Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 49

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΟΜΙΛΙΑ Γ’. Ὅτι ἐκ ῥᾳθυμίας ἡ κακία, καὶ ἀπὸ σπουδῆς ἡ ἀρετή, καὶ οὐδὲν οὔτε οἱ ἄνθρωποι πονηροί, οὔτε αὐτὸς ὁ διάβολος τὸν νήφοντα παραβλάψαι δύναται· καὶ ἡ ἀπόδειξις ἄλλοθέν τε πολλαχόθεν, καὶ ἐκ τῶν κατὰ τὸν Ἀδὰμ καὶ τὸν Ἰώβ.
Προηγούμενο: ΟΜΙΛΙΑ Α’. Πρὸς τοὺς λέγοντας, ὅτι δαίμονες τὰ ανθρωπινα διοικοῦσι, καὶ δυσχεραίνοντας ἐπὶ ταῖς τοῦ Θεοῦ κολάσεσι, καὶ σκανδαλιζομένους ἐπὶ ταῖς τῶν φαύλων εὐημερίαις καὶ δυσπραγίαις τῶν δικαίων.
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 49

ΟΜΙΛΙΑ Β’. Πρὸς τοὺς ἐγκαλοῦντας, τίνος ενεκεν οὐκ ἐκ μέσου γέγονεν ὁ διάβολος· καὶ ὅτι οὐδὲν ἡμᾶς βλάπτει ἡ τούτου πονηρία ἐὰν προσέχωμεν καὶ περὶ μετανοίας.

α’. Ὁ μὲν Ἰσαὰκ ἐπιθυμήσας ποτὲ ἄριστον ἐκ τῶν χειρῶν τοῦ παιδὸς φαγεῖν, τὸν παῖδα εἰς τὴν θήραν ἐξέπεμψεν ἐκ τῆς οἰκίας· οὗτος δὲ ὁ Ἰσαὰκ ἐπιθυμήσας ἄριστον ἐκ τῶν ἡμετέρων χειρῶν λαβεῖν, οὐχ ἡμᾶς ἐξέπεμψεν ἐκ τῆς οἰκίας, ἀλλ’ αὐτὸς πρὸς τὴν ἡμετέραν ἔδραμε τράπεζαν. Τὶ τούτου φιλοστοργότερον γένοιτ’ ἄν; Τὶ δὲ ταπεινότερον; Ὃς οὕτω θέρμην ἐπιδείξασθαι τὴν ἀγάπην κατηξίωσε, καὶ τοσοῦτον καταβῆναι ἠνέσχετο. Διὰ τοι τοῦτο καὶ ἡμεῖς καὶ τὸν τόνον τῆς φωνῆς καὶ τὴν δύναμιν τῶν ποδῶν καταβαλόντες ἀπὸ τῆς ἑωθινῆς διαλέξεως, ἰδόντες τὴν πατρικὴν ὄψιν, εὐθέως ἐπελαθόμεθα τῆς ἀσθενείας, ἀπεθέμεθα τὸν ὄκνον, ἀνεπτερώθημεν ὑπὸ τῆς ἡδονῆς, εἴδομεν τὴν λαμπρὰν πολιάν, καὶ φωτὸς ἐνεπλήσθη ἡμῶν ἡ ψυχή. Διὰ τοῦτο καὶ μετὰ προθυμίας τὴν τράπεζαν παρατιθέμεθα, ἵνα φαγὼν εὐλογήσῃ ἡμᾶς. Οὐκ ἔστιν ἐνταῦθα κλοπὴ καὶ δόλος, καθάπερ ἐκεῖ τότε· ἕτερος μὲν ἐπετάγη εἰσενεγκεῖν, ἕτερος δὲ εἰσήνεγκεν· ἀλλ’ ἐγὼ καὶ ἐπετάγην εἰσενεγκεῖν, καὶ εἰσήνεγκα. Εὐλόγησον δὴ ἡμᾶς, ᾧ πάτερ, εὐλογίαν πνευματικὴν καὶ ἦν πάντες εὐχόμεθα λαβεῖν ἀεί, καὶ τὴν οὐ σοὶ μόνον, ἀλλὰ καὶ ἐμοὶ καὶ τούτοις πᾶσι χρησίμην· παρακάλεσον τὸν κοινὸν ἡμῶν ἁπάντων Δεσπότην, εἰς τὸ μακρὸν γῆρας τοῦ Ἰσαὰκ τὴν ζωὴν τὴν σὴν ἐξαγαγεῖν. Τοῦτο γὰρ καὶ ἐμοὶ καὶ τούτοις τῆς δρόσου τοῦ οὐρανοῦ καὶ τῆς πιότητος τῆς γῆς τιμιώτερον καὶ ἀναγκαιότερον.

Ἀλλὰ γὰρ ὤρα λοιπὸν παραθεῖναι τὴν τράπεζαν· τὶς οὖν ἐστιν αὕτη; Τὰ λείψανα τῶν πρώην εἰρημένων πρὸς τὴν ὑμετέραν ἀγάπην· ἔτι γάρ, ἔτι τὸν περὶ τοῦ διαβόλου λόγον ἀνακινοῦμεν, ὃν πρὸ τούτων τῶν δύο ἡμερῶν ἐκινήσαμεν· ὃν καὶ ἕωθεν πρὸς τοὺς μυσταγωγουμένους εἴπαμεν, ὅτε περὶ ἀποταγῆς καὶ συνταγῆς διαλεγόμεθα τούτοις. Ποιοῦμεν δὲ τοῦτο οὐκ ἐπειδὴ ἡδὺς ἡμῖν ὁ περὶ τοῦ διαβόλου λόγος, ἀλλ’ ἐπειδὴ ἀσφαλὴς ὑμῖν ἡ περὶ τούτου διδασκαλία· ἐχθρὸς γὰρ ἐστι καὶ πολέμιος· μεγάλη δὲ ἀσφαλείᾳ τὰ τῶν ἐχθρῶν εἰδέναι σαφῶς. Εἰρήκαμεν πρώην, ὅτι βίᾳ οὐ κρατεῖ, οὐδὲ τυραννίδι, οὐδὲ ἀναγκάζων, οὐδὲ βιαζόμενος· ἐπεὶ εἰ τοῦτο ἦν, πάντας ἂν ἀπώλεσε. Καὶ τούτου τεκμήριον παρηγάγομεν τοὺς χοίρους, ὧν οὐκ ἠδυνήθησαν κατατολμῆσαι οἱ δαίμονες πρὸ τῆς ἐπιτροπῆς τοῦ Δεσπότου· τὰ βουκόλια τοῦ Ἰὼβ καὶ τὰ ποίμνια· οὐδὲ γὰρ ταῦτα διαφθεῖραι ἐτόλμησεν ὁ διάβολος, ἕως ἄνωθεν τὴν ἐξουσίαν ἔλαβεν. Ἓν τοίνυν τοῦτο πρῶτον ἐμάθομεν, ὅτι βιᾳ ἡμῶν οὐ κρατεῖ, οὐδὲ ἀνάγκῃ· δεύτερον μετ’ ἐκεῖνο προσεθήκαμεν, ὅτι καὶ ἀπάτῃ κρατῶν, οὐδὲ οὕτω πάντων περιγίνεται· καὶ πάλιν αὐτὸν τὸν ἀθλητὴν εἰς μέσον παρηγάγομεν τὸν Ἰώβ, καθ’ οὗ μυρία κινήσας μηχανήματα, οὐδὲ οὕτω περιεγένετο, ἀλλὰ καὶ ἡττηθεὶς ἀνεχώρησεν. Ἓν ὑπολείπεται ζήτημα λοιπόν. Ποῖον χειραγωγεῖ· ὅτι αὕτη ποιεῖ ἐπιγινώσκειν τὸν Δεσπότην. Τὶ οὖν, ἐὰν ἴδωμεν τὴν καλὴν ταύτην καὶ θαυμαστήν, αὐτὴν γενομένην ἀσεβείας αἰτίαν πολλοῖς, αἰτιασόμεθα αὐτήν; Οὐδαμῶς, ἀλλ’ ἐκείνους τοῦ μὴ χρησαμένους εἰς δέον τῷ φαρμάκῳ. Ποῦ οὖν ἀσεβείας αἰτία αὕτη ἡ χειραγωγοῦσα πρὸς θεογνωσίαν; «Ἐσκοτίσθησαν, φησίν, ἐν τοῖς διαλογισμοὶ αὐτῶν οἱ φιλόσοφοι, καὶ ἐσεβάσθησαν, καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα». Οὐδαμοῦ διάβολος ἐνταῦθα, οὐδαμοῦ δαίμων ἐνταῦθα, ἀλλὰ κτίσις εἰς τὸ μέσον πρόκειται μόνη διδάσκαλος τῆς θεογνωσίας. Πῶς οὖν γέγονεν ἀσεβείας αἰτία; Οὐ παρὰ τὴν ἑαυτῆς φύσιν, ἀλλὰ παρὰ τὴν ἀμέλειαν τῶν μὴ προσεχόντων. Τὶ οὖν; Ἀναιρήσομεν καὶ τὴν κτίσιν, εἶπε μοί;

Καὶ τὶ λέγω περὶ τῆς κτίσεως; Ἐπὶ τὰ μέλη ἔλθωμεν τὰ ἡμέτερα· καὶ γὰρ καὶ ταῦτα εὑρήσομεν ἀπωλείας αἰτία, ἐὰν μὴ προσέχωμεν, οὐ παρὰ τὴν οἰκείαν δὲ φύσιν, ἀλλὰ παρὰ τὴν ἡμετέραν ῥαθυμίαν. Σκόπει δέ· ὀφθαλμὸς ἐδόθη, ἵνα βλέπων τὴν κτίσιν δοξάζῃς τὸν Δεσπότην· ἀλλ’ ἐὰν μὴ καλῶς χρήσῃ τῷ ὀφθαλμῷ, μοιχείας σοι γίνεται πρόξενος· γλῶττα δὲ ἐδόθη, ἵνα εὐφημῇς, ἵνα ὑμνῇς τὸν Ποιητήν· ἀλλ’ ἐὰν μὴ καλῶς προσέχῃς, βλασφημίας σοι γίνεται αἰτία· χεῖρες δὲ ἐδόθησαν, ἵνα ἀνατείνῃς αὐτὰς εἰς εὐχάς· ἀλλ’ ἐὰν μὴ νήφῃς, εἰς πλεονεξίαν αὐτὰς ἐκτείνεις· πόδες ἐδόθησαν, ἵνα τρέχῃς εἰς καλὰ ἔργα· ἀλλ’ ἐὰν ἀμελής, τὰς πονηρᾶς δι’ αὐτῶν ἕξεις πράξεις. Ὁρᾷς ὅτι τὸν ἀσθενῆ πάντα βλάπτει; Ὁρᾷς ὅτι τὸν ἀσθενῆ καὶ τὰ φάρμακα τὰ σωτηρία εἰς θάνατον ἐμβάλλει, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ἀσθένειαν τὴν ἐκείνου; Ἐποίησεν οὐρανὸν ὁ Θεός, ἵνα θαυμάσας τὸ ἔργον προσκυνήσῃς τὸν Δεσπότην· ἀλλ’ ἕτεροι τὸν Ποιητὴν ἀφέντες, αὐτὸν τὸν οὐρανὸν προσεκύνησαν· ταῦτα δὲ ἀπὸ τῆς ἐκείνων ῥᾳθυμίας τε καὶ ἀνοίας. Ἀλλὰ τὶ λέγω κτίσιν; Καὶ μὴ τὶ τοῦ σταυροῦ σωτηριωδέστερον γένοιτ’ ἄν; Ἀλλ’ ὁ σταυρὸς οὗτος σκάνδαλον τοῖς ἀσθενοῦσι γέγονεν· «Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστί, τοῖς δὲ σωζομένοις δύναμις Θεοῦ»· καὶ πάλιν· «Κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρίαν». Τὶ τοῦ Παύλου διδασκαλικώτερον γένοιτ’ ἂν καὶ τῶν ἀποστόλων; Ἀλλ’ οἱ ἀπόστολοι οὗτοι ὀσμὴ θανάτου τοῖς πολλοῖς ἐγένοντο· φησὶν γοῦν· «Οἷς μὲν ὀσμὴ θανάτου εἰς θάνατον, οἷς δὲ ζωῆς εἰς ζωήν». Ὁρᾷς ὅτι ὁ μὲν ἀσθενὴς καὶ ἀπὸ τοῦ Παύλου βλάπτεται, ὁ δὲ ἰσχυρὸς οὐδὲ ἀπὸ τοῦ διαβόλους ἀδικεῖται.

δ’. Βούλει καὶ ἐπὶ τοῦ Χριστοῦ τὸν λόγον γυμνάζωμεν; Τὶ τῆς σωτηρίας ἐκείνης ἴσον; Τὶ τῆς παρουσίας ἐκείνης χρησιμώτερον; Ἀλλ’ αὕτη ἡ παρουσία ἡ σωτηριώδης, ἡ χρήσιμη, πολλοῖς προσθήκη κολάσεως γέγονεν· «Εἰς κρῖμα γάρ, φησίν, ἐγὼ ἦλθον εἰς τὸν κόσμον τοῦτον, ἵνα οἱ μὴ βλέποντες βλέψωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται». Τὶ λέγεις; Τὸ φῶς πηρώσεως αἴτιον γέγονεν; Οὐ τὸ φῶς πηρώσεως αἴτιον γέγονεν, ἀλλ’ ἡ ἀσθένεια τῶν ὀφθαλμῶν τῆς ψυχῆς τὸ φῶς ὑποδέξασθαι οὐκ ἴσχυσεν. Εἶδες ὅτι ἀσθενὴς πάντοθεν βλάπτεται, ὁ δὲ ἰσχυρὸς πάντοθεν ὠφελεῖται; Πανταχοῦ γὰρ ἡ προαίρεσις αἰτία, πανταχοῦ ἡ γνώμῃ κυρία· ἐπεὶ ὁ διάβολος, εἰ βούλει μαθεῖν, καὶ χρήσιμος ἡμῖν ἐστιν, ἐὰν εἰς δέον αὐτῷ χρώμεθα, καὶ τὰ μεγάλα ὑμᾶς ὠφελεῖ, καὶ κερδαίνομεν οὐ τὰ τυχόντα. Καὶ τοῦτο ἐδείξαμεν πολλοστὸν καὶ ἀπὸ τοῦ Ἰώβ· ἕξεσι δὲ καὶ ἀπὸ τοῦ Παύλου μαθεῖν· περὶ γὰρ τοῦ πεπορνευκότος γραφῶν οὕτω λέγει· «Παράδοτε τὸν τοιοῦτον τῷ σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ». Ἰδοὺ καὶ σωτηρίας αἴτιος ὁ διάβολος γέγονεν, ἀλλ’ οὐ παρὰ τὴν αὐτοῦ γνώμην, ἀλλὰ παρὰ τὴν τέχνην τοῦ ἀποστόλου. Καθάπερ γὰρ οἱ ἰατροὶ ἐχίδνας λαμβάνοντες καὶ τὰ ὀλέθρια αὐτῶν ἀποτέμνοντες μέλη, τὰ θηριακὰ κατασκευάζουσι φάρμακα οὕτω καὶ ὁ Παῦλος ἐποίησεν· ὅσον χρήσιμον ἦν ἀπὸ τῆς κολάσεως τῆς ἐπαγομένης παρὰ τοῦ διαβόλου λαβών, τὸ λοιπὸν εἴασεν. Ἵνα γὰρ μάθῃς, ὅτι οὐχ ὁ διάβολος τῆς σωτηρίας αἴτιος, ἀλλ’ ἀπολέσαι τὸν ἄνθρωπον καὶ καταπιεῖν ἠπείγετο, ὁ δὲ ἀπόστολος διὰ τῆς αὐτοῦ σοφίας τὴν λαίμην ἐνέκοψεν, ἄκουσον ἐν τῇ δευτέρᾳ τῇ πρὸς Κορινθίους ἐπιστολῇ τὶ φησι περὶ αὐτοῦ τοῦ πεπορνευκότος· «Κυρώσατε εἰς αὐτὸν ἀγάπην, μὴ πως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος, καὶ πλεονεκτηθῶμεν ὑπὸ τοῦ σατανᾶ»· προεξαρπάσωμεν τῆς φάρυγγος τοῦ θηρίου τὸν ἄνθρωπον, φησίν. Ὡς γὰρ δημίῳ πολλάκις ἐχρήσατο τῷ διαβόλῳ ὁ ἀπόστολος· οἱ δὲ δήμιοι κολάζουσι μὲν τοὺς ἡμαρτηκότας, οὐ μὴν ὅσον βούλονται, ἀλλ’ ὅσον οἱ δικάζοντες ἐπιτρέπουσιν· οὗτος γὰρ δημίου νόμος, τῷ νεύματι τοῦ δικαστοῦ προσέχοντα τιμωρεῖσθαι. Εἶδες εἰς ὅσον ἀξίωμα ἀνέβη ὁ ἀπόστολος; Ὁ σῶμα περικείμενος τῷ ἀσωμάτῳ ὡς δημίῳ ἐχρήσατο, καὶ ὅπερ ὁ κοινὸς Δεσπότης λέγει τῷ διαβόλῳ περὶ τοῦ Ἰώβ, παραγγέλλων οὕτως, «Ἅψαι τῆς σαρκὸς αὐτοῦ, πλὴν τῆς ψυχῆς αὐτοῦ μὴ ἅψῃ», ὄρους αὐτῷ διδοὺς καὶ μέτρα τιμωριῶν, ἵνα μὴ προπετὲς ὃν τὸ θηρίον ἀναισχυντότερον ἐπιπηδήσῃ, τοῦτο καὶ ὁ ἀπόστολος ποιεῖ· παραδοὺς γὰρ αὐτῷ τὸν πεπορνευκότα, φησίν· «Εἰς ὄλεθρον τῆς σαρκός»· τοῦτ’ ἔστι, «Τῆς ψυχῆς αὐτοῦ μὴ ἅψῃ». Εἶδες αὐθεντίαν οἰκέτου; Μὴ τοίνυν φόβου τὸν διάβολον, κἂν ἀσώματος ᾖ· προσέκρουσε γάρ· οὐδὲν δὲ τοῦ προσκεκρουκότος ἀσθενέστερον, κἂν μὴ σῶμα περικείμενος ᾖ· ὥσπερ οὖν οὐδὲν τοῦ παῤῥησίαν ἔχοντος ἰσχυρότερον, κἂν σῶμα περιφέρῃ θνητόν.

ε’. Ταῦτά μοι πάντα εἴρηται νῦν, οὐχ ἵνα τὸν διάβολον ἐγκλημάτων ἀπαλλάξω, ἀλλ’ ἵνα ὑμᾶς ἐλευθερώσω τῆς ῥᾳθυμίας. Καὶ γὰρ σφόδρα βούλεται ἐκεῖνος τῶν ἡμετέρων ἁμαρτημάτων ἐπ’ αὐτὸν ἄγειν τὴν αἰτίαν, ἵνα ταύταις ταῖς ἐλπίσι τρεφόμενοι, καὶ πᾶν εἶδος κακίας ἐπιόντες, πολλὴν αὐξήσωμεν καθ’ ἑαυτῶν τὴν κόλασιν, οὐδεμιᾶς τυγχάνοντες συγγνώμης ἀπὸ τοῦ μετατιθέναι ἐπ’ αὐτὸν τὴν αἰτίαν· ὥσπερ οὖν οὐδὲ ἡ Εὔα ἔτυχεν. Ἀλλ’ ἡμεῖς μὴ τοῦτο ποιῶμεν, ἀλλ’ ἐπιγνῶμεν ἑαυτούς, ἐπιγνῶμεν τὰ τραύματα· οὕτω γὰρ καὶ τὰ φάρμακα ἐπιθεῖναι δυνησόμεθα· ὁ γὰρ τὴν νόσον ἀγνοῶν οὐδεμίαν ποιήσεται τῆς ἀῤῥωστίας ἐπιμέλειαν. Ἡμάρτομεν πολλά· οἶδα κἀγώ· πάντες γὰρ ἐσμεν ἐν ἐπιτίμοις· ἀλλ’ οὐκ ἀπεστερήμεθα συγγνώμης, οὐδὲ ἐξεπέσομεν μετανοίας· ἔτι γὰρ ἐν τῷ σκάμματι ἑστήκαμεν, καὶ ἐν τοῖς ἀγῶσι τῆς μετανοίας ἐσμέν. Γέρων εἶ καὶ πρὸς τὴν ἐσχάτην ἀπαντήσας ἔξοδον; Μὴ νομίσῃς μηδὲ οὕτως ἐκπεπτωκέναι μετανοίας, μηδὲ ἀπογνῷς τῆς σωτηρίας τῆς ἑαυτοῦ, ἀλλ’ ἐννόησον τὸν λῃστὴν τὸν ἐν τῷ σταυρῷ ἐλευθερωθέντα. Τὶ γὰρ τῆς ὥρας ἐκείνης βραχύτερον, καθ’ ἣν ἐστεφανοῦτο; Ἀλλ’ ὅμως ἤρκεσεν αὐτῷ καὶ αὕτη πρὸς σωτηρίαν. Νέος εἶ; Μὴ θαρσήσῃς τῇ νεότητι, μηδὲ νομίσῃς ἱκανὴν ἔχειν προθεσμίαν τῆς ζωῆς· «Ἡ γὰρ ἡμέρᾳ Κυρίου ὡς κλέπτης ἐν νυκτί, οὕτως ἔρχεται». Διὰ τοῦτο ἄδηλον ἡμῶν ἐποίησε τὴν τελευτήν, ἵνα δήλην ποιησώμεθα τὴν σπουδὴν καὶ τὴν πρόνοιαν. Οὐχ ὁρᾷς ἀώρους καθ’ ἑκάστην ἡμέραν ἀναρπαζομένους; Διὰ τοῦτο παραινεῖ τις· «Μὴ ἀνάμενε ἐπιστρέψαι πρὸς Κύριον, μηδὲ ἀναβάλλου ἡμέραν ἐξ ἡμέρας». Μὴ ποτε, ὡς, μέλλῃς, ἐκτριβῇς. Ὁ γέρων ἐκείνην ἐχέτω τὴν παραίνεσιν· ὁ νέος ταύτην ἐχέτω τὴν νουθεσίαν. Ἀλλ’ ἐν ἀσφαλείᾳ εἶ, καὶ πλουτεῖς, καὶ κομᾷς χρήμασι, καὶ οὐδὲν σοι γίνεται δεινόν; Ἀλλ’ ἄκουσον τὶ φησιν ὁ Παῦλος· «Ὅταν δὲ λέγωσιν εἰρήνην καὶ ἀσφάλειαν, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος». Πολλῆς γέμει μεταβολῆς τὰ πράγματα· οὐκ ἐσμεν κύριοι τῆς τελευτῆς· γενώμεθα κύριοι τῆς ἀρετῆς· φιλάνθρωπός ἐστιν ὁ Δεσπότης ἡμῶν Χριστός.

Βούλεσθε εἴπω καὶ μετανοίας ὁδούς; Πολλαὶ τινὲς εἴσει καὶ ποικίλαι καὶ διάφοροι, καὶ πᾶσαι πρὸς τὸν οὐρανὸν φέρουσιν. Ἔστι πρώτη μετανοίας ὁδὸς ἁμαρτημάτων κατάγνωσις· «Λέγε γὰρ σὺ πρῶτος τὰς ἁμαρτίας σου, ἵνα δικαιωθῇς»· διὸ καὶ ὁ προφήτης ἔφη· «Εἶπα· Ἐξαγορεύσω κατ’ ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ, καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρίδας μου». Κατάγνωθι τοίνυν καὶ σὺ τῶν ἠμαρτημένων· ἀρκεῖ τοῦτο τῷ Δεσπότῃ πρὸς ἀπολογίαν· ὁ γὰρ καταγνοὺς τῶν ἠμαρτημένων, ὀκνηρότερός ἐστι πρὸς τὸ τοῖς αὐτοῖς πάλιν περιπεσεῖν. Κίνησον τὸν κατήγορον ἔνδον τὸ σὸν συνειδός, ἵνα μὴ ἐκεῖ κατήγορον ἔχῃς ἐπὶ τοῦ βήματος τοῦ Κυρίου. Μία μὲν οὖν μετανοίας ὁδός, ἀρίστη αὕτη· ἔστι δὲ καὶ ἑτέρα ταύτης οὐκ ἐλάττων, τὸ μὴ μνησικακεῖν τοῖς ἐχθροῖς, τὸ κρατεῖν ὀργῆς, τὸ ἀφιέναι τὰ συνδουλικὰ ἁμαρτήματα· οὕτω γὰρ ἡμῖν ἀφεθήσεται καὶ τὰ εἰς τὸν Δεσπότην γεγενημένα· ἰδοὺ καὶ δεύτερον ἁμαρτημάτων καθάρσιον· «Ἐὰν γὰρ ἀφῆτε, φησί, τοῖς ὀφειλέταις ὑμῶν, καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ἀφήσει ὑμῖν». Βούλει καὶ τρίτην μαθεῖν μαθεῖν μετανοίας ὁδόν; Εὐχὴ ζέουσα καὶ ἀκριβής, καὶ ἀπὸ βαθυτάτης καρδίας τοῦτο ποιεῖν. Οὐκ εἶδες ἐκείνην τὴν χήραν, πῶς τὸν ἀναίσχυντον δικαστὴν ἐπεσπάσατο; Σὺ δὲ ἥμερον ἔχεις Δεσπότην καὶ προσηνῆ καὶ φιλάνθρωπον· ἐκείνῃ κατ’ ἐχθρῶν ᾔτει, σὺ δὲ οὐ κατ’ ἐχθρῶν αἰτεῖς, ἀλλ’ ὑπὲρ τῆς σεαυτοῦ σωτηρίας. Εἰ δὲ καὶ τετάρτην θέλεις μαθεῖν, τὴν ἐλεημοσύνην ἐρῶ· πολλὴν γὰρ δύναμιν αὕτη ἔχει, καὶ ἄφατον· καὶ γὰρ τῷ Ναβουχοδονόσορ εἰς πᾶν εἶδος κακίας ἐλθόντι, καὶ πᾶσαν ἀσέβειαν ἀπελθόντι, φησὶν ὁ Δανιήλ· «Βασιλεῦ, ἡ βουλὴ μου ἀρεσάτω σοι· τὰς ἁμαρτίας σου ἐν ἐλεημοσύναις λύτρωσαι καὶ τὰς ἀνομίας σου ἐν οἰκτιρμοῖς πενήτων». Τὶ γένοιτο ταύτης ἴσον τῆς φιλανθρωπίας; Μετὰ μυρία ἁμαρτήματα, μετὰ τοσαύτας παρανομίας ἐπαγγέλλεται καταλλάττεσθαι τῷ προσκεκρουκότι, εἰ τοῖς συνδούλοις φιλανθρωπεύσεται τοῖς αὐτοῦ. Καὶ τὸ μετριάζειν δὲ καὶ ταπεινοφρονεῖν τῶν εἰρημένων ἁπάντων οὐχ ἧττον δαπανᾷ ἁμαρτημάτων φύσιν· καὶ μάρτυς ὁ τελώνης, κατορθώματα μὲν οὐκ ἔχων εἰπεῖν, ἀντὶ δὲ πάντων τὴν ταπεινοφροσύνην προσφέρων, καὶ τὸ βαρὺ τῶν ἁμαρτημάτων ἀποτιθέμενος φορτίον. Ἰδοὺ πέντε μετανοίας ὁδοὺς ἐδείξαμεν, πρώτην τὴν κατάγνωσιν τῶν ἠμαρτημένων, δευτέραν τὸ ἀφεῖναι τοῖς πλησίον τὰ ἁμαρτήματα, τρίτην τὴν ἀπὸ τῆς εὐχῆς γενομένην, τετάρτην τὴν ἀπὸ τῆς ἐλεημοσύνης, πέμπτην τὴν ἀπὸ τῆς ταπεινοφροσύνης. Μὴ τοίνυν ἄργει, ἀλλὰ πάσας ταύτας καθ’ ἑκάστην ὅδευε τὴν ἡμέραν· καὶ γὰρ εὔκολοι οἱ ὁδοί, καὶ οὐκ ἔχεις προβαλέσθαι πενίαν· ἀλλὰ κἂν ἁπάντων πτωχότερον βίοις, καὶ ὀργὴν ἀφεῖναι καὶ ταπεινοφρονῆσαι δυνήσῃ, καὶ εὔξασθαι ἐκτενῶς, καὶ καταγνῶναι τῶν ἠμαρτημένων, καὶ οὐδαμοῦ κώλυμα ἡ πενία γίνεται. Καὶ τὶ λέγω ἐνταῦθα, ὅπου οὐδὲ ἐν ἐκείνῃ τῇ ὁδῷ τῆς μετανοίας, ἐν ᾖ χρήματα καταβαλεῖν ἔστι (τὴν ἐλεημοσύνην λέγω), οὐδὲ ἐκεῖ κωλύει τι πρὸς ἐντολὴν ἡμᾶς ἡ πενία; Καὶ ἐδήλωσεν ἡ τὰ δύο λεπτὰ καταβαλοῦσα χήρα. Μαθόντες οὖν τὴν θεραπείαν τῶν ἡμετέρων τραυμάτων, συνεχῆ ταῦτα ἐπιθῶμεν τὰ φάρμακα, ἵνα πρὸς ὑγίειαν ἐπανελθόντες τὴν ἀληθῆ, καὶ τῆς ἱερᾶς τραπέζης μετὰ παῤῥησίας ἀπολαύσωμεν, καὶ μετὰ πολλῆς δόξης ἀπαντήσωμεν τῷ βασιλεῖ τῆς δόξης Χριστῷ, καὶ τῶν αἰνίων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ δόξα, κράτος, τιμή, ἅμα τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: ΟΜΙΛΙΑ Γ’. Ὅτι ἐκ ῥᾳθυμίας ἡ κακία, καὶ ἀπὸ σπουδῆς ἡ ἀρετή, καὶ οὐδὲν οὔτε οἱ ἄνθρωποι πονηροί, οὔτε αὐτὸς ὁ διάβολος τὸν νήφοντα παραβλάψαι δύναται· καὶ ἡ ἀπόδειξις ἄλλοθέν τε πολλαχόθεν, καὶ ἐκ τῶν κατὰ τὸν Ἀδὰμ καὶ τὸν Ἰώβ.
Προηγούμενο: ΟΜΙΛΙΑ Α’. Πρὸς τοὺς λέγοντας, ὅτι δαίμονες τὰ ανθρωπινα διοικοῦσι, καὶ δυσχεραίνοντας ἐπὶ ταῖς τοῦ Θεοῦ κολάσεσι, καὶ σκανδαλιζομένους ἐπὶ ταῖς τῶν φαύλων εὐημερίαις καὶ δυσπραγίαις τῶν δικαίων.
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 49
Ἀρχικὴ Σελίδα: Τέρτιος