Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 49

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΟΜΙΛΙΑ ΙΓ’. Εὐχαριστία ἔτι πρὸς τὸν Θεὸν περὶ τῆς μεταβολῆς τῶν σκυθρωπῶν· καὶ ἀνάμνησις τῶν διὰ τὴν στάσιν διασυρέντων καὶ τιμωρηθέντων· ὁμοίως δὲ πάλιν ἐξήγησις περὶ τῆς τοῦ ἀνθρώπου δημιουργίας, καὶ ὅτι φυσικὸν νόμον ἐδέξατο· καὶ περὶ τοῦ τελείως κατορθῶσαι τὸ μὴ ὀμνύειν.
Προηγούμενο: ΟΜΙΛΙΑ ΙΑ’. Εὐχαριστίᾳ πρὸς τὸν Θεὸν περὶ τῆς ἀπαλλαγῆς τῶν ἐκ τῆς στάσεως προσδοκηθέντων κακῶν, καὶ ἀνάμνησις τῶν τότε συμβάντων· ἔτι δὲ καὶ κατὰ τῶν τὸ σῶμα ἡμῶν διαβαλλόντων, καὶ δι’ ὅλου περὶ τῆς τοῦ ἀνθρώπου κατασκευῆς· καὶ πρὸς τῷ τέλει περὶ τοῦ κατορθῶσαι τὸ μὴ ὀμνύειν.
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 49

ΟΜΙΛΙΑ ΙΒ’. Ἔτι εὐχαριστία πρὸς τὸν Θεὸν περὶ τῆς συγχωρήσεως τῶν ἡμαρτηκότων εἰς τὸν βασιλέα· καὶ φυσιολογία περὶ τῆς κτίσεως· καὶ ὅτι ποιήσας ὁ Θεὸς τὸν ἄνθρωπον νόμον φυσικὸν ἐγκατέθηκεν αὐτῷ· καὶ περὶ τοῦ πάσῃ σπουδῇ ἀπέχεσθαι τῶν ὅρκων.

α’. Καὶ χθὲς εἶπον, Εὐλογητὸς ὁ Θεός, καὶ σήμερον τὸ αὐτὸ τοῦτο πάλιν ἐρῶ. Εἰ γὰρ καὶ τὰ δεινὰ παρῆλθεν, ἀλλ’ ἡ μνήμη τῶν δεινῶν μὴ παρερχέσθω, οὐχ ἵνα ἀλγῶμεν, ἀλλ’ ἵνα εὐχαριστῶμεν. Ἐὰν γὰρ ἡ μνήμη τῶν δεινῶν μένῃ, ἡ πείρᾳ τῶν δεινῶν οὐδέποτ’ ἐπιστήσεται. Τὶ γὰρ δεῖ τῆς πείρας, τῆς μνήμης ἡμᾶς σωφρονιζούσης; Ὥσπερ οὖν οὐκ ἀφῆκεν ἡμᾶς ὁ Θεὸς καταποντισθῆναι παρόντων τῶν λυπηρῶν, οὕτω μὴ ἀφῶμεν ἑαυτοὺς ἐκλυθῆναι παρελθόντων ἐκείνων. Παρεκάλεσεν ἡμᾶς ἀθυμοῦντας τότε, εὐχαριστήσωμεν αὐτῷ χαίροντες νῦν· παρεμυθήσατο ὀδυνωμένους καὶ οὐ προέδωκε, μὴ τοίνυν μηδὲ ἡμεῖς ἑαυτοὺς εὐθηνουμένους προδῶμεν, εἰς ῥαθυμίαν ἐκκλίνοντες. «Μνήσθητι γὰρ καιρὸν λιμοῦ, φησίν, ἐν ἡμέρᾳ πλησμονῆς». Μνησθῶμεν οὖν καιρὸν πειρασμοῦ καὶ ἡμεῖς ἐν ἡμέρᾳ ἀνέσεως· καὶ ἐπὶ τῶν ἁμαρτημάτων δὲ τὸ αὐτὸ τοῦτο ποιῶμεν. Κἂν ἁμάρτῃς καὶ συγχωρήσῃ σοι τὴν ἁμαρτίαν ὁ Θεός, τὴν μὲν συγχώρησιν δέξαι καὶ εὐχαρίστησον, τῆς δὲ ἁμαρτίας μὴ ἐπιλάθῃ, οὐχ ἵνα σαυτὸν κατατρύχῃς τῷ λογισμῷ, ἀλλ’ ἵνα τὴν ψυχὴν παιδεύσῃς μὴ σκιρτᾷν μηδὲ περιπίπτειν πάλιν τοῖς αὐτοῖς. Οὕτω καὶ ὁ Παῦλος ἐποίησεν εἰπὼν γὰρ ὅτι, «Πιστὸν με ἡγήσατο θέμενος εἰς διακονίαν», ἐπήγαγε, «Τὸν πρότερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν». Ἐκπομπευέσθω, φησὶν ὁ βίος τοῦ οἰκέτου, ἵνα φανῇ ἡ φιλανθρωπίᾳ τοῦ Δεσπότου. Εἰ γὰρ καὶ συγχώρησιν ἔλαβον τῶν ἁμαρτημάτων, ἀλλὰ τὴν μνήμην οὐκ ἐκβάλλω τῶν ἁμαρτημάτων. Οὐ τοῦ Δεσπότου δὲ τὴν φιλανθρωπίαν ἐδείκνυ τοῦτο μόνον, ἀλλὰ κἀκεῖνον λαμπρότερον ἐποίει. Ὅταν γὰρ μάθῃ τὶς ἦν ἔμπροσθεν, τότε αὐτὸν θαυμάσεις πλέον· καὶ ὅταν ἴδῃς ἐκ τίνος τὶς ἐγένετο, τότε αὐτὸν ἀποδέξῃ μειζόνως· κἂν μεγάλα ἧς ἡμαρτηκώς, χρηστὰς ἕξεις εἰρημένοις, καὶ τοὺς ἐν ἀπογνώσει τὸ ὑπόδειγμα τοῦτο παρακαλεῖ καὶ ἀνίστασθαι ποιεῖ. Ὅπερ οὖν καὶ ἐπὶ τῆς πόλεως ἔσται τῆς ἡμετέρας· τὰ γὰρ συμβάντα ἅπαντα τὴν τε ἀρετὴν ὑμῶν δείκνυσι, δυνηθέντων διὰ τῆς μετανοίας τοσαύτην ὀργὴν ἀποκρούσασθαι, τὴν τε τοῦ Θεοῦ φιλανθρωπίαν κηρύττει, ἐξ ὀλίγης τῆς ἐπιστροφῆς τοσοῦτον παρενέγκαντος νέφος, τοὺς τε ἐν ἀπογνώσει πάντας ἀνίστησι μαθόντας ἐκ τῶν ἡμετέρων, ὅτι τὸν ἄνω καὶ πρὸς τὴν τοῦ Θεοῦ βλέποντα ῥοπήν, κἂν μυρία περιστῇ πανταχόθεν κύματα, καταποντισθῆναι οὐκ ἔνι. Τὶς γὰρ εἶδε, τὶς ἤκουσέ ποτε τὰ ἡμέτερα πάθη; Ἐκ βάθρων αὐτῶν καθ’ ἑκάστην προσεδοκῶμεν ἡμέραν ἀνασπασθήσεσθαι τὴν πόλιν ἡμῖν μετὰ τῶν ἐνοικούντων· ἀλλ’ ὅτε ἤλπιζε καταποντίζειν τὸ σκάφος ὁ διάβολος, τότε καθαρὰν γαλήνην ἐποίησεν ὁ Θεός. Μὴ τοίνυν ἐπιλανθανώμεθα τοῦ μεγέθους τῶν δεινῶν, ἵνα μνημονεύωμεν τοῦ μεγέθους τῶν εὐεργεσιῶν τῶν παρὰ τοῦ Θεοῦ γενομένων· καὶ γὰρ ὁ μὴ εἰδὼς τοῦ νοσήματος τὴν φύσιν, οὐκ εἴσεται τοῦ ἰατροῦ τὴν τέχνην. Ταῦτα καὶ πρὸς τοὺς παῖδας λέγωμεν τοὺς ἡμετέρους, καὶ εἰς μυρίας παραπέμπωμεν γενεάς, ἵνα μάθωσιν ἅπαντες πῶς ἐσπούδασεν ὁ διάβολος καὶ τὸ ἔδαφος ἀφανίσαι τῆς πόλεως, καὶ πῶς ἴσχυσεν ὁ Θεὸς πεπτωκυΐαν αὐτὴν καὶ κειμένην ἐπ’ ὄψεσι στῆσαι πάλιν, καὶ μηδὲ τὴν τυχοῦσαν συγχωρῆσαι γενέσθαι βλάβην, ἀλλὰ καὶ τὸν φόβον ἀνεῖλε, καὶ τὸν κίνδυνον ἀπεκρούσατο μετὰ πολλοῦ τοῦ τάχους. Καὶ γὰρ τῇ παρελθούσῃ ἑβδομάδι τὰς οὐσίας δημεύεσθαι προσεδοκῶμεν ἅπαντες, καὶ στρατιώτας ἡμῖν ἐπαφίεσθαι, καὶ μυρία ἕτερα ὠνειροπολοῦμεν δεινά· ἀλλ’ ἰδοὺ πάντα ἐκεῖνα παρῆλθεν, ὥσπερ νέφος καὶ ὥσπερ σκιὰ παρατρέχουσα, καὶ τῇ προσδοκίᾳ τῶν δεινῶν ἐκολάσθημεν μόνον· μᾶλλον δὲ οὐκ ἐκολάσθημεν, ἀλλὰ καὶ ἐπαιδεύθημεν καὶ βελτίους γεγόναμεν, τοῦ Θεοῦ τὴν καρδίαν τοῦ βασιλέως μαλάξαντος. Λέγωμεν τοίνυν διαπαντὸς καὶ καθ’ ἡμέραν, Εὐλογητὸς ὁ Θεός, καὶ μετὰ πλείονος σπουδῆς τῇ συνάξει προσέχωμεν, καὶ πρὸς τὴν Ἐκκλησίαν τρέχωμεν, ὅθεν ἐκαρπωσάμεθα τὴν ὠφέλειαν. Ἴστε γὰρ ἐν ἀρχῇ ποῦ κατεφύγετε, ποῦ συνεδράμετε, πόθεν ἡμῖν ἡ σωτηρία γέγονεν. Ἐχώμεθα τοίνυν τῆς ἱερᾶς ἀγκύρας, καὶ καθάπερ ἐν τῷ καιρῷ τῶν κινδύνων ἡμᾶς οὐ προέδωκεν, οὕτω μηδὲ ἡμεῖς αὐτὴν ἐν τῷ καιρῷ τῆς ἀνέσεως καταλίπωμεν, ἀλλὰ μείνωμεν μετὰ ἀκριβείας, καὶ τὰς συνάξεις καὶ τὰς εὐχὰς καὶ τὴν τῶν θείων λογίων ἀκρόασιν ποιώμεθα καθ’ ἡμέραν, καὶ τὴν σχολὴν ἣν ἀνηλίσκομεν περιεργαζόμενοι, πολυπραγμονοῦντες, τοὺς ἀπὸ τοῦ στρατοπέδου περιτρέχοντες, σπουδάζοντες ὑπὲρ τῶν ἐπικειμένων κακῶν, ταύτην ἀναλώσωμεν ἅπασαν εἰς τὴν τῶν θείων νόμων ἀκρόασιν, ἀλλὰ μὴ εἰς ἀκαίρους καὶ ἀνονήτους διατριβάς, ἵνα μὴ πάλιν εἰς τὴν ἀνάγκην τῆς ἀσχολίας ἐκείνης ἑαυτοὺς καταστήσωμεν.

β’. Ἐν μὲν οὖν ταῖς παρελθούσαις τρισὶν ἡμέραις ἕνα θεογνωσίας ἐξητάσαμεν τρόπον, καὶ πρὸς τὸ τέλος αὐτὸν ἠγάγομεν, ἑρμηνεύοντες πῶς «Οἱ οὐρανοὶ διηγοῦνται τὴν δόξαν Θεοῦ», καὶ τὶ ποτὲ ἐστι τὸ παρὰ τοῦ Παύλου λεγόμενον, ὅτι «Τὰ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται», καὶ ἐδείκνυμεν πῶς ἀπὸ κτίσεως κόσμου, καὶ πῶς δι’ οὐρανοῦ καὶ γῆς καὶ θαλάττης ὁ Δημιουργὸς δοξάζεται. Τήμερον δὲ ὀλίγα πάλιν εἰς αὐτὴν ταύτην φιλοσοφήσαντες τὴν ὑπόθεσιν, ἐφ’ ἕτερον βαδιούμεθα λόγον· οὐ γὰρ μόνον ἐποίησεν αὐτήν, ἀλλὰ καὶ γενομένην ἐργάζεσθαι παρεσκεύασεν, οὔτε πᾶσαν ἀκίνητον ἀφείς, οὔτε πᾶσαν κινεῖσθαι κελεύσας· ἀλλ’ οὐρανὸς μὲν ἀκίνητος ἕστηκε, καθάπερ ὁ προφήτης φησίν, «Ὁ στήσας τὸν οὐρανὸν ὡσεὶ καμάραν, καὶ διατείνας αὐτὸν ὡσεὶ σκηνὴν ἐπὶ τῆς γῆς»· ὁ δὲ ἥλιος μετὰ τῶν ἄστρων τῶν λοιπῶν καθ’ ἑκάστην τρέχει τὴν ἡμέραν· καὶ τῇ πάλιν πέπηγε, τὰ δὲ ὕδατα βαδίζει διαπαντός· οὐχ ὕδατα δὲ μόνον, ἀλλὰ καὶ νεφέλαι καὶ ὄμβροι ἀποδιδόμενοι καιρόν· καὶ μία μὲν ἡ τῶν ὄμβρων φύσις διάφορα δὲ τὰ ἐξ αὐτῶν γινόμενα· καὶ γὰρ ἐν ἀμπέλῳ γίνεται οἶνος ὁ ὑετός, καὶ ἔλαιον ἐν ἐλαίᾳ, καὶ ἐν τοῖς ἄλλοις δὲ φυτοῖς πρὸς τοὺς ἄλλους μεθίσταται χυμούς. Καὶ μία δὲ τῆς γῆς ἡ γαστὴρ καὶ διαφόρους φέρει καρπούς· καὶ μία μὲν ἡ τῆς ἡλιακῆς ἀκτῖνος θέρμη καὶ διαφόρως ἅπαντα πεπαίνει, τὰ μὲν βραδύτερον, τὰ δὲ ταχύτερον πρὸς ἀκμὴν ἄγουσα. Τὶς οὐκ ἂν ταῦτα ἐκπλαγείη καὶ θαυμάσειε; Μᾶλλον δὲ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυμαστόν, ὅτι ποικίλην αὐτὴν καὶ διάφορον κατεσκεύασεν, ἀλλ’ ὅτι καὶ κοινὴν αὐτὴν προσέθηκεν ἅπασι, καὶ πλουσίοις καὶ πένησι, καὶ ἁμαρτωλοῖς καὶ δικαίοις. Ὅπερ οὖν καὶ ὁ Χριστὸς ἔλεγεν, ὅτι «Τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθούς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους»· καὶ μυρίων αὐτὴν ζῴων ἐμπλήσας, καὶ φυσικὰ τοῖς ζώοις ἐνθεὶς ἤθη, τὰ μὲν μιμεῖσθαι, τὰ δὲ φεύγειν ἐκέλευσεν. Οἶόν τι λέγω· φιλόπονόν ἐστιν ὁ μύρμηξ, καὶ ἐπίπονον ποιεῖται τὴν ἐργασίαν· ἂν τοίνυν προσέχῃς, μεγίστην παρὰ τοῦ ζῴου δέξῃ παραίνεσιν, ὥστε μὴ καταμαλακίζεσθαι μηδὲ φεύγειν ἱδρῶτας καὶ πόνους. Διὰ τοῦτο καὶ ἡ Γραφὴ τὸν ὀκνηρὸν πρὸς ἐκεῖνον ἔπεμψε λέγουσα· «Ἴθι πρὸς τὸν μύρμηκα, ᾧ ὀκνηρέ, καὶ ζήλωσον τὰς ὁδοὺς αὐτοῦ, καὶ γενοῦ ἐκείνου σοφώτερος». Οὐ βούλει, φησί, παρὰ τῶν Γραφῶν μαθεῖν ὅτι καλὸν τὸ ἐργάζεσθαι, καὶ ὅτι ὁ μὴ ἐργαζόμενος οὐδὲ ἐσθίειν ὀφείλει; Οὐ βούλει παρὰ τῶν διδασκάλων ἀκοῦσαι τοῦτο; Παιδεύθητι παρὰ τῶν ἀλόγων. Οὕτω καὶ ἐν ταῖς οἰκίαις ποιοῦμεν, πολλάκις τοὺς μείζονας καὶ ἐντιμοτέρους εἶναι δοκοῦντας, ἐπειδὰν ἁμάρτωσι, παιδίοις νήφουσι προσέχειν παρακελευόμεθα λέγοντες· βλέπε τὸν μικρότερόν σου πῶς ἐστι σπουδαῖος καὶ διεγηγερμένος.

Καὶ σὺ τοίνυν παρὰ τοῦ ζῴου τούτου μεγίστην λάβε φιλοπονίας παραίνεσιν, καὶ θαύμασόν σου τὸν Δεσπότην, μὴ ἐπειδὴ ἥλιον ἐποίησε μόνον καὶ οὐρανόν, ἀλλ’ ἐπειδὴ καὶ μύρμηκα ἐποίησεν· εἰ γὰρ καὶ βραχὺ τὸ ζῶον, ἀλλὰ τοῦ μεγέθους τῆς σοφίας τοῦ Θεοῦ πολλὴν ἔχει τὴν ἀπόδειξιν. Ἐννόησον γοῦν πῶς ἐστι συνετόν, καὶ θαύμασον, πῶς ἴσχυσεν ὁ Θεὸς ἐν οὕτω βραχεῖ σώματι τοσαύτην ἐγκαταθεῖναι ἐργασίας ἐπιθυμίαν ἀδιάπτωτον. Καὶ ἀπὸ τούτου μὲν τὸ φιλόπονον, ἀπὸ δὲ τῆς μελίττης καὶ τὸ φιλόκαλον καὶ τὸ φιλόπονον μάνθανε καὶ τὸ φιλάλληλον. Καὶ γὰρ ἐκείνῃ οὐχ ἑαυτῇ μᾶλλον ἢ ἡμῖν πονεῖ καὶ ταλαιπωρεῖται καθ’ ἑκάστην ἡμέραν· ὃ μάλιστα ἴδιον Χριστιανῷ, τὸ μὴ τὰ ἑαυτοῦ ζητεῖν, ἀλλὰ τὰ τῶν ἑτέρων. Ὥσπερ οὖν ἐκείνῃ πάντας περιίπταται τοὺς λειμῶνας, ἵνα ἑτοίμην ἑτέρῳ παρασκευάσῃ τράπεζαν· οὕτω καὶ σὺ ποίησον ἄνθρωπε, κἂν χρήματα συλλέγῃς, εἰς ἑτέρους δαπάνησον, κἂν λόγους διδασκαλίας ἔχῃς, μὴ κατορύξῃς, ἀλλὰ πρόθες εἰς μέσον τοῖς δεομένοις, κἂν ἕτερον ἔχῃς πλεονέκτημα, γενοῦ χρήσιμος τοῖς δεομένοις τῶν σῶν ἀπολαύειν πόνων. Οὐχ ὁρᾷς ὅτι διὰ τοῦτο μάλιστα τῶν ἄλλων ἐστὶν ἐντιμοτέρα ζῴων ἡ μέλιττα, οὐκ ἐπειδὴ πονεῖ, ἀλλ’ ἐπειδὴ ἑτέροις πονεῖ; Ἐπεὶ καὶ ὁ ἀράχνης πονεῖ καὶ ταλαιπωρεῖται καὶ λεπτὰ διατείνει κατὰ τοὺς τοίχους ὑφάσματα πᾶσαν γυναικὸς σοφίαν ὑπερβάλλοντα, ἀλλ’ ἔστιν ἄτιμον τὸ ζῶον, ἐπειδὴ τὸ ἔργον ἡμῖν οὐδαμοῦ χρήσιμον. Τοιοῦτοί εἰσιν οἱ ἑαυτοῖς κάμνοντες καὶ ταλαιπωρούμενοι. Μίμησαι τῆς περιστερᾶς τὸ ἀκέραιον, μίμησαι τοῦ ὄνου τὸ φιλοδέσποτον καὶ τοῦ βοός, μίμησαι τῶν ὀρνίθων τὸ ἀμέριμνον· ἔστι γάρ, ἔστι μεγάλα ἀπὸ τῶν ἀλόγων καρπώσασθαι εἰς ἠθῶν διόρθωσιν. Ἀπὸ τούτων καὶ ὁ Χριστὸς ἡμῖν διαλέγεται τῶν ζῴων· «Γίνεσθε γὰρ φρόνιμοι, φησίν, ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί». Καὶ πάλιν· «Ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρει οὐδὲ θερίζει, καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά». Καὶ ὁ προφήτης δὲ ἐντρέπων τοὺς ἀγνώμονας Ἰουδαίους, οὕτω πώς φησιν· «Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ, Ἰσραὴλ δὲ με οὐκ ἔγνω». Καὶ πάλιν, «Τρυγὼν καὶ χελιδὼν ἀγροῦ, στρουθία, ἔγνωσαν καιροὺς εἰσόδων αὐτῶν, ὁ δὲ λαὸς μου οὐκ ἔγνω τὰ κρίματα Κυρίου τοῦ Θεοῦ αὐτοῦ». Ἀπὸ μὲν τούτων καὶ τῶν τοιούτων ζῴων μάνθανε κατορθοῦν ἀρετήν, ἀπὸ δὲ τῶν ἐναντίων παιδεύου φεύγειν κακίαν. Ὥσπερ γὰρ φιλόκαλον ἡ μέλιττα, οὕτως ὀλέθριον ἡ ἀσπίς· ἀποστράφητι τοίνυν τὴν κακίαν, ἵνα μὴ ἀκούσῃς· «Ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν». Ἀναίσχυντον πάλιν ὁ κύων· μίσησον καὶ ταύτην τὴν πονηρίαν. Δολερὸν καὶ πανοῦργον ἡ ἀλώπηξ· μὴ ζηλώσῃς τὸ νόσημα· ἀλλὰ καθάπερ ἡ μέλιττα τοῖς λειμῶσιν ἐφιπταμένη οὐ πάντα ἐκλέγει, ἀλλὰ τὰ χρήσιμα λαβοῦσα, τὰ λοιπὰ ἀφίησιν, οὕτω καὶ σὺ ποίησον· τῶν ἀλόγων ἐπελθὼν τὸ γένος, ἒ τι χρήσιμον, παρ’ ἐκείνων λάμβανε· καὶ ἅπερ ἔχουσιν ἐν τῇ φύσει πλεονεκτήματα, ταῦτα σὺ διὰ τῆς προαιρέσεως κατόρθωσον· καὶ γὰρ καὶ ταύτῃ παρὰ τοῦ Θεοῦ τετίμησαι, ὅτι τὰ φυσικὰ αὐτῶν πλεονεκτήματα ἐκ προαιρέσεώς σοι παρέσχε κατορυοῦν, ἵνα καὶ βραβεῖα λάβῃς. Ἐκείνοις γὰρ οὐκ ἐκ προαιρέσεως καὶ λόγου τὰ κατορθώματα, ἀλλ’ ἀπὸ φύσεως μόνης. Οἶόν τι λέγω· ἡ μέλιττα μελιτουργεῖ οὐ λόγῳ μαθοῦσα τοῦτο καὶ λογισμῷ, ἀλλ’ ἀπὸ τῆς φύσεως παιδευθεῖσα· ἐπεὶ εἰ μὴ φυσικὸν ἦν τὸ ἔργον, μηδὲ τῷ γένει συγκεκλήρωτο, ἔδει πάντως τινὰς ἐξ αὐτῶν ἀπείρους εἶναι τῆς τέχνης· νῦν δὲ ἐξ οὗ γέγονεν ὁ κόσμος μέχρι τῆς παρούσης ἡμέρας, οὐδεὶς εἶδε μελίττας ἡσυχαζούσας καὶ μὴ μελιτουργούσας. Τοιαῦτα γὰρ τὰ φυσικὰ κοινὰ τοῦ παντὸς γένους ἐστί· τὰ δὲ ἐκ προαιρέσεως οὐκ ἔστι κοινά· πόνου γὰρ δεῖται πρὸς τὸ κατορθωθῆναι.

γ’. Πάντα τοίνυν τὰ κάλλιστα λαβὼν περιβαλοῦ· καὶ γὰρ βασίλευε εἶ τῶν ἀλόγων· οἱ δὲ βασιλεῖς, εἲ τὶ κάλλιστόν ἐστιν ἐν τοῖς ὑπηκόοις, εἴτε χρυσός, εἴτε ἄργυρος, εἴτε λίθοι τίμιοι, εἴτε ἱμάτια πολυτελῇ ταῦτα μεθ’ ὑπερβολῆς αὐτοὶ κέκτηνται· καὶ θαύμαζέ σου τὸν Δεσπότην ἀπὸ τῆς κτίσεως. Εἰ δὲ τὶ σε ὑπερβαίνει τῶν ὁρωμένων, καὶ τὸν λόγον οὐ δύνασαι εὑρεῖν, καὶ διὰ τοῦτο δόξασον τὸν ποιήσαντα, ὅτι ὑπερβαίνει σου τὴν κατάληψιν ἡ σοφία τῶν γινομένων. Μὴ λέγε· διὰ τὶ τοῦτο; Εἰς τὶ τοῦτο; Ἕκαστον γὰρ χρήσιμόν ἐστιν, εἰ καὶ τὸν λόγον ἀγνοοῦμεν ἡμεῖς. Ὥσπερ οὖν ἐὰν εἰς ἰατρεῖον εἰσέλθῃς, καὶ ἴδῃς ἐργαλεῖα πολλὰ προκείμενα, θαυμάζεις τὴν ποικιλίαν τῶν ὀργάνων, καίτοι γε τὰς χρείας αὐτῶν οὐκ εἰδώς· οὕτω καὶ ἐπὶ τῆς κτίσεως ποίησον, κἂν ἴδῃς πολλὰ τῶν ζῴων καὶ τῶν βοτανῶν καὶ τῶν φυτῶν καὶ τῶν ἄλλων πραγμάτων ὧν τὰς χρείας οὐκ οἶδας, θαύμασον αὐτῶν τὴν ποικιλίαν, καὶ ἐκπλάγηθι καὶ διὰ τοῦτο τὸν ἀριστοτέχνην Θεόν, ὅτι οὔτε σοι πάντα δῆλα ἐποίησεν, οὔτε πάντα ἀφῆκεν ἄδηλα. Οὐκ ἀφῆκε μὲν γὰρ πάντα ἄδηλα, ἵνα μὴ ἀπρονόητα εἶναι λέγῃς τὰ ὄντα· οὐκ ἀφῆκε δὲ σοι πάντα γνώριμα εἶναι, ἵνα μὴ τὸ μέγεθος τῆς γνώσεως εἰς ἀπόνοιάν σε ἐπάρῃ. Οὕτω γοῦν καὶ τὸν πρῶτον ἄνθρωπον ὁ πονηρὸς δαίμων ἐκεῖνος ἐξετραχήλισεν, ἐλπίδι μείζονος καὶ τῆς οὔσης ἀποστερήσας. Διὰ τοῦτο καὶ σοφὸς τις παραινεῖ λέγων· «Ἰσχυρότερά σου μὴ ζητεῖ, καὶ βαθύτερά σου μὴ ἐρευνᾷ· ἃ προσετάγη σοι, ταῦτα διανοοῦ· τὰ γὰρ πλείονα τῶν ἔργων αὐτοῦ ἐν ἀποκρύφοις»· καὶ πάλιν, «Πλείονα συνέσεως ἀνθρώπων ὑπεδείχθη σοι». Τοῦτο δὲ εἶπε παραμυθούμενος τὸν ἀσχάλλοντα καὶ ἀλύοντα, ἐπειδὴ μὴ πάντα οἶδεν. Καὶ γὰρ αὐτά, φησίν, ἅπερ ἐπετράπης εἰδέναι, σφόδρα ὑπερβαίνει σου τὴν σύνεσιν· οὐδὲ γὰρ οἴκοθεν εὗρες, ἀλλὰ παρὰ τοῦ Θεοῦ διδαχθείς. Ἄρκου τοίνυν τῷ δοθέντι πλούτῳ, καὶ μὴ πλέον ἐπιζητεῖ, ἀλλ’ ὑπὲρ ὧν ἔλαβες εὐχαριστεῖ, μὴ ἀγανακτεῖ ὑπὲρ ὧν οὐκ ἔλαβες, καὶ ὑπὲρ ὧν οἶδας δόξαζε, μὴ σκανδαλίζου δι’ ἃ οὐκ οἶδας· ἀμφότερα γὰρ χρησίμως ὁ Θεὸς ἐποίησε, καὶ τὰ μὲν ἀπεκάλυψε, τὰ δὲ ἀπέκλεισε, τῆς σῆς προνοῶν σωτηρίας. Εἶς μὲν οὖν, ὅπερ ἔφην, τρόπος θεογνωσίας ὁ διὰ τῆς κτίσεως, πολλὰς δυνάμενος ἡμέρας ἀναλῶσαι. Ἵνα γὰρ μὴ μόνου τοῦ ἀνθρώπου κατ’ ἀκρίβειαν τὴν διατύπωσιν ἐπέλθωμεν, κατ’ ἀκρίβειαν δὲ λέγω τὴν ἡμῖν δυνατήν, οὐ τὴν ὄντως ἀκρίβειαν· εἰ γὰρ καὶ πολλοὺς εἰρήκαμεν τῶν γενομένων λόγους, ἀλλ’ εἰσι καὶ ἕτεροι πλείους ἀπόῤῥητοι, οὓς ὁ ποιήσας οἶδε Θεός· οὐ γὰρ δὲ πάντας ἴσμεν αὐτοί· ἳν’ οὖν ἅπασαν τοῦ ἀνθρώπου κατὰ ἀκρίβειαν τὴν διάπλασιν ἐπέλθωμεν καὶ τὴν ἐν ἑκάστῳ μέλει σοφίαν εὕρωμεν, τῶν νεύρων, τῶν φλεβῶν, τῶν ἀρτηριῶν τὴν διανομήν, τὴν θέσιν, τὴν διάπλασιν τῶν ἄλλων ἀπαντῶ, οὐδὲ ἐνιαυτὸς ὁλόκληρος ἡμῖν ἀρκέσειεν ἂν πρὸς τὴν ἐξήγησιν ταύτην. Διόπερ τοῦτον ἐνταῦθα καταλύσαντες τὸν λόγον, καὶ τοῖς φιλοπόνοις καὶ φιλομαθέσι παρασχόντες ἐκ τῶν εἰρημένων καὶ τὰ λοιπὰ τῆς κτίσεως ἐπελθεῖν μέρη, ἐφ’ ἑτέραν ὑπόθεσιν τὸν λόγον τρέψωμεν, ἐνδεικτικὴν καὶ αὐτὴν οὖσαν τῆς τοῦ Θεοῦ προνοίας. Τὶς οὖν ἐστιν ἡ δευτέρα ὑπόθεσις; Ἐξ ἀρχῆς πλάττων ὁ Θεὸς τὸν ἄνθρωπον, νόμον αὐτῷ φυσικὸν ἐγκατέθηκε. Καὶ τὶ ποτὲ ἐστιν νόμος φυσικός; Τὸ συνειδὸς ἡμῖν διήρθρωσε, καὶ αὐτοδίδακτον ἐποίησε τὴν γνῶσιν τῶν καλῶν καὶ τῶν οὐ τοιούτων· οὐ γὰρ δεόμεθα μαθεῖν ὅτι κακὸν ἡ πορνεία, καὶ καλὸν ἡ σωφροσύνη, ἀλλ’ ἴσμεν ἐξ ἀρχῆς τοῦτο. Καὶ ἵνα μάθῃς ὅτι τοῦτο ἐξ ἀρχῆς ἴσμεν, ὁ νομοθέτης νόμους διδοὺς ὕστερον, καὶ εἰπών, «Οὐ φονεύσεις», οὐκ ἐπήγαγε, Κακὸν γὰρ ὁ φόνος, ἀλλ’ ἁπλῶς, «Οὐ φονεύσεις», εἶπεν· ἀπηγόρευσε γὰρ τὴν ἁμαρτίαν μόνον, οὐκ ἐδίδαξε. Τίνος οὖν ἕνεκεν εἰπών, «Οὐ φονεύσεις», οὐ προσέθηκεν, Ὅτι κακὸν ὁ φόνος; Ἐπειδὴ προλαβὼν τὸ συνειδὸς ἡμᾶς ἐπαίδευσε τοῦτο, καὶ ὡς εἰδόσι καὶ ἐπισταμένοις οὕτω διαλέγεται. Ὅταν γοῦν περὶ ἑτέρας ἐντολῆς λέγῃ τῆς οὐ γνώριμης ἡμῖν ἀπὸ τοῦ συνειδότος γενομένης, οὐκ ἀπαγορεύει μόνον, ἀλλὰ καὶ τὴν αἰτίαν προστίθησι. Περὶ Σαββάτου γοῦν νομοθετῶν καὶ λέγων, «Τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ οὐ ποιήσῃς ἔργον», καὶ τὴν αἰτίαν ἐπήγαγε τῆς ἀργίας· ποίαν δὴ ταύτην· «Ὅτι ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ κατέπαυσεν ὁ Θεὸς ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἤρξατο ποιῆσαι»· καὶ πάλιν, «Ὅτι οἰκέτης ἦσθα ἐν γῆ Αἰγύπτῳ». Τίνος οὖν ἕνεκεν, εἰπέ μοι, ἐπὶ μὲν τοῦ Σαββάτου τὴν αἰτίαν προσέθηκεν, ἐπὶ δὲ τοῦ φόνου οὐδὲν τοιοῦτον ἐποίησεν; Ἐπειδὴ αὕτη μὲν ἡ ἐντολὴ οὐ τῶν προηγουμένων ἦν, οὐδὲ τῶν ἐκ τοῦ συνειδότος ἡμῖν ἠκριβωμένων, ἀλλὰ μερικὴ τις καὶ καὶ πρόσκαιρος, διὰ τοῦτο καὶ κατελύθη μετὰ ταῦτα, αἱ δὲ ἀναγκαῖαι καὶ συνέχουσαι τὴν ζωὴν τὴν ἡμετέραν, ἐκεῖναί εἰσιν· «Οὐ φονεύσεις, Οὐ μοιχεύσεις, Οὐ κλέψεις». Διόπερ οὐδαμοῦ αἰτίαν ἐνταῦθα τίθησιν, οὐδὲ διδασκαλίαν εἰσάγει, ἀλλ’ ἀρκεῖται ψιλῇ τῇ ἀπαγορεύσει.

δ’. Οὐκ ἐντεῦθεν δὲ μόνον, ἀλλὰ καὶ ἑτέρωθεν ὑμῖν δεῖξαι πειράσομαι πῶς αὐτοδίδακτος ἦν ὁ ἄνθρωπος πρὸς τὴν τῆς ἀρετῆς γνῶσιν. Ἥμαρτεν ὁ Ἀδὰμ τὴν ἁμαρτίαν τὴν πρώτην, καὶ μετὰ τὴν ἁμαρτίαν εὐθέως ἐκρύπτετο· εἰ δὲ μὴ ᾔδει κακὸν τι ἐργασάμενος, τίνος ἕνεκεν ἐκρύπτετο; Οὐδὲ γὰρ γράμματα ἦν, οὐ νόμος, οὐ Μωσής· πόθεν οὖν ἔγνω τὴν ἁμαρτίαν καὶ κρύπτεται; Καὶ οὐ κρύπτεται μόνον, ἀλλὰ καὶ ἐγκαλούμενος, ἐφ’ ἕτερον πειρᾶται μετατιθέναι τὴν αἰτίαν, λέγων· «Ἡ γυνὴ ἣν ἔδωκάς μοι, αὕτη ἔδωκέ μοι ἐκ τοῦ ξύλου, καὶ ἔφαγον»· κἀκείνη πάλιν ἐφ’ ἕτερον μετάγοι τὸ ἔγκλημα, τὸν ὄφιν. Καὶ ὅρα Θεοῦ σοφίαν· εἰπόντος γὰρ τοῦ Ἀδὰμ ὅτι, «Ἤκουσα τῆς φωνῆς σου καὶ ἐφοβήθην, ὅτι γυμνὸς εἰμι καὶ ἐκρύβην», οὐκ ἤλεγξεν εὐθέως ὁ Θεὸς τὸ γεγονός, οὐδὲ εἶπε· διὰ τὶ γὰρ ἔφαγες ἀπὸ τοῦ ξύλου; Ἀλλὰ πῶς; «Τὶς σοι ἀνήγγειλε, φησίν, ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ ξύλου οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ’ αὐτοῦ ἔφαγες»; Οὔτε ἐσίγησεν, οὔτε φανερῶς αὐτὸν ἤλεγξεν· οὐκ ἐσίγησε μέν, ἵνα αὐτὸν ἐκκαλέσηται πρὸς ὁμολογίαν τῆς ἁμαρτίαν· οὐκ ἤλεγξε δὲ φανερῶς, ἵνα μὴ αὐτοῦ τὸ πᾶν γένηται, κἀκεῖνος ἔρημος εἴη τῆς ἀπὸ τῆς ἐξομολογήσεως γινομένης συγγνώμης ἡμῖν. Διὰ τοῦτο οὐκ εἶπε φανερῶς τὴν αἰτίαν ἀφ’ ἧς γνῶσις γέγονεν, ἀλλ’ ἐν ἐρωτήσεως τάξει προάγει τὸν λόγον, ἐκείνῳ καταλιμπάνων εἰς ἐξομολόγησιν ἐλθεῖν. Πάλιν ἐπὶ τοῦ Κάϊν καὶ τοῦ Ἄβελ τὸ αὐτὸ τοῦτο ἔστιν ἰδεῖν. Πρῶτον μὲν γὰρ ἀπήρξαντο τῷ Θεῷ τῶν οἰκείων πόνων. Μὴ γὰρ δὴ ἀπὸ τῆς ἁμαρτίας μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς ἀρετῆς δείξωμεν, ὅτι ἀμφοτέρων ἦν ἐπιστημονικὸς ὁ ἄνθρωπος. Ὅτι μὲν οὖν ᾔδει τὴν ἁμαρτίαν κακὸν ὃν ὁ ἄνθρωπος, ἔδειξεν ὁ Ἀδάμ· ὅτι δὲ καὶ τὴν ἀρετὴν ἠπίστατο καλὸν ὅν, ἐδήλωσε πάλιν ὁ Ἄβελ. Οὐ γὰρ παρὰ τινος μαθών, οὐδὲ νόμου περὶ ἀπαρχῶν διαλεγομένου τότε ἀκούσας, ἀλλ’ οἴκοθεν καὶ παρὰ τοῦ συνειδότος διδαχθεὶς τὴν θυσίαν ἐκείνην ἀνήνεγκε. Διὰ τοῦτο οὐ καταφέρω κάτω τὸν λόγον, ἀλλ’ ἐπὶ τῶν προτέρων αὐτὸν ἀνθρώπων γυμνάζω, ὅτε οὔπω γράμματα, οὔτε νόμος, οὔτε προφῆται καὶ δικασταί, ἀλλὰ μόνος ὁ Ἀδὰμ μετὰ τῶν παίδων ἦν; Ἵνα μάθῃς ὅτι ἐν τῇ φύσει παροαπέκειτο τῶν καλῶν καὶ τῶν οὐ τοιούτων ἡ γνῶσις. Πόθεν γὰρ ἔμαθεν ὅτι καλὸν τὸ προσφέρειν ὁ Ἄβελ, ὅτι καλὸν τὸ τιμᾷν τὸν Θεὸν καὶ εὐχαριστεῖν ἐν ἅπασι; Τὶ οὖν; Ὁ Κάϊν, φησίν, οὐ προσήνεγκε; Προσήνεγκε μὲν καὶ οὗτος, ἀλλ’ οὐχ ὁμοίως. Κἀντεῦθεν δὲ πάλιν ἡ τοῦ συνειδότος φαίνεται γνῶσις· ἐπειδὴ γὰρ τῷ τιμηθέντι βασκήνας περὶ σφαγῆς ἐβουλεύετο, κρύπτει τὴν δολερὰν γνώμην. Καὶ τὶ φησι; «Δεῦρο ἐξέλθωμεν εἰς τὸ πεδίον». Ἕτερον τὸ σχῆμα φιλοφροσύνης γὰρ ἡ ὑπόκρισις· καὶ τὸ φρόνημα ἕτερον ἀδελφοκτονίας γὰρ ἡ γνώμῃ. Καίτοι εἰ μὴ κακὸν ἥσει τὸ βούλημα, τίνος ἕνεκεν αὐτὸ συνεσκίαζε; Καὶ μετὰ τὸ γενέσθαι τὸν φόνον, πάλιν ἐρωτώμενος ὑπὸ τοῦ Θεοῦ, «Ποῦ Ἄβελ ὁ ἀδελφὸς σοῦ»; Φησίν· «Οὐκ οἶδα· μὴ φύλαξ τοῦ ἀδελφοῦ μου εἰμὶ ἐγώ»; Τίνος γὰρ ἕνεκεν ἀρνεῖται; Οὐκ εὔδηλον ὅτι καταγινώσκων σφόδρα ἑαυτοῦ; Ὥσπερ γὰρ ὁ πατὴρ αὐτοῦ ἐκρύβη, οὕτω καὶ οὗτος ἀρνεῖται· καὶ μετὰ τὸν ἔλεγχον πάλιν φύσι· «Μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναί με». Ἀλλ’ ὁ ἑλλὴν οὐκ ἀνέχεται τούτων. Φέρε οὖν καὶ πρὸς ἐκεῖνον διαλεχθῶμεν, καὶ ὅπερ ἐπὶ τῆς κτίσεως ἐποιήσαμεν, οὐκ ἀπὸ τῶν γραφῶν μόνον, ἀλλὰ καὶ ἀπὸ λογισμῶν τοὺς πρὸς ἐκείνους κινήσαντες ἀγῶνας, τοῦτο καὶ ἐπὶ τοῦ συνειδότος ποιῶμεν νῦν· καὶ γὰρ καὶ τοῦτο τὸ κεφάλαιον ὁ Παῦλος ἐκίνησε πρὸς ἐκείνους ἀγωνιζόμενος. Τὶ ποτ’ οὖν ἐστιν ὃ λέγουσιν; Οὐκ ἔστιν ἡμῖν αὐτοδίδακτος νόμος ἐν τῷ συνειδότι, φησί, κείμενος, οὐδὲ τῇ φύσει τοῦτο ἐγκατέθηκεν ὁ Θεός. Πόθεν οὖν, εἰπέ μοι, πόθεν περὶ γάμων, περὶ φόνων, περὶ διαθηκῶν, περὶ παρακαταθηκῶν, περὶ τοῦ μὴ πλεονεκτεῖν ἀλλήλους, περὶ μυρίων ἕτερον νόμους ἔγραψαν οἱ παρ’ αὐτοῖς νομοθετοῖ; Οὗτοι μὲν γὰρ οἱ νῦν ἴσως παρὰ τῶν πρώτων ἔμαθον, καὶ ἐκεῖνοι παρὰ τῶν προτέρων, καὶ παρὰ τῶν αὐτοῖς νόμους θέντες, παρὰ τίνος ἔμαθον; Οὐκ εὔδηλον ὅτι παρὰ τοῦ συνειδότος; Οὐ γὰρ ἂν ἔχοιεν εἰπεῖν ὅτι Μωϋσεῖ συνεγένοντο, ὅτι προφητῶν ἤκουσαν· πῶς γὰρ Ἕλληνες ὄντες; Ἀλλ’ εὔδηλον ὅτι ἀπὸ τοῦ νόμου ὃν ἔθηκεν ὁ Θεὸς τῷ ἀνθρώπῳ, ἐξ ἀρχῆς αὐτὸν πλάττων, ἀπὸ τούτου καὶ νόμους ἔθηκαν, καὶ τέχνας εὕροντο, καὶ τὰ ἀλλὰ πάντα. Καὶ γὰρ καὶ αἱ τέχναι οὕτω συνέστησαν τῶν ἐξ ἀρχῆς αὐτοδιδάκτως ἐπ’ αὐτὰς ἐλθόντων· οὕτω καὶ δικαστήρια γέγονε, οὕτω καὶ κολάσεις ὡρίσθησαν, ὅπερ οὖν καὶ ὁ Παῦλός φησιν. Ἐπειδὴ γὰρ πολλοὶ τῶν Ἑλλήνων ἀντιλέγειν ἔμελλον, καὶ λέγειν ὅτι, Πῶς κρινεῖ ὁ Θεὸς τοὺς ἀνθρώπους τοῦ πρὸ Μωϋσέως; Οὐ νομοθέτην ἔπεμψεν, οὐ νόμον εἰσήνεγκεν, οὐ προφήτην ἀπέστειλεν, οὐκ ἀπόστολον, οὐκ εὐαγγελιστήν· πῶς οὖν εὐθύνας ἀπαιτεῖ; Βουλόμενος ὁ Παῦλος δεῖξαι, ὅτι αὐτοδίδακτον εἶχον νόμον, καὶ τὰ πρακτέα σαφῶς ᾔδεσαν, ἄκουσον πῶς φησιν· «Ὅταν γὰρ ἔθνη, τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι νόμος, οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν». Πῶς χωρὶς γραμμάτων; «Συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων, ἢ καὶ ἀπολογουμένων ἐν ἡμέρᾳ, ὅτε κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ εὐαγγέλιόν μου διὰ Ἰησοῦ Χριστοῦ»· καὶ πάλιν· «Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦντα· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται». Τὶ ἐστιν, «Ἀνόμως ἀπολοῦνται»; Οὐχὶ τοῦ νόμου κατηγοροῦντος, ἀλλὰ τῶν λογισμῶν καὶ τοῦ συνειδότος. Εἰ δὲ μὴ ἔχιον νόμον τὸν τοῦ συνειδότος, οὐδὲ ἀπολέσθαι αὐτοὺς ἁμαρτάνοντας ἔδει· πῶς γάρ, εἰ ἀνόμως ἥμαρτον; Ἀλλ’ ἀνόμως ὅταν εἴπῃ, οὐ τοῦτο λέγει, ὅτι οὐκ εἶχον νόμον, ἀλλ’ ὅτι οὐκ εἶχον νόμον γραπτόν, τὸν δὲ τῆς φύσεως νόμον εἶχον. Καὶ πάλιν· «Δόξα δέ, καὶ τιμή, καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθόν, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι».

Ταῦτα δὲ ἔλεγε περὶ τῶν ἄνω χρόνων διαλεγόμενος τῶν πρὸ τῆς παρουσίας τοῦ Χριστοῦ. Καὶ Ἕλληνα ἐνταῦθα καλεῖ οὐ τὸν εἰδωλολάτρην, ἀλλὰ τὸν προσκυνοῦντα μὲν τὸν Θεὸν μόνον, οὐκ ἐνδεδεμένον δὲ τῇ τῶν Ἰουδαϊκῶν παρατηρήσεως ἀνάγκῃ Σαββατισμοῖς λέγω καὶ περιτομῇ καὶ καθαρισμοῖς διαφόροις, ἀλλὰ φιλοσοφίαν καὶ εὐσέβειαν ἅπασαν ἐπιδεικνύμενον. Καὶ πάλιν περὶ τοῦ αὐτοῦ διαλεγόμενός φησι· «Θυμὸς καὶ ὀργή, θλῖψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου κατεργαζομένου τὸ κακόν, Ἰουδαίου τε πρῶτον, καὶ Ἕλληνος». Πάλιν ἐνταῦθα Ἕλληνα καλεῖ τὸν ἀπηλλαγμένον τῆς παρατηρήσεως τῆς Ἰουδαϊκῆς. Εἰ τοίνυν μήτε νόμου ἤκουσε, μήτε μετὰ Ἰουδαίων ἀνεστράφη, πῶς ἔσται αὐτῷ θυμὸς καὶ ὀργὴ καὶ θλῖψις ἐργαζομένῳ τὸ κακόν; Ἐπειδὴ συνειδὸς εἶχεν ἔνδον ἐνηχοῦν αὐτῷ, καὶ διδάσκον καὶ παιδεῦον ἅπαντα. Πόθεν δῆλον τοῦτο; Ἀφ’ ὧν ἑτέρους ἁμαρτάνοντας ἐκόλασεν, ἀφ’ ὧν νόμους ἔθηκεν, ἀφ’ ὧν τὰ δικαστήρια ἐκάθισε. Τοῦτο γὰρ αὐτὸ δηλῶν ὁ Παῦλος ἔλεγε περὶ τῶν ἐν κακίᾳ ζώντων. «Οἵτινες τὸ δικαίωμα τοῦ Θεοῦ ἐπιγνόντες, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσίν, οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνδοκοῦσι τοῖς πράσσουσι». Καὶ πόθεν ᾔδεισαν, φησίν, ὅτι θέλημα Θεοῦ ἐστι τοὺς ἐν πονηρίᾳ ζῶντας θανάτῳ κολάζεσθαι; Πόθεν; Ἐξ ὧν ἑτέρους ἐδίκαζον ἁμαρτάνοντας. Εἰ γὰρ μὴ νομίζεις κακὸν εἶναι τὸν φόνον, ἐπειδὰν λάβῃς ἀνδροφόνον, ὑπὸ τῇ σῇ ψήφῳ μὴ κόλασης· εἰ μὴ νομίζεις κακὸν εἶναι τὸ μοιχεύειν, ἐπειδὰν ἐμπέσῃ μοιχός, ἄφες αὐτὸν τῆς τιμωρίας. Εἰ δὲ ἐν τοῖς ἑτέρων ἁμαρτήμασι καὶ νόμους γραφείς, καὶ τιμωρίας ὁρίζεις, καὶ ἀκριβὴς εἶ δικαστής, ποίαν ἂν σχοίης ἀπολογίαν ἂν οἷς αὐτὸς ἁμαρτάνεις, λέγων ἀγνοεῖν τὰ πρακτέα; Ἐμοίχευσας, καὶ οὐ κἀκεῖνος. Τίνος οὖν ἕνεκεν ἐκεῖνον μὲν κολάζεις, σαυτὸν δὲ συγγνώμης ἀξίοις; Εἰ γὰρ μὴ ᾔδεις κακὸν εἶναι τὴν μοιχείαν, οὐδὲ ἕτερον τιμωρεῖσθαι ἔδει· εἰ δὲ ἕτερον μὲν κολάζεις, σὺ δὲ νομίζεις διαφεύγειν τὴν κόλασιν, πῶς ἂν ἔχοι λόγον τῶν αὐτῶν ἁμαρτημάτων μὴ τὰς αὐτὰς διδόναι δίκας; Τοῦτο γοῦν αὐτὸ ἐγκαλῶν ὁ Παῦλος ἔλεγε· «Λογίζῃ δὲ τοῦτο, ᾧ ἄνθρωπε, ὁ κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας καὶ ποιῶν αὐτά, ὅτι σὺ ἐκφεύξῃ τὸ κρίμα τοῦ Θεοῦ»; Οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν· ἀπὸ γὰρ τῆς ψήφου, φησίν, ἧς ἤνεγκας καθ’ ἑτέρου, ἀπὸ ταύτης σοι κρινεῖ ὁ Θεὸς τότε· οὐ γὰρ δήπου σὺ μὲν δίκαιος, ὁ δὲ Θεὸς ἄδικος. Εἰ γὰρ σὺ οὐ περιορᾷς ἕτερον ἀδικούμενον, πῶς ὁ Θεὸς περιόψεται; Εἰ σὺ διορθοῖς τὰ ἑτέρων ἁμαρτήματα, πῶς ὁ Θεὸς οὐ διορθώσεταί σε; Εἰ δὲ οὐ παρὰ πόδας ἐπάγει σοι τὴν τιμωρίαν, μὴ θαῤῥεῖ διὰ τοῦτο, ἀλλὰ φοβοῦ μειζόνως. Οὕτω καὶ Παῦλος ἐκέλευσε λέγων· «Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει»; Διὰ γὰρ τοῦτο ἀνέχεται, φησίν, οὐχ ἵνα χειρῶν γένῃ, ἀλλ’ ἵνα μετανοήσῃς· εἰ δὲ μὴ βούλει, κολάσεως μείζονος ἐφόδιον ἡ μακροθυμία σοι γίνεται ἀμετανοήτῳ μένοντι. Καὶ τοῦτο γοῦν αὐτὸ δηλῶν ἔλεγε· «Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν, θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως, καὶ δικαιοκρισίας τοῦ Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ». Ἐπεὶ οὖν ἑκάστῳ κατὰ τὰ ἔργα ἀποδίδωσι, καὶ νόμον διὰ τοῦτο φυσικὸν ἡμῖν ἐνέθηκε, καὶ γραπτὸν ὕστερον ἔδωκεν, ἵνα εὐθύνας ἀπαίτηση τῶν ἁμαρτημάτων, καὶ ἵνα κατορθοῦντας στεφάνωση· μετὰ πολλῆς οὖν τῆς σπουδῆς, καὶ ὥσπερ εἰς δικαστήριον ἀπαντήσεσθαι μέλλοντες φοβερόν, τὰ καθ’ ἑαυτοὺς οἰκονομήσωμεν, εἰδότες ὡς μηδεμιᾶς ἀπολαύσομεν συγγνώμης, εἰ μετὰ φυσικὸν καὶ γραπτὸν νόμον, καὶ διδασκαλίαν τοσαύτην, καὶ συνεχῆ παραίνεσιν, τῆς ἡμετέρας ἀμελήσαιμεν σωτηρίας.

Ϛ’. Βούλομαι οὖν πάλιν περὶ τῶν ὅρκων ὑμῖν διαλεχθῆναι, αἰσχύνομαι δέ. Ἐμοὶ οὖν πάλιν περὶ τῶν ὅρκων ὑμῖν διαλεχθῆναι, αἰσχύνομαι δέ. Ἐμοὶ μὲν γὰρ οὐκ ἔστιν ἀπεχθὲς καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ τὰ αὐτὰ πρὸς ὑμᾶς λέγειν, δέδοικα δὲ μὴ τὰς πολλὰς ταύτας ἡμέρας ὑμῖν παρακολουθήσας, πολλὴν ὑμῶν καταγνῶ ῥαθυμίαν περὶ πράγματος οὕτως εὐκόλου διηνεκοῦς δεομένων ὑπομνήσεως. Οὐκ αἰσχύνομαι δὲ μόνον, ἀλλὰ καὶ δέδοικα περὶ ὑμῶν· ἡ γὰρ συνεχὴς διδασκαλία τοῖς μὲν προσέχουσι σωτήριον καὶ χρήσιμον, τοῖς δὲ ῥᾳθυμοῦσι βλαβερὸν καὶ ἐπικίνδυνον. Καὶ γὰρ ὅσῳπερ ἂν τις πλεονάκις ἀκούσῃ, τοσούτῳ μᾶλλον ἐπισπᾶται τὴν κόλασιν μὴ ποιῶν τὰ λεγόμενα. Τοῦτο γοῦν καὶ Ἰουδαίοις ὀνειδίζων ἔλεγεν ὁ Θεός· «Ἀπέστειλα τοὺς προφήτας μοὺ ὀρθρίζων, καὶ ἀποστέλλων, καὶ οὐδὲ οὕτως εἰσηκούσατε». Ἡμεῖς μὲν οὖν ἀπὸ πολλῆς κηδεμονίας τοῦτο ποιοῦμεν, δεδοίκαμεν δὲ μὴ κατὰ τὴν ἡμέραν ἐκείνην τὴν φοβερὰν ἀντικαταστῇ πᾶσιν ἡμῖν ἡ παραίνεσις αὕτη καὶ ἡ συμβουλῇ. Ὄτα γὰρ καὶ τὸ κατόρθωμα εὔκολον ἦ, καὶ ὁ συνεχῶς ὑπομιμνήσκων μὴ διαλιμπάνῃ, ποίαν ἕξομεν ἀπολογίαν εἰπεῖν; Ἢ τὶς ἡμᾶς ἐξαιρήσεται τῆς κολάσεως λόγος; Εἰπὲ γὰρ μοι, ἂν ἀργύριόν σοι χρεωστούμενον τύχῃ, οὐκ ἀεὶ συντυγχάνων τῷ ὀφείλοντι ἀναμιμνήσκεις αὐτὸν τοῦ δανείσματος; Τοῦτο καὶ σὺ ποίησον, καὶ ἕκαστος νομιζέτω τὸν πλησίον ἀργύριον ὀφείλειν αὐτῷ, τὴν ἐκπλήρωσιν τῆς ἐντολῆς ταύτης, καὶ ἁπάντων ὑπὲρ τῆς ἐκτίσεως αὐτὸν ἀναμιμνησκέτω, εἰδὼς ὡς οὐ μικρὸς ἡμῖν ἀπόκειται κίνδυνος τῶν ἀδελφῶν οὐκ ἐπιμελουμένοις. Διὰ τοῦτο καὶ ἐγὼ τὰ αὐτὰ λέγων οὐ παύομαι· δέδοικα γὰρ μήποτε κατ’ ἐκείνην ἀκούσω τὴν ἡμέραν· «Πονηρὲ δοῦλε καὶ ὀκνηρέ, ἔδει σε καταβαλεῖν τὸ ἀργύριόν μου ἐπὶ τοὺς τραπεζίτας». Ἰδοὺ γοῦν κατέβαλον οὐχ ἅπαξ, οὐδὲ δίς, ἀλλὰ πολλάκις· ὑμῶν ἐστι λοιπὸν τὸν τόκον ἐπιδείξασθαι· τόκος δὲ ἀκροάσεως, ἡ διὰ τῶν ἔργων ἐπίδειξις· καὶ γὰρ Δεσποτικὰ τὰ καταβαλλόμενα. Μὴ τοίνυν παρέργως ὑποδεξώμεθα, ἀλλὰ μετὰ ἀκριβείας κατέχωμεν τὴν παρακαταθήκην, ἵνα μετὰ πολλῆς τῆς ἐργασίας αὐτὴν ἀποδῶμεν κατὰ τὴν ἡμέραν ἐκείνην. Ἐὰν γὰρ μὴ καὶ ἑτέρους εἰς τὸ αὐτὸ ἐναγάγῃς κατόρθωμα, ἀκούσῃ τῆς φωνῆς ἐκείνης ἧς ἤκουσεν ὁ τὸ τάλαντον κατορύξας. Ἀλλὰ μὴ γένοιτο ταύτης, ἀλλὰ τῆς ἄλλης ὑμᾶς ἀκοῦσαι φωνῆς ἣν πρὸς τὸν ἐργασάμενον ἀφῆκε λέγων ὁ Χριστός· «Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἧς πιστός, ἐπὶ πολλῶν σε καταστήσω». Ταύτης δὲ ἀκουσόμεθα τῆς φωνῆς, ἂν τὴν αὐτὴν ἐκείνῳ σπουδὴν ἐπιδειξώμεθα· τὴν αὐτὴν δὲ ἐπιδειξόμεθα σπουδήν, ἐὰν τοῦτο ὃ λέγω ποιήσωμεν. Ἔτι θέρμης οὔσης τῆς ἀκροάσεως ἐν ὑμῖν, ἐξελθόντες παρακελεύεσθε ἀλλήλοις, καὶ καθάπερ ἕκαστος μετὰ προσηγορίας διαλύεσθε, οὕτω μετὰ παραγγελίας ἕκαστος οἴκαδε ἀναχωρείτω, καὶ τῷ πλησίον λεγέτω· σκόπει καὶ μέμνησο ὅπως φυλάξῃς τὴν ἐντολήν, καὶ πάντως περιεσόμεθα. Ὅταν γὰρ φίλοι παραπέμπωσι μετὰ τοιαύτης συμβουλῆς, καὶ οἴκοι γενόμενον ἡ γυνὴ πάλιν τὰ αὐτὰ ἀναμιμνήσκῃ, καὶ μόνους ὄντας ὁ λόγος ὁ ἡμέτερος κατέχῃ, ταχέως ἀποκρουσόμεθα τὴν πονηρὰν συνήθειαν ταύτην. Οἶδα μὲν ὅτι θαυμάζετε τίνος ἕνεκεν τοσαύτην ὑπὲρ τῆς ἐντολῆς ταύτης ποιοῦμαι σπουδήν· κατορθώσατε δὲ τὸ ἐπιταχθέν, καὶ τότε ἐρῶ. Τέως μὲν γὰρ ἐκεῖνο λέγω, ὅτι νόμος ἐστὶ θεῖος τὸ ἐπίταγμα τοῦτο, καὶ παραβῆναι αὐτὸν οὐκ ἀσφαλές· ἐὰν δὲ ἴδω κατορθωθέν, καὶ ἑτέραν ὑμῖν αἰτίαν ἐρῶ οὐκ ἐλάττονα ταύτης, ἵνα μάθητε ὅτι δικαίως τοσαύτην ὑπὲρ τοῦ νόμου τούτου ποιοῦμαι σπουδήν· ὥρᾳ δὲ λοιπὸν εἰς εὐχὴν καταλῦσαι τὸν λόγον. Κοινῇ τοίνυν πάντες εἴπωμεν· ὁ Θεὸς ὁ μὴ θέλων τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι αὐτὸν καὶ ζῆν, καὶ τοῦτον καὶ τοὺς λοιποὺς νόμους ἅπαντας καταξίωσον ἡμᾶς ἐξανύσαντας, οὕτω παραστῆναι τῷ βήματι τοῦ Χριστοῦ σου, ἵνα παῤῥησίας πολλῆς ἀπολαύσαντες, τῆς βασιλείας ἐπιτύχωμεν εἰς δόξαν σήν, ὅτι σοὶ πρέπει δόξα, ἅμα τῷ μονογενεῖ σου Παιδὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοῦ αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: ΟΜΙΛΙΑ ΙΓ’. Εὐχαριστία ἔτι πρὸς τὸν Θεὸν περὶ τῆς μεταβολῆς τῶν σκυθρωπῶν· καὶ ἀνάμνησις τῶν διὰ τὴν στάσιν διασυρέντων καὶ τιμωρηθέντων· ὁμοίως δὲ πάλιν ἐξήγησις περὶ τῆς τοῦ ἀνθρώπου δημιουργίας, καὶ ὅτι φυσικὸν νόμον ἐδέξατο· καὶ περὶ τοῦ τελείως κατορθῶσαι τὸ μὴ ὀμνύειν.
Προηγούμενο: ΟΜΙΛΙΑ ΙΑ’. Εὐχαριστίᾳ πρὸς τὸν Θεὸν περὶ τῆς ἀπαλλαγῆς τῶν ἐκ τῆς στάσεως προσδοκηθέντων κακῶν, καὶ ἀνάμνησις τῶν τότε συμβάντων· ἔτι δὲ καὶ κατὰ τῶν τὸ σῶμα ἡμῶν διαβαλλόντων, καὶ δι’ ὅλου περὶ τῆς τοῦ ἀνθρώπου κατασκευῆς· καὶ πρὸς τῷ τέλει περὶ τοῦ κατορθῶσαι τὸ μὴ ὀμνύειν.
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 49
Ἀρχικὴ Σελίδα: Τέρτιος