Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 49

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΟΜΙΛΙΑ Β’. Καὶ εἰς τὴν σκυθρωπότητα βασιλέως Ἀχαάβ, καὶ εἰς Ἰωνᾶν τὸν προφήτην.
Προηγούμενο: ΛΟΓΟΙ ΠΕΡΙ ΜΕΤΑΝΟΙΑΣ
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 49

ΟΜΙΛΙΑ Α’. Ἐξ ἀγροῦ αὐτοῦ ἐπανελθόντος

α’. Ἆρα ἐμέμνησθε ἡμῶν, ἡνίκα τὸν μεταξὺ τοῦτον ἐχωρίσθημεν χρόνον ὑμῶν; Ἐγὼ μὲν γὰρ ὑμῶν οὐδέποτε ἠδυνήθην ἐπιλαθέσθαι, ἀλλὰ καὶ τὴν πόλιν ἀφείς, τὴν ὑμετέραν οὐκ ἀφῆκα μνήμην· ἀλλ’ ὥσπερ οἱ τῶν λαμπρῶν ἐρῶντες σωμάτων, ὅπουπερ ἂν ἀπίωσι, μεθ’ ἑαυτῶν τὴν ποθουμένην περιφέρουσιν ὄψιν, οὕτω δὴ καὶ ἡμεῖς τοῦ κάλλους τῆς ὑμετέρας ψυχῆς ἐρασθέντες, ἀεὶ μεθ’ ἑαυτῶν τὴν εὐμορφίαν τῆς ὑμετέρας περιφέρομεν διανοίας. Καὶ καθάπερ οἱ ζωγράφοι, ποικίλα χρώματα κεραννύντες, τὰς τῶν σωμάτων εἰκόνας ἐργάζονται, οὕτω καὶ ἡμεῖς τὴν σπουδὴν ὑμῶν τὴν ἐν ταῖς συνάξεσι, τὴν προθυμίαν τὴν περὶ τὴν ἀκρόασιν, τὴν εὔνοιαν τὴν περὶ τὸν λέγοντα, τὰ ἀλλὰ πάντα κατορθώματα καθάπερ ποικίλα χρώματα ἀρετῆς κεράσαντες, καὶ τὸν χαρακτῆρα τῆς ψυχῆς ὑμῶν ὑπογράψαντες, καὶ πρὸ τῶν ὀφθαλμῶν τῆς διανοίας θέντες, ἱκανὴν διὰ τῆς φαντασίας ταύτης ἐλαμβάνομεν τῆς ἀποδημίας παραμυθίαν. Καὶ ταῦτα, καὶ οἶκοι καθήμενοι καὶ διανιστάμενοι, καὶ ὁδοιποροῦντες καὶ ἀναπαυόμενοι, καὶ εἰσιόντες καὶ ἐξιόντες, ἐστρέφομεν συνεχῶς, τὴν ὑμετέραν ὀνειροπολοῦντες ἀγάπην· καὶ οὐκ ἐν ἡμέρᾳ μόνον, ἀλλὰ καὶ ἐν νυκτὶ ταύταις ἐνετρυφῶμεν ταῖς φαντασίαις. Καὶ ὅπερ Σολομὼν ἔφη, «Ἐγὼ καθεύδω καὶ ἡ καρδία μου ἀγρυπνεῖ»· τοῦτο καὶ ἡμεῖς τότε ἐπάσχομεν. Ἡ μὲν γὰρ ἀνάγκη τοῦ ὕπνου κατέστελλεν ἡμῶν τὰ βλέφαρα· ἡ δὲ τῆς ἀγάπης τῆς ὑμετέρας τυραννὶς ἀφύπνιζε τοὺς τῆς διανοίας ἡμῶν ὀφθαλμούς· καὶ πολλάκις ὑμῖν ὄναρ διαλέγεσθαι ἐδόκουν. Καὶ γὰρ πέφυκεν ἡ ψυχὴ ταῦτα φαντάζεσθαι νύκτωρ, ἅπερ ἂν μεθ’ ἡμέραν λογίζηται· πὲρ οὖν καὶ ἐφ’ ἡμῶν τότε συνέβαινε· καὶ οὐχ ὁρῶν ὑμᾶς τοῖς ὀφθαλμοῖς τῆς σαρκός, ἑώρων ὑμᾶς τῆς ἀγάπης τοῖς ὀφθαλμοῖς, καὶ μὴ παρὼν ὑμῖν τῶν σώματι, παρήμην ὑμῖν τῇ διαθέσει, καὶ μοι τὰ ὦτα ἀεὶ ὑπὸ τῆς ὑμετέρας περιηχεῖτο κραυγῆς. Διὰ τοῦτο καὶ τῆς τοῦ σώματος ἀῤῥωστίας ἐπὶ πλέον ἐκεῖ διατρίβειν ἀναγκαζούσης, καὶ τῆς τοῦ ἀέρος ὠφελείας εἰς τὴν τῆς σαρκὸς ἀπολαύειν ὑγίειαν, ἡ τῆς ἀγάπης βίᾳ τῆς ὑμετέρας οὐκ ἠνέσχετο τοῦτο, ἀλλὰ κατεβόησε, καὶ οὐ πρότερον ἀπέστη διενοχλοῦσα, ἕως ἡμᾶς καὶ πρὸ τῆς προσηκούσης ὥρας ἀναστῆναι ἔπεισε, καὶ ὑγίειαν καὶ τέρψιν καὶ πᾶν ὁτιοῦν ἀγαθὸν τὴν ὑμετέραν ἡγήσασθαι συνεβούλευσε συνουσίαν. Ταύτῃ δὲ πεισθέντες ἡμεῖς, εἱλόμεθα μᾶλλον ἔχοντες ἔτι τὰ λείψανα τῆς ἀῤῥωστίας ἐπανελθεῖν, ἢ καθαρῶς ἀποθέμενοι τὴν τοῦ σώματος ἀσθένειαν, ἐπὶ πλέον λυπῆσαι τὴν ὑμετέραν ἀγάπην. Καὶ γὰρ ἐκεῖ διατρίβων ἤκουον ὑμῶν τὰ ἐγκλήματα, καὶ συνεχεῖς ἐπιστολαὶ ταῦτα ἡμῖν διεκόμιζον· καὶ γὰρ προσεῖχον τοῖς ἐγκαλοῦσιν οὐχ ἧττον, ἢ τοῖς ἐγκωμιάζουσι· ψυχῆς γὰρ εἰδυίας φιλεῖν ἦσαν αἱ μέμψεις ἐκεῖναι. Καὶ διὰ ταῦτα ἀναστὰς ἔδραμον· διὰ ταῦτα οὐδέποτε ὑμᾶς τῆς διανοίας ἠδυνήθην ἐκβαλεῖν τῆς ἐμῆς. Καὶ τὶ θαυμαστὸν εἰ ἐν ἀγρῷ διατρίβων ἐγώ, καὶ ἀδείας ἀπολαύων, τῆς ὑμετέρας ἐμεμνήμην ἀγάπης, ὅπου γε Παῦλος δεσμὰ περικείμενος, καὶ δεσμωτήριον οἴκων, καὶ μυρίους ὁρῶν ἐπηρτημένους αὐτῷ κινδύνους, καθάπερ ἐν λειμῶνι τῷ δεσμωτηρίῳ διάγων, οὕτω τῶν ἀδελφῶν ἐμέμνητο, καὶ γραφῶν ἔλεγε· «Καθὼς ἐστι δίκαιον ἐμοὶ τοῦτο φρονεῖν περὶ ὑμῶν, διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς ἐν τε τοῖς δεσμοῖς μου, καὶ ἐν τῇ ἀπολογίᾳ καὶ βεβαιώσει τοῦ Εὐαγγελίου»; Ἔξωθεν ἅλυσις ἡ παρὰ τῶν ἐχθρῶν, καὶ ἔσωθεν ἅλυσις ἡ τοῦ φίλτρου τῶν μαθητῶν· ἀλλ’ ἡ μὲν ἔξωθεν ἀπὸ σιδήρου ἐκεχάλκευτο, ἡ δὲ ἔνδοθεν ἐξ ἀγάπης ἐγεγένητο· κἀκείνην μὲν πολλάκις καὶ ἀπέθετο, ταύτην δὲ οὐδέποτε ἀπέῤῥηξεν· ἀλλ’ ὥσπερ αἱ γυναῖκες ὅσαι πεῖραν ὠδίνων ἔλαβον καὶ μητέρες ἐγένοντο, τοῖς τεχθεῖσι παιδίοις, ὅπουπερ ἂν ὦσιν, εἰσὶ διηνεκῶς συνδεδεμέναι· οὕτω καὶ Παῦλος, μᾶλλον δὲ καὶ πολλῷ τούτων σφοδρότερον ἀεὶ τοῖς μαθηταῖς προσήλωτο τοῖς αὐτοῦ, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ τῶν φυσικῶν τόκων οἱ τοῦ πνεύματός εἰσι θερμότεροι. Καὶ γὰρ καὶ οὗτος ὤδινεν οὐχ ἅπαξ ἀλλὰ καὶ δὶς τοὺς αὐτούς, καὶ ἐβόα λέγων· «Τεκνία μου, οὓς πάλιν ὠδίνω». Καίτοι γε τοῦτο οὐδέποτε ἂν πάθοι ἡ γυνή, οὐδ’ ἂν ὑποσταίη τὰς αὐτὰς πάλιν ὠδῖνας, ἀλλὰ Παῦλος ὑπέμεινε τοῦτο, ὅπερ ἐπὶ τῆς φύσεως ἰδεῖν οὐκ ἔστι, καὶ τοὺς ἅπαξ τεχθέντας πάλιν ἀναλαβεῖν, καὶ τὰς δριμείας ἐπ’ αὐτοῖς ὑπομεῖναι ὠδῖνας. Διὰ τοῦτο καὶ ἐντρέψαι βουλόμενος αὐτούς, ἔλεγεν, «Οὓς πάλιν ὠδίνω»· μονονουχὶ λέγων· Φείσασθέ μου· οὐδεὶς υἱὸς δεύτερον τὴν μητρικὴν γαστέρα ταῖς ὠδῖσι διέτεινεν ὅπερ ἀναγκάζετέ με πάσχειν ὑμεῖς· καίτοι ἐκεῖναι μὲν αἱ ὠδῖνες ἐν μιᾷ καιροῦ ῥοπῇ κατατείνουσι, καὶ τοῦ παιδίου τῆς νηδύος ἐξολισθήσαντος, συνεξέρχονται· αὗται δὲ οὐχ οὕτως, ἀλλὰ καὶ μῆνας ὁλοκλήρους μένουσι· καὶ γὰρ ἐνιαυτὸν ὅλον ὤδινε πολλάκις, καὶ οὐκ ἔτεκε τοὺς κυομένους ὁ Παῦλος· κἀκεῖ μὲν τῆς σαρκὸς ὁ πόνος, ἐνταῦθα δὲ οὐ γαστέρα διατείνουσιν αἱ ἀλγηδόνες, ἀλλ’ αὐτὴν τῆς ψυχῆς τὴν ἰσχὺν καταξαίνουσι. Καὶ ἵνα μάθῃς, ὅτι θερμότεραι αὗται αἱ ὠδῖνες, τὶς ποτε ὑπὲρ τῶν τεχθέντων παιδίων ηὔξατο ὑπομεῖναι γέενναν; Οὗτος δὲ οὐ μόνον αἱρεῖται ὑπομεῖναι γέενναν, ἀλλὰ καὶ εὔχεται ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ, ὥστε δυνηθῆναι τοὺς Ἰουδαίους ἀποτεκεῖν, οὓς ὤδινεν ἀεὶ καὶ διηνεκῶς, καὶ ἐπειδὴ μὴ συνέβαινε τοῦτο, ὠδυνᾶτο λέγων· «Λύπη μοὶ ἐστι μεγάλη, καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου». Καὶ ἐνταῦθα πάλιν· «Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὐ μορφωθῇ Χριστὸς ἐν ὑμῖν». Τὶ τῆς νηδύος ἐκείνης μακαριώτερον γένοιτο ἄν, ἢ τοιαῦτα παιδία τίκτειν ἐδύνατο, ὡς τὸν Χριστὸν ἔχειν ἐν ἑαυτοῖς; Τὶ δὲ εὐφορώτερον, ἢ τὴν οἰκουμένην ἅπασαν ἀπεγέννησε; Τὶ δὲ δυνατώτερον, ἥτις τεχθέντας καὶ αὐξηθέντας εἰς ἄμβλωσιν ἐκπεσόντας, ἀναλαβεῖν ἴσχυσε πάλιν καὶ ἄνωθεν διαπλᾶσαι; Τοῦτο γὰρ ἐπὶ τῶν φυσικῶν τόκων ἀδύνατον. Διὰ τὶ δὲ οὐκ εἶπε· Τεκνία μου, οὓς πάλιν ἀναγεννῶ, ἀλλ’ «ὠδίνω»; Καίτοι γε ἀλλαχοῦ γεννᾷν φησιν· «Ἐν γὰρ Χριστῷ Ἰησοῦ ὑμᾶς ἐγέννησα». Ἐκεῖ μὲν οὖν τὴν συγγένειαν δηλῶσαι μόνον ἐβούλετο· ἐνταῦθα δὲ καὶ τὸν πόνον παραστῆσαι ἐσπούδαζε. Πῶς δὲ τέκνα καλεῖ τὰ μηδέπω τεχθέντα; Εἰ γὰρ ὠδίνει, οὐδέπω ἔτεκε· πῶς οὖν τέκνα καλεῖ; Ἵνα μάθῃς, ὅτι (οὐ) ταύτας ὠδίνει τὰς πρώτας ὠδῖνας, ὅπερ ἱκανὸν ἦν ἐκείνους ἐντρέψαι. Καὶ γὰρ ἐγενόμην, φησίν, ἅπαξ πατήρ, καὶ τὸν ὀφειλόμενον ἐφ’ ὑμῖν ὑπέμεινα τόκον, ἐγένεσθε δὲ τέκνα καὶ ὑμεῖς ἅπαξ· πῶς οὖν πάλιν με εἰς δευτέρας ὠδῖνας ἐμβάλλετε; Ἱκανοὶ οἱ πόνοι τῶν τόκων τῶν ἐξ ἀρχῆς, τὶ μὲ διατείνετε πάλιν ταῖς ὀδύναις; Τῶν γὰρ μηδέπω πεπιστευκότων οὐκ ἐλάττονα πόνον παρεῖχεν αὐτῷ τῶν πιστῶν τὰ πτώματα. Καὶ γὰρ ἦν ἀφόρητον, μετὰ τὴν τῶν τοιούτων μυστηρίων κοινωνίαν πρὸς τὴν ἀσέβειαν αὐτομολοῦντας ὁρᾷν· διὰ καὶ σφόδρα δριμὺ καὶ πάσης γυναικὸς περιπαθέστερον ἀνωλόλυζε, λέγων· «Τεκνία μού, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν». Τοῦτο δὲ ἔλεγεν, ὁμοῦ καὶ θαῤῥῦναι καὶ φοβῆσαι βουλόμενος· τὸ μὲν γὰρ δεῖξαι μὴ μεμορφωμένον ἐν αὐτοῖς τὸν Χριστόν, ἀγωνίαν καὶ φόβον ἐνέβαλλε· τὸ δὲ ἐμφῆναι ὅτι δυνατὸν αὐτὸν μορφωθῆναι, πάλιν θαῤῥεῖν παρεσκεύαζε. Τὸ γὰρ εἰπεῖν, «Ἄχρις οὐ μορφωθῇ», ἀμφότερα ταῦτά ἐστιν ἐνδεικνυμένου, καὶ ὅτι οὐδέπω μεμόρφωται, καὶ ὅτι δυνατὸν μορφωθῆναι πάλιν. Εἰ γὰρ μὴ δυνατὸν ἦν, εἰκῆ πρὸς αὐτοὺς ἔλεγεν, «Ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν, καὶ ματαίοις αὐτοὺς ἔτρεφεν ἐλπίσι».

β’. Ταῦτα οὐ εἰδότες μηδὲ ἡμεῖς ἀπογινώσκωμεν, ἀλλὰ μηδὲ ῥαθυμήσωμεν ἁπλῶς· ἑκάτερα γὰρ ταῦτα ὀλέθρια. Ἡ μὲν γὰρ ἀπόγνωσις τὸν κείμενον οὐκ ἀφίησιν ἀναστῆναι, ἡ δὲ ῥαθυμίᾳ τὸν ἑστῶτα ποιεῖ καταπίπτειν· ἐκείνῃ τῶν πορισθέντων ἀγαθῶν ἀποστερεῖν εἴωθεν, αὕτη τὴν ἐπικειμένων οὐκ ἀφίησιν ἀπαλλαγῆναι κακῶν· καὶ ἡ μὲν καταφρόνησις καὶ ἐξ αὐτῶν καταφέρει τῶν οὐρανῶν, ἡ δὲ ἀπόγνωσις εἰς αὐτὴν κατάγει τῆς κακίας τὴν ἄβυσσον, ὥσπερ οὖν τὸ μὴ ἀπογνῶναι κἀκεῖθεν ταχέως ἀναδραμεῖν ποιεῖ. Σκόπει δὲ ἀμφοτέρων τὴν ἰσχύν· ὁ διάβολος ἀγαθὸς ἦν πρὸ τούτου· ῥαθυμήσας δὲ καὶ ἀπογνοὺς ἔπεσεν εἰς τοσαύτην κακίαν, ὡς μηδὲ ἀναστῆναι λοιπόν· ὅτι γὰρ ἀγαθὸς ἦν, ἄκουσον τὶ φησίν· «Εἶδον τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα». Ἡ δὲ ἀστράπτῃς παραβολὴ καὶ τὸ φαιδρὸν τῆς προτέρας δείκνυσιν ἀναστροφῆς, καὶ τὴν τῆς πτώσεως ὀξύτητα. Ὁ Παῦλος βλάσφημος ἦν, καὶ διώκτης, καὶ ὑβριστής· ἐπειδὴ δὲ ἐσπούδασε καὶ οὐκ ἀπέγνω, καὶ ἀνέστη καὶ τῶν ἀγγέλων γέγονεν ἴσος· ὁ δὲ Ἰούδας ἀπόστολος ἦν, ἀλλὰ ῥαθυμήσας γέγονε προδότης. Ὁ λῃστὴς πάλιν μετὰ τοσαύτην κακίαν, ἐπειδὴ μὴ ἀπέγνω, πρὸ τῶν ἄλλων ἁπάντων εἰς τὸν παράδεισον εἰσῆλθεν· ὁ Φαρισαῖος θαῤῥήσας ἐξ αὐτοῦ τῆς ἀρετῆς κατηνέχθη τοῦ ὕψους· ὁ τελώνης μὴ ἀπογνούς, οὕτως ὠρθώθη ὡς κἀκεῖνον παραδραμεῖν. Βούλει σοι δείξω καὶ πόλιν ὁλόκληρον τοῦτο ποιήσασαν; Ἡ τῶν Νινευϊτῶν πόλις οὕτως ἐσώθη πᾶσα· καίτοι γε ἡ ἀπόφασις εἰς ἀπόγνωσις αὐτοὺς ἐνέβαλεν· οὐ γὰρ εἶπεν ὅτι, Ἐὰν μετανοήσωσι, σωθήσονται, ἀλλ’ ἁπλῶς, «Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ καταστραφήσεται»· ἀλλ’ ὅμως ἀπειλοῦντος τοῦ Θεοῦ, καὶ τοῦ προφήτου βοῶντος, καὶ τῆς ἀποφάσεως οὐκ ἐχούσης μέλλησιν οὐδὲ διορισμόν, οὐκ ἀνέπεσον, οὐδὲ τὰς χρηστὰς προέδωκαν ἐλπίδας. Διὰ γὰρ τοῦτο οὐ προσέθηκε διορισμόν, οὐδὲ εἶπεν, Ἐὰν δὲ μετανοήσωσι, σωθήσονται, ἵνα καὶ ἡμεῖς, ὅταν ἀκούσωμεν ἀποφάσεως τοῦ Θεοῦ φερομένης χωρὶς διορισμοῦ, μηδὲ οὕτως ἀπογνῶμεν, μηδὲ ἀπαγορεύσωμεν, εἰς ἐκεῖνο τὸ ὑπόδειγμα βλέποντες. Οὐ διὰ τούτου δὲ μόνον ἔστι τὴν τοῦ Θεοῦ φιλανθρωπίαν ἰδεῖν, ὅτι μὴ προσθεὶς διορισμὸν τῇ ἀποφάσει, ὅμως μετανοήσασι κατηλλάγη, ἀλλὰ καὶ ἐξ αὐτοῦ τοῦ τὴν ἀπόφασιν ἀπηρτισμένην ἐξενεγκεῖν. Αὐξῆσαι γὰρ τὸν φόβον βουλόμενος καὶ τῆς πολλῆς αὐτῶν ῥᾳθυμίας καθάψασθαι, τοῦτο ἐποίησε, καὶ αὐτὸς δὲ ὁ χρόνος τῆς μετανοίας δείκνυσιν αὐτοῦ τὴν ἄφατον φιλανθρωπίαν. Τὶ γὰρ ἡμέραι τρεῖς τοσοῦτον εἰργάσαντο, ὡς ἀφανίσαι κακίαν τοσαύτην; Ὁρᾷς πῶς καὶ ἐντεῦθεν ἡ τοῦ Θεοῦ φαίνεται κηδεμονία; Τὸ γὰρ πλεῖν αὕτη συνεισήνεγκεν εἰς τὴν τῆς πόλεως σωτηρίαν.

Ταῦτα οὖν εἰδότες, μηδέποτε ἀπογινώσκωμεν· οὐδὲν γὰρ οὕτως ἰσχυρὸν ὅπλον τῷ διαβόλῳ, ὡς ἀπόγνωσις· διὰ τοῦτο οὐχ οὕτως αὐτὸν εὐφραίνομεν ἁμαρτάνοντες, ὡς ἀπογινώσκοντες. Ἄκουσον γοῦν ἐπὶ τοῦ πεπορνευκότος, πῶς τῆς ἁμαρτίας μᾶλλον τὴν ἀπόγνωσιν δέδοικεν ὁ Παῦλος· γραφῶν γὰρ Κορινθίοις οὕτως ἔλεγεν· «Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία, ἥτις οὐδὲν ἐν τοῖς ἔθνεσιν ὀνομάζεται»· καὶ οὐκ εἶπεν, Ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσι τολμᾶται, ἀλλ’, Οὐδὲ ὀνομάζεται· ὃ γὰρ μέχρι προσηγορίας ἐκείνοις ἀφόρητον, τοῦτο ὑμῖν ἔργῳ τετόλμηται. «Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ»; Καὶ οὐκ εἶπε, Καὶ ἐκεῖνος πεφυσίωται, ἀλλ’ ἀφεὶς τὸν ἡμαρτηκότα, τοῖς ὑγιαίνουσι διαλέγεται· καθάπερ οἱ ἰατροὶ ποιοῦσιν, ἀφέντες τοὺς κάμνοντας, πρὸς τοὺς προσήκοντας αὐτοῖς πλείονι κέχρηνται λόγῳ· ἄλλως δὲ καὶ οὗτοι τῆς ἀπονοίας αἴτιοι πάσης ἦσαν αὐτῶν, μὴ ἐπιτιμῶντες μηδὲ ἐπιπλήττοντες. Ἐκοίνωσε τοίνυν τὸ ἔγκλημα, ἵνα ῥᾳδία γένηται τοῦ τραύματος ἡ θεραπεία. Δεινὸν μὲν γὰρ τὸ ἁμαρτάνειν, πολλῷ δὲ χαλεπώτερον τὸ καὶ μέγα φρονεῖν ἐπὶ τοῖς ἁμαρτήμασιν. Εἰ γὰρ ἐπὶ δικαιοσύνῃ τὸ φυσᾶσθαι κένωσις δικαιοσύνης ἐστί, πολλῷ μᾶλλον ἐπὶ τοῖς ἁμαρτήμασι τοῦτο συμβαῖνον ἐσχάτην οἴσει βλάβην ἡμῖν, καὶ τῶν ἁμαρτημάτων αὐτῶν μεῖζον τὸ ἔγκλημα ἔσται. Διὰ τοῦτό φησιν· «Ὅταν πάντα ποιήσητε, λέγετε ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν». Εἰ δὲ τὰ πάντα ποιοῦντες ὀφείλουσι συνεστάλθαι, πολλῷ μᾶλλον τὴν ἡμαρτηκότα καὶ θρηνεῖν καὶ ἐν τοῖς ἐσχάτοις ἑαυτὸν ἀριθμεῖν ἄξιον. Ὅπερ οὖν καὶ τότε δηλῶν ἔλεγε· «Καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε»; Τὶ λέγεις; Ἕτερος ἥμαρτε, καὶ ἐγὼ πενθήσω; Ναί, φησί· σώματος γὰρ καὶ μελῶν δίκην ἀλλήλοις ἐσμεν συνδεδεμένοι· ἐπὶ δὲ τοῦ σώματος κἂν ὁ ποὺς δέξηται τραῦμα, τὴν κεφαλὴν ἐπικύπτουσαν ὁρῶμεν. Καίτοι τὶ ταύτης σεμνότερον; Ἀλλ’ οὐχ ὁρᾷ τὴν ἀξίαν ἐν τῷ καιρῷ τῆς συμφοράς· οὕτω καὶ σὺ ποίησον. Διὰ τοῦτο καὶ Παῦλος παραινεῖ «Χαρεῖν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόντων». Διὰ τοῦτο καὶ Κορινθίοις φησί· «Καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας»· Οὐκ εἶπε Καὶ οὐχὶ μᾶλλον ἐσπουδάσατε, ἀλλὰ τί; «Οὐχὶ μᾶλλον ἐπενθήσατε», ὡς νόσου κοινῆς καὶ λοιμοῦ τὴν πόλιν καταλαβόντος· μονονουχὶ λέγων· Εὐχῆς καὶ ἐξομολογήσεως δεῖ καὶ ἱκετηρίας, ἵνα τὸ νόσημα ἀπελαθῇ τῆς πόλεως ἁπάσης. Ὁρᾷς πόσον αὐτοῖς φόβον ἐπεκρέμασεν; Ἐπειδὴ γὰρ ἐνόμιζον μέχρις ἐκείνου μόνον ἑστάναι τὸ δεινόν, ἐναγωνίους αὐτοὺς καθίστησι λέγων· «Οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζημοῖ»; Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ὁδῷ τὸ κακὸν βαδίζον, καὶ τῶν λοιπῶν ἅψεται μελῶν· ὡς ὑπὲρ κοινῶν τοίνυν κακῶν βουλευομένους, οὕτω φροντίζειν χρή. Μὴ γὰρ μοι τοῦτο εἴπῃς, ὅτι ἐκεῖνος ἥμαρτε μόνος, ἀλλ’ ἐκεῖνο σκόπει, ὅτι σηπεδὼν τὶς ἐστι τὸ δεινόν, καὶ τὸ λοιπὸν ἅπαν ἐπινέμεται σῶμα. Καὶ καθάπερ οἰκίας καιομένης, καὶ οἱ μηδέπω δεξάμενοι τὸ κακόν, τῶν ὄντων ἐν τῇ συμφορᾷ οὐκ ἔλαττον ἐπείγονται καὶ πάντα συνεισφέρουσιν, ὥστε μὴ τὸ πῦρ ἐπειγόμενον καὶ ἐπὶ τὰς αὐτῶν θύρας ἔλθῃ· οὕτω καὶ τούτους ὁ Παῦλος διεγείρει λέγων· Πυρὰ τὶς ἐστι, προκαταλάβωμεν τὸ δεινόν· σβέσωμεν τὸν ἐμπρησμόν, πρὶν ἢ καταλαβεῖν τὴν ἐκκλησίαν· εἰ δὲ καταφρονεῖς τῆς ἁμαρτίας ὡς ἐν ἀλλοτρίῳ γενομένης σώματι, μάλιστα μὲν καὶ οὕτω κακῶς· μέλος γὰρ ἐστι τοῦ παντὸς σώματος ἐκεῖνος.

γ’. Πλὴν ἀλλ’ ἐκεῖνο σκόπει, ὅτι ἂν ῥαθυμήσῃς καὶ παρίδῃς, καὶ σὲ καταλήψεταί ποτε. Ὥστε εἰ καὶ μὴ διὰ τὸν ἀδελφός, διὰ γοῦν σαυτὸν διεγέρθητι, καὶ ἀνάστειλον τὸν λοιμόν, καὶ προκάτασχε τὴν σηπεδόνα, καὶ τὴν νομὴν διάκοψον. Ταῦτα τοίνυν καὶ τὰ πλείονα τούτων εἰπών, καὶ κελεύσας παραδοῦναι αὐτὸν τῷ σατανᾷ, φησὶν ὕστερον, ἐπειδὴ μετεβάλετο καὶ βελτίων ἐγένετο· «Ἱκανὸν τῷ τοιούτῳ ἡ ἐπιτίμια αὕτη ἡ ὑπὸ τῶν πλειόνων· κυρώσατε οὖν εἰς αὐτὸν ἀγάπην». Ἐπειδὴ γὰρ αὐτὸν κοινὸν ἐχθρὸν καὶ πολέμιον κατέστησεν ἅπασι καὶ τῆς ἀγέλης ἐξέβαλε καὶ τοῦ σώματος ἀπέκοψεν, ὅρα πόσῃ κέχρηται σπουδῇ, ὥστε κολλῆσαι καὶ συνάψαι πάλιν αὐτόν. Οὐ γὰρ εἶπεν· Ἀγαπήσατε αὐτὸν ἁπλῶς, ἀλλά, «Κυρώσατε εἰς αὐτὸν ἀγάπην», τουτέστι βεβαίαν, καὶ ἀκίνητον ἐπιδείξασθε τὴν φιλίαν, θέρμην τινα καὶ ζέουσαν καὶ πεπυρωμένην, ἀντίῤῥοπον τῆς προτέρας ἀπεχθείας τὴν εὔνοιαν εἰσαγάγετε. Τὶ γέγονεν; Εἰπὲ μοι· οὐχὶ τῷ σατανᾷ παρέδωκας αὐτόν; Ναί, φησίν, ἀλλ’ οὐχ ἵνα μένῃ ἐν ταῖς τοῦ σατανᾶ χερσίν, ἀλλ’ ἵνα ἀπαλλαγῇ ταχέως αὐτοῦ τῆς τυραννίδος. Ἀλλ’ ὅπερ ἔλεγον σκόπει πῶς δέδοικε τὴν ἀπόγνωσιν ὁ Παῦλος, ὡς μέγα ὅπλον τοῦ διαβόλου· εἰπὼν γάρ, «Κυρώσατε εἰς αὐτὸν ἀγάπην», καὶ τὴν αἰτίαν προστίθησι· «Μὴ πως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος». Ἐν τῇ φάρυγγι τοῦ λύκου, φησίν, ἐστὶ τὸ πρόβατον· φθάσωμεν τοίνυν προεξαρπάσωμεν πρὶν ἢ καταπίῃ καὶ διαφθείρῃ τὸ μέλος ἡμῶν. Ἐν κλυδωνίῳ νῦν ἐστιν ἡ ναῦς, πρὸ τοῦ ναυαγίου διασῶσαι αὐτὴν σπουδάσωμεν. Καθάπερ γὰρ θαλάττης αἰρομένης καὶ κυμάτων πάντοθεν κορυφουμένων, ὑποβρύχιον γίνεται τὸ σκάφος, οὕτω καὶ ψυχὴ τῆς ἀθυμίας αὐτὴν πάντοθεν περιστοιχιζομένης, ἀποπνίγεται ταχέως, ἐὰν μὴ τινα ἔχῃ τὴν χεῖρα ὀρέγοντα, καὶ ἡ σωτηρίας ἐπὶ τοῖς ἁμαρτήμασι λύπη ὀλέθριος ὑπὸ τῆς ἀμετρίας γίνεται. Καὶ ὅρα πῶς ἀκριβῶς εἶπεν· οὐ γὰρ εἶπε, Μὴ ἀπολέσῃ αὐτὸν ὁ διάβολος, ἀλλὰ τί; «Μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ σατανᾶ»· πλεονεξία δὲ ἐστι τὸ τῶν ἀλλοτρίων ἐφίεσθαι. Δεικνὺς τοίνυν ὅτι ἀλλότριος αὐτοῦ γέγονε λοιπόν, καὶ τῆς τοῦ Χριστοῦ ποίμνης οἰκεῖον ἑαυτὸν διὰ τῆς μετανοίας κατέστησε, φησί· «Μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ σατανᾶ». Ἐὰν γὰρ κατάσχῃ λοιπὸν αὐτόν, ἡμέτερον ἁρπάζει μέλος, τὸ τῆς ἀγέλης λαμβάνει πρόβατον· ἀπέθετο γὰρ τὴν ἁμαρτίαν διὰ τῆς μετανοίας.

Εἰδὼς τοίνυν ὁ Παῦλος, ὅπερ ἐποίησεν ὁ διάβολος ἐπὶ τοῦ Ἰούδα, ἔδεισε μὴ καὶ ἐνταῦθα τὸ αὐτὸ γένηται τοῦτο. Τὶ δὲ ἐποίησεν ἐπὶ τοῦ Ἰούδα; Μετενόησεν Ἰούδας· «Ἥμαρτον γάρ, φησί, παραδοὺς αἷμα ἀθῷον»· ἤκουσε τῶν ῥημάτων τούτων ὁ διάβολος· ἔγνω τῆς ἐπὶ τὸ βέλτιον ἀρχόμενον ὁδοῦ καὶ πρὸς σωτηρίαν βαδίζοντα, καὶ ἐφοβήθη τὴν μεταβολήν. Φιλάνθρωπον, φησίν, ἔχει δεσπότην· ὅτε ἔμελλεν αὐτὸν προδιδόναι, ἐδάκρυσεν αὐτὸν καὶ μυρία παρεκάλεσεν· οὐ πολλῷ μᾶλλον μετανοοῦντα δέξεται; Ἀδιόρθωτον ὄντα ἐφειλκύσατο καὶ ἐκάλεσεν· οὐ πολλῷ μᾶλλον διορθωθέντα καὶ τὴν ἁμαρτίαν ἐπιγνόντα ἐπισπάσεται; Διὰ γὰρ τοῦτο καὶ σταυρωθῆναι ἦλθε. Τὶ οὖν ἐποίησεν; Ἐθορύβησεν αὐτόν· ἐσκότωσε τῇ τῆς ἀθυμίας ὑπερβολῇ, ἐδίωξεν, ἤλασεν ἕως ἐπὶ τὸν βρόχον ἤγαγε, καὶ τῆς παρούσης ὑπεξήγαγε ζωῆς, καὶ τῆς προθυμίας τῆς κατὰ τὴν μετάνοιαν ἀπεστέρησεν. Ὅτι γάρ, εἰ ἔζη, καὶ αὐτὸς ἐσώθη ἄν, δῆλον ἐκ τῶν σταυρωσάντων· εἰ γὰρ τοὺς ἐπὶ τὸν σταυρὸν αὐτὸν ἀναβιβάσας ἔσωσε, καὶ ἐν αὐτῷ τῷ σταυρῷ ὢν παρεκάλει τὸν Πατέρα, καὶ συγγνώμην αὐτοῖς ᾔτει τοῦ τολμήματος, εὔδηλον ὅτι καὶ τὸν προδόντα, εἰ νόμῳ τῷ προσήκοντι τὴν μετάνοιαν ἐπεδείξατο, μετὰ πάσης ἂν εὐμενείας ἐδέξατο· ἀλλ’ ἐκεῖνος οὐκ ἠνέσχετο ἐμμεῖναι τῷ φαρμάκῳ, τῇ περισσοτέρᾳ λύπῃ καταποθείς. Τοῦτο τοίνυν καὶ ὁ Παῦλος φοβούμενος ἐπείγει τοὺς Κορινθίους ἐξαρπάσαι τῆς φάρυγγος τοῦ διαβόλου τὸν ἄνθρωπον. Καὶ τὶ χρὴ λέγειν τὰ Κορινθίων; Πέτρος μετὰ τὴν τῶν μυστηρίων κοινωνίαν ἠρνήσατο τρίς, καὶ δακρύσας ἀπήλειψεν ἅπαντα· Παῦλος διώκτης ὢν καὶ βλάσφημος καὶ ὑβριστής, καὶ οὐχὶ τὸν σταυρωθέντα μόνον, ἀλλὰ καὶ πάντας τοὺς ἐκείνου διώκων, μετανοήσας, ἀπόστολος γέγονε. Μόνον γὰρ πρόφασιν ὁ Θεὸς βραχεῖαν ἐπιζητεῖ παρ’ ἡμῶν, καὶ πολλῶν ἡμῖν ἁμαρτημάτων χαρίζεται ἄφεσιν. Εἴπω καὶ παραβολὴν τοῦτο αὐτὸ ἐγγυωμένην ὑμῖν.

δ’. Δύο τινὲς ἦσαν ἀδελφοί· διανειμάμενοι δὲ τὴν πατρικὴν περιουσίαν ἑκάτεροι, ὁ μὲν αὐτῶν ἔμεινεν ἐπὶ τῆς οἰκίας· ὁ δὲ πάντα τὰ δοθέντα καταφαγών, εἰς τὴν ὑπερορίαν μετέστη, τὴν ἀπὸ τῆς πενίας οὐ φέρων αἰσχύνην. Ταύτην δὲ τὴν παραβολὴν προήχθην εἰπεῖν, ἵνα μάθητε, ὅτι καὶ τῶν μετὰ τὸ βάπτισμα ἁμαρτημάτων ἐστὶν ἄφεσις, ἐὰν προσέχωμεν· λέγω δὲ οὐχ ἵνα εἰς ῥαθυμίαν ἐμβαλῶ, ἀλλ’ ἵνα ἀπὸ ἀπογνώσεως ἀπαγάγω· καὶ γὰρ χείρονα τῆς ῥᾳθυμίας ἡμᾶς ἡ ἀπόγνωσις ἐργάζεται κακά. Οὗτος τοίνυν ὁ υἱὸς εἰκόνα τῶν μετὰ τὸ λουτρὸν φέρει πεσόντων· ὅτι δὲ τοὺς μετὰ τὸ βάπτισμα παραπεσόντας δηλοῖ, δῆλον ἐκεῖθεν· υἱὸς γὰρ λέγεται· οὐδὲ δὲ υἱὸς βαπτίσματος ἂν κληθείη χωρίς. Καὶ τὴν οἰκίαν δὲ ᾤκει τὴν πατρῴαν, καὶ τὰ πατρῷα διενείματο πάντα· πρὸ δὲ βαπτίσματος οὐκ ἔστι πατρῷα λαβεῖν, οὐδὲ δέξασθαι κληρονομίαν· ὥστε διὰ πάντων ἡμῖν τούτων τὸ τῶν πιστῶν αἰνίττεται τάγμα. Καὶ ἀδελφὸς δὲ ἦν τοῦ εὐδοκιμηκότος ἀδελφὸς δὲ οὐκ ἂν γένοιτο χωρὶς πνευματικῆς ἀναγεννήσεως. Οὗτος τοίνυν εἰς κακίαν ἐσχάτην πεσών, τὶ φησιν; «Ἐπανήξω πρὸς τὸν πατέρα μου»· διὰ γὰρ τοῦτο αὐτὸν καὶ ἀφῆκεν ὁ πατήρ, καὶ οὐκ ἐκώλυσεν εἰς τὴν ἀλλοτρίαν ἀπελθεῖν, ἵνα διὰ τῆς πείρας μάθῃ καλῶς, ὅσης ἀπήλαυσεν εὐεργεσίας οἶκοι μένων. Πολλάκις γὰρ ὁ Θεὸς ὅταν λέγων μὴ πείθῃ, τῇ διὰ τῶν πραγμάτων πείρᾳ τὴν διδασκαλίαν ἀφίησιν· ὅπερ οὖν καὶ πρὸς τοὺς Ἰουδαίους ἔλεγεν. Ἐπειδὴ γὰρ μυρίους ἀναλώσας διὰ τῶν προφητῶν λόγους, οὐκ ἔπεισεν οὐδὲ ἐπεσπάσατο, ἀφεὶς διὰ τῆς κολάσεως αὐτοὺς παιδευθῆναι, φησὶ πρὸς αὐτούς· «Παιδεύσει σε ἡ ἀποστασία σου, καὶ ἡ κακία σου ἐλέγξει σε». Ἔδει μὲν γὰρ αὐτὸν ἀξιόπιστον εἶναι καὶ πρὸ τῆς τῶν πραγμάτων ἐκβάσεως· ἐπειδὴ δὲ οὕτως ἀναισθήτως διέκειντο, ὡς ἀπιστεῖν αὐτοῦ ταῖς παραινέσεσι καὶ ταῖς συμβουλαῖς, προαναστέλλων τῇ κακίᾳ μὴ πείθεσθαι, ἐπιτρέπεται διὰ τῶν πραγμάτων αὐτοὺς παιδευθῆναι, ἵνα οὕτω αὐτοὺς ἀνακτήσηται πάλιν. Ἐπειδὴ τοίνυν ἀπελθὼν ὁ ἄσωτος εἰς τὴν ἀλλοτρίαν, καὶ διὰ τῶν ἔργων αὐτῶν μαθὼν ὅσον κακὸν ἐκπεσεῖν πατρῴας οἰκίας, ἐπανῆλθεν, οὐκ ἐμνησικάκησεν ὁ πατήρ, ἀλλ’ ὑπτίαις αὐτὸν ἐδέξατο ταῖς χερσί. Τὶ δήποτε; Ὅτι πατὴρ ἦν, καὶ οὐ δικαστής. Καὶ χοροί, καὶ θαλίαι, καὶ πανηγύρεις λοιπόν, καὶ φαιδρὰ καὶ περιχαρὴς ἦν ἡ οἰκίᾳ πᾶσα. Τὶ λέγεις; Αὗται τῆς κακίας αἱ ἀμοιβαί; Οὐχὶ τῆς κακίας, ἄνθρωπε, ἀλλὰ τῆς ἐπανόδου· οὐχὶ τῆς ἁμαρτίας, ἀλλὰ τῆς μετανοίας· οὐχὶ τῆς πονηρίας, ἀλλὰ τῆς ἐπὶ τὸ βέλτιον μεταβολῆς. Καὶ τὸ δὴ μεῖζον, ἠγανάκτησεν ἐπὶ τούτοις ὁ υἱὸς ὁ πρότερος· ὁ δὲ καὶ τοῦτον πράως ἔπεισε λέγων, «Ὅτι σὺ μὲν ἀεὶ μετ’ ἐμοῦ διέτριβες, οὗτος δὲ ἀπολωλὼς ἦν, καὶ εὑρέθη· νεκρὸς ἦν, καὶ ἀνέζησεν». Ὅταν δὲ τὸν ἀπολωλότα διασῶσαι δέῃ, φησίν, οὐ δικαστηρίων καιρός, οὐδὲ ἀκριβοῦς ἐξετάσεως, ἀλλὰ φιλανθρωπίας καὶ συγγνώμης μόνον. Οὐδεὶς ἰατρὸς ἀφεὶς ἐπιθεῖναι φάρμακον τῷ κάμνοντι, τῆς ἀταξίας αὐτὸν εὐθύνας ἀπαιτεῖ καὶ τιμωρίαν. Εἰ δὲ καὶ δίκην αὐτὸν ὅλως δοῦναι ἐχρῆν, ἱκανὴν ἔδωκε δίκην τὴν ἐν τῇ ἀλλοτρίᾳ διατριβήν. Τοσοῦτον γοῦν χρόνον τῆς ἡμετέρας ἐχωρίσθη συνουσίας, καὶ λιμῷ καὶ ἀτιμίᾳ καὶ τοῖς ἐσχάτοις παλαιῶν κακοῖς διετέλεσε. Διὰ τοῦτό φησιν, «Ἀπολωλὼς ἦν, καὶ εὑρέθη· νεκρὸς ἦν, καὶ ἀνέζησε». Μὴ τὰ παρόντα ἴδῃς, φησίν, ἀλλ’ ἐννόησον τῆς προτέρας συμφορὰς τὸ μέγεθος· ἀδελφὸν ὁρᾷς, οὐκ ἀλλότριον. Πρὸς πατέρα ἐπανῆλθεν οὐδὲν δυνάμενον ἀναμνησθῆναι τῶν προτέρων· μᾶλλον δὲ ἐκεῖνα μεμνημένον μόνα, ἅπερ εἰς συμπάθειαν ἀγαγεῖν δύναται καὶ ἔλεον καὶ στοργὴν καὶ φειδὼ τῆς τοῖς γεγεννηκόσι προσήκουσαν. Διὰ τοῦτο οὐχ ἅπερ ἔπραξεν εἶπεν, ἀλλ’ ἅπερ ἔπαθεν· οὐχ ὅτι κατέφαγε τὴν οὐσίαν ἐμνημόνευσεν, ἀλλ’ ὅτι μυρίοις περιέπεσε κακοῖς. Οὕτω τὸ πρόβατον ἐζήτει μετὰ τοσαύτης σπουδῆς· μᾶλλον δὲ μετὰ μείζονος. Ἐνταῦθα μὲν γὰρ αὐτὸς ἐπανῆλθεν ὁ υἱός· ἐκεῖ δὲ αὐτὸς ἀπῆλθεν ὁ ποιμήν, καὶ εὑρὼν ἤγαγε, καὶ ἔχαιρεν ἐπ’ αὐτῷ μᾶλλον, ἢ ἐπὶ τοῖς διασεσωσμένοις ἅπασιν. Ὅρα δὲ καὶ πῶς ἐπανήγαγεν· οὐκ ἐμάστιξεν, ἀλλ’ ἐπὶ τῶν ὤμων φέρων καὶ βαστάζων, πάλιν τῇ ποίμνη ἀπέδωκε. Ταῦτ’ οὖν εἰδότες, ὅτι οὐ μόνον οὐκ ἀποστρέφεται ἐπανιόντας, ἀλλὰ καὶ τῶν κατωρθωκότων οὐκ ἔλαττον δέχεται· ὅτι οὐ μόνον οὐκ ἀπαιτεῖ δίκην, ἀλλὰ καὶ εἰς ἐπιζήτησιν τῶν πεπλανημένων ἔρχεται καὶ τῶν διασεσωσμένων μᾶλλον ἐπὶ τῇ τούτων εὑρέσει χαίρει, μήτε ἐν πονηροῖς ὄντες ἀπογινώσκωμεν, μήτε ἐν ἀγαθοῖς ὄντες θαῤῥῶμεν, ἀλλὰ καὶ κατορθοῦντες, φοβώμεθα, ἵνα μὴ θαῤῥήσαντες πέσωμεν, καὶ ἁμαρτάνοντες μετανοῶμεν. Ὅπερ γὰρ ἀρχόμενος εἰπεῖν, τοῦτο λέγω καὶ νῦν, ὅτι προδοσία τῆς ἡμετέρας σωτηρίας ταῦτα ἀμφότερα, καὶ τὸ θαῤῥεῖν ἑστῶτα, καὶ τὸ ἀπογινώσκειν κείμενον. Διὸ τοὺς μὲν ἑστῶτας ἀσφαλιζόμενος ὁ Παῦλος ἔλεγεν· «Ο δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ». Καὶ πάλιν· «Φοβοῦμαι, μὴ πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι»· τοὺς δὲ κειμένους ἀνιστὰς καὶ εἰς προθυμίαν πλείονα διεγείρων, διεμαρτύρατο Κορινθίοις γραφῶν οὕτως· «Μὴ πως πενθήσω πολλοὺς τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων»· δεικνὺς ὅτι οὐχ οὕτως οἱ ἁμαρτάνοντες ὡς οἱ μὴ μετανοοῦντες ἐπὶ τοῖς ἁμαρτήμασίν εἰσι θρήνων ἄξιοι. Καὶ ὁ προφήτης δὲ πρὸς αὐτοὺς φησι· «Μὴ ὁ πίπτω οὐκ ἀνίσταται, ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει»; Διὰ τοῦτο καὶ ὁ Δαυῒδ τούτους αὐτοὺς παρακαλεῖ λέγων· «Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ». Ἕως οὖν τὸ σήμερον λέγεται, μὴ ἀπογινώσκωμεν, ἀλλὰ χρηστὰς εἰς τὸν Δεσπότην ἔχοντες τὰς ἐλπίδας, καὶ τὸ πέλαγος αὐτοῦ τῆς φιλανθρωπίας ἐννοοῦντες, πᾶν πονηρὸν ἀποτιναξάμενοι συνειδός, μετὰ πολλῆς τῆς προθυμίας, καὶ τῆς ἐλπίδος ἐπιλαβώμεθα τῆς ἀρετῆς, καὶ τὴν μετάνοιαν μεθ’ ὑπερβολῆς ἐπιδειξώμεθα πάσης, ἵνα πάντα ἐνταῦθα ἀποθέμενοι τὰ ἁμαρτήματα, μετὰ παῤῥησίας δυνηθῶμεν στῆναι ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ, καὶ τῆς βασιλείας τυχεῖν τῶν οὐρανῶν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὐ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμή, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: ΟΜΙΛΙΑ Β’. Καὶ εἰς τὴν σκυθρωπότητα βασιλέως Ἀχαάβ, καὶ εἰς Ἰωνᾶν τὸν προφήτην.
Προηγούμενο: ΛΟΓΟΙ ΠΕΡΙ ΜΕΤΑΝΟΙΑΣ
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 49
Ἀρχικὴ Σελίδα: Τέρτιος