Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 49

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΛΟΓΟΙ ΠΕΡΙ ΜΕΤΑΝΟΙΑΣ
Προηγούμενο: ΟΜΙΛΙΑ Β’. Πρὸς τοὺς ἐγκαλοῦντας, τίνος ενεκεν οὐκ ἐκ μέσου γέγονεν ὁ διάβολος· καὶ ὅτι οὐδὲν ἡμᾶς βλάπτει ἡ τούτου πονηρία ἐὰν προσέχωμεν καὶ περὶ μετανοίας.
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 49

ΟΜΙΛΙΑ Γ’. Ὅτι ἐκ ῥᾳθυμίας ἡ κακία, καὶ ἀπὸ σπουδῆς ἡ ἀρετή, καὶ οὐδὲν οὔτε οἱ ἄνθρωποι πονηροί, οὔτε αὐτὸς ὁ διάβολος τὸν νήφοντα παραβλάψαι δύναται· καὶ ἡ ἀπόδειξις ἄλλοθέν τε πολλαχόθεν, καὶ ἐκ τῶν κατὰ τὸν Ἀδὰμ καὶ τὸν Ἰώβ.

α’. Ἡμεῖς μὲν πρὸ τῆς χθὲς ἡμέρας τοὺς πὲρ τοῦ διαβόλου λόγους πρὸς τὴν ἀγάπην ἐκινοῦμεν τὴν ὑμετέραν· ἕτεροι δὲ πρὸ τῆς χθὲς ἡμέρας, λόγων κινουμένων ἐνταῦθα τοιούτων, ἐν τοῖς θεάτροις καθήμενοι τοῦ διαβόλου τὴν πομπὴν ἐθεώρουν· ᾀσμάτων μετεῖχον ἐκεῖνοι πορνικῶν, ὑμεῖς ἀκροαμάτων ἐκοινωνεῖτε πνευματικῶν· ἤσθιον ἐκεῖνοι τὴν ἀκαθαρσίαν τὴν διαβολικήν, ἐσιτεῖσθε ὑμεῖς τὸ μύρον τὸ πνευματικόν. Τὶς ἄρα αὐτοὺς ἀπεβουκόλησε; Τὶς ἄρα αὐτοὺς ἀπέσχισε τῆς ποίμνης τῆς ἱερᾶς; Ἆρα κἀκείνους ὁ διάβολος ἠπάτησε; Πῶς οὖν ὑμᾶς οὐκ ἠπάτησεν; Οἱ αὐτοὶ ἄνθρωποι ὑμεῖς κἀκεῖνοι, κατὰ τὴν φύσιν λέγω· τὴν αὐτὴν ἔχετε ψυχὴν ὑμεῖς κἀκεῖνοι, τὰς αὐτὰς ἔχετε ἐπιθυμίας τὰς παρὰ τῆς φύσεως· πῶς οὖν οὐκ ἐν τοῖς αὐτοῖς ὑμεῖς κἀκεῖνοι; Ἐπειδὴ αἱ προαιρέσεις οὐχ αἱ αὗται ὑμῖν κἀκείνοις· διὰ τοῦτο ἐκεῖνοι μὲν ἐν ἀπάτῃ, ὑμεῖς δὲ ἐκτὸς τῆς ἀπάτης. Οὐ πάλιν τὸν διάβολον ἀπαλλάττων ἐγκλημάτων ταῦτα λέγω, ἀλλ’ ὑμᾶς ἁμαρτημάτων ἐλευθερῶσαι σπουδάζων. Πονηρὸς ὁ διάβολος, ὁμολογῶ κἀγώ, ἀλλ’ ἑαυτῷ πονηρός, οὐχ ἡμῖν, ἂν ἂν νήφωμεν· τοιαύτη γὰρ τῆς κακίας ἡ φύσις· τοῖς κεκτημένοις ἐστὶν ὀλεθρίᾳ μόνοις, ἡ δὲ ἀρετὴ τοὐναντίον· οὐχὶ τοὺς κεκτημένους μόνον, ἀλλὰ καὶ τοὺς πλησίον ὠφελεῖν δύναταί. Καὶ ἵνα μάθῃς, ὅτι ὁ μὲν κακὸς ἑαυτῷ κακός, ὁ δὲ ἀγαθός, καὶ ἑτέροις ἀγαθός, μαρτυρίαν σοι παρέχω παροιμιώδη. «Τέκνον, φησίν, ἐὰν κακὸς γένῃ, μόνος ἀντλήσεις τὰ κακά· ἐὰν δὲ σοφός, ἑαυτῷ καὶ τῷ πλησίον».

Ἠπατήθησαν ἐν τοῖς θεάτροις, ἀλλ’ ὑμεῖς οὐκ ἠπατήθητε. Μεγίστη αὕτη πραγμάτων ἀπόδειξις, ἔλεγχος σαφὴς καὶ λογισμὸς ἀναμφισβήτητος τοῦ πανταχοῦ τὴν προαίρεσιν εἶναι κυρίαν. Τούτῳ δὴ καὶ αὐτὸς κέχρησο τῷ τρόπῳ τῆς ἀποδείξεως· κἂν ἴδῃς ἄνθρωπον ἐν πονηρίᾳ ζῶντα καὶ πᾶσαν κακίαν ἐπιδεικνύμενον, εἶτα αἰτιώμενον τοῦ Θεοῦ τὴν πρόνοιαν καὶ λέγοντα, ὅτι τύχης καὶ εἱμαρμένης ἀνάγκη καὶ δαιμόνων τυραννίδι τὴν ἡμετέραν ἐξέδωκε φύσιν, καὶ πανταχόθεν τὴν αἰτίαν ἀφ’ ἑαυτοῦ μὲν ἀπάγοντα ἐπὶ δὲ τὸν δημιουργὸν καὶ τοῦδε τοῦ παντὸς προνοοῦντα μεταφέροντα, ἀπόφραξον αὐτοῦ τὸ στόμα, μὴ λόγῳ, ἀλλ’ ἔργῳ, ἐπιδείξας σύνδουλον ἕτερον ἐν ἀρετῇ καὶ ἐπιεικείᾳ ζῶντα. Οὐ χρεία λόγων μακρῶν, οὐ χρεία κατασκευῆς συμπεπλεγμένης, οὐδὲ συλλογισμῶν· διὰ τῶν ἔργων ἡ ἀπόδειξις γίνεται· εἰπὲ πρὸς αὐτόν· καὶ σὺ δοῦλος, κἀκεῖνος δοῦλος· καὶ σὺ ἄνθρωπος, κἀκεῖνος ἄνθρωπος· τὸν αὐτὸν κόσμον οἰκεῖς, ὑπὸ τὸν αὐτὸν οὐρανὸν τὰς αὐτὰς τρέφῃ τροφάς· πῶς σὺ μὲν ἐν πονηρίᾳ, ἐκεῖνος δὲ ἐν ἀρετῇ; Διὰ τοῦτο καὶ ὁ Θεὸς ἀφῆκε τοὺς πονηροὺς τοῖς ἀγαθοῖς ἀναμεμίχθαι, καὶ οὐκ ἄλλην μὰν τοῖς πονηροῖς ἔδωκε γῆν, εἰς ἑτέραν δὲ τοὺς ἀγαθοὺς οἰκουμένην ἀπῴκισεν, ἀλλὰ ἀνέμιξε τούτους ἐκείνοις, πολὺ τὸ χρήσιμον ἐργαζόμενος. Οἱ γὰρ ἀγαθοὶ δοκιμώτεροι φαίνονται, ἐν μέσῳ τῶν κωλυόντων αὐτοὺς ὀρθῶς ζῇν καὶ πρὸς κακίαν ἑλκόντων ὄντες καὶ τῆς ἀρετῆς ἀντιλαμβανόμενοι. «Δεῖ γάρ, φησί, καὶ αἱρέσεις εἶναι ἐν ὑμῖν, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν».

Οὐκοῦν καὶ διὰ τοῦτο τοὺς πονηροὺς ἀφῆκεν εἶναι ἐν τῷ μέσῳ, ἵνα οἱ ἀγαθοὶ διαλάμπωσι μᾶλλον. Ὁρᾷς τὸ κέρδος ὅσον; Ἀλλ’ οὐ παρὰ τῶν πονηρῶν τὸ κέρδος, ἀλλὰ παρὰ τῆς ἀνδρείας τῶν ἀγαθῶν. Διὰ τοῦτο καὶ τὸν Νῶε θαυμάζομεν, οὐχ ὅτι δίκαιος ἦν, οὐδὲ ὅτι τέλειος ἦν μόνον, ἀλλ’ ὅτι ἐν τῇ γενεᾷ ἐκείνῃ τῇ διεστραμμένη καὶ πονηρᾷ διέσωσε τὴν ἀρετήν, ὅτε οὐκ εἶχε παράδειγμα ἀρετῆς, ὅτε πάντες πρὸς πονηρίαν αὐτὸν παρεκάλουν· καὶ πᾶσαν ἀπ’ ἐναντίας ἦλθεν ἐκείνοις, καθάπερ τις ὁδίτης πολλῷ πλήθει ῥύμῃ φερομένῳ τὴν ἐναντίαν ὁδεύων ὁδόν. Διὰ τοῦτο οὐχ ἁπλῶς εἶπε, «Νῶε δίκαιος, τέλειος», ἀλλὰ προσέθηκεν, «ἐν τῇ γενεᾷ αὐτοῦ», ἐν τῇ διεστραμμένῃ, ἐν τῇ ἀπεγνωσμένῃ, ὅτε οὐδὲν ἐμπόρευμα ἦν ἀρετῆς. Τοῖς μὲν οὖν ἀγαθοῖς ἀπὸ τῶν πονηρῶν τοῦτο τὸ κέρδος ἦν· οὕτω γοῦν καὶ δένδρα ὑπὸ ἀνέμων ἐναντίων ῥιπιζόμενα ἰσχυρότερα γίνεται. Ἔστι δὲ καὶ τοῖς πονηροῖς κέρδος ἀπὸ τῆς ἐπιμιξίας τῶν ἀγαθῶν· αἰδοῦνται, αἰσχύνονται, ἐρυθριῶσιν ἐκείνους, κἂν μὴ ἀποστῶσι τῆς κακίας, ἀλλ’ ὅμως μετὰ τοῦ λανθάνειν τολμῶσιν ἅπερ τολμῶσιν. Οὐ μικρὸν δὲ τοῦτο, μὴ ἔχειν πεπαῤῥησιασμένην τὴν παρανομίαν· ὁ γὰρ τῶν ἄλλων βίος κατήγορος τῆς τούτων κακίας γίνεται. Ἄκουσον γοῦν τὶ φασι περὶ τοῦ δικαίου· «Βαρὺς ἐστιν ἡμῖν καὶ βλεπόμενος». Οὐ μικρὰ δὲ ἀρχὴ διορθώσεως τὸ δάκνεσθαι αὐτοῦ τῇ παρουσίᾳ· καὶ γὰρ εἰ μὴ ἔδακνεν αὐτοὺς ἡ ὄψις τοῦ δικαίου, οὐκ ἂν τοῦτο ἐφθέγξαντο τὸ ῥῆμα· τὸ δὲ δάκνεσθαι καὶ στύφεσθαι τὸ συνειδὸς ἀπὸ τῆς παρουσίας ἐκείνου, οὐ μικρὸν ἂν εἴη κώλυμα τοῦ μὲ μετὰ ἀδείας τῇ πονηρίᾳ κεχρῆσθαι. Εἶδες πόσον ἐστὶ κέρδος καὶ τοῖς ἀγαθοῖς ἀπὸ τῶν πονηρῶν, καὶ τοῖς πονηροῖς ἀπὸ τῶν ἀγαθῶν; Διὰ τοῦτο οὐ διεῖλεν αὐτὸς ὁ Θεός, ἀλλ’ ἀφῆκεν ἀναμεμίχθαι.

β’. Ὁ αὐτὸς τοίνυν ἡμῖν λόγος καὶ περὶ τοῦ διαβόλου. Διὰ γὰρ τοῦτο καὶ τοῦτον ἀφῆκεν ἐνταῦθα εἶναι, ἵνα σὲ ἰσχυρότερον ἐργάσηται, ἵνα λαμπρότερον ποιήσῃ τὸν ἀθλητήν, ἵνα μείζονα ᾖ τὰ ἀγωνίσματα. Ὅταν οὖν λέγῃ τις, Διὰ τὶ τὸν διάβολον ἀφῆκεν ὁ Θεός; Ταῦτα λέγε πρὸς ἐκεῖνον τὰ ῥήματα· ὅτι τοὺς νήφοντας καὶ προσέχοντας οὐ μόνον οὐδὲν παρέβλαψεν, ἀλλὰ καὶ ὠφέλησεν, οὐ παρὰ τὴν ἑαυτοῦ προαίρεσιν (πονηρὰ γὰρ ἐστιν), ἀλλὰ παρὰ τὴν ἐκείνων ἀνδρείαν τῶν τῇ πονηρίᾳ εἰς δέον χρησαμένων. Ἐπεὶ καὶ τῷ Ἰὼβ προσεπλάκη μέν, οὐ διὰ τοῦτο δέ, ἵνα αὐτὸν λαμπρότερον ποιήσῃ, ἀλλ’ ἵνα ὑποσκέλιση· διὰ τοῦτο πονηρός. Διὰ τὴν τοιαύτην γνώμην καὶ τὴν προαίρεσιν· ἀλλ’ ὅμως οὐδὲν παρέβλαψε τὸν δίκαιον, ἀλλὰ καὶ ἀπώνατο μᾶλλον ἐκεῖνος ἀπὸ τῆς μάχης, ὅπερ οὖν καὶ ἀπεδείξαμεν καὶ ὁ δαίμων τὴν πονηρίαν, καὶ ὁ δίκαιος τὴν ἀνδρείαν ἐπεδείξατο. Ἀλλὰ καὶ ὑποσκελίζει πολλούς, φησί· παρὰ τῶν αὐτῶν ἀσθένειαν, οὐ παρὰ τὴν οἰκείαν ἰσχύν· καὶ γὰρ τοῦτο ἀπεδείχθη διὰ πολλῶν ἤδη. Τὴν σαυτοῦ τοίνυν κατόρθωσον γνώμην, καὶ παρ’ οὐδενὸς οὐδέποτε δέξῃ βλάβος, ἀλλὰ καὶ τὰ μέγιστα κερδανεῖς, οὐχὶ παρὰ τῶν ἀγαθῶν μόνον, ἀλλὰ καὶ παρὰ τῶν πονηρῶν. Διὰ γὰρ τοῦτο, καθάπερ ἔμπροσθεν εἶπον, μετ’ ἀλλήλων ἀφῆκεν εἶναι τοὺς ἀνθρώπους ὁ Θεός, καὶ μάλιστα τοὺς ἀγαθοὺς μετὰ τῶν πονηρῶν, ἵνα κἀκείνους πρὸς τὴν οἰκείαν μεταγάγωσιν ἀρετήν. Ἄκουσον γοῦν τὶ φησι τοῖς μαθηταῖς ὁ Χριστός· «Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν γυναικί, ἥτις λαβοῦσα ζύμην ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία». Ὥστε ζύμης δύναμιν ἔχουσιν οἱ δίκαιοι, ἵνα πρὸς τὴν ἑαυτῶν ποιότητα τοὺς πονηροὺς μεταστήσωσιν. Ἀλλ’ ὀλίγοι οἱ δίκαιοι, καὶ γὰρ καὶ ἡ ζύμη μικρά· ἀλλ’ οὐδὲν ἡ μικρότης παραβλάπτει τὸ φύραμα, ἀλλ’ ἡ σμικρότης ἐκείνῃ ἅπαν τὸ ἄλευρον πρὸς ἑαυτὴν μεθίστησι διὰ τῆς ἐνούσης αὐτῇ δυνάμεως. Οὕτω δὴ καὶ ἡ δύναμις τῶν δικαίων οὐκ ἐν τῇ ποσότητι τοῦ ἀριθμοῦ, ἀλλ’ ἐν τῇ τοῦ Πνεύματος χάριτι τὴν ἰσχὺν ἔχει. Δώδεκα ἦσαν οἱ ἀπόστολοι· εἶδες πῶς μικρὰ ἡ ζύμη; Ὅλη ἡ οἰκουμένη ἐν ἀπιστίᾳ ἦν· εἶδες πόσον τὸ φύραμα; Ἀλλ’ ἐκεῖνοι οἱ δώδεκα πᾶσαν τὴν οἰκουμένην πρὸς ἑαυτοὺς ἐπέστρεψαν. Ἡ ζύμη καὶ τὸ φύραμα τῆς αὐτῆς φύσεως, ἀλλ’ οὐ τῆς αὐτῆς ποιότητος· διὰ τοῦτο ἀφῆκε μεταξὺ τῶν δικαίων τοὺς πονηρούς, ἳν’ ὥσπερ τῆς αὐτῆς φύσεώς εἰσι τοῖς δικαίοις, οὕτω καὶ τῆς αὐτῆς προαιρέσεως γένωνται.

Τούτων μέμνησθε, τούτοις ἐπιστομίζετε τοὺς ῥαθύμους, τοὺς διακεχυμένους, τοὺς ὀκνηροτέρους, τοὺς ἀναδυομένους πρὸς τοὺς τῆς ἀρετῆς πόνους, τοὺς τοῦ κοινοῦ Δεσπότου κατηγοροῦντας. «Ἥμαρτες, φησίν, ἡσύχασον», μὴ προσθῇς δευτέραν ἁμαρτίαν χαλεπωτέραν· οὐχ οὕτω χαλεπὸν τὸ ἁμαρτεῖν, ὡς μετὰ τὴν ἁμαρτίαν τοῦ Δεσπότου κατηγορεῖν. Ἐπίγνωθι τὸν αἴτιον τῆς ἁμαρτίας, καὶ οὐδένα ἄλλον εὑρήσεις, ἢ τὸν ἡμαρτηκότα σέ. Πανταχοῦ προαιρέσεως χρεία ἀγαθῆς· ἔδειξα ὑμῖν τοῦτο οὐκ ἀπὸ λογισμῶν ψιλῶν, ἀλλ’ ἀπὸ συνδούλων τῶν ἐν αὐτῷ τῷ κόσμῳ ζώντων. Ταύτῃ καὶ αὐτὸς κέχρησο τῇ ἀποδείξει· οὕτω καὶ κοινὸς ἡμᾶς κρινεῖ Δεσπότης· μάθετε τοῦτον τῆς ἀποδείξεως τὸν τρόπον. Καὶ οὐδεὶς ὑμᾶς δυνήσεται συλλογίσασθαι. Πορνεύει τις; Δεῖξον αὐτῷ σωφρονοῦντα ἕτερον· πλεονεκτεῖ τις καὶ ἁρπάζει; Δεῖξον αὐτῷ τὸν ἐλεημοσύνην διδόντα· ἐν βασκανίᾳ ζῇ καὶ φθόνῳ; Δεῖξον αὐτῷ τὸν καθαρὸν τοῦ πάθους· ὑπ’ ὀργῆς κρατεῖται; Τὸν ἐν φιλοσοφίᾳ ζῶντα εἰς μέσον ἄγαγε. Οὐ γὰρ δεῖ μόνον εἰς τὰ παλαιὰ ἀνατρέχειν διηγήματα, ἀλλὰ καὶ ἀπὸ τῶν παρόντων λαμβάνειν τὰ παραδείγματα· καὶ γὰρ καὶ τήμερον διὰ τὴν τοῦ Θεοῦ χάριν οὐκ ἐλάττονα τῶν προτέρων ἐστὶ τὰ κατορθώματα. Ἄπιστός ἐστι καὶ ψευδεῖς ἡγεῖται τὰς γραφὰς εἶναι; Οὐ πιστεύει, ὅτι ὁ Ἰὼβ τοιοῦτος ἦν; Δεῖξον αὐτῷ ἕτερον ἄνθρωπον τὸν ἐκείνου τοῦ δικαίου ζηλοῦντα τὸν βίον. Οὕτω καὶ ὁ Δεσπότης ἡμᾶς κρινεῖ· συνδούλους ἵστησι μετὰ συνδούλων, καὶ οὐκ ἀπὸ τῆς αὐτοῦ κρίσεως φέρει τὴν ψῆφον, ἵνα μὴ ἄρξηται λέγειν τις πάλιν, καθάπερ ἐκεῖνος ὁ οἰκέτης ὁ τὸ τάλαντον πιστευθείς, καὶ ἀντὶ ταλάντου κατηγορίαν προσενεγκών, «Ὅτι σκληρὸς εἶ». Δέον γὰρ στένειν, ὅτι οὐκ ἐδιπλασίασε τὸ τάλαντον, ἀλλὰ καὶ χαλεπωτέραν τὴν ἁμαρτίαν εἰργάσατο, τὴν κατηγορίαν τὴν κατὰ τοῦ δεσπότου προσθεὶς τῇ οἰκείᾳ ἀργίᾳ. Τὶ γὰρ φησιν; «Εἶδόν σε ὅτι σκληρὸς εἶ». Ὦ ἄθλιε καὶ ταλαίπωρε, καὶ ἀγνωμονῶν, καὶ ὀκνηρέ· ὀφείλων τῆς σαυτοῦ κατηγορεῖν ἀργίας καὶ ὑφελέσθαι τὶ τῆς προτέρας ἁμαρτίας, σὺ δὲ ἐπὶ τὸν δεσπότην τὴν κατηγορίαν μετενεγκών, ἀντὶ τοῦ ταλάντου τὴν ἁμαρτίαν ἐδιπλασίασας.

γ’. Διὰ τοῦτο ὁ Θεὸς δούλους καὶ δούλους ἵστησιν, ἵνα οὗτοι ἐκείνους κρίνωσι, κἀκεῖνοι διὰ τούτων κρινόμενοι μὴ ἔχωσι λοιπὸν κατηγορεῖν τοῦ Δεσπότου. Διὰ τοῦτό φησιν· «Ἔρχεται ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς δόξης τοῦ Πατρὸς αὐτοῦ». Ὅρα τῆς δόξης τὸ ἀπαράλλακτον· οὐκ εἶπεν, Ἐπὶ δόξης ὁμοίας τῇ δόξῃ τοῦ πατρός, ἀλλ’ «Ἐπὶ τῆς δόξης τοῦ Πατρός, καὶ συνάξει τὰ ἔθνη πάντα»· φοβερὸν τὸ κριτήριον, φοβερὸν τοῖς ἁμαρτάνουσι καὶ ὑπευθύνοις· ἐπεὶ τοῖς συνειδόσιν ἑαυτοῖς κατορθώματα ποθεινὸν καὶ προσηνές· «Καὶ στήσει τὰ πρόβατα ἐκ δεξιῶν, καὶ τὰ ἐρίφια ἐξ εὐωνύμων»· καὶ οὗτοι κἀκεῖνοι ἄνθρωποι. Διὰ τὶ οὖν ἐκεῖνοι μὲν πρόβατα, οὗτοι δὲ ἐρίφια; Οὐχ ἵνα τὴν ἐναλλαγὴν τῆς φύσεως, ἀλλ’ ἵνα τὴν ἐναλλαγὴν τῆς προαιρέσεως μάθῃς. Δία τὶ δὲ οἱ μὴ διδόντες ἐλεημοσύνην ἐρίφια; Ὅτι ἄκαρπον ἐστι τὸ ζῶον, καὶ οὔτε τὴν ἀπὸ τοῦ γάλακτος λειτουργίαν, οὔτε τὴν ἀπὸ τῶν γεννημάτων, οὔτε τὴν ἀπὸ τῶν τριχῶν εἰσφέρειν δύναται τοῖς κεκτημένοις, πανταχόθεν ἔρημον ὃν τῆς τοιαύτης εἰσφορᾶς διὰ τὸ τῆς ἡλικίας ἄωρον. Διὰ τοῦτο τοὺς οὐδένα καρπὸν ἐλεημοσύνης φέροντας ἐκάλεσεν ἐρίφια, τοὺς ἐκ δεξιῶν πρόβατα· ἀπὸ γὰρ τούτων πολλὴ ἡ φορά, ἐκ τῆς τοῦ ἐρίου φύσεως, ἐκ τῶν γεννημάτων, ἐκ τοῦ γάλακτος. Τὶ οὖν φησι πρὸς αὐτούς; Πεινῶντά με εἴδετε, καὶ ἐθρέψατε· γυμνόν, καὶ περιεβάλετε· ξένον, καὶ συνηγάγετε. Πάλιν πρὸς ἐκείνους τὰ ἐναντία· καίτοι γε οἱ αὐτοὶ ἄνθρωποι καὶ οὗτοι κἀκεῖνοι, τὰς αὐτὰς ἔλαβον ἐπαγγελίας καὶ οὗτοι κἀκεῖνον, τὰ αὐτὰ ἔπαθλα ἀμφοτέροις προέκειτο κατορθώσασιν, ὁ αὐτὸς καὶ πρὸς τούτους καὶ πρὸς ἐκείνους ἦλθε, μετὰ τῆς αὐτῆς γυμνότητος καὶ πρὸς τούτους καὶ πρὸς ἐκείνους, μετὰ τῆς αὐτῆς πείνης, καὶ ξένος ὁμοίως· πάντα ἴσα κἀκείνοις καὶ τούτοις.

Πῶς οὖν τὸ τέλος οὐκ ἴσον; Ὅτι ἡ προαίρεσις οὐκ ἀφῆκεν· αὕτη γὰρ μόνη τὴν διαίρεσιν ἐποιήσατο. Διὰ τοῦτο ἐκεῖνοι μὲν εἰς γέενναν, οὗτοι δὲ εἰς βασιλείαν· εἰ δὲ ὁ διάβολος ἦν αὐτοῖς τῶν ἁμαρτημάτων ὁ αἴτιος, οὐκ ἄν, ἄλλου ἁμαρτόντος καὶ ὠθήσαντος, οὗτοι ἔμελλον κολάζεσθαι. Εἶδες ἐνταῦθα καὶ τοὺς ἁμαρτόντας, καὶ τοὺς κατορθώσαντας; Εἶδες πῶς ἰδόντες τοὺς συνδούλους ἐπεστομίσθησαν; Φέρε σοι καὶ ἐφ’ ἕτερον παράδειγμα τὸν λόγον ἀγάγωμεν. Παρθένοι, φησίν, ἦσαν δέκα. Πάλιν ἐνταῦθα αἱ προαιρέσεις αἱ κατορθώσασαι, πάλιν αἱ διαμαρτοῦσαι, ἵνα ἐκ παραλλήλου καὶ τούτων τὰ ἁμαρτήματα ἴδῃς, κἀκείνων τὰ κατορθώματα· ἡ γὰρ σύγκρισις σαφέστερα ταῦτα ποιεῖ. Καὶ αὗται παρθένοι κἀκεῖναι, καὶ αὗται πέντε κἀκεῖναι· λαμπάδας εἶχον καὶ αὗται κἀκεῖναι· τὸν νυμφίον ἀνέμενον πᾶσαι. Πῶς οὖν αἱ μὲν εἰσῆλθον, αἱ δὲ οὐκ εἰσῆλθον; Ὅτι αἱ μὲν ἀπάνθρωποι ἦσαν, αἱ δὲ ἡμεροῖ καὶ φιλάνθρωποι. Ὁρᾷς πάλιν τὴν προαίρεσιν τοῦ τέλους αἰτίαν γινομένην, οὐχὶ τὸν διάβολον; Εἶδες ἐκ παραλλήλου τὰς κρίσεις, καὶ ἐκ τῶν ὁμοίων φερομένην τὴν ψῆφον; Σύνδουλοι συνδούλους κρινοῦσι. Βούλει σοι δείξω καὶ ἐξ ἀνομοίων γινομένην σύγκρισιν; Γίνεται γὰρ καὶ ἐξ ἀνομοίων, ὥστε τὴν κατάκρισιν γενέσθαι σαφεστέραν. «Ἄνδρες Νινευΐται, φησίν, ἀναστήσονται καὶ κατακρίνουσι τὴν γενεὰν ταύτην». Οὐκέτι ὅμοιοι οἱ κρινόμενοι· οἱ μὲν γὰρ βάρβαροι, οἱ δὲ Ἰουδαῖοι· οἱ μὲν προφητικῆς ἀπήλαυσαν διδασκαλίας, οἱ δὲ οὐδέποτε μετέσχον θείας ἀκροάσεως. Οὐ τοῦτο δὲ μόνον ἐστὶ τὸ διάφορον, ἀλλ’ ὅτι ἐκεῖ μὲν δοῦλος ἀπῆλθεν, ἐνταῦθα δὲ ὁ Δεσπότης· κἀκεῖνος μὲν καταστροφὴν ἐκήρυττε παραγενόμενος, οὗτος δὲ βασιλείαν οὐρανῶν εὐηγγελίζετο. Τίνας οὖν εἰκὸς ἦν πιστεῦσαι μᾶλλον, τοὺς βαρβάρους καὶ ἀνοήτους καὶ μηδέποτε μετασχόντας θείας διδασκαλίας, ἢ τοὺς ἐκ πρώτης ἡλικίας προφητικαῖς ἐντραφέντας βίβλοις; Παντὶ δῆλον, ὅτι τοῦ Ἰουδαίους μᾶλλον· ἀλλὰ γέγονε τοὐναντίον. Καὶ οὗτοι μὲν ἠπίστησαν τῷ Δεσπότῃ βασιλείαν οὐρανῶν κηρύττοντι, ἐκεῖνοι δὲ ἐπίστευσαν τῷ συνδούλῳ καταστροφὴν ἀπειλοῦντι, ἵνα μειζόνως κἀκείνων ἡ ἐπιείκεια καὶ τούτων ἡ ἀγνωμοσύνη φανήσεται. Μὴ τι δαίμων; Μὴ τι διάβολος; Μὴ τι τύχῃ; Μὴ τι εἱμαρμένη; Οὐχὶ ἕκαστος ἑαυτῶν αἴτιος καὶ τῆς κακίας καὶ τῆς ἀρετῆς ἐγίνετο; Εἰ γὰρ μὴ αὐτοὶ ἔμελλον ὑπεύθυνοι ἔσεσθαι, οὐκ ἂν εἶπεν, ὅτι «Κατακρίνουσι τὴν γενεὰν ταύτην»· οὐκ ἂν καὶ τὴν βασίλισσαν τοῦ νότου κατακρίνειν τοὺς Ἰουδαίους ἔφη. Οὐ γὰρ δὴ δῆμοι δήμους μόνον κατακρίνουσι τότε, ἀλλὰ καὶ εἷς ἄνθρωπος δῆμον ὁλόκληρον πολλάκις, ὅταν οὓς μὲν ἐνεδέχετο μᾶλλον ἀπατηθῆναι, φαίνονται μείναντες ἀνεξαπάτητοι, οἱ δὲ ἐκ παντὸς τρόπου περιγενέσθαι ὀφείλοντες, ἡττηθέντες τύχωσι. Διὰ τοῦτο καὶ τοῦ Ἀδὰμ καὶ τοῦ Ἰὼβ ἐμνήσθημεν· ἀνάγκη γὰρ πάλιν ἐπανελθεῖν ἐπὶ τὴν ὑπόθεσιν ἐκείνην, ὥστε τὰ λείψανα ἀποδοῦναι τῷ λόγῳ. Τῷ μὲν οὖν Ἀδὰμ διὰ ῥημάτων προσέβαλε ψιλῶν, τῷ δὲ Ἰὼβ καὶ διὰ πραγμάτων· τὸν μὲν γὰρ τοῦ πλούτου παντὸς ἐγύμνωσε καὶ τῶν παίδων ἀπεστέρησε· τούτου δὲ οὐ μικρόν, οὐ μετὰ τι τῶν ὄντων ἀφείλετο. Μᾶλλον δὲ καὶ αὐτὰ τὰ ῥήματα ἐξετάσωμεν καὶ τῆς ἐπιβολῆς τὸν τρόπον. «Προσῆλθε, φησίν, ὁ ὄφις, καὶ εἶπε τῇ γυναικί· Τὶ ὅτι εἶπεν ὁ Θεός. Οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ»; Ἐνταῦθα ὄφις, ἐκεῖ γυνὴ ἐπὶ τοῦ Ἰώβ· τέως πολὺ τῶν συμβούλων τὸ μέσον. Ὁ μὲν γὰρ δοῦλος, ἡ δὲ κοινωνὸς τοῦ βίου· ἡ μὲν βοηθός, ὁ δὲ ὑπετέτακτο. Εἶδες τὸ ἀσύγγνωστον ὅσον; Τὴν μὲν γὰρ ὁ ὑποτεταγμένος καὶ δουλεύων ἠπάτησεν, ἐκεῖνον δὲ οὐδὲ ἡ κοινωνὸς καὶ βοηθὸς ὑποσκελίσαι ἴσχυσεν. Ἀλλ’ ἴδωμεν καὶ τὶ φησι· «Τὶ ὅτι εἶπεν ὁ Θεός, Οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου»; Καὶ μὴν οὐκ εἶπεν ὁ Θεὸς τοῦτο, ἀλλὰ τὸ ἐναντίον. Ὅρα οὖν κακουργίαν τοῦ διαβόλου· εἶπε τὸ μὴ εἰρημένον, ἵνα μάθῃ τὸ εἰρημένον. Τὶ οὖν ἡ γυνή; Δέον ἐπιστομίσαι, δέον μὴ μεταδοῦναι λόγου, ὑπὸ ἀνοίας ἐξελάλησε τὴν γνώμην τὴν Δεσποτικὴν διὰ τοῦτο παρέσχεν αὐτῶν λαβὴν ἰσχυράν.

δ’. Ὅρα ὅσον κακὸν ἐστι τὸ ἁπλῶς τοῖς ἐχθροῖς καὶ τοῖς ἐπιβούλοις ἑαυτοὺς ἐγχειρίζειν. Διὰ τοῦτο ὁ Χριστὸς ἔλεγεν· «Μὴ δότε τὰ ἅγια τοῖς κυσί, μηδὲ ῥίψητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε στραφέντες ῥήξωσιν ὑμᾶς». Τοῦτο δὲ ἐγένετο ἐπὶ τῆς Εὔας· ἔδωκε τὰ ἅγια τῷ κυνί, τῷ χοίρῳ· κατεπάτησεν ἐκεῖνος τὰ ῥήματα, στραφεὶς ἔῤῥηξε τὴν γυναῖκα. Καὶ ὅρα πῶς κακουργεῖ· «Οὐ θανάτῳ ἀποθανεῖσθε», φησί. Ἐνταῦθά μοι προσέχετε, ὅτι δυνατὴ ἦν ἡ γυνὴ συνιδεῖν τὴν ἀπάτην. Εὐθέως γὰρ τὴν ἔχθραν καὶ τὸν πόλεμον προεκήρυττε τὸν πρὸς τὸν Θεόν, εὐθέως ἀπεναντίας ἐφθέγξατο. Ἔστω· πρὸ τούτου βουλομένῳ μαθεῖν τὴν γνώμην ἔλεγες· μετὰ ταῦτα ἐναντία εἰπόντι τὶ ἠκολούθεις; Εἶπεν ὁ Θεός· «Θανάτῳ ἀποθανεῖσθε»· ἀντεφθέγξατο τούτοις ἐκείνοις, καὶ εἶπεν· «Οὐ θανάτῳ ἀποθανεῖσθε». Τὶ τοῦ πολέμου τούτου σαφέστερον; Πόθεν ἄλλοθεν ἔδει μαθεῖν τὸν ἐχθρὸν καὶ πολέμιον, ἀλλ’ ἢ ἐντεῦθεν ἐκ τοῦ ἀντιφθέγξασθαι τῷ Θεῷ; Ἔδει τοίνυν φυγεῖν εὐθέως τὸ δέλεαρ, ἔδει τῆς παγίδος ἀποπηδῆσαι. «Οὐ θανάτῳ ἀποθανεῖσθε, φησὶν ᾔδει γὰρ ὁ Θεός, ὅτι ᾖ ἂν ἡμέρᾳ φάγητε, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοὶ καὶ ἔσεσθε ὡς θεοί». Ἐλπίδι μείζονος ὑποσχέσεως καὶ τὰ ἐν χερσὶν ἐξέβαλεν ἀγαθά· ἐπηγγείλατο ποιήσειν θεούς, καὶ κατέβαλεν εἰς τὴν τοῦ θανάτου τυραννίδα. Πόθεν οὖν ἐπίστευσας, ὦ γύναι, τῷ διαβόλῳ; Τὶ συνεῖδες ἀγαθόν; Οὐκ ἤρκει ἡ ἀξιοπιστία τοῦ νομοθέτου, ὅτι ὁ μὲν Θεὸς καὶ δημιουργὸς καὶ ποιητής, ὁ δὲ διάβολος καὶ ἐχθρός; Καὶ οὔπω λέγω διάβολον· ὄφιν αὐτὸν ἐνόμιζες εἶναι ψιλόν· ὄφιν οὖν, εἰπὲ μοι. Τοσαύτης ἰσηγορίας ἀξιώσαι ἐχρῆν, ὡς καὶ Δεσποτικὴν γνώμην ἐξαγγεῖλαι αὐτῷ; Ὁρᾷς ὅτι δυνατὸν ἦν συνιδεῖν τὴν ἀπάτην, ἀλλ’ οὐκ ἠθέλησεν αὕτη. Καίτοι ὁ μὲν Θεὸς ἱκανὰς ἔδωκε τῆς εὐεργεσίας τῆς ἑαυτοῦ τὰς ἀποδείξεις, καὶ διὰ τῶν ἔργων τὴν κηδεμονίαν ἐπεδείξατο· καὶ γὰρ οὐκ ὄντα τὸν ἄνθρωπον ἔπλασε, καὶ ψυχὴν ἐνέπνευσε, καὶ κατ’ εἰκόνα αὐτὸν ἐποίησεν, ἄρχοντα τῶν ἐπὶ τῆς γῆς ποιήσας ἁπάντων, καὶ βοηθὸν ἐχαρίσατο, καὶ παράδεισον ἐφύτευσε, καὶ τὴν χρῆσιν τῶν λοιπῶν ἐπιτρέψας δένδρων, ἑνὸς ἀπηγόρευσε μὴ ἅψασθαι μόνου· καὶ τοῦτο δὲ αὐτὸ χρησίμως ἐκώλυσεν. Ὁ δὲ διάβολος ἔργῳ μὲν οὔτε μικρόν, οὔτε μέγα ἐπεδείξατο ἀγαθόν, ῥήμασι δὲ ψιλοῖς ἀπάρας τὴν γυναῖκα, καὶ φυσήσας ταῖς ματαίαις ἐλπίσιν, οὕτως ἠπάτησεν. Ἀλλ’ ὅμως τοῦ Θεοῦ τὸν διάβολον ἀξιοπιστότερον εἶναι ἐνόμισε, καίτοι διὰ τῶν ἔργων ἐπιδειξαμένου τὴν εὔνοιαν· τὰ ῥήματα ψιλὰ προσενεγκόντι μόνα, ἄλλο δὲ οὐδέν, ἐπίστευσεν ἡ γυνή. Ὁρᾷς ὅπως ἐξ ἀνοίας μόνης καὶ ῥᾳθυμίας, οὐκ ἀπὸ βίας ἡ ἀπάτῃ γέγονε; Καὶ ἵνα μάθῃς αὐτὸ σαφέστερον, ἄκουσον, πῶς καὶ ἡ Γραφὴ κατηγορεῖ τῆς γυναικός. Οὐ γὰρ εἶπεν, Ἀπατηθεῖσα, ἀλλ’, Ἰδοῦσα τὸ ξύλον, ὅτι ὡραῖόν ἐστιν, ἔφαγεν. Ὥστε τῆς ὄψεως τῆς ἀκρατοῦς τὸ ἔγκλημα, οὐ τῆς ἀπάτης τῆς παρὰ τοῦ διαβόλου μόνης· ὑπὸ γὰρ τῆς ἐπιθυμίας ἡττήθη τῆς οἰκείας, οὐχ ὑπὸ τῆς πονηρίας τοῦ δαίμονος. Διὰ τοῦτο οὐδὲ συγγνώμης ἀπήλαυσεν, ἀλλ’ εἰποῦσα, ὅτι «Ὁ ὄφις ἠπάτησέ με», καὶ οὕτω δίκην ἔδωκε τὴν ἐσχάτην· ἐν αὐτῇ γὰρ ἦν τὸ μὴ πεσεῖν. Καὶ ἵνα μάθῃς τοῦτο σαφέστερον, φέρε ἐπὶ τὸν Ἰὼβ τὸν λόγον ἀγάγωμεν, ἀπὸ τῶν ἡττηθέντων ἐπὶ τὸν κρατήσαντα, ἀπὸ τῶν νενικημένων ἐπὶ τὸν νενικηκότα· καὶ γὰρ πλείονα ἡμῖν οὗτος δώσει προθυμίαν, ὥστε ἀντᾶραι χεῖρας κατὰ τοῦ διαβόλου. Ἐκεῖ ὄφις ἦν ὁ ἀπατῶν, καὶ ἐκράτησεν· ἐνταῦθα γυνή, καὶ οὐκ ἴσχυσε· καίτοι γε αὕτη πολλῷ πιθανωτέρα ἐκείνου. Καὶ τῷ μὲν Ἰὼβ μετὰ τὴν ἀπώλειαν τῶν χρημάτων, μετὰ τὴν ἀποβολὴν τῶν παίδων καὶ τὴν γύμνωσιν τῶν ὄντων ἁπάντων ἡ μηχανὴ προσήγετο· ἐκεῖ δὲ οὐδὲν τοιοῦτον ἦν· οὐκ ἀπέβαλε παῖδας, οὐκ ἀπώλεσε χρήματα ὁ Ἀδάμ, οὐκ ἐπὶ κοπρίας ἐκάθητο, ἀλλὰ παράδεισον ᾤκει τρυφῆς, καὶ δένδρων ἀπήλαυε παντοδαπῶν καὶ πηγῆς καὶ ποταμῶν καὶ τῆς ἄλλης ἀδείας ἁπάσης. Οὐδαμοῦ πόνος οὐδὲ ὀδύνη, οὐδὲ ἀθυμίᾳ καὶ φροντίδες, οὐδὲ ὀνείδη καὶ λοιδορίαι, οὐδὲ τὰ μυρία κακά, ἅπερ κατέσκηψεν εἰς τὸν Ἰώβ· ἀλλ’ ὅμως οὐδενὸς ὄντος τοιούτου, κατέπεσε καὶ ὑπεσκελίσθη. Οὐκ εὔδηλον, ὅτι διὰ ῥαθυμίαν; Ὥσπερ οὖν ἐκεῖνος πάντων οὕτων ἐπικειμένων καὶ βαρούντων ἔστη γενναίως, καὶ οὐ κατέπεσεν, οὐκ εὔδηλον ὅτι καὶ οὗτος διὰ νῆψιν ψυχῆς;

ε’. Ἑκατέρωθεν οὖν, ἀγαπητέ, καρπῶσαι μέγιστον κέρδος, καὶ φύγε τὸν τοῦ Ἀδὰμ ζῆλον, εἰδὼς ὅσα ἀπὸ τῆς ῥᾳθυμίας τίκτεται κακά· ζήλωσον δὲ τὴν τοῦ Ἰὼβ εὐλάβειαν, μαθὼν ὅσα ἀπὸ τῆς σπουδῆς βλαστάνει καλά· τοῦτον διαπαντὸς λογίζου τὸν στεφανίτην, καὶ πάσης ὀδύνης καὶ περιστάσεως ἱκανὴν ἕξεις παραμυθίαν. Καθάπερ γὰρ ἐν κοινῷ θεάτρῳ τῆς οἰκουμένης ἑστὼς ὁ μακάριος καὶ γενναῖος ἐκεῖνος, ἅπασι διὰ τῶν συμβεβηκότων αὐτῷ παθῶν διαλέγεται πάντα φέρειν τὰ συμπίπτοντα γενναίως, καὶ πρὸς μηδὲν ἐνδιδόναι τῶν ἐπιόντων δεινῶν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οὐδὲν ἀνθρώπινον πάθος, ὃ μὴ δύναται παραμυθίαν ἐκεῖθεν δέξασθαι· ἃ γὰρ ἐν πάσῃ τῇ οἰκουμένῃ διέσπαρται πάθη, ταῦτα ὁμοῦ συνελθόντα εἰς ἓν σῶμα κατέσκηψε τὸ ἐκείνου. Τὶς οὖν ἔσται συγγνώμη δεινῶν μετ’ εὐχαριστίας ἐνεγκεῖν, ὃς μὴ μέρος μόνον, ἀλλ’ ὁλόκληρα φαίνεται τὰ πάντων ἀνθρώπων φέρων κακά; Καὶ ἵνα μὴ καταγνῷς ὑπερβολὴν τοῦ λόγου, φέρε καθ’ ἕκαστον προχειρισάμενοι τῶν ἐπελθόντων αὐτῷ, τὴν ὑπόσχεσιν ταύτην ἐπάγωμεν. Καί, εἰ βούλει, τὸ πάντων ἀφορητότερον εἶναι δοκοῦν, πρῶτον εἰς μέσον ἀγάγωμεν, τὴν πενίαν λέγω, καὶ τὴν ἐκ ταύτης ὀδύνην· τοῦτο γὰρ πανταχοῦ πάντες ἄνθρωποι θρηνοῦσι. Τὶ οὖν τοῦ Ἰὼβ πενέστερον γέγονεν, ὃς καὶ τῶν ἐν βαλανείοις ἐῤῥιμμένων, καὶ τῶν ἐν τῇ καμιναίᾳ τέφρᾳ καθευδόντων, καὶ πάντων ἁπλῶς ἀνθρώπων πενέστερος ἦν; Οὔτε μὲν γὰρ κἂν ἱμάτιον ἔχουσι διεῤῥωγός, ἐκεῖνος δὲ γυμνὸς ἐκάθητο, καὶ ὃ μόνον ἱμάτιον εἶχε παρὰ τῆς φύσεως, τῆς σαρκὸς τὴν περιβολήν, χαλεπῇ σηπεδόνι καὶ τοῦτο πανταχόθεν διέφθειρεν ὁ διάβολος. Πάλιν οὗτοι οἱ πένητες κἂν ὑπὸ στέγην εἰσὶ προπυλαίων τῶν ἐν τοῖς βαλανείοις, κἂν καλύβῃ καλύπτονται· ἐκεῖνος δὲ αἴθριος διανυκτερεύων ἀεὶ διετέλει, οὐδὲ τὴν ἀπὸ ψιλῆς στέγης παραμυθίαν ἔχων· καὶ τὸ δὴ μεῖζον, ὅτι οὗτοι μὲν πολλὰ ἑαυτοῖς συνίσασι τὰ δεινά, ἐκεῖνος δὲ οὐδὲν ἑαυτῷ συνῄδει. Τοῦτο γὰρ καθ’ ἕκαστον τῶν συμβεβηκότων αὐτῶν παρατηρούμενον, ὃ μείζονα αὐτοῦ τὴν ὀδύνην ἐποίει, καὶ πλείονα τὴν ἀπορίαν εἰργάζετο, τὸ μηδὲ τὴν αἰτίαν τῶν γινομένων εἰδέναι. Οὗτοι μὲν οὖν, ὅπερ ἔφην, πολλὰ ἂν ἔχοιεν ἑαυτοὺς αἰτιᾶσθαι· οὐ μικρὸν δὲ τοῦτο εἰς παραμυθίαν συμφοράς. Τὸ συνειδέναι ἑαυτῷ δικαίως τιμωρουμένῳ· ἐκεῖνος δὲ καὶ ταύτης ἀπεστέρητο τῆς παραμυθίας, καὶ πολιτείαν ἐπιδειξάμενος ἀρετῆς γέμουσαν, τὰ τῶν ἔσχατα τετολμηκότων ὑπέμεινε. Καὶ οὗτοι μὲν οἱ παρ’ ἡμῖν πένητες ἄνωθεν καὶ ἐξ ἀρχῆς ἐνεμελέτησαν τῇ συμφορᾷ· ἐκεῖνος δὲ ἀμελέτητον ὑπέμεινε πενίαν, ἀθρόον δεξάμενος τὴν ἐκ τοῦ πλούτου μεταβολήν. Ὥσπερ οὖν τὸ τὴν αἰτίαν εἰδέναι τῶν γινομένων, μέγιστον εἰς παραμυθίαν, οὕτως οὐκ ἔλαττον ἐκείνου, τὸ μελετήσαντα πενίαν ἐξ ἀρχῆς, οὕτως ἐν πενίᾳ διάγειν· ὧν ἀμφοτέρων ὁ δίκαιος ἐκεῖνος ἐστέρητο, καὶ οὐδὲ οὕτω κατέπιπτεν. Εἶδες αὐτὸν καὶ πρὸς ἐσχάτην ἐλθόντα πενίαν, καὶ μεθ’ ἣν ἑτέραν οὐκ ἔστιν εὑρεῖν; Τὶ γὰρ ἂν τοῦ γυμνοῦ, καὶ μηδὲ στέγην ἔχοντος πενέστερον γένοιτ’ ἄν; Μᾶλλον δὲ οὐδὲ ἐδάφους πάντως ἀπολαύειν κύριος ἥν· οὐ γὰρ ἐπὶ τῆς γῆς, ἀλλ’ ἐπὶ τῆς κοπρίας ἐκάθητο. Οὐκοῦν ὅταν ἴδῃς σαυτὴν ἐν πενίᾳ γενόμενον, ἐννόησον τοῦ δικαίου τὸ πάθος, καὶ εὐθέως ἀναστήσῃ, καὶ πάντα ἀποκρούσῃ λογισμὸν ἀθυμίας. Μία μὲν οὖν αὕτη συμφορὰ πάντων ὁμοῦ τῶν δεινῶν ὑπόθεσις εἶναι δοκεῖ τοῖς ἀνθρώποις· δευτέρα δὲ μετ’ ἐκείνην, μᾶλλον δὲ πρὸ ἐκείνης, ἡ τοῦ σώματος πληγή. Τὶς οὖν οὕτως ἠῤῥώστησέ ποτε; Τὶς τοιαύτην νόσον ὑπέμεινε; Τὶς τοσαύτην πληγὴν ἐδέξατο, ἢ ἕτερον δεξάμενον εἶδεν; Οὐκ ἔστιν οὐδείς. Κατὰ μικρὸν αὐτῷ τὸ σῶμα ἐδαπανᾶτο, καὶ πηγὴ σκωλήκων αὐτῷ πάντοθεν ἔβρυεν ἀπὸ τῶν μελῶν, καὶ διηνεκὴς ἦν αὕτη ἡ ἐπιῤῥοή, καὶ πολλῇ πάντοθεν ἡ δυσωδία, καὶ τὸ σῶμα κατὰ μικρὸν ἀναιρούμενον καὶ τοιαύτῃ σηπεδόνι τηκόμενον ἀηδῆ τὰ σιτία ἐποίει, καὶ λιμὸς ἦν αὐτῷ ξένος καὶ παράδοξος· οὐδὲ γὰρ δεδομένης ἠδύνατο τῆς τροφῆς ἀπολαύειν· «Βρόμον γάρ, φησίν, ὁρῶ τὰ σιτία μου». Ὅταν οὖν ἀῤῥωστίᾳ περιπέσῃς, ἄνθρωπε, ἀναμνήσθητι τοῦ σώματος ἐκείνου, καὶ τῆς σαρκὸς τῆς ἁγίας· ἅγια γὰρ ἦν καὶ καθαρά, καὶ τοιαῦτα ἔχουσα τραύματα. Κἂν ἐν στρατείᾳ δὲ τις τελῇ, εἶτα ἀδίκως καὶ χωρὶς εὐλόγου τινὸς προφάσεως ἀναρτηθεὶς ἐν τῷ ξύλῳ διαξαίνηται τὰς πλευράς, μήτε ὄνειδος εἶναι νομιζέτω τὸ πρᾶγμα, μήτε πρὸς τὴν ὀδύνην ἐνδιδότω, τὸν ἅγιον τοῦτον ἐννοῶν. Ἀλλ’ ἱκανὴν εἶχεν οὗτος παράκλησιν καὶ παραμυθίαν, φησίν, τὸ εἰδέναι τὸν Θεὸν αὐτῷ ταῦτα ἐπάγοντα. Τοῦτο μὲν οὖν αὐτὸν μάλιστα ἐτάραττε καὶ ἐθορύβει,ὅτι τὸν δίκαιον Θεόν, καὶ παντὶ τρόπῳ παρ’ αὐτοῦ θεραπευθέντα, τοῦτον ἐνόμιζεν αὐτῷ πολεμεῖν. Καὶ πρόφασίν τινα εὔλογον εὑρεῖν τῶν γινομένων οὐκ εἶχεν· ἐπεί, ὅτε γε ἔμαθεν ὕστερον τὴν αἰτίαν, ὅρα πόσην εὐλάβειαν ἐπεδείξατο· ὅτε γὰρ εἶπεν αὐτῷ ὁ Θεός· «Ἄλλων με οἴει σοι κεχρηματικέναι, ἢ ἵνα δίκαιος ἀναφανῇς»; Καταπλαγείς, φησί. «Χεῖρα θήσω ἐπὶ στόματί μου· ἅπαξ ἐλάλησα, ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω». Καὶ πάλιν, «Ἕως μὲν ὠτὸς ἀκοῆς ἤκουόν σε τὸ πρότερον· νυνὶ δὲ ὁ ὀφθαλμὸς μου ἑώρακέ σε· διὸ ἐφαύλισα ἐμαυτόν, καὶ ἐτάκην· ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν».

Ϛ’. Εἰ δὲ ἀρκεῖν τοῦτο εἰς παράκλησιν νομίζεις, δυνήσῃ δὲ καὶ αὐτὸς ταύτην τὴν παραμυθίαν ἔχειν. Κἂν γὰρ μὴ διὰ τὸν Θεὸν πάθῃς τι τῶν δεινῶν, ἀλλ’ ἐξ ἀνθρώπων ἐπηρείας, εὐχαριστήσῃς δέ, καὶ μὴ βλασφημήσῃς τὸν δυνάμενον κωλῦσαι μέν, ἀφέντα δὲ τῆς σῆς ἕνεκεν δοκιμῆς, ὥσπερ οἱ διὰ τὸν Θεὸν παθόντες στεφανοῦνται, οὕτω καὶ σὺ τῶν αὐτῶν ἐπιτεύξῃ μισθῶν, ὅτι τὰς παρὰ ἀνθρώπων ἐπαχθείσας σοι συμφορὰς γενναίως ἤνεγκας, καὶ τῷ δυναμένῳ αὐτὰς κωλῦσαι μέν, μὴ βουληθέντι δέ, ηὐχαρίστησας. Ἰδοὺ τοίνυν καὶ πενίαν καὶ νόσον, καὶ ἀμφότερα μετὰ τῆς ἐσχάτης ὑπερβολῆς εἶδες ἐπενεχθέντα τῷ δικαίῳ. Βούλει σοι καὶ τὸν παρὰ τῆς φύσεως πόλεμον ἐπιδείξω μετὰ τοσαύτης ὑπερβολῆς τῷ γενναίῳ τότε ἐπιθεμένων ἐκείνῳ; Δέκα τέκνα ἀπώλεσε, τὰ δέκα ἀθρόον, τὰ δέκα ἐν αὐτῷ τῷ ἄνθει τῆς ἡλικίας, τὸ δὲ πολλὴν ἀρετὴν ἐπιδεδειγμένα, καὶ οὐδὲ τῷ κοινῷ τῆς φύσεως νόμῳ, ἀλλὰ βιαίῳ θανάτῳ καὶ ἐλεεινῷ. Τὶς ἂν ἔχοι τοιαύτην συμφορὰν εἰπεῖν; Οὐκ ἔστιν οὐδείς. Ὅταν οὖν ἀποβάλῃς υἱὸν καὶ θυγατέρα ὁμοῦ, ἀνάδραμε πρὸς τὸν δίκαιον ἐκεῖνον, καὶ πάντως εὑρήσεις πολλὴν σαυτῷ τὴν παραμυθίαν. Ἆρα οὖν ταῦτα μόνα αὐτῷ συνέβη τὰ δεινά; Ἡ δὲ τῶν φίλων ἐγκατάλειψις καὶ προδοσία, τὰ δὲ σκώμματα καὶ οἱ λοιδορίαι, ἡ δὲ χλευασία καὶ ὁ γέλως· τὸ δὲ ὑπὸ πάντων διασύρεσθαί τι ἀφόρητον ἦν. Οὐ γὰρ οὕτως ἡ τῶν συμφορῶν φύσις, ὡς οἱ παρὰ τὰς συμφορὰς ἡμῖν ὀνειδίζοντες δάκνειν ἡμῶν εἰώθασι τὴν ψυχήν. Οὐ μόνον ὁ παρακαλῶν οὐκ ἦν, ἀλλὰ καὶ πολλοὶ πολλαχόθεν ἐπέκειντο ὀνειδίζοντες. Καὶ ὁρᾷς αὐτὸν τοῦτο ἀποδυρόμενον, καὶ λέγοντα, «Ἀτὰρ δὲ καὶ ὑμεῖς ἐπέβητέ μοι»· καὶ ἀνελεήμονας αὐτοὺς καλεῖ, καὶ φησιν· «Ὅτι ἀπείπαντό με οἱ πλησίον μου, καὶ οἱ οἰκέται μου κατ’ ἐμοῦ ἐλάλουν, καὶ υἱοὺς παλλακίδων μου ἐκάλουν, αὐτοὶ δὲ ἀπεπήδων. Ἕτεροι δέ, φησίν, ἐνέπτυόν μοι, καὶ θρύλλημα πάντων ἐγενόμην, καὶ αὐτή, φησὶ ἡ στολὴ μου ἐβδελύξατό με». Ταῦτά γε οὐδὲ ἀκοῦσαι φορητά, μήτι γε διὰ τῶν πραγμάτων αὐτῶν ὑπομεῖναι. Πενία ἐσχάτη, καὶ νόσος ἀφόρητος καὶ καινὴ καὶ παράδοξος· παίδων ἀποβολὴ τοσούτων καὶ τοιούτων καὶ τοιούτῳ τρόπῳ· ὀνείδη καὶ σκώμματα καὶ λοιδορίαι παρὰ ἀνθρώπων· οἱ μὲν ἐχλεύαζον, οἱ δὲ ὠνείδιζον, οἱ δὲ κατεφρόνουν, οὐκ ἐχθροὶ μόνον, ἀλλὰ καὶ φίλοι· οὐ φίλοι μόνον, ἀλλὰ καὶ οἰκέται· οὐκ ἐχλεύαζον δὲ οὐδὲ ὠνείδιζον μόνον, ἀλλὰ καὶ ἐβδελύσσοντο, καὶ ταῦτα οὐκ ἐπὶ δύο καὶ τρισὶ καὶ δέκα ἡμέραις, ἀλλ’ ἐπὶ πολλοῖς τοῖς μησί· καὶ ὅπερ ἐπ’ ἐκείνου συνέβη μόνου, οὐδὲ τὴν ἀπὸ τῆς νυκτὸς εἶχε παραμυθίαν, ἀλλὰ τῶν μεθ’ ἡμέραν δεινῶν προσθήκη μείζων ἦν ἡ τῶν νυκτερινῶν φόβων φαντασία. Ὅτι γὰρ χαλεπωτέρα ἐν τοῖς ὕπνοις ὑπέμενεν, ἄκουσον τὶ φησι· «Διὰ τὶ με φοβεῖς ἐν ὕπνοις, καὶ ἐν ὁράμασί με καταπλήσσεις»; Ποῖος σιδηροῦς ἄνθρωπος, ποῖος ἀδάμας τοσαῦτα ἂν ὑπέμεινε δεινά; Εἰ γὰρ καὶ καθ’ ἑαυτὸ τούτων ἕκαστον ἀφόρητον, ἐννόησον ὁμοῦ συνελθόντα πόσον ἤγειρε θόρυβον. Ἀλλ’ ὅμως ἐκεῖνος ἅπαντα ταῦτα ὑπήνεγκε, καὶ ἐν ἅπασι τοῖς συμβεβηκόσιν αὐτῷ οὐχ ἥμαρτεν, οὐδὲ ἐν τοῖς χείλεσιν αὐτοῦ ἐγένετο δόλος.

ζ’. Γενέσθω τοίνυν ἐκείνου τὰ πάθη φάρμακα τῶν ἡμετέρων κακῶν, καὶ τὸ χαλεπὸν τούτου κλυδώνιον τῶν ἡμετέρων παθῶν λιμήν, καὶ ἐφ’ ἑκάστῳ τῶν συμβαινόντων ἡμῖν ἀναλογιζώμεθα τὸν ἅγιον· καὶ ὁρῶντες ἓν σῶμα τὰ τῆς οἰκουμένης ἀντλῆσαν δεινά, γενναίως ἡμεῖς ἐπὶ τοῖς κατὰ μέρος διακεισόμεθα· καὶ καθάπερ πρὸς μητέρα τινὰ φιλόστοργον πανταχόθεν τὰς χεῖρας ἐκτείνουσαν, καὶ τὰ παιδία πεφοβημένα δεχομένην καὶ ἀνακτωμένην, οὕτω πρὸς τὴν βίβλον ταύτην ἀεὶ καταφεύγωμεν· κἂν τὰ πάντων οἴκτιστα ἡμῖν ἐπίῃ δεινά, ἱκανὴν πάντων λαβόντες τὴν παραμυθίαν, οὕτως ἀπελευσόμεθα.

Εἰ δὲ λέγεις ὅτι, Ἐκεῖνος Ἰὼβ ἦν, καὶ διὰ τοῦτο ἤνεγκεν, ἐγὼ δὲ οὐκ εἰμὶ κατ’ ἐκεῖνον, μείζονά μοι σαυτοῦ λέγεις κατηγορίαν, καὶ τοῦ δικαίου πάλιν ἔπαινον· μᾶλλον γὰρ σὲ εἰκὸς ἐνεγκεῖν, ἢ ἐκεῖνον. Τὶ δήποτε; Ὅτι ἐκεῖνος μὲν πρὸ τῆς χάριτος καὶ πρὸ τοῦ νόμου, ὅτε οὐ πολλῇ τῆς πολιτείας ἦν ἀκριβείᾳ, ὅτε οὐ τοσαύτη τοῦ Πνεύματος ἡ χάρις, ὅτε δυσκαταγώνιστος ἡ ἁμαρτία. Ὅτε ἡ κατάρα ἐκράτει, ὅτε ὁ θάνατος φοβερὸς ἦν· νυνὶ δὲ εὐκολώτερα τὰ παλαίσματα γέγονε, μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν πάντων τούτων ἀνῃρημένων. Ὥστε οὐδεμίαν ἡμῖν ἀπολογίᾳ, μετὰ τοσοῦτον χρόνον καὶ τοσαύτην ἐπίδοσιν καὶ τοσαύτας δωρεᾶς παρὰ τοῦ Θεοῦ δοθείσας ἡμῖν μὴ δυναμένοις εἰς τὸ αὐτὸ ἐκείνῳ φθάσαι μέτρον. Ταῦτ’ οὖν ἅπαντα ἐννοοῦντες, ὅτι μείζονα ἐκείνου ἦν τὰ δεινά, καὶ ὅτε χαλεπώτερος ἦν ὁ ἀγών, τότε ἀπεδύσατο καὶ ἐπάλαισε, φέρωμεν ἅπαντα τὰ ἐπιόντα γενναίως ἡμῖν, καὶ μετὰ πολλῆς τῆς εὐχαριστίας, ἵνα δυνηθῶμεν τῶν αὐτῶν ἐκείνῳ στεφάνων τυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: ΛΟΓΟΙ ΠΕΡΙ ΜΕΤΑΝΟΙΑΣ
Προηγούμενο: ΟΜΙΛΙΑ Β’. Πρὸς τοὺς ἐγκαλοῦντας, τίνος ενεκεν οὐκ ἐκ μέσου γέγονεν ὁ διάβολος· καὶ ὅτι οὐδὲν ἡμᾶς βλάπτει ἡ τούτου πονηρία ἐὰν προσέχωμεν καὶ περὶ μετανοίας.
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 49
Ἀρχικὴ Σελίδα: Τέρτιος