Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 49

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΟΜΙΛΙΑ Ε’. Περὶ νηστείας καὶ εἰς τὸ προφήτην Ἰωνᾶν, καὶ Δανιήλ, καὶ τοὺς τρεῖς παῖδας. Ἐλέχθη δὲ εἰς τὴν εἴσοδον τῶν ἁγίων νηστειῶν
Προηγούμενο: ΟΜΙΛΙΑ Γ’. Περὶ ἐλεημοσύνης, καὶ εἰς τὰς δέκα παρθένους
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 49

ΟΜΙΛΙΑ Δ’. Περὶ μετανοίας καὶ εὐχῆς

α’. Οἱ ποιμένες τὰ πρόβατα ἔνθα ἂν ἴδωσι βαθυτέραν οὖσαν τὴν πόαν, συνεχῶς ἄγουσι, καὶ οὐ πρότερον ἐκεῖθεν ἐγείρουσιν, ἕως ἂν αὐτὴν πᾶσαν ἀποκείρῃ τὰ ποίμνια. Τούτους δὲ καὶ ἡμεῖς μιμούμενοι, τετάρτην ταύτην ἤδη ἡμέραν εἰς τὸν τῆς μετανοίας τρόπον βόσκομεν τοῦτο τὸ ποίμνιον, καὶ οὐδέπω καὶ σήμερον ἀναστῆσαι παρασκευαζόμεθα· ὁρῶμεν γὰρ πολλὴν οὖσαν ἔτι νομῆς εὐπορίαν, καὶ πολλὴν τέρψιν ὁμοῦ καὶ ὠφέλειαν.

Οὐδὲ γὰρ οὕτως αἱ κόμαι τῶν δένδρων ἀντὶ στέγης τοῖς προβάτοις γινόμεναι κατὰ τὸ μεσημβρινὸν τῆς ἡμέρας ἀναπαύουσι τὰ πρόβατα, ποθεινὴν τε καὶ ὠφέλιμον παρέχουσι τὴν σκιάν, καὶ μετὰ πολλῆς κατακοιμίζουσι τῆς ἡδονῆς, ὡς ἡ τῶν θείων Γραφῶν ἀνάγνωσις τὰς ὀδυνωμένας ψυχὰς καὶ ἀθυμίᾳ κατεχομένας ἀνακτᾶται καὶ καταψύχει, τὸ μὲν σφοδρὸν καὶ διακαὲς τῆς ὀδύνης ἀποχριομένη, παραμυθίαν δὲ σκιᾶς ἁπάσης ἡδίω καὶ τερπνοτέραν παρέχουσα. Οὐ γὰρ μόνον ἐν ταῖς τῶν χρημάτων ζημίαις, οὐδὲ ἐν ταῖς τῶν τέκνων ἀποβολαῖς, οὔτε ἐν τοῖς ἄλλοις τοῖς τοιούτοις, ἀλλὰ καὶ ἐν ταῖς τῶν ἁμαρτιῶν περιστάσεσι πολλὴν ἡμῖν αὐτὴ παρέχει τὴν παραμυθίαν. Ὅταν γὰρ ἄνθρωπος ὑπὸ ἁμαρτίας ἁλοὺς καὶ ὑποσκελισθεὶς καταπέσῃ, εἶτα κατεσθίῃ αὐτὸν τὸ συνειδός, καὶ τῆς ἁμαρτίας συνεχῶς ἀναμιμνήσκων, ἑαυτὸν ἀποπνίγῃ τῇ τῆς ἀθυμίας ὑπερβολῇ, καὶ καθ’ ἑκάστην ἐμπυρίζεται τὴν ἡμέραν, καὶ μυρίῳ παρακαλούντων, ἂν μὴ προσίηται τὴν παράκλησιν, εἰσελθὼν εἰς τὴν ἐκκλησίαν, καὶ ἀκούσας ὅτι πολλοὶ τῶν ἁγίων πεσόντες ἀνέστησαν, καὶ εἰς τὴν προτέραν πάλιν ἐπανῆλθον εὐδοκίμησιν, λανθανόντως λαβὼν τὴν παραμυθίαν ἀπέρχεται. Καὶ ἀνθρώποις μὲν πολλάκις ἁμαρτάνοντες οὔτε ἐκκαλύψαι τὸ πλημμέλημα ὑπομένομεν αἰσχυνόμενοι καὶ ἐρυθριῶντες, κἂν δὲ ἐκκαλύψωμεν, οὐδὲν καρπωσόμεθα τοσοῦτον· ὅταν δὲ Θεὸς παρακαλῇ, καὶ τῆς καρίδας ἅπτηται, πᾶσα ταχέως φυγαδευθήσεται σατανικὴ λύπη. Διὰ τοῦτο καὶ πτώματα τῶν δικαίων ἐστὶν ἡμῖν ἀνάγραπτα, ἵνα οἳ τε κατορθοῦντες, οἳ τε ἁμαρτάνοντες τὰ μέγιστα ἐκ τούτων κερδάνωσιν. Ὁ γὰρ ἁμαρτάνων οὐκ ἔρχεται εἰς ἀπόγνωσιν καὶ ἀπελπισμόν, ἰδὼν ἕτερον πεσόντα, καὶ πάλιν ἀναστῆναι δυνηθέντα· ὁ δὲ δικαιοσύνην ἐργαζόμενος, σπουδαιότερος ἔσται καὶ ἀσφαλέστερος. Ὅταν γὰρ τῶν αὐτοῦ πολὺ βελτιόνων πολλοὺς καταπεσόντας ἴδῃ, τῷ φόβῳ τῆς ἐκείνων πτώσεως σωφρονιζόμενος, ἐναγώνιος ἔσται πάντοτε, καὶ πολλὴν περὶ ἑαυτὸν ἐπιδείξεται τὴν ἀσφάλειαν· καὶ οὕτως ὁ μὲν τὴν ἀρετὴν κατορθῶν, ὁ δὲ ἁμαρτάνων τῆς ἀπογνώσεως ἀπαλλαγείς, ὁ μὲν στήσεται ἀσφαλῶς, ὁ δὲ ἐπανήξει ταχέως, ὅθεν ἐξέπεσεν. Ὅταν γὰρ ἡμᾶς ἄνθρωπος παρακαλῇ λυπουμένους, καὶ δόξωμεν πρὸς ὀλίον παραμυθεῖσθαι, πάλιν εἰς τὴν αὐτὴν ἀθυμίαν καταπίπτομεν· ἐπὰν δὲ ὁ Θεὸς προτρέπηται δι’ ἑτέρων ἁμαρτησάντων, καὶ μετανοησάντων, καὶ σωθέντων, φανερὰν ἡμῖν ποιεῖ τὴν αὐτοῦ ἀγαθότητα, ἵνα μὴ ἀμφιβάλλωμεν περὶ τῆς ἑαυτῶν σωτηρίας, ὁμολογουμένην καὶ ἀσφαλῆ δεχόμενοι τὴν παράκλησιν. Ὥσπερ οὖν ἐν ταῖς τῶν ἁμαρτημάτων περιστάσεσιν, οὕτω καὶ ἐν ταῖς τῶν κινδύνων ἐπαγωγαῖς, ἱκανὸν τοῖς ἀθυμοῦσι φάρμακον αἱ παλαιαὶ τῶν Γραφῶν ἱστορίαι παρέχουσι πᾶσι τοῖς βουλομένοις προσέχειν. Καὶ εἴτε χρημάτων δήμευσις, εἴτε συκοφαντῶν ἐπήρειαι, εἴτε δεσμωτήρια, εἴτε μάστιγες, κἂν ὁτιοῦν ἕτερον τῶν δεινῶν ἡμᾶς καταλάβῃ, ἀποβλέποντες εἰς τοὺς δικαίους τοὺς τὰ αὐτὰ παθόντας καὶ ὑπομείναντας, ταχέως εἰς ἑαυτοὺς ἐλθεῖν δυνησόμεθα. Ἐπὶ μὲν γὰρ τῶν τοῦ σώματος παθῶν τὸ πρὸς τοὺς πάσχοντας ἀφορᾷν ἐπιτείνει τὴν νόσον τοῦ ἀῤῥωστοῦντος, πολλάκις δὲ καὶ οὐκ οὖσαν ἐργάζεται· οἷον ὀφθαλμοὺς πάσχοντας ἰδόντες τινές, μετέλαβον τοῦ νοσήματος ἀπὸ τῆς θέας μόνης· ἐπὶ δὲ ψυχῆς οὐχ οὕτως, ἀλλὰ τὸ ἐναντίον γίνεται, καὶ τὸ συνεχῶς ἐννοεῖν τοὺς τὰ τοιαῦτα πεπονθότας, ἡμῖν κουφοτέραν ποιεῖται τὴν ἐπὶ τῆς ἡμετέροις κακοῖς ἀθυμίαν. Διὰ τοῦτο καὶ ὁ Παῦλος τοὺς ὄντας πιστοὺς τοῦτον παρακαλεῖ τὸν τρόπον, οὐχ ὅτι τοὺς ζῶντας μόνον ἁγίους, ἀλλὰ καὶ τοὺς ἀποθανόντας εἰς μέσον παράγων. Ἑβραίοις μὲν γὰρ διαλεγόμενος μέλλουσιν ὑποσκελίζεσθαι καὶ καταπίπτειν, τοὺς ἁγίους ἄνδρας εἰς μέσον παράγει, τὸν Δανιήλ, τοὺς παῖδας τοὺς τρεῖς, τὸν Ἡλίαν, τὸν Ἐλισσαῖον, οὑτωσὶ λέγων· «Ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐλιθάσθησαν, ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος».

Ἡ δὲ κοινωνία τῶν παθῶν τοῖς ὀδυνωμένοις παρέχει παραμυθίαν· καὶ καθάπερ τὸ μόνον παθεῖν τι δεινόν, ἀπαραμύθητον ἔχει τὸ κακόν, οὕτω τὸ εὑρεῖν ἕτερον τοῖς αὐτοῖς περιπεσόντα κακοῖς κουφοτέραν ἐργάζεται τὴν πληγήν.

β’. Ἳν’ οὖν ἐν πᾶσι τοῖς δοκοῦσι ἡμᾶς ἐνοχλεῖν μὴ καταπίπτωμεν, μετὰ ἀκριβείας προσέχωμεν ταῖς τῶν Γραφῶν ἱστορίαις· πολλῆς γὰρ ὑπομονῆς ἐντεῦθεν ληψόμεθα ἀφορμήν, οὐ τῇ κοινωνίᾳ τῶν τὰ αὐτὰ παθόντων παραμυθούμενοι μόνον, ἀλλὰ καὶ τῷ μανθάνειν τὸν τρόπον τῆς ἀπαλλαγῆς τῶν ἐπαγομένων ἡμῖν δεινῶν, καὶ μετὰ τὴν ἄνεσιν μένειν πάλιν ἐπὶ τῆς αὐτῆς, καὶ μήτε εἰς ῥαθυμίαν ἐκπίπτειν, μήτε εἰς ἀπόνοιαν αἴρεσθαι. Τὸ μὲν γὰρ κακῶς πράττοντας συστέλλεσθαι καὶ ταπεινοῦσθαι καὶ πολλὴν εὐλάβειαν ἐπιδείκνυσθαι, θαυμαστὸν οὐδέν· αὕτη γὰρ ἡ τῶν πειρασμῶν φύσις καὶ τοὺς λιθίνην ἔχοντας καρδίαν καταναγκάζει τοῦτο ποιεῖν, τὸ λυπεῖσθαι· ψυχῆς δὲ ἐστιν εὐλαβοῦς, καὶ τὸν Θεὸν ἐχούσης διηνεκῶς πρὸ ὀφθαλμῶν, καὶ μετὰ τὴν τῶν πειρασμῶν ἀπαλλαγὴν μηδέποτε εἰς λήθην ἐμπεσεῖν· ὅπερ Ἰουδαῖοι συνεχῶς ἔπασχον. Διὸ καὶ σκώπτων αὐτοὺς ὁ προφήτης ἔλεγεν· «Ὅταν ἀπέκτεινεν αὐτούς, τότε ἐζήτουν αὐτόν, καὶ ἐπέστρεφον, καὶ ὤρθριζον πρὸς τὸν Θεόν». Καὶ Μωϋσῆς δὲ αὐτοῖς τοῦτο αὐτὸ συνειδώς, παρῄνει συνεχῶς λέγων· «Φαγὼν καὶ πιὼν καὶ ἐμπλησθείς, πρόσεχε σεαυτῷ, μὴ ἐπιλάθῃ Κυρίου τοῦ Θεοῦ σου». Τοῦτο γοῦν καὶ ἐγένετο· «Ἔφαγε γάρ, φησίν, Ἰακώβ, καὶ ἐλιπάνθη, ἐπαχύνθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος». Διόπερ οὐ διὰ τοῦτο χρὴ θαυμάζειν τοὺς ἁγίους, ὅτι τῆς θλίψεως αὐτῆς ἀκμαζούσης, οὕτως ἦσαν εὐλαβεῖς καὶ φιλόσοφοι, ἀλλ’ ὅτι καὶ τοῦ χειμῶνος παρελθόντος καὶ γαλήνης γινομένης, ἐπὶ τῆς αὐτῆς ἔμενον ἐπιεικείας καὶ σπουδῆς. Καὶ ἵππον δὲ ἐκεῖνον θαυμάζειν μάλιστα χρὴ τὸν χωρὶς χαλινοῦ δυνάμενον εὔρυθμα βαδίζειν· ἂν δέ, κημοῦ καὶ χαλινοῦ κατέχοντος αὐτόν, εὐτακτῇ, θαυμαστὸν οὐδέν· οὐ γὰρ τῇ εὐγενείᾳ τοῦ ζῴου ἀλλὰ τῇ ἀνάγκη τοῦ χαλινοῦν τὴν εὐταξίαν λογίσασθαι χρή. Τοῦτο καὶ ἐπὶ ψυχῆς ἔστιν εἰπεῖν, ὅτι φόβου μὲν ἐπικειμένου ἠρεμεῖν, θαυμαστὸν οὐδέν· ὅταν δὲ παρέλθωσιν οἱ πειρασμοί, καὶ τὸν χαλινὸν τοῦ φόβου περιέλῃ τις, τότε μοι δεῖξον φιλοσοφίαν ψυχῆς, καὶ τὴν εὐταξίαν ἅπασαν. Ἀλλὰ φοβοῦμαι μὴ βουλόμενος Ἰουδαίων κατηγορεῖν, τῆς ἡμετέρας κατηγορήσω πολιτείας· ἐπεὶ καὶ ἡμεῖς ἡνίκα ἐσαλευόμεθα ἀπὸ τε λιμοῦ καὶ λοιμοῦ καὶ χαλάζης καὶ ἀβροχίας καὶ ἐμπρησμῶν καὶ ἐπαναστάσεως ἐχθρῶν, οὐχὶ καθ’ ἑκάστην ἡμέραν ἡ ἐκκλησία τῷ πλήθει τῶν συναγομένων ἐστενοχωρεῖτο; Καὶ πολλῇ τις ἦν ἡμῶν ἡ φιλοσοφία καὶ ὑπεροψία τῶν βιωτικῶν πραγμάτων, καὶ οὔτε χρημάτων πόθος, οὔτε δόξης ἐπιθυμία, οὔτε ὄρεξις καὶ ἔρως ἀσελγείας, οὔτε ἄλλος τις λογισμὸς πονηρὸς τότε ἠνώχλει, ἀλλὰ πάντες εἰς θεοσέβειαν ἑαυτοὺς ἐπεδώκατε, μετὰ δεήσεως καὶ δακρύων· καὶ ὁ πόρνος μὲν ἐσωφρόνει τότε, ὁ δὲ μνησίκακος ἐπὶ τὰς καταλλαγὰς ἐτρέπετο, ὁ πλεονέκτης πρὸς ἐλεημοσύνην ἐκάμπτετο, ὁ ὀργίλος καὶ θρασὺς εἰς ταπεινοφροσύνην καὶ πραότητα μετεβάλλετο· καὶ ἐπὰν ὁ Θεὸς τὴν ὀργὴν ἐκείνην διεσκέδασε, καὶ τὸν χειμῶνα παρήγαγε, καὶ γαλήνην ἐποίησεν ἐκ τοσούτων κυμάτων, εἰς τὰς πρότερον πάλιν ἐπανήλθομεν προλήψεις. Καίτοι γε οὐκ ἐπαυόμην τότε παρ’ αὐτὸν τὸν καιρὸν τῶν πειρασμῶν προλέγων ταῦτα, καὶ προδιαμαρτυρόμενος· ἀλλ’ ὅμως οὐδὲν ἡμῖν ἐγένετό τι πλέον, ἀλλ’ ὡς ὄναρ καὶ σκιὰν παρελθοῦσαν, οὕτως ἅπαντα ἐκεῖνα τῆς διανοίας ἐξεβάλετε. Διὰ δὴ τοῦτο δέδοικα νῦν μᾶλλον ἢ τότε, καὶ ὃ τότε ἔλεγον, νῦν δέδοικα μειζόνως, μὴ χαλεπωτέρα τῶν προτέρων ἐπισπασώμεθα κακά, καὶ τότε δεξώμεθα πληγὴν ἀνίατον ἐκ τοῦ Θεοῦ. Ὅτε γὰρ τις συνεχῶς ἁμαρτάνων συγγνώμης τυγχάνει παρὰ τοῦ Θεοῦ, εἶτα μηδὲν ἀπὸ τῆς ἀνεξικακίας ταύτης κερδάνῃ ὁ ἄνθρωπος εἰς τὴν τῆς κακίας ἀπαλλαγήν, λοιπὸν τοῦτον παρασκευάζει, ὥστε καὶ μὴ βουλόμενον αὐτὸν τὸν κολοφῶνα τῶν κακῶν ἐπαγαγεῖν, καὶ ἐκτρίψαι αὐτὸν τέλεον, καὶ μηκέτι δοῦναι μετανοίας τινὰ προθεσμίαν, ὃ καὶ ἐπὶ τοῦ Φαραὼ συνέβη. Ἐπειδὴ γὰρ προτέρᾳ, καὶ δευτέρᾳ, καὶ τρίτῃ, καὶ τετάρτῃ, καὶ ταῖς μετ’ ἐκείνας πληγαῖς, πολλῆς ἀπήλαυσε μακροθυμίας παρὰ τοῦ Θεοῦ, οὐδὲν ἐγένετο αὐτῷ τι χρήσιμον, ἐξετρίβη λοιπὸν καὶ ἠφανίσθη μετὰ τῆς πόλεως ἄρδην. Τοῦτο καὶ Ἰουδαῖοι πεπόνθασι. Διὸ καὶ ὁ Χριστὸς μέλλων αὐτοὺς ἀφανίζειν καὶ ἐρημίαν ἐπάγειν αὐτοῖς ἀδιόρθωτον, οὕτως ἔλεγε· «Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, καὶ οὐκ ἠθελήσατε, Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος». Δέδοικα οὖν μὴ καὶ ἡμεῖς τὰ αὐτὰ πάθωμεν, ὅτι οὔτε τοῖς ἀλλοτρίοις, οὔτε τοῖς ἡμετέροις σωφρονιζώμεθα κακοῖς. Οὐ πρὸς ὑμᾶς δὲ μόνον λέγω ταῦτα τοὺς νῦν παρόντας, ἀλλὰ καὶ πρὸς τοὺς ἀποῤῥαγέντας τῆς καθημερινῆς σπουδῆς, καὶ τῶν προτέρων θλίψεων ἐπιλελησμένους· πρὸς οὓς οὐ διέλιπον ἀεὶ διαῤῥηγνύμενος, καὶ λέγων, ὅτι εἰ καὶ παρῆλθον οἱ πειρασμοί, μενέτω ἐν ταῖς ψυχαῖς ἡμῶν τῶν πειρασμῶν ἡ μνήμη, ἵνα καὶ τῆς εὐεργεσίας συνεχῶς μνημονεύοντες, διηνεκῶς εὐχαριστῶμεν τῷ ταύτην παρασχόντι Θεῷ.

γ’. Ταῦτα καὶ τότε ἔλεγον, καὶ νῦν λέγω ὑμῖν, καὶ δι’ ὑμῶν ἐκείνοις· μιμησώμεθα τοὺς ἁγίους, οἵτινες οὔτε ὑπὸ τῶν θλίψεων κατεπόθησαν, οὔτε ὑπὸ τῆς ἀνέσεως χαυνότεροι γεγόνασιν, ὅπερ πολλοὶ τῶν ἀνθρώπων νῦν πάσχομεν, καθάπερ τὰ κοῦφα τῶν πλοίων ὑπὸ πάσης περιστάσεως κυμάτων περιαντλούμενα βαπτίζεται. Καὶ γὰρ πενία πολλάκις ἡμῖν ἐπελθοῦσα ἐβάπτισε καὶ ὑποβρυχίους ἡμᾶς ἐποίησε, καὶ πλοῦτος προσγενόμενος, πάλιν ἐφύσησεν ἡμᾶς, καὶ εἰς ἐσχάτην ὀλιγωρίαν ἐνέβαλε. Διὸ παρακαλῶ, παραλιπόντες ἅπαντα, τὰς ἑαυτῶν ψυχὰς ῥυθμίσωμεν πρὸς σωτηρίαν ἕκαστος ἡμῶν· ταύτης γὰρ καλῶς διακειμένης, ὅπερ ἂν ἐμπέσῃ τῶν δεινῶν, κἂν λιμός, κἂν νόσος, κἂν συκοφαντία, κἂν χρημάτων διαρπαγῇ, κἂν ὃ τι ἄλλο οὖν, φορητὸν ἔσται καὶ κοῦφον, διὰ τὴν τοῦ Δεσπότου ἐντολὴν καὶ τὴν εἰς αὐτὸν ἐλπίδα· ὥσπερ πάλιν τῆς ψυχῆς πρὸς τὸν Θεὸν οὐκ ἐχούσης καλῶς, κἂν πλοῦτος ἐπιῤῥέῃ, κἂν παῖδες παρῶσι, κἂν μυρίων ἀπόλαυσις ᾖ χρημάτων, ἀθυμίας πολλὰς ἐπισπάσεται ὁ τοιοῦτος καὶ φροντίδας. Μὴ τοίνυν πλοῦτον ζητῶμεν, μὴ πενίαν φεύγωμεν, ἀλλὰ πρὸ πάντων τῆς ἑαυτῶν ἐπιμελώμεθα ψυχῆς ἕκαστος, καὶ ποιῶμεν ἐπιτηδείαν αὐτὴν πρὸς τε τοῦ παρόντος βίου οἰκονομίαν, καὶ πρὸς τὴν ἐντεῦθεν ἐκεῖσε ἀποδημίαν. Ἔτη γὰρ μικρόν, καὶ ἡ δοκιμασίᾳ ἑκάστου ἡμῶν γενήσεται, ἡνίκα πάντες παραστῶμεν τῷ φοβερῷ βήματι τοῦ Χριστοῦ, περιβεβλημένοι τὰς ἑαυτῶν πράξεις, καὶ τοῖς ὀφθαλμοῖς ἡμῶν ὁρῶντες, τοῦτο μὲν τὰ δάκρυα τῶν ὀρφανῶν, τοῦτο δὲ τὰς αἰσχρὰς ἀσελγείας, ἐν αἷς ἐμιάναμεν τὰς ἑαυτῶν ψυχάς, τοῦτο δὲ τοὺς στεναγμοὺς τῶν χηρῶν, τοῦτο δὲ τοὺς κονδυλισμοὺς τῶν πενήτων, τὰς ἁρπαγὰς τῶν πτωχῶν· οὐ μόνον δὲ ταῦτα, καὶ τὰ τούτοις ὅμοια, ἀλλ’ εἲ τι καὶ ἐν διανοίᾳ ἄτοπον διεπράξαμεν· ὅτι αὐτὸς ἐστιν «Ἐνθυμήσεως δικαστής, καὶ ἐννοιῶν κριτής»· καὶ πάλιν· «Ἐτάζων καρδίαις καὶ νεφρούς», καί, «Ἀποδιδοὺς ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ»·

Οὗτος δὲ μοι λόγος οὐ πρὸς τοὺς ἐν τῷ βίῳ ἐξεταζόμενους μόνον ἐστίν, ἀλλὰ καὶ πρὸς τοὺς ἐν τοῖς ὄρεσι τὰς ἑαυτῶν καλύβας πηξαμένους τοῦ μοναδικοῦ ἕνεκεν βίου, ὅτι οὐ μόνον τὰ σώματα αὐτῶν οἱ τοιοῦτοι φυλάττειν ὀφείλουσιν ἀπὸ μολυσμοῦ πορνείας, ἀλλὰ καὶ τὴν ψυχὴν ἀπὸ πάσης σατανικῆς πλεονεξίας. Οὐ γὰρ γυναιξὶ μόνον διαλέγεται ὁ ἀπόστολος Παῦλος, ἀλλὰ καὶ ἀνδράσι καὶ ὁλοκλήρῳ τῇ Ἐκκλησίᾳ, ὅτι, φησί, τὴν παρθενευομένην ψυχὴν εἶναι δεῖ ἁγίαν καὶ σώματι καὶ πνεύματι· καὶ πάλιν, «Παραστήσατε τὰ σώματα ὑμῶν παρθένον ἁγνήν»· ἁγνὴν δὲ πῶς; «Μὴ ἔχουσα σπίλον ἢ ῥυτίδα». Ἐπεὶ κἀκεῖναι αἱ παρθένοι ἦσαν τῷ σώματι, ἀλλ’ οὐχ ἁγναὶ τῇ καρδίᾳ, ἀλλ’ εἰ καὶ μὴ ἀνὴρ αὐτὰς διέφθειρε, ἀλλ’ ὁ τῶν χρημάτων διέφθειρεν ἔρως· τὸ σῶμα αὐτῶν ἦν καθαρόν, ἀλλ’ ἡ ψυχὴ αὐτῶν πολλῆς ἦν ἐμπεπλησμένη τῆς μοιχείας, πονηρῶν λογισμῶν εἰς αὐτὰς χωρησάντων, τῆς τε φιλοχρηματίας, καὶ ἀσπλαγχνίας καὶ ὀργῆς, καὶ φθόνου, καὶ ἀργίας, καὶ λήθης, καὶ ὑπερηφανίας, λυμαινομένων πάντων τὴν σεμνότητα τῆς παρθενίας αὐτῶν. Διὸ καὶ ὁ Παῦλος ἔλεγεν· «Ἵνα ἡ παρθένος ἦ ἁγία καὶ σώματι καὶ πνεύματι»· καὶ πάλιν, «Παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ». Ὥσπερ γὰρ τὸ σῶμα ὑπὸ μοιχειῶν διαφθείρεται, οὕτω καὶ ἡ ψυχὴ ὑπὸ λογισμῶν σατανικῶν μιαίνεται, ὑπὸ δογμάτων διεφθαρμένων, ὑπὸ νοημάτων ἀτόπων. Ὁ γὰρ λέγων, Παρθένος εἰμι τῷ σώματι, τῇ δὲ ψυχῇ φθονεῖ τῷ ἀδελφῷ, οὗτος οὐκ ἔστι παρθένος· τῇ γὰρ παρθενίαν αὐτοῦ διέφθειρεν ἡ τοῦ φθόνου μίξις. Πάλιν ὁ κενόδοξος οὐκ ἔστι παρθένος· τὴν γὰρ παρθενίαν αὐτοῦ διέφθειρεν ὁ τῆς βασκανίας ἔρως· τὸ γὰρ πάθος εἰσελθόν, τῆς ψυχῆς ἔλυσεν αὐτοῦ τὴν παρθενίαν. Ὁ δὲ μισῶν τὸν ἀδελφὸν αὐτοῦ, οὗτος ἀνθρωποκτόνος ἐστὶ μᾶλλον ἢ παρθένος· καὶ ἁπαξαπλῶς, ἕκαστος εἰς ὃ κρατεῖται πάθος πονηρόν, ἐν τούτῳ τὴν παρθενίαν αὐτοῦ διαφθείρει. Διὰ τοῦτο ὁ Παῦλος πάσας τὰς πονηρᾶς ταύτας ἐξώρισε μίξεις, καὶ κελεύει παρθένους ἡμᾶς εἶναι οὕτως, ὡς μηδένα λογισμὸν ἐναντίον παραδέχεσθαι ἑκουσίως τῇ ψυχῇ.

δ’. Τὶ οὖν πρὸς ταῦτα λέγωμεν; Πῶς ἐλεηθῶμεν; Πῶς σωθῶμεν; Ἐγὼ λέγω τὴν εὐχὴν ἐν τῇ καρδίᾳ ἀναλάβωμεν πάντοτε, καὶ τοὺς ταύτης καρπούς, λέγω δὴ τὴν ταπεινοφροσύνην καὶ πραότητα. «Μάθετε γάρ, φησίν, ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν»· καὶ πάλιν ὁ Δαυΐδ· «Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει». Οὐδὲν γὰρ οὕτως ἀποδέχεται ὁ Θεὸς καὶ ἀγαπᾷ, ὡς ψυχὴν πρᾶον καὶ ταπεινόφρονα καὶ εὐχάριστον. Βλέπε οὐκ καὶ σύ, ἀδελφέ, ἐπὰν ἴδῃς τι τῶν ἀδοκήτων προσπεσὸν καὶ ἐνοχλοῦν σοι, μὴ πρὸς ἀνθρώπους καταφυγῆς, καὶ πρὸς θνητὴν ἴδῃς βοήθειαν, ἀλλὰ πάντας παραδραμὼν ἀνάδραμε τῇ διανοίᾳ σου πρὸς τὸν τῶν ψυχῶν ἰατρόν. Καρδίαν γὰρ θεραπεῦσαι ἐκεῖνος μόνος δύναται ὁ πλάσας καταμόνας τὰς καρδίας ἡμῶν, καὶ συνιεὶς πάντα τὰ ἔργα ἡμῶν· αὐτὸς δύναται εἰς τὸ συνειδὸς ἡμῶν εἰσελθεῖν, καὶ τῆς διανοίας ἅψασθαι, καὶ παρακαλέσαι τὴν ψυχήν. Ἐὰν δὲ ἐκεῖνος μὴ παρακαλέσῃ τὰς καρδίας ἡμῶν, τὰ παρὰ ἀνθρώπων περιττὰ καὶ ἀνόνητα· ὥσπερ πάλιν τοῦ Θεοῦ παρακαλοῦντος καὶ παραμυθουμένου, κἂν μυρία ἄνθρωποι παρενοχλῶσιν, οὐδὲ εἰς τὸ τυχὸν ἡμᾶς παραβλάψαι δυνήσονται· ὅταν γὰρ ἐκεῖνος στερεώσῃ καρδίαν, οὐδεὶς αὐτὴν διασεῖσαι δύναται.

Ταῦτα οὖν εἰδότες, ἀγαπητοί, ἀεὶ πρὸς τὸν Θεὸν καταφεύγωμεν, τὸν καὶ βουλόμενον καὶ δυνάμενον λῦσαι ἡμῶν τὰς συμφοράς. Ἀνθρώπους μὲν γὰρ ὅταν δέῃ παρακαλέσαι, καὶ πυλωροῖς ὑμᾶς συντυχεῖν ἀνάγκη πρότερον, καὶ παρασίτους καὶ κόλακας παρακαλέσαι, καὶ ὁδὸν πολλὴν ἀπελθεῖν· ἐπὶ δὲ τοῦ Θεοῦ οὐδὲν τοιοῦτόν ἐστιν, ἀλλὰ χωρὶς μεσίτου παρακαλεῖται, χωρὶς χρημάτων, χωρὶς δαπάνης ἐπινεύει τῇ δεήσει· ἀρκεῖ μόνον βοῆσαι τῇ καρδίᾳ καὶ δάκρυα προσενέγκαι, καὶ εὐθέως εἰσελθὼν αὐτὸν ἐπισπάσῃ. Καὶ ἄνθρωπον μὲν παρακαλοῦντες πολλάκις δεδοίκαμεν, μὴ τις τῶν ἐχθρῶν παρών, ἢ φίλος, ἢ τις τῶν ἀντιδίκων ἀκούσῃ τοῦ πράγματος, καὶ ἄλλος ἐκφάνῃ τὰ λεγόμενα, καὶ διαφθειρῃ τὸ δίκαιον· ἐπὶ δὲ τοῦ Θεοῦ οὐδὲν τούτων ὑποπτεῦσαι ἔνι. Ὅταν γὰρ βούλῃ με, φησί, παρακαλέσαι, μόνος μοι πρόσελθε μηδενὸς παρόντος, τουτέστι, τῇ καρδίᾳ βόησον, μὴ κινῶν τὰ χείλη. «Εἴσελθε γάρ, φησίν, εἰς τὸ ταμεῖόν σου· ἀπόκλεισον τὴν θύραν σου, καὶ πρόσευξαι τῷ Πατρὶ σου τῷ ἐν τῷ κρυπτῷ· καὶ ὁ Πατὴρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ, ἀποδώσει σοι ἐν τῷ φανερῷ». Ὅρα τιμῆς ὑπερβολήν· ὅταν μὲ παρακαλῆς, φησί, μηδεὶς βλεπέτω· ὅταν δὲ ἐγὼ σε τιμῶ, τὴν οἰκουμένην φέρω μάρτυρα τῆς εὐεργεσίας. Πειθώμεθα τοίνυν, καὶ μὴ πρὸς ἐπίδειξιν εὐχώμεθα, μηδὲ κατὰ τῶν ἐχθρῶν τὴν ἡμετέρων, καὶ μὴ τὸν τρόπον τῆς βοηθείας διδάσκωμεν αὐτόν. Εἰ γὰρ ἀνθρώποις τοῖς συνηγοροῦσι καὶ ῥητορεύουσιν ἐπὶ τῶν ἔξωθεν δικαστῶν τὰ πράγματα τὰ ἡμέτερα λέγομεν μόνον, τὸν δὲ τρόπον τῆς συμμαχίας ἐκείνοις καταλιμπάνομεν, ὅπως ἂν βούλοιντο διαθεῖναι τὰ ἡμέτερα, πολλῷ μᾶλλον ἐπὶ τοῦ Θεοῦ τοῦτο χρὴ ποιεῖν. Εἶπες αὐτῷ τὴν δίκην τὴν σήν, εἶπες ἅπερ ἔπαθες; Μηκέτι λέγε τὸ καὶ πῶς βοηθῆσαι· αὐτὸς γὰρ οἶδεν ἀκριβῶς τὸ συμφέρον σοι. Εἰσὶ δὲ πολλοὶ οἵτινες μυρίους στίχους ἀπαγγέλλουσι τῆς εὐχῆς ἕνεκεν λέγοντες· Κύριε, δὸς μοι ὑγίειαν σώματος, διπλασίασόν μου τὰ ὑπάρχοντα, ἀμύνου μου τὸν ἐχθρόν· ὅπερ πολλῆς ἀλογίας ἐστὶ πεπληρωμένον. Διὸ χρὴ ταῦτα πάντα ἀφέντας ἱκετεύειν καὶ παρακαλεῖν μόνον κατὰ τὸν τελώνην τὸν λέγοντα· «Ὁ Θεός, ἱλάσθητι μοι τῷ ἁμαρτωλῷ»· καὶ αὐτὸς οἶδε λοιπὸν πῶς σου ἀντιλάβηται· «Ζητεῖτε γάρ, φησί, πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν». Οὕτως οὖν, ἀγαπητοί, φιλοσοφῶμεν μετὰ πόνου καὶ ταπεινώσεως, τύπτοντες ἑαυτῶν τὰ στήθη, καθάπερ ἐκεῖνος, καὶ ἐπιτευξόμεθα ὧνπερ αἰτοῦμεν· ἐὰν δὲ θυμοῦ καὶ ὀργῆς πεπληρωμένοι προσευχώμεθα, βδελυκτοὶ καὶ μισητοὶ παρὰ Θεῷ εὑρισκόμεθα. Συντρίψωμεν οὖν ἡμῶν τὴν διάνοιαν, καὶ ταπεινώσωμεν ἡμῶν τὰς ψυχάς, καὶ εὐχώμεθα ὑπὲρ τε ἑαυτῶν, καὶ ὑπὲρ τῶν λυπησάντων ἡμᾶς. Εἰ γὰρ βούλει τὸν δικαστὴν ἐπισπάσασθαι πρὸς βοήθειαν τῆς σῆς ψυχῆς, καὶ τοῦ σοῦ μέρους αὐτὸν ποιῆσαι, μηδέποτε αὐτῷ ἐντύγχανε κατὰ τοῦ λελυπηκότος. Τοιοῦτος γὰρ ἐστι τοῦ δικαστοῦ ὁ τρόπος· ἐκείνοις μάλιστα ἐπινεύει καὶ δίδωσι τὰ αἰτήματα, τοῖς ὑπὲρ τῶν ἐχθρῶν εὐχομένοις, τοῖς μὴ μνησικακοῦσι, τοῖς μὴ ἐπαιρομένοις τοῖς ἐχθροῖς αὐτῶν. Καὶ ὅσον οὗτοι ποιοῦσι τοῦτο, τοσοῦτον ἐκείνοις ὁ Θεὸς ἐπεξέρχεται, ἐὰν μὴ μεταβληθῶσιν εἰς μετάνοιαν.

ε’. Βλέπετε οὖν, ἀδελφοί, ὅταν τις ἀτιμία ἡμῖν ἐπενεχθῇ παρὰ τινος, μὴ εὐθέως δυσχεράνωμεν καὶ ἀθυμῶμεν, ἀλλ’ εὐχαριστῶμεν φιλοσοφοῦντες, καὶ ἀναμένοντες τὴν βοήθειαν τοῦ Κυρίου. Μὴ γὰρ οὐκ ἠδύνατο ὁ Θεὸς πρὸ τῆς αἰτήσεως διδόναι ἡμῖν τὰ ἀγαθά; Μὴ βίον ἡμῖν ἀνώδυνον χαρίσασθαι, καὶ πάσης θλίψεως κεχωρισμένον; Ἀλλὰ ἀμφότερα ἀπὸ φίλτρου ποιεῖ. Τὶ γὰρ παραχωρεῖ θλιβῆναι ἡμᾶς, καὶ οὐκ ἐπάγει ταχέως ἀπαλλαγήν; Διὰ τί; Ἵνα αὐτῷ προσεδρεύωμεν ἀντεχόμενοι τῆς παρ’ αὐτοῦ βοηθείας, καὶ αὐτῷ προσφεύγωμεν, καὶ συνεχῶς αὐτὸν καλῶμεν εἰς ἀντίληψιν ἡμῶν. Διὰ τοῦτο οὖν ἀλγηδόνες σώματος, διὰ τοῦτο ἀφορίαι καρπώς, διὰ τοῦτο λιμοί, ἵνα ἀπὸ τῶν θλίψεων τούτων πάντοτε πρὸς αὐτὸν ἐκκρεμώμεθα, καὶ οὕτω διὰ τῶν προσκαίρων θλίψεων τὴν αἰώνιον ζωὴν κληρονομήσωμεν. Ὥστε οὖν καὶ ὑπὲρ τούτων εὐχαριστεῖν ὀφείλομεν τῷ Θεῷ, τῷ διὰ πολλῶν μεθοδειῶν ἰωμένῳ καὶ σώζοντι τὰς ψυχὰς ἡμῶν. Ἄνθρωποι μὲν γὰρ ἐὰν τυχὸν εὐεργετήσωσιν ἡμᾶς ποτε, εἶτα ἄκοντες αὐτοὺς λυπήσωμέν τι μικρόν, εὐθὺς ὀνειδίζουσι τὴν εὐεργεσίαν προφέροντες ὡς πολλοὺς καταρᾶσθαι ἑαυτοῖς, ὅτι ὅλως παρ’ αὐτῶν εὐηργετήθησαν· ὁ δὲ Θεὸς οὐχ οὕτως, ἀλλὰ μετὰ τὰς εὐεργεσίας καταφρονούμενος καὶ ὑβριζόμενος, ἀκμὴν καὶ ἀπολογεῖται, καὶ εὐθύνας παρέχει τοῖς ὑβρικόσιν αὐτόν, οὑτωσὶ λέγων· «Λαὸς μου, τὶ ἐποίησά σοι»; Αὐτοὶ Θεὸν οὐκ ἐβούλοντο αὐτὸν καλεῖν, καὶ αὐτὸς οὐ διέλειπε λαὸν αὐτοὺς ὀνομάζειν· αὐτοὶ παρῃτοῦντο τὴν δεσποτείαν, αὐτὸς δὲ οὐκ ἠρνεῖτο αὐτούς, ἀλλ’ ᾠκειοῦτο, καὶ πρὸς ἑαυτὸν εἷλκε λέγων· «Λαὸς μου, τὶ ἐποίησά σοι»; Μὴ φορτικὸς σοι, φησίν, ἐγενόμην, ἢ βαρὺς καὶ ἐπαχθής; Ἀλλ’ οὐδὲ τοῦτο ἔχεις εἰπεῖν· εἰ γὰρ καὶ τοῦτο ἦν, οὐδὲ οὕτως ἔδει σε ἀποσκιρτῆσαι. «Τὶς γὰρ ἐστιν υἱός, ὃν οὐ παιδεύει πατήρ»; Ἀλλ’ ὅμως οὐδὲ τοῦτο ἔχετε εἰπεῖν. Καὶ πάλιν ἀλλαχοῦ· «Τὶ εὔροσαν οἱ πατέρες ὑμῶν ἐν ἐμοὶ πλημμέλημα»; Μέγα καὶ θαυμαστὸν τὸ εἰρημένον· ὃ γὰρ λέγει τοιοῦτόν ἐστι· τὶ ἥμαρτον, φησίν; Ὁ Θεὸς λέγει τοῖς ἀνθρώποις, Τὶ ἥμαρτον; Ὅπερ οὐδὲ δοῦλοι τὸν δεσπότην φθέγξασθαι ἀνέχονται. Καὶ οὐ λέγει, Τὶ ἥμαρτον εἰς ὑμᾶς, ἀλλ’, εἰς τοὺς πατέρας ὑμῶν. Ἀλλ’ οὐδὲ τοῦτο, φησίν, ἔχετε εἰπεῖν, ὅτι πατρικὴν εἰς ἐμὲ τηρεῖτε ἔχθραν· οὐδὲ γὰρ τοὺς προγόνους ὑμῶν ἐγκαλέσαι ποτὲ ἀφῆκα τῇ ἐμὴ προνοίᾳ, ἐν μικρῷ ἢ μεγάλῳ παριδὼν αὐτούς. Καὶ οὐκ εἶπεν ἁπλῶς, Τὶ ἔσχον οἱ πατέρες ὑμῶν, ἀλλά, «Τὶ εὗρον»; Πολλὰ ζητήσαντες, πολλὰ περιελθόντες, ἐν τοσούτοις ἔτεσιν ὑπὸ τὴν ἐμὴν ἀρχὴν γενόμενοι, οὐδὲν εὗρον ἐν ἐμοὶ πλημμέλημα. Διὰ δὴ ταῦτα πάντα συνεχῶς πρὸς αὐτὸν καταφεύγωμεν, καὶ ἐν πάσῃ ἀθυμίᾳ ζητῶμεν τὴν παραμυθίαν αὐτοῦ, ἐν πάσῃ συμφορᾷ τὴν αὐτοῦ λύσιν, τὸν αὐτοῦ ἔλεον, ἐν παντὶ πειρασμῷ τὴν αὐτοῦ βοήθειαν· οἷον γὰρ ἐὰν ᾖ δεινόν, οἷον ἐὰν ᾖ μέγεθος συμφοράς, πάντα καὶ λῦσαι καὶ παραγαγεῖν δύναται· οὐ μόνον δέ, ἀλλὰ καὶ πᾶσαν ἀσφάλειαν καὶ δύναμιν καὶ δόξαν ἀγαθήν, καὶ ὑγίειαν σώματος, καὶ φιλοσοφίαν ψυχῆς, καὶ ἐλπίδας χρηστάς, καὶ τὸ μὴ ταχέως ἁμαρτάνειν, ἡ ἀγαθότης αὐτοῦ παρέξει ἡμῖν. Μὴ οὖν κατὰ τοὺς ἀγνώμονας δούλους γογγύζωμεν, μηδὲ τοῦ Δεσπότου κατηγορήσωμεν, ἀλλ’ ἐν πᾶσιν εὐχαριστῶμεν, καὶ ἓν μόνον δεινὸν εἶναι νομίζωμεν, τὸ εἰς αὐτὸν ἐξαμαρτάνειν. Καὶ ἐὰν οὕτω πρὸς τὸν Θεὸν διατεθῶμεν, οὐ νόσος, οὐ πενία, οὐκ ἀτιμία, οὐκ ἀφορία καρπῶν, οὐκ ἄλλο οὐδὲν τῶν δοκούντων εἶναι λυπηρῶν διαδέξεται ἡμᾶς, ἀλλὰ καθαρὴν ἡδονὴν καὶ ἁγνὴν καρπούμενοι διαπαντός, καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτευξόμεθα, διὰ τῆς χάριτος καὶ φιλανθρωπίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: ΟΜΙΛΙΑ Ε’. Περὶ νηστείας καὶ εἰς τὸ προφήτην Ἰωνᾶν, καὶ Δανιήλ, καὶ τοὺς τρεῖς παῖδας. Ἐλέχθη δὲ εἰς τὴν εἴσοδον τῶν ἁγίων νηστειῶν
Προηγούμενο: ΟΜΙΛΙΑ Γ’. Περὶ ἐλεημοσύνης, καὶ εἰς τὰς δέκα παρθένους
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 49
Ἀρχικὴ Σελίδα: Τέρτιος