Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 49

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΟΜΙΛΙΑ ΙΔ’. Τοῦ δήμου παντὸς ἀφεθέντος τῆς ἀγωνίας καὶ θαρσήσαντος, τινὲς πάλιν τὴν πόλιν ἐτάραξαν φοβερᾶς πλάττοντες φήμας, καὶ ἠλέγχθησαν· εἰς τοῦτό τε οὖν ἡ ὁμιλία εἴρηται, καὶ εἰς τὴν περὶ τῶν ὅρκων παραίνεσιν· διὸ καὶ ἡ κατὰ τὸν Ἰωνάθαν καὶ τὸν Σαοὺλ ἱστορία καὶ τὸν Ἰεφθάε παρήχθη, καὶ ἐδείχθη πόσαι ἐξ ἑνὸς ὅρκου γίνονται ἐπιορκίαι.
Προηγούμενο: ΟΜΙΛΙΑ ΙΒ’. Ἔτι εὐχαριστία πρὸς τὸν Θεὸν περὶ τῆς συγχωρήσεως τῶν ἡμαρτηκότων εἰς τὸν βασιλέα· καὶ φυσιολογία περὶ τῆς κτίσεως· καὶ ὅτι ποιήσας ὁ Θεὸς τὸν ἄνθρωπον νόμον φυσικὸν ἐγκατέθηκεν αὐτῷ· καὶ περὶ τοῦ πάσῃ σπουδῇ ἀπέχεσθαι τῶν ὅρκων.
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 49

ΟΜΙΛΙΑ ΙΓ’. Εὐχαριστία ἔτι πρὸς τὸν Θεὸν περὶ τῆς μεταβολῆς τῶν σκυθρωπῶν· καὶ ἀνάμνησις τῶν διὰ τὴν στάσιν διασυρέντων καὶ τιμωρηθέντων· ὁμοίως δὲ πάλιν ἐξήγησις περὶ τῆς τοῦ ἀνθρώπου δημιουργίας, καὶ ὅτι φυσικὸν νόμον ἐδέξατο· καὶ περὶ τοῦ τελείως κατορθῶσαι τὸ μὴ ὀμνύειν.

α’. Ἀπὸ τῆς αὐτῆς ἀρχῆς καὶ τῶν αὐτῶν προοιμίων, ὧν χθὲς καὶ πρὸ ἐκείνης ἠρξάμην, καὶ σήμερον ἄρξομαι· ἐρῶ καὶ νῦν· Εὐλογητὸς ὁ Θεός. Οἵαν τὴν παρελθοῦσαν εἴδομεν τετράδα, καὶ οἵαν τὴν παροῦσαν ὁρῶμεν νῦν; Πόσος ἐκείνῃ ζόφος τότε ἦν; Πόση κατὰ τὴν παροῦσαν γαλήνη νῦν; Κατὰ τὴν ἡμέραν ταύτην τὸ φοβερὸν ἐκεῖνο γέγονεν ἐν τῇ πόλει δικαστήριον, καὶ τὰς καρδίας ἁπάντων διέσεισε, καὶ νυκτὸς οὐδὲν ἄμεινον διακεῖσθαι ἐποίησε τὴν ἡμέραν, οὐ τῆς ἀκτῖνος σβεσθείσης, ἀλλὰ τῆς ἀθυμίας καὶ τοῦ φόβου πηρωσάντων ὑμῶν τοὺς ὀφθαλμούς. Ἳν’ οὖν καὶ ἡμεῖς πλείονα καρπωσώμεθα τὴν ἡδονήν, μικρὰ τῶν τότε συμβάντων διηγήσασθαι βούλομαι. Καὶ γὰρ καὶ ὑμῖν καὶ τοῖς γενησόμενοι ἅπασι χρησίμην ὁρῶν τὴν τούτων διήγησιν οὖσαν· ἐπεὶ καὶ τοῖς ἐκ ναυαγίου διασωθεῖσιν ἡδὺ τῶν κυμάτων μεμνῆσθαι καὶ τῆς πάλης καὶ τῶν ἀνέμων, ἐπειδὰν εἰς λιμένα καταπλεύσωσι· καὶ τοῖς ἀῤῥωστίᾳ περιπεσοῦσι ποθεινὸν μετὰ τὴν ἀῤῥωστίαν τοὺς πυρετούς, δι’ οὓς παρὰ μικρὸν ἦλθον ἀποθανεῖν, διηγεῖσθαι πρὸς ἑτέρους. Ὅταν γὰρ παρέλθῃ τὰ δεινά, ἡδονὴν ἔχει τῶν δεινῶν ἡ διήγησις, τῆς ψυχῆς οὐκ ἔτι δεδοικυίας, ἀλλὰ καὶ μείζονα καρπουμένης τὴν εὐφροσύνης. Ἡ γὰρ τῶν παρελθόντων κακῶν μνήμη ἀεὶ τὴν ἐνεστῶσαν εὐημερίαν ἀκριβέστερον ὁρᾶσθαι ποιεῖ.

Ἐπειδὴ γὰρ τὸ μὲν πλέον τῆς πόλεως ἀπὸ τοῦ φόβου καὶ τῆς ἀπειλῆς ἐκείνης πρὸς τὰς ἐρήμους καὶ τὰς φάραγγας καὶ τοὺς λανθάνοντας μετῴκιστο τόπους, τοῦ φόβου πάντοθεν αὐτοὺς συνελαύνοντος, καὶ κεναὶ μὲν ἦσαν γυναικῶν αἱ οἰκίαι, κενὴ δὲ ἀνδρῶν ἡ ἀγορᾷ, μόλις δὲ δύο ἢ τρεῖς βαδίζοντες ἐν τῷ μέσῳ μετ’ ἀλλήλων ἐφαίνοντο, καὶ αὐτοὶ οὗτοι καθάπερ ἔμψυχοι νεκροὶ περιόντες· ἀπῄειμεν εἰς τὸ δικαστήριον τὸ τέλος ὀψόμενοι τῶν γινομένων, καὶ ἰδόντες ἐκεῖ τῆς πόλεως τὰ λείψανα συνειλεγμένα, μάλιστα πάντων ἐθαυμάσαμεν ἐκεῖνο, ὅτι πλήθους ὄντος περὶ τὰς θύρας, ὡς οὐδενὸς παρόντος, βαθυτάτη ἦν ἡ σιγῇ, πάντων εἰς ἀλλήλους βλεπόντων, καὶ μήτε ἐρέσθαι τὸν παρεστῶτα, μήτε ἀκοῦσαί τι παρ’ ἐκείνου τολμῶντός τινος. Τὸν γὰρ πλησίον ὑπώπτευεν ἕκαστος, διὰ τὸ πολλοὺς ἤδη παρ’ ἐλπίδα πᾶσαν ἐκ μέσης ἀναρπασθέντας τῆς ἀγορᾶς, ἔνδον κατέχεσθαι· καὶ πάντες κοινῇ πρὸς τὸν οὐρανὸν ἐβλέπομεν, καὶ τὰς χεῖρας ἀνετείνομεν σιγῇ τὴν ἄνωθεν ἐκδεχόμενοι ῥοπήν, καὶ Θεὸν παρακαλοῦντες παραστῆναί τε τοῖς δικαζομένοις, καὶ μαλάξαι τὰς τῶν δικαζόντων καρδίας, καὶ ποιῆσαι ἥμερον γενέσθαι τὴν ψῆφον. Καὶ καθάπερ οἱ τοὺς ναυαγοῦντας ἀπὸ τῆς γῆς βλέποντες, προσελθεῖν μὲν καὶ χεῖρα ὀρέξαι καὶ διόρθωσαι τὴν συμφορὰν οὐκ ἔχουσι, τοῖς κύμασι διειργόμενοι, ἔξωθεν δὲ ἀπὸ τῶν αἰγιαλῶν τὰς χεῖρας ἀνατείνοντες, καὶ δακρύοντες, τὸν Θεὸν παρακαλοῦσι παραστῆναι τοῖς κλυδωνιζομένοις· οὕτω καὶ ἐνταῦθα πάντες σιγῇ καὶ κατὰ διάνοιαν ἐκάλουν τὸν Θεόν, ἀξιοῦντες, τοῖς ἐν τῷ δικαστηρίῳ, καθάπερ ἐν κύμασιν ἀνειλημμένοις, χεῖρα ὀρέξαι, καὶ μὴ συγχωρῆσαι καταποντισθῆναι τὸ σκάφος, μηδὲ εἰς ναυάγιον παντελὲς καταλῦσαι τῶν δικαζόντων τὴν κρίσιν. Καὶ ταῦτα μὲν ἦν πρὸ τῶν θυρῶν· ἐπειδὴ δὲ ἐνδοτέρω τῆς αὐλῆς εἰσέβημεν, πάλιν εἴδομεν ἕτερα φοβερώτερα τούτων, στρατιώτας καθωπλισμένους ξίφεσι καὶ ῥοπάλοις, καὶ πολλὴν τοῖς ἔνδον δικάζουσι τὴν ἡσυχίαν παρέχοντας. Ἐπειδὴ γὰρ οἱ προσήκοντες ἅπαντες ἐκείνοις, καὶ γυναῖκες, καὶ μητέρες, καὶ θυγατέρες, καὶ πατέρες εἱστήκεισαν πρὸ τῶν τοῦ δικαστηρίου θυρῶν, ὥστε, εἶ τινα συμβαίη τὴν ἐπὶ θάνατον ἀπενεχθῆναι, μηδένα τῇ θέᾳ τῆς συμφορὰς ἐμπρησθέντα θόρυβόν τινα ποιῆσαι καὶ ταραχήν, πόῤῥωθεν ἐφόβουν οἱ στρατιῶται πάντας, προκαταλαμβάνοντες αὐτῶν τῷ δέει τὴν διάνοιαν.

Τὸ δὲ πάντων ἐλεεινότερον, μήτηρ μία καὶ ἀδελφὴ τῶν ἔνδον κρινομένων τινός, πρὸς αὐτὰ τῶν δικαζόντων ἐκάθηντο τὰ πρόθυρα, κυλινδούμεναι περὶ τὸ ἔδαφος, καὶ κοινὸν οὖσαι θέατρον τοῖς περιστῶσιν ἅπασι, συγκαλυπτόμεναι τὰς ὄψεις, καὶ τοσοῦτον αἰσχυνόμεναι μόνον, ὅσον ἐπέτρεπεν ἡ τῆς συμφορὰς ἀνάγκη· καὶ οὔτε θεραπαινὶς αὐταῖς παρῆν, οὔτε γείτων, οὔτε φίλη, οὐκ ἄλλη τις τῶν ἐπιτήδειων, ἀλλὰ μοναὶ μετὰ εὐτελῶν ἱματίων ἐν μέσῳ τοσούτων ἀπειλημμέναι στρατιωτῶν, χαμαὶ σύρομαι· περὶ τὰς θύρας αὐτάς, τῶν ἔνδον δικαζόμενων ἐλεεινότερα ἔπασχον, τῆς τῶν δημίων ἀκούουσαι φωνῆς, τοῦ κτύπου τῶν μαστίγων, τοῦ θρήνου τῶν μαστιζομένων, τῆς φοβερᾶς τῶν δικαζόντων ἀπειλῆς, καὶ καθ’ ἕκαστον τῶν παιομένων χαλεπωτέρας ἐκείνων ὑπέμενον ὀδύνας αὗται ἐπειδὴ γὰρ ἐν ταῖς ἑτέρων μαρτυρίαις ἐκινδυνεύετο ἡ τῶν ἐγκλημάτων ἀπόδειξις, εἲ ποτὲ τινος ᾔσθοντο μαστιζομένου, ὥστε εἰπεῖν τοὺς ὑπευθύνους, καὶ ὀλολύζοντος, εἰς τὸν οὐρανὸν βλέπουσαι τὸν Θεὸν παρεκάλουν δοῦναί τινα ἰσχὺν καὶ ὑπομονὴν ἐκείνῳ, ὥστε μὴ τῶν αὐτοῖς προσηκόντων, τὴν σωτηρίαν ἐν ταῖς ἑτέρων ἀσθενείαις προδοθῆναι, τὴν δριμεῖαν ἀπὸ τῶν πληγῶν ὀδύνην μὴ δυναμένων ἐνεγκεῖν· καὶ ταὐτὸν πάλιν οἷον ἐπὶ τῶν χειμαζομένων συνέβαινε. Καθάπερ γὰρ ἐκεῖνοι, εἲ ποτε κύματος ἴδοιεν ἐμβολὴν πόῤῥωθεν κορυφουμένην καὶ κατὰ μικρὸν αὐξομένην καὶ μέλλουσαν βαπτίζειν τὸ σκάφος, καὶ πρὶν ἢ πλησίον γενέσθαι τοῦ πλοίου προαποτεθνήκασι τῷ δέει· οὕτω δὲ κἀκεῖναι, εἲ ποτε φωνῶν καὶ ὀλολυγμῶν ᾔσθοντο φερομένων, δεδοικυῖαι μὴ πρὸς τὰς βασάνους ἀπαγορεύσαντες οἱ καταμαρτυρεῖν ἀναγκαζόμενοι, κατείπωσί τινος τῶν αὐτοῖς ἐπιτήδειων μυρίους πρὸ τῶν ὀφθαλμῶν ἑώρων θανάτους. Καὶ ἦν ἰδεῖν ἔνδον βασάνους, ἔξω βασάνους· ἐκείνους μὲν γὰρ οἱ δήμιοι, ταύτας δὲ ἐβασάνιζεν ἡ τῆς φύσεως τυραννὶς καὶ ἡ τῶν σπλάγχνων συμπάθεια· καὶ ἦν ἔνδον θρῆνος, ἔξω θρῆνος· ἔνδον τῶν ὑπευθύνων, ἔξω τῶν αὐτοῖς προσηκόντων. Μᾶλλον δὲ οὐχ οὗτοι μόνον, ἀλλὰ καὶ αὐτοὶ οἱ δικάζοντες ἐθρήνουν κατὰ διάνοιαν, καὶ χαλεπωτέρα πάντων ἔπασχον, οὕτω πικρᾷ τραγῳδίᾳ ἀναγκαζόμενοι τότε ὑπηρετεῖν.

β’. Ἐγὼ δὲ παρακαθήμενος καὶ ταῦτα βλέπων, ὅτι γυναῖκες καὶ παρθένοι θαλαμευόμεναι νῦν κοινὸν ἐγένοντο θέατρον ἅπασι, καὶ αἱ ἐπὶ στρωμνῆς ἁπαλῆς κατακλινόμεναι, τὸ ἔδαφος ἀντὶ στρωμνῆς ἔχουσι, καὶ αἱ τοσαύτης ἀπολαύουσαι θεραπείας θεραπαινίδων, εὐνούχων, τῆς ἄλλης ἁπάσης φαντασίας, νῦν ἁπάντων ἐκείνων ἔρημοι πρὸς τοὺς ἁπάντων σύρονται πόδας, ἕκαστον παρακαλοῦσαι συνεισενεγκεῖν τι τῶν εἰς αὐτὸν ἡκόντων τοῖς κρινομένοις, καὶ κοινὸν παρὰ πάντων ἐλέου τινὰ ἔρανον γενέσθαι, ἐφθεγξάμην ἐκεῖνο τὸ τοῦ Σολομῶντος. «Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης». Εἶδον γὰρ τοῦτό τε αὐτό, καὶ ἕτερον λόγιον δι’ αὐτῶν τῶν ἔργων ἐκβαῖνον, τὸ λέγον, ὅτι, «Πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσε». Καὶ γὰρ πλοῦτος τότε, καὶ εὐγενείᾳ, καὶ περιφάνεια, καὶ φίλων προστασία, καὶ συγγένεια, καὶ πάντα ἠλέγχετο τὰ βιωτικά, τῆς ἁμαρτίας καὶ τῆς παρανομίας τῆς γεγενημένης τὴν συμμαχίαν ἅπασαν τρεψαμένης ταύτην. Καὶ καθάπερ μήτηρ στρουθῶν, τῶν νεοττῶν ἀφαιρεθέντων, ἐλθοῦσα καὶ τὴν καλιὰν εὑροῦσα κενήν, ἐξελέσθαι μὲν οὐ δύναται τοὺς ἁλόντας αὐτοὺς νεοττούς, περιιπταμένη δὲ τοῦ θηρατοῦ τὰς χεῖρας, αὐτῷ τούτῳ τὴν ὀδύνην ἐνδείκνυται· οὕτω δὴ καὶ αἱ γυναῖκες ἐποίουν τότε ἐκεῖναι, ἀναρπασθέντων αὐταῖς ἐκ τῆς οἰκίας τῶν παίδων, καὶ ἔνδον ἀπειλημμένων, ὥσπερ ἐν δικτύῳ τινὶ καὶ παγίδι, προσελθεῖν μὲν καὶ ἐξελέσθαι τοὺς ἁλόντας οὐκ ἴσχυον, τῷ δὲ περὶ τὰς θύρας αὐτὰς καλινδεῖσθαι, καὶ θρηνεῖν, καὶ ὀλοφύρεσθαι καὶ τῶν θηρευσάντων πειρᾶσθαι γενέσθαι ἐγγύς, τὴν ὀδύνην ἐδείκνυον. Ταῦτα δὲ τότε ὁρῶν, εἰς νοῦν ἐβαλόμην τὸ φοβερὸν ἐκεῖνο δικαστήριον, καὶ πρὸς ἐμαυτὸν εἶπον· εἰ νῦν ἀνθρώπων δικαζόντων, οὐ μήτηρ, οὐ ἀδελφή, οὐ πατήρ, οὐκ ἄλλος οὐδείς, καίτοι γε ἀνεύθυνοι τῶν τολμηθέντων ὄντες, οὐκ ἰσχύουσιν ἐξελέσθαι τοὺς κρινομένους, τὶς ἐν τῷ φοβερῷ τοῦ Χριστοῦ δικαστηρίῳ παραστήσεται κρινομένοις ἡμῖν; Τὶς τολμήσει ῥῆξαι φωνήν; Τὶς ἐξελέσθαι τοὺς ἀπαγομένους ἐπὶ τὰς ἀφορήτους ἐκείνας κολάσεις; Καίτοι πρῶτοι τῆς πόλεως ᾖσα οἱ τότε δικαζόμενοι, καὶ αὐτὸ τῆς εὐγενείας τὸ κεφάλαιον. Ἀλλ’ ὅμως ἠγάπων, εἲ τις δώῃ πάντα ἀποβαλοῦσιν, εἰ δέοι, καὶ τὴν ἐλευθερίαν αὐτὴν τῆς παρούσης ἀπολαύειν ζωῆς. Τῆς ἡμέρας δὲ λοιπὸν πρὸς τὸ τέλος ἐπειγομένης, καὶ βαθυτάτης γενομένην ἑσπέρας, καὶ τοῦ τέλους τῆς ψήφου προσδοκωμένου ἐν μείζονι πάντες ἦσαν ἀγωνίᾳ καὶ τὸν Θεὸν ἠξίου μέλλησίν τινα καὶ ἀναβολὴν γενέσθαι, καὶ τῇ ψυχῇ τῶν δικαζόντων ἐμβαλεῖν εἰς τὴν τοῦ βασιλέως γνώμην ἀνενεγκεῖν τῶν ἐξητασμένων τὴν γνῶσιν· ἔσεσθαι γὰρ τι ἴσως χρηστὸν ἀπὸ τῆς ὑπερθέσεως ταύτης. Καὶ κοιναὶ παρὰ τοῦ δήμου λιταὶ πρὸς τὸν φιλάνθρωπον Θεὸν ἀνεπέμποντο, τὰ λείψανα σῶσαι τῆς πόλεως, καὶ μὴ περιιδεῖν τέλεον ἐκ βάθρων ἀνασπωμένην αὐτήν. Καὶ οὖν ἦν ἰδεῖν οὐδένα ἀδακρυτὶ ταῦτα βοῶντα· ἀλλ’ ὅμως οὐδὲν τούτων τοὺς δικάζοντας ἔνδον ἀκούοντας ἐπέκαμπτε τότε, ἀλλ’ ἓν μόνον ἐσκόπουν, ὅπως ἀκριβὴς γένηται ἢ τῶν τολμηθέντων ἐξέτασις· καὶ τέλος ἁλύσεις αὐτοῖς περιθέντες, καὶ σιδήρῳ δήσαντες, ἐπὶ τὸ δεσμωτήριον ἔπεμπον διὰ μέσης τῆς ἀγορᾶς, ἀνθρώπους ἱπποτρόφους, ἀγωνοθέτας ἑτέρας μυρίας λαμπροτέρας ἔχοντας ἀριθμεῖν λειτουργίας, καὶ τὰς οὐσίας ἐδήμευον, καὶ σήμαντρα ἂν ταῖς θύραις ἁπάντων ἦν ἰδεῖν. Καὶ αἱ γυναῖκες αἱ τούτων τῆς πατρῴας ἐκβαλλόμεναι οἰκίας, ἑκάστῃ ἐκεῖνο τὸ τῆς γυναικὸς τοῦ Ἰὼβ διὰ τῶν ἔργων ἐπλήρουν· οἰκίαν γὰρ ἐξ οἰκίας καὶ τόπον ἐκ τόπου περιήρχοντο καταγωγίου δεόμεναι. Καὶ γὰρ οὐδὲ τοῦτο αὐτὸ αὐταῖς εὔκολον ἦν, ἑκάστου δεδοικότος καὶ τρέμοντος τῶν προσηκόντων τινὰ τῶν ὑπευθύνων ὑποδέξασθαι καὶ θεραπεῦσαι.

γ’. Ἀλλ’ ὅμως τοσούτων γενομένων, ἔστεργον πᾶσι τούτοις οἱ παθόντες, ἐπειδὴ τῆς παρούσης οὐκ ἐξέπεσαν ζωῆς· καὶ οὔτε ζημία χρημάτων, οὔτε ἀτιμία, οὔτε ἡ τοσαύτη πομπή, οὔτε ἄλλο τι τῶν τοιούτων οὐδὲν αὐτοὺς ἔδακνε. Τὸ γὰρ τῆς συμφορὰς μέγεθος, καὶ τό, μείζονα προσδοκήσαντας τούτων, ταῦτα ὑπομεῖναι, φιλοσοφεῖν παρεσκεύαζε τὴν ψυχήν. Καὶ τότε ἐμάνθανον πῶς εὔκολον ἡμῖν ἡ ἀρετή, ῥᾴδιόν τε καὶ εὐκατόρθωτον, καὶ ὅτι παρὰ τὴν ἡμετέραν ὀλιγωρίαν μόνον ἐπίπονος εἶναι δοκεῖ. Οὗτοι γὰρ οἱ πρὸ τούτου χρημάτων ὀλίγων ζημίαν οὐκ ἐνεγκόντες πράως, ἐπειδὴ φόβῳ κατεσχέθησαν μείζονι, πάντα τὰ ὄντα ἀποβαλόντες, ὡς θησαυρὸν εὑρηκότες διέκειντο, ὅτι τὴν ψυχὴν οὐκ ἀπέβαλον. Ὥστε εἰ καὶ τῆς μελλούσης γεέννης εἶχεν ἡμᾶς αἴσθησις, καὶ τὰς ἀφορήτους ἐκείνας ἐνενοοῦμεν κολάσεις, εἰ καὶ τὴν οὐσίαν καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα ἐπεδώκαμεν ὑπὲρ τῶν τοῦ Θεοῦ νόμων, οὐκ ἂν ἠλγήσαμεν, εἰδότες ὅτι μείζονα κερδανοῦμεν τὴν τῶν μελλόντων δεινῶν ἀπαλλαγήν. Τάχα ἱκανῶς ὑμῶν κατεμάλαξε τὴν καρδίαν ἡ τραγῳδία τῶν εἰρημένων, ἀλλὰ μὴ δυσχεράνητε. Καὶ γὰρ ἐπειδὴ μέλλω λεπτότερων κατατολμᾷν νοημάτων, καὶ ἁπαλωτέρας δέομαι διανοίας, ἐπίτηδες τοῦτο ἐποίησα, ὥστε τῷ φόβῳ τοῦ διηγήματος τὴν διάνοιαν ὑμῶν πᾶσαν ἀποτιναξαμένην ῥαθυμίαν, καὶ τῶν βιωτικῶν ἀπαναστᾶσαν ἁπάντων, μετὰ πολλῆς τῆς εὐκολίας πρὸς τὸ βάθος τῆς ψυχῆς παραπέμψαι τῶν λεγομένων τὴν δύναμιν.

γ’. Ἱκανῶς μὲν οὖν καὶ πρώην ἡμῖν ὁ λόγος ἀπέδειξεν, ὅτι φυσικὸς ἡμῖν ἔγκειται νόμος τῶν καλῶν καὶ τῶν οὐ τοιούτων· ἵνα δὲ ἐκ περιουσίας ἡμῖν ἡ ἀπόδειξις γένηται, τῇ αὐτῇ καὶ σήμερον ἐπαγωνιούμεθα πάλιν ὑποθέσει τῶν λόγων. Ὅτι γὰρ ἐξ ἀρχῆς τὸν ἄνθρωπον πλάττων ὁ Θεὸς ἀμφοτέρων αὐτὸν ἐπιστημονικὸν ἐποίησε, δηλοῦσι πάντες ἄνθρωποι· τοὺς γοῦν ὑπευθύνους ἡμῖν αἰσχυνόμεθα ἁμαρτάνοντες ἅπαντες, καὶ πολλάκις δεσπότης πρὸς πόρνην γυναῖκα βαδίζων, εἴτα τῶν ἐπιεικεστέρων τινὰ οἰκετῶν ἰδών, ἐρυθριάσας ἀνεχώρησε τῆς ἀτόπου ταύτης ὁδοῦ. Πάλιν λοιδορούμενοι παρ’ ἑτέρων τὰ τῆς πονηρίας ὀνόματα, ὕβριν τὸ πρᾶγμα εἶναί φαμεν· κἂν κακῶς πάσχωμεν, εἰς δικαστήριον ἕλκομεν τοὺς ποιήσαντας. Οὕτως ἴσμεν τὶ μὲν κακία, τὶ δὲ ἀρετή.

Τοῦτο γοῦν αὐτὸ καὶ ὁ Χριστὸς ἐμφαίνων καὶ δεικνύς, ὅτι οὐδὲν ξένον οὐδὲ ὑπερβαῖνον ἡμῶν τὴν φύσιν νομοθετεῖ, ἀλλ’ ὃ πάλαι προλαβὼν ἐγκατέθηκεν ἡμῶν τῷ συνειδότι, μετὰ τοὺς πολλοῦ ἐκείνους μακαρισμοὺς οὕτως ἔλεγεν· «Ἃ θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, ταῦτα καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς». Οὐ χρεία πολλῶν λόγων, φησίν, οὐδὲ μακροτέρων νόμων, οὐδὲ διδασκαλίας ποικίλης τὸ θέλημά σου γενέσθω νόμος. Θέλεις εὐεργετεῖσθαι; Εὐεργέτησον ἕτερον. Θέλεις ἐλεεῖσθαι; Ἐλέησον τὸν πλησίον. Θέλεις ἐπαινεῖσθαι; Ἐπαίνεσον ἕτερον. Θέλεις ἀγαπᾶσθαι; Φίλησον. Θέλεις τῶν πρωτείων ἀπολαύειν, παραχώρησον ἑτέρῳ πρότερον τούτων. Σὺ γενοῦ δικαστής, σὺ γενοῦ νομοθέτης τῆς σαυτοῦ ζωῆς. Καὶ πάλιν· «Ὃ μισεῖς, ἄλλῳ μὴ ποιήσῃς». Διὰ μὲν τούτου τῆς κακίας εἰσάγει τὴν ἀπαλλαγήν, διὰ δὲ τοῦ προτέρου τῆς ἀρετῆς τὴν ἐργασίαν. «Ὃ μισεῖς, ἄλλῳ μὴ ποιήσῃς». Μισεῖς ὑβρίζεσθαι; Μὴ ὑβρίσῃς ἕτερον. Μισεῖς βασκαίνεσθαι; Μηδὲ σὺ φθονήσῃς ἑτέρῳ. Μισεῖς ἀπατᾶσθαι; Μηδὲ σὺ ἀπατήσῃς ἄλλον. Καὶ ἐπὶ πάντων δὲ ἁπλῶς, ἂν τὰ δύο ῥήματα ταῦτα κατέχωμεν, οὐ δεησόμεθα διδασκαλίας ἑτέρας. Τῆς γὰρ ἀρετῆς τὴν μὲν γνῶσιν ἐνέθηκεν ἡμῶν τῇ φύσει, τὴν δὲ πρᾶξιν καὶ τὴν διόρθωσιν ἐπέτρεψεν ἡμῶν τῇ προαιρέσει. Τάχα ἀσαφὲς τὸ λεγόμενον· οὐκοῦν πειράσομαι σαφέστερον αὐτὸ ποιῆσαι πάλιν. Ὥστε εἰδέναι ὅτι καλὸν τὸ σωφρονεῖν, οὐ δεόμεθα λόγων, οὐδὲ διδασκαλίας· ἔχομεν γὰρ ἐν τῇ φύσει τῶν γνῶσιν αὐτοί, καὶ οὐ χρεία πόνων οὐδὲ καμάτων, ὥστε περιελθεῖν καὶ ζητῆσαι εἰ καλὸν ἡ σωφροσύνη καὶ χρήσιμον, ἀλλὰ κοινὴν γνώμῃ πάντες ὁμολογοῦμεν τοῦτο, ,αἱ οὐδεὶς ἀμφιβάλλει περὶ τῆς ἀρετῆς. Οὕτω καὶ τὴν μοιχείαν κακὸν εἶναι νομίζομεν, καὶ οὐδὲ ἐνταῦθα πόνων ἡμῖν δεῖ καὶ μαθήσεως, ὥστε γνῶναι τὴν τῆς ἁμαρτίας ταύτης κακίαν· ἀλλὰ πάντες ἐν ταῖς τοιαύταις ψήφοις ἐσμεν αὐτοδίδακτοι, καὶ τὴν ἀρετήν, κἂν μὴ μετίωμεν αὐτήν, ἐπαινοῦμεν, ὥσπερ οὖν τὴν κακίαν, κἂν ἐργαζώμεθα, μισοῦμεν. Καὶ τοῦτο Θεοῦ κατόρθωμα γέγονε μέγιστον, ὥστε τὸ συνειδὸς ἡμῶν καὶ τὴν προαίρεσιν τέως καὶ πρὸ τῆς πράξεως οἰκειῶσαι μὲν τῇ ἀρετῇ, ἐκπολεμῶσαι δὲ τῇ πονηρίᾳ. Ὥσπερ οὖν ἔφην, ἡ μὲν γνῶσις ἑκατέρων τούτων ἔγκειται τῷ συνειδότι πάντων ἀνθρώπων, καὶ οὐ δεόμεθα διδάσκαλον τινὸς πρὸς τὸ ταῦτα μαθεῖν· ἡ δὲ διόρθωσις λοιπὸν προαιρέσει καὶ σπουδῇ καὶ πόνοις ἐγκεχείρισται. Τὶ δήποτε; Ὅτι εἰ τὸ πᾶν τῆς φύσεως ἐποίησεν, ἀστεφάνωτοι καὶ χωρὶς βραβείων ἀπήλθομεν ἄν· καὶ ὥσπερ τὰ ἄλογα τὸν πλεονεκτημάτων ὧν ἔχει κατὰ φύσιν, οὐκ ἂν λάβοι μισθὸν οὐδὲ ἔπαινον· οὕτως οὐδὲ ἡμεῖς ἀπελαύσαμεν ἂν τινος τούτων. Τὰ γὰρ τῆς φύσεως πλεονεκτήματα οὐ τῶν ἐχόντων, ἀλλὰ τοῦ δεδωκότος ἐστὶν ἔπαινος καὶ ἐγκώμιον. Τῇ μὲν οὖν φύσει τὸ πᾶν οὐκ ἐπέτρεψε διὰ τοῦτο· πάλιν τὴν προαίρεσιν ὁλόκληρον ἀναδέξασθαι τὸ φορτίον οὐκ εἴασε, καὶ τὸ τῆς γνώσεως, καὶ τὸ τῆς διορθώσεως, ἵνα μὴ πρὸς τὸν πόνον ἀπαγορεύσῃ τῆς ἀρετῆς· ἀλλ’ ὑπαγορεύει τῇ αὐτῇ τὸ συνειδὸς τὸ πρακτέα, πρὸς δὲ τὴν ἐργασίαν αὐτὴ τοὺς παρ’ ἑαυτῆς εἰσφέρει πόνους. Καὶ ὅτι μὲν καλὸν τὸ σωφρονεῖν μηδὲν καμόντες ἐπιστάμεθα τῆς φύσεως γὰρ ἡ γνῶσις· σωφροσύνην δὲ οὐκ ἂν δυνηθείημεν κατορθῶσαι μὴ καμόντες μηδὲ τὴν ἐπιθυμίαν χαλινώσαντες καὶ πολὺν ὑποστάντες πόνον. Τοῦτο γὰρ οὐκ ἔτι ἐκ φύσεως ὑμῖν πρόσεστι, καθάπερ ἡ γνῶσις, ἀλλὰ δεῖται προθυμίας καὶ σπουδῆς. Οὐ ταύτῃ δὲ μόνον ἐπεκούφισεν ἡμῖν τὸ βάρος, ἀλλὰ καὶ ἑτέρῳ τρόπῳ πάλιν, καὶ αὐτῶν τῶν κατορθωμάτων ἔνια φυσικὰ ἀφεὶς εἶναι ἐν ἡμῖν. Καὶ γὰρ τὸ συναγανακτεῖν τοῖς ὑβριζομένοις φυσικὸν ἅπαντες ἔχομεν (εὐθέως οὖν τοῖς ἐπηρεάζουσιν ἐχθροὶ γινόμεθα, κἂν μηδὲν ὦμεν αὐτοὶ πεπονθότες), καὶ τὸ συνήδεσθαι τοῖς ἀντιλήψεως καὶ βοηθείας ἀπολαύουσι, καὶ τὸ κατακλᾶσθαι ἐπὶ ταῖς ἑτέρων συμφοραῖς καὶ τῇ φιλοστοργία τῇ πρὸς ἀλλήλους. Κἂν γὰρ πραγμάτων περιστάσεις δοκῶσι μικροψυχίαν τινὰ εἰσάγειν, ἀλλ’ ὅμως ἔχομεν κοινὸν πρὸς ἀλλήλους φίλτρον. Καὶ τοῦτό τις σοφὸς αἰνιττόμενος ἔλεγε· «Πᾶν ζῶν ἀγαπᾷ τὸ ὅμοιον αὐτῷ, καὶ ἄνθρωπος τὸν πλησίον αὐτοῦ».

δ’. Πολλοὺς δὲ καὶ ἑτέρους μετὰ τοῦ συνειδότος ἐπέστησεν ἡμῖν διδασκάλους ὁ Θεός· καὶ γὰρ πατέρας τοῖς υἱοῖς, καὶ δεσπότας τοῖς δούλοις, καὶ ἄνδρας ταῖς γυναιξί, καὶ διδασκάλους τοῖς μαθηταῖς, καὶ νομοθέτας καὶ δικαστὰς τοῖς ἀρχομένοις, καὶ φίλους τοῖς φίλοις. Πολλάκις δὲ καὶ παρ’ ἐχθρῶν ἐκερδάναμεν οὐκ ἔλαττον ἢ παρὰ φίλων· ὅταν γὰρ ἡμῖν ὀνειδίζωσι τὰ ἁμαρτήματα, καὶ ἄκοντας εἰς διόρθωσιν αὐτῶν διεγείρουσι. Τοσούτους δὲ ἡμῖν διδασκάλους ἐπέστησεν, ἵνα εὔκολος ἡμῖν ἡ τοῦ λυσιτελοῦντος εὕρεσίς τε καὶ διόρθωσις γένηται, τοῦ πλήθους τῶν πρὸς αὐτὸ συνελαυνόντων ἡμᾶς οὐκ ἀφιέντος ἐκπεσεῖν τῶν συμφερόντων ἡμῖν. Κἂν γὰρ τῶν γεγεννηκότων καταφρονήσωμεν, τοὺς ἄρχοντας δεδοικότες ἐπιεικέστεροι πάντως ἐσόμεθα· κἂν ἐκείνους διαπτύσωμεν ἁμαρτάνοντες, τὴν τοῦ συνειδότος οὐδέποτε δυνησόμεθα διαφυγεῖν ἐπιτίμησιν· κἂν ταύτην ἀτιμάσωμεν καὶ διακρουσώμεθα, τὴν παρὰ τῶν πολλῶν ὑπόληψιν δεδοικότες ἀμείνους ἐσόμεθα· κἂν πρὸς ταύτην ἀναισχυντήσωμεν, ὁ τῶν νόμων ἐγκείμενος φόβος καὶ ἄκοντας ἡμᾶς σωφρονίσαι δυνήσεται, καὶ νέους μὲν ὄντας διδάσκαλοι καὶ πατέρες, αὐξηθέντας δὲ οἱ νομοθέται καὶ ἄρχοντες παραλαβόντες ῥυθμίζουσιν· οἲ τε οἰκέται, ἅτε ῥᾳθυμότερον διακείμενοι μετὰ τῶν εἰρημένων καὶ τὴν παρὰ τῶν δεσποτῶν ἀνάγκην εἰς σωφροσύνην ἔχουσι, καὶ αἱ γυναῖκες τοὺς ἄνδρας· καὶ πολλὰ πανταχόθεν ἡμῶν τῷ γένει τὰ τειχία πρὸς τὸ μὴ ῥᾳδίως εἰς κακίαν ἐξολισθῆσαι καὶ καταπεσεῖν. Πρὸς δὲ τούτοις ἅπασι, καὶ νόσοι καὶ περιστάσεις πραγμάτων ἡμᾶς παιδεύουσι· καὶ γὰρ καὶ πενία κατέχει, καὶ ζημία σωφρονίζει, καὶ κίνδυνος καταστέλλει, καὶ πολλὰ ἕτερα τοιαῦτα. Οὐ φοβεῖ σε πατήρ; Οὐδὲ διδάσκαλος; Οὐκ ἄρχων; Οὐ νομοθέτης; Οὐ δικαστής; Οὐκ ἐντρέπει σε φίλος; Οὐ δάκνει σε ἐχθρός; Οὐ σωφρονίζει δεσπότης; Οὐ διδάσκει ἀνήρ; Οὐ διορθοῦταί σε τὸ συνειδός; Ἀλλ’ ἀῤῥωστία πολλάκις ἐπελθοῦσα σωματικὴ τὸ πᾶν κατόρθωσε, καὶ ζημία δὲ τὸν θρασύτερον ἐποίησεν ἐπιεικέστερον· καὶ τὸ δὴ μεῖζον, ὅτι οὐχ ἡμῖν μόνον, ἀλλὰ καὶ ἑτέροις συμπίπτοντα τὰ δεινὰ μεγάλα ἡμᾶς ὠφελεῖν εἴωθε· καὶ αὐτοὶ μὲν μηδὲν τι παθόντες, ἑτέρους δὲ κολαζομένους ἰδόντες οὐκ ἔλαττον ἐκείνων ἐσωφρονίσθημεν.

Τοῦτο καὶ ἐπὶ τῶν κατορθωμάτων συμβαῖνον ἴδοι τις ἄν· ὥσπερ γὰρ κολαζομένων τῶν κακῶν ἕτεροι βελτίους γίνονται· οὕτω τῶν ἀγαθῶν τι κατορθούντων, πολλοὶ εἰς τὸν ἴσον ἐνάγονται ζῆλον· ὃ δὴ καὶ ἐπὶ τῆς τῶν ὅρκων συνέβη φυγῆς. Πολλοὶ γὰρ ἑτέρους ἰδόντες τὴν πονηρὰν ἀποθεμένους τῶν ὅρκων συνηθείας, ἐμιμήσαντο τὴν σπουδήν, καὶ περιεγένοντο τῆς ἁμαρτίας· διὸ καὶ ἡμεῖς προθυμότερον τῆς αὐτῆς ἁπτόμεθα πάλιν παραινέσεως. Μὴ γὰρ μοι λεγέτω τις, ὅτι πολλοὶ κατώρθωσαν· οὐ τοῦτό ἐστι τὸ ζητούμενον, ἀλλ’ ἵνα πάντες. Ἕως δ’ ἂν μὴ τοῦτο ἴδω, οὐ δύναμαι ἀναπνεῦσαι. Ὁ ποιμὴν ἐκεῖνος ἑκατὸν πρόβατα εἶχε, καὶ ἑνὸς πλανηθέντος, οὐκ ἐλάμβανεν αἴσθησιν τῆς σωτηρίας τῶν ἐνενήκοντα ἐννέα, ἕως ἂν τὸ ἀπολωλὸς εὗρε καὶ τῇ ποίμνῃ πάλιν ἀπέδωκεν. Οὐχ ὁρᾷς καὶ ἐπὶ τοῦ σώματος τοῦτο γινόμενον; Ἐὰν γὰρ τὸν ὄνυχα μόνον προσπταίσαντες ἀναστρέψωμεν, ὅλον τῷ μέλει συναλγεῖ τὸ σῶμα. Μὴ τοίνυν τοῦτο εἴπῃς, ὡς ὀλίγοι τινὲς ὑπελείφθησαν, οἱ μὴ κατωρθωκότες, ἀλλ’ ἐκεῖνο σκόπει ὅτι οὗτοι οἱ ὀλίγοι μὴ διορθωθέντες πολλοὺς διαφθείρουσιν ἑτέρους. Καὶ γὰρ εἷς ἦν ὁ πεπορνευκὼς παρὰ Κορινθίοις, καὶ ὅμως οὕτως ἔστενεν ὁ Παῦλος ὡς ὅλης τῆς πόλεως ἀπολωλυίας. Καὶ μάλα εἰκότως· ᾔδει γὰρ ὅτι μὴ σωφρονισθέντος ἐκείνου ταχέως τὸ νόσημα βαδίζον ὁδῷ καὶ τοὺς ἄλλους ἐπιδραμεῖται πάντας. Εἶδον πρώην ἐν τῷ δικαστηρίῳ δεδεμένους καὶ ἀπαγομένους διὰ μέσης τῆς ἀγορᾶς τοὺς περιφανεῖς ἐκείνους ἄνδρας, καὶ τινων θαυμαζόντων διὰ τὴν ὑπερβολὴν τῆς ὕβρεως, οὐδὲν χρὴ θαυμάζειν, ἕτεροι ἔλεγον· ἔνθα γὰρ ἂν ᾖ καθοσίωσις, ἀξίωμα οὐδὲν ὠφελεῖ. Οὐκοῦν πολλῷ μᾶλλον ἔνθα ἂν ἀσέβεια ᾖ, ἀξίωμα οὐδὲν ὠφελεῖ.

ε’. Ταῦτα οὖν ἐννοοῦντες διαναστήσωμεν ἑαυτούς· ἐὰν γὰρ μὴ τὴν παρ’ ὑμῶν σπουδὴν ὑμεῖς εἰσενέγκητε, περιττὰ τὰ παρ’ ἡμῶν ἅπαντα. Τὶ δήποτε; Ὅτι οὐχ ὥσπερ αἱ λοιπαὶ τέχναι, οὕτω καὶ ἡ διδασκαλικὴ ἐστι δύναμις. Ὁ μὲν γὰρ ἀργυροκόπος οἷον ἂν χαλκεύσῃ τὸ σκεῦος καὶ ἀπόθηται, τοιοῦτον ἐλθὼν τῇ ἐπιούσῃ πάλιν εὑρήσει· καὶ ὁ χαλκότυπος, καὶ ὁ λιθοξόος, καὶ τῶν δημιουργῶν ἕκαστος οἷον ἂν ἁφῇ τὸ οἰκεῖον ἔργον, τοιοῦτον ἀπολήψεται πάλιν· ἐπὶ δὲ ἡμῶν οὐχ οὕτως, ἀλλὰ τοὐναντίον ἅπαν· οὐ γὰρ ἄψυχα σκεύη, ἀλλὰ ψυχὰς χαλκεύομεν λογικάς. Διὰ τοῦτο οὐ τοιούτους ὑμᾶς εὑρίσκομεν οἵους καταλιμπάνομεν, ἀλλ’ ἐπειδὰν λαβόντες μετὰ πολλοῦ καμάτου διαπλάσωμεν, διορθώσωμεν, θερμοτέρους ἐργασώμεθα, ἐξελθόντας ὑμᾶς ἡ τῶν πραγμάτων περίστασις πανταχόθεν περιστοιχιζομένη διαστρέφει πάλιν, καὶ πλείονα παρέχει τὴν δυσκολίαν ἡμῖν. Διὰ τοῦτο δέομαι καὶ ἀντιβολῶ χεῖρα ὀρέξαι, καὶ ὅσην ἐνταῦθα ποιοῦμαι τὴν σπουδὴν πρὸς τὴν διόρθωσιν τὴν ὑμετέραν, τοσαύτην ἀπελθόντες ἐντεῦθεν ἐπιδείκνυσθε περὶ τὴν σωτηρίαν τὴν ὑμετέραν φροντίδα. Εἴθε μὲν γὰρ δυνατὸν ἦν ὑπὲρ ὑμῶν ἐμὲ κατορθοῦν, καὶ τὰ ἔπαθλα ὑμᾶς λαμβάνειν τῶν κατορθωμάτων, καὶ οὐκ ἂν τοσοῦτον ἠνώχλησα. Ἀλλὰ τὶ πάθω; Τοῦτο ἀμήχανον· ἑκάστῳ γὰρ κατὰ τὰ ἔργα αὐτοῦ ἀποδώσει. Ὥσπερ οὖν μήτηρ ὁρῶσα τὸ παιδίον πυρέττον, παρεστῶσα ἀγχομένῳ καὶ καιομένῳ, θρηνοῦσα πολλάκις εἶπε πρὸς τὸ νοσοῦν παιδίον, Εἴθε μοι δυνατὸν ἦν, τέκνον, τὸν πυρετὸν ἀναδέξασθαι τὸν σόν, καὶ ἐπ’ ἐμαυτὴν ἑλκύσαι τὴν φλόγα· οὕτω δὴ καὶ ἐγὼ λέγω νῦν· εἴθε δυνατὸν ἦν ἐμὲ πονήσαντα ὑπὲρ ὑμῶν κατορθῶσαι πάντων· ἀλλ’ οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν, ἀλλὰ τῶν αὐτῷ πραττομένων ἕκαστον ἀνάγκη δοῦναι τὰς εὐθύνας, καὶ οὐκ ἂν ἴδοι τις ἕτερον ὑπὲρ ἑτέρου κολαζόμενον. Διὰ τοῦτο ὀδυνῶμαι καὶ θρηνῶ, ὅτι κατὰ τὴν ἡμέραν ὑμῖν ἐκείνην ἐγκαλουμένοις οὐ δυνήσομαι παραστῆναι· μάλιστα μὲν γὰρ οὐδὲ παῤῥησίᾳ μοι πρὸς τὸν Θεὸν ἐστι τοσαύτη. Εἰ δὲ καὶ παῤῥησίαν εἶχον, οὐκ εἰμι Μωσέως ἁγιώτερος, οὐδὲ Σαμουὴλ δικαιότερος, οὓς ἐπὶ τοσοῦτον ἀρετῆς ἥκοντας οὐκ ἔφη δύνασθαί τι τοὺς Ἰουδαίους ὠφελήσειν, διὰ τὸ πολλῇ ῥαθυμίᾳ αὐτοὺς ἐκείνους ἐκδοθῆναι. Ἐπεὶ οὖν ἀπὸ τῶν οἰκείων ἔργων κολαζόμεθα καὶ σωζόμεθα, σπουδάσωμεν, παρακαλῶ, μετὰ τῶν ἄλλων ἁπάντων καὶ ταύτην ἐκπληρῶσαι τὴν ἐντολήν, ἵνα μετὰ χρηστῆς ἐλπίδος ἐντεῦθεν ἀπελθόντες, τύχωμεν τῶν ἐπηγγελμένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: ΟΜΙΛΙΑ ΙΔ’. Τοῦ δήμου παντὸς ἀφεθέντος τῆς ἀγωνίας καὶ θαρσήσαντος, τινὲς πάλιν τὴν πόλιν ἐτάραξαν φοβερᾶς πλάττοντες φήμας, καὶ ἠλέγχθησαν· εἰς τοῦτό τε οὖν ἡ ὁμιλία εἴρηται, καὶ εἰς τὴν περὶ τῶν ὅρκων παραίνεσιν· διὸ καὶ ἡ κατὰ τὸν Ἰωνάθαν καὶ τὸν Σαοὺλ ἱστορία καὶ τὸν Ἰεφθάε παρήχθη, καὶ ἐδείχθη πόσαι ἐξ ἑνὸς ὅρκου γίνονται ἐπιορκίαι.
Προηγούμενο: ΟΜΙΛΙΑ ΙΒ’. Ἔτι εὐχαριστία πρὸς τὸν Θεὸν περὶ τῆς συγχωρήσεως τῶν ἡμαρτηκότων εἰς τὸν βασιλέα· καὶ φυσιολογία περὶ τῆς κτίσεως· καὶ ὅτι ποιήσας ὁ Θεὸς τὸν ἄνθρωπον νόμον φυσικὸν ἐγκατέθηκεν αὐτῷ· καὶ περὶ τοῦ πάσῃ σπουδῇ ἀπέχεσθαι τῶν ὅρκων.
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 49
Ἀρχικὴ Σελίδα: Τέρτιος