Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 49

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΟΜΙΛΙΑ ΙΖ’. Εἰς τοὺς ἄρχοντας τοὺς παρὰ τοῦ βασιλέως Θεοδοσίου ἀποσταλέντας, Ἐλλέβιχον στρατηλάτην καὶ Καισάριον μάγιστρον, εἰς τὴν τῶν πεπλημμεληκότων ἐξέτασιν διὰ τὴν τῶν ἀνδριάντων καταστροφήν.
Προηγούμενο: ΟΜΙΛΙΑ ΙΕ’. Ἔτι εἰς τὴν συμφορὰν τῆς πόλεως Ἀντιοχείας, καὶ ὅτι χρήσιμον πανταχοῦ φόβος, καὶ ὅτι πένθος γέλωτος λυσιτελέστερον, καὶ εἰς τὴν ῥῆσιν τὴν λέγουσαν· Ἐπίγνωθι ὅτι ἐν μέσῳ παγίδων διαβαίνειν· καὶ ὅτι τοῦ φονεύειν τὸ ὁρκίζειν χεῖρον.
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 49

ΟΜΙΛΙΑ ΙϚ’. Φημισθείσης εἰς τὸν ἄρχοντα πραίδας, καὶ πάντων πὲρ φυγῆς βουλευομένων, τοῦ ἄρχοντος εἰσελθόντος εἰς τὴν ἐκκλησίαν καὶ παρακαλέσαντος, ἐλέχθη ἡ παροῦσα ὁμιλία· καὶ περὶ τοῦ μὴ ὀμνύναι· καὶ εἰς τὸ ρητὸν τοῦ Ἀποστόλου, Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ.

α’. Τὸν ἄρχοντα μὲν ἐπῄνεσα τῆς κηδεμόνας, ὅτι τεθορυβημένην τὴν πόλιν ἰδὼν καὶ πάντας περὶ φυγῆς βουλευομένους, εἰσελθὼν παρεκάλεσέ ὑμᾶς καὶ εἰς χρηστὰς ἤγαγαν ἐλπίδας· ὑπὲρ ὑμῶν δὲ ᾐσχύνθην καὶ ἠρυθρίασα, ὅτι τῆς ἔξωθεν ἐδεήθητε παρακλήσεως μετὰ τοὺς πολλοὺς καὶ μακροὺς λόγους ἐκείνους. Ηὐξάμην διαστῆναί μοι τὴν γῆν καὶ καταδῦναι, ὅτε ἤκουον αὐτοῦ πρὸς ὑμᾶς διαλεγομένου, καὶ νῦν μὲν παραμυθουμένου, νῦν δὲ αἰτιωμένου τὴν ἄκαιρον ταύτην καὶ ἄλογον δειλίαν. Οὐ γὰρ ὑμᾶς παρ’ ἐκείνου διδάσκεσθαι ἔδει, ἀλλ’ ὑμᾶς τοῖς ἀπίστοις ἅπασι γίνεσθαι διδασκάλους. Οὐ γὰρ δικάζεσθαι παρὰ τοῖς ἀπίστοις ὁ Παῦλος ἐπέτρεψον σὺ δὲ διδασκάλων τῶν ἔξωθεν ἐδεήθης μετὰ τὴν τοσαύτην τῶν πατέρων παραίνεσιν, καὶ δραπέται καὶ μαστιγίαι τινὲς πόλιν τοσαύτην ἀναπτέρωσαν καὶ εἰς φυγὴν ἐνέβαλον. Ποίοις ὀφθαλμοῖς ἀντιβλέψομεν λοιπὸν τοὺς ἀπίστους, οὕτω ψοφοδεεῖς ὄντες καὶ δειλοί; Ποίᾳ γλώττῃ πρὸς αὐτοὺς διαλεξόμεθα, καὶ πείσομεν θαῤῥεῖν ὑπὲρ τῶν ἐπιόντων δεινῶν, λαγωοῦ παντὸς δειλότεροι διὰ τῆς ἀγωνίας γενόμενοι ταύτης; Καὶ τὶ πάθωμεν, φησίν; Ἄνθρωποι γὰρ ἐσμεν. Δι’ αὐτὸ μὲν οὖν τοῦτο οὐ χρὴ θορυβεῖσθαι, ἐπειδὴ ἄνθρωποί ἐσμεν, καὶ οὐκ ἄλογα. Ἐκεῖνα ἀπὸ ψόφων καὶ κτύπων ἅπαντα σοβεῖται· οὐ γὰρ ἔχει λογισμὸν τὸν δυνάμενον ἀποκρούσασθαι τὸ δέος· σὺ δὲ λόγῳ καὶ λογισμῷ τετιμημένος, πῶς εἰς τὴν ἐκείνων καταπίπτεις δυσγένειαν; Εἰσῆλθέ τις, ἀπήγγειλεν ἔφοδον τὰ γόνατα, τὸν Δεσπότην σου παρακάλεσον, στέναξον πικρόν, καὶ ἀποκρούσεται τὸ δεινόν. Σὺ μὲν στρατιωτῶν ἔφοδον ἀκούσας οὐκ ἀληθῆ, καὶ τῆς ζωῆς ἐκινδύνευσας ἀποῤῥαγῆναι τῆς παρούσης· ὁ δὲ μακάριος Ἰὼβ ἐκεῖνος ἐπαλλήλων ἀγγέλων ἐρχομένων, καὶ τὰ δεινὰ ἀπαγγελλόντων ἀκούων, καὶ προσθέντων τὴν ἀφόρητον τῶν παίδων ἀπώλειαν, οὐκ ἀνῴμωξεν, οὐκ ἐστέναξεν, ἀλλ’ ἐπὶ προσευχὴν ἐτρέπετο, καὶ ηὐχαρίστει τῷ Δεσπότῃ. Τοῦτον καὶ σὺ μίμησαι· καὶ ὅταν ἐλθὼν τις ἀπαγγείλῃ ὅτι στρατιῶται τὴν πόλιν ἐκύκλωσαν καὶ τὰς οὐσίας διαρπάζειν μέλλουσι, πρὸς τὸν Δεσπότην σου κατάφυγε, καὶ εἰπέ· «Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλατο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας». Ἐκεῖνον οὐκ ἐφόβησεν ἡ πείρᾳ τῶν πραγμάτων, σὲ καὶ ἡ ἀκοὴ μόνῃ πτοεῖ; Καὶ τίνος ἂν εἴημεν ἄξιοι λόγου, οἱ καὶ θανάτου κατατολμᾷν κελευσθέντες, καὶ ὑπὸ φήμης ψεύδους οὕτω πτοούμενοι; Ὁ θορυβούμενος καὶ τὸν οὐκ ὄντα φόβον συνίστησι καὶ ταραχὴν τὴν μὴ φαινομένην· ὁ δὲ ἐν καταστάσει καὶ γαλήνῃ ψυχῆς ὢν καὶ τὸν ὄντα διαλύει. Οὐχ ὁρᾷς τοὺς κυβερνήτας, ὅτι τῆς θαλάσσης μαινομένης, νεφῶν συντρεχόντων, βροντῶν καταῤῥηγνυμένων, πάντων τῶν ἐπὶ τοῦ πλοίου θορυβουμένων, ἐπὶ τῶν οἰάκων αὐτοὶ κάθηνται, χωρὶς θορύβου καὶ ταραχῆς τῇ τέχνῃ τῇ ἑαυτῶν προσέχοντες, καὶ σκοποῦντες, ὅπως τὸν ἐπιόντα διακρούσωνται χειμῶνα; Τούτους καὶ σὺ μίμησαι, καὶ τῆς ἱερᾶς ἀγκύρας ἐπιλαβόμενος, τῆς εἰς τὸν Θεὸς ἐλπίδος, ἄσειστος μένε καὶ ἀπερίτρεπτος. «Πᾶς ὅστις ἀκούει μου τοὺς λόγους τούτους, φησί, καὶ οὐ ποιεῖ αὐτούς, ὁμοιωθήσεται ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησεν αὐτοῦ τὴν οἰκίαν ἐπὶ τὴν ἄμμον, καὶ κατέβη ἡ βροχή, καὶ ἦλθον οἱ ποταμοί, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέῤῥηξαν τῇ οικιᾳ ἐκείνῃ, καὶ κατέπεσε καὶ ἦν πτῶσις αὐτῆς μεγάλη». Ὁρᾷς ὅτι ἀνοίας ἐστὶ τὸ προκαταπίπτειν καὶ περιτρέπεσθαι; Μᾶλλον δὲ ἡμεῖς οὐδὲ κατὰ τὸν μωρὸν ἐκεῖνον ἐγενόμεθα, ἀλλὰ καὶ ἐκείνου ἀθλιώτερον κατεπέσομεν. Ἐκείνου μὲν γὰρ ἡ οἰκίᾳ μετὰ ποταμούς, μετὰ τὸ κατενεχθῆναι τὸν ὑετόν, μετὰ τὸ προσπεσεῖν τοὺς ἀνέμους κατέπεσεν· ἡμεῖς δὲ οὐκ ἀνέμων ἐνεχθέντων, οὐ ποταμῶν προσρηξάντων, οὐ πνευμάτων προσβαλόντων, πρὸς τῆς πείρας τῶν δεινῶν ἀπὸ τῆς ἀκοῆς μόνης περιετράπημεν, καὶ πάντα, ἅπερ ἐφιλοσοφοῦμεν, ἐξεχέαμεν. Ποίαν οἴεσθέ μοι τὴν διάνοιαν εἶναι νῦν; Πῶς ἐγκαλύπτεσθαι; Πῶς καταδύεσθαι; Πῶς ἐρυθριᾶν; Εἰ μὴ πολλὴν παρὰ τῶν πατέρων ὑπέστην ἀνάγκην, οὐδ’ ἂν ἀνέστην, οὐδ’ ἂν διελέχθην ὑπὸ τῆς ἀθυμίας σκοτωθεὶς τῆς ἐπὶ τῇ μικροψυχίᾳ τῇ ὑμετέρᾳ ἀλλ’ οὐδὲ νῦν δεδύνημαι εἰς ἐμαυτὸν ἐπανελθεῖν· οὕτω μοι θυμὸς καὶ ἀθυμίᾳ πολιορκεῖ τὴν ψυχήν. Τὶς γὰρ οὐκ ἐν ἀγανακτήσειε, τὸς οὐκ ἂν δυσχεράνειεν, ὅταν μετὰ τοσαύτην διδασκαλίαν, Ἑλλήνων δέησθε διδασκάλων εἰς τὸ παρακληθῆναι καὶ πεισθῆναι γενναίως ἐνεγκεῖν τὸν παρόντα φόβον; Εὔξασθαι τοίνυν δοθῆναι λόγον ἡμῖν ἐν ἀνοίξει τοῦ στόματος ὑμῶν, δυνηθῆναί τε τὴν ἀθυμίαν ὑμᾶς ἀποτινάξασθαι ταύτην καὶ μικρὸν ἀναστῆναι. Καὶ γὰρ σφόδρα κατέβαλεν ἡμῶν τὴν ψυχὴν ἡ ὑπὲρ τῆς ὑμετέρας μικροψυχίας αἰσχύνη.

β’. Πολλὰ πρὼν διελέχθην πρὸς τὴν ὑμετέραν ἀγάπην καὶ περὶ παγίδων τῶν πανταχόθεν ἡμῖν κειμένων, καὶ περὶ φόβου καὶ ἀθυμίας, καὶ περὶ πένθους καὶ ἡδονῆς, καὶ περὶ τῆς δρεπάνης τῆς ἐπὶ τὰς οἰκίας τῶν ὀμνυόντων πετομένης ἀπὸ τῶν πολλῶν δὴ μάλιστα τούτων ἁπάντων ἐκεῖνα διαμνημονεύσατέ μοι τὰ περὶ τῆς δρεπάνης εἰρημένα τῆς πετομένης, καὶ εἰς τὴν οἰκίαν τοῦ ὀμνύοντος καταλυούσης, καὶ τοὺς λίθους καὶ τὰ ξύλα κατασκαπτούσης καὶ δαπανώσης ἅπαντα. Καὶ μετὰ τούτου κἀκεῖνο φυλάττετε, ὅτι τῆς ἐσχάτης ἀνοίας ἐστίν, Εὐαγγέλιον λαμβάνοντας ὀμνύναι, καὶ τὸν νόμον τὸν κωλύοντα ὀμνύναι, τοῦτο ὅρκον ποιεῖσθαι· καὶ ὅτι βέλτιον ζημιοῦσθαι χρήματα, ἢ τοῖς πλησίον ὅρκον ἐπαγαγεῖν· ὅτι ἱκανὴ τοῦτο εἰς τὸν Θεὸν γίνεται τιμή. Ὅταν γὰρ εἴπῃς τῷ Θεῷ, ὅτι Διὰ σὲ οὐχ ὥρκωσα τὸν δεινὰ τὸν κεκλοφότα καὶ κακουργήσαντα, ἀντὶ ταύτης σοι τῆς τιμῆς πολλὴν καὶ κατὰ παρὸν καὶ μετὰ ταῦτα ἀποδώσει τὴν ἀμοιβήν. Ταῦτα καὶ πρὸς ἑτέρους λέγετε, καὶ αὐτοὶ διαφυλάττετε. Οἶδα ὅτι ἐνταῦθα εὐλαβέστεροι γινόμεθα, καὶ πᾶσαν πονηρὰν συνήθειαν ἀποτιθέμεθα· ἀλλὰ τὸ ζητούμενον τοῦτό ἐστιν, ἵνα μὴ ἐνταῦθα φιλοσοφῶμεν μόνον, ἀλλ’ ἵνα καὶ ἔξω τὴν εὐλάβειαν ταύτην λαβόντες ἀπέλθωμεν, ὅπου μάλιστα αὐτῆς δεόμεθα. Καὶ γὰρ οἱ ὑδρευόμενοι οὐ παρὰ τὴν κρήνην μόνον ἔχουσι πεπληρωμένα τὰ ἀγγεῖα, οἴκοι δὲ ἀπελθόντες κενοῦσιν, ἀλλ’ ἐκεῖ μάλιστα αὐτὰ μετὰ ἀσφαλείας ἀποτίθενται, ὥστε μὴ περιτραπῆναι καὶ μάταιον γενέσθαι τὸν πόνον. Τούτους καὶ ἡμεῖς μιμησώμεθα, καὶ οἴκοι γενόμενοι τηρῶμεν μετὰ ἀκριβείας τὰ εἰρημένα· ὡς ἐὰν ἐνταῦθα μὲν ἦτε πεπληρωμένοι, οἴκοι δὲ ἀναχωρῆτε κενοί, τὰ ἀγγεῖα τῆς διανοίας ὑμῶν ἔρημα τῆς ἀκροάσεως ἔχοντες, οὐδὲν ἔσται ἐκ τῆς ἐνταῦθα πληρώσεως ὑμῖν ὄφελος. Μὴ μοι δείξῃς ἐν τῇ παλαίστρᾳ τὸν ἀθλητήν, ἀλλ’ ἐν τῷ σκάμματι· μὴ μοι τὴν εὐλάβειαν κατὰ τὸν καιρὸν τῆς ἀκροάσεως, ἀλλὰ κατὰ τὸν καιρὸν τῆς πράξεως. Ἐπαινεῖς τὰ λεγόμενα νῦν· ὅταν σε δέῃ ὀμόσαι, πάντων αὐτῶν ἀναμνήσθητε τότε. Ἂν ταχέως τοῦτον κατορθώσητε τὸν νόμον, καὶ ἐφ’ ἕτερα μείζονα τὴν διδασκαλίαν προάξομαι. Ἰδοὺ δεύτερον ἔτος ἔχω τοῦτο πρὸς τὴν ὑμετέραν διαλεγόμενος ἀγάπην, καὶ οὐδὲ ἑκατὸν στίχους τῶν Γραφῶν ὑμῖν ἴσχυσα ἐξηγήσασθαι· τὸ δὲ αἴτιον, ὅτι παρ’ ἡμῶν δέεσθε μανθάνειν, ἅπερ οἴκοθεν καὶ παρ’ ἑαυτῶν δύνασθε κατορθοῦν· καὶ τὸ πλέον ἡμῖν τῆς παραινέσεως εἰς τὸν ἠθικώτερον ἀναλίσκεται λόγον. Ταῦτα δὲ οὐκ ἐχρῆν οὕτω γίνεσθαι ἀλλὰ τὴν μὲν τῶν τρόπων ἐπιμέλειαν οἴκοθεν ὑμᾶς καὶ παρ’ ἑαυτῶν παιδεύεσθαι, τῶν Γραφῶν, δὲ τὰ νοήματα καὶ τὰς θεωρίας ἡμῖν ἐπιτρέπειν. Εἰ δὲ καὶ ἐχρῆν καὶ παρ’ ἡμῶν ὑμᾶς ἀκοῦσαι, πλέον μιᾶς ἡμέρας οὐκ ἔδει· οὐδὲ γὰρ ποικίλον τι καὶ δυσεύρετόν ἐστι τὸ λεγόμενον, οὐδὲ κατασκευῆς δεόμενόν τινος. Ὅταν γὰρ ὁ Θεὸς ἀποφαίνηται, σοφισμῶν οὐκ ἔστι καιρός. Ὁ Θεὸς εἶπε· «Μὴ ὀμόσῃς»· μὴ ἀπαίτει με λοιπὸν εὐθύνας. Νόμος ἐστὶ βασιλικός· ὁ θεὶς αὐτὸν οἶδε τὸν λόγον τοῦ νόμου· εἰ μὴ συμφέρον ἦν, οὐκ ἂν ἐκώλυσε, οὐκ ἂν ἀπηγόρευσε. Βασιλεῖς εἰσφέρουσι νόμους, καὶ οὐχ ἅπαντας συμφερόντως πολλάκις· ἄνθρωποι γὰρ εἰσι καὶ οὐκ ἂν δύναιντο τὸ χρήσιμον οὕτως εὑρεῖν, ὥσπερ ὁ Θεός, ἀλλ’ ὅμως οὕτω πειθόμεθα· κἂν γυναῖκας ἀγώμεθα, κἂν διαθήκας ποιῶμεν, κἂν οἰκέτας ὠνεῖσθαι μέλλωμεν, κἂν οἰκίας, κἂν ἀγρούς, καὶ ὁτιοῦν ἕτερον ποιεῖν, οὐκ οἰκείᾳ γνώμῃ ταῦτα πράττομεν, ἀλλ’ ὅπως ἂν ἐκεῖνοι διατάξωσι, καὶ τῇ ἡμῶν αὐτῶν διαθέσθαι κατὰ γνώμην τὴν ἡμετέραν οὐκ ἐσμεν κύριοι καθόλου· ἀλλὰ πολλαχοῦ ταῖς ἐκείνων δουλεύομεν γνώμαις, κἂν ποιήσωμέν τι παρὰ τὸ δοκοῦν ἐκείνοις, ἄκυρον καὶ ἄχρηστον γίνεται. Εἶτα τοῖς μὲν τῶν ἀνθρώπων νόμοις τοσαύτην ἀπονέμομεν τιμήν, τοὺς δὲ τοῦ Θεοῦ νόμους οὕτω καταπατήσομεν, εἰπὲ μοί; Καὶ ποῖαι ταῦτα ἀπολογίας ἄξια; Ποίας συγγνώμης; Εἶπε· «Μὴ ὀμόσῃς»· μὴ ἀντινομοθετήσῃς αὐτῷ διὰ τῶν πραγμάτων, ἵνα μετὰ ἀσφαλείας ἅπαντα καὶ ποιῇς καὶ λέγῃς.

γ’. Ἀλλὰ περὶ μὲν τούτων ἅλις· φέρε δὲ μίαν ῥῆσιν ἐκ τῶν σήμερον ἀναγνωσθέντων παραθέντες ὑμῖν, καταπαύσωμεν τὸν λόγον· «Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ, φησί, καὶ Τιμόθεος ὁ ἀδελφός». Μέγας ὁ τοῦ Παύλου χρηματισμός, οὐκ ἀρχῆς καὶ τιμῆς ὄνομα, ἀλλὰ δεσμὰ καὶ ἁλύσεις· ἀληθῶς μέγας· καίτοι πολλὰ αὐτὸν ἕτερα λαμπρὸν ποιεῖ, τὸ εἰς οὐρανὸν ἁρπαγῆναι τρίτον, τὸ εἰς παράδεισον ἀπενεχθῆναι, τὸ ἀκοῦσαι ἄῤῥητα ῥήματα· ἀλλ’ οὐδὲν τούτων ἔθηκεν, ἀλλ’ ἀντὶ πάντων τὴν ἅλυσιν· αὕτη γὰρ αὐτὸν ἐκεῖνον ἐπιφανέστερον ἐποίει καὶ λαμπρότερον. Τὶ δήποτε; Ὅτι ἐκεῖνα μὲν τῆς τοῦ Δεσπότου φιλανθρωπίας ἐστὶ χαρίσματα, ταῦτα δὲ τῆς καρτερίας τοῦ δούλου, καὶ τῆς ὑπομονῆς δείγματα· ἔθος δὲ τοῖς φιλοῦσιν ἐπ’ ἐκείνοις μᾶλλον φρονεῖν, ἐφ’ οἷς ἂν πάσχωσιν ὑπὲρ τῶν φιλουμένων, ἢ ἐφ’ οἷς ἂν εὐεργετῶνται παρ’ αὐτῶν. Οὐχ οὕτω βασιλεὺς ἐπὶ τῷ διαδήματι ἐναβρύνεται, ὡς ἐκεῖνος ἐπὶ τοῖς δεσμοῖς ἐκαλλωπίζετο· καὶ μάλα εἰκότως. Διάδημα μὲν γὰρ κόσμον μόνον φέρει τῇ στεφανουμένῃ κεφαλῇ, ἡ δὲ ἅλυσις καὶ κόσμον πολλῷ μείζονα καὶ ἀσφάλειαν. Ὁ Στέφανος ὁ βασιλικὸς πολλάκις προὔδωκε τὴν περικειμένην αὐτὸν κεφαλήν, καὶ μυρίους ἐπιβούλους ἐπεσπάσατο, καὶ εἰς τυραννίδος ἐπιθυμίαν ἐκάλεσε· καὶ ἐν πολέμοις δὲ οὕτως ἐστὶν ἐπισφαλὴς ὁ κόσμος οὗτος, ὡς κρύπτεσθαι αὐτὸν καὶ ἀποτίθεσθαι. Οἱ γοῦν βασιλεῖς ἐν πολέμοις τὸ σχῆμα ἀμείβοντες, οὕτως ἑαυτοὺς τοῖς πολεμοῦσιν ἀναμιγνύουσι· τοσαύτη ἡ προδοσία ἀπὸ τοῦ στεφάνου γίνεται. Ἡ δὲ ἅλυσις οὐδὲν τοιοῦτον προξενεῖ τοῖς ἔχουσιν, ἀλλὰ τοὐναντίον ἅπαν· ὅταν ὁ πόλεμος ᾖ καὶ παράταξις πρὸς τοὺς δαίμονας καὶ τὰς περικείμενος ἀποκρούεται τὰς ἐκείνων ἐφόδους. Καὶ τῶν μὲν ἀρχόντων τῶν ἔξωθεν πολλοὶ οὐχ ἡνίκα ἂν ἄρχωσιν, ἀλλὰ καὶ ἡνίκα ἂν παραλυθῶσι τῆς ἀρχῆς, περιφέρουσιν αὐτῆς τὸ ὄνομα.

Ὁ δεῖνα ἐξ ὑπάτων λέγοντες, ὁ δεῖνα ἐξ ὑπάρχων· οὗτος δὲ ἀντὶ πάντων τούτων, «Παῦλος δέσμιος», φησί· καὶ μάλα εἰκότως. Ἐκεῖναι μὲν γὰρ αἱ ἀρχαὶ οὐ πάντως εἰσὶ τῆς κατὰ ψυχὴν καὶ φίλων κολακείας δέονται· αὕτη δὲ ἡ ἀρχὴ ἡ ἀπὸ τῶν δεσμῶν τῆς κατὰ ψυχὴν φιλοσοφίας ἐστὶν ἔνδειγμα, καὶ τοῦ περὶ τὸν Χριστὸν πόθου τεκμήριον μέγιστον· κἀκεῖναι μὲν ἀποπηδῶσι ταχέως, αὕτη δὲ οὐκ ἔχει τὸν διαδεξόμενον ἡ ἀρχή. Ἰδοὺ γοῦν ἐξ ἐκείνου μέχρι νῦν πόσος διαγέγονε χρόνος, καὶ λαμπρότερον τὸ ὄνομα τοῦ δεσμίου γέγονε τούτου· καὶ ὕπατοι μὲν ἅπαντες, ὅσοι γεγόνασιν ἐν τοῖς ἔμπροσθεν χρόνοις, σεσίγηνται καὶ οὐδὲ ἐκ προσηγορίας εἰσὶ γνώριμοι τοῖς πολλοῖς· τὸ δὲ τοῦ δεσμίου τούτου ὄνομα τοῦ μακαρίου Παύλου πολὺ μὲν ἐνταῦθα, πολὺ δὲ ἐν τῇ βαρβάρων χώρᾳ πολὺ δὲ παρὰ Σκύθαις καὶ Ἰνδοῖς, κἂν πρὸς αὐτὰ τῆς οἰκουμένης ἔλθῃς τὰ πέρατα, ταύτης ἀκούσῃ τῆς προσηγορίας, καὶ ὅπουπερ ἂν τις ἀφίκηται, Παῦλον πανταχοῦ ἐν τοῖς ἁπάντων στόμασι περιφερόμενον εἴσεται. Καὶ τὶ θαυμαστόν, εἰ ἐν γῇ καὶ θαλάττῃ, ὅπου γε καὶ ἐν τοῖς οὐρανοῖς πολὺ τὸ ὄνομα Παύλου παρὰ τοῖς ἀγγέλοις, παρὰ τοῖς ἀρχαγγέλοις καὶ ταῖς ἄνω ἄνω δυνάμεσι καὶ τῷ τούτων βασιλεῖ Θεῷ; Καὶ ποταπὰ ἦν ἐκεῖνα, φησί, τὰ δεσμά, ὅτι τοσαύτην ἤνεγκε τῷ δεδεμένῳ τὴν δόξαν; Οὐκ ἀπὸ σιδήρου κατεσκεύαστο; Ἀπὸ σιδήρου μὲν κατεσκεύαστο, ἀλλὰ πολλὴν εἶχεν ἐπανθοῦσαν τοῦ Πνεύματος τὴν χάριν, ἐπειδὴ διὰ τὸν Χριστὸν αὐτὰ περιέκειτο. Ὣ τοῦ θαύματος! Οἱ δοῦλοι ἐδέθησαν, ὁ Δεσπότης ἐσταυρώθη, καὶ τὸ κήρυγμα καθ’ ἑκάστην αὔξεται τὴν ἡμέραν, καὶ διὰ πραγμάτων, δι’ ὧν ἐνομίζετο κωλύεσθαι, διὰ τούτων ἀνήφθη· καὶ σταυρός, καὶ δεσμά, ἅπερ ἐδόκει βδέλυγμα εἶναι, ταῦτα νῦν σωτηρίας σύμβολα γέγονε, καὶ παντὸς χρυσίου τὸ σίδηρον ἐκεῖνο ἡμῖν τιμιώτερον ἦν, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν αἰτίαν ταύτην καὶ τὴν ὑπόθεσιν. Ἀλλ’ ὁρῶ τι καὶ ζήτημα τικτόμενον ἡμῖν ἐντεῦθεν· κἂν προσέχητε μετὰ ἀκριβείας, καὶ τὸ ζητούμενον ἐρῶ, καὶ τὴν λύσιν προσθήσω. Τὶ ποτ’ οὖν ἐστι τὸ ζητούμενον. Εἰσελθὼν οὗτος ὁ Παῦλος ποτε πρὸς τῇ Φῆστον, καὶ διαλεγόμενος αὐτῷ, καὶ ἀπολογούμενος περὶ τῶν ἐγκλημάτων ὧν ἐπήγαγον οἱ Ἰουδαῖοι, καὶ λέγω πῶς εἶδε τὸν Ἰησοῦν, πῶς ἤκουσε τῆς μακαρίας ἐκείνης φωνῆς, πῶς διὰ πηρώσεως ἀνέβλεψε, πῶς ἔπεσε καὶ ἀνέστη, πῶς εἰσῆλθεν αἰχμάλωτος εἰς Δαμάσκον χωρὶς δεσμίων δεδεμένος, καὶ περὶ προφητῶν καὶ νόμου διαλεχθείς, καὶ δείξας ὅτι κἀκεῖνοι προεῖπον ταῦτα ἅπαντα, εἶλε τὸν δικάζοντα, καὶ σχεδὸν ἔπεισε πρὸς ἑαυτὸν μεταστῆναι.

δ’. Τοιαῦται γὰρ τῶν ἁγίων αἱ ψυχαί· ἐπειδὰν εἰς κινδύνους ἐμπέσωσιν, οὐχ ὅπως ἀπαλλαγῶσι τῶν κινδύνων σκοποῦσιν, ἀλλ’ ὅπως τοὺς ἐμβάλλοντας θηρεύσαιεν, ἅπαντα πράττουσι· καθάπερ οὖν καὶ τότε ἐγένετο· εἰσῆλθεν ἀπολογησόμενος, καὶ τὸν δικαστὴν λαβὼν ἀπῄει. Καὶ ταῦτα αὐτὸς ὁ δικαστὴς ἐμαρτύρησε λέγων· «Ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν γενέσθαι». Τοῦτο καὶ σήμερον γενέσθαι ἐχρῆν, καὶ τὸν ἄρχοντα τοῦτο θαυμάσαι ὑμῶν τὴν μεγαλοψυχίαν, τὴν φιλοσοφίαν, τὴν ἡσυχίαν ἅπασαν, καὶ ἐκ τῆς καταστάσεως ὑμῶν διδασκαλίαν λαβόντα ἀπελθεῖν, θαυμάσαι τὸν σύλλογον, ἐπαινέσαι τὸ συνέδριον, μαθεῖν καὶ ἀπ’ αὐτῶν τῶν πραγμάτων, ὅσον τὸ μέσον Ἑλλήνων τε καὶ Χριστιανῶν. Ἀλλ’, ὅπερ ἔλεγον, ἐπειδὴ αὐτὸν εἷλεν ὁ Παῦλος, κἀκεῖνος εἶπεν, «Ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν γενέσθαι», ἀπεκρίνατο ὁ Παῦλος οὕτως· «Εὐξαίμην ἂν ἔγωγε, καὶ ἐν ὀλίγῳ καὶ ἐν πολλῷ, οὐ μόνον σέ, ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντας μου γενέσθαι Χριστιανοὺς ἄνευ τῶν δεσμῶν τούτων». Τὶ λέγεις, ὦ Παῦλε; Ὅταν μὲν ἐφεσίοις γραφῆς, λέγεις· «Παρακαλῶ οὖν ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν Κυρίῳ, ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε»· καὶ ὅταν πρὸς Τιμόθεον διαλέγῃ· «Ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν, ὡς κακοῦργος»· καὶ ὅταν πρὸς Φιλήμονα πάλιν· «Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ»· καὶ ὅταν Ἰουδαίοις συνδικάζῃ, λέγεις· «Ἕνεκα τῆς ἐλπίδος τοῦ Ἰσραὴλ τὴν ἅλυσιν ταύτην περίκειμαι»· καὶ Φιλιππησίοις γραφῶν ἔλεγες· «Ὥστε τοὺς πλείονας τῶν ἀδελφῶν, πεποιθότας τοῖς δεσμοῖς μου, περισσοτέρως τολμᾶν ἀφόβως τὸν λόγον λαλεῖν»· πανταχοῦ τὴν ἅλυσιν περιφέρεις, πανταχοῦ τὰ δεσμὰ προβάλλῃ, καὶ καυχᾶσαι ἐπὶ τῷ πράγματι· εἰς δικαστήριον δὲ ἐλθὼν προέδωκας τὴν φιλοσοφίαν, ὅτε μάλιστα παῤῥησιάσασθαι ἔδει, καὶ τῷ δικαστῇ λέγεις· «Εὐξαίμην ἂν σε γενέσθαι Χριστιανὸν ἄνευ τῶν δεσμῶν τούτων»; Καὶ μὴν εἰ καλὰ τὰ δεσμά, καὶ οὕτω καλά, ὥστε παρέχειν καὶ ἑτέροις θαῤῥεῖν εἰς τὸν ὑπὲρ τῆς εὐσεβείας λόγον (σὺ γὰρ αὐτὸ τοῦτο ἔφθης εἰπών, ὅτι οἱ πλείονες τῶν ἀδελφῶν πεποιθότες τοῖς δεσμοῖς μου τὸν λόγον ἐλάλουν ἀφόβως), τίνος ἕνεκεν ἐπὶ τοῦ δικαστοῦ οὐκ ἐγκαλλωπίζῃ τῷ πράγματι, ἀλλὰ καὶ τοὐναντίον ποιεῖς; Ἆρα οὐ δοκεῖ ζήτημα εἶναι τὸ λεγόμενον; Ἀλλὰ ταχίστην ἐπάγω τὴν λύσιν. Οὐ γὰρ ἐξ ἀγωνίας οὐδὲ δειλίας ὁ Παῦλος τοῦτο ἐποίησεν, ἀλλ’ ἀπὸ σοφίας πολλῆς καὶ συνέσεως πνευματικῆς· καὶ πῶς, ἐγὼ λέγω. Πρὸς Ἕλληνα διελέγετο καὶ ἄπιστον, καὶ οὐκ εἰδότα τὰ ἡμέτερα. Οὐκ ἐβούλετο τοίνυν αὐτὸν ἀπὸ τῶν φορτικῶν ἐναγαγεῖν, ἀλλ’ ὥσπερ ἔλεγεν, «Ἐγενόμην τοῖς ἀνόμοις ὡς ἄνομος», τοῦτο καὶ ἐνταῦθα ἔπραττεν. Ἂν ἀκούσῃ δεσμά, φησί, καὶ θλίψεις, εὐθέως ἀποπηδᾷ· οὐκ οἶδε τῶν δεσμῶν τὴν δύναμιν· γενέσθω πρότερον πιστός, γευσάσθω τοῦ κηρύγματος, καὶ τότε καὶ αὐτὸς ἐπιδραμεῖται τοῖς δεσμοῖς τούτοις. Ἤκουσα τοῦ Δεσπότου μου λέγοντος, ὅτι «Οὐδεὶς ἐπιβάλλει ἐπίβλημα ῥάκους ἀγνάφου ἐπὶ ἱματίῳ παλαιῷ, ἐπεὶ αἴρει τὸ πλήρωμα αὐτοῦ, καὶ χεῖρον τὸ σχίσμα γίνεται· οὐδὲ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς παλαιούς, ἐπεὶ ῥήγνυνται οἱ ἀσκοί». Ἡ ψυχὴ ἡ τούτου ἱμάτιόν ἐστι παλαιόν, καὶ ἀσκὸς παλαιός· οὐκ ἀνενεώθη τῇ πίστει, οὐκ ἀνεκαινίσθη τῇ τοῦ Πνεύματος χάριτι, ἀσθενὴς ἐστιν ἔτι καὶ γήινος, βιωτικὰ φρονεῖ, καὶ πρὸς τὴν κοσμικὴν φαντασίαν ἐπτόηται, δόξης ἐρᾷ τῆς παρούσης. Ἂν ἐκ προοιμίων εὐθέως ἀκούσῃ, ὅτι γενόμενος Χριστιανὸς δεσμώτης εὐθέως γενήσεται καὶ ἅλυσιν περικείσεται, αἰσχυνθεὶς καὶ ἐρυθρίασας ἀποπηδήσεται τοῦ κηρύγματος· διὰ τοῦτό φησιν, «Ἄνευ τῶν δεσμῶν τούτων», οὐκ αὐτὰ τὰ δεσμὰ παραιτούμενος, μὴ γένοιτο! Ἀλλ’ ἐκείνου τῇ ἀσθενείᾳ συγκαταβαίνων, ἐπεὶ αὐτὸς οὕτως αὐτὰ φιλεῖ καὶ ἀσπάζεται, ὡς γυνὴ φιλόκοσμος τὰ χρυσία τὰ ἑαυτῆς.

Πόθεν τοῦτο δῆλον; «Χαίρω ἐν τοῖς παθήμασί μου, φησί, καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκὶ μου». Καὶ πάλιν· «Ὅτι ὑμῖν ἐχαρίσθη ἀπὸ τοῦ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν». Καὶ πάλιν· «Οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν». Εἰ τοίνυν χαίρει καὶ καυχᾶται, καὶ χάρισμα τὸ πρᾶγμα καλεῖ, εὔδηλον ὅτι διὰ τὴν αἰτίαν ταύτην πρὸς τὸν δικαστὴν διαλεγόμενος ταῦτα ἔλεγεν· ἐπεὶ καὶ εἰς ἀνάγκην ἀλλαχοῦ πάλιν ἐμπεσὼν τοῦ καυχήσασθαι, τοῦτο αὐτὸ ἐνδείκνυται λέγων· «Ἥδιστα οὖν καυχήσομαι, φησίν, ἐν ταῖς ἀσθενείαις μου, ἐν ἀνάγκαις, ἐν ὕβρεσιν, ἐν διωγμοῖς, ἐν στενοχωρίαις, ἵνα ἐπισκηνώσῃ ἐπ’ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ»· καὶ πάλιν· «Εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας μου καυχήσομαι». Καὶ ἀλλαχοῦ συγκρίνων ἑαυτὸν ἑτέροις, καὶ τὴν κατὰ σύγκρισιν ὑπεροχὴν ἡμῖν ἐνδεικνύμενος, οὑτωσὶ πὼς φησι· «Διάκονοι Χριστοῦ εἰσι· παραφρονῶν λαλῶ, ὑπὲρ ἐγώ»· καὶ δεῖξαι βουλόμενος τὴν ὑπεροχήν, οὐχ ὅτι νεκροὺς ἀνέστησεν, οὐδ’ ὅτι δαίμονας ἀπήλασεν, οὐδ’ ὅτι λεπροὺς ἐκαθάρισεν, οὐδ’ ὅτι ἄλλο τι τῶν τοιούτων ἐποίησεν, εἶπεν, ἀλλὰ τί; Ὅτι τὰ μυρία ἔπαθε δεινά. Εἰπὼν γοῦν, ὅτι «Ὑπὲρ ἐγώ», ἐπήγαγε τῶν πειρασμῶν τὸ πλῆθος οὕτω λέγων· «Ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν θανάτοις πολλάκις, ἐν φυλακαῖς περισσοτέρως· ὑπὸ Ἰουδαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον, τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην· τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα», καὶ τὰ λοιπὰ ἅπαντα. Οὕτω πανταχοῦ καυχᾶται ἐν ταῖς θλίψεσιν ὁ Παῦλος, καὶ ἐγκαλλωπίζεται τῷ πράγματι μεθ’ ὑπερβολῆς· καὶ μάλα εἰκότως. Τοῦτο γὰρ ἐστιν ὃ μάλιστα τὴν δύναμιν ἐνδείκνυται τοῦ Χριστοῦ, ὅτι διὰ τοιούτων ἐκράτησαν οἱ ἀπόστολοι, διὰ δεσμῶν καὶ θλίψεων καὶ μαστίγων καὶ τῶν ἐσχάτων κακῶν. Δύο γὰρ ταῦτα ὁ Χριστὸς ἐπηγγείλατο, θλῖψιν καὶ ἄνεσιν, πόνους καὶ στεφάνους, ἱδρῶτας καὶ ἀμοιβάς, χρηστὰ καὶ λυπηρά· ἀλλὰ τὰ μὲν λυπηρὰ κατὰ τὸν παρόντα βίον δέδωκε, τὰ δὲ χρηστὰ εἰς τὸν μέλλοντα αἰῶνα ἐταμιεύσατο, ὁμοῦ τε δεικνύς, ὅτι οὐκ ἀπατᾷ τοὺς ἀνθρώπους, καὶ αὐτὸ τῶν δεινῶν τὸ φορτικὸν ὑποτέμνεσθαι τῇ τάξει βουλόμενος. Ὁ μὲν γὰρ ἀπατῶν τὰ χρηστὰ προτείνεται πρότερον, καὶ ὕστερον ἐπάγει τὰ λυπηρά. Οἶόν τι λέγω· ἀνδραποδισταὶ πολλάκις παιδία μικρὰ συλῶντες καὶ κλέπτοντες, οὐ πληγὰς καὶ μάστιγας, οὐδ’ ἄλλο τι τῶν τοιούτων ὑπισχνοῦνται, ἀλλὰ πλακοῦντας καὶ τραγήματα καὶ ἕτερα τοιαῦτα, οἷς ἡ παιδικὴ χαίρειν εἴωθεν ἡλικίᾳ, προτείνουσιν, ἵνα τούτοις ἐκεῖνα δελεασθέντα, καὶ τὴν ἐλευθερίαν αὐτῶν ἀποδόμενα εἰς κίνδυνον ἐμπέσῃ τὸν ἔσχατον. Καὶ ὀρνίθων καὶ ἰχθύων οἱ θηρευταὶ οὕτω τὰ θηρευόμενα δελεάζουσι, τὴν συνήθη τροφὴν καὶ καθ’ ἡδονὴν τοῖς ἀγρευομένοις οὖσαν πρότερον προτείνοντες, καὶ τὴν παγίδα ταύτῃ περιστέλλοντες. Ὥστε ἀπατώντων μάλιστα τοῦτο ἔργον ἐστί, πρότερον τὰ χρηστὰ προτείνεσθαι, εἶτα ὕστερον ἐπάγειν τὰ λυπηρά, κηδομένων δὲ καὶ φροντιζόντων τοὐναντίον ἅπαν. Οἱ γοῦν πατέρες ἀπεναντίας τοῖς ἀνδραποδισταῖς ποιοῦσιν· ὅταν εἰς διδασκαλεῖον πέμπωσι τὰ παιδία, παιδαγωγοὺς ἐφιστῶσι, πληγὰς ἀπειλοῦσι, φόβον ἐπιτειχίζουσι, καὶ ἐπειδὰν τὴν προτέραν ἡλικίαν οὕτως ἀγάγωσι, τότε ἐν ἕξει γενομένοις αὐτοῖς τιμὰς καὶ δυναστείας καὶ τρυφὴν καὶ τὸν αὐτῶν πλοῦτον ἅπαντα ἐγχειρίζουσιν.

ε’. Οὕτω καὶ ὁ Θεὸς ἐποίησεν, οὐ κατὰ τοὺς ἀνδραποδιστάς, ἀλλὰ κατὰ τοὺς πατέρας τοὺς κηδομένους· πρότερον εἰς τὰ λυπηρὰ θλίψει παραδιδούς, ἵνα διὰ τούτων παιδευθέντες, σωφρονισθέντες, ὑπομονὴν ἅπασαν ἐπιδειξάμενοι, φιλοσοφίαν ἅπασαν μαθόντες, εἶτα ἐν ἕξει γενόμενοι τὴν βασιλείαν τῶν οὐρανῶν κληρονομήσωμεν· πρότερον ἐπιτηδείους κατεσκεύασε πρὸς τὴν οἰκονομίαν τοῦ διδομένου πλούτου, καὶ τότε αὐτὸν ἐγχειρίζει τὸν πλοῦτον. Εἰ γὰρ μὴ τοῦτο ἐποίησεν, ἡ τοῦ πλούτου δόσις, οὐ δέρεα, ἀλλὰ κόλασις ἦν καὶ τιμωρίᾳ. Καθάπερ γὰρ παῖς ἀνόητος καὶ ἄσωτος τὸν πατρῷον κλῆρον διαδεξάμενος ὑπ’ αὐτοῦ τούτου κατακρημνίζεται, φρόνησιν οὐκ ἔχων ἀρκοῦσαν πρὸς τὴν τῶν χρημάτων οἰκονομίαν· εἰ δὲ συνετὸς γένοιτο, καὶ ἐπιεικής, καὶ σώφρων, καὶ μέτριος, εἰς δέον οἰκονομῶν τὰ πατρῷα λαμπρότερος ταύτῃ καὶ περιφανέστερος γίνεται· οὕτω καὶ ἐφ’ ἡμῶν ἀνάγκη συμβαίνειν. Ἐπειδὰν σύνεσιν πνευματικὴν δεξώμεθα, ἐπειδὰν εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας καταντήσωμεν οἱ πάντες, τότε ἡμῖν ἐγχειρίζει πάντα, ἅπερ ὑπέσχετο νυνὶ δὲ καθάπερ παιδία μικρὰ παιδεύει μετὰ παρακλήσεως καὶ παραμυθίας. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ κέρδος ἀπὸ τοῦ τὰς θλίψεις προλαβεῖν, ἀλλὰ καὶ ἕτερον οὐκ ἔλαττον τούτου. Ὁ μὲν γὰρ πρότερον τρυφῶν, εἶτα μετὰ τὴν τρυφὴν κόλασιν προσδοκῶν, οὐδὲ τῆς παρούσης τρυφῆς αἰσθάνεται, διὰ τὴν προσδοκίαν τῶν ἐπαγομένων δεινῶν· ὁ δὲ πρότερον ὢν ἐν λυπηροῖς, εἶτα μετὰ ταῦτα μέλλων ἀπολαύσεσθαι χρηστῶν, καὶ τῶν παρόντων ὑπερορᾷ δυσχερῶν, διὰ τὴν ἐλπίδα τῶν μελλόντων χρηστῶν. Οὐ τοίνυν ἀσφαλείας ἕνεκεν μόνον τῆς ἡμετέρας, ἀλλὰ καὶ ἡδονῆς καὶ παραμυθίας πρότερα ἔταξεν εἶναι τὰ δεινά, ἵνα ταῖς ἐλπίσι τῶν μελλόντων κουφιζόμενοι, μηδεμίαν τῶν παρόντων λάβωμεν αἴσθησιν. Καὶ τοῦτο αὐτὸ ὁ Παῦλος δεικνὺς καὶ ἐμφαίνων, ἔλεγεν, ὅτι «Τὸ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν καθ’ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα». Ἐλαφρὰν τὴν θλῖψιν ἐκάλεσεν, οὐ παρὰ τὴν οἰκείαν φύσιν τῶν δεινῶν, ἀλλὰ παρὰ τὴν προσδοκίαν τῶν μελλόντων ἀγαθῶν. Καθάπερ γὰρ ὁ ἔμπορος οὐκ αἰσθάνεται τῆς κατὰ τὴν ναυτιλίαν ταλαιπωρίας, τῇ τῶν φορτίων ἐλπίδι κουφιζόμενος, καὶ ὁ πυκτεύων γενναίως φέρει τὰ τραύματα τῆς κεφαλῆς, πρὸς τὸν στέφανον ἀποβλέπων οὕτω δὴ καὶ ἡμεῖς πρὸς τὸν οὐρανὸν καὶ τὰ ἐν τοῖς οὐρανοῖς ἀτενίζοντες ἀγαθά, ὅσα ἂν ἐπιφέρηται δεινά, πάντα γενναίως οἴσομεν τῇ χρηστῇ τῶν μελλόντων ἐλπίδι νευρούμενοι. Ταύτην τοίνυν λαβόντες τὴν ῥῆσιν ἀπέλθομεν εἰ γὰρ καὶ ψιλῆ καὶ βραχεῖα, ἀλλὰ πολλὴν ἔχει φιλοσοφίας διδασκαλίαν. Ὁ ἐν ὀδύνῃ καὶ θλίψει, ἀρκοῦσαν ἔχει παράκλησιν· ὁ ἐν τρυφῇ καὶ πολυτελείᾳ, μέγαν σωφρονισμόν. Ὅταν γὰρ ἐπὶ τῆς τραπέζης κατακείμενος ἀναμνησθῇς τῆς ῥήσεως ταύτης, ἀποπηδήσεις ταχέως τῆς μέθης καὶ τῆς ἀδηφαγίας, μαθὼν διὰ τῆς λέξεως ταύτης, ὅτι ἐναγωνίους εἶναι χρή· καὶ πρὸς ἑαυτὸν ἐρεῖς· Παῦλος ἐν δεσμοῖς καὶ δεσμωτηρίοις, ἐγὼ δὲ ἐν μέθῃ καὶ πολυτελεῖ τραπέζῃ· καὶ ποίας τεύξομαι συγγνώμης; Τοῦτο καὶ γυναιξὶν ἐπιτήδειον τὸ ῥῆμα· αἱ γὰρ φιλόκοσμοι καὶ πολυτελεῖς, καὶ χρυσῷ πάντοθεν ἑαυτὰς καταδεσμοῦσαι, τῆς ἀλύσεως ταύτης ἀναμνησθεῖσαι, μισήσουσιν, εὖ οἶδ’ ὅτι, καὶ βδελύξονται τὸν κόσμον ἐκεῖνον, καὶ πρὸς ταῦτα δραμοῦνται τὰ δεσμά. Ἐκεῖνα μὲν γὰρ πολλῶν κακῶν αἴτια γέγονε πολλάκις, καὶ μυρίους πολέμους εἰς τὴν οἰκίαν συνήγαγε, καὶ φθόνους καὶ βασκανίας καὶ μῖσος ἔτεκε· ταῦτα δὲ τῆς οἰκουμένης τὰς ἁμαρτίας ἔλυσε, καὶ δαίμονας ἐφόβησε, καὶ διάβολον ἐφυγάδευσε. Μετὰ τούτων ἐν τῷ δεσμωτηρίῳ διατρίβων τὸν δεσμοφύλακα ἔπεισε, μετὰ τούτων τὸν Ἀγρίππαν ἐπεσπάσατο, μετὰ τούτων πολλοὺς μαθητὰς κατεσκεύασεν ὁ Παῦλος. Διὰ τοῦτο καὶ ἔλεγε· «Ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν, ὡς κακοῦργος, ἀλλ’ ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται». Καθάπερ γὰρ ἀκτῖνα δῆσαι οὐ δυνατὸν οὐδὲ συγκλεῖσαι ἐν οἰκίᾳ, οὕτως οὐδὲ τοῦ κηρύγματος τὸν λόγον. Καὶ πολλῷ πλέον ὁ διδάσκαλος, ἐδέδετο, καὶ ὁ λόγος ἐπέτετο· ἐκεῖνος τὸ δεσμωτήριον ᾤκει, καὶ ἡ διδασκαλία πτερωθεῖσα πανταχόσε τῆς οἰκουμένης ἔτρεχε.

Ϛ’. Ταῦτ’ οὖν εἰδότες μὴ προκαταπίπτωμεν ἐπὶ τοῖς δεινοῖς, ἀλλὰ μᾶλλον τότε δυνατώτεροι γινώμεθα, τότε ἰσχυρότεροι· «Ἡ γὰρ θλῖψις ὑπομονὴν κατεργάζεται». Μὴ ἀλγῶμεν ἐπὶ ταῖς ἐπαγομένοις συμφοραῖς, ἀλλ’ ἐν ἅπασιν εὐχαριστῶμεν τῷ Θεῷ. Δευτέραν ἑβδομάδα τῆς νηστείας παρήλθομεν, ἀλλὰ μὴ τοῦτο σκοπῶμεν· οὐ γὰρ τοῦτό ἐστι παρελθεῖν νηστείαν, ἐὰν τὸν χρόνον παρέλθωμεν. Τοῦτο λογισώμεθα, εἰ σπουδαιότεροι γεγόναμεν, εἰ διωρθώσαμέν τι τῶν ἡμετέρων ἐλαττωμάτων, εἰ τὰ ἁμαρτήματα ἀπενιψάμεθα. Ἔθος ἅπασιν ἐρωτᾷν κατὰ τὴν Τεσσαρακοστήν, πόσας ἕκαστος ἑβδομάδας ἐνήστευσε καὶ ἐστιν ἀκοῦσαι λεγόντων τῶν μέν, ὅτι δύο, τῶν δέ, ὅτι τρεῖς, τῶν δέ, ὅτι πάσας ἐνήστευσας τὰς ἑβδομάδας. Καὶ τὶ τὸ κέρδος, ἐὰν ἔρημοι κατορθωμάτων παρέλθωμεν τὴν νηστείαν; Ἐὰν ἕτερος λέγῃ, ὅτι Πᾶσαν ἐνήστευσα τὴν τεσσαρακοστήν, εἰ εἰπέ, ὅτι Ἐχθρὸν εἶχον, καὶ κατηλλάγην· ἔθος εἶχον κακηγορεῖν, καὶ ἐπαυσάμην· ἔθος εἶχον ὀμνύναι, καὶ ἔλυσα τὸ πονηρὸν ἔθος. Οὐδὲν ὄφελος τοῖς ἐμπόροις, ἂν πολὺ μῆκος πελάγους παραδράμωσιν, ἀλλ’ ἐὰν μετὰ φορτίων πλέωσι καὶ πολλῆς τῆς ἐμπορίας· οὐδὲν ὄφελος τῆς νηστείας ἡμῖν, ἂν παρέλθωμεν αὐτὴν ἁπλῶς καὶ εἰκῆ καὶ μάτην. Ἂν τὴν τῶν βρωμάτων νηστεύωμεν νηστείαν, παρελθουσῶν τῶν τεσσαράκοντα ἡμέρων παρέρχεται καὶ ἡ νηστείᾳ· ἐὰν δὲ ἁμαρτημάτων ἀπεχώμεθα, καὶ τῆς νηστείας παρελθούσης ταύτης, ἐκείνῃ πάλιν μένει, καὶ διηνεκὴς ἔσται ἐντεῦθεν ἡμῖν ἡ ὠφέλεια, καὶ πρὸ τῆς βασιλείας τῶν οὐρανῶν οὐ μικρᾶς ἡμῖν ἐνταῦθα ἀποδώσει τὰς ἀμοιβάς· ὥσπερ γὰρ ὁ ζῶν ἐν πονηρίᾳ καὶ πρὸ τῆς γεέννης κολάζεται τῷ συνειδότι κεντούμενος οὕτως ὁ πλουτῶν ἐν κατορθώμασι, καὶ πρὸ τῆς βασιλείας χαρᾶς μεγίστης ἀπολαύσεται, χρησταῖς ἐντρεφόμενος ἐλπίσι. Διὰ τοῦτο ὁ Χριστὸς φησι· «Πάλιν ὄψομαι ὑμᾶς, καὶ χαρήσεσθε, καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς λαμβάνει». Βραχὺ τὸ ῥῆμα, ἀλλὰ πολλὴν ἔχει παραμυθίαν. Τὶ ποτ’ οὖν ἐστι, «Τὴν χαρὰν ὑμῶν οὐδεὶς λαμβάνει»; Χρήματα ἂν ἔχῃς, πολλοὶ δύνανταί σου τὴν χαρὰν τὴν ἀπὸ τοῦ πλούτου λαβεῖν, καὶ κλέπτης διορύττων τοῖχον, καὶ οἰκέτης ἀφαιρούμενος τὰ ἐμπιστευθέντα, καὶ βασιλεὺς δημεύων, καὶ βάσκανος ἄνθρωπος ἐπηρεάζων. Δυναστείαν ἂν ἔχῃς, πολλοὶ δύνανταί σου λαβεῖν τὴν ἀπὸ ταύτης χαράν· ὅταν γὰρ παραλυθῇ τὰ τῆς ἀρχῆς, παραλυθήσεται καὶ τὰ τῆς ἡδονῆς· καὶ ἐν αὐτῇ δὲ τῇ ἀρχῇ πολλὰ συμπίπτοντα πράγματα, δυσκολίαν ἔχοντα καὶ φροντίδας, ὑποτέμνεταί σου τὴν εὐθυμίαν. Ἰσχὺν σώματος ἐὰν ἔχῃς, νόσος ἐπελθοῦσα κατέλυσε τὴν ἀπὸ ταύτης χαράν· κάλλος ἐὰν ἔχῃς καὶ ὥρᾳ, γῆρας ἐπελθὸν ἐμάρανε καὶ ἀφείλετο τὴν χαράν· τραπέζης ἐὰν ἀπολαύσῃς πολυτελοῦς, ἑσπέρας καταλαβούσης, κατελύθη καὶ ἡ τῆς εὐωχίας χαρά· ἕκαστον γὰρ τῶν βιωτικῶν πραγμάτων εὐεπηρέαστόν ἐστι, καὶ μόνιμον ἡμῖν οὐκ ἰσχύει παρασχεῖν τὴν ἡδονήν· ἡ δὲ εὐσέβεια καὶ ἡ κατὰ ψυχὴν ἀρετὴ τοὐναντίον ἅπαν. Ἐλεημοσύνην ἐὰν ποιήσῃς, οὐδεὶς ἀφελεῖν δύναται τὸ κατόρθωμα, καὶ στρατόπεδα, κἂν βασιλεῖς, καὶ μύριοι συκοφάνται, κἂν ἐπίβουλοι πάντοθεν ἐπιθῶνται, τὸ εἰς τὸν οὐρανὸν ἀποτεθὲν κτῆμα ἀφελέσθαι οὐ δύνανται· ἀλλὰ μένει διηνεκὴς ἡ χαρά. «Ἐσκόρπισε γάρ, φησίν, ἔδωσε τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα»· καὶ μάλα εἰκότως. Ἐν γὰρ τοῖς τῶν οὐρανῶν ἀπόκειται ταμιείοις, ὅπου οὐ κλέπτης διορύττει, οὐ λῃστὴς λαμβάνει, οὐ σῆς κατεσθίει. Εὐχὰς ἐὰν εὔξῃ συνεχεῖς καὶ ἐκτενεῖς, τὸν καρπὸν τὸν ἀπὸ τούτων οὐδεὶς συλῆσαι δυνήσεται· καὶ γὰρ οὗτος ὁ καρπὸς ἐν τοῖς οὐρανοῖς ἐῤῥίζωται, πάσης ἐπηρείας ἀπηλλαγμένος, καὶ μένων ἀχείρωτος. Ἐὰν κακῶς παθῶν εὐεργετήσῃς, ἐὰν κακῶς ἀκούσας φιλοσοφήσῃς, ἐὰν λοιδορηθεὶς εὐλογήσῃς, ταῦτα τὰ κατορθώματα μένει διηνεκῶς, καὶ τὴν ἐκ τούτων χαρὰν οὐδεὶς λαμβάνει· ἀλλ’ ὁσάκις ἂν αὐτῶν ὑπομνησθῇς, χαίρεις καὶ εὐφραίνῃ, καὶ πολλὴν καρποῦσαι τὴν ἡδονήν. Οὕτω δὴ καὶ τὸ φεύγειν ὅρκον ἐὰν κατορθώσωμεν, καὶ πείσωμεν τὴν γλῶτταν τὴν ἡμετέραν ἀπέχεσθαι τῆς ὀλεθρίου συνηθείας ταύτης, τὸ μὲν κατόρθωμα ἔσται ἐν βραχεῖ καιρῷ, ἡ δὲ εὐφροσύνη τοῦ κατορθώματος διηνεκῶς καὶ ἀδιαλείπτως. Λοιπὸν ὑμᾶς καὶ ἑτέρων διδασκάλους εἶναι χρὴ καὶ καθηγητάς, καὶ φίλους τοὺς πλησίον, καὶ τοὺς οἰκέτας δὲ τοὺς συνδούλους, καὶ νέους τοῦ ὁμήλικας λαμβάνειν καὶ παιδεύειν καὶ ἐνάγειν. Ἆρα εἲ τὶς σοι χρύσινον ἕνα καθ’ ἕκαστον διορθούμενον ἄνθρωπον ἐπηγγείλατο, οὐ πᾶσαν ἂν ἐποιήσω σπουδήν, καὶ διημέρευες προσεδρεύων, πείθων, παρακαλῶν; Νῦν δὲ οὐχ ἕνα χρύσινον, οὐδὲ δέκα, οὐδὲ εἴκοσι, καὶ ἑκατόν, καὶ χιλίους, οὐδὲ τὴν ὁλόκληρον ὑπισχνεῖταί σοι τῶν πόνων τούτων ἀμοιβὴν ὁ Θεός· ἀλλ’ ὃ τοῦ κόσμου παντὸς μεῖζόν ἐστι, τοῦτό σοι δίδωσι, τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἕτερον πρὸς τούτῳ. Ποῖον δὴ τοῦτο; «Ὁ ἐξάγων τίμιον ἐξ ἀναξίου, ὡς στόμα μου ἔσται, φησί»· Δὶ τούτου γένοιτ’ ἂν ἴσον εἰς τιμῆς λόγον καὶ ἀσφαλείας; Ποία δὲ ἡμῖν ἀπολογίᾳ καὶ συγγνώμη μετὰ τὴν τοσαύτην ὑπόσχεσιν τῆς τῶν πλησίον ἀμελοῦσι σωτηρίας; Σὺ δ’ ἂν μὲν εἰς βάραθρον ἴδῃς καταπίπτοντα τυφλόν, χεῖρα ὀρέγεις, καὶ νομίζεις ἀνάξιον εἶναι τὸ περιιδεῖν ἀπολλύμενον· ὁρῶν δὲ καθ’ ἑκάστην ἡμέραν κατακρημνιζομένους πάντας τοὺς ἀδελφοὺς εἰς τὴν πονηρὰν τῶν ὅρκων συνήθειαν, οὐδὲ ῥῆμα προέσθαι τολμᾶς; Ἀλλ’ εἶπας ἅπαξ, καὶ οὐκ ἤκουσεν· οὐκοῦν εἰπὲ καὶ δίς, καὶ τρίς, καὶ τοσαυτάκις, ἕως ἂν πείσῃς. Καθ’ ἑκάστην ἡμέραν ὁ Θεὸς ἡμῖν διαλέγεται, καὶ οὐ ἀκούομεν, καὶ οὐκ ἀφίσταται διαλεγόμενος· ταύτην καὶ σὺ μίμησαι τὴν κηδεμονίαν περὶ τὸν πλησίον. Διὰ τοῦτο μετ’ ἀλλήλων ἐσμεν, καὶ πόλεις οἰκοῦμεν, καὶ ἐν ἐκκλησίαις συναγόμεθα, ἵνα τὰ ἀλλήλων βάρη βαστάζωμεν, ἵνα τὰ ἀλλήλων ἁμαρτήματα διορθώμεθα. Καὶ καθάπερ ἐργαστήριον ἓν οἰκοῦντες ἄνθρωποι διαφόρως μὲν ἐμπορεύονται, πάντα δὲ εἰς τὸ κοινὸν ἀποτίθενται· οὕτω δὴ καὶ ἡμεῖς ποιῶμεν. Ἅπερ ἂν ἕκαστος ἀγαθὰ δύναται εἰσφέρειν τῷ πλησίον, μὴ ὀκνείτω, μηδὲ ἀναδυέσθω, ἀλλὰ γινέσθω πραγματεία τις ἀντίδοσις τοιαύτη πνευματική, ἵνα εἰς τὸ κοινὸν ἅπαντα καταθέμενοι, καὶ πολὺν κτησάμενοι πλοῦτον, καὶ μέγαν ποιήσαντες τὸν θησαυρόν, κοινῇ πάντες τύχωμεν τῆς βασιλείας τῶν οὐρανῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: ΟΜΙΛΙΑ ΙΖ’. Εἰς τοὺς ἄρχοντας τοὺς παρὰ τοῦ βασιλέως Θεοδοσίου ἀποσταλέντας, Ἐλλέβιχον στρατηλάτην καὶ Καισάριον μάγιστρον, εἰς τὴν τῶν πεπλημμεληκότων ἐξέτασιν διὰ τὴν τῶν ἀνδριάντων καταστροφήν.
Προηγούμενο: ΟΜΙΛΙΑ ΙΕ’. Ἔτι εἰς τὴν συμφορὰν τῆς πόλεως Ἀντιοχείας, καὶ ὅτι χρήσιμον πανταχοῦ φόβος, καὶ ὅτι πένθος γέλωτος λυσιτελέστερον, καὶ εἰς τὴν ῥῆσιν τὴν λέγουσαν· Ἐπίγνωθι ὅτι ἐν μέσῳ παγίδων διαβαίνειν· καὶ ὅτι τοῦ φονεύειν τὸ ὁρκίζειν χεῖρον.
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 49
Ἀρχικὴ Σελίδα: Τέρτιος