Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 49

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΟΜΙΛΙΑ ΙϚ’. Φημισθείσης εἰς τὸν ἄρχοντα πραίδας, καὶ πάντων πὲρ φυγῆς βουλευομένων, τοῦ ἄρχοντος εἰσελθόντος εἰς τὴν ἐκκλησίαν καὶ παρακαλέσαντος, ἐλέχθη ἡ παροῦσα ὁμιλία· καὶ περὶ τοῦ μὴ ὀμνύναι· καὶ εἰς τὸ ρητὸν τοῦ Ἀποστόλου, Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ.
Προηγούμενο: ΟΜΙΛΙΑ ΙΔ’. Τοῦ δήμου παντὸς ἀφεθέντος τῆς ἀγωνίας καὶ θαρσήσαντος, τινὲς πάλιν τὴν πόλιν ἐτάραξαν φοβερᾶς πλάττοντες φήμας, καὶ ἠλέγχθησαν· εἰς τοῦτό τε οὖν ἡ ὁμιλία εἴρηται, καὶ εἰς τὴν περὶ τῶν ὅρκων παραίνεσιν· διὸ καὶ ἡ κατὰ τὸν Ἰωνάθαν καὶ τὸν Σαοὺλ ἱστορία καὶ τὸν Ἰεφθάε παρήχθη, καὶ ἐδείχθη πόσαι ἐξ ἑνὸς ὅρκου γίνονται ἐπιορκίαι.
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 49

ΟΜΙΛΙΑ ΙΕ’. Ἔτι εἰς τὴν συμφορὰν τῆς πόλεως Ἀντιοχείας, καὶ ὅτι χρήσιμον πανταχοῦ φόβος, καὶ ὅτι πένθος γέλωτος λυσιτελέστερον, καὶ εἰς τὴν ῥῆσιν τὴν λέγουσαν· Ἐπίγνωθι ὅτι ἐν μέσῳ παγίδων διαβαίνειν· καὶ ὅτι τοῦ φονεύειν τὸ ὁρκίζειν χεῖρον.

α’. Ἔδει καὶ τήμερον καὶ τῷ προτέρῳ Σαββάτῳ τὸν περὶ νηστείας κινῆσαι λόγον, καὶ μηδεὶς ἄκαιρον εἶναι νομιζέτω τὸ λεχθέν. Ἐν μὲν γὰρ ταῖς ἡμέραις τῆς νηστείας οὐδὲν δεῖ συμβουλῆς καὶ παραινέσεως εἰς τοῦτο, αὐτῆς τῶν ἡμερῶν τῆς παρουσίας καὶ τοὺς σφόδρα ἀναπεπτωκότας διεγειρούσης πρὸς τὸν τῆς νηστείας ἀγῶνα. Ἐπειδὴ δὲ πολλοὶ τῶν ἀνθρώπων εἰσεῖναι τε εἰς νηστείαν μέλλοντες, καθάπερ πολιορκίᾳ τινὶ μακρᾷ παραδίδοσθαι μελλούσης τῆς γαστρός, ἀδηφαγίαν καὶ μέθην προλαβόντες ἀποτίθενται, ἐξιόντες τε πάλιν, ὥσπερ ἐκ τινος μακροῦ λιμοῦ καὶ χαλεποῦ δεσμωτηρίου γῆς νηστείας ἀπαλλαγέντες, μετὰ πολλῆς τῆς ἀπειροκαλίας ἐπὶ τὰς τραπέζας τρέχουσι, καθάπερ σπουδάζοντες τὴν ἐκ τῆς νηστείας γενομένην αὐτοῖς ὠφέλειαν τῇ τῆς ἀδηφαγίας ἀμετρίᾳ καταλῦσαι πάλιν, ἀναγκαῖον ἦν καὶ τότε καὶ νῦν τοὺς περὶ ἐγκρατείας κινῆσαι λόγους.

Ἀλλ’ ὅμως οὔτε πρώην εἰρήκαμέν τι τοιοῦτον, οὔτε νῦν ἐροῦμεν· ὁ γὰρ τῆς ἐπικειμένης συμφορὰς φόβος ἀντὶ πάσης παραινέσεως καὶ συμβουλῆς ἀρκεῖ τὰς ἁπάντων σωφρονίσαι ψυχάς. Τὶς γὰρ οὕτως ἄθλιος καὶ ταλαίπωρος, ὡς ἐν τοσούτῳ χειμῶνι μεθύειν; Τὶς οὕτως ἀναίσθητος, ὡς τῆς πόλεως οὕτω σαλευομένης, καὶ ναυαγίας τοιαύτης ἀπειλουμένης, μὴ νήφειν καὶ ἐγρηγορέναι, καὶ πάσης συμβουλῆς καὶ παραινέσεως ἀκριβέστερον ἀπὸ τῆς ἀγωνίας διορθοῦσθαι ταύτης; Οὐ γὰρ τοσοῦτον ἐργάσασθαι δυνήσεται λόγος, ὅσον ἐργάζεται φόβος· καὶ τοῦτο αὐτὸ ἀπὸ τῶν συμβεβηκότων νῦν δυνατὸν ἀποδεῖξαι. Πόσους γοῦν ἀνηλώσαμεν λόγους, πολλοὺς τῶν ῥᾳθύμων παραινοῦντες, καὶ συμβουλεύοντες τὰ θέατρα ἀφεῖναι, καὶ τὰς ἐκεῖθεν ἀκολασίας; Καὶ οὐκ ἠνέσχοντο, ἀλλ’ ἀεὶ κατὰ τὴν ἡμέραν ταύτην ἐπὶ τὰς παρανόμους τῶν ὀρχουμένων συνέτρεχον θεωρίας, καὶ σύλλογον διαβολικὸν ἀντικαθίστασαν τῷ πληρώματι τῆς ἐκκλησίας τοῦ Θεοῦ, καὶ ταῖς ἐνταῦθα ψαλμῳδίας ἀντήχουν αἱ ἐκεῖθεν κραυγαὶ μετὰ πολλῆς φερόμεναι τῆς σφοδρότητος· ἀλλ’ ἰδοὺ νῦν σιγώντων ἡμῶν, καὶ οὐδὲν περὶ τούτου λεγόντων, αὐτόματοι τὴν ὀρχήστραν ἔφραξαν, καὶ ὁ ἱππόδρομος ἄβατος γέγονε· καὶ πρὸ τούτου μὲν πολλοὶ τῶν ἡμετέρων πρὸς ἐκείνους ἔτρεχον, νυνὶ δὲ πάντες ἐκεῖθεν εἰς τὴν ἐκκλησίαν κατέφυγον, καὶ τὸν ἡμέτερον ἅπαντες ἀνυμνοῦσι Θεόν.

Ὁρᾷς πόσον ἀπὸ τοῦ φόβου τὸ κέρδος ἐγένετο; Εἰ μὴ καλὸν ἦν ὁ φόβος, οὐκ ἂν πατέρες παιδαγωγοὺς τοῖς παισὶν ἐπέστησαν, οὐκ ἂν οἱ νομοθέται ταῖς πόλεσιν ἄρχοντας. Τὶ γεέννης χαλεπώτερον; Ἀλλ’ οὐδὲν τοῦ ταύτης χρησιμώτερον φόβου· ὁ γὰρ τῆς γεέννης φόβος τὸν τῆς βασιλείας ἡμῖν κομίζει στέφανον. Ἔνθα φόβος ἐστίν, οὐκ ἔστι φθόνος· ἔνθα φόβος ἐστί, χρημάτων ἔρως οὐκ ἐνοχλεῖ· ἔνθα φόβος ἐστιν, ἔσβεσται θυμός, ἐπιθυμία κατέσταλται πονηρά, ἅπαν ἀλόγιστον ἐξώρισται πάθος· καὶ καθάπερ ἐν οἰκίᾳ στρατιώτου διηνεκῶς ὡπλισμένου οὐ λῃστής, οὐ τοιχωρύχος, οὐκ ἄλλος τις τῶν τὰ τοιαῦτα κακουργούντων τολμήσει φανῆναι πλησίον, οὕτω καὶ φόβου τὰς ἡμετέρας κατέχοντος ψυχάς, οὐδὲν τῶν ἀνελευθέρων παθῶν ἐπεισέρχεται ῥᾳδίως ἡμῖν· ἀλλὰ πάντα δραπετεύει καὶ φυγαδεύεται τῇ τυραννίδι τοῦ φόβου πάντοθεν ἐξελαυνόμενα. Καὶ οὐ τοῦτο μόνον ἐστὶν ὃ καρπούμεθα ἀπὸ τοῦ φόβου, ἀλλὰ καὶ ἕτερον πολλῷ τούτου μεῖζον. Οὐ γὰρ δὴ τὰ πονηρὰ ἡμῶν ἀπελαύνει πάθη μόνον, ἀλλὰ καὶ πᾶσαν εἰσάγει μετὰ πολλῆς εὐκολίας τὴν ἀρετήν. Ἔνθα φόβος ἐστίν, ἐκεῖ καὶ ἐλεημοσύνης σπουδῇ, καὶ εὐχῆς ἐπίτασις, καὶ δάκρυα θερμὰ καὶ ἐπάλληλα, καὶ στεναγμοὶ πολλὴν ἔχοντες τὴν κατάνυξιν. Οὐδὲν γὰρ οὕτω κατεσθίει μὲν ἁμαρτήματα, ἀρετὴν δὲ αὔξεσθαι ποιεῖν καὶ θάλλειν, ὡς διηνεκὴς φόβου φύσις· διὰ τοῦτο τὸν μὴ συζῶντα σοβῶ ἀδύνατον κατορθοῦσθαι ὥσπερ οὖν τὸν ἐν φόβῳ ζῶντα ἀδύνατον διαμαρτεῖν. Μὴ τοίνυν ἀλγῶμεν, ἀγαπητοί, μηδὲ καταπίπτωμεν ἐπὶ τῇ παρούσῃ θλίψει, ἀλλὰ θαυμάσωμεν τὸ εὐμήχανον τῆς τοῦ Θεοῦ σοφίας. Δι’ ὧν γὰρ προσεδόκησεν ὁ διάβολος τὴν πόλιν ἡμῶν καταβαλεῖν, διὰ τούτων αὐτὴν ὁ Θεὸς ἀνέστησέ τε καὶ ἀνώρθωσεν· ὁ μὲν γὰρ διάβολος ἐνέπνευσέ τισι παράνομοι ἀνθρώποις, καὶ εἰς τοὺς τῶν βασιλέως ὕβρισαν ἀνδριάντας, ἵνα καὶ αὐτῷ τῆς πόλεως ἀφανισθῇ τὸ ἔδαφος· ὁ δὲ Θεὸς αὐτῷ δὴ τούτῳ τῷ γεγενημένῳ πρὸς σωφρονισμὸν ἡμῶν πλείονα ἀπεχρήσατο, τῷ φόβῳ τῆς προσδοκωμένης ἀπειλῆς πᾶσαν ἐκβαλὼν ῥαθυμίαν· καὶ γέγονε τοὐναντίον, ἤπερ ὁ δαῖμον ἠθέλησε, δι’ ὧν αὐτὸς κατεσκεύασεν. Ἡ γὰρ πόλις ἡμῖν καθ’ ἑκάστην ἐκκαθαίρεται τὴν ἡμέραν, καὶ στενωποὶ καὶ ἄμφοδα καὶ ἀγοραὶ τῶν πορνικῶν καὶ διακεκλασμένων ἀπηλλάγησαν ᾀσμάτων καὶ ὅπουπερ ἂν τις ἴδῃ λιταὶ καὶ εὐφημίαι καὶ δάκρυα ἀντὶ γέλωτος ἀτάκτου, καὶ ῥήματα φιλοσοφίαν ἔχοντα ἀντὶ ῥημάτων αἰσχρῶν, καὶ ἐκκλησία γέγονεν ἡμῖν ἡ πόλις ἅπασα, τῶν ἐργαστηρίων ἀποκεκλεισμένων, καὶ πάντων ἐν ταῖς πανδήμοις ταύταις διημερευόντων λιταῖς, καὶ τὸν Θεὸν μιᾷ καὶ κοινῇ φωνῇ μετὰ πολλῆς καλούντων τῆς προθυμίας. Ποῖος ταῦτα λόγος ἀνύσαι ποτὲ ἴσχυσε; Ποία παραίνεσις; Τὶς συμβουλῇ; Πόσον χρόνου μῆκος;

β’. Διὰ ταῦτα εὐχαριστῶμεν, καὶ μὴ ἀποδυσπετῶμεν μηδὲ δυσχεραίνωμεν. Ὅτι γὰρ καλὸν ὁ φόβος, ἐδίδαξε μὲν καὶ τὰ εἰρημένα· ἄκουσον δὲ καὶ Σολομῶντος περὶ αὐτοῦ φιλοσοφοῦντος οὕτως, Σολομῶντος τοῦ πάσῃ συντραφέντος τρυφῇ καὶ πολλῆς ἀπολαύσαντος ἀδείας. Τὶ οὖν ἐκεῖνός φησίν; «Ἀγαθὸν πορευθῆναι εἰς οἶκον πένθους, ἢ πορευθῆναι εἰς οἶκον γέλωτος». Τὶ λέγεις, εἰπὲ μοι; Ὅπου θρῆνος, καὶ δάκρυα, καὶ οἰμωγαί, καὶ ὀδύνη, καὶ ἀθυμίᾳ τοσαύτη, βέλτιον ἀπελθεῖν μᾶλλον, ἢ ὅπου χορεῖαι, καὶ κύμβαλα, καὶ γέλως, καὶ τρυφή, καὶ ἀδηφαγία, καὶ μέθη; Ναί, φησί. Τίνος ἕνεκεν, εἰπὲ μοι, καὶ διὰ τι; Ὅτι ἐκεῖθεν μὲν παροίνια, ἐντεῦθεν δὲ σωφροσύνη τίκτεται· κἂν ἀπέλθῃ τις εἰς εὐπορωτέρου συμπόσιον, οὐκέτι μετὰ τῆς αὐτῆς ἡδονῆς ὄψεται τὴν οἰκίαν, ἀλλ’ ἀηδῶς μὲν πρὸς τὴν γυναῖκα ἐπανήξει, ἀηδῶς δὲ τῆς ἑαυτοῦ μεθέξει τραπέζης, καὶ δυσάρεστος καὶ τοῖς οἰκέταις καὶ τοῖς παιδίοις καὶ πᾶσιν ἔσται τοῖς κατὰ τὴν οἰκίαν, ἀπὸ τῆς ἑτέρων εὐπορίας ἀκριβέστερον κατιδὼν τὴν ἑαυτοῦ πενίαν. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ δεινόν, ἀλλ’ ὅτι καὶ βασκαίνει πολλάκις τῷ καλέσαντι αὐτὸν πρὸς τὴν εὐωχίαν· καὶ ὅλως οὐδὲν ἀγαθὸν λαβὼν οἴκαδε ἐπανήξει. Ἐπὶ δὲ τῶν πενθούντων οὐδὲν τοιοῦτον ἔστιν εἰπεῖν, ἀλλὰ πολλῇ μὲν φιλοσοφία, πολλῇ δὲ ἡ σωφροσύνη. Ἅμα γὰρ ἂν τις ἐπιβῇ τῶν προθύρων τῆς οἰκίας τῆς νεκρὸν ἐχούσης, καὶ τὸν τετελευτηκότα ἴδῃ ἄφωνον κείμενον, καὶ τὴν γυναῖκα τὰς τρίχας τίλλουσαν, τὰς παρειὰς καταξαίνουσαν, τοὺς βραχίονας κατατέμνουσαν, καταστέλλεται, σκυθρωπάζει, καὶ τῶν συγκαθημένων ἕκαστος πρὸς τὸν πλησίον οὐδὲν ἕτερον φθέγγεται ἀλλ’ ἤ, ὅτι Οὐδὲν ἐσμεν, καὶ ἡ κακία ἡμῶν ἄφατος. Τὶ οὕτων φιλοσοφώτερον τῶν ῥημάτων γένοιτ’ ἄν, ὅταν καὶ τῆς φύσεως τὴν εὐτέλειαν ἐπιγινώσκωμεν, καὶ τὴν πονηρίαν διαβάλλωμεν, καὶ μηδὲν εἶναι τὰ παρόντα νομίζωμεν, ἑτέροις μὲν ῥήμασι, γνώμῃ δὲ τῇ αὐτῇ τὰ τοῦ Σολομῶντος φθεγγόμενοι ἐκεῖνα τὰ θαυμαστὰ καὶ πολλῆς φιλοσοφίας γέμοντα, ὅτι «Ματαιότης ματαιοτήτων, καὶ τὰ πάντα ματαιότης». Ὁ εἰς οἶκον πενθούντων εἰσελθών, εὐθέως δακρύει τὸν ἀπελθόντα, κἂν ἐχθρὸς ᾖ. Εἶδες πόσον βελτίων αὕτη ἐκείνης ἡ οἰκίᾳ; Ἐκεῖ μὲν γάρ, κἂν φίλος ᾖ, φθονεῖ· ἐνταῦθα δέ, κἂν ἐχθρὸς ᾖ, δακρύει· τοῦτο, ὃ μάλιστα πάντων ὁ Θεὸς ἐπιζητεῖ, τὸ μὴ ἐφήδεσθαι τοῖς λελυπηκόσιν. Οὐ ταῦτα δὲ μόνον ἔστιν ἐκεῖθεν καρπώσασθαι τὰ καλά, ἀλλὰ καὶ ἕτερα τούτων οὐκ ἐλάττω. Καὶ γὰρ ἀναμιμνήσκεται τῶν ἁμαρτημάτων ἕκαστος τῶν ἑαυτοῦ, καὶ τοῦ δικαστηρίου τοῦ φοβεροῦ, καὶ τῶν εὐθύνων ἐκείνων, καὶ τῆς κρίσεως, κἂν ᾖ μυρία κακὰ πεπονθὼς παρ’ ἑτέρων, καὶ λύπας κατὰ τὴν οἰκίαν ἔχων, πάντων αὐτῶν λαβὼν τὸ φάρμακον οὕτως ἐπάνεισιν. Ἐννοήσας γάρ, ὅτι μικρὸν ὕστερον καὶ αὐτὸς πείσεται τοῦτο, καὶ πάντες δὲ οἱ μεγάλα φυσῶντες, καὶ ὅτι πρόσκαιρα τὰ παρόντα ἅπαντα, κἂν χρηστὰ ᾖ, κἂν λυπηρά, ἀθυμίαν καὶ βασκανίαν ἅπασαν ἀποθέμενος, καὶ κούφην ποιήσας τὴν ψυχήν, καὶ πτερωθείς, οὕτως οἴκαδε ἀναστρέψει· καὶ ἐντεῦθεν ἡμερώτερος ἔσται πᾶσι λοιπόν, ἐπιεικέστερος καὶ προσηνέστερος καὶ φιλοσοφώτερος, τοῦ φόβου τῶν μελλόντων ἐπεισελθόντος αὐτοῦ τῇ ψυχῇ, καὶ τὰς ἀκάνθας δαπανήσαντος ἁπάσας. Καὶ ταῦτα πάντα ἐκεῖνος συνιδὼν ἔλεγεν ὅτι, «Ἀγαθὸν πορευθῆναι εἰς οἶκον πένθους, ἢ πορευθῆναι εἰς οἶκον πότου»· ἐκεῖθεν ῥαθυμίᾳ, ἐντεῦθεν ἀγωνία γίνεται· ἐκεῖθεν καταφρόνησις, ἐντεῦθεν φόβος, ὁ πρὸς ἅπασαν ἡμᾶς παιδαγωγῶν ἀρετήν. Εἰ μὴ καλὸν ἦν ὁ φόβος, οὐκ ἂν τοὺς πολλοὺς καὶ μακροὺς ἀνήλωσε λόγους ὁ Χριστὸς περὶ τῆς ἐκεῖ κολάσεως καὶ τιμωρίας διαλεγόμενος. Ὁ φόβος οὐδὲν ἕτερόν ἐστιν, ἢ τεῖχος καὶ ἀσφαλείᾳ, καὶ πύργος ἀκαταγώνιστος· καὶ γὰρ πολλῆς ἡμῖν ἀσφαλείας δεῖ, διὰ τὸ πολλὰς εἶναι πανταχοῦ τὰς ἐνέδρας· καθάπερ αὐτοὺς οὗτος πάλιν παραινῶν ὁ Σολομὼν ἔλεγεν· «Ἐπίγνωθι, ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις καὶ ἐπὶ ἐπάλξεων πόλεως περιπατεῖς». Βαβαὶ πόσων γέμει τοῦτο τὸ ῥῆμα ἀγαθῶν, καὶ οὐκ ἔλαττον ἢ τὸ πρότερον!

Ἐγγράψωμεν τοίνυν ἕκαστος ἐπὶ τῆς διανοίας αὐτὸ τῆς ἡμετέρας, καὶ περιφέρωμεν ἐπὶ τῆς μνήμης ἀεί, καὶ οὐχ ἁμαρτησόμεθα ταχέως. Ἐγγράψωμεν πρότερον αὐτὸ μετὰ ἀκριβείας ἁπάσης μαθόντες· οὐ γὰρ εἶπε, Βλέπε, ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις, ἀλλ’, «Ἐπίγνωθι». Καὶ τίνος ἕνεκεν εἶπεν, «Ἐπίγνωθι»; Συνεσκίασται, φησίν, ἡ παγίς· τοῦτο γὰρ ἐστιν ἡ παγίς, ὅταν μὴ φανερὸς ὁ ὄλεθρος φαίνηται, μηδὲ δήλη ἡ βλάβῃ, ἀλλὰ πάντοθεν περιεσταλμένη παρακέηται· διὰ τοῦτό φησιν, «Ἐπίγνωθι»· πολλῆς σοι δεῖ τῆς κατανοήσεως καὶ ἀκριβοῦς τῆς ἐρεύνης. Ὥσπερ γὰρ τὰ παιδία τῇ γῇ τὴν παγίδα, οὕτως ὁ διάβολος τὰς ἁμαρτίας ταῖς βιωτικαῖς περιέστειλεν ἡδοναῖς· ἀλλ’ ἐπίγνωθι διερευνώμενος ἀκριβῶς, καὶ ἐὰν ἐμπέσῃ κέρδος, μὴ τὸ κέρδος ἴδῃς μόνον, ἀλλ’ ἐρεύνησον ἀκριβῶς, μὴ που Θάνατος Καὶ ἁμαρτία εἰς τὸ κέρδος ἔνδον ἐγκέκρυπται· κἂν ἴδῃς, ἀπόφυγε. Πάλιν, ὅταν τέρψις καὶ ἡδονὴ παρεμπέσῃ, μὴ τὴν ἡδονὴν ἴδῃς μόνον, ἀλλὰ μὴ που παρανομία τις ἐν τῷ βάθει τῆς ἡδονῆς συνεσκίασται, μετὰ ἀκριβείας ἐξέτασον, κἂν εὕρῃς, ἀποπήδησον· κἂν συμβουλεύῃ τις, κἂν κολακεύῃ, κἂν θεραπεύῃ, κἂν τιμὰς ἐπαγγέλληται, κἂν ὁτιοῦν ἕτερον, πάντα ἐξετάζωμεν μετὰ ἀκριβείας, καὶ περισκοπῶμεν πάντοθεν μὴ ποὺ τις βλάβῃ, μὴ ποὺ τις κίνδυνος ἀπὸ τῆς συμβουλῆς, ἢ τῆς τιμῆς, ἢ τῆς θεραπείας ἡμῖν ἐγγίνηται, καὶ μὴ ταχέως καὶ ἀπερισκέπτως ἐπιτρέχωμεν. Εἰ μὲν γὰρ μία καὶ δύο μόνον ἦσαν αἱ παγίδες, εὔκολος ἦν ἡ φυλακῇ· νῦν δὲ τὸ πλῆθος αὐτῶν ἐνδείξασθαι βουλόμενος ὁ Σολομών, ἄκουσον πῶς φησιν· «Ἐπίγνωθι, ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις»· οὐκ εἶπεν, ὅτι Παρὰ παγίδας διαβαίνεις, ἀλλ’ «Ἐν μέσῳ παγίδων». Ἑκατέρωθεν ἡμῖν τὰ βάραθρα, ἑκατέρωθεν οἱ δόλοι. Ἐνέβαλέ τις εἰς ἀγοράν, εἶδεν ἐχθρόν, ἐφλέγμανεν ἀπὸ τῆς ὄψεως μόνης· εἶδε φίλον εὐδοκιμοῦντα, ἐβάσκηνεν· εἶδε πένητα, κατεφρόνησε καὶ ὑπερεῖδεν· εἶδε πλούσιον, καὶ ἐφθόνησεν· εἶδέ τινα ἐπηρεαζόμενον, ἀπεδυσπέτησεν· εἶδέ τινα ἐπηρεάζοντα, ἐδυσχέρανεν· εἶδε γυναῖκα εὔμορφον, ἑάλω. Εἶδες πόσαι αἱ παγίδες, ἀγαπητέ; Διὰ τοῦτό φησιν· «Ἐπίγνωθι, ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις». Καὶ ἐν οἰκίᾳ παγίδες, καὶ ἐπὶ τραπέζης παγίδες, καὶ ἐπὶ συλλόγων παγίδες. Πολλάκις ἀπερισκέπτως τις μεταξὺ φίλων θαῤῥῶν ἐφθέγξατό τι τῶν οὐκ ὀφειλόντων ἐξενεχθῆναι ῥημάτων, καὶ κίνδυνον ἤνεγκε τοσοῦτον, ὥστε ὁλόκληρον ἀνατρέψαι τὴν οἰκίαν.

γ’. Πανταχόθεν τοίνυν διερευνώμεθα τὰ πράγματα μετὰ ἀκριβείας. Πολλάκις καὶ γυνὴ γέγονε παγὶς τοῖς μὴ προσέχουσι, πολλάκις παιδία, πολλάκις φίλοι, πολλάκις γείτονες. Καὶ τίνος ἕνεκεν τοσαῦτα παγίδες, φησίν; Ἵνα μὴ κάτωθεν πετώμεθα, ἀλλὰ τὰ ἄνω ζητῶμεν. Καὶ γὰρ τὰ πετεινά, ἕως ἂν τὸν ὑψηλὸν ἄρεα τέμνῃ, οὐ ταχέως ἁλίσκεται· οὕτω καὶ σύ, ἕως ἂν πρὸς τὰ ἄνω βλέπῃς, οὔτε ὑπὸ παγίδος, οὔτε ὑφ’ ἑτέρας τινὸς ἁλώσῃ ῥᾳδίως ἐπιβουλῆς. Ἰξευτὴς ἐστιν ὁ διάβολος· γενοῦ τοίνυν τῶν ἐκείνου καλάμων ὑψηλότερος. Ὁ πρὸς τὸ ὕψος ἀναβὰς οὐκέτι οὐδὲν θαυμάσεται τῶν βιωτικῶν πραγμάτων· ἀλλ’ ὥσπερ, ἐπειδὰν εἰς τὴν κορυφὴν ἀναδράμωμεν τῶν ὁρῶν, μικρὰ καὶ ἡ πόλις ἡμῖν εἶναι δοκεῖ καὶ τὰ τείχη, καὶ μυρμήκων δίκην ἐπὶ τῆς γῆς οἱ ἄνδρες ἡμῖν βαδίζοντες φαίνονται· οὕτως ἐπειδὰν ἐπὶ τὴν ὑψηλὴν ἔννοιαν τῆς φιλοσοφίας ἀνέλθῃς, οὐδὲν σε τῷ ἐπὶ τῆς γῆς ἐκπλῆξαι δυνήσεται, ἀλλὰ μικρὰ πάντα φανεῖται, καὶ πλοῦτος, καὶ δόξα, καὶ δυναστεία, καὶ τιμὴ καὶ εἲ τι τοιοῦτον ἕτερον, ὅταν τὰ ἐν οὐρανοῖς βλέπῃς· καθάπερ οὖν καὶ Παύλῳ μικρὰ πάντα ἐφαίνετο, καὶ νεκρῶν ἀχρηστότερα τὰ λαμπρὰ τοῦ παρόντος βίου. Διὰ τοῦτο καὶ ἐβόα λέγων· «Ἐμοὶ κόσμος ἐσταύρωται»· διὰ τοῦτο καὶ ἡμῖν παρῄνει λέγων· «Τὰ ἄνω φρονεῖτε». Ἄνω; Ποία λέγεις, εἰπὲ μοι; Ὅπου ἥλιος, ὅπου σελήνη; Οὐχί, φησίν. Ἀλλὰ ποῦ; Ὅπου ἄγγελοι, ὅπου ἀρχάγγελοι, ὅπου τὰ Χερουβὶμ καὶ τὰ Σεραφίμ; Οὐχί, φησίν. Ἀλλὰ ποῦ; «Ὅπου ὁ Χριστὸς ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος». Πειθώμεθα τοίνυν, κἀκεῖνο διηνεκῶς λογιζώμεθα, ὅτι καθάπερ τῷ στρουθίῳ ὄφελος οὐδὲν τῶν πτερῶν ὑπὸ τῆς παγίδος ἁλόντι, ἀλλ’ εἰκῆ καὶ μάτην πτερύσσεται· οὕτω καὶ σοι τῶν λογισμῶν οὐδὲν ὄφελος, ἐὰν κατὰ κράτος ὑπὸ τῆς πονηρᾶς ἐπιθυμίας ἁλῷ, ἀλλ’ ὅσα ἂν σκιρτήσῃς, ἑάλως. Διὰ τοῦτο πτερὰ τοῖς στρουθίοις, ἵνα ἐκφύγῃ τὰς παγίδας· διὰ τοῦτο λογισμοὶ τοῖς ἀνθρώποις, ἵνα ἐκφύγωσι τὰ ἁμαρτήματα. Τίνα οὖν ἕξομεν συγγνώμην, τίνα δὲ ἀπολογίαν, ὅταν τῶν ἀλόγων ὦμεν ἀνοητότεροι;

Ὁ μὲν γὰρ στρουθὸς ἅπαξ ἁλοὺς ὑπὸ παγίδος, εἶτα διαφυγών, καὶ ἔλαφος δὲ εἰς δίκτυον ἐμπεσοῦσα καὶ διαδράσα, δυσκόλως ἁλώσονται πάλιν τοῖς αὐτοῖς· ἑκάστῳ γὰρ ἡ πείρᾳ διδάσκαλος ἀσφαλείας γίνεται. Ἡμεῖς δὲ πολλάκις τοῖς αὐτοῖς ἁλόντες, τοῖς αὐτοῖς περιπίπτομεν, καὶ οὐδὲ τῶν ἀλόγων τὸ προνοητικὸν καὶ μεμεριμνημένον οἱ λόγῳ τιμηθέντες μιμούμεθα. Ποσάκις οὖν ἰδόντες γυναῖκα, μυρία ἐπάθομεν δεινὰ οἴκαδε ἀναχωρήσαντες, καὶ τὴν ἐπιθυμίαν δεξάμενοι, καὶ ἐπὶ πολλαῖς ὀδυνηθέντες ἡμέραις, ἀλλ’ ὅμως οὐ σωφρονιζόμεθα, ἀλλὰ μόλις τὸ πρότερον θεραπεύσαντες ἕλκος, πάλιν τοῖς αὐτοῖς περιπίπτομεν, καὶ ὑπὸ τῶν αὐτῶν ἁλισκόμεθα, καὶ διὰ βραχεῖαν ἡδονὴν ὄψεως, διηνεκῆ τινα καὶ χρόνιον ὑπομένομεν ὀδύνην. Ἀλλ’ ἐὰν μάθωμεν συνεχῶς ταύτην ἐπιλέγειν ἑαυτοῖς τὴν ῥῆσιν, πάντων ἀποστησόμεθα τῶν δεινῶν· παγὶς μεγίστη κάλλος γυναικός· μᾶλλον δὲ οὐχὶ κάλλος γυναικός, ἀλλ’ ἡ ἀκόλαστος ὄψις· μὴ γὰρ δὴ τὰ πράγματα διαβάλλωμεν, ἀλλ’ ἡμᾶς καὶ τὴν ἡμετέραν ῥαθυμίαν· μηδὲ λέγωμεν, Μὴ ἔστωσαν γυναῖκες, ἀλλὰ Μὴ ἔστωσαν μοιχεία· μηδὲ λέγωμεν, Μὴ ἔστω κάλλος, ἀλλὰ Μὴ ἔστω πορνεία· μηδὲ λέγωμεν, Μὴ ἔστω κοιλία, ἀλλὰ Μὴ ἔστω ἀδηφαγία· οὐ γὰρ ἡ κοιλία τὴν ἀδηφαγίαν ποιεῖ, ἀλλ’ ἡ ἡμέτερα ῥαθυμίᾳ. Μὴ λέγωμεν διὰ τὸ φαγεῖν καὶ πιεῖν πάντα τὰ κακά· οὐ γὰρ διὰ τοῦτο, ἀλλὰ διὰ τὴν ῥαθυμίαν καὶ τὴν ἀπληστίαν τὴν ἡμετέραν. Οὐκ ἔφαγε γοῦν οὐδὲ ἔπιεν ὁ διάβολος, καὶ κατέπεσεν· ἔφαγεν καὶ ἔπιεν ὁ Παῦλος, καὶ εἰς τὸν οὐρανὸν ἀνῆλθε. Πόσων ἀκούω λεγόντων, Μὴ ἔστω πενία! Ἐπιστομίζωμεν τοίνυν τοὺς τὰ τοιαῦτα δυσχεραίνοντας· βλασφημία γὰρ τὸ τὰ τοιαῦτα λέγειν ἐστί. Λέγωμεν τοίνυν πρὸς αὐτούς· μὴ ἔστω μικροψυχία· πενία γὰρ μυρία εἰς τὸν βίον ἡμῶν εἰσήγαγεν ἀγαθά, καὶ χωρὶς πενίας ὁ πλοῦτος ἄχρηστος. Μὴ τοίνυν μήτε τοῦτον μήτε ἐκείνην διαβάλλωμεν. Πενία γὰρ καὶ πλοῦτος ὅπλα ἐστὶ πρὸς ἀρετὴν ἑκάτερα φέροντα, ἂν θέλωμεν. Ὥσπερ οὖν ὁ γενναῖος στρατιώτης, οἷον ἂν ὅπλον λάβῃ, τὴν οἰκείαν ἀρετὴν ἐπιδείκνυται οὕτως ὁ ἄνανδρος καὶ δειλὸς ὑφ’ ἑκατέρων ἐμποδίζεται. Καὶ ἵνα μάθῃς, ὅτι τοῦτό ἐστιν ἀληθές, ἀναμνήσθητί μοι τοῦ Ἰώβ, ὃς ὁμοῦ καὶ πλούσιος καὶ πένης γέγονε, καὶ ἑκάτερα τὰ ὅπλα μετεχειρίσατο, καὶ ἐν ἑκατέροις ἐκράτησε. Καὶ ὅτε μὲν πλούσιος ἦν, ἔλεγεν· «Η θύρα μου παντὶ ἐλθόντι ἠνέῳκτο»· ὅτε δὲ πένης γέγονεν, ἔλεγεν· «Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο». Ὅτε πλούσιος ἦν, πολλὴν τὴν φιλοξενίαν, ὅτε πένης γέγονε, πολλὴν τὴν ὑπομονὴν ἐπεδείξατο. Καὶ σὺ τοίνυν πλούσιος εἶ; Πολλὴν ἐπιδείκνυσο τὴν ἐλεημοσύνην. Πένης γέγονας; Πολλὴν τὴν καρτερίαν καὶ τὴν ὑπομονήν. Οὔτε γὰρ πλοῦτος κακόν, οὔτε πενία ἁπλῶς· ἀλλὰ παρὰ τὴν προαίρεσιν τῶν χρωμένων ἑκάτερα ταῦτα γίνεται.

δ’. Παιδεύσωμεν τοίνυν ἑαυτοὺς μὴ τοιαύτας περὶ τῶν πραγμάτων ἔχειν τὰς κρίσεις, μηδὲ τὰ ἔργα τοῦ Θεοῦ, ἀλλὰ τὴν προαίρεσιν τὴν πονηρὰν τῶν ἀνθρώπων διαβάλλειν. Τὸν μικρόψυχον οὐδὲ ὁ πλοῦτος ὠφελῆσαι δύναται· τὸν μεγαλόψυχον οὐδὲ ἡ πενία καταβλάπτει ποτε.

Ἐπιγνῶμεν τοίνυν τὰς παγίδας, καὶ πόῤῥωθεν αὐτῶν βαδίζωμεν· ἐπιγνῶμεν τοὺς κρημνούς, καὶ μηδὲ ἐγγὺς γινώμεθα. Τοῦτο ἀσφαλείας ἡμῖν ἔσται μεγίστης ὑπόθεσις, τὸ μὴ τὰ ἁμαρτήματα φεύγειν μόνον, ἀλλὰ καὶ τὰ ἀδιάφορα μὲν εἶναι δοκοῦντα, πρὸς δὲ τὰς ἁμαρτίας ἡμᾶς ὑποσκελίζοντα. Οἷόν τι λέγω· τὸ γελᾷν καὶ ἀστεία λέγειν οὐ δοκεῖ μὲν ὡμολογημένον ἁμάρτημα εἶναι, ἄγει δὲ εἰς ὡμολογημένον ἁμάρτημα· πολλάκις γοῦν ἀπὸ γέλωτος αἰσχρὰ ῥήματα τίκτεται, καὶ ῥημάτων αἰσχρῶν πράξεις αἰσχρότεραι· πολλάκις ἀπὸ ῥημάτων καὶ γέλωτος λοιδορίᾳ καὶ ὕβρις, ἀπὸ λοιδορίας καὶ ὕβρεως πληγαὶ καὶ τραύματα, ἀπὸ τραυμάτων καὶ πληγῶν σφαγαὶ καὶ φόνοι. Ἂν τοίνυν μέλλῃς περὶ σεαυτοῦ καλῶς βουλεύεσθαι, οὐχὶ τὰ αἰσχρὰ ῥήματα μόνον, οὐδὲ τὰ αἰσχρὰ πράγματα, οὐδὲ τὰς πληγὰς καὶ τὰ τραύματα καὶ τοὺς φόνους, ἀλλὰ καὶ αὐτὸν τὸν ἄκαιρον γέλωτα καὶ αὐτὰ τὰ ἀστεία ἀποφεύξῃ ῥήματα, ἐπειδὴ τῶν μετὰ ταῦτα κακῶν ῥίζα ταῦτα ἐγένετο. Διὰ τοῦτο ὁ Παῦλός φησι· «Μωρολογία καὶ εὐτραπελία μὴ ἐκπορευέσθω ἐκ τοῦ στόματος ὑμῶν». Εἰ γὰρ καὶ αὐτὸ καθ’ ἑαυτὸ μικρὸν εἶναι δοκεῖ, ἀλλὰ μεγάλων ἡμῖν κακῶν αἴτιον γίνεται. Πάλιν τὸ τρυφᾶν οὐ δοκεῖ μὲν ἔγκλημα εἶναι φανερὸν καὶ ὡμολογημένον, μεγάλα δὲ ἡμῖν τίκτει κακά, μέθην, παροινίαν, πλεονεξίαν, ἁρπαγάς. Ὁ γὰρ δαπανηρὸς καὶ πολυτελής, καὶ λειτουργίας τῇ γαστρὶ λειτουργῶν ἀφορήτους, καὶ κλέπτειν ἀναγκάζεται πολλάκις, καὶ τὰ ἑτέρων ἁρπάζειν, καὶ πλεονεκτεῖν, καὶ βιάζεσθαι. Ἂν τοίνυν φύγῃς τὸ τρυφᾶν, καὶ πλεονεξίας καὶ ἁρπαγῆς καὶ μέθης καὶ μυρίων κακῶν τὴν ὑπόθεσιν ἀνεῖλες, πόῤῥωθεν τὴν ῥίζαν ἐκτεμὼν τῆς πονηραῖς. Διὰ τοῦτο καὶ ὁ Παῦλος ἔλεγεν, ὅτι «Ἡ σπαταλῶσα χήρα ζῶσα τέθνηκε». Τὸ εἰς τὰ θέατρα ἀναβαίνειν πάλιν, καὶ ἵππων ἅμιλλας θεωρεῖν, καὶ κυβεύειν, οὐ δοκεῖ πλημμέλημα τοῖς πολλοῖς ὡμολογημένον εἶναι, μυρία δὲ εἰς τὸν βίον εἰσάγει κακά. Καὶ γὰρ ἡ ἐν τοῖς θεάτροις διατριβὴ πορνείαν, ἀκολασίαν, καὶ πᾶσαν ἀσέλγειαν ἔτεκε, καὶ ἡ τῆς ἁμίλλης τῶν ἵππων θεωρία μάχας, λοιδορίας, πληγάς, ὕβρεις, ἀπεχθείας διηνεκεῖς ἐπήγαγε· καὶ ἡ περὶ τὸ κυβεύειν σπουδῇ βλασφημίας, ζημίας, ὀργάς, λοιδορίας, καὶ μυρία ἕτερα τούτων δεινότερα πολλάκις εἰργάσατο. Μὴ τοίνυν τὰ ἁμαρτήματα φεύγωμεν μόνον, ἀλλὰ καὶ τὰ δοκοῦντα μὲν ἀδιάφορα εἶναι, κατὰ μικρὸν δὲ ἡμᾶς εἰς τὰς πλημμελείας ἄγοντα ταύτας. Καὶ γὰρ ὁ παρὰ κρημνὸν βαδίζων, κἂν μὴ καταπέσῃ, τρέμει, καὶ πολλάκις ὑπ’ αὐτοῦ τοῦ τρόμου περιτραπεὶς κατέπεσεν· οὕτω καὶ ὁ μὴ πόῤῥωθεν φεύγων τὰς ἁμαρτίας, ἀλλ’ ἐγγὺς αὐτῶν βαδίζων, μετὰ φόβου βιώσεται, καὶ πολλάκις εἰς αὐτὰς ἐμπεσεῖται. Καὶ γὰρ ὁ τὰ ἀλλότρια περιεργαζόμενος κάλλη, κἂν μὴ μοιχεύσῃ, τέως ἐπεθύμησε, καὶ γέγονε κατὰ τὴν ἀπόφασιν τοῦ Χριστοῦ μοιχός· πολλάκις δὲ ὑπ’ αὐτῆς τῆς ἐπιθυμίας καὶ εἰς τὴν διὰ τῆς πείρας ἁμαρτίαν καταφέρεται. Πόῤῥωθεν τοίνυν ἑαυτοὺς ἀναστείλωμεν τῶν ἁμαρτημάτων. Βούλει σωφρονεῖν; Μὴ φυγῆς μοιχείαν μόνον, ἀλλὰ καὶ ἀκόλαστον ὄψιν. Βούλει ῥημάτων αἰσχρῶν εἶναι μακράν; Μὴ τὰ αἰσχρὰ ῥήματα φύγεις μόνον, ἀλλὰ καὶ γέλωτα ἄτακτον, καὶ ἐπιθυμίαν ἅπασαν. Βούλει φόνων εἶναι πόῤῥω; Φεῦγε λοιδορίας. Βούλει μέθης ἀφίστασθαι; Φεῦγε τρυφὰς καὶ τὰς πολυτελεῖς τραπέζας, καὶ πρόῤῥιζον τὴν κακίαν ἀνάσπασον. Μεγάλη παγὶς γλώσσης ἀκολασία καὶ πολλοῦ δεομένη τοῦ χαλινοῦ. Διὰ τοῦτο καὶ τὶς φησι· «Παγὶς ἰσχυρὰν ἀνδρὶ τὰ ἴδια χείλη, καὶ ἁλίσκεται ῥήμασιν ἰδίου στόματος».

ε’. Πρὸ τῶν ἄλλων τοίνυν ἁπάντων μελῶν ταύτην σωφρονίσωμεν, ταύτην χαλινώσωμεν, καὶ λοιδορίας καὶ ὕβρεις καὶ αἰσχρολογίας καὶ κακηγορίας ἀπὸ τοῦ στόματος ἐξελάσωμεν, καὶ τὴν πονηρὰν τῶν ὅρκων συνήθειαν· πάλιν γὰρ ἡμᾶς ἐπὶ τὴν αὐτὴν παραίνεσιν ὁ λόγος ἤγαγε. Καίτοι γε ἑσπέρας συνεταξάμην ἡμῶν τῇ ἀγάπῃ, ὡς οὐκέτι περὶ τῆς ἐντολῆς ταύτης ἐρῶ, διὰ τὸ πάσας τὰς ἔμπροσθεν ἡμέρας ἀρκούντως περὶ τῆς αὐτῆς διειλέχθαι· ἀλλὰ τὶ πάθω; Ἕως ἂν ἴδω κατορθώσαντας, οὐ στέγω τῆς συμβουλῆς ἀποσχέσθαι ἐπὶ καὶ Παῦλος Γαλάταις λέγων, «Τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω», πάλιν αὐτοῖς φαίνεται συγγενόμενος καὶ διαλεχθείς. Τοιαῦτα τὰ σπλάγχνα τὰ πατρικά, κἂν εἴπωσιν ἀφίστασθαι, οὐκ ἀφίστανται, ἕως ἂν ἴδωσι σωφρονισθέντας αὐτῶν τοὺς παῖδας. Ἠκούσατε τοῦ προφήτου σήμερον περὶ τῶν ὅρκων ἡμῖν διαλεγομένου; «Ἐπέβλεψα τοῖς ὀφθαλμοῖς μου, καὶ εἶδον, φησί, καὶ ἰδοὺ δρέπανον πετόμενον μήκους πηχῶν εἴκοσι, καὶ πλάτους πηχῶν δέκα, καὶ εἶπε πρὸς με· Τὶ σὺ βλέπεις; Καὶ εἶπον· ὁρῶ δρέπανον πετόμενον Μήδους πηχῶν εἴκοσι, καὶ πλάτους δέκα πηχῶν· καὶ εἰσελεύσεται εἰς τὸν οἶκον, φησί, τοῦ ὀμνύοντος τῷ ὀνόματί μου, καὶ καταλύσει ἐν τῷ μέσῳ καὶ κατασκάψει τοὺς λίθους καὶ τὰ ξύλα». Τὶ ποτὲ ἐστι τὸ εἰρημένον, καὶ τίνος ἕνεκεν ἐν τάξει δρεπάνης ἡ τοῖς ὀμνύουσιν ἑπομένῃ τιμωρίᾳ φαίνεται, καὶ δρεπάνης πετομένης; Ἵνα τὸ ἄφυκτον τῆς δίκης καὶ τὸ ἀδιεξόδευτον τῆς κολάσεως ἴδῃς. Ξίφος μὲν γὰρ πετόμενον ἴσως τις διαδρᾶναι δυνήσεται, δρεπάνην δὲ εἰς τὸν τράχηλον ἐμπεσοῦσαν καὶ ἀντὶ σχοινίου γενομένην, οὐδεὶς ἂν διαφύγοι· ὅταν δὲ καὶ πτερὰ προσῇ, ποίᾳ λοιπὸν σωτηρίας ἐλπίς; Τίνος δὲ ἕνεκεν τοὺς λίθους καὶ τὰ ξύλα καταλύει τοῦ ὀμνύοντος; Ἵνα τοῖς ἄλλοις σωφρονισμὸς τὸ πάθος γένηται. Ἐπειδὴ γὰρ τὸν ὀμνύοντα ἀποθανόντα ἀνάγκη τῇ γῇ κρύπτεσθαι, ἡ οἰκίᾳ καταλυθεῖσα καὶ χῶμα γενομένη τοῖς παριοῦσιν ἅπασι καὶ βλέπουσι παραινέσεται διὰ τῆς ὄψεως, μὴ τὰ αὐτὰ τόλμαν, ἵνα μὴ τὰ αὐτὰ πάθωσι, καὶ κατήγορος ἔσται τῆς τοῦ τετελευτηκότος ἁμαρτίας διηνεκής. Οὐχ οὕτω κεντεῖ ξίφος, ὡς ὅρκους φύσις· οὐχ οὕτως ἀναιρεῖ μάχαιρα, ὡς ὅρκου πληγή. Ὁ ὀμόσας, κἂν δοκῇ ζῆν, ἤδη τετελεύτηκε, καὶ τὴν πληγὴ ἐδέξατο· καὶ καθάπερ ὁ τὸ σπαρτίον λαβών, καὶ πρὶν ἢ τὴν πόλιν ἐξελθεῖν, καὶ ἐπὶ τὸ βάραθρον ἐλθεῖν, καὶ δήμιον ἰδεῖν ἐφιστάμενον, τέθνηκεν ἅμα τῷ τὰς θύρας ἐξελθεῖν τοῦ δικαστηρίου, οὕτω καὶ ὁ ὀμόσας. Ταύτας λογιζώμεθα, καὶ μὴ ὁρκίζωμεν τοὺς ἀδελφούς. Τὶ ποιεῖς, ἄνθρωπε; Ἐπὶ τραπέζης ὁρκίζεις ἱερᾶς, καὶ ἔνθα ὁ Χριστὸς κεῖται τεθυμένος, ἐκεῖ τὸν ἀδελφὸν καταθύεις τὸν σόν; Καὶ οἱ μὲν λῃσταὶ ἐπὶ τῶν ὁδῶν θύουσι, σὺ δὲ ἔμπροσθεν τῆς μητέρος τὸν υἱὸν καταθύεις ἐναγέστερον τοῦ Κάϊν ἐργαζόμενος φόνον; Ἐκεῖνος μὲν γὰρ ἔθυσε τὸν ἀδελφὸν αὐτοῦ ἐπὶ τῆς ἐρημίας, καὶ τὸν παρόντα θάνατον· σὺ δὲ θύεις τὸν ἀδελφὸν ἐν μέσῳ τῆς ἐκκλησίας, καὶ τὸν μέλλοντα θάνατον τὸν ἀθάνατον. Μὴ γὰρ ἐκκλησία διὰ τοῦτο γέγονεν, ἵνα ὀμνύωμεν; Διὰ τοῦτο γέγονεν, ἵνα εὐχώμεθα. Μὴ γὰρ τράπεζα διὰ τοῦτο ἕστηκεν, ἵνα ὁρκίζωμεν; Διὰ τοῦτο ἕστηκεν, ἵνα τὰ ἁμαρτήματα λύωμεν, οὐχ ἵνα δεσμῶμεν.

Σὺ δὲ εἰ μηδὲν ἕτερον, αὐτὸ γοῦν τὸ βιβλίον αἰδέσθητι ὃ προτείνεις εἰς ὅρκον, καὶ τὸ Εὐαγγέλιον, ὃ μετὰ χεῖρας λαμβάνων κελεύεις ὀμνύναι, ἀνάπτυξον, καὶ ἀκούσας τὶ περὶ ὅρκων ὁ Χριστὸς ἐκεῖ διαλέγεται, φρίξον, καὶ ἀπόστηθι. Τὶ οὖν ἐκεῖ περὶ ὅρκων φησίν; «Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ὀμόσαι ὅλως»· σὺ δὲ τὸν νόμον τὸν κωλύοντα ὀμνύναι, τοῦτο ὅρκον ποιεῖς; Ὣ τῆς ὕβρεως! Ὣ τῆς παροινίας! Ταὐτὸν γὰρ ποιεῖς, ὥσπερ ἂν εἲ τις τὸν νομοθέτην τὸν κωλύοντα φονεύειν, αὐτὸν σύμμαχον κελεύοι γενέσθαι πρὸς τὴν σφαγήν. Οὐχ οὕτω στενῷ καὶ δακρύω σφαζομένους ἀκούων τινὰς ἐν ταῖς ὁδοῖς, ὡς στενῷ καὶ δακρύω καὶ φρίττω, ἐπειδὰν ἴδω τινὰ πλησίον τῆς τραπέζης ταύτης ἐλθόντα, καὶ τὰς χεῖρας θέντα, καὶ τῶν Εὐαγγελίων ἁψάμενον καὶ ὀμνύοντα. Περὶ χρημάτων ἀμφιβάλλεις, εἰπὲ μοι, καὶ ψυχὴν ἀναιρεῖς; Τὶ τοσοῦτον κερδαίνεις, ὅσον ζημιοῖς καὶ τὴν ψυχὴν σου, καὶ τὸν πλησίον; Εἰ μὲν πιστεύεις, ὅτι ἀληθὴς ἐστιν ὁ ἀνήρ, μὴ ἐπαγάγῃς τοῦ ὅρκου τὴν ἀνάγκην· εἰ δὲ οἶδας, ὅτι ψεύδεται, μὴ ἀναγκάσῃς ἐπιορκεῖν. Ἀλλ’ ἵνα πληροφορηθῶ, φησίν. Ὅταν μὲν οὖν μὴ ὁρκίσῃς, τότε ἱκανὴν δέξῃ πληροφορίαν. Νῦν μὲν γὰρ ἀναχωρήσας οἴκαδε κατεσθίῃ διηνεκῶς ὑπὸ τοῦ συνειδότος ταῦτα λογιζόμενος, ἆρα μὴ μάτην ὥρκωσα; Ἆρα μὴ ἐπιώρκησεν; Ἆρα μὴ ἐγὼ τῆς ἁμαρτίας ἐγενόμην ἀϊτός; Ἂν δὲ μὴ ὁρκώσῃς, ἀναχωρήσας οἴκαδε πολλὴν δέξῃ παραμυθίαν εὐχαριστῶν τῷ Θεῷ καὶ λέγων· Εὐλογητὸς ὁ Θεός, ὅτι κατέσχον ἐμαυτόν, καὶ οὐχ ὥρκωσα εἰκῆ οὐδὲ μάτην. Οἰμωζέτω τὸ χρυσίον, ἀπολλύσθω τὰ χρήματα, ὥστε πληροφορίαν ἡμῖν τοῦτο ἐντίθησι μάλιστα, τὸ μὴ παραβῆναι τὸν νόμον, μηδὲ ἕτερον ἀναγκάσαι τοῦτο ποιῆσαι. Ἐννοῆσαι διὰ τίνα οὐχ ὥρκωσας, καὶ ἀρκέσει σοι τοῦτο εἰς παραμυθίαν καὶ παράκλησιν. Πολλάκις γοῦν μάχης γινομένης ὑβριζόμενοι φέρομεν γενναίως, καὶ πρὸς τὸν ὑβρίζοντα λέγομεν· τὶ σοι ποιήσω; Ὁ δεῖνά με κωλύει, ὁ προστάτης ὁ σός, ἐκεῖνός μου κατέχει τὰς χεῖρας· καὶ ἀρκεῖ τοῦτο ἡμῖν εἰς παραμυθίαν. Οὕτω καὶ σύ, ἐπειδὰν μέλλῃς τινὰ ὁρκίζειν, ἐπίσχες σαυτὸν καὶ κώλυσον, καὶ εἰπὲ πρὸς τὸν μέλλοντα ὀμνύναι· τὶ σοι ποιήσω; Ὁ Θεὸς ἐκέλευσε μὴ ὁρκίζειν· ἐκεῖνός με κατέχει νῦν. Ἀρκεῖ τοῦτο καὶ εἰς τιμὴν τοῦ νομοθετήσαντος, καὶ εἰς ἀσφάλειαν σήν, καὶ εἰς φόβον τοῦ μέλλοντος ὀμνύναι. Ὅταν γὰρ ἐκεῖνος ἴδῃ, ὅτι ὁρκῶσαι ἑτέρους οὕτω δεδοίκαμεν, πολλῷ μᾶλλον αὐτὸς ὀμόσαι προπετῶς φοβηθήσεται· ἂν τοῦτο τὸ ῥῆμα φθέγξῃ, μετὰ πολλῆς οἴκαδε ἀναχωρήσεις τῆς πληροφορίας. Ἄκουσον γοῦν τοῦ Θεοῦ ἐν ταῖς ἐντολαῖς, ἵνα καὶ αὐτὸς ἀκούσῃ τοῦ ἐν ταῖς προσευχαῖς. Τοῦτο τὸ ῥῆμα ἐγγραφήσεται ἄνω, καὶ παραστήσεταί σοι ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, καὶ πολλὰς ἁμαρτίας διαλύσεται. Καὶ τοῦτο μὴ ἐπὶ τοῦ ὅρκου μόνον, ἀλλὰ καὶ ἐπὶ πάντων τῶν πραγμάτων λογιζώμεθα, καὶ ὅταν μέλλωμέν τι διὰ Θεὸν ποιεῖν ἀγαθόν, εἶτα φέρῃ ζημίαν τινά, μὴ τὴν ζημίαν τὴν ἐκ τοῦ πράγματος βλέπωμεν μόνον, ἀλλὰ καὶ τὸ κέρδος, ὃ καρπωσόμεθα ἐκ τοῦ διὰ τὸν Θεὸν ποιῆσαι. Οἶόν τι λέγω· ὕβρισέ σὲ τις; Φέρε γενναίως· οἴσεις δὲ γενναίως, ἂν μὴ τὴν ὕβριν ἐννοήσῃς μόνον, ἀλλὰ καὶ τὸ ἀξίωμα τοῦ κελεύοντος φέρειν, καὶ οἴσῃ πράως. Ἔδωκας ἐλεημοσύνην; Μὴ τὴν δαπάνην ἐννόει, ἀλλὰ καὶ τὴν πρόσοδον τὴν ἀπὸ τῆς δαπάνης. Ἐζημιώθης χρήματα; Εὐχαρίστησον, καὶ μὴ τὴν ὀδύνην τὴν ἀπὸ τῇ ζημίας ἴδῃς μόνον, ἀλλὰ καὶ τὸ κέρδος τὸ ἀπὸ τῆς εὐχαριστίας. Ἂν οὕτως ἑαυτοὺς ῥυθμίζωμεν, οὐδὲν ἡμᾶς λυπήσει τῶν ἐμπιπτόντων δεινῶν, ἀλλὰ καὶ κερδανοῦμεν ἀπὸ τῶν δοκούντων εἶναι λυπηρῶν, καὶ ζημία πλούτου, καὶ λύπη ἡδονῆς καὶ εὐφροσύνης, καὶ ὕβρις τιμῆς ἡδίων ἔσται καὶ ποθεινοτέρα, καὶ τὰ ἐναντία πάντα εἰς κέρδος ἡμῖν ἀποβήσεται· καὶ ἐνταῦθα πολλῆς ἀπολαυσόμεθα τῆς γαλήνης, κἀκεῖ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτευξόμεθα ἧς γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμή, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: ΟΜΙΛΙΑ ΙϚ’. Φημισθείσης εἰς τὸν ἄρχοντα πραίδας, καὶ πάντων πὲρ φυγῆς βουλευομένων, τοῦ ἄρχοντος εἰσελθόντος εἰς τὴν ἐκκλησίαν καὶ παρακαλέσαντος, ἐλέχθη ἡ παροῦσα ὁμιλία· καὶ περὶ τοῦ μὴ ὀμνύναι· καὶ εἰς τὸ ρητὸν τοῦ Ἀποστόλου, Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ.
Προηγούμενο: ΟΜΙΛΙΑ ΙΔ’. Τοῦ δήμου παντὸς ἀφεθέντος τῆς ἀγωνίας καὶ θαρσήσαντος, τινὲς πάλιν τὴν πόλιν ἐτάραξαν φοβερᾶς πλάττοντες φήμας, καὶ ἠλέγχθησαν· εἰς τοῦτό τε οὖν ἡ ὁμιλία εἴρηται, καὶ εἰς τὴν περὶ τῶν ὅρκων παραίνεσιν· διὸ καὶ ἡ κατὰ τὸν Ἰωνάθαν καὶ τὸν Σαοὺλ ἱστορία καὶ τὸν Ἰεφθάε παρήχθη, καὶ ἐδείχθη πόσαι ἐξ ἑνὸς ὅρκου γίνονται ἐπιορκίαι.
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 49
Ἀρχικὴ Σελίδα: Τέρτιος