεν καὶ τῆς ἔνδοθεν, μόλις διαρκεῖν πρὸς τῆς ἑαυτοῦ σύστασιν· τὸν δὲ τοσοῦτον κόσμον, μηδεμιᾶς ἀπολαύοντα προνοίας, ἐπὶ τοσαῦτα ἔτη μηδὲν τοιοῦτον παθεῖν, οἷον τὸ σῶμα τὸ ἡμέτερον. Πῶς γὰρ οὐδὲ ἓν τῶν στοιχείων τούτων, εἰπὲ μοι, τοὺς οἰκείους ὑπερέβη ὄρους, καὶ τὰ λοιπὰ κατηνάλωσεν ἅπαντα; Τὶς δὲ αὐτὰ συνήγαγεν ἀπ’ ἀρχῆς; Τὶς ἔδησε, τὶς ἐχαλίνωσε, τὶς ἐπὶ τοσοῦτον διακρατεῖ χρόνον; Καὶ γὰρ εἰ μὲν ἁπλοῦν καὶ μονοειδὲς ἦν τοῦ κόσμου τὸ σῶμα, οὐχ οὕτως ἀδύνατον ἦν τὸ λεγόμενον· ὅταν δὲ μάχη τοσαύτη τῶν στοιχείων ἐξ ἀρχῆς ᾖ, τὶς οὕτως ἀνόητος ὡς ἐννοῆσαι, ὅτι χωρὶς τοῦ συνάγοντος συνῆλθε ταῦτα αὐτόματα, καὶ συνελθόντα ἔμεινεν; Εἰ γὰρ ἡμεῖς οὐχὶ φύσει, ἀλλὰ προαιρέσει πρὸς ἀλλήλους ἐχθρωδῶς ἔχοντες οὐκ ἂν αὐτόματοι συμβαίημεν, ἕως ἂν ἐχθροὶ μένωμεν καὶ πρὸς ἀλλήλους ἔχωμεν ἀηδῶς, ἀλλ’ ἑτέρου δεόμεθα τοῦ συνάγοντος ἡμᾶς, καὶ μετὰ τὸ συναγαγεῖν ἐπισφίγγοντος, καὶ πείθοντος μένειν ἐπὶ τῆς καταλλαγῆς, καὶ μὴ πάλιν ἀποπηδᾶν· πῶς ἂν τὰ μήτε λογισμοῦ μήτε αἰσθήσεως τινος μετέχοντα στοιχεῖα, καὶ φύσει πολέμια ἀλλήλοις ὄντα καὶ ἐχθρὰ συνῆλθε καὶ συνέβη, καὶ μετ’ ἀλλήλων ἔμεινεν, εἰ μὴ δύναμίς τις ἦν ἄῤῥητος, ἡ καὶ συνάγουσα, καὶ μετὰ τὸ συναγαγεῖν διαπαντὸς μετὰ τοῦ δεσμοῦ τούτου κατέχουσα;

γ’. Οὐχ ὁρᾷς πῶς τοῦτο τὸ σῶμα τῆς ψυχῆς ἀποστάσης διαῤῥεῖ, καὶ μαραίνεται, καὶ ἀπόλλυται, καὶ πρὸς τὴν οἰκείαν ἕκαστον τῶν στοιχείων ἐπανέρχεται λῆξιν; Τὸ αὐτὸ δὴ τοῦτο καὶ ἐπὶ τοῦδε ἐγένετο ἂν τοῦ κόσμου, εἰ κατέλιπεν αὐτὸν ἔρημον τῆς οἰκείας προνοίας ἡ διαπαντὸς αὐτὸν κυβερνώσα δύναμις. Εἰ γὰρ πλοῖον ἄνευ κυβερνήτου οὐ συνίσταται, ἀλλὰ καταποντίζεται εὐκόλως, ὁ κόσμος πῶς ἂν συνέστη ἐπὶ τοσοῦτον χρόνον μηδενὸς αὐτὸν κυβερνῶντος; Καὶ ἵνα μηδὲν εἴπω πλέον, νόμισον εἶναι πλοῖον τὸν κόσμον, τρόπιν ὑποκεῖσθαι τὴν γῆν, ἱστία τὸν οὐρανὸν, ἐπιβάτας τοὺς ἀνθρώπους, πέλαγος τὴν ὑποκειμένην ἄβυσσον· πῶς οὖν ἐπὶ τοσούτου χρόνου ναυάγιον οὐκ ἐγένετο; Ἔασον γοῦν πλοῖον μίαν ἡμέραν χωρὶς κυβερνήτου καὶ ναυτῶν, καὶ ὄψει καταποντιζόμενον εὐθέως· ἀλλ’ ὁ κόσμος οὐδὲν τοιοῦτον ἔπαθε πεντακισχίλια καὶ πολλῷ πλείονα λοιπὸν ἔτη ἔχων. Καὶ τὶ λέγω πλοῖον; Καλύβην μικρὰν ἐπήξατό τις ἐν ταῖς ἀμπέλοις, καὶ τοῦ καρποῦ συναιρεθέντος ἀφῆκεν ἔρημον, καὶ οὐδὲ δύο πολλάκις ἡμέρας διαμένει, ἀλλὰ διαλύεται καὶ καταπίπτει ταχέως. Εἶτα καλύβη μὲν οὐκ ἂν σταίη χωρὶς τοῦ προνοοῦντος, δημιούργημα δὲ τοσοῦτον οὕτω καλὸν καὶ θαυμαστόν, καὶ νόμοι νυκτὸς καὶ ἡμέρας, καὶ ὡρῶν ἐνηλλαγμέναι χορεῖαι, καὶ φύσεως δρόμος ποικίλος τις καὶ παντοδαπὸς ἐν γῇ καὶ θαλάττῃ, καὶ ἀέρι, καὶ οὐρανῷ, καὶ φυτοῖς, καὶ ζώοις πετομένοις, νηχομένοις βαδίζουσιν, ἕρπουσι, καὶ ἐν τῷ πάντων ἐκείνων κυριωτέρῳ τῶν ἀνθρώπων γένει, πῶς ἂν διέμεινεν ἐπὶ τοσοῦτον ἀδιάπτωτος χρόνον χωρὶς προνοίας τινός; Μετὰ γὰρ τῶν εἰρημένων ἔπελθέ μοι τοὺς λειμῶνας τῷ λόγῳ, τοὺς παραδείσους, τὰ γένη τῶν ἀνθῶν, τὰς βοτάνας ἁπάσας, τὰς χρείας αὐτῶν, τὴν εὐωδίαν, τὰ σχήματα, τὴν θέσιν, τὰ ὀνόματα μόνον· τὰ δένδρα τὰ ἔγκαρπα, τὰ ἄκαρπα· τῶν μετάλλων τὴν φύσιν· τῶν ζῴων τῶν ἐν θαλάττῃ, τῶν ἐν τῇ γῇ, τῶν νηκτῶν, ἀεροπόρων· τὰ ὄρη, τὰς νάπας, τοὺς δρυμούς, τὸν κάτω λειμῶνα, τὸν ἄνω λειμῶνα (καὶ γὰρ ἐν τῇ γῇ λειμὼν καὶ ἐν τῷ οὐρανῷ λειμών), τὰ ποικίλα τῶν ἄστρων ἄνθη, κάτω ῥόδα, ἄνω ἶρις. Βούλει καὶ ἐπὶ τῶν ὀρνίθων σοι δείξω λειμῶνα; Κατάμαθε τοῦ ταὼ τὸ σῶμα τὸ ποικίλον καὶ πᾶσαν ὑπερβαῖνον βαφήν, τοὺς πορφυρίζοντας στρουθούς. Ἐννόησόν μοι τὸ κάλλος τοῦ οὐρανοῦ πόσον ἔχει χρόνον καὶ οὐκ ἠμαυρώθη, ἀλλ’ ὥσπερ σήμερον κατασκευασθείς, οὕτως ἐστὶν ἀποστίλβων καὶ λαμπρός· τῆς γῆς τὴν δύναμιν, πῶς οὐκ ἠτόνησεν αὐτῆς ἡ γαστὴρ τοσοῦτον τίκτουσα χρόνον. Ἐννόησόν μοι τὰς πηγὰς πῶς ἀναβλύζουσι, καὶ οὐκ ἐπέλιπον ἐξ οὗ γεγόνασι διηνεκῶς βρύουσαι, καὶ ἡμέραν καὶ νύκτα πᾶσαν· ἐννόησόν μοι τὴν θάλατταν, πόσους δεχομένη ποταμοὺς οὐχ ὑπερέβη τὸ μέτρον. Ἀλλὰ μέχρι τίνος διώκομεν ἀκίχητα; Ἄξιον ἐφ’ ἑκάστῳ τὴν εἰρημένων λέγειν· «Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε! Πάντα ἐν σοφίᾳ ἐποίησας». Ἀλλὰ τὶς ὁ σοφὸς τῶν ἀπίστων λόγος, ὅταν ἅπαντα ταῦτα διέλθωμεν πρὸς αὐτούς, τὸ μέγεθος, τὸ κάλλος τῆς κτίσεως, τὴν δαψίλειαν, τὴν ἀφθονίαν τὴν ἐν ἅπασιν; Αὐτὸ μὲν οὖν τοῦτο μάλιστά ἐστιν ἔγκλημα, φησίν, ὅτι οὕτω καλὸν καὶ μέγαν τὸν κόσμον ἐποίησεν ὁ Θεός· εἰ μὴ γὰρ αὐτὸν καλὸν καὶ μέγα ἐποίησεν ὁ Θεός, οὐκ ἂν αὐτὸν ἐθεοποιήσαμεν· νῦν δὲ ἐκπλαγέντες αὐτοῦ τὸ μέγεθος, καὶ θαυμάσαντες αὐτοῦ τὸ κάλλος, ἐνομίσαμεν αὐτὸν εἶναι θεόν. Ἀλλ’ ἕωλος οὗτος ὁ λόγος ἐστὶν. Ὅτι γὰρ οὔτε τὸ μέγεθος οὔτε τὸ κάλλος τῆς ἀσεβείας αἴτιον, ἀλλ’ ἡ ἐκείνων ἄνοια, δείκνυμεν ἡμεῖς οἱ μηδὲν τοιοῦτον παθόντες ποτέ. Τίνος γὰρ ἕνεκεν αὐτὸν οὐκ ἐθεοποιήσαμεν; Οὐ τοῖς αὐτοῖς ὀφθαλμοῖς αὐτὸν βλέπομεν; Οὐ τὰ αὐτὰ τῆς κτίσεως ἀπολαύομεν ἅπερ καὶ ἐκεῖνοι; Οὐ τὴν αὐτὴν ψυχὴν κεκτήμεθα; Οὐ τὸ αὐτὸ σῶμα ἔχομεν, οὐ τὴν αὐτὴν πατοῦμεν γῆν; Πῶς ἡμᾶς οὐκ ἔπεισε τὸ κάλλος καὶ τὸ μέγεθος τὰ αὐτὰ νοῆσαι ἐκείνοις; Οὐκ ἐντεῦθεν δὲ τοῦτο ἔσται δῆλον μόνον, ἀλλὰ καὶ ἑτέρωθεν. Ὅτι γὰρ οὐ διὰ τὸ κάλλος αὐτὸν ἐθεοποιήσαμεν, ἀλλὰ διὰ τὴν οἰκείαν ἄνοιαν, τὸν πίθηκον τίνος ἕνεκεν προσεκύνησαν, τὸν κροκόδειλον, τὸν κύνα, τὰ εὐτελέστατα τῶν ζῴων; «Ὄντως Ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· φάσκοντες γὰρ εἶναι σοφοὶ ἐμωράνθησαν». Πλὴν ἀλλ’ οὐκ ἀπὸ τούτων ἀπολογησόμεθα μόνον, ἀλλὰ καὶ ἕτερόν τι πλέον ἐροῦμεν.

δ’. Ταῦτα γὰρ ἄνωθεν ὁ Θεὸς προειδώς, καὶ ταύτην αὐτῶν ἀνεῖλε τὴν πρόφασιν κατὰ τὴν αὐτοῦ σοφίαν· διὰ τοῦτο οὐ μόνον θαυμαστὸν καὶ μέγαν τὸν κόσμον ἐποίησεν, ἀλλὰ καὶ φθαρτὸν καὶ ἐπίκηρον, καὶ τῆς ἀσθενείας αὐτοῦ πολλὰ δείγματα ἐγκατέθετο, καὶ ὅπερ ἐπὶ τῶν ἀποστόλων ἐποίησε, τοῦτο καὶ ἐπὶ τοῦ κόσμου παντός. Τὶ δὲ ἐπὶ τῶν ἀποστόλων ἐποίησεν; Ἐπειδὴ πολλὰ σημεῖα καὶ θαύματα ἐποίουν καὶ μεγάλα καὶ παράδοξα, εἴασεν αὐτοὺς συνεχῶς μαστίζεσθαι, ἐλαύνεσθαι, δεσμωτήριον οἰκεῖν, ἀσθένειαι περιπίπτειν σωματικαῖς, ἐν διηνεκέσιν εἶναι θλίψεσιν, ἵνα μὴ τῶν σημείων τὸ μέγεθος θεοὺς αὐτοὺς παρὰ ἀνθρώποις νομίζεσθαι ποιήσῃ· διὰ τοῦτο, τοσαύτην δοὺς χάριν, τὸ σῶμα ἀφῆκεν εἶναι θνητόν, πολλοῖς δὲ καὶ ἐπίνοσον, καὶ οὐ μετέβαλεν αὐτῶν τὴν ἀσθένειαν, ἵνα ἐγγυήσηται τὴν φύσιν. Καὶ οὐκ ἐμὸς οὗτος ὁ λόγος, ἀλλ’ αὐτοῦ τοῦ Παύλου οὕτω λέγοντος· «Ἐὰν γὰρ καὶ θελήσω καυχάσασθαι, οὐκ ἔσομαι ἄφρων· φείδομαι δέ, μὴ τις ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει, ἢ ἀκούει τι ἐξ ἐμοῦ»· καὶ πάλιν· «Ἔχομεν δὲ τὸ θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν». Τὶ δὲ ἐστιν, «Ἐν ὀστρακίνοις σκεύεσιν»; Ἐν τῷ σώματι τούτῳ, φησί, τῷ θνητῷ καὶ ἐπικήρῳ. Καθάπερ γὰρ τὸ ὄστρακον ἐκ πηλοῦ καὶ πυρὸς γίνεται, οὕτω δὴ καὶ τὸ σῶμα τῶν ἁγίων ἐκείνων πήλινον ὅν, καὶ τοῦ πνευματικοῦ πυρὸς δεξάμενον τὴν ἐνέργειαν, γέγονεν ὄστρακον. Καὶ τίνος ἕνεκεν τοῦτο γεγένηται, καὶ θησαυρὸν τοσοῦτον καὶ χαρισμάτων δαψίλειαν θνητῷ καὶ φθαρτῷ σώματι ἐναπέθετο; «Ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως τοῦ ᾖ τοῦ Θεοῦ, καὶ μὴ ἐξ ἡμῶν». Ὅταν γὰρ ἴδῃς τοὺς ἀποστόλους νεκροὺς μὲν ἀνιστῶντας, αὐτοὺς δὲ ἀσθενοῦντας καὶ μὴ δυναμένους ἀπαλλαγῆναι τῆς ἀῤῥωστίας, εἴσῃ σαφῶς ὅτι ἡ τοῦ νεκροῦ ἀνάστασις οὐ τῆς δυνάμεως τοῦ ἀναστήσαντος, ἀλλὰ τῆς ἐνεργείας τῆς τοῦ Πνεύματος γέγονεν. Ὅτι γὰρ ἠῤῥώστουν συνεχῶς, ἄκουσον τὶ φησιν ὁ Παῦλος περὶ Τιμοθέου· «Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰ πυκνὰς σου ἀσθενείας»· καὶ πάλιν περὶ ἑτέρου· «Τρόφιμον δὲ ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα». Καὶ φιλιππησίοις ἐπιστέλλων ἔλεγεν, ὅτι «Ἐπαφρόδιτος ἠσθένησε παραπλήσιον θανάτῳ». Εἰ γὰρ καὶ τούτων ὄντων θεοὺς αὐτοὺς εἶναι ἐνόμισαν, καὶ θύειν ἐπιχείρησαν, λέγοντες, «Οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατέβησαν πρὸς ἡμᾶς», εἰ μὴ ταῦτα ἐγένετο, ποῦ οὐκ ἂν ἐξέβησαν ἀσεβείας, τὰ θαύματα τότε ὁρῶντες; Ὥσπερ οὖν ἐνταῦθα διὰ τὸ μέγεθος τῶν σημείων καὶ τὴν φύσιν ἀφῆκεν ἐν ἀσθενείᾳ μένειν, καὶ τοὺς ἐπαλλήλους συνεχώρησε πειρασμούς, ἵνα μὴ νομισθῶσιν εἶναι θεοί, οὕτω καὶ ἐπὶ τῆς κτίσεως παραπλήσιόν τι τούτοις ἐποίησε. Καὶ γὰρ καλὴν αὐτὴν καὶ μεγάλην, καὶ φθαρτὴν πάλιν κατεσκεύασε. Καὶ ἀμφότερα ταῦτα αἱ Γραφαὶ φιλοσοφοῦσιν· ὁ μὲν γὰρ τὸ κάλλος τῶν οὐρανῶν διηγούμενος, οὕτω φησίν· «Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ»· καὶ πάλιν «Ὁ στήσας τὸν οὐρανὸν ὡσεὶ καμάραν, καὶ διατείνας αὐτὸν ὡς σκηνὴν ἐπὶ τῆς γῆς»· καὶ πάλιν· «Ὁ κατέχων τὸν γῦρον τοῦ οὐρανοῦ». Ἕτερος δὲ δεικνὺς ὅτι εἰ καὶ καλὸς καὶ μέγας, ἀλλὰ φθαρτὸς ἐστιν, οὕτω φησί· «Κατ’ ἀρχὰς σύ, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σου εἰσιν οἱ οὐρανοί· αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς καὶ ἀλλαγήσονται». Καὶ πάλιν περὶ τοῦ ἡλίου φησὶν ὁ Δαυΐδ, ὅτι «Ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ· ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδόν». Εἶδες τὸ κάλλος τοῦ ἄστρου καὶ τὸ μέγεθος πῶς σοι παρέστησε; Καθάπερ γὰρ ἐκ παστάδος τινὸς νυμφίος φανείς, οὕτως ὁ ἥλιος ὑπὸ τὴν ἕω τὰς ἀκτῖνας ἀφίησι, καὶ ὥσπερ τινὶ κροκωτῷ παραπέτασμα τὸν οὐρανὸν καλλωπίζων, καὶ ῥοδοειδεῖς ποιῶν τὰς νεφέλας, καὶ ἀνεμποδίστως τρέχων πᾶσαν τὴν ἡμέραν, οὐδενὶ διακόπτεται πρὸς τὸν δρόμον κωλύματι. Εἶδες τοίνυν τὸ κάλλος αὐτοῦ, εἶδες αὐτοῦ τὸ μέγεθος; Βλέπε καὶ τῆς ἀσθενείας αὐτοῦ τὸ δεῖγμα. Καὶ γὰρ καὶ τοῦτο δηλῶν σοφὸς τις ἔλεγε· «Τὶ φωτεινότερον ἡλίου»; φησί, «καὶ τοῦτο ἐκλείπει». Οὐκ ἀπὸ τούτου δὲ μόνον αὐτοῦ τὴν ἀσθένειαν ἔστιν ἰδεῖν, ἀλλὰ καὶ ἐν ταῖς τῶν νεφελῶν συνδρομαῖς. Νέφους γοῦν ὑποδραμόντος πολλάκις τὰς ἀκτῖνας ἀφείς, καὶ φιλονεικήσας διαῤῥῆξαι τὸ νέφος οὐκ ἴσχυσε, παχυτέρας τῆς νεφέλης οὔσης καὶ οὐκ ἀνασχομένης αὐτῷ διασχεῖν. Ἀλλὰ τὰ σπέρματα τρέφει, φησί· καὶ μὴν οὐκ αὐτὸς τρέφει μόνος, ἀλλὰ καὶ γῆς δεῖται, καὶ δρόσου, καὶ ὑετῶν, καὶ ἀνέμων, καὶ τῆς τῶν ὡρῶν εὐμοιρίας· κἂν μὴ ταῦτα ἅπαντα συνδράμῃ, περιττὴ ἡ τοῦ ἡλίου γίνεται χρεία.

Τοῦτο δὲ οὐκ ἂν εἴη Θεοῦ, τὸ δεῖσθαι ἑτέρων πρὸς ἅπερ ἂν βούληται ποιεῖν· Θεοῦ γὰρ ἴδιον μάλιστα τὸ ἀνενδεές. Αὐτὸς οὖν οὐχ οὕτω τὰ σπέρματα ἐξήγαγεν ἀπὸ τῆς γῆς, ἀλλ’ ἐκέλευσε μόνον, καὶ πάντα ἐβλάστησε. Καὶ πάλιν, ἵνα μάθῃς, ὅτι οὐχ ἡ τῶν στοιχείων φύσις, ἀλλὰ τὸ πρόσταγμα αὐτοῦ πάντα ποιεῖ, αὐτὰ τε τὰ στοιχεῖα οὐκ ὄντα παρήγαγε, καὶ ἐπὶ τῶν Ἰουδαίων, οὐδενὸς δεηθείς, τὸ μάννα κατήγαγεν· «Ἄρτον γάρ, φησὶν, οὐρανοῦ ἔδωκεν αὐτοῖς». Καὶ τὶ λέγω, πρὸς τὴν τῶν καρπῶν ἀκμὴν ὅτι ἑτέρων δεῖται στοιχείων πρὸς τὴν αὐτῶν σύστασιν, ὅπου γε καὶ αὐτὸς πολλῶν χρῄζει πρὸς σύστασιν, καὶ οὐκ ἂν αὐτὸς ἀρκέσειεν ἑαυτῷ; Καὶ γὰρ ἵνα βαδίζῃ, τοῦ οὐρανοῦ δεῖται καθάπερ ἐδάφους τινὸς ὑποκειμένου, καὶ ἵνα φαίνηται, τῆς τοῦ ἀέρος καθαρότητος καὶ λεπτότητος, ὥστε ἂν πυκνωθῇ πέρα τοῦ μέτρου καὶ οὗτος, οὐκ ἰσχύει δεῖξαι τὸ ἑαυτοῦ φῶς ἐκεῖνος, καὶ ἵνα μὴ πᾶσιν ἀφόρητος ᾖ, μηδὲ κατακαύσῃ πάντα, ψυχρότητος δεῖται πάλιν καὶ δρόσου. Ὅταν οὖν καὶ περιγίνηται αὐτοῦ στοιχεῖα ἕτερα, καὶ τὴν ἀσθένειαν αὐτοῦ διορθῶται (περιγίνεται μὲν ὡς νεφέλαι καὶ τοῖχοι, καὶ ἅλλα τινὰ σώματα ἀποκρύπτοντα αὐτοῦ τὸ φῶς· διορθοῦται δὲ αὐτοῦ τὴν ἀμετρίαν ὡς δρόσοι, καὶ πηγαί, καὶ ψυχρότης ἀέρος), πῶς ἂν οὗτος εἴη Θεός; Τὸν γὰρ Θεὸν ἀνενδεῆ εἶναι χρή, καὶ μηδενὸς δεῖσαι, καὶ πᾶσιν ἁπάντων αἴτιον εἶναι τῶν καλῶν, καὶ παρὰ μηδενὸς κωλύεσθαι· καθάπερ οὖν καὶ περὶ τοῦ Θεοῦ φησιν ὁ Παῦλος καὶ ὁ προφήτης Ἠσαΐας, ὁ μὲν οὕτω λέγων ἐκ προσώπου αὐτοῦ· «Τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει Κύριος»· καὶ πάλιν· «Θεὸς ἐγγίζων ἐγὼ εἰμι, καὶ οὐ Θεὸς πόῤῥωθεν»· καὶ πάλιν ὁ Δαυΐδ· «Εἶπα τῷ Κυρίῳ· Κύριός μου εἶ σύ, ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις». Ὁ δὲ Παῦλος τὸ ἀνενδεὲς αὐτοῦ δηλῶν, καὶ δεικνὺς ὅτι ἀμφότερα ταῦτα μάλιστά ἐστι Θεοῦ, τὸ μηδενὸς δεῖσθαι, καὶ πᾶσιν αὐτὸν ἅπαντα χορηγεῖν, οὕτω πὼς φησιν· «Ὁ Θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν, οὐ προσδεόμενός τινος αὐτός, διδοὺς πᾶσι ζωὴν καὶ πνοὴν, καὶ τὰ πάντα».

ε’. Ἐνῆν μὲν οὖν καὶ τὰ λοιπὰ στοιχεῖα ἐπελθεῖν, τὸν οὐρανόν, τὸν ἀέρα, τὴν γῆν, τὴν θάλατταν, καὶ δεῖξαι αὐτῶν τὴν ἀσθένειαν, καὶ πῶς ἕκαστον τοῦ πλησίον δεῖται, καὶ τούτου χωρὶς ἀπόλλυται καὶ διαφθείρεται. Καὶ γὰρ καὶ ἡ γῆ, ἐὰν ἀπολίπωσιν αὐτὴν αἱ πηγαὶ καὶ ἡ παρὰ τῆς θαλάττης καὶ τῶν ποταμῶν ἐνσπειρομένη νοτίς, καταφρυγεῖσα ταχέως ἀπόλλυται· καὶ τὰ λοιπὰ δὲ στοιχεῖα ἄλλων δεῖται, καὶ ἀὴρ ἡλίου, ὥσπερ ἥλιος ἀέρος· ἀλλ’ ἵνα μὴ μακρότερον ποιῶμεν τὸν λόγον, ἐκ τῶν εἰρημένων ἱκανὰς τοῖς βουλομένοις ἀφορμὰς δόντες ἀρκεσθησόμεθα. Εἰ γὰρ ὁ πάσης τῆς κτίσεως θαυμαστότερος ἥλιος οὕτως ἀσθενὴς ὢν καὶ ἐνδεὴς ὤφθη, πολλῷ μᾶλλον τὰ λοιπὰ τοῦ κόσμου μέρη· ὅπερ οὖν εἶπον τοῖς φιλοπόνοις ἐκεῖνα δοὺς ἀναλέγεσθαι, αὐτὸς ἀπὸ τῶν Γραφῶν ὑμῖν διαλέξομαι πάλιν, δεικνὺς ὅτι οὐχ ὁ ἥλιος μόνος, ἀλλὰ καὶ ἅπας φθαρτὸς ἐστιν οὗτος ὁ κόσμος. Ὅταν γὰρ ἀλλήλων ἀναλωτικὰ τὰ στοιχεῖα ᾖ, καὶ κολάζῃ μὲν τοῦ ἡλίου τὴν δύναμιν ψυχρότης ἐπιγινομένη πλέον, ἀναλίσκῃ δὲ ταύτην τὸ θερμὸν πάλιν ἐπικρατῆσαν, καὶ τὰς ἐναντίας ποιότητάς τε καὶ διαθέσεις ἐν ἀλλήλοις ποιῇ καὶ πάσχῃ τὰ στοιχεῖα, εὔδηλον ὅτι μεγάλης φθορᾶς ταῦτα ἀπόδειξις, καὶ τοῦ σῶμα εἶναι πάντα τὰ ὁρώμενα. Ἀλλ’ ἐπειδὴ τῆς ἀφελείας τῆς ἡμετέρας ὑψηλότερος ὁ λόγος οὗτος, φέρε ἐπὶ τὴν γλυκεῖαν ὑμᾶς τῶν Γραφῶν ἀγαγόντες πηγήν, τὴν ἀκοὴν ὑμῶν ἀναπαύσωμεν. Οὐ γὰρ δὴ περὶ οὐρανοῦ καὶ γῆς κατὰ μέρος ὑμῖν ἐροῦμεν, ἀλλὰ περὶ πάσης ὁμοῦ τῆς κτίσεως τοῦτο αὐτὸ τὸν Ἀπόστολον ἡμῖν ἀποφαινόμενον δείξομεν, καὶ λέγοντα σαφῶς οὕτως, ὅτι πᾶσα ἡ κτίσις φθορᾷ δουλεύει νῦν, καὶ διὰ τὶ δουλεύει, καὶ πότε αὐτῆς ἀπαλλαγήσεται, καὶ εἰς ποίαν μεταβήσεται λῆξιν. Εἰπὼν γάρ, ὅτι «Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι εἰς ἡμᾶς», ἐπήγαγεν· «Ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται. Τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα ἐπ’ ἐλπίδι». Ὃ δὲ λέγει τοιοῦτόν ἐστι τό, «Τῇ ματαιότητι ὑπετάγη»· φθαρτὴ δὲ ἐγένετο τοῦ Θεοῦ κελεύσαντος οὕτως. Ἐκέλευσε δὲ ὁ Θεὸς οὕτω διὰ τὸ γένος τὸ ἡμέτερον· ἐπειδὴ γὰρ φθαρτὸν ἤμελλε τρέφειν ἄνθρωπον, καὶ αὐτὴν τοιαύτην εἶναι ἐχρῆν· οὐ γὰρ δὴ φθαρτὰ σώματα ἤμελλεν ἀφθάρτῳ ἐνδιαιτᾶσθαι κτίσει. Ἀλλ’ ὅμως οὐ μένει τοιαύτη, φησίν, ἀλλὰ «Καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς»· εἶτα δειλῶν πότε τοῦτο ἔσται καὶ διὰ τίνας, ἐπήγαγεν· «Εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ». Ὅταν γὰρ ἀναστῶμεν, φησί, καὶ ἄφθαρτα λάβωμεν σώματα, τότε καὶ τοῦ οὐρανοῦ τὸ σῶμα καὶ τῆς γῆς καὶ τῆς κτίσεως ἁπάσης ἄφθαρτον ἔσται καὶ ἀκήρατον. Ὅταν οὖν ἴδῃς ἥλιον ἀνίσχοντα, θαύμασον τὸν Δημιουργόν· ὅταν ἴδῃς αὐτὸν κρυπτόμενον καὶ ἀφανιζόμενον, κατάμαθε τῆς φύσεως τὴν ἀσθένειαν, καὶ μὴ προσκυνήσῃς αὐτὸν ὡς Θεόν. Διὰ γὰρ τοῦτο οὐ μόνον τῇ φύσει τῶν στοιχείων δεῖγμα τῆς ἀσθενείας αὐτῶν ἐγκατέθετο ὁ Θεός, ἀλλὰ καὶ τοῖς αὐτοῦ δούλοις ἀνθρώποις οὖσιν ἐπιτάξαι αὐτοῖς ἐκέλευσεν, ἵνα κἂν ἀπὸ τῆς ὄψεως μὴ γνωρίσῃς αὐτῶν τὴν δουλείαν, ἀπὸ τῶν ἐπιταττόντων μάθῃς, ὅτι σύνδουλά σοὶ ἐστι ταῦτα ἅπαντα. Ὁ γοῦν Ἰησοῦς ὁ τοῦ Ναυὴ φησι· «Στήτω ὁ ἥλιος κατὰ Γαβαών, καὶ ἡ σελήνη κατὰ φάραγγα Αἰλών». Καὶ πάλιν ὁ προφήτης Ἠσαΐας ἀναποδίσαι αὐτὸν ἐπὶ τοῦ βασιλέως Ἐζεκίου πεποίηκε, καὶ Μωσὴς ἀέρι καὶ θαλάττῃ καὶ γῇ καὶ πέτραις ἐπέταξεν· Ἐλισσαῖος ὑδάτων φύσιν μετέβαλεν, οἱ τρεῖς παῖδες πυρὸς περιεγένοντο. Ὁρᾷς πῶς ἑκατέρωθεν ἡμῶν προενόησεν ὁ Θεός, διὰ μὲν τοῦ κάλλους τῶν στοιχείων εἰς τὴν αὐτοῦ θεογνωσίαν ἡμᾶς ἄγων, διὰ δὲ τῆς ἀσθενείας οὐκ ἀφιεὶς εἰς τὴν ἐκείνων καταπεσεῖν λατρείαν;

Ϛ’. Ὑπὲρ δὲ τούτων ἀπαντῶ δοξάσωμεν αὐτὸν τὸν κηδεμόνα ἡμῶν, μὴ διὰ ῥημάτων μόνον, ἀλλὰ καὶ διὰ πραγμάτων, καὶ πολιτείαν ἀρίστην ἐπιδειξώμεθα, τὴν τ’ ἄλλην καὶ τὴν περὶ τοὺς ὅρκους ἐγκράτειαν λέγω. Οὐ γὰρ δὴ πᾶν ἁμάρτημα τὴν αὐτὴν φέρει κόλασιν, ἀλλὰ τὰ εὐκατόρθωτα μείζονα ἡμῖν ἐπάγει τὴν τιμωρίαν· ὅπερ οὖν καὶ ὁ Σολομὼν αἰνιττόμενος ἔλεγεν· «Οὐ θαυμαστόν, ἐὰν ἅλω τις κλέπτων· κλέπτει γὰρ ἵνα τὴν ψυχὴν αὐτοῦ ἐμπλήσῃ πεινῶσαν· ὁ δὲ μοιχὸς δι’ ἔνδειαν φρενῶν ἀπώλειαν τῇ ἑαυτοῦ ψυχῇ περιποιῆται». Ὁ δὲ λέγει τοιοῦτόν ἐστι· δεινὸν μὲν καὶ ὁ κλέπτης, ἀλλ’ οὐχ οὕτω δεινὸν ὡς ὁ μοιχός· ἐκεῖνος μὲν γὰρ εἰ καὶ ψυχρὰν αἰτίαν, ἀλλ’ ὅμως ἔχει προβαλέσθαι τὴν ἀπὸ τῆς πενίας ἀνάγκην· οὗτος δέ, οὐδεμιᾶς ἀνάγκης αὐτὸν βιαζομένης, ὑπὸ ἀνοίας μόνης εἰς τὸ βάραθρον καταπίπτει τῆς ἁμαρτίας. Τοῦτο καὶ ἐπὶ τῶν ὀμνυόντων ἔστιν εἰπεῖν· οὐδὲ γὰρ οὗτοί τινα πρόφασιν ἔχουσι προβαλέσθαι, ἀλλὰ καταφρόνησιν μόνον. Καὶ οἶδα μὲν ὅτι ἐπαχθὴς εἶναι δοκῶ λοιπὸν καὶ φορτικός, τῇ συνεχείᾳ τῆς παραινέσεως δοκῶν ἐνοχλεῖν, ἀλλ’ ὅμως οὐκ ἀφίσταμαι, ἵνα κἂν τὴν ἀναισχυντίαν αἰδεσθέντες τὴν ἐμήν, ἀπόστητε τῆς πονηρᾶς τῶν ὅρκων συνηθείας. Εἰ γὰρ ὁ δικαστὴς ἐκεῖνος ὁ ἀπηνὴς καὶ ὠμός, χήρας ἐνόχλησιν αἰδεσθεὶς τὸν τρόπον μετέβαλε, πολλῷ μᾶλλον ὑμεῖς τοῦτο ἐργάσασθε, καὶ μάλιστα ὅταν ὁ παρακαλῶν ὑμᾶς μὴ ὑπὲρ ἑαυτοῦ, ἀλλ’ ὑπὲρ τῆς ὑμετέρας τοῦτο ποιῇ σωτηρίας· μᾶλλον δὲ καὶ ὑπὲρ ἐμαυτοῦ οὐκ ἂν ἀρνησαίμην τοῦτο ποιεῖν· τὰ γὰρ ὑμέτερα ἀγαθὰ ἐμαυτοῦ νομίζω εἶναι κατορθώματα. Ἐβουλόμην δὲ ὑμᾶς, ὥσπερ ἐγὼ νῦν πόνῳ καὶ κόπτομαι περὶ τῆς ὑμετέρας σωτηρίας, οὕτω καὶ ὑμᾶς φροντίζειν τῆς ὑμετέρας ψυχῆς, καὶ πάντως ἂν τέλος ἔλαβε τουτὶ τὸ κατόρθωμα. Καὶ τὶ χρὴ τὰ πολλὰ λέγειν; Εἰ γὰρ μηδὲ γέεννα ἦν μηδὲ κόλασις παρακούουσι, μηδὲ μισθὸς ὑπακούουσιν, ἐγὼ δὲ προσελθὼν ὑμῖν τοῦτο ἂν χάριτος ᾔτησα μέρει, ἆρα οὐκ ἂν ἐπενεύσατε; Οὐκ ἂν ἐδώκατε τὴν αἴτησιν, κούφην οὕτως αἰτοῦντι χάριν; Ὅταν δὲ ὁ Θεὸς αὐτὴν αἰτῶν ᾖ δι’ ὑμᾶς τοὺς διδόντας, οὐ δι’ ἑαυτὸν τὸν λαμβάνοντα, τὶς οὕτως ἀγνώμων, τὶς οὕτως ἄθλιος καὶ ταλαίπωρος, ὡς Θεῷ χάριν αἰτοῦντι μὴ δοῦναι, καὶ μάλιστα ὅταν αὐτὸς ἀπολαύειν μέλλῃ τῆς χάριτος ὁ διδούς; Ταῦτ’ οὖν ἐννοήσαντες, καὶ πρὸς ἑαυτοὺς ἀναχωρήσαντες ἐντεῦθεν, λέγετε τὰ εἰρημένα ἅπαντα, καὶ τοὺς μὴ προσέχοντας παντὶ διορθοῦτε τρόπῳ, ἵνα καὶ τῶν οἰκείων καὶ τῶν ἀλλοτρίων κατορθωμάτων τὴν ἀμοιβὴν ἀπολάβωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: ΟΜΙΛΙΑ ΙΑ’. Εὐχαριστίᾳ πρὸς τὸν Θεὸν περὶ τῆς ἀπαλλαγῆς τῶν ἐκ τῆς στάσεως προσδοκηθέντων κακῶν, καὶ ἀνάμνησις τῶν τότε συμβάντων· ἔτι δὲ καὶ κατὰ τῶν τὸ σῶμα ἡμῶν διαβαλλόντων, καὶ δι’ ὅλου περὶ τῆς τοῦ ἀνθρώπου κατασκευῆς· καὶ πρὸς τῷ τέλει περὶ τοῦ κατορθῶσαι τὸ μὴ ὀμνύειν.
Προηγούμενο: ΟΜΙΛΙΑ Θ’. Ἔπαινος τῶν κατωρθωκότων τὸ μὴ ὀμνύειν· καὶ ὅτι οὐκ ὀφείλει τὶς διακρίνεσθαι μετὰ ἑστίασιν ἀκροᾶσθαι θείων λογίων ἐν ἐκκλησίᾳ· καὶ διὰ τὶ μετὰ χρόνον πολὺν ἐδόθησαν αἱ ἅγιαι Γραφαί· καὶ εἰς τό, Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ· καὶ φυσιολογία κόσμου, καὶ πρὸς τῷ τέλει, περὶ τοῦ μὴ ὀμνύειν.
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 49
Ἀρχικὴ Σελίδα: Τέρτιος