Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 49

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΟΜΙΛΙΑ Γ’. Περὶ ἐλεημοσύνης, καὶ εἰς τὰς δέκα παρθένους
Προηγούμενο: ΟΜΙΛΙΑ Α’. Ἐξ ἀγροῦ αὐτοῦ ἐπανελθόντος
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 49

ΟΜΙΛΙΑ Β’. Καὶ εἰς τὴν σκυθρωπότητα βασιλέως Ἀχαάβ, καὶ εἰς Ἰωνᾶν τὸν προφήτην.

α’. Εἴδετε τῇ προτέρᾳ κυριακῇ πόλεμον καὶ νίκην, πόλεμον μὲν τοῦ διαβόλου, νίκην δὲ τοῦ Χριστοῦ; Εἴδετε πῶς μετανοίᾳ ἐνεκωμιάζετο, καὶ ὁ διάβολος τὴν πληγὴν οὐκ ἐβάστασεν, ἀλλ’ ἐφοβήθη καὶ ἔφριξε; Τὶ δέδοικας ὦ διάβολε, μετανοίας ἐγκωμιαζομένης; Τὶ ὀδύρῃ, τὶ φρίττεις; Ναί, φησί, δικαίως ὀδύρομαι καὶ θλίβομαι· μεγάλα μου σκεύη ἥρπασεν ἡ μετανοίᾳ αὕτη. Ποία ταῦτα; Τὴν πόρνην, τὸν τελώνην, τὸν λῃστήν, τὸν βλάσφημον. Καὶ γὰρ ἀληθῶς πολλὰ σκεύη αὐτοῦ ἥρπασεν ἡ μετανοίᾳ, καὶ αὐτὴν τὴν ἀκρόπολιν αὐτοῦ καθεῖλε, καὶ καιρίαν ἔχει τὴν πληγὴν τῆς μετανοίας. Εἴσῃ, ἀγαπητέ, ἀφ’ ὧν ἡ πείρα πρώην ἔδειξε. Τίνος οὖν ἕνεκεν ὁμιλίας τοιαύτης οὐκ ἀπολαύομεν, καὶ ἐφ’ ἑκάστης εἰς τὴν ἐκκλησίαν ἀπαντῶμεν, τὴν μετάνοιαν ἀσπαζόμενοι; Κἂν ἁμαρτωλὸς ᾗς, εἴσελθε εἰς τὴν ἐκκλησίαν, ἵνα λέγῃς τὰς ἁμαρτίας σου· κἂν δίκαιος ᾖς, εἴσελθε, ἵνα μὴ ἐκπέσῃς τῆς δικαιοσύνης· λιμὴν γὰρ ἀμφοτέροις ἐστὶν ἡ ἐκκλησία.

Ἁμαρτωλὸς εἶ; Μὴ ἀπογνῷς, ἀλλ’ εἴσελθε μετάνοιαν προβαλλόμενος. Ἥμαρτες; Εἰπὲ τῷ Θεῷ ὅτι, Ἡμάρτηκα. Ποῖος κάματος οὗτος; Ποία περίοδος; Ποία θλῖψις; Ποία στενοχωρία λόγον εἰπεῖν ὅτι, Ἥμαρτον; Μὴ γὰρ σύ, σαυτὸν ἐὰν μὴ εἴπῃς ἁμαρτωλόν, οὐκ ἔχεις κατήγορον τὸν διάβολον; Πρόλαβε, καὶ ἅρπασον αὐτοῦ τὸ ἀξίωμα· ἐκείνου γὰρ ἀξίωμα τὸ κατηγορεῖν. Τὶ οὖν οὐ προλαμβάνεις αὐτόν, καὶ λέγεις τὴν ἁμαρτίαν, καὶ ἐξαλείφεις τὸ ἁμάρτημα, εἰδὼς ὅτι τοιοῦτον κατήγορον ἔχεις σιγῆσαι μὴ δυνάμενον; Ἥμαρτες; Εἴσελθε εἰς τὴν ἐκκλησίαν, εἰπὲ τῷ Θεῷ ὅτι, Ἥμαρτον. Οὐδὲν σε ἄλλο ἀπαιτῶ, ἢ τοῦτο μόνον. Ἡ γὰρ θεῖα Γραφὴ φησι· «Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς»· εἰπὲ τὴν ἁμαρτίαν, ἵνα λύσῃς τὴν ἁμαρτίαν. Οὐκ ἔστιν ἐν τούτῳ κάματος, οὐδὲ περίοδος λόγων, οὔτε χρημάτων δαπάνη, οὔτε ἄλλο τὶ τοιοῦτον οὐδέν· λόγον εἶπον, εὐγνωμόνησον ἐπὶ τῇ ἁμαρτία, καὶ εἰπὲ ὅτι, Ἡμάρτηκα. Καὶ πόθεν τοῦτο, φησίν, ὅτι ἐὰν εἴπω τὴν ἁμαρτίαν πρῶτος, λύω τὴν ἁμαρτίαν; Ἔχω ἐν τῇ Γραφῇ καὶ τὸν εἰπόντα καὶ λύσαντα, καὶ τὸν μὴ εἰπόντα καὶ κατακριθέντα. Κάϊν ἀπέκτεινε τὸν ἀδελφὸν αὐτοῦ Ἄβελ τῷ φθόνῳ κατεχόμενος, ὡς τὸ φθόνῳ φόνον ἐπακολουθῆσαι· καὶ γὰρ λαβὼν αὐτὸν εἰς τὸ πεδίον ἀνεῖλε. Καὶ τὶ φησι πρὸς αὐτὸν ὁ Θεός; «Ποῦ Ἄβελ ὁ ἀδελφὸς σου»; Ὁ ἐπιστάμενος τὰ πάντα ἐρωτᾷ, οὐκ ἀγνοῶν, ἀλλ’ εἰς μετάνοιαν ἕλκων τὸν φονεύσαντα. Ὅτι γὰρ οὐκ ἀγνοῶν ἠρώτα, ἔδειξε· «Ποῦ Ἄβελ ὁ ἀδελφὸς σου»; Ὁ δὲ εἶπεν, «Οὐκ οἶδα· μὴ φύλαξ τοῦ ἀδελφοῦ μου εἰμὶ ἐγώ»; Ἔστω, οὐκ εἶ φύλαξ, διὰ τὶ καὶ ἀναιρέτης; Οὐκ ἐφύλαττες· διὰ τὶ καὶ ἀπέκτεινες; Ὅμως ὁμολογεῖς ταῦτα; Αἴτιος εἶ καὶ τῆς φυλακῆς. Τὶ οὖν ὁ Θεὸς πρὸς αὐτόν; «Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρὸς μὲ ἐκ τῆς γῆς». Ἤλεγξεν εὐθέως καὶ τὴν τιμωρίαν αὐτῷ ἐπήγαγεν, οὐ τοσοῦτον διὰ τὸν φόνον, ὅσον διὰ τὴν ἀναίδειαν· οὐ γὰρ τοσοῦτον μισεῖ ὁ Θεὸς τὸν ἁμαρτάνοντα, ὅσον τὸν ἀναισχυντοῦντα. Ἀμέλει τὸν Κάϊν εἰς μετάνοιαν ἐλθόντα οὐ δέχεται, ἐπειδὴ μὴ πρῶτος εἶπε τὴν ἁμαρτίαν. Τὶ γὰρ φησι; «Μεῖζον ἡ ἁμαρτία μου τοῦ ἀφεθῆναι με»· ἀντὶ τοῦ, Μέγα ἥμαρτον· οὐκ εἰμὶ ἄξιος ζῆσαι. Τὶ οὖν πρὸς αὐτὸν ὁ Θεός; «Στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς»· καὶ τιμωρίαν αὐτῷ ἀπέφηνε δεινὴν καὶ χαλεπήν. Οὐκ ἀναιρῶ σε, φησίν, ἵνα μὴ λήθῃ παραδοθῇ ἡ ἀληθείᾳ, ἀλλὰ ποιῶ σε νόμον ὑπὸ πάντων ἀναγινωσκόμενον, ἵνα ἡ συμφορὰ μήτηρ φιλοσοφίας γένηται. Καὶ περιῄει ὁ Κάϊν, νόμος ἔμψυχος, στήλη κινουμένη, σιωπῶσα, καὶ σάλπιγγος λαμπροτέραν ἀφιεῖσα τὴν φωνήν. Μὴ τις ποιήσῃ, φησί, τοιαῦτα, ἵνα μὴ πάθῃ, τοιαῦτα. Ἔλαβε τὴν τιμωρίαν διὰ τὴν ἀναισχυντίαν, καὶ μὴ εἰρηκώς, ἐλεγχθεὶς δέ, κατεκρίθη διὰ τὴν ἁμαρτίαν. Εἰ γὰρ ἑαυτῷ ὡμολόγησε, κἂν ἐξαλείψας ἦν τὴν ἁμαρτίαν πρῶτος.

β’. Ἵνα δὲ μάθῃς, ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, μάθε πῶς ἄλλος τις πρῶτος εἰπὼν ἔλυσε τὴν ἁμαρτίαν. Ἔλθωμεν ἐπὶ τὸν Δαυΐδ, τὸν προφήτην καὶ βασιλέα· μᾶλλον δὲ αὐτὸν ἡδέως ἀπὸ τῆς προφητείας καλῶ· ἡ μὲν γὰρ βασιλεία εἰς Παλαιστίνην, ἡ δὲ προφητεία εἰς τὰ πέρατα τῆς οἰκουμένης· καὶ ἡ μὲν βασιλεία μικρῷ κατελύθη τῷ χρόνῳ, ἡ δὲ προφητεία ἀθάνατα φέρει τὰ ῥήματα. Αἱρετώτερόν ἐστι τὸν ἥλιον σβεσθῆναι, ἢ τὰ ῥήματα τοῦ Δαυῒδ λήθῃ παραδοθῆναι. Οὗτος περιέπεσε μοιχεία καὶ φόνῳ· εἶδε γάρ, φησί, γυναῖκα καλὴν λουομένην, καὶ ἠράσθη αὐτῆς· εἶτα τὰ δόξαντα αὐτῷ εἰς ἔργον ἐξήγαγε. Καὶ ἦν ὁ προφήτης ἐν μοιχείᾳ, ὁ μαργαρίτης ἐν βορβόρῳ. Ἀλλ’ οὔπω ᾔδει ὅτι ἥμαρτεν· οὕτως ἦν κεκαρωμένος τῷ πάθει. Τοῦ γὰρ ἡνιόχου μεθύοντος καὶ τὸ ἅρμα ἀτάκτως φέρεται· ὅπερ δὲ ἡνίοχος καὶ ἅρμα, τοῦτο ψυχὴ καὶ σῶμα· ἐὰν ἡ ψυχὴ σκοτωθῇ, καὶ τὸ σῶμα ἐν βορβόρῳ κυλίεται· ἕως γὰρ ἕστηκεν ἡ ἡνίοχος, καὶ τὸ ἅρμα καλῶς ἐλαύνεται· ὅταν μέντοι αὐτὸς ἀτονῇ, καὶ οὐ δύναται περικρατὴς γενέσθαι τῶν ἡνιῶν, καὶ αὐτὸ τὸ ἅρμα ἐν δεινοτέροις ὁρᾶται. Οὕτω καὶ ἐπὶ τοῦ ἀνθρώπου· ἕως ἐὰν μὲν νήφῃ ἡ ψυχὴ καὶ γρηγορῇ, καὶ αὐτὸ τὸ σῶμα ἐν ἁγνείᾳ ἐστίν· ἐπὰν δὲ ἡ ψυχὴ σκοτωθῇ, καὶ αὐτὸ τὸ σῶμα ἐν βορβόρῳ καὶ ἡδονῇ κυλίεται. Τὶ οὖν ὁ Δαυΐδ; Ἐμοίχευσεν· ἀλλ’ οὐκ ᾔδει, οὔτε ἠλέγχετο ὑπὸ τινος, καὶ τοῦτο ἐν ἐσχάτῃ πολιᾷ, ἵνα μάθῃς ὅτι, ἐὰν ἧς ῥάθυμος, οὔτε ἡ πολιὰ σε ὠφελεῖ, οὔτε πάλιν, ἐὰν σπουδαῖος ἧς, ἡ νεότης παραβλάψαι σε δύναται. Οὐ γὰρ τῆς ἡλικίας ὁ τρόπος, ἀλλὰ τῆς γνώμης τὸ κατόρθωμα· ἐπειδὴ καὶ Δανιὴλ δώδεκα ἐτῶν ἦν, καὶ ἔκρινεν· οἱ δὲ πρεσβύτεροι, παλαιοὶ ἐν ἡμέραις, καὶ δρᾶμα μοιχείας ἔπραξαν, καὶ οὔτε ἐκείνους ἡ πολιὰ ὠφέλησεν, οὔτε τοῦτον ἡ νεότης παρέβλαψε. Καὶ ἵνα μάθῃς ὅτι οὐκ ἐν τῇ ἡλικίᾳ, ἀλλ’ ἐν τῇ γνώμῃ τὰ πράγματα τῆς σωφροσύνης κρίνεται, ὁ Δαυῒδ ἐν αὐτῇ τῇ πολιᾷ ὤν, καὶ τότε εἰς μοιχείαν ἐμπεσών, φόνον εἰργάσατο, καὶ διέκειτο οὕτως ὥστε μὴ εἰδέναι αὐτὸν ὅτι ἥμαρτεν· ὁ γὰρ ἡνίοχος νοῦς ἦν μεθυσθεὶς ἀπὸ ἀκρασίας. Τὶ οὖν ὁ Θεός; Πέμπει πρὸς αὐτὸν Νάθαν τὸν προφήτην· ὁ προφήτης ἔρχεται πρὸς τὸν προφήτην· οὕτω γὰρ καὶ ἐπὶ τῶν ἰατρῶν γίνεται· ὅταν ἰατρὸς ἀσθενήσῃ, ἄλλου ἰατροῦ ἐν χρείᾳ γίνεται. Τὸ αὐτὰ καὶ ἐνταῦθα· προφήτης ἦν ὁ ἡμαρτηκώς, καὶ προφήτης ἦν ὁ τὰ φάρμακα ἐπικομιζόμενος. Ἔρχεται οὖν πρὸς αὐτὸν ὁ Νάθαν, καὶ οὐκ εὐθὺς ἀπὸ θυρῶν ἐλέγχει αὐτὸν καὶ λέγει· παράνομε καὶ ἐναγέστατε, μοιχὲ καὶ φονεῦ, τοσαύτας τιμὰς ἐδέξω παρὰ τοῦ Θεοῦ, καὶ σὺ τὰς ἐντολὰς αὐτοῦ κατεπάτησας; Οὐδὲν τοιοῦτον εἶπεν ὁ Νάθαν, ἵνα μὴ ἀναισχυντότερον αὐτὸν ἀπεργάσηται· δημοσιευόμενα γὰρ τὰ ἁμαρτήματα εἰς ἀναισχυντίαν προκαλεῖται τὸν ἡμαρτηκότα. Ἔρχεται οὖν πρὸς αὐτὸν καὶ δρᾶμα δίκης ὑφαίνει· καὶ τὶ φησι; Βασιλεῦ, δίκη μοὶ ἐστι πρὸς σέ. Ἣν τις πλούσιος καὶ ἦν τις πένης· εἶχε δὲ ὁ πλούσιος βουκόλια καὶ ἀγέλας πολλάς· ἦν δὲ καὶ ὁ πένης ἔχων ἀμνάδα μίαν, ἥτις ἐκ τοῦ ποτηρίου αὐτοῦ ἔπινε, καὶ ἐκ τῆς τραπέζης αὐτοῦ ἤσθιε, καὶ ἐν τῷ κόλπῳ αὐτοῦ ἐκάθευδεν· ἐνταῦθα τὸ γνήσιον τοῦ ἀνδρὸς πρὸς τὴν γυναῖκα δείκνυσιν· ἐλθόντος δὲ ξένου τινός, ἐφείσατο ὁ πλούσιον τῶν ἰδίων, καὶ λαβὼν τὴν ἀμνάδα τοῦ πένητος ἔσφαξεν αὐτήν. Εἶδες πῶς ἐνταῦθα ὑφαίνει τὸ δρᾶμα τῷ σπόγγῳ ἐπικεκρυμμένον ἔχων τὸ σιδήριον; Τὶ οὖν ὁ βασιλεύς; Νομίζων κατὰ ἄλλου ἀποφαίνεσθαι, ὀξυτάτην ἐπήγαγε τὴν ἀπόφασιν. Τοιοῦτοι γὰρ οἱ ἄνθρωποι κατὰ τῶν ἄλλων ἡδέως τὰς ἀποφάσεις καὶ ἀποτόμως ποιοῦνται καὶ ἐκδιδόασι. Καὶ τὶ φησιν ὁ Δαυΐδ; «Ζῇ Κύριος, ἄξιος θανάτου ὁ τοιοῦτος, καὶ ἀποδώσει τὴν ἀμνάδα τετραπλασίονα». Τὶ οὖν ὁ Νάθαν; Οὐκ ἐμάλαξε πολλαῖς ὥραις τὴν πληγήν, ἀλλ’ εὐθὺς ἐκφαίνει, καὶ ὀξυτάτην ἐπήγαγε τὴν τομήν, ἵνα μὴ κλέψῃ τὴν αἴσθησιν τοῦ πόνου. «Σὺ εἶ, βασιλεῦ». Τὶ οὖν ὁ βασιλεὺς φησιν; «Ἥμαρτον τῷ Κυρίῳ». Οὐκ εἶπε, Τὶς γὰρ εἶ ὁ ἐλέγχων με; Τὶς δὲ σε ἀπέστειλε παῤῥησιάζεσθαι; Ποίᾳ δὲ τόλμῃ τοῦτο πεποίηκας; Οὐδὲν τοιοῦτον εἶπεν, ἀλλὰ συνέγνω τὴν ἁμαρτίαν. Καὶ τὶ φησιν; «Ἡμάρτηκα τῷ Κυρίῳ». Τὶ οὖν Νάθαν πρὸς αὐτόν; «Καὶ Κύριος ἀφῆκε τὸ ἁμάρτημά σου»· ἑαυτὸν κατεδίκασας, ἐγὼ σοι συγχωρῶ τὴν καταδίκην· εὐγνωμόνως ὡμολόγησας, ἔλυσας τὴν ἁμαρτίαν· σαυτῷ τὴν καταδίκην ἐπεσπάσω, ἐγὼ ἔλυσα τὴν ἀπόφασιν. Εἶδεν τὼς ἐπληρώθη τὸ γεγραμμένον, «Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς»; Ποῖος κάματος οὗτος τὸ εἰπεῖν πρῶτον τὴν ἁμαρτίαν;

γ’. Ἔχεις δὲ μετανοίας ὁδὸν καὶ ἑτέραν· ποίαν δὲ ταύτην; Τὸ πενθῆσαι τὴν ἁμαρτίαν. Ἥμαρτες; Πένθησον, καὶ λύεις τὴν ἁμαρτίαν. Ποῖος κάματος οὗτος; Οὐδὲν σε πλέον ἀπαιτῶν, ἢ τὸ πενθῆσαι τὴν ἁμαρτίαν· οὐ λέγοι σοι πελάγη τεμεῖν, οὔτε εἰς λιμένας καταγαγεῖν, οὔτε ὁδοιπορῆσαι, οὔτε ὁδὸν ἄπειρον ἀπελθεῖν, οὔτε χρημάτων καταβολήν, οὔτε κυμάτων ἀγρίων ποιήσασθαι δίοδον, ἀλλὰ τί; Πένθησον ἐπὶ τῆς ἁμαρτίᾳ. Καὶ πόθεν τοῦτο, φησίν, ὅτι ἐὰν πενθήσω, λύω τὴν ἁμαρτίαν; Ἔχεις καὶ τούτου ἀπόδειξιν ἐκ τῆς θείας Γραφῆς. Ἦν τις Ἀχαὰβ βασιλεύς· δίκαιος δὲ οὗτος μαρτυρεῖται· ἐβασίλευσε δὲ οὗτος εἰς κακὰ ὑπὸ Ἰεζάβελ τῆς γυναικὸς αὐτοῦ· οὗτός τινος Ναβουθὲ Ἰεζραηλίτου ἀμπελῶνα ἐπεθύμησε, καὶ ἀπέστειλε πρὸς αὐτὸν λέγων· δὸς μοι τὸν ἀμπελῶνά σου ὃν ἐπεθύμησα, καὶ ἢ ἀργύριον λαβὲ παρ’ ἐμοῦ, ἢ ἀντάλλαγμα τοῦ τόπου. Ὁ δὲ εἶπε· μὴ μοὶ γένοιτο κληρονομίαν πατέρων μου πωλῆσαί σοι. Ὁ δὲ Ἀχαὰβ ἐπεθύμει μὲν τοῦ ἀμπελῶνος· οὐκ ἤθελε δὲ βιάσασθαι αὐτόν, ὡς ἐκ τούτου κακώσει αὐτὸν περιπεσεῖν. Εἰσελθοῦσα δὲ πρὸς αὐτὸν Ἰεζάβελ, γύναιον ἀναίσχυντον καὶ ἀπηγορευμένον, ἀκάθαρτον καὶ ἐναργέστατον, φησί· Τὶ λύπῃ, καὶ οὐκ ἐσθίεις; Ἀνάστα, φάγε· ἐγὼ σε ποιῶ κληρονομῆσαι τὸν ἀμπελῶνα Ναβουθὲ τοῦ Ἰεζραηλίτου. Καὶ λαβοῦσα γράφει ἐπιστολὴν ἐκ προσώπου τοῦ βασιλέως πρὸς τοὺς πρεσβυτέρους, λέγουσα· κηρύξατε νηστείαν, καὶ στήσατε ἄνδρας ψευδεῖς κατὰ Ναβουθέ, ὅτι εὐλόγησε Θεὸν καὶ βασιλέα, τουτέστιν, ἐβλασφήμησεν. Ὣ νηστεία ἐπιτεταμένης τῆς παρανομίας πεπληρωμένη· ἐκήρυξαν νηστείαν, ἵνα φόνον ποιήσωσι. Τὶ οὖν γέγονεν; Ἐλιθάσθη Ναβουθέ, καὶ ἀπέθανε. Μαθοῦσα δὲ Ἰεζάβελ λέγει τῷ Ἀχαάβ· ἀνάστα, κληρονομήσωμεν τὸν ἀμπελῶνα, ὅτι ἀπέθανε Ναβουθέ. Ὁ δὲ λυπηθείς, πρὸς τὸ παρόν, εἰσῆλθε μέντοι, καὶ ἐκληρονόμησε τὸν ἀμπελῶνα. Πέμπει πρὸς αὐτὸν ὁ Θεὸς Ἡλίαν τὸν προφήτην· ἄπελθε, φησίν, εἶπον τῷ Ἀχαάβ, «Ἀνθ’ ὧν ἐφόνευσας καὶ ἐκληρονόμησας, οὕτως ἐκχυθήσεται τὸ αἷμά σου, καὶ οἱ κύνες λείξουσι τὸ αἷμά σου, καὶ αἱ πόρναι λούσονται ἐν τῷ αἵματί σου». Θεήλατος ἡ ὀργή, ἀπηρτισμένη ἡ ἀπόφασις, πεπληρωμένη ἡ καταδίκῃ. Καὶ ὁρᾷ ποῦ πέμπει αὐτόν· εἰς τὸν ἀμπελῶνα. Ὅπου ἡ παρανομία, ἐκεῖ καὶ ἡ τιμωρίᾳ. Καὶ τὶ φησιν; Ἰδὼν αὐτὸν Ἀχαὰβ λέγει· «Εὕρηκάς με ὁ ἐχθρὸς μου», ἀντὶ τοῦ, Ὑπαίτιόν με ἔλαβες ὅτι ἡμάρτηκα· νῦν καιρὸν ἔχεις ἐπεμβῆναί μοι. «Εὕρηκάς με ὁ ἐχθρὸς μού». Ἐπειδὴ ἤλεγχεν ἀεὶ ὁ Ἠλίας τὸ Ἀχαάβ, ὁ Ἀχαὰβ εἰδὼς ὅτι ἥμαρτεν, Ἀεὶ μὲν ἤλεγχές με, φησί· νῦν δὲ εὐκαίρως μοι ἐπιβαίνεις· ᾔδει γὰρ ὅτι ἡμάρτηκε. Παραναγινώσκει αὐτῷ τὴν ἀπόφασιν· «Τάδε λέγει Κύριος, φησίν· Ἀνθ’ ὧν ἐφόνευσας καὶ ἐκληρονόμησας καὶ αἷμα ἀνδρὸς δικαίου ἐξέχεας, οὕτως ἐκχυθήσεται τὸ αἷμά σου, καὶ οἱ κύνες, λείξουσιν αὐτό, καὶ αἱ πόρναι λούσονται ἂν τῷ αἵματί σου». Ἀκούσας ταῦτα Ἀχαὰβ ἦν σκυθρωπάζων καὶ πενθῶν ἐπὶ τῇ ἁμαρτίᾳ· συνέγνω τὴν ἀδικίαν, καὶ ἔλυσε τὴν κατ’ αὐτοῦ ψῆφον ὁ Θεός. Ἀλλὰ πρῶτον ἀπελογήσατο ὁ Θεὸς τῷ Ἡλίᾳ, ἵνα μὴ ὡς ψεύστης φανῇ καὶ πάθη ὅπερ ἔπαθεν Ἰωνάς· τοιοῦτον γὰρ ὑπέστη καὶ ὁ Ἰωνᾶς. Λέγει πρὸς αὐτὸν ὁ Θεός· ἄπελθε, κήρυξον εἰς Νινευῒ τὴν πόλιν ἐν ἧ κατοικοῦσι δώδεκα μυριάδες ἀνθρώπων χωρὶς γυναικῶν καὶ παιδίων· «Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ καταστραφήσεται». Ὁ Ἰωνᾶς οὐκ ἠβούλετο ἀπελθεῖν, εἰδὼς τὴν τοῦ Θεοῦ φιλανθρωπίαν· ἀλλὰ τὶ ποιεῖ; Εἰς φυγὴν τρέπεται· λέγει γάρ, Ἐγὼ ἀπέρχομαι κηρύσσων· σὺ φιλάνθρωπος ὢν μεταμέλῃ, ἐγὼ δὲ ὡς ψευδοπροφήτης ἀναιροῦμαι. Ἀλλ’ ὅμως ἡ θάλασσα αὐτὸν λαβοῦσα οὐκ ἔκρυψεν, ἀλλ’ ἀπέδωκε τῇ γῇ, καὶ ἀπέσωσε πάλιν εἰς Νινευΐ, καθάπερ ἀρίστη σύνδουλος σύνδουλον διατηροῦσα. «Κατέβη γάρ, φησίν, Ἰωνᾶς τοῦ φυγεῖν, καὶ εὗρε πλοῖον βαδίζον εἰς Θαρσεῖς, καὶ ἔδωκε τὸν ναῦλον αὐτοῦ, καὶ ἀνέβη εἰς αὐτό». Ποῦ φεύγεις Ἴωνα; Εἰς γῆν ἄλλην ἀπέρχῃ; Ἀλλὰ τοῦ «Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς». Ἀλλ’ εἰς τὴν θάλασσαν; Οὐκ οἶδας ὅτι «Αὐτοῦ ἐστιν ἡ θάλασσα, καὶ αὐτὸς ἐποίησεν αὐτήν»; Ἀλλ’ εἰς τὸν οὐρανόν; Οὐκ ἤκουσας τοῦ Δαυῒδ λέγοντος, ὅτι «Ὄψομαι τοὺς οὐρανούς, ἔργα τῶν δακτύλων σου»; Ἀλλ’ ὅμως ἐκεῖνος φόβῳ κατεχόμενος ἔφυγε τῷ δοκεῖν· Θεὸν γὰρ ἀληθῶς φυγεῖν ἀδύνατον. Ὅμως ὅτε ἀποκατέστησεν αὐτὸν ἡ θάλασσα, καὶ ἦλθεν εἰς Νινευΐ, ἐκήρυξε λέγων ὅτι, «Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ καταστραφήσεται». Ἵνα δὲ μάθῃς ὅτι τοῦτο ἔχων ἐν διανοίᾳ εἰς φυγὴν ἔδωκεν ἑαυτόν, ὅτι ὁ Θεὸς φιλάνθρωπος ὢν μετανοεῖ ἐπὶ τῇ κακίᾳ ᾖ ἐλάλησε περὶ αὐτῶν, καὶ ἔμελλεν αὐτὸς ὡς ψευδοπροφήτης εἶναι, αὐτὸς ἑαυτῷ δείκνυσι. Μετὰ γὰρ τὸ κηρύξαι ἐν τῇ Νινευΐ, ἐξῆλθεν ἔξω τῆς πόλεως, καὶ παρετήρει τὶ ἂν γένηται· ὅτε δὲ εἶδε τρεῖς ἡμέρας παρελθούσας, καὶ οὐδαμοῦ οὐδὲν τὴν ἠπειλημένων γινόμενον, τότε τὸν πρῶτον αὐτοῦ λογισμὸν κινεῖ, καὶ λέγει· «Οὐχ οὗτοί εἰσιν οἱ λόγοι μου οὓς ἔλεγον, ὅτι ὁ Θεὸς ἐλεήμων ἐστὶ καὶ μακρόθυμος καὶ μετανοῶν ἐπὶ κακίαις ἀνθρώπων»; Ἳν’ οὖν μὴ τι τοιοῦτον πάθη Ἠλίας, οἷον καὶ Ἰωνᾶς, λέγει ὁ Θεὸς τὴν αἰτίαν, δι’ ἣν τῷ Ἀχαὰβ συνεχώρησε. Καὶ τὶ φησιν ὁ Θεὸς πρὸς τὸν Ἡλίαν; «Εἶδες πῶς ἐπορεύθη Ἀχαὰβ πενθῶν καὶ σκυθρωπάζων ἐνώπιόν μου; Οὐ μὴ ποιήσω κατὰ τὴν κακίαν αὐτοῦ». Βαβαί, δεσπότης δούλου συνήγορος γίνεται, καὶ ἀπολογεῖται Θεὸς ἀνθρώπῳ ὑπὲρ ἀνθρώπου· μὴ νόμιζε, φησίν, ὅτι ἁπλῶς συνεχώρησα αὐτῷ· μετεῤῥύθμισε τὸν τρόπον, καὶ μετέβαλον τὴν ὀργὴν μου καὶ ἀνέλυσα. Καὶ ἵνα μὴ νομισθῇς σὺ ὡς ψευδοπροφήτης· σὺ γὰρ ἀληθῶς εἶπας· εἰ μὴ μετέβαλε τὸν τρόπον, ὑπομεῖναι εἶχε τὰ τῆς ἀποφάσεως· ἀλλ’ οὕτως μὲν μετέβαλε τὸν τρόπον, κἀγὼ ἀνέλυσα τὴν ὀργὴν μου. Καὶ φησιν ὁ Θεὸς πρὸς τὸν Ἡλίαν· «Εἶδες πῶς ἐπορεύθη Ἀχαὰβ πενθῶν καὶ σκυθρωπάζων; Οὐ μὴ ποιήσω κατὰ τὴν ὀργὴν μού». Εἶδες ὅτι τὸ πενθῆσαι ἐξαλείφει ἁμαρτίας.

δ’. Ἔχεις δὲ καὶ τρίτην ὁδὸν μετανοίας. Πολλὰς δὲ ὁδοὺς μετανοίας εἶπον, ἵνα τῇ ποικιλίᾳ τῶν ὁδῶν εὔκολόν σοι τὴν σωτηρίαν ἐργάσωμαι. Ποία δὲ αὕτη ἡ τρίτῃ ὁδός; Ἡ ταπεινοφροσύνῃ· ταπεινοφρόνησον, καὶ ἔλυσας τὰς σειρᾶς τῶν ἁμαρτιῶν. Καὶ ἔχεις καὶ ταύτης ἀπόδειξιν ἀπὸ τῆς θείας Γραφῆς, ἀπὸ τῆς ἀναγνώσεως τῆς κατὰ τὸν τελώνην καὶ τὸν Φαρισαῖον. Ἀνῆλθον, φησίν, ὁ Φαρισαῖος καὶ ὁ τελώνης εἰς τὸ ἱερὸν προσεύξασθαι, καὶ ἤρξατο ὁ Φαρισαῖος τὰς ἀρετὰς αὐτοῦ ἀπαριθμεῖσθαι. Οὐκ εἰμι κἀγώ, φησίν, ἁμαρτωλὸς ὡς πᾶς ὁ κόσμος, οὔτε ὡς ὁ τελώνης οὗτος. Ἀθλίᾳ καὶ ταλαίπωρε ψυχή, ὅλην τὴν οἰκουμένην κατεδίκασας διὰ τὶ καὶ τὸν ἐγγὺς σου ἔθλιψας; Οὐκ ἤρκεσέ σοι ἡ οἰκουμένη, εἰ μὴ καὶ τὸν τελώνην κατέκρινας; Πάντας ἐντεῦθεν διέβαλες, καὶ οὐδὲ τοῦ ἑνὸς ἀνδρὸς ἐφείσω. Οὐκ εἰμι ἐγὼ ὡς πᾶς ὁ κόσμος, οὐδὲ ὡς ὁ τελώνης οὗτος· δεύτερον τῆς ἑβδομάδος νηστεύω, ἀποδεκατῶ τὰ ὑπάρχοντά μου τοῖς πτωχοῖς. Ἀλαζονείας ῥήματα ἐφθέγξατο. Ἄθλιε ἄνθρωπε, ἔστω, τὴν οἰκουμένην κατεδίκασας, τὶ καὶ τὸν ἐγγὺς σου τελώνην ἐπέπληξας; Οὐκ ἐνεπλήσθης τῇ κατηγορίᾳ τῆς οἰκουμένης, εἰ μὴ καὶ τὸν σὺν σοὶ κατέκρινας; Τὶ οὖν ὁ τελώνης; Ἀκούσας ταῦτα οὐκ εἶπε· Σὺ γὰρ τὶς εἶ ὁ τοιαῦτά μοι λέγων; Πόθεν οἶδας τὸν βίον μού; Οὐ συνανεστράφης μοί· οὐ συνέμεινας, οὐ συνεχρόνισας· διὰ τὶ τοσοῦτον ὑπερηφανεύῃ; Σοὶ γὰρ τὶς μαρτυρεῖ ἀγαθοεργίας; Τὶ σεαυτὸν ἐπαινεῖς; Τὶ σεαυτῷ χαρίζῃ; Ἀλλ’ οὐδὲν τούτων εἶπεν ὁ τελώνης, ἀλλὰ κύψας προσεκύνησε καὶ εἶπεν· «Ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ»· καὶ ταπεινοφρονήσας ὁ τελώνης ἐγένετο δίκαιος. Ὁ δὲ Φαρισαῖος κατῆλθεν ἐκ τοῦ ἱεροῦ δικαιοσύνην ἀπολέσας, καὶ ὁ τελώνης κατῆλθε δικαιοσύνην κτησάμενος· καὶ ῥήματα πράγματα ἐνίκησαν. Ὁ μὲν γὰρ ἔργοις δικαιοσύνην ἀπώλεσεν, ὁ δὲ λόγῳ ταπεινοφροσύνης δικαιοσύνην ἐκτήσατο. Καίτοι γε οὐδὲ ταπεινοφροσύνῃ ἦν ἐκεῖνο· ταπεινοφροσύνῃ γὰρ τοῦτό ἐστιν, ὅταν τις μέγας ὢν ἑαυτὸν ταπεινοῖ· τοῦτο δὲ τοῦ τελώνου οὐκ ἦν ταπεινοφροσύνῃ, ἀλλ’ ἀλήθεια· ἀληθινὰ γὰρ ἦν τὰ ῥήματα· ἁμαρτωλὸς γὰρ ἦν.

ε’. Τὶ γὰρ τελώνου χεῖρον, εἰπὲ μοι; Τῶν ἀλλοτρίων συμφορῶν ἐστι πραγματευτής, τῶν ἀλλοτρίων πόνων συμμεριστής· καὶ τὸν μὲν κάματον οὐκ ἐπιβλέπει, τὸ δὲ κέρδος συμμερίζεται· ὥστε ἐσχάτη ἁμαρτία τοῦ τελώνου. Οὐδὲν γὰρ ἄλλο ἐστὶ τελώνης ἢ πεπαῤῥησιασμένη βίᾳ, ἔννομος ἁμαρτία, εὐπρόσωπος πλεονεξία. Τὶ γὰρ χεῖρον τελώνου τοῦ καθεζομένου κατὰ τὴν ὁδόν, καὶ ἀλλοτρίων πόνων τοὺς καρποὺς τρυγῶντος, καὶ ὅτε μὲν οἱ κάματοι, οὐδεμία αὐτῷ φροντίς, ὅτε δὲ τὸ κέρδος, ἐξ ὧν οὐκ ἔκαμε, τὴν μερίδα λαμβάνει; Ὥστε εἰ ἁμαρτωλὸς ὢν ὁ τελώνης τοσαύτης ἐπέτυχε τῆς δωρεᾶς ταπεινοφρονήσας, πόσῳ μᾶλλον ὁ ἐνάρετος ὣν καὶ ταπεινοφρονῶν; Ὥστε ἐὰν ὁμολογήσῃς τὰς ἁμαρτίας σου καὶ ταπεινοφρονῇς, δίκαιος γίνῃ. Θέλεις δὲ μαθεῖν ταπεινόφρων τὶς ἐστι; Βλέπε Παῦλον τὸν ὄντως ταπεινόφρονα, Παῦλον τὸν διδάσκαλον τῆς οἰκουμένης, τὸν ῥήτορα τὸν πνευματικόν, τὸ σκεῦος τῆς ἐκλογῆς, τὸν λιμένα τὸν ἀκύμαντον, τὸν πύργον τὸν ἀσάλευτον, τὸν ἐν σώματι βραχεῖ τὴν οἰκουμένην κυκλοῦντα, καὶ καθάπερ ὑπόπτερόν τινα ταύτην περιδραμόντα· βλέπε ἐκεῖνον ταπεινοφρονοῦντα, τὸν ἰδιώτην καὶ φιλόσοφον, τὸν πένητα καὶ πλούσιον. Ἐκεῖνον ἀληθῶς ταπεινόφρονα λέγω, τὸν μυρίους καμάτους ἀντλήσαντα, τὸν μυρία τρόπαια κατὰ τοῦ διαβόλου ἐνδειξάμενον, τὸν κηρύττοντα καὶ λέγοντα, «Ἡ χάρις αὐτοῦ εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη, ἀλλὰ περισσότερον πάντων ἐκοπίασα»· ὁ φυλακὰς ὑπομείνας, καὶ πληγὰς καὶ μάστιγας· ὁ δι’ ἐπιστολῶν τὴν οἰκουμένην σαγηνεύσας· ὁ οὐρανίᾳ φωνῇ κληθείς, ἐκεῖνος ταπεινοφρονεῖ λέγων· «Ἐγὼ γὰρ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος». Εἶδες ταπεινοφροσύνης μέγεθος, εἶδες Παῦλον ταπεινοφρονοῦντα, ἐλάχιστον ἑαυτὸν καλοῦντα; «Ἐγὼ γὰρ εἰμι, φησίν, ὁ ἐλάχιστος τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος». Τοῦτο γὰρ ἀληθῶς ταπεινοφροσύνῃ, τὸ ταπεινοῦσθαι ἐν πᾶσι, καὶ ἑαυτὸν καλεῖν ἐλάχιστον. Ἐννόησον τὶς ἦν ὁ λέγων ταῦτα τὰ ῥήματα· Παῦλος ὁ οὐρανοπολίτης, ὁ τὸ σῶμα ἁπλῶς περικείμενος, ὁ στῦλος τῶν Ἐκκλησιῶν, ὁ ἐπίγειος ἄγγελος, ὁ ἐπουράνιος ἄνθρωπος. Ἡδέως γὰρ λοιπὸν ἐνδιατρίβω τῷ ἀνδρί, θεωρῶν αὐτοῦ τὸ κάλλος τῆς ἀρετῆς. Οὐχ οὕτως Ἠλίας ἀνατείλας καὶ λαμπρὰς ἀφιεὶς τὰς ἀκτῖνας εὐφραίνει μοὺ τὰς ὄψεις, ὡς τὸ πρόσωπον Παύλου καταυγάζει μοὺ τὴν διάνοιαν· ὁ μὲν γὰρ ἥλιος τὰς ὄψεις φωτίζει, ὁ δὲ πάλος εἰς αὐτὰς ἀναπτεροῖ τὰς ἀψῖδας τῶν οὐρανῶν· τὴν γὰρ ψυχὴν καὶ ὑψηλοτέραν τοῦ ἡλίου ἀπεργάζεται, καὶ ἀνωτέραν τῆς σελήνης· τοιαύτη γὰρ ἡ δύναμις τῆς ἀρετῆς· ἄγγελον τὸν ἄνθρωπον ποιεῖ, τὴν ψυχὴν ἀναπτεροῖ εἰς τὸν οὐρανόν. Ταύτην τὴν ἀρετὴν διδάσκει ἡμᾶς ὁ Παῦλος· σπουδάσωμεν ζηλωταὶ αὐτοῦ γενέσθαι τῆς ἀρετῆς. Ἀλλ’ οὐ δὲ ἐξελθεῖν ἡμᾶς τοῦ προκειμένου· δεῖξαι γὰρ ἦν ὁ σκοπὸς τρίτην ὁδὸν μετανοίας τὴν ταπεινοφροσύνῃ, ὅτι ὁ τελώνης οὐκ ἐταπεινοφρόνησεν, ἀλλ’ ἀλήθειαν ἐπεί, τὰς ἰδίας ἁμαρτίας γυμνώσας, καὶ δίκαιος ἐγένετο, οὐ χρήματα καταβαλών, οὔτε πελάγη διατεμών, οὔτε πολλὴν ὁδὸν πεζεύσας, οὔτε ἄπειρα πελάγη περάσας, οὔτε φίλους ἀξιώσας, οὔτε χρόνον πολὺν καταναλώσας, ἀλλὰ διὰ ταπεινοφροσύνης δικαιοσύνην ἐκτήσατο, καταξιωθεὶς τῆς βασιλείας τῶν οὐρανῶν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: ΟΜΙΛΙΑ Γ’. Περὶ ἐλεημοσύνης, καὶ εἰς τὰς δέκα παρθένους
Προηγούμενο: ΟΜΙΛΙΑ Α’. Ἐξ ἀγροῦ αὐτοῦ ἐπανελθόντος
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 49
Ἀρχικὴ Σελίδα: Τέρτιος