Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 49

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΟΜΙΛΙΑ Ζ’. Λόγος περὶ μετανοίας καὶ κατανύξεως, καὶ ὅτι ταχὺς ὁ Θεὸς εἰς σωτηρίαν καὶ βραδὺς εἰς τιμωρίαν· ἐν ᾧ καὶ περὶ τῆς Ραὰθ παράδοξος ἱστορία.
Προηγούμενο: ΟΜΙΛΙΑ Ε’. Περὶ νηστείας καὶ εἰς τὸ προφήτην Ἰωνᾶν, καὶ Δανιήλ, καὶ τοὺς τρεῖς παῖδας. Ἐλέχθη δὲ εἰς τὴν εἴσοδον τῶν ἁγίων νηστειῶν
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 49

ΟΜΙΛΙΑ Ϛ’. Λεχθεῖσα περὶ νηστείας τῇ ἕκτῃ ἑβδομάδα τῆς ἁγίας τεσσαρακοστῆς

α’. Ὡς τερπνὰ τῆς πνευματικῆς ταύτης ἡμῖν θαλάσσης τὰ κύματα, καὶ αὐτῶν τῶν ἐν τῷ πελάγει τερπνότερα. Ἐκεῖνα μὲν γὰρ ἀνέμων ἀταξία, ταῦτα δὲ ἀκροάσεως ἐπιθυμία διανίστησι· κἀκεῖνα μὲν κορυφούμενα πολλὴν τῷ κυβερνήτῃ τὴν ἀγωνίαν παρέχει, ταῦτα δὲ φαινόμενα πολλὴν τῷ λέγοντι τὴν παῤῥησίαν ἐντίθησι. Τὰ μὲν γὰρ ἐστι χειμαζομένης θαλάσσης τεκμήρια, ταῦτα δὲ ψυχῆς εὐφραινομένης σημεῖα· κἀκεῖνα μὲν ταῖς πέτραις προσαραττόμενα ἄσημον τὸν ἦχον ἀφίησι, ταῦτα δὲ τῷ λόγῳ τῆς διδασκαλίας προσρηγνύμενα προσηνῆ τὴν φωνὴν ἀφίησιν. Οὕτω καὶ ζεφύρου πνοαὶ ὅταν ἐμπέσωσιν εἰς λήϊα, καὶ τὰς κεφαλὰς τῶν ἀσταχύων ἐπικλίνωσι καὶ διανιστῶσι, τὰ κύματα τῆς θαλάσσης ἐπὶ τῆς χέρσου μιμοῦνται. Ἀλλὰ καὶ ἐκείνων τῶν ληίων ταῦτα τερπνότερα· οὐ γὰρ ζεφύρου πνοαί, ἀλλὰ Πνεύματος χάρις τὰς ἡμετέρας διανέστησε ψυχὰς καὶ ἐθέρμανε, καὶ τὸ πῦρ ἐκεῖνο, ὃ πάλαι ὁ Χριστὸς ἔλεγεν, ὅτι «Πῦρ ἦλθον βαλεῖν εἰς τὴν γῆν, καὶ τὶ θέλω, εἰ ἤδη ἀνήφθη»; Τοῦτο ὅρῳ καταβεβλημένον καὶ καιόμενον ἐν ταῖς ὑμετέραις ψυχαῖς. Ἐπεὶ οὖν τοσαύτας ὑμῖν λαμπάδας ὁ τοῦ Χριστοῦ φόβος ἀνῆψε, φέρε ἐντεῦθεν τὸ τῆς διδασκαλίας ἔλαιον ἐπιστάξωμεν, ὥστε διαρκέστερον ἡμῖν γενέσθαι τὸ φῶς.

Ὁ γὰρ καιρὸς τῆς νηστείας ἡμῖν λοιπὸν πρὸς τὸ τέλος ἐπείγεται· εἰς γὰρ τὰ μέσα τῶν σταδίων φθάσαντες πρὸς τὸ τέλος λοιπὸν ἀπηντήκαμεν. Ὥσπερ γὰρ ὁ ἀρχόμενος ἐμέσασεν, οὕτως ὁ πρὸς μέσον ἐλθὼν τοῦ τέλους ἐπείληπται. Ὁ μὲν οὖν καιρὸς πρὸς τὸ τέλος ἐπείγεται, καὶ πρὸς τὸν λιμένα βλέπει τὸ σκάφος λοιπόν, ἀλλὰ τὸ ζητούμενον οὐ πρὸς τὸν λιμένα ἐλθεῖν, ἀλλὰ μὴ κενὸν τῆς ἐμπορίας ἑλκύσαι τὸ σκάφος. Δέομαι πάντων ὑμῶν καὶ ἀντιβολῶ, εἰς τὸ συνειδὸς ἕκαστος αὐτοῦ ἀναλογιζέσθω τὴν ἀπὸ τῆς νηστείας πραγματείαν, κἂν μὲν εὕρῃ κέρδος πολὺ γεγενημένον, προστιθέτω τῇ πραγματείᾳ· ἂν δὲ μηδὲν ᾖ συνειλεγμένον, τῷ λειπομένῳ τοῦ χρόνου κεχρήσθω πρὸς τὴν ἐμπορίαν. Ἕως ἕστηκεν ἡ πανήγυρις, μέγα πραγματευσάμενοι κέρδος ἀναχωρήσωμεν, ἵνα μὴ κεναῖς ἀναχωρήσωμεν χερσίν, ἵνα μὴ πόνον ὑπομείναντες νηστείας, μισθὸν νηστείας ἀπολέσωμεν. Ἔστι γὰρ καὶ πόνον ὑπομεῖναι νηστείας, καὶ μισὸν μὴ λαβεῖν· πῶς; Ὅταν βρωμάτων μὲν ἀπεχώμεθα, ἁμαρτημάτων δὲ μὴ ἀπεχώμεθα· ὅταν κρέα μὲν μὴ ἐσθίωμεν, κατεσθίωμεν δὲ τὰς τῶν πενήτων οἰκίας· ὅταν οἴνῳ μὲν μὴ μεθύωμεν, μεθύωμεν δὲ ἐπιθυμίᾳ πονηρᾷ· ὅταν πᾶσαν τὴν ἡμέραν ἄσιτοι διατελῶμεν, πᾶσαν δὲ διημερεύωμεν ἐν ἀκολάστοις θεάμασιν. Ἰδοὺ καὶ πόνος νηστείας, καὶ μισθὸς νηστείας οὐδαμοῦ, ὅταν εἰς τὰ θέατρα τῆς παρανομίας ἀναβαίνωμεν. Οὐ πρὸς ὑμᾶς ὁ λόγος· οἶδα γὰρ ὅτι καθαροὶ τῆς κατηγορίας ἐστέ, ἀλλ’ ἔθος τοῖς ὀδυνωμένοις, ὅταν τοὺς αἰτίους μὴ λάβωσιν, εἰς τοὺς παρόντας ἀφιέναι τὴν ὀργήν. Ποῖον κέρδος νηστεύοντας εἰς τὰ θέατρα παρανομίας ἀναβαίνειν, εἰς τὸ κοινὸν τῆς ἀσελγείας διδασκαλεῖον εἰσιέναι, εἰς τὸ δημόσιον τῆς ἀκολασίας γυμνάσιον, ἐπὶ τὴν καθέδραν καθέζεσθαι τῶν λοιμῶν; Καὶ γὰρ καὶ καθέδραν λοιμοῦ, καὶ ἀκολασίας γυμνάσιον, καὶ διδασκαλεῖον ἀσελγείας, καὶ πάντα τὰ αἴσχιστα τὴν ὀρχήστραν τις προσειπὼν οὐκ ἂν ἁμάρτοι, τὸ πονηρότατον ἐκεῖνο χωρίον καὶ νοσημάτων γέμον παντοδαπῷ, τὴν Βαβυλωνίαν κάμινον. Καθάπερ γὰρ εἰς κάμινόν τινα εἰς τὸ θέατρον τὴν πόλιν ἐμβαλὼν ὁ διάβολος, οὕτω κάτωθεν ὑποκαίει, οὐ κληματίδας ὑποτιθείς, καθάπερ ὁ βάρβαρος τότε ἐκεῖνος, οὐδὲ νάφθαν, οὐδὲ στυππεῖον, οὐδὲ πίσσαν, ἀλλὰ τὰ πολλῷ τούτων χαλεπωτέρα, πορνικὰς ὄψεις, αἰσχρὰ ῥήματα, διακεκλασμένα μέλη, πάσης γέμοντα πονηρίας ἄσματα. Ἐκείνην μὲν οὖν βαρβαρικαὶ τὴν κάμινον χεῖρες ἀνῆψαν, ταύτην δὲ τὴν κάμινον ἀνοητότεροι τῶν βαρβάρων ἅπτουσι λογισμοί· χαλεπωτέρα αὕτη ἐκείνης, ἐπειδὴ καὶ τὸ πῦρ χαλεπώτερον· οὐ γὰρ σωμάτων καίει φύσιν, ἀλλὰ ψυχὴν εὐεξίαν λυμαίνεται· καὶ τὸ χαλεπώτερον, ὅτι οὐδὲ αἰσθάνονται οἱ καιόμενοι· εἰ γὰρ ᾐσθάνοντο, οὐκ ἂν πλατὺν γέλωτα ἐπὶ τοῖς γενομένοις ἠφίεσαν· ὅπερ οὖν ἐστι χαλεπώτατον, ὅταν τις νοσῶν μηδὲ αὐτὸ τοῦτο οἶδεν ὅτι νοσεῖ, καὶ καιόμενος ἀθλίως καὶ ταλαιπώρως, οὐκ αἰσθάνεται τῶν ἐμπρησμῶν. Τὶ τὸ ὄφελος τῆς νηστείας, ὅταν τὸ μὲν σῶμα κωλύσῃς τῆς νενομισμένης τροφῆς, τῇ δὲ ψυχῇ προσάγῃς τὴν παράνομον τροφήν; Ὅταν διημερεύσῃς ἐκεῖ καθήμενος, βλέπων τὴν κοινὴν φύσιν ἀσχημονοῦσαν καὶ παραδειγματιζομένην γυναῖκας πορνευομένας, μοιχείας ὑποκρινομένους ἐκεῖ τοὺς τὰ ἑκάστης οἰκίας κακὰ συλλέγοντας; Καὶ γὰρ καὶ πορνείας καὶ μοιχείας ἔστιν ἰδεῖν, καὶ βλασφημίας ἀκοῦσαι, ἵνα καὶ δι’ ὀφθαλμῶν καὶ δι’ ἀκοῆς ἡ νόσος ἐπεισίῃ τῇ ψυχῇ· μιμοῦνται τὰς ἀλλοτρίας συμφοράς, ὅθεν αὐτοῖς καὶ τὸ ὄνομα τῆς αἰσχύνης ἐπίκειται. Τὶ οὖν τὸ κέρδος τῆς νηστείας, τοιαῦτα τῆς ψυχῆς σιτουμένης; Ποίοις ὀφθαλμοῖς ὄψει τὴν γυναῖκα ἀπὸ τῶν θεαμάτων ἐκείνων; Ποίοις ὄμμασιν ὄψει τὸν υἱόν, ποίοις τὸν οἰκέτην, ποίοις τὸν φίλον; Ἀνάγκη γὰρ λεγόταν τὰ ἐκεῖ γινόμενα ἀσχημονεῖν, ἢ σιγᾷν καὶ καταδύεσθαι ἐρυθριῶντα. Ἀλλ’ οὐκ ἐντεῦθεν οὕτως ἀναχωρεῖς, ἀλλ’ ἕξεις ἐν τῇ οἰκίᾳ μετὰ πολλῆς τῆς παῤῥησίας πάντα τὰ λέγομεν διηγεῖσθαι, προφητικὰς φωνάς, ἀποστολικὰ δόγματα, νόμους δεσποτικούς, ἅπασαν τῆς ἀρετῆς παρατιθέναι τὴν τράπεζαν, καὶ γυναῖκα σωφρονεστέραν ποιεῖς τοῖς ἐντεῦθεν διηγήμασιν, καὶ υἱὸν συνετώτερον ἐργάζῃ, καὶ οἰκέτην εὐνούστερον, καὶ φίλον φιλικώτερον, καὶ τὸν ἐχθρὸν δὲ αὐτὸν πείθεις καταλῦσαι τὴν ἔχθραν.

β’. Ὁρᾷς ὡς ταῦτα μὲν πανταχοῦ σωτηρία τὸ δόγματα ἐκεῖνα δὲ ἄχρηστα πανταχοῦ τὰ ἀκούσματα; Τὶ τοίνυν ὄφελος νηστείας, εἰπὲ μοι, ὅταν τῷ σώματι μὲν νηστεύῃς, διὰ δὲ τῶν ὀφθαλμῶν μοιχεύῃς; Μοιχεία γὰρ ἐστιν οὐ συμπλοκὴ μόνον, οὐδὲ ὁμιλία σώματος, ἀλλὰ καὶ ὄψις ἀκόλαστος· τὶ τὸ ὄφελος ὅταν ἐνταῦθα παραγίνῃ κἀκεῖ; Ἐγὼ παιδεύω, ἐκεῖνος διαφθείρει· ἐγὼ φάρμακα ἐπάγω τῇ νόσῳ, ἐκεῖνος προστίθησιν ὑπόθεσιν τῇ νόσῳ· ἐγὼ σβεννύω τὴν φλόγα τῆς φύσεως, ἐκεῖνος ἀνάπτει τὴν φλόγα τῆς ἐπιθυμίας. Τὶ τὸ ὄφελος, εἰπὲ μοι; «Εἷς οἰκοδομῶν καὶ εἷς καθαιρῶν· τὶ ὠφέλησαν πλέον ἢ κόπους»; Μὴ τοίνυν ἐνταῦθα καὶ ἐκεῖ, ἀλλ’ ἐνταῦθα μόνον διατρίβωμεν, ἵνα χρησίμως ἐνταῦθα, ἵνα μὴ μάτην ἐνταῦθα, ἵνα μὴ εἰκῆ, μηδὲ ἐπὶ κατακρίσει· «Εἷς οἰκοδομῶν καὶ εἷς καθαιρῶν· τὶ ὠφέλησαν πλέον ἢ κόπους»; Καίτοι γε εἰ καὶ πολλοὶ οἱ οἰκοδομοῦντες εἶεν, εἷς δὲ ὁ καθαίρων, νικᾷ τὴν πολυχειρίαν τῶν οἰκοδομούντων ἡ εὐκολία τῆς καταστροφῆς. Μεγάλη ὄντως αἰσχύνη καὶ νεάζοντας καὶ γεγηρακότας ἐπὶ τὴν τοιαύτην τρέχειν σπουδήν. Ἀλλ’ εἴθε μέχρις αἰσχύνης ἦν τὸ κακόν· καίτοι γε οὐδὲ τοῦτο φορητὸν ἀνδρὶ ἐλευθέρῳ, ἀλλ’ ἐσχάτη ζημία τῷ νοῦν ἔχοντι καὶ κατάγνωσις καὶ αἰσχύνη· ἀλλ’ οὐ μέχρι τῆς αἰσχύνης τὸ ἐπιτίμιον, ἀλλὰ καὶ κόλασις ἐπίκειται μεγάλη καὶ τιμωρίᾳ. Ἀνάγκη γὰρ τοὺς ἐκεῖ καθημένους μοιχείας ἁμαρτίᾳ ἅπαντας ἁλίσκεσθαι, οὐκ ἐπειδὴ συμπλέκονται ταῖς ἐκεῖ γυναιξίν, ἀλλ’ ἐπειδὴ ἀκολάστοις βλέπουσιν αὐτὰς ὀφθαλμοῖς. Ὅτι γὰρ καὶ τούτους ἀνάγκη μοιχείᾳ ἁλίσκεσθαι, οὐκ ἐμὸν ὑμῖν ἐρῶ λόγον, ἵνα μὴ καταφρονήσετε, ἀλλὰ θεῖον ὑμῖν ἀναγνώσομαι νόμον· ἐνταῦθα γὰρ οὐκέτι καταφρονεῖν δυνατόν. Τὶ οὖν ὁ θεῖος νόμος φησίν; «Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ μοιχεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ ἐμβλέψας γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ». Εἶδες ἀπηρτισμένον τὸν μοιχόν; Εἶδες πεπληρωμένην τὴν ἁμαρτίαν; Καὶ τὸ χαλεπώτερον, τὸν μοιχὸν μοιχείας ἁλόντα οὐκ ἀνθρωπίνῳ, ἀλλ’ ἐν θείῳ δικαστηρίῳ τῆς μοιχείας γινόμενον ὑπεύθυνον, ἔνθα ἀθάνατα τὰ τῶν τιμωριῶν. «Πᾶς ὁ ἐμβλέψας γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ». Οὐ τὸ νόσημα, ἀλλὰ καὶ τὴν ῥίζαν ἀναιρεῖ τοῦ νοσήματος· ῥίζα γὰρ μοιχείας ἐπιθυμία ἀκόλαστος· διὸ οὐ μοιχείαν κολάζει μόνον, ἀλλὰ καὶ ἐπιθυμίαν, τὴν τῆς μοιχείας μητέρα. Οὕτω καὶ οἱ ἰατροὶ ποιοῦσιν· οὐ πρὸς τὰ νοσήματα ἵστανται μόνον, ἀλλὰ καὶ πρὸς τὰς αἰτίας αὐτάς· κἂν ἴδωσιν ὀφθαλμοὺς νοσοῦντας, τὸ πονηρὸν ῥεῦμα ἄνωθεν ἀπὸ τῶν κροτάφων ἀναστέλλουσιν· οὕτω καὶ ὁ Χριστὸς ποιεῖ. Ὀφθαλμία χαλεπὴ μοιχεία τῶν ὀφθαλμῶν ἐστι τὸ νόσημα, οὐ τῶν τοῦ σώματος, ἀλλὰ πρότερον τῶν τῆς ψυχῆς· διὰ τοῦτο ἐκεῖθεν ἀνέστειλε τὸ ῥεῦμα τῆς ἀκολασίας, τῷ φόβῳ τοῦ νόμου· διὰ τοῦτο οὐχὶ μοιχείαν μόνον ἐκόλασεν, ἀλλὰ καὶ ἐπιθυμίαν ἐτιμωρήσατο. «Ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ· αὐτοῦ»· τῆς δὲ καρδίας διεφθαρμένης, τὶ λοιπὸν ὄφελος τοῦ λοιποῦ σώματος; Ὥσπερ γὰρ ἐπὶ φυτῶν καὶ ξύλων, ὅταν ἴδωμεν τὴν καρδίαν διαβρωθεῖσαν, τὸ λοιπὸν ἀποδοκιμάζομεν μέρος· οὕτω καὶ ἐπὶ τοῦ ἀνθρώπου ὅταν ἐκείνῃ ἀπόληται, εἰκῆ λοιπὸν ἡ τοῦ σώματος ὑγίεια. Ὁ ἡνίοχος ἀπόλωλε, διέφθαρται καὶ καταβέβληται, μάτην τρέχουσιν οἱ ἵπποι λοιπόν· ἐπίπονος ὁ νόμος καὶ πολὺ τὸ φορτικὸν ἔχει, ὥσπερ οὖν καὶ μέγαν ἔχει τὸν στέφανον. Τοιαῦτα γὰρ τὰ ἐπίπονα, μεγάλας ἔχει τὰς ἀμοιβάς. Σὺ δὲ μὴ τῷ πόνῳ πρόσεχε, ἀλλὰ τὴν ἀμοιβὴν ἐννόει· οὕτω γὰρ καὶ ἐπὶ τῶν βιωτικῶν γίνεται πραγμάτων. Ἂν μὲν γὰρ τὸν πόνον ἴδῃς τῶν κατορθωμάτων, βαρὺ καὶ φορτικόν· ἂν δὲ τὴν ἀμοιβὴν ἴδῃς, κοῦφον καὶ ῥᾷστον τὸ προκείμενον. Οὕτω καὶ κυβερνήτης ἂν τὰ κύματα βλέπῃ μόνον, οὐδέποτε ἐξέλκει τοῦ λιμένος τὸ σκάφος, ἀλλὰ πρὸ τῶν κυμάτων τὴν ἐμπορίαν ὁρῶν, οὕτω καὶ ἀπλέτου κατατολμᾶ πελάγους. Οὕτω καὶ στρατιώτης ἂν τὰ τραύματα βλέπῃ, καὶ τὰς σφαγάς, οὐδέποτε ἐνδύσεται θώρακα· ἂν δὲ πρὸ τῶν τραυμάτων τὰ τρόπαια σκοπῇ καὶ τὰς νίκας, ὥσπερ εἰς λειμῶνα δραμεῖται τὴν παράταξιν. Τὰ γὰρ φύσει βαρέα, οὕτω κοῦφα γίνεται, ὅταν μὴ τοὺς πόνους λογιζώμεθα, ἀλλὰ καὶ τὰς ἀμοιβὰς αὐτῶν σκοπῶμεν. Βούλει μαθεῖν πῶς τὰ φύσει βαρέα κούφα γίνεται; Ἄκουσον τοῦ Παύλου λέγοντος· «Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως, καθ’ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης ἡμῖν κατεργάζεται». Αἴνιγμα τὸ εἰρημένον ἐστίν· εἰ θλίψεως, πῶς ἐλαφρόν; Εἰ ἐλαφρόν, πῶς τῆς θλίψεως; Ταῦτα γὰρ ἐναντία. Ἀλλ’ ἔλυσε τὸ αἴνιγμα τῇ ἐπαγωγὴ δείξας ἐλαφρόν· πῶς; «Μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα». Ἔθηκε τὸν στέφανον, καὶ κοῦφον ἐποίησε τὸν ἀγῶνα· ἔδειξε τὸ βραβεῖον, καὶ παρεμυθήσατο τοὺς ἱδρῶτας. Καὶ σὺ τοίνυν ὅταν ἴδῃς γυναῖκα λάμπουσαν ἀπὸ τῆς ὄψεως, φαιδρὰν ἀπὸ τῆς στολῆς, ἴδῃς ἐπιθυμίαν γαργαλίζουσαν, ἴδῃς τὴν ψυχὴν ἐπιθυμοῦσαν τῆς θεωρίας· ἀνάβλεψον πρὸς τὸν ἄνω σοι κείμενον στέφανον, ἵνα παραδράμῃς τὴν τοιαύτην ὄψιν. Εἶδε συνδούλην; Ἐννόησον τὸν Δεσπότην, καὶ πάντως καταπαύσεις τὸ νόσημα. Εἰ γὰρ παιδία παιδαγωγῷ ἀκολουθοῦντα οὐ περιστρέφονται, οὐ κεχήνασιν, οὐκ ἐπτόηνται, πολλῷ μᾶλλον σὺ τὸν Χριστὸν ἂν ἴδῃς τοῖς λογισμοῖς παρόντα, οὐδὲν πείσῃ τοιοῦτον. «Ὁ ἐμβλέψας γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ». Ἡδέως καὶ συνεχέστερον ἀναγινώσκω τοῦ νόμου τὰ γράμματα· εἴθε καὶ διὰ πάσης τῆς ἡμέρας ἦν τοῦτο λέγειν πρὸς ὑμᾶς, μᾶλλον δὲ οὐχὶ πρὸς ὑμᾶς, ἀλλὰ πρὸς τοὺς ὑπευθύνους τοῖς ἁμαρτήμασιν ὄντας· μᾶλλον δὲ καὶ πρὸς ὑμᾶς· καὶ γὰρ ὑμεῖς ἀσφαλέστεροι ἔσεσθε, οἱ δὲ ἐν τῇ νόσῳ ὄντες ταχέως πρὸς τὴν ὑγίειαν ἐπανήξουσιν. «Ὁ ἐμβλέψας γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν ἡ καρδίᾳ αὐτοῦ».

γ’. Ἀρκεῖ πᾶσαν τῆς ἁμαρτίας τὴν σηπεδόνα καθαραὶ ψιλὰ ἀναγνωσθέντα τὰ ῥήματα. Ἀλλὰ σύγγνωτε τραύματα καθαίρομεν, τὸν δὲ τραύματα καθαίροντα, ἀνάγκη καὶ πικρὰ ἐπιτιθέναι φάρμακα· ὅσῳπερ ἂν ἐνέγκητε τὰ ῥήματα, τοσοῦτον μᾶλλον ἐκκαθαίρεται ὁ ἰός. Ὥσπερ γὰρ τοῦ πυρὸς ἡ φύσις, ὅσῳπερ ἂν ἐπιπλέον ὁμιλήσῃ τῇ τοῦ χρυσοῦ φύσει, τοσοῦτον μᾶλλον δαπανᾷ τὸν ἰόν· οὕτω καὶ τῶν ῥημάτων τούτων ὁ φόβος, ὅσῳπερ ἂν ἐνηχηθῇ τῇ ὑμετέρᾳ διανοίᾳ, τοσούτῳ μᾶλλον ἅπασαν ἐκκαθαριεῖ τῆς ἀκολασίας τὴν ἁμαρτίαν. Πυρώσωμεν αὐτὴν ὧδε τῷ λόγῳ τῆς διδασκαλίας, ἵνα μὴ ἀναγκασθῶμεν αὐτὴν ἐκεῖ πυρῶσαι τῷ πυρὶ τῆς γεέννης. Τὴν μὲν γὰρ ἐντεῦθεν ἀπελθοῦσαν καθαρὰν οὐδὲν ἐκεῖνο βλάψει τὸ πῦρ· τὴν δὲ μετὰ ἁμαρτημάτων ἀπελθοῦσαν ἐντεῦθεν ἐκεῖνο δέξεται τὸ πῦρ. «Ἑκάστου γάρ, φησὶ τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει». Δοκιμάσωμεν ἑαυτοὺς νῦν χωρὶς ὀδύνης, ἵνα μὴ δοκιμασθῶμεν τότε μετὰ ὀδύνης. Ὅσα ἂν εἴπῃς, φησίν, ἐπίπονος ὁ νόμος. Τὶ οὖν; Ἀδύνατα ἡμῖν ὁ Θεὸς προστάττει; Οὒ φημι· ἐπιστομίζου, μὴ κατηγόρει τοῦ Δεσπότου· οὐ γὰρ σεῖν ἀπολογίας τρόπος, ἀλλὰ ἁμαρτίας προσθήκῃ τῆς προτέρας χαλεπωτέρα. Ὅτι δὲ τοῖς πολλοῖς τῶν ἁμαρτανόντων ἔθος ἐπὶ τὸν Δεσπότην ἀφίειν τὰ ἐγκλήματα, ἄκουσον. Προσῆλθεν ἐκεῖνος ὁ τὰ πέντε τάλαντα πιστευθείς, καὶ προσήνεγκεν ἀλλὰ πέντε· προσῆλθεν ὁ τὰ δύο τάλαντα πιστευθείς, καὶ προσήνεγκεν ἀλλὰ δύο· προσῆλθεν ὁ τὸ τάλαντον πιστευθείς, καὶ ἐπειδὴ ἄλλο τάλαντον προσενεγκεῖν οὐκ εἶχεν, ἀντὶ ταλάντου κατηγορίαν προσήνεγκε. Πῶς φησιν; «Ἔγνων σε ὅτι σκληρὸς εἶ». Ὣ ἀγνωμοσύνης οἰκέτου· οὐκ ἀρκεῖται τῇ ἁμαρτίᾳ, ἀλλὰ καὶ κατηγορίαν εἰσάγει κατὰ τοῦ δεσπότου· «Θερίζων ὅπου οὐκ ἔσπειρας, καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας». Οὕτω καὶ ἐν τῷ παρόντι βίῳ ὅσοι μηδὲν ἐργάζονται ἀγαθόν, προσθήκην τῶν κακῶν ἑαυτῶν ποιοῦνται τὴν κατηγορίαν τοῦ Δεσπότου.

Μὴ τοίνυν κατηγορεῖ τοῦ Δεσπότου· οὐκ ἐπέταξεν ἀδύνατα. Βούλει μαθεῖν ὅτι οὐκ ἐπέταξεν ἀδύνατα; Πολλὰ τὰ προστάγματα ὑπερβαίνουσιν, οὐκ ἂν δέ, εἰ ἀδύνατα ἦν, ὑπερέβησαν ἐξ οἰκείας προαιρέσεως. Παρθενίαν οὐκ ἐπέταξεν, καὶ κατορθοῦσι πολλοί· ἀκτημοσύνην οὐκ ἐπέταξε, καὶ πολλοὶ τὰ ἑαυτῶν ῥίπτουσι, διὰ τῶν ἔργων μαρτυροῦντες πολλὴν εὐκολίαν τοῖς τῆς ἐπιταγῆς νόμοις· οὐ γὰρ ἂν ὑπερέβησαν αὐτά, εἰ μὴ αὐτὰ ἐπιταγέντα εὔκολα ἦν. Οὐκ ἐπέταξε παρθενίαν· ὁ μὲν γὰρ ἐπιτάξας παρθενίαν ὑπὸ τὴν ἀνάγκην ἄγει τοῦ νόμου καὶ τὸν μὴ βουλόμενον· ὁ δὲ παραινέσας κύριον ἀφίησι τῆς αἱρέσεως τὸν ἀκροατήν. Διὰ τοῦτο καὶ ὁ Παῦλός φησι, «Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι». Ὁρᾷς οὐκ ἐπιταγήν, ἀλλὰ συμβουλήν; Ὁρᾷς οὐ πρόσταγμα, ἀλλὰ παραίνεσιν; Πολὺ δὲ τὸ μέσον τὸ μὲν γὰρ ἀνάγκης ἐστίν, τὸ δὲ προαιρέσεως. Οὐκ ἐπιτάσσω φησίν, ἵνα μὴ βαρήσω· παραινῶ καὶ συμβουλεύω, ἵνα ἐναγάγω. Οὕτω καὶ ὁ Χριστὸς οὐκ εἶπε, Πάντες δὲ παρθενεύετε· εἰ μὲν γὰρ ἐπέταξε παρθενεύειν ἅπαντας καὶ νόμον ἐποίησε τὸ πρόσταγμα, οὔτε κατορθώσας ἂν πολλῆς ἀπέλαυσε τιμῆς ὅσης νῦν, καὶ ὁ παρακούσας τὴν ἐσχάτην ἂν ἔδωκε δίκην. Εἶδες πῶς ἡμῶν ὁ νομοθέτης φείδεται; Πῶς κήδεται τῆς ἡμετέρας σωτηρίας; Μὴ γὰρ οὐκ ἐδύνατο καὶ τοῦτο ἐπίταγμα ποιῆσαι, καὶ εἰπεῖν ὅτι Οἱ μὲν παρθενεύοντες τιμάσθωσαν, οἱ δὲ μὴ παρθενεύοντες κολαζέσθωσαν; Ἀλλ’ ἐβάρει τὴν φύσιν· φείδεται τῆς φύσεως τῆς ἡμετέρας. Ἀφῆκεν ἔξω τῶν σταδίων, ἀφῆκε ἀνωτέρω τῶν ἀγώνων τὴν παρθενίαν, ἵνα καὶ οἱ κατορθοῦντες τὴν οἰκείαν μεγαλοψυχίαν ἐπιδείξωνται, καὶ οἱ μὴ κατορθοῦντες τῆς συγγνώμης ἀπολαύσωσι τοῦ Δεσπότου. Οὕτω καὶ περὶ τῆς ἀκτημοσύνης οὐκ ἐποίησε τὸ πρᾶγμα ἐπίταγμα. Οὐ γὰρ ἁπλῶς εἶπε, «Πώλησόν σου τὰ ὑπάρχοντα», ἀλλ’, «Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα». Ἐν τῇ βουλῇ κείσθω τῇ σῇ, κύριος ἕσο τῆς γνώμης· οὐκ ἀναγκάζων, οὐδὲ βαρῶ, ἀλλὰ κατορθώσαντα μὲν στεφανῶ, μὴ κατορθώσαντα δὲ οὐ κολάζω. Τὰ μὲν γὰρ ἐξ ἐπιταγῆς γινόμενα καὶ ἐξ ὀφειλῆς, οὐ τοσοῦτον ἔχει μισθόν· τὰ δὲ ἐκ προαιρέσεως καὶ ἐξ οἰκείας φιλοτιμίας λαμπροὺς ἔχει τοὺς στεφάνους. Καὶ τούτων Παῦλον παράγω μάρτυρα· «Ἐὰν εὐαγγελίζωμαι, φησίν, οὐκ ἔστι μοι καύχημα». Διὰ τί; «Ἀνάγκη γὰρ μοι ἐπίκειται. Οὐαὶ δὲ μοὶ ἐστιν, ἐὰν μὴ εὐαγγελίζωμαι»· ὁρᾷς, ἐν τοῖς νόμοις ὁ μὲν κατορθώσας οὐκ ἔχει πολὺν μισθόν· ἀνάγκη γὰρ ἐστιν· ὁ δὲ μὴ κατορθώσας ὑπεύθυνός ἐστι τῇ κολάσει καὶ τῇ τιμωρίᾳ. «Οὐαὶ γὰρ μοι, φησίν, ἐὰν μὴ εὐαγγελίζωμαι». Ἐπὶ δὲ τῶν ἄλλων οὐχ οὕτως, ἐπὶ τῶν ἐκ προαιρέσεως, ἀλλὰ τί; «Τὶς οὖν μοὶ ἐστιν ὁ μισθός; Ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ Εὐαγγέλιον τοῦ Θεοῦ, εἰς τὸ μὴ καταχρήσασθαι τῇ ἐξουσίᾳ μου». Ἐκεῖ νόμος ἦν, διὰ τοῦτο μισθὸν οὐκ εἶχε πολύν· τοῦτο δὲ προαιρέσεως ἦν, διὸ πολὺν ἔσχε μισθόν.

δ’. Ταῦτά μοι πάντα οὐχ ἁπλῶς εἴρηται, ἀλλὰ διὰ τὸν νόμον τὸν θεῖον, ἵνα δείξω οὐκ ὄντα βαρύν, οὐκ ὄντα φορτικόν, οὐκ ὄντα ἐπίπονον οὐδὲ ἀδύνατον. Φέρε δὴ καὶ ἀπ’ αὐτῶν τῶν τοῦ Χριστοῦ ῥημάτων αὐτὸ τοῦτο φανερὸν ποιήσωμεν. «Ὁ ἐμβλέψας γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ». Συνεῖδε καὶ ὁ Χριστὸς αὐτοῦ τοῦτο, ὅτι μέλλουσι πολλοὶ τοῦ νόμου κατηγορεῖν τὴν δυσκολίαν διὰ τοῦτο αὐτὸν οὐ γυμνὸν εἰσήνεγκεν, οὐδὲ ψιλόν, οὐδὲ καθ’ ἑαυτόν, ἀλλὰ καὶ τοῦ παλαιοῦ ἀναμιμνῄσκει νόμου, ἀπὸ τῆς συγκρίσεως καὶ τὴν εὐκολίαν καὶ τὴν αὐτοῦ φιλανθρωπίαν ἐνδεικνύμενος. Πῶς δέ, προσέχετε, Οὐκ εἶπε γὰρ ἁπλῶς, «Ὁ ἐμβλέψας γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ» (ἐνταῦθα προσέχετε μετὰ ἀκριβείας)· ἀλλὰ πρότερον ἀνέμνησε τοῦ παλαιοῦ νόμου οὕτω λέγων· «Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ μοιχεύσεις· ἐγὼ δὲ λέγω ὑμᾶς, πᾶς ὁ ἐμβλέψας γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ». Εἶδε τοὺς δύο νόμους, τὸν παλαιὸν καὶ τὸν καινόν, ὃν ἔθηκεν Μωϋσῆς, καὶ ὃν εἰσάγει αὐτός; Μᾶλλον δὲ καὶ τοῦτο αὐτὸς ἔθηκε· καὶ γὰρ διὰ Μωϋσέως αὐτὸς ἐλάλησε. Καὶ πόθεν δῆλον ὅτι κἀκεῖνον αὐτὸς ἔθηκεν; Οὐκ ἀπὸ Ἰωάννου, οὐδὲ ἀπὸ τῶν ἀποστόλων τὴν μαρτυρίαν παρέξομαι· πρὸς γὰρ Ἰουδαίους μοι νῦν ὁ ἀγών· ἀλλ’ ἀπὸ τῶν προφητῶν οἷς δοκοῦσι πιστεύειν, ἀπ’ αὐτῶν ἀποδείξω, ὅτι καὶ Παλαιὰ καὶ Καινὴ νομοθέτην ἕνα ἔχει. Τὶ οὖν ὁ Ἱερεμίας φήσῃ; «Διαθήσομαι ὑμῖν διαθήκην καινήν». Εἶδες καὶ τῆς Καινῆς τὸ ὄνομα ἐν τῇ Παλαιᾷ; Εἶδες καὶ τὴν προσηγορίαν πρὸ τοσούτων διαλάμπουσαν χρόνων; «Διαθήσομαι ὑμῖν διαθήκην καινήν». Ἀλλὰ πόθεν δῆλον ὅτι καὶ τὴν Παλαιὰν αὐτὸς ἔδωκεν; Εἰπὼν ὅτι «Διαθήσομαι ὑμῖν διαθήκην καινήν», ἐπήγαγε, «Οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν ὑμῶν». Ναί· ἀλλ’ οὔπω τὸ πρᾶγμα ἀπεδείξαμεν· δεῖ γὰρ ἅπαντα τὰ ἀντικρούοντα παραγαγεῖν εἰς μέσον καὶ δῆλα ποιεῖν, ἵνα πάντοθεν ὁ λόγος ἡμῖν ἐκκαθαίρηται, καὶ μηδὲ τοῖς ἀναισχυντοῦσι καταλείπηται πρόφασις. «Διαθήσομαι ὑμῖν διαθήκην καινήν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν ὑμῶν». Διέθετο διαθήκην πρὸς τὸν Νῶε, ἡνίκα ὁ κατακλυσμὸς ἐγένετο,βουλόμενος ἡμᾶς ἀπαλλάξαι τῶν φόβων, ἵνα μὴ δὴ κατακλυσμὸν βλέποντες, καὶ ὄμβρον ὁρῶντες ἀεί,καὶ τὴν πανωλεθρίαν ἐκείνην προσδοκῶμεν ἔσεσθαι· διὰ τοῦτο, φησί, «Διαθήσομαι διαθήκην μετὰ σοῦ, καὶ μετὰ πάσης σαρκός». Διέθετο πάλιν πρὸς τὸν Ἀβραὰμ διαθήκην τὴν τῆς περιτομῆς· διέθετο διαθήκην διὰ Μωϋσέως τὴν καὶ πᾶσι γνώριμον. Εἶπεν ὁ Ἱερεμίας· «Διαθήσομαι ὑμῖν διαθήκην καινήν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν ὑμῶν». Εἰπέ, ποίοις πατράσι; Καὶ γὰρ ὁ Νῶε πατὴρ ἦν, καὶ ὁ Ἀβραὰμ πατὴρ ἦν· ποίοις οὖν λέγει πατράσι; Τὸ γὰρ ἀδιόριστον τοῦ προσώπου σύγχυσιν ποιεῖ. Ἐνταῦθα προσέχετε· «Οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσι ὑμῶν». Ἵνα γὰρ μὴ λέγῃς ὅτι τὴν ἐπὶ Νῶε λέγει, ἵνα μὴ λέγῃς ὅτι τὴν ἐπὶ τὸ Ἀβραὰμ λέγει, αὐτοῦ τοῦ χρόνου λοιπὸν τῶν διαθηκῶν ἐμνημόνευσεν οὕτως· εἰπὼν γάρ, ὅτι «Διαθήσομαι ὑμῖν διαθήκην, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν ὑμῶν», ἐπήγαγε καὶ τὸν χρόνον. «Ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ τῆς Αἰγύπτου». Εἶδες ὁ τοῦ καιροῦ διορισμὸς πόσην ἐποίησε τὴν σαφήνειαν; Οὐκέτι λοιπὸν οὐδὲ ἰουδαῖος ἀντιλέγει· ἀναμνήσθητι τοῦ χρόνου, καὶ λάβε τὴν νομοθεσίαν· «Ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν». Διὰ τὶ δὲ καὶ τὸν τρόπον λέγει τῆς ἐξόδου; «Ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ τῆς Αἰγύπτου». Ἵνα πατρικὴν δείξῃ φιλοστοργίαν, οὐχ ὡς δούλους ἐξήγαγεν, ἀλλ’ ὡς παιδίον λαβὼν πατήρ, οὕτως ἀπήλλαξεν, οὐκ ὄπισθεν βαδίζειν κελεύων ὥσπερ οἰκέτην, ἀλλ’ ὡς υἱὸν εὐγενῆ καὶ ἐλεύθερον, τῆς δεξιᾶς λαβόμενος, οὕτως ἐξήγαγεν. Εἶδες δύο διαθηκῶν ἕνα νομοθέτην; Οὐκοῦν λοιπὸν ἐπειδὴ τῶν ἀγώνων ἀπηλλάγημεν, καὶ ἀπὸ τῆς Καινῆς δείξω σοι τοῦτο, ἵνα εἰδῇς τὴν συμφωνίαν τὴν διαθηκῶν. Εἶδες τὴν προφητείαν διὰ τῶν ῥημάτων; Μάθε τὴν προφητείαν καὶ διὰ τῶν τύπων, εἰ καὶ διὰ τοῦτο πάλιν ἀσαφὲς ἐστιν, τὶ ποτὲ ἐστι διὰ τύπου προφητεία, καὶ τὶ ποτὲ ἐστι διὰ λόγου προφητεία· οὐκοῦν ἐν βραχεῖ καὶ τοῦτο ποιήσω σαφές. Ἡ προφητεία ἡ διὰ τοῦ τύπου ἡ διὰ τῶν πραγμάτων ἐστὶ προφητεία, ἡ δὲ ἄλλη προφητεία ἡ διὰ τῶν ῥημάτων ἐστὶ προφητεία· τοὺς μὲν γὰρ συνετωτέρους διὰ τῶν λόγων ἔπειθε, τοὺς δὲ ἀναισθητοτέρους καὶ διὰ τῆς τῶν πραγμάτων ὄψεως ἐπληροφόρει. Ἐπειδὴ γὰρ πρᾶγμα ἔμελλεν ἐκβήσεσθαι μέγα, καὶ ὁ Θεὸς σάρκα ἔμελλεν ἀναλαμβάνειν· ἐπειδὴ ἡ γῆ οὐρανὸς ἔμελλεν ἔσεσθαι, καὶ ἡ ἡμέτερα φύσις πρὸς τὴν τῶν ἀγγέλων εὐγένειαν ἀνάγεσθαι· ἐπειδὴ ὑπερέβαινεν ἐλπίδα καὶ προσδοκίαν ὁ λόγος τῶν μελλόντων ἐκβήσεσθαι ἀγαθῶν, ἵνα μὴ τὸ καινὸν καὶ παράδοξον ἀθρόως φανὲν θορυβήσῃ τοὺς τότε ὁρῶντας, καὶ ἀκούοντας, ἄνωθεν προετύπωσε διὰ πραγμάτων καὶ διὰ ῥημάτων ἐθίζων ἡμῶν τὴν ἀκοὴν καὶ τὴν ὄψιν, καὶ τὸ μέλλον ἐκβήσεσθαι παρασκευάζων. Τοῦτο δὲ ἦν ὅπερ ἐλέγομεν, τὶ ἐστιν ἡ διὰ τύπου προφητεία, καὶ τὶ ἐστιν ἡ διὰ λόγου προφητεία· ἡ μὲν διὰ πραγμάτων, ἡ δὲ διὰ ῥημάτων. Εἴπω σοι διὰ πράγματος προφητείαν καὶ διὰ ῥήματος εἰς αὐτόν; «Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτόν». Τοῦτο διὰ ῥήματος προφητεία. Ὅτε γὰρ τὸν Ἰσαὰκ ἀνένεγκεν ὁ Ἀβραάμ, τότε πρόβατον ἰδὼν ἐκκρεμάμενον ἐκ τῶν κεράτων, πρὸς τὴν θυσίαν ἤγαγεν ἔργῳ, καθάπερ ἐν τύπῳ προαναφωνῶν ἡμῖν τὸ σωτήριον πάθος.

ε’. Ὅπερ οὖν ἔλεγον, βούλει σοι δείξω τὰς δύο διαθήκας ταύτας διὰ τῶν ἔργων; Ὥσπερ εἶδες τὸ πρόβατον ἐν τῷ ῥήματι, μάνθανε καὶ ἐν τῷ πράγματι. «Λέγετέ μοι οἱ ὑπὸ νόμον θέλοντες εἶναι». Καλῶς εἶπε, «Θέλοντες εἶναι»· οὐ γὰρ ἦσαν· εἰ γὰρ ἦσαν ὑπὸ νόμον, οὐκ ἂν ἦσαν ὑπὸ νόμον. Τάχα αἴνιγμά ἐστι τὸ λεγόμενον. Ὁ γὰρ νόμος τῷ Χριστῷ παρέπεμπε τοὺς προσέχοντας· ὁ τὸν διδάσκαλον ἀτιμάζων, ἀγνοεῖ καὶ τὸν παιδαγωγόν. Διό, φησί, «Λέγετέ μοι οἱ ὑπὸ τὸν νόμον θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀκούετε, ὅτι ὁ Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκην, καὶ ἕνα ἐκ τῆς ἐλευθέρας, ἅτινά ἐστιν ἀλληγορούμενα». Εἶδες διὰ τοῦ πράγματος προφητείαν; Τὸ γὰρ γυναῖκας ἔχειν οὐ ῥῆμα, ἀλλὰ πρᾶγμα· καὶ δούλην καὶ ἐλευθέραν ἔδειξά σοι διὰ τῶν ῥημάτων, ὅτι δύο διαθηκῶν εἷς ἐστι νομοθέτης· μάνθανε καὶ διὰ τῶν τύπων τὸ αὐτὸ τοῦτο. Ἀβραὰμ δύο γυναῖκας ἔσχεν· αὗται δὲ εἰσι δύο διαθῆκαι, καὶ εἷς νομοθέτης· ὥσπερ ἐκεῖ πρόβατον καὶ πρόβατον, τὸ μὲν ἐν ῥήματι, τὸ δὲ ἐν πράγματι, πολλῇ δὲ καὶ τῶν ἔργων καὶ τῶν λόγων ἡ συμφωνία· οὕτω καὶ ἐνταῦθα διαθῆκαι δύο, καὶ ταύτας ὁ μὲν Ἱερεμίας διὰ ῥήματος προεῖπεν, ὁ δὲ Ἀβραὰμ διὰ τῶν ἔργων ἐτύπωσεν ἐν τῷ δύο γυναῖκας ἔχειν. Ὥσπερ γὰρ εἷς ἀνὴρ καὶ δύο γυναῖκες, οὕτως εἷς νομοθέτης καὶ δύο διαθῆκαι. Ἀλλ’ πὲρ ἔλεγον, καὶ δι’ ὃ πάντα ταῦτα κεκίνηται· οὐδὲ γὰρ χρὴ τῆς ὑποθέσεως ἐκπεσεῖν· «Ὁ ἐμβλέψας γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ». Ναί· ἀλλά, δι’ ὃ ταῦτα πάντα ἐκινήσαμεν, τίνος ἕνεκεν αὐτοῖς παλαιὸν ἀναγινώσκει νόμον; Λέγει γὰρ αὐτοῖς· «Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ μοιχεύσεις». Συνεῖδεν ὅτι δύσκολον ἐστι τὸ ἐπίταγμα, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ῥαθυμίαν τῶν ἀκουόντων. Πολλὰ γὰρ καὶ φύσει εὔκολα ὄντα δυσκατόρθωτα γίνεται, ὅταν ῥαθυμῶμεν· ὥσπερ οὖν καὶ δύσκολα ὄντα, κοῦφα καὶ ῥᾷστα γίνεται σπουδάζων ἡμῶν. Οὐ γὰρ ἐν τῇ φύσει τῶν πραγμάτων ἡ δυσκολία, ἀλλ’ ἐν τῇ προαιρέσει τῶν μετιόντων. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς δῆλον ἐντεῦθεν· τὸ μέλι φύσιν ἔχει γλυκεῖαν καὶ ἡδίστην, ἀλλὰ τοῖς νοσοῦσι καὶ πικρὸν ἐστι καὶ ἀηδές, ἀλλ’ οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ἀῤῥωστίαν ἐκείνων· οὕτω καὶ ὁ νόμος ἂν δοκῇ φορτικὸς εἶναι, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ἡμετέραν ῥαθυμίαν. Οὐ πολὺς μοι πόνος δεῖξαι εὔκολον ὄντα, ἵνα κατορθωθῇ· τὸ γὰρ δύσκολον αὐτὸν ποιοῦν τὸ ἕτερον ἦν εἰπεῖν. Νῦν μὲν γὰρ λέγει, Φύγε τὴν ὄψιν τῆς γυναικός, ἀπόστηθι τῆς ἀσελγείας· τὸ δὲ χαλεπὸν τὸ ἐναντίον ἦν εἰπεῖν· Καταμάνθανε τὰς γυναῖκας, περιεργάζου τὰ κάλλη τὰ ἀλλότρια, καὶ οὕτω τῆς ἐπιθυμίας κράτει. Τοῦτο δὴ δύσκολον ἦν· τὸ δὲ εἰπεῖν αὐτόν, Φύγε τὴν κάμινον, ἀπόστηθι τοῦ πυρός, μὴ προσεγγίσῃς τῇ φλογί, ἵνα μείνῃς ἀσινής, πολλὴν ἔχει τὴν εὐκολίαν· κατὰ φύσιν γὰρ ἐστι τὸ ἐπίταγμα. «Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ μοιχεύσεις». Τίνος οὖν ἕνεκεν ἡμᾶς ὑπομιμνῄσκει τοῦ παλαιοῦ νόμου, ἕτερον μέλλων εἰσάγειν; Ἵνα ἀπὸ τῆς συγκρίσεως μάθῃς, ὅτι οὐκ ἔστι μάχη τούτου κἀκείνου· ὅταν γὰρ σύγκρισις ἦ, τότε φανερωτέρα ἡ κρίσις γίνεται. Ἐπειδὴ γὰρ ἔμελλον ἐγκαλεῖν τινες, ὅτι ἀντινομοθετῶν ταῦτα λέγει· Ἰδού, φησίν, ἑκατέρους παράλληλα τίθεμαι τοὺς νόμους· δοκίμασον καὶ μάθε τὴν συμφωνίαν· οὐ τούτου δὲ μόνον, ἀλλ’ ἵνα δείξῃ καὶ εὔκολον ὄντα, καὶ εὐκαίρως εἰσαγόμενον. Διὰ τοῦτό φησιν, «Ἠκούσατε, ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ μοιχεύσεις»· τοσοῦτον χρόνον ἐμελετήσατε τὸν παλαιὸν νόμον. Ὥσπερ διδάσκαλον πρὸς παιδίον λέγων ὀκνηρὸν τοῖς πάλαι βουλόμενον ἐνδιατρίβειν ἔτι μαθήμασιν, ἐπὶ τὰ ὑψηλότερα ἀναγαγεῖν θέλων λέγει, Ἐννόησον πόσον χρόνον τὸ μάθημα τοῦτο κατέσχες· οὕτω καὶ ὁ Χριστὸς ἀναμιμνήσκων, ὅτι πολὺν χρόνον ἐμελέτησαν, καὶ κατέσχον τὸν παλαιὸν νόμιον, καὶ καιρὸς λοιπὸν πρὸς τὸν ὑψηλότερον ἀνελθεῖν, εἰς τὴν ποτε αὐτοὺς νομοθεσίαν τῶν πατέρων ἀνήγαγε λέγων, «Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ μοιχεύσεις». Ἐκεῖνο τοῖς ἀρχαίοις ἐῤῥέθη, Ἐγὼ δὲ λέγω ὑμῖν. Εἰ μὲν γὰρ τοῖς ἀρχαίοις ἔλεγεν, εἰκότως ἤσχαλλες, ὅτε ἀτελέστερον ὑμῶν ἡ φύσις διέκειτο· ὅτε δὲ ἐπέδωκεν ἡ φύσις, ὅτε τελειοτέρα γέγονε, καὶ διδαγμάτων τελειοτέρων λοιπὸν καιρός. Διὰ τοῦτο καὶ ἀρχόμενος τῆς νομοθεσίας, ἵνα μὴ τις τὴν ἐπίτασιν ὁρῶν τῆς φιλοσοφίας ὀκνῆ καὶ ἀναδύηται, φησίν. «Ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν». Πλείονά με ἀπαιτεῖς τὸν πόνον; Διὰ τί; Οὐχὶ τῆς αὐτῆς κοινωνῶ φύσεως ἐκείνοις, οὐχὶ ἄνθρωπός εἰμι καθάπερ ἐκεῖνοι; Ἵνα μὴ ταῦτα λέγωσι, τίνος ἕνεκεν ἐπέτεινεν ἡμῖν τοὺς πόνους; Τίνος ἕνεκεν μείζονα ἔθηκα τὰ σκάμματα; Προανεῖλε τὴν ἀντίθεσιν εἰπὼν τὴν βασιλείαν τῶν οὐρανῶν; Μείζονα, φησί, φέρω τὰ ἔπαθλα· εἰπὼν τοὺς πόνους, εἰπὼν τοὺς ἀγῶνας, εἰπὼν τὴν ἐπίτασιν τῆς νομοθεσίας, ἐμνημόνευσε καὶ τῶν ἐπάθλων. Οὐ γὰρ τὴν Παλαιστίνην ὑμῖν δέδωκα, φησίν, οὐδὲ τὴν γῆν ῥέουσαν γάλα καὶ μέλι, ἀλλ’ αὐτὸν ὑμῖν κομίζω τὸν οὐρανόν. Οὐκ ἐν τῷ μισθῷ δὲ τῶν κατορθωμάτων πλεονεκτοῦμεν μόνον, ἀλλὰ καὶ ἐν παραβάσει τῶν ἁμαρτημάτων μείζονα τὴν κόλασιν ὑπομένομεν. Ὥσπερ γὰρ οἱ πρὸ τοῦ νόμου πραοτέραν διδόασι τιμωρίαν τῶν ἐν τῷ νόμῳ· «Ὅσοι γάρ, φησίν, ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται», τουτέστιν, οὐκ ἔχουσι τὸν νόμον κατήγορον, ἀλλ’ ἀπὸ τῆς φύσεως αὐτῆς οἴσω τὴν ψῆφον, φησί, μεταξὺ τῶν λογισμῶν κατηγορούντων, ἢ καὶ ἀπολογουμένων· οὕτω τῶν ἐν τῷ νόμῳ πταισάντων οἱ ἐπὶ τῆς χάριτος ἁμαρτάνοντες ἀφορητοτέραν ὑποστήσονται τὴν κόλασιν. Καὶ τούτων τὴν διαφορὰν οὕτως ἔδειξεν ὁ Παῦλος εἰπών, «Ἀθετήσας τις νόμον Μωσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνῄσκει· πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος, καὶ τὸ Πνεῦμα τῆς χάριτος ἐνυβρίσας»; Ὁρᾷς ἐπὶ τῆς χάριτος μείζονα τὴν τιμωρίαν, ὥσπερ οὖν καὶ τὰ ἔπαθλα μείζονα; Ἀλλ’ ἐπειδὴ τὴν μυστηρίων ὑμᾶς ἀνέμνησα τῶν φρικωδεστάτων καὶ πνευματικῶν, παρακαλῶ καὶ ἀντιβολῶ καὶ δέομαι καὶ μετὰ πάσης ἀξιῶ σπουδῆς, ὥστε πᾶσαν ἁμαρτίαν ἀποθεμένους οὕτω προσιέναι τῇ φρικτῇ ταύτῃ τραπέζῃ. «Εἰρήνην γάρ, φησί, διώκετε μετὰ πάντων,καὶ τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον». Ὁ δὲ τὸν Κύριον οὐκ ὢν ἄξιος ἰδεῖν, οὐδὲ τῆς κοινωνίας ἄξιός ἐστι τοῦ σώματος τοῦ δεσποτικοῦ. Διὰ τοῦτό φησιν ὁ Παῦλος, «Ἕκαστος δὲ δοκιμαζέτω ἑαυτόν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω». Οὐκ ἀπεκάλυψε τὸ ἕλκος, οὐκ εἰς κοινὸν θέατρον ἤγαγε τὴν κατηγορίαν, οὐ περιέστησε μάρτυρας τῶν πλημμελημάτων· ἔνδον ἐν τῷ συνειδότι, μηδενὸς παρόντος πλὴν τοῦ τὰ πάντα ὁρῶντος Θεοῦ, ποίου τὴν κρίσιν, καὶ τῶν ἠμαρτημένων ἐξέτασιν, καὶ πάντα τὸν βίον ἀναλογιζόμενος ὑπὸ τοῦ νοῦ τὸ κριτήριον ἄγε τὰ ἁμαρτήματα· διόρθου τὰ πλημμελήματα καὶ οὕτω μετὰ καθαροῦ τοῦ συνειδότος τῆς ἱερᾶς ἅπτου τραπέζης, καὶ τῆς ἁγίας μέτεχε θυσίας. Ταῦτα ἔχοντες ἐν νῷ, καὶ τῶν περὶ ἀκολασίας ἡμῖν εἰρημένων μεμνημένοι, καὶ ὅση κεῖται τιμωρίᾳ τοῖς ἁπλῶς καὶ ἀκολάστως ὁρῶσι τὰς τῶν γυναικῶν ὄψεις, καὶ πρὸ τῆς γεέννης τοῦ Θεοῦ τὸν φόβον καὶ τὴν ἀγάπην πρὸ ὀφθαλμῶν ἔχοντες, πανταχόθεν ἑαυτοὺς καθαίροντες, οὕτω καὶ προσίωμεν τοῖς ἱεροῖς μυστηρίοις, ἵνα μὴ εἰς κρίμα καὶ κατάκριμα, ἀλλ’ εἰς σωτηρίαν καὶ ὑγίειαν ψυχῆς, εἰς παῤῥησίαν διηνεκῆ τῆς σωτηρίας ταύτης ἀπολάβωμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα, καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: ΟΜΙΛΙΑ Ζ’. Λόγος περὶ μετανοίας καὶ κατανύξεως, καὶ ὅτι ταχὺς ὁ Θεὸς εἰς σωτηρίαν καὶ βραδὺς εἰς τιμωρίαν· ἐν ᾧ καὶ περὶ τῆς Ραὰθ παράδοξος ἱστορία.
Προηγούμενο: ΟΜΙΛΙΑ Ε’. Περὶ νηστείας καὶ εἰς τὸ προφήτην Ἰωνᾶν, καὶ Δανιήλ, καὶ τοὺς τρεῖς παῖδας. Ἐλέχθη δὲ εἰς τὴν εἴσοδον τῶν ἁγίων νηστειῶν
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 49
Ἀρχικὴ Σελίδα: Τέρτιος