Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 49

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΚΑΤΗΧΗΣΙΣ ΔΕΥΤΕΡΑ. Πρὸς τοὺς μέλλοντας φωτίζεσθαι· καὶ περὶ γυναικῶν τῶν ἐν πλέγμασι καὶ χρυσῷ κατακοσμουσῶν ἑαυτάς· καὶ περὶ τῶν κληδονισμοῖς, ἢ περιάπτοις, ἢ ἐπῳδαῖς κεχρημένων, ἅπερ ἅπαντα ἀλλότρια Χριστιανισμου
Προηγούμενο: ΟΜΙΛΙΑ ΚΑ’. Εἰς τὴν ἐπάνοδον τοῦ ἐπισκόπου Φλαβιανοῦ, καὶ εἰς τὴν τοῦ βασιλέως διαλλαγὴν πρὸς τὴν πόλιν καὶ πρὸς τοὺς πλημμελήσαντας εἰς τὴν τῶν ἀνδριάντων καταστροφήν.
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 49

ΚΑΤΗΧΗΣΙΣ ΠΡΩΤΗ. Πρὸς τοὺς μέλλοντας φωτίζεσθαι, καὶ διὰ τὶ λουτρὸν παλιγγενεσίας καὶ οὐκ ἀφέσεως ἁμαρτημάτων λέγεται, καὶ ὅτι ἐπικίνδυνον οὐ τὸ ἐπιορκεῖν μόνον, ἀλλὰ καὶ τὸ ὀμνύειν, κἂν εὐορκῶμεν.

α’. Ὡς ποθεινὸς καὶ ἐπέραστος τῶν νέων ἡμῖν ἀδελφῶν ὁ χορός· ἀδελφοὺς γὰρ ὑμᾶς ἐγὼ καὶ πρὸ τῶν ὠδίνων ἤδη καλῶ, καὶ πρὸ τοῦ τόκου τὴν συγγένειαν τὴν πρὸς ἡμᾶς ἀσπάζομαι. Οἶδα γάρ, οἶδα σαφῶς εἰς ὅσην μὲν ἄγεσθαι μέλλετε τιμήν, εἰς ὅσην δὲ ἀρχήν· τοὺς δὲ ἀρχὴν μέλλοντας λαμβάνειν, καὶ πρὸ τῆς ἀρχῆς εἰώθασι τιμᾷν ἅπαντες, διὰ τῆς θεραπείας εὔνοιαν ἑαυτοῖς προαποτιθέμενοι πρὸς τὸ μέλλον. Τοῦτο δὲ καὶ αὐτὸς ποιῶ νῦν· οὐ γὰρ εἰς ἀρχὴν ἄγεσθαι μέλλετε ψιλήν, ἀλλ’ εἰς βασιλείαν αὐτήν· μᾶλλον δὲ οὐκ εἰς βασιλείαν ἁπλῶς, ἀλλ’ εἰς αὐτὴν τῶν οὐρανῶν τὴν βασιλείαν. Διὰ τοῦτο ὑμῶν δέομαι καὶ ἀντιβολῶ, ἵνα μνησθῆτέ μου, ὅταν ἔλθητε εἰς βασιλείαν ἐκείνην, καὶ ὅπερ ὁ Ἰωσὴφ ἔλεγε πρὸς τὸν ἀρχιοινοχόον· «Μνήσθητί μου, ὅταν εὖ σοι γένηται»· τοῦτο κἀγὼ λέγω πρὸς ὑμᾶς ἄρτι· Μνησθῆτέ μου ὅταν εὖ ὑμῖν γένηται. Οὐκ ἐνυπνίων ταύτην ἀπαιτῶ τὴν ἀμοιβὴν καθάπερ ἐκεῖνος· οὐ γὰρ ὀνείρατα ἦλθον διαλῦσαι ὑμῖν, ἀλλὰ τὰ ἐν τοῖς οὐρανοῖς διηγησόμενος πράγματα, καὶ εὐαγγέλια κομίζων ἀγαθῶν τοιούτων, «Οἷα οὔτε ὀφθαλμὸς εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη»· ταῦτά ἐστιν «Ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν». Ὁ μὲν οὖν Ἰωσὴφ ἔλεγε πρὸς τὸν οἰνοχόον ἐκεῖνον· «Ἔτι τρεῖς ἡμέραι, καὶ ἀποκαταστήσει σε Φαραὼ εἰς τὴν ἀρχιοινοχοΐαν σου»· ἐγὼ δὲ οὐ λέγω, Ἔτι τρεῖς ἡμέραι, καὶ εἰς οἰνοχοΐαν ἐνεχθήσεσθε τυράννου· ἀλλ’ ἔτι τριάκοντα ἡμέραι, καὶ ἀποκαταστήσει ὑμᾶς οὐχὶ Φαραώ, ἀλλ’ ὁ τῶν οὐρανῶν βασιλεὺς εἰς τὴν ἄνω πατρίδα, εἰς τὴν ἐλευθέραν Ἱερουσαλήμ, εἰς τὴν πόλιν τὴν ἐν τοῖς οὐρανοῖς. Κἀκεῖνος μὲν ἔλεγεν, ὅτι «Δώσεις τὸ ποτήριον εἰς χεῖρας τοῦ Φαραώ»· ἐγὼ δὲ οὐ λέγω, ὅτι δώσετε τὸ ποτήριον εἰς τὰς χεῖρας τοῦ βασιλέως, ἀλλ’ ὅτι αὐτὸς ὁ βασιλεὺς εἰς χεῖρα τὴν ὑμετέραν δώσει τὸ ποτήριον τὸ φρικτὸν καὶ πολλῆς γέμον δυνάμεως, καὶ τῆς κτίσεως τιμιώτερον ἑκατέρας. Ἴσασιν οἱ μεμυημένοι τοῦ ποτηρίου τούτου τὴν ἰσχύν· εἴσεσθε δὲ καὶ ἡμεῖς μικρὸν ὕστερον. Μνήσθητε οὖν, ὅταν ἔλθητε εἰς τὴν βασιλείαν ἐκείνην, ὅταν τὸ ἱμάτιον τὸ βασιλικὸν ἀπολάβητε, ὅταν τὴν πορφύραν περιβάλησθε τὴν αἵματι βαφεῖσαν Δεσποτικῷ, ὅταν διάδημα ἀναδήσησθε τὴν ἡλιακῶν ἀκτίνων φαιδροτέρας ἔχον πανταχόθεν ἐκπηδώσας λαμπηδόνας. Τοιαῦτα γὰρ τοῦ νυμφίου τὰ ἕδνα, μείζονα μὲν τῆς ἡμετέρας ἀξίας, ἄξια δὲ τῆς αὐτοῦ φιλανθρωπίας.

Διὰ ταῦτα ὑμᾶς ἐντεῦθεν ἤδη καὶ πρὸ τῶν ἱερῶν ἐκείνων μακαρίζω παστάδων· οὐ μακαρίζω δὲ μόνον, ἀλλὰ καὶ ἐπαινῶ τὴν εὐγνωμοσύνην, ὅτι μὴ καθάπερ οἱ ῥᾳθυμότεροι τῶν ἀνθρώπων, ἐν ἐσχάταις ἀναπνοαῖς τῷ φωτίσματι προσήλθετε, ἀλλ’ ἐντεῦθεν ἤδη καθάπερ οἰκέται εὐγνώμονες, μετὰ πολλῆς εὐνοίας ὑπακοῦσαι Δεσπότῃ παρεσκευασμένοι, τὸ αὐχένα τῆς ψυχῆς μετὰ πολλῆς ἐπιεικείας τε καὶ προθυμίας ὑπὸ τὴν ζεύγλην ἠγάγετε τοῦ Χριστοῦ, καὶ τὸν ζυγὸν ἐδέξασθε τὸν χρηστόν, καὶ τὸ φορτίον ἐλάβετε τὸ ἐλαφρόν. Εἰ γὰρ καὶ τὰ τῆς χάριτος ἴσα ὑμῖν καὶ τοῖς ἐν τῇ τελευτῇ μυσταγωγουμένοις, ἀλλὰ τὰ τῆς προαιρέσεως οὐκ ἴσα, οὐδὲ τὰ τῆς παρασκευῆς τῶν πραγμάτων. Ἐκεῖνοι μὲν γὰρ ἐν τῇ κλίνῃ λαμβάνουσιν, ὑμεῖς δὲ ἐν τοῖς κόλποις τῆς ἐκκλησίας τῆς κοινῆς ἁπάντων ἡμῶν μητρός· κἀκεῖνοι μὲν ὀδυρόμενοι καὶ δακρύοντες, ὑμεῖς δὲ χαίροντες καὶ εὐφραινόμενοι· ἐκεῖνοι στένοντες, ὑμεῖς δὲ εὐχαριστοῦντες· κἀκεῖνοι μὲν πολλῷ κεκαρωμένοι τῷ πυρετῷ, ὑμεῖς δὲ πολλῆς ἐμπεπλησμένοι τῆς πνευματικῆς ἡδονῆς. Ὅθεν ἐνταῦθα μὲν ἅπαντα σύμφωνα τῇ δωρεᾷ, ἐκεῖ δὲ πάντα ἐναντία τῇ δωρεᾷ. Καὶ γὰρ θρῆνος καὶ ὀδυρμὸς πολὺς μυσταγωγουμένων, καὶ παιδία περιίσταται κλαίοντα, καὶ γυνὴ τὰς παρειὰς καταξαίνουσα, καὶ φίλοι κατηφεῖς, καὶ οἰκέται δακρύων γέμοντες, ὅλον τὸ τῆς οἰκίας σχῆμα χειμερινὴν τινα καὶ ζοφώδη μιμεῖται ἡμέραν· ἐὰν δὲ αὐτὴν τοῦ κατακειμένου τὴν καρδίαν ἀναπτύξῃς, σκυθρωποτέραν τούτων εὑρήσεις. Καθάπερ γὰρ ἄνεμοι μετὰ πολλῆς τῆς ῥύμης ἐξεναντίας ἀλλήλοις ἐμβάλλοντες εἰς πολλὰ τὸ πέλαγος διατέμνουσι μέρη· οὕτω καὶ οἱ λογισμοὶ τῶν τότε κατεχόντων δεινῶν εἰς τὴν τοῦ κάμνοντος ἐμπίπτοντες ψυχήν, εἰς πολλὰς τὴν ἐκείνου διάνοιαν σχίζουσι φροντίδας. Ὅταν εἰς τὰ παιδία ἀπίδῃ, τὴν ὀρφανίαν αὐτῶν ἐννοεῖ· ὅταν πρὸς τὴν γυναῖκα ἀποβλέψῃ, τὴν χηρείαν λογίζεται· ὅταν ἴδῃ τοὺς οἰκέτας, τὴν ἐρημίαν ἁπάσης σκοπεῖ τῆς οἰκίας· ὅταν πρὸς ἑαυτὸν ἐπανέλθῃ, τῆς παρούσης ἑαυτὸν ἀναμιμνῄσκει ζωῆς, καὶ ἀποῤῥήγνυσθαι μέλλων, πολὺ δέχεται τῆς ἀθυμίας τὸ νέφος. Τοιαύτη ἡ τοῦ μέλλοντος μυσταγωγεῖσθαι ψύη. Εἶτα μεταξὺ τῶν θορύβων καὶ τῆς ταραχῆς αὐτῆς, ἐπεισέρχεται ὁ ἱερεὺς αὐτοῦ τοῦ πυρετοῦ φοβερώτερος ὤν, καὶ τοῦ θανάτου τοῖς τοῦ κάμνοντος προσήκουσιν ἀπηνέστερος· τῆς γὰρ τοῦ ἰατροῦ φωνῆς τῆς ἀπογινωσκούσης τὴν ζωὴν τὴν ἐκείνου μείζων ἀπόγνωσις εἶναι νομίζεται ἡ τοῦ πρεσβυτέρου εἴσοδος, καὶ θανάτου σύμβολον εἶναι δοκεῖ τῆς αἰωνίου ζωῆς ἡ ὑπόθεσις. Ἀλλ’ οὔπω τὸν κολοφῶνα ἐπέθηκα τῶν κακῶν· μεταξὺ γὰρ θορυβούντων τῶν ἐπιτήδειων καὶ παρασκευαζομένων, πολλάκις ἔρημον ἀφεῖσα τὸ σῶμα ἀπεπήδησεν ἡ ψυχή, πολλοὺς δὲ καὶ παροῦσα οὐδὲν ὤνησεν. Ὅταν γὰρ μήτε τοὺς παρόντας ἐπιγινώσκῃ, μήτε φωνῆς ἀκούῃ, μήτε ἀποκρίνασθαι δύνηται τὰ ῥήματα ἐκεῖνα, δι’ ὧν τὴν μακαρίαν συνθήκην πρὸς τὸν κοινὸν ἡμῶν ἁπάντων καταθήσεται Δεσπότην, ἀλλ’ ὥσπερ ξύλον ἀργὸν ἢ λίθος, ὁ φωτίζεσθαι μέλλων πρόκειται νεκροῦ μηδὲν διαφέρων, τὶ τῆς μυσταγωγίας ὄφελος ἐν ἀναισθησίᾳ τοσαύτῃ;

β’. Τὸν γὰρ τοῖς ἱεροῖς τούτοις καὶ φρικτοῖς μέλλοντα προσιέναι μυστηρίοις ἐγρηγορέναι χρὴ διεγηγέρθαι, πάσης βιωτικῆς φροντίδος εἶναι καθαρόν, πολλῆς γέμειν σωφροσύνης, πολλῆς προθυμίας, πάντα τὸν μυστηρίων ἀλλότριον λογισμὸν ἐξορίζειν τῆς διανοίας, καὶ πάντοθεν καθαρὸν παρασκευάζειν τὸν οἶκον, ὥσπερ αὐτὸν ὑποδέχεσθαι μέλλοντα τὸν βασιλέα. Τοιαύτη τῆς ὑμετέρας διανοίας ἡ παρασκευή, τοιοῦτοι παρ’ ὑμῖν οἱ λογισμοί, τοιαύτη τῆς ψυχῆς ἡ προαίρεσις. Τὴν μὲν οὖν ἀξίαν ἀμοιβὴν τῆς ἀρίστης ταύτης γνώμης ἀναμένετε παρὰ τοῦ Θεοῦ, τοῦ ταῖς ἀντιδόσεσι νικῶντος τοὺς τὴν ὑπακοὴν ἐπιδεικνυμένους τῆς πρὸς αὐτόν. Ἐπειδὴ δὲ χρὴ καὶ τοῖς συνδούλοις τὰ παρ’ ἑαυτῶν εἰσενεγκεῖν, καὶ τὰ παρ’ ἡμῶν εἰσοίσομεν, μᾶλλον δὲ οὐδὲ ταῦτα ἡμέτερα, ἀλλὰ καὶ ταῦτα Δεσποτικά. Τὶ γὰρ ἔχεις, φησίν, ὃ οὐκ ἔλαβες; Εἰ δὲ ἔλαβες, τὶ καυχᾶσαι ὡς μὴ λαβών; Ἐβουλόμην μὲν πρῶτον ἁπάντων εἰπεῖν· τὶ δήποτε παραδραμόντες ἡμῶν οἱ πατέρες ἅπαντα τὸν ἐνιαυτόν, ἐν τούτῳ τῷ καιρῷ μυσταγωγεῖσθαι τὰ τέκνα τῆς ἐκκλησίας ἐνομοθέτησαν; Καὶ τίνος ἕνεκεν μετὰ τὴν παρ’ ἡμῶν διδασκαλίαν ὑπολύσαντες ὑμᾶς καὶ ἀποδύσαντες, γυμνοὺς καὶ ἀνυποδέτους μετὰ τοῦ χιτωνίσκου μόνου πρὸς τὰς τῶν ἐξορκιζόντων παραπέμπουσι φωνάς. Οὐ γὰρ ἁπλῶς οὐδὲ εἰκῆ καὶ τὸ σχῆμα καὶ τὸν καιρὸν ἐκεῖνοι τοῦτον ἡμῖν διετύπωσαν· ἀλλ’ ἔχει ταῦτα ἀμφότερα μυστικὸν τινα λόγον καὶ ἀπόῤῥητον. Καὶ τοῦτον ὑμῖν ἐβουλόμην εἰπεῖν· ὅρῳ δὲ ὅτι πρὸς ἕτερον ἀναγκαιότερον ἡμᾶς κατεπείγει νῦν ὁ λόγος. Ἀνάγκη γὰρ εἴπει τὶ ποτὲ ἐστι τὸ βάπτισμα, καὶ τίνος ἕνεκεν εἰς τὸν βίον εἰσῆλθε τὸν ἡμέτερον, καὶ πόσα κομίζει ἡμῖν τὰ ἀγαθά.

Ἀλλ’, εἰ βούλεσθε, πρότερον περὶ τῆς προσηγορίας τοῦ μυστικοῦ τούτου καθαρμοῦ διαλεχθῶμεν. Οὐ γὰρ ἐστιν ἓν αὐτῷ ὄνομα, ἀλλὰ πολλὰ καὶ παντοδαπά· τὸ γὰρ καθάρσιον τοῦτο καλεῖται λουτρὸν παλιγγενεσίας· «Ἔσωσε γὰρ ἡμᾶς, φησί, διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινίσεως Πνεύματος ἁγίου». Καλεῖται καὶ φώτισμα, καὶ τοῦτο Παῦλος αὐτὸ πάλιν ἐκάλεσε· «Ἀναμιμνήσκεσθε γὰρ τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων»· καὶ πάλιν, «Ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας καὶ γευσαμένους τῆς δωρεᾶς τῆς ἐπουρανίου, καὶ παραπεσόντας, πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν». Καλεῖται καὶ βάπτισμα· «Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε». Καλεῖται ταφή· «Συνετάφητε γὰρ αὐτῷ, φησί, διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον». Καλεῖται περιτομή· «Ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ, ἂν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν τῆς σαρκός». Καλεῖται σταυρός· «Ὁ παλαιὸς γὰρ ἄνθρωπος ἡμῶν συνεσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας». Ἔστι καὶ ἕτερα πλείονα τούτων εἰπεῖν ὀνόματα, ἀλλ’ ἵνα μὴ τὸν καιρὸν ἅπαντα εἰς τὰς προσηγορίας τοῦ χαρίσματος ἀναλώσωμεν, φέρε ἐπὶ τὴν προτέραν προσηγορίαν ἐλθόντες, καὶ ταύτης τὴν σημασίαν εἰπόντες καταπαύσωμεν τὸν λόγον· τέως δὲ ἀνωτέρω μικρὸν τὴν διδασκαλίαν ἑλκύσωμεν. Ἔστι τὸ κοινὸν ἁπάντων ἀνθρώπων λουτρὸν τὸ διὰ τῶν βαλανείων, ὃ τὸν τοῦ σώματος ἀποσμήχειν εἴωθε ῥύπον· ἔστι δὲ λουτρὸν Ἰουδαϊκόν, ἐκείνου μὲν σεμνότερον, τοῦ δὲ τῆς χάριτος πολὺ κατώτερον· καὶ αὐτὸ μὲν γὰρ σωματικὸν ἀποσμήχει ῥύπον, ἀλλ’ οὐχ ἁπλῶς σωματικόν, ἀλλὰ καὶ συνειδότος ἁπτόμενον ἀσθενοῦς. Ἔστι γὰρ πολλὰ τῶν πραγμάτων, ἃ φύσει μὲν οὐκ ἔστιν ἀκάθαρτα, ἀπὸ δὲ τῆς ἀσθενείας τοῦ συνειδότος ἀκάθαρτα γίνεται. Καὶ καθάπερ ἐπὶ τῶν παιδίων τὰ προσωπεῖα καὶ τὰ λοιπὰ μορμολύκεια φύσει μὲν οὐκ ἔστι φοβερά, φοβερὰ δὲ εἶναι τοῖς παιδίοις δοκεῖ διὰ τῆς τὴν φύσεως ἀσθένειαν, οὕτω καὶ ἐπὶ τούτων ὧν εἶπον· οἷον τὸ νεκρῶν ἅψασθαι σωμάτων, φύσει μὲν οὐκ ἔστιν ἀκάθαρτον, ὅταν δὲ ἀσθενοῦς ἐπιλάβηται συνειδότος, ἀκάθαρτον ποιεῖ τὸν ἁψάμενον. Ὅτι γὰρ οὐκ ἔστιν ἀκάθαρτον φύσει τὸ πρᾶγμα, αὐτὸς ὁ ταῦτα διαταξάμενος Μωϋσῆς ἐδήλωσεν, ὁλόκληρον ἐπιφερόμενος μεθ’ ἑαυτοῦ νεκρὸν τὸν Ἰωσήφ, καὶ μένων καθαρός. Διὰ τοῦτο καὶ Παῦλος ἡμῖν περὶ τῆς ἀκαθαρσίας ταύτης διαλεγόμενος τῆς οὐ φύσει γινομένης, ἀλλὰ δι’ ἀσθένειαν τοῦ συνειδότος, οὑτωσὶ πῶς φησίν· «Οὐδὲν κοινὸν δι’ ἑαυτοῦ, εἰ μὴ τῷ λογιζομένῳ τὶ κοινὸν εἶναι». Ὁρᾷς τὴν ἀκαθαρσίαν οὐκ ἀπὸ τῆς τοῦ πράγματος φύσεως, ἀλλ’ ἀπὸ τῆς ἀσθενείας τοῦ λογισμοῦ γινομένην; Καὶ πάλιν, «Πάντα μὲν καθαρά, ἀλλὰ κακὸν τῷ ἀνθρώπῳ τῷ διὰ προσκόμματος ἐσθίοντι»· (Ὁρᾷς ὅτι οὐ τὸ ἐσθίειν, ἀλλὰ τὸ διὰ προσκόμματος ἐσθίειν). Τοῦτο αἴτιον ἀκαθαρσίας;

γ’. Τὴν τοιαύτην κηλῖδα τὸ Ἰουδαϊκὸν ἐξεκάθαρε λουτρόν· τὸ δὲ τῆς χάριτος οὐ τοιαύτην, ἀλλὰ τὴν ὄντως ἀκαθαρσίαν τὴν μετὰ τοῦ σώματος καὶ τῇ ψυχῇ πολλὴν ἐντεθεῖσαν τὴν κηλῖδα· οὐ γὰρ τοὺς νεκρῶν ἁψαμένους σωμάτων, ἀλλὰ τοὺς νεκροὺς πράξεων ἁψαμένους τούτους ποιεῖ καθαρούς. Κἂν μαλακός, κἂν πόρνος ᾖ τις, κἂν εἰδωλολάτρης, κἂν ὁτιοῦν εἰργασμένος δεινόν, κἂν ἅπασαν τὴν ἐν ἀνθρώποις πονηρίαν ἔχων ᾖ, ἐμπεσὼν εἰς τὴν τῶν ὑδάτων κολυμβήθραν, τῶν ἡλιακῶν καθαρώτερος ἀκτίνων ἄνεισιν ἂπ τῶν θείων ναμάτων. Καὶ ἵνα μὴ νομίσῃς κόμπον εἶναι τὰ λεγόμενα, ἄκουσον Παύλου λέγοντος πὲρ τῆς τοῦ λουτροῦ δυνάμεως· «Μὴ πλανᾶσθε· οὔτε εἰδωλολάτραι, οὔτε πόρνοι, οὔτε μοιχοί, οὔτε μαλακοί, οὔτε ἀρσενοκοῖται, οὔτε πλεονέκται, οὐ μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι». Καὶ τὶ τοῦτο πρὸς τὰ εἰρημένα, φησί; Τὸ γὰρ ζητούμενον δεῖξαι, εἰ πάντα ἐκκαθαίρει ταῦτα ἡ τοῦ λουτροῦ δύναμις. Οὐκοῦν ἄκουσον τῶν ἑξῆς· «Καὶ ταῦτά τινες ἦτε, ἀλλ’ ἀπελούσασθε, αλλ’ ἡγιάσθητε, ἀλλ’ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν». Ἡμεῖς μὲν ὑπισχνούμεθα δεῖξαι ὑμῖν, καθαροὺς πορνείας γινομένους ἁπάσης τοὺς τῷ λουτρῷ προσιόντας· ὁ δὲ λόγος πλέον ἀπέδειξεν, οὐ καθαροὺς μόνον, ἀλλὰ καὶ ἁγίους καὶ δικαίους γενομένους· οὐ γὰρ εἶπεν, «Ἀπελούσασθε», μόνον, ἀλλὰ καί, «Ἡγιάσθητε καὶ ἐδικαιώθητε». Τὶ τούτου γένοιτ’ ἂν παραδοξότερον, ὅταν πόνων καὶ ἱδρώτων χωρὶς καὶ κατορθωμάτων δικαιοσύνη τικτομένη ᾖ; Τοιαύτη γὰρ τῆς θείας δωρεᾶς φιλανθρωπία χωρὶς ἱδρώτων ποιεῖ δικαίους. Εἰ γὰρ βασιλέως ἐπιστολῇ, γράμματα προτεθέντα ὀλίγα, μυρίων ὑπευθύνους ἐγκλημάτων ἀφίησιν ἐλευθέρους, ἑτέρους δὲ καὶ πρὸς τιμὴν ἄγει μεγίστην, πολλῷ μᾶλλον τὸ ἅγιον τοῦ Θεοῦ Πνεῦμα καὶ πάντα δυνάμενον, πάσης μὲν ἡμᾶς ἀπαλλάξει κακίας, πολλὴν δὲ ἡμῖν χαριεῖται δικαιοσύνην, καὶ πολλῆς ἐμπλήσει τῆς παῤῥησίας. Καὶ καθάπερ σπινθὴρ μέσον εἰς πέλαγος ἀχανὲς ἐμπεσὼν εὐθέως ἂν ἀποσβεσθείη, ἢ καὶ ἀφανὴς γένοιτο, τῷ πλήθει τῶν ὑδάτων καταποντισθείς· οὕτω καὶ πᾶσα πονηρία ἀνθρωπίνη, ὅταν εἰς τὴν κολυμβήθραν ἐμπέσῃ τῶν θείων ναμάτων, ἐκείνου ταχύτερον καὶ εὐκολώτερον τοῦ σπινθῆρος καταποντίζεται καὶ ἀφανίζεται. Καὶ τίνος ἕνεκεν, φησίν, εἰ τὰ ἁμαρτήματα ἡμῖν ἅπαντα ἀφίησι τὸ λουτρόν, οὐχὶ λουτρὸν ἀφέσεως ἁμαρτημάτων καλεῖται, οὔτε λουτρὸν καθάρσεως, ἀλλὰ λουτρὸν παλιγγενεσίας; Ὅτι οὐχ ἁπλῶς ἡμῖν ἀφίησι τὰ ἁμαρτήματα, οὐδὲ πάλως ἡμᾶς καθαίρει τῶν πλημμελημάτων, ἀλλ’ οὕτως ὡς ἂν εἰ ἄνωθεν ἐγεννήθημεν. Καὶ γὰρ ἄνωθεν ἡμᾶς δημιουργεῖ καὶ κατασκευάζει, οὐκ ἀπὸ γῆς διαπλάττον πάλιν, ἀλλ’ ἐξ ἑτέρου στοιχείου τῆς τῶν ὑδάτων φύσεως δημιουργοῦν. Οὐ γὰρ ἁπλῶς ἀποσμήχει τὸ σκεῦος, ἀλλ’ ὁλόκληρον αὐτὸ ἀναχωνεύει πάλιν. Τὰ μὲν γὰρ ἀποσμηχόμενα, κἂν μετὰ ἀκριβείας ἐκκαθαίρηται, ἔχει τῆς τοσαύτης ἴχνη καὶ τῆς κηλῖδος φέρει τὰ λείψανα· τὰ δὲ εἰς χωνευτήριον ἐμπεσόντα καὶ διὰ τῆς φλογὸς ἀνανεωθέντα, πᾶσαν ἀποθέμενα ῥυπαρίαν, τὴν αὐτὴν τοῖς νεοπαγέσιν ἀπὸ τῆς καμίνου προελθόντα τὴν λαμπηδόνα ἀφίησιν. Ὥσπερ οὖν ἀνδριάντα χρυσοῦν πολλῷ τῷ χρόνῳ καὶ τῷ καπνῷ καὶ τῇ κόνει καὶ ἰῷ ῥυπωθέντα λαβὼν τις καὶ χωνεύσας, καθαρώτατον ἡμῖν καὶ ἀστράπτοντα ἀποδίδωσιν, οὕτω καὶ τὴν φύσιν τὴν ἡμετέραν ὁ Θεὸς ἰωθεῖσαν τῷ τῆς ἁμαρτίας ἰῷ, καὶ πολὺν δεξαμένην τὸν καπνὸν τὸν ἀπὸ τῶν πλημμελημάτων, καὶ τὸ κάλλος ἀπολέσασαν, ὅπερ παρ’ αὐτοῦ παρὰ τὴν ἀρχὴν ἐγκατέθηκε, λαβὼν ἄνωθεν ἐχώνευσε, καὶ καθάπερ εἰς χωνευτήριον ἐμβαλὼν τὰ ὕδατα, καὶ τὴν τοῦ Πνεύματος ἐπαφεὶς χάριν ἀντὶ φλογός, εἶτα νεοπαγεῖς ἐκεῖθεν καὶ καινοὺς γενομένους ἀντιβλέψαι λοιπὸν ταῖς ἡλιακαῖς ἀκτῖσι μετὰ πολλῆς ἀνάγει τῆς λαμπρότητος, τὸν μὲν παλαιὸν συντρίψας ἄνθρωπον, νέον δὲ κατασκευάσας τοῦ προτέρου λαμπρότερον.

δ’. Καὶ ταύτην ἡμῖν τὴν συντριβὴν καὶ τὸν μυστικὸν τοῦτον καθαρμὸν αἰνιττόμενος ὁ προφήτης ἄνωθεν ἔλεγεν· «Ὡς σκεῦος κεραμέως συντρίψεις αὐτούς». Ὅτι γὰρ περὶ τῶν πιστῶν ὁ λόγος, ἡμῖν τὰ ἀνωτέρω δείκνυσι σαφῶς· «Υἱὸς γὰρ μου εἶ σύ, φησίν· ἐγὼ σήμερον γεγέννηκά σε. Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι τὰ ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς». Εἶδες πῶς τῆς ἐκ τῶν ἐθνῶν ἐκκλησίας ἐμνημόνευσε, καὶ τὴν πανταχοῦ τοῦ Χριστοῦ τεταμένην βασιλείαν εἶπεν; Εἶτά φησι πάλιν· «Ποιμάνεις αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ»· οὐ φορτικῇ, ἀλλ’ ἰσχυρᾷ· «ὡς σκεῦος κεραμέως συντρίψεις αὐτούς». Ἰδοὺ καὶ τὸ λουτρὸν μυστικώτερον παρελήφθη· οὐ γὰρ εἶπεν ἁπλῶς σκεύη ὀστρακίαν, ἀλλὰ σκεύη κεραμέως. Ἀλλὰ προσέχετε. Τὰ μὲν γὰρ ὀστράκινα σκεύη συντριβέντα οὐκ ἂν λάβοι διόρθωσιν, διὰ τὴν ἐκ τοῦ πυρὸς ἐγγενομένην αὐτοῖς ἅπαξ ἀντιτυπίαν· ὅτι δὲ τὰ σκεύη τοῦ κεραμέως οὐκ ἔστιν ὀστράκινα, ἀλλὰ πήλινα· ὅθεν καὶ διαστραφέντα ῥᾳδίως ἂν πρὸς τὸ δεύτερον ἐπανέλθῃ σχῆμα τῇ τοῦ τεχνίτου σοφίᾳ. Ὅταν μὲν οὖν συμφορὰν ἀνίατον λέγῃ, οὐ σκεύη κεραμέως φησίν, ἀλλὰ σκεῦος ὀστράκινον. Ὅτε γοῦν ἐβούλετο διδάξαι τὸν προφήτην καὶ τοὺς Ἰουδαίους, ὅτι συμφορᾷ ἀνιάτῳ παρέδωκε τὴν πόλιν, ἐκέλευσε λαβεῖν βῖκον ὀστράκινον, καὶ συντρίψαι ἔμπροσθεν παντὸς τοῦ δήμου, καὶ εἰπεῖν· «Οὕτως ἀπολεῖται καὶ ἡ πόλις, καὶ συντριβήσεται». Ἐπειδὰν δὲ βούληται χρηστὰς αὐτοῖς ὑποτείνειν ἐλπίδας, εἰς κεραμεῖον κατάγει τὸν προφήτην, καὶ οὐ δείκνυσιν αὐτῷ σκεῦος ὀστράκινον, ἀλλὰ δείκνυσιν αὐτῷ σκεῦος πήλινον ἐν ταῖς χερσὶ τοῦ κεραμέως γινόμενον, διαπῖπτον, καὶ ἐπάγει λέγων· «Εἰ ὁ κεραμεὺς οὗτος τὸ σκεῦος τὸ διαπεσὸν ἀναλαβὼν ἐῤῥύθμισε πάλιν, οὐ πολλῷ μᾶλλον ἐγὼ δυνήσομαι διαπεσόντας ὑμᾶς ἐπανορθῶσαι»; Δυνατὸν μὲν οὐ τῷ Θεῷ οὐχὶ πηλίνους ὄντας μόνο διόρθωσαι διὰ λουτροῦ παλιγγενεσίας, ἀλλὰ καὶ τὴν τοῦ Πνεύματος δεξαμένους ἐνέργειαν, καὶ διολισθήσαντες διὰ μετανοίας ἠκριβωμένης πρὸς τὸ ἀρχαῖον ἐπαναγαγεῖν. Ἀλλ’ οὐ καιρὸς ὑμῖν τοὺς περὶ μετανοίας ἀκοῦσαι λόγους· μᾶλλον δὲ μηδέποτε γένοιτο καιρὸς εἰς χρείαν ὑμᾶς ἐκείνων ἔμπεσεν τῶν φαρμάκων, ἀλλ’ ἀεὶ μένοιτε τὸ κάλλος καὶ τὴν λαμπρότητα, ἣν μέλλετε λαμβάνειν νῦν, ἀκέραιον διατηροῦντες. Ἵνα οὖν ἀεὶ μένοιτε, φέρε καὶ περὶ πολιτείας ὑμῖν διαλεχθῶμεν ὀλίγα· ἐν γὰρ τῇ παλαίστρᾳ ταύτῃ ἀκίνδυνα τοῖς ἀθληταῖς τὰ πτώματα· πρὸς γὰρ τοὺς οἰκείους ἡ πάλη, καὶ τοῖς σώμασι τῶν διδασκάλων ἐμμελετῶσιν ἅπαντα. Ὅταν δὲ ὁ τῶν ἀγώνων παραγένηται καιρός, ὅταν ἀνοίγῃ τὸ στάδιον, ὅταν τὸ θέατρον ἄνω καθήμενον ᾖ, ὅταν ὁ ἀγωνοθέτης παρῇ, ἀνάγκη λοιπὸν ἢ ῥᾳθυμήσαντας πεσεῖν καὶ μετὰ αἰσχύνης ἀναχωρῆσαι πολλῆς, ἢ σπουδάσαντας τῶν στεφάνων καὶ τῶν βραβείων ἐπιτυχεῖν. Οὕτω δὴ καὶ ἐφ’ ὑμῶν, αἱ τριάκοντα ἡμέραι αὗται παλαίστρᾳ τινὶ προσεοίκασι καὶ γυμνασίοις καὶ μελέτῃ. Μάθωμεν ἐντεῦθεν ἤδη περιγενέσθαι τοῦ πονηροῦ δαίμονος ἐκείνου· πρὸς γὰρ ἐκεῖνον ἀποδύεσθαι μέλλομεν μετὰ τὸ βάπτισμα, πρὸς ἐκεῖνον πυκτεύειν καὶ μάχεσθαι. Μάθωμεν τοίνυν ἐντεῦθεν ἤδη τὰς λαβὰς ἐκείνου, πόθεν ἐστὶ πονηρός, πόθεν ἡμῖν εὐκόλως ἐπηρεάσαι δύναται, ἵνα τῶν ἀγώνων παραγενομένων μὴ ξενοπαθῶμεν μηδὲ θορυβώμεθα, καινὰ τὰ παλαίσματα ὁρῶντες, ἀλλ’ ἤδη μεταξὺ ἡμῶν αὐτῶν μελετήσαντες καὶ τὰς μεθοδείας αὐτοῦ μαθόντες ἁπάσας, μετὰ τοῦ θαῤῥεῖν ἁψώμεθα τῶν παλαισμάτων πρὸς ἐκεῖνον.

Πάντοθεν μὲν οὖν ἐπηρεάζειν ἡμῖν εἴωθεν, μάλιστα δὲ διὰ τῆς γλώττης καὶ διὰ τοῦ στόματος. Οὐδὲν γὰρ οὕτως ἐπιτήδειον ὄργανον ἐκείνῳ πρὸς ἀπάτην καὶ ἀπώλειαν ἡμετέραν, ὡς γλῶττα ἀκόλαστος καὶ στόμα ἀθύρωτον. Ἐντεῦθεν ἡμῖν τὰ πολλὰ πτώματα, ἐντεῦθεν ἡμῖν τὰ χαλεπὰ ἐγκλήματα. Καὶ τὴν μὲν εὐκολίαν τῶν ὀλισθημάτων διὰ τῆς γλώττης τις δηλῶν ἔλεγε· «Πολλοὶ ἔπεσον διὰ μαχαίρας, ἀλλ’ οὐ τοσοῦτοι ὅσοι διὰ γλώττης». Τὸ δὲ χαλεπὸν τοῦ πτώματος ἐμφαίνων πάλιν ὁ αὐτὸς εἶπεν· «Ὀλίσθημα ἀπὸ ἐδάφους μᾶλλον, ἢ ὀλίσθημα ἀπὸ γλώσσης». Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· βέλτιόν ἐστι, φησί, πεσεῖν καὶ συντριβῆναι τὸ σῶμα, ἢ ῥῆμα προέσθαι τοιοῦτον, ὃ τὴν ψυχὴν ἡμῶν ἀπόλλυσιν. Οὐ λέγει δὲ τὰ πτώματα μόνον, ἀλλὰ καὶ παραινεῖ πολλὴν ποιεῖσθαι πρόνοιαν, ὥστε μὴ ὑποσκελισθῆναι, οὕτως εἰπών· «Ποίησον τὸ στόματί σου θύραν καὶ μοχλούς»· οὐχ ἵνα θύρας καὶ μοχλοὺς κατασκευάσωμεν, ἀλλ’ ἵνα μετὰ πολλῆς τῆς ἀσφαλείας πρὸς τὰ ἄτοπα τῶν ῥημάτων τὴν γλῶτταν ἀποκλείσωμεν. Καὶ πάλιν ἀλλαχοῦ δεικνύς, ὅτι μετὰ τῆς ἡμετέρας σπουδῆς, καὶ πρὸ τῆς ἡμετέρας τῆς ἄνωθεν δεόμεθα ῥοπῆς, ὥστε τὸ θηρίον τοῦτο κατασχεῖν ἔνδον, πρὸς τὸν Θεὸν τὰς χεῖρας ἀνατείνας ὁ προφήτης ἔλεγεν· «Ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς ἐπὶ τὰ χείλη μου». Ὁ δὲ τὰ πρότερον παραινέσας, πάλιν καὶ αὐτὸς φησί· «Τὶς δώσει ἐπὶ τῷ στόματί μου φυλακήν, καὶ ἐπὶ τῶν χειλέων μου σφραγῖδα πανοῦργον»; Ὁρᾷς ἕκαστον δεδοικότα τὰ πτώματα ταῦτα, καὶ θρηνοῦντα καὶ συμβουλεύοντα, καὶ εὐχόμενον πολλῆς ἀπολαῦσαι τὴν γλῶτταν φυλακῆς; Καὶ τίνος ἕνεκεν, φησίν, εἰ τοσοῦτον ἡμῖν φέρει τὸν ὄλεθρον τοῦτο τὸ ὄργανον, ἐνέθηκεν ἡμῖν αὐτὸ παρὰ τὴν ἀρχὴν ὁ Θεός; Ὅτι καὶ πολλὴν ἔχει τὴν ὠφέλειαν· κἂν σπουδάζωμεν, ὠφέλειαν ἔχει μόνον, ὄλεθρον δὲ οὐδένα. Ἄκουσον γοῦν τὶ φησιν ὁ τὰ πρότερα ἐκεῖνα εἰπών· «Ἐν χειρὶ γλώττης ζωὴ καὶ θάνατος». Καὶ ὁ Χριστὸς δὲ τὰ αὐτὰ δηλοῖ λέγων· «Ἀπὸ τῶν λόγων σου κατακριθήσῃ, καὶ ἀπὸ τῶν λόγων σου δικαιωθήσῃ». Μέσε γὰρ ἕστηκεν ἡ γλῶσσα τῆς πρὸς ἑκάτερα χρήσεως· σὺ κύριος εἶ. Οὕτω καὶ τὸ ξίφος κεῖται μέσον· κἂν μὲν κατὰ τῶν πολεμίων χρήσῃ σωτήριόν σοι τὸ ὄργανον γέγονεν· ἂν δὲ κατὰ σαυτοῦ τὴν πληγὴν ὠθήσῃς, οὐχ ἡ σιδήρου φύσις, ἀλλ’ ἡ σὴ παρανομία γίνεται τῆς σφαγῆς αἰτία. Οὕτω καὶ περὶ τῆς γλώττης λογισώμεθα· ξίφος ἐστὶν ἐν μέσῳ κείμενον· ἀκόνησον οὖν αὐτὴν κατὰ τῆς τῶν ἁμαρτημάτων τῶν σῶν κατηγορίας· μὴ κατὰ ἀδελφοῦ τὴν πληγὴν ὠθήσῃς. Διὰ τοῦτο διπλῷ τειχίῳ περιέβαλεν αὐτὴν ὁ Θεός, τῷ τῶν ὀδόντων διαφράγματι καὶ τῇ τῶν χειλέων περιβολῇ, ἵνα μὴ ῥᾳδίως καὶ ἀπερισκέπτως ἐκφέρῃ τὰ ῥήματα τὰ μὴ προσήκοντα. Χαλίνωσον αὐτὴν ἔνδον. Ἀλλ’ οὐκ ἀνέχεται; Καὶ σωφρόνισον αὐτὴν διὰ τῶν ὀδόντων, ὥσπερ δημίοις τούτοις ἐκδοὺς αὐτῆς τὸ σῶμα, καὶ ποιήσας δακεῖν· καὶ γὰρ βέλτιον αὐτὴν δηχθῆναι τοῖς ὀδοῦσι νῦν ἁμαρτάνουσαν, ἢ τότε ζητοῦσαν σταγόνα ὕδατος καὶ τηγανιζομένην μὴ τυχεῖν τῆς παραμυθίας. Πολλὰ μὲν οὖν καὶ ἀλλὰ ἁμαρτάνειν εἴωθε λοιδοροῦσα, βλασφημοῦσα, αἰσχρὰ προϊεμένη ῥήματα, συκοφαντοῦσα, ὀμνύουσα, ἐπιορκοῦσα.

ε’. Ἀλλ’ ἵνα μὴ πάντα ἀθρόον τήμερον ὑμῖν λέγοντες καταχώσωμεν ὑμῶν τὴν διάνοιαν, ἕνα τέως τίθεμεν ὑμῖν νόμον τὸν περὶ τῆς τῶν ὅρκων φυλακῆς, ἐκεῖνο προλέγοντες καὶ διαγορεύοντες, ὅτι εἰ μὴ φύγητε τοὺς ὅρκους, οὐ λέγω τὰς ἐπιορκίας μόνον, ἀλλὰ καὶ τοὺς ἐπὶ τῷ δικαίῳ γινομένους εἰ μὴ φύγητε, οὐκ ἔτι περὶ ἑτέρας ὑποθέσεως ὑμῖν διαλεξόμεθα. Καὶ γὰρ ἄτοπον τοὺς μὲν τῶν γραμμάτων διδασκάλους μὴ δεύτερον τοῖς παιδίοις διδόναι μάθημα, ἕως ἂν τὸ πρότερον ἴδωσι καλῶς ἐμπαγὲν αὐτῶν τῇ μνήμῃ· ἡμᾶς δὲ τὰ πρότερον μαθήματα μὴ δυναμένους ἀπαγγεῖλαι μετὰ ἀκριβείας, ἕτερα προεμβαλεῖν πάλιν· οὐδὲν γὰρ ἕτερον τοῦτο, ἀλλ’ ἢ εἰς πίθον τετρημένον ἀντλεῖν. Ἵνα οὖν ἡμᾶς μὴ ἐπιστομίσητε, πολλὴν τοῦ πράγματος ποιήσασθε τὴν σπουδήν. Καὶ γὰρ χαλεπὸν τοῦτό ἐστι τὸ ἁμάρτημα, καὶ σφόδρα χαλεπόν· σφόδρα δὲ ἐστι χαλεπόν, ὅτι οὐ δοκεῖ χαλεπὸν εἶναι, καὶ διὰ τοῦτο αὐτὸ δέδοικα, ἐπειδὴ οὐδεὶς αὐτὸ δέδοικε· διὰ τοῦτο ἀνίατόν ἐστι τὸ νόσημα, ἐπειδὴ οὐδὲ νόσημα εἶναι δοκεῖ· ἀλλ’ ὥσπερ τὸ διαλέγεσθαι ἁπλῶς οὐκ ἔστιν ἔγκλημα, οὕτως οὐδὲ τοῦτο ἔγκλημα εἶναι δοκεῖ, ἀλλὰ μετὰ πολλῆς παῤῥησίας ἡ παρανομία αὕτη τολμᾶται· κἂν ἐγκαλέσῃ τις, εὐθέως γέλως ἕπεται καὶ χλευασία πολλῇ, οὐχὶ τοῖς ἐγκαλουμένοις ὑπὲρ τῶν ὅρκων, ἀλλὰ τοῖς διορθῶσαι τὸ νόσημα βουλομένοις. Διὰ τοῦτο μακρὸν ὑπὲρ τούτων ἀποτείνω τὸν λόγον· βαθεῖαν γὰρ ῥίζαν ἀνασπάσαι βούλομαι, καὶ χρόνιον ἀπαλεῖψαι κακόν· οὐ λέγω τὰς ἐπιορκίας μόνον, ἀλλὰ καὶ εὐορκίας αὐτάς. Ἀλλ’ ὁ δεῖνα φησίν, ἄνθρωπος ἐπιεικής, εἰς ἱερωσύνην τελῶν, πολλῇ σωφροσύνῃ καὶ εὐλαβείᾳ συζῶν. Μὴ μοι τὸν ἐπιεικῆ τοῦτον εἴπῃς, τὸν σώφρονα, τὸν εὐλαβῆ, τὸν εἰς ἱερωσύνην τελοῦντα· ἀλλ’, εἰ βούλει, θὲς πέτρον εἶναι τοῦτον ἢ Παῦλον, ἢ καὶ ἄγγελον ἐξ οὐρανοῦ καταβάντα· οὐδὲ γὰρ οὕτως ἐπιστρέφομαι πρὸς τὴν ἀξίαν τῶν προσώπων. Νόμον γὰρ οὐχὶ δουλικόν, ἀλλὰ βασιλικὸν ἀναγινώσκω ἐγὼ τὸν περὶ τῶν ὅρκων· ὅταν δὲ βασιλέως ἀναγινώσκηται γράμματα, ἅπαν τὸ τῶν δούλων ἀξίωμα ἡσυχαζέτω. Ἂν μὲν γὰρ ἔχῃς εἰπεῖν, ὅτι ὁ Χριστὸς ὀμνύναι ἐκέλευσεν, ἢ ὅτι ὁ Χριστὸς οὐ κολάζει τοῦτο γινόμενον, δεῖξον καὶ πείθομαι· εἰ δὲ μετὰ τοσαύτης ἀπείργει σπουδῆς, καὶ τοσαύτην ὑπὲρ τοῦ πράγματος ποιεῖται πρόνοιαν, ὡς μετὰ τοῦ πονηροῦ στῆσαι τὸν ὀμνύοντα. («Τὸ γὰρ περισσὸν τούτων», τοῦ ναί, καὶ τοῦ οὔ, φησίν, «ἐκ τοῦ διαβόλου ἐστί»). Τὶ μοὶ τὸν δεῖνα καὶ τὸν δεῖνα προσάγεις εἰς μέσον; Οὐ γὰρ ἀπὸ τῆς ῥᾳθυμίας τῶν συνδούλων οἴσει σοι τὴν ψῆφον ὁ Θεὸς ταύτην, ἀλλ’ ἀπὸ τῆς ἐπιταγῆς τῶν αὐτοῦ νόμων. Ἐπέταξε, φησίν, ἔδει πεισθῆναι, καὶ μὴ τὸν δεῖνα προβάλλεσθαι, μηδὲ ἀλλότρια περιεργάζεσθαι κακά. Ἐπεὶ ὁ μέγας Δαυῒδ ἥμαρτεν ἁμαρτίαν χαλεπήν· ἆρα οὖν ἀκίνδυνον ἡμῖν διὰ τοῦτο τὸ ἁμαρτάνειν, εἰπὲ μοι; Διὰ τοῦτο μὲν οὖν τοῦτο ἀσφαλίζεσθαι χρή, καὶ τὰ κατορθώματα τῶν ἁγίων μόνον ζηλοῦν· εἰ δὲ που ῥαθυμίᾳ καὶ νόμου παράβασις, μετὰ πολλῆς ἀποφεύγειν χρὴ τῆς σπουδῆς. Οὐ γὰρ πρὸς τοὺς συνδούλους ἡμῖν, ἀλλὰ πρὸς τὸν Δεσπότην ὁ λόγος ἐστί, καὶ τούτῳ τὰς εὐθύνας δώσομεν τῶν βεβιωμένων ἁπάντων. Πρὸς ἐκεῖνο τοίνυν παρασκευαζώμεθα τὸ δικαστήριον· κἂν γὰρ μυριάκις θαυμαστὸς ᾖ καὶ μέγας ὁ τὸν νόμον παραβαίνων τοῦτον, δώσει πάντως τὴν ἐπὶ τῇ παραβάσει κειμένην τιμωρίαν· οὐ γὰρ ἐστι προσωπολήπτης ὁ Θεός. Πῶς οὖν ἔστι καὶ τίνι τρόπῳ φυγεῖν τὸ ἁμάρτημα; Οὐ γὰρ δὴ μόνον τὸ ἔγκλημα χαλεπὸν χρὴ δεῖξαι, ἀλλὰ καὶ ὅπως ἂν ἀπαλλαγείημεν συμβουλεῦσαι. Ἔχεις γυναῖκα, ἔχεις οἰκέτην, ἔχεις παιδία, καὶ φίλον, καὶ συγγενῆ, καὶ γείτονα; Πᾶσι τούτοις τὴν ἐπὶ τούτων ἐπίτρεψον φυλακήν. Χαλεπὸν ἡ συνηθείᾳ, καὶ δεινὸν ὑποσκελίσαι, καὶ δυσφύλακτον, καὶ ἄκοντας ἡμᾶς πολλάκις καὶ οὐκ εἰδότας ἐμβάλλει; Οὐκοῦν ὅσῳ τῆς συνηθείας οἶδας τὴν δύναμιν, τοσούτῳ τῆς μὲν πονηρᾶς συνηθείας ἀπαλλαγῆναι σπούδασον, πρὸς δὲ τὴν ἑτέραν τὴν χρησιμωτάτην σεαυτὸν μετάστησον. Ὥσπερ γὰρ νῦν σπουδάζοντά σε καὶ φυλαττόμενον καὶ μεριμνῶντα καὶ φροντίζοντα ἴσχυσε πολλάκις ὑποσκελίσαι ἐκείνῃ, οὕτως ἂν εἰς τὴν ἀγαθὴν σαυτὸν συνήθειαν μεταστήσῃ τὴν τοῦ μὴ ὀμνύναι, οὐδὲ ἄκων, οὐδὲ ῥαθυμῶν ἐμπεσεῖν δυνήσῃ ποτὲ πρὸς τὰ τῶν ὅρκων πτώματα· μέγα γὰρ ὄντως συνηθείᾳ, καὶ φύσεως ἔχει δύναμιν. Ἳν’ οὖν μὴ πονῶμεν συνεχῶς, ἑαυτοὺς εἰς συνήθειαν μεταστήσωμεν ἑτέραν, καὶ ἕκαστον τῶν σοι συγγινομένων καὶ συνόντων ταύτην αἴτησαι τὴν χάριν, ἵνα συμβουλεύῃ καὶ παραινῇ φεύγειν τοὺς ὅρκους, καὶ ἁλισκόμενον ἐλέγχῃ. Ἡ γὰρ παρ’ αὐτῶν εἰς σὲ γινομένη φυλακῇ καὶ αὐτοῖς ἐστι συμβουλῇ καὶ παραίνεσις τοῦ κατορθώματος. Ὁ γὰρ ἐγκαλῶν ἑτέρῳ περὶ ὅρκων, οὐ ῥᾳδίως αὐτὸς εἰς τὸ βάραθρον ἐμπεσεῖται τοῦτοι· βάραθρον γὰρ οὐ τὸ τυχὸν ἡ πολιορκία, οὐχ ὅταν περὶ τῶν ἐλαχίστων μόνον, ἀλλὰ καὶ ὅταν περὶ μεγίστων γίνηται πραγμάτων. Ἡμεῖς δὲ καὶ λάχανα ὠνούμενοι καὶ ὑπὲρ ὀβολῶν δύο φιλονεικοῦντες, καὶ πρὸς οἰκέτας ὀργιζόμενοι καὶ ἀπειλοῦντες, τὸν Θεὸν πανταχοῦ καλοῦμεν μάρτυρα· καὶ ἄνθρωπον μὲν ἐλεύθερον, ἀξίας τινὸς μετασχόντα ψιλῆς οὐκ ἂν ἐτόλμησας ὑπὲρ τοιούτων καλέσαι μάρτυρα ἐπ’ ἀγορᾶς, ἀλλὰ κἂν ἐπιχειρήσῃς, δίκην δώσεις τῆς ὕβρεως· τὸν δὲ τῶν οὐρανῶν βασιλέα, τὸν τῶν ἀγγέλων Δεσπότην, καὶ περιῶ ὠνίων, καὶ περὶ χρημάτων, καὶ περὶ τῶν τυχόντων διαλεγόμενος, ἕλκεις εἰς μαρτυρίαν· καὶ πῶς ταῦτα ἀνεκτά; Πόθεν οὖν ἀπηλλαγείημεν ἐκ τῆς πονηρᾶς ταύτης συνηθείας; Τοὺς φυλακὰς οὓς εἶπον περιστήσαντες, χρόνον ρητὸν ὁρίσαντες ἑαυτοῖς πρὸς διόρθωσιν, καὶ καταδίκην ἐπιθέντες, εἰ τοῦ χρόνου παρελθόντος μὴ κατορθώσαιμεν τοῦτο. Πόσος οὖν ἡμῖν χρόνος ἀρκέσει πρὸς τοῦτο; Οὐκ οἶμαι τοὺς σφόδρα νήφοντας καὶ διεγηγερμένους καὶ ὑπὲρ τῆς ἑαυτῶν ἀγρυπνοῦντας σωτηρίας πλέον ἡμερῶν δέκα δεηθήσεσθαι, ὥστε παντελῶς ἀπαλλαγῆναι τῆς πονηρᾶς τῶν ὅρκων συνηθείας. Εἰ δὲ μετὰ τὰς δέκα ἡμέρας ὀφθείημεν ὀμνύντες, δίκην ἑαυτοῖς ἐπιθῶμεν, καὶ τιμωρίαν μεγίστην καὶ καταδίκην ὁρίσωμεν τῆς παραβάσεως. Τὶς οὖν ἐστιν ἡ καταδίκῃ; Οὐκ ἔτι τοῦτο ὁρίζω ἐγώ, ἀλλ’ ὑμᾶς αὐτοὺς ἀφίημι κυρίους τῆς ψήφου εἶναι. Οὕτω τὰ καθ’ ἑαυτοὺς οἰκονομῶμεν, μὴ μόνον ἐπὶ τῶν ὅρκων, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλῳ ἐλαττωμάτων, καὶ χρόνον ὁρίζοντες ἑαυτοῖς τιμωρίαις χαλεπωτάταις, εἲ ποτε περιπέσωμεν τούτοις, καθαροὶ πρὸς τὸν ἡμέτερον ἀπελευσόμεθα Δεσπότην καὶ τῆς τοῦ πυρὸς γεέννης ἀπαλλαγησόμεθα, καὶ μετὰ παῤῥησίας στησόμεθα ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: ΚΑΤΗΧΗΣΙΣ ΔΕΥΤΕΡΑ. Πρὸς τοὺς μέλλοντας φωτίζεσθαι· καὶ περὶ γυναικῶν τῶν ἐν πλέγμασι καὶ χρυσῷ κατακοσμουσῶν ἑαυτάς· καὶ περὶ τῶν κληδονισμοῖς, ἢ περιάπτοις, ἢ ἐπῳδαῖς κεχρημένων, ἅπερ ἅπαντα ἀλλότρια Χριστιανισμου
Προηγούμενο: ΟΜΙΛΙΑ ΚΑ’. Εἰς τὴν ἐπάνοδον τοῦ ἐπισκόπου Φλαβιανοῦ, καὶ εἰς τὴν τοῦ βασιλέως διαλλαγὴν πρὸς τὴν πόλιν καὶ πρὸς τοὺς πλημμελήσαντας εἰς τὴν τῶν ἀνδριάντων καταστροφήν.
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 49
Ἀρχικὴ Σελίδα: Τέρτιος