Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 49

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΟΜΙΛΙΑ Η’. Περὶ Μετανοίας
Προηγούμενο: ΟΜΙΛΙΑ Ϛ’. Λεχθεῖσα περὶ νηστείας τῇ ἕκτῃ ἑβδομάδα τῆς ἁγίας τεσσαρακοστῆς
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 49

ΟΜΙΛΙΑ Ζ’. Λόγος περὶ μετανοίας καὶ κατανύξεως, καὶ ὅτι ταχὺς ὁ Θεὸς εἰς σωτηρίαν καὶ βραδὺς εἰς τιμωρίαν· ἐν ᾧ καὶ περὶ τῆς Ραὰθ παράδοξος ἱστορία.

α’. Πάντοτε μὲν ὁ θεῖος ἀπόστολος θείᾳ καὶ οὐρανίῳ κέχρηται γλώττῃ, καὶ μετὰ πολλῆς ἐπιστήμης τὸν εὐαγγελικὸν ὑφαίνει λόγον· οὐκ ἐξ οἰκείας γνώμης ἁπλῶς φθεγγόμενος, ἀλλ’ ἐκ τῆς βασιλικῆς αὐτοῦ αὐθεντίας προφέρων τὰ δόγματα· ἐξαιρέτως δὲ ταύτῃ κέχρηται τῇ ἐπιστήμῃ, ὅταν τὸν τῆς μετανοίας εἰσάγῃ λόγον τοῖς ἁμαρτάνουσι· περὶ δὲ αὐτοῦ τοῦ κεφαλαίου πάντας ὑμᾶς ὑπομνήσω. Ἠκούσατε τοίνυν, ἵνα ἐκ μέρους ἅψωμαι τῶν εἰρημένων, ὡς ἀρτίως διαλεγόμενος τοῖς Κορινθίοις ἔλεγεν ὁ γενναῖος ἐκεῖνος καὶ θαυμάσιος ἀνήρ· «Μήπως ἐλθὼν πολλοὺς πενθήσω τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων». Ἄνθρωπος μὲν ἦν τῇ φύσει ὁ μέγας οὕτως διδάσκαλος, Θεοῦ δ’ ὑπηρέτης τὴν πρόθεσιν· διὰ τοῦτο ὥσπερ οὐρανίῳ κέχρηται γλώττῃ, καὶ ὡς ἐξ αὐτῶν τῶν οὐρανῶν φθεγγόμενος, οὕτω καὶ τοῖς ἁμαρτάνουσιν ἀπειλεῖ, καὶ τοῖς μετανοοῦσιν ἱλασμὸν ἐπαγγέλλεται. Ὅταν δὲ ταῦτα εἴπω, οὐ τῇ Παύλου γλώττῃ, τὴν αὐθεντίαν ἐπιγράφω, ἀλλ’ ἐπὶ τὴν τοῦ Θεοῦ χάριν τὸ πᾶν ἀναφέρω, περὶ οὗ νῦν αὐτὸς ἔλεγεν· «Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ»; Ὑποτίθεται τοίνυν τοῖς ἁμαρτάνουσι φάρμακον εὐεργεσίας, καὶ μετάνοιαν εἰς σωτηρίαν. Συνέδραμε δὲ σήμερον τῇ ἀποστολικῇ ἀναγνώσει καὶ ἡ εὐαγγελικὴ τοῦ Σωτῆρος αὐθεντία, ἁμαρτιῶν ἄφεσιν ἀφθόνως χαριζομένη. Τὸν γὰρ παραλυτικὸν ὁ Σωτὴρ ἰώμενος ἔλεγεν, ὡς ἀρτίως ἀκηκόατε· «Τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου αἱ πολλαί»· ἄφεσις δὲ ἁμαρτιῶν πηγὴ σωτηρίας καὶ ἔπαθλον μετανοίας· ἰατρεῖον γὰρ ἐστιν ἀναιρετικὸν τῆς ἁμαρτίας ἡ μετάνοια· δῶρόν ἐστιν οὐράνιον, δύναμις θαυμαστή, χάριτι νικῶσα τὴν τῶν νόμων ἀκολουθίαν. Διὰ τοῦτο οὐ πόρνον ἀποσείεται, οὐ μοιὸν ἀποσοβεῖ, οὐ μέθυσον ἀποστρέφεται, οὐκ εἰδωλολάτρην βδελύσσεται, οὐ λοίδορον ἀπελαύνει, οὐ βλάσφημον ἀποδιώκει, οὐκ ἀλαζόνα, ἀλλὰ πάντας μεταποιεῖ· χωνευτήριον γὰρ ἐστι τῆς ἁμαρτίας ἡ μετάνοια. Ἀναγκαῖον δὲ πρῶτον γνωρίσαι τοῦ Θεοῦ τὸν σκοπόν, οὐκ ἐξ ἡμετέρων ἐννοιῶν ἐπιβάλλοντας ταύτῃ τῇ θεωρίᾳ, ἀλλ’ ἐξ αὐτῶν τῶν θείων Γραφῶν μεμαρτυρημένην ἀποδεικνύντας τὴν ἀλήθειαν. Σκοπὸς τῷ Θεῷ μακροθυμεῖν τοῖς ἁμαρτάνουσι διπλοῦς ἐστιν εἰς σωτηρίαν ἵλεως· μνηστευόμενος αὐτοῖς τὴν ἐκ μετανοίας σωτηρίαν, καὶ τοῖς ἐξ αὐτῶν ἀπογόνοις τοῖς εἰς ἀρετὴν ἐπιδιδόναι μέλλουσι ταμιευόμενος τὴν εὐεργεσίαν. Καὶ ἵνα πάλιν ἀναλάβω τὸν λόγον, ὁ Θεὸς μακροθυμεῖ, ἵνα καὶ ὁ ἁμαρτάνων μετανοήσῃ, καὶ τοῖς ἐξ αὐτοῦ τικτομένοις μὴ ἀποκλείσῃ τὴν σωτηρίαν. Κἂν γὰρ αὐτὸς ὁ ἁμαρτάνων ἀμετανόητα πταίῃ, φείδεται πολλάκις τῆς ῥίζης, ἵνα φυλάξῃ τοὺς καρπούς· πολλάκις μὲν οὖν καὶ αὐτὴν μεταβάλλῃ τὴν ῥίζαν, ὡς ἔφθην εἰπών· ἀλλ’ ἐπειδὰν εἰς παντελῆ κακίαν ἐκείνῃ πέσῃ ὁ Θεὸς ὑπερτίθεται χρησίμως τὴν τιμωρίαν, ἀναμένων τῶν μετανοούντων τὴν σωτηρίαν καὶ ὅπως, ἄκουε. Θάῤῥα ὁ πατὴρ Ἀβραὰμ εἰδώλων ἦν προσκυνητῆς, ἀλλ’ οὐ δέδωκεν ἐνταῦθα τῆς ἀσεβείας τὴν δίκην· καὶ εἰκότως. Εἰ γὰρ προλαβὼν ὁ Θεὸς ἀπέτεμε τὴν ῥίζαν, πόθεν ὁ τοσοῦτος καρπὸς τῆς πίστεως ἀνεδίδοτο; Τὶ τοῦ Ἠσαῦ μοχθηρότερον; Σκόπει μοι καὶ ἑτέρας φιλανθρωπίας ὑπόθεσιν. Τὶ τῆς κακίας ἐκείνης ἀναιδέστερον; Οὐ πόρνος καὶ βέβηλος, ὣς φησιν ὁ Ἀπόστολος; Οὐ μητρολοίας καὶ πατρολοίας; Οὐκ ἀδελφοῦ φονεὺς ὅσον εἰς πρόθεσιν; Οὐχ ὑπὸ τοῦ Θεοῦ μισούμενος; Ἡ Γραφὴ μαρτυρεῖ λέγουσα· «Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἠσαῦ ἐμίσησα». Εἰ τοίνυν πόρνος καὶ ἀδελφοκτόνος καὶ βέβηλος κεῖ μεμισημένος, διὰ τὶ μὴ ἀφανίζεται; Διὰ τὶ μὴ ἐκκόπτεται; Διὰ τὶ παραχρῆμα τὴν προσήκουσαν τιμωρίαν οὐ δέχεται; Διὰ τί; Καλὸν ὡς ἀληθῶς καὶ τὴν αἰτίαν εἰπεῖν. Εἰ ἐξεκόπη, μέγιστον καρπὸν δικαιοσύνης ὁ κόσμος ἀπώλεσεν ἄν· καὶ ὁποῖον, ἄκουε. «Ἠσαῦ ἐγέννησε τὸν Ῥαγουήλ, Ῥαγουὴλ τὸν Ζαρὰ, Ζαρὰ τὸν Ἰώβ». Ὁρᾷς πηλίκον ὑπομονῆς ἄνθος ἠφανίζετο, εἰ προλαβὼν ὁ Θεὸς δίκην ἀπῄτησε τὴν ῥίζαν;

β’. Καθ’ ὅλων οὖν τῶν πραγμάτων ταύτην ἐκλάμβανε τὴν θεωρίαν. Διὰ τοῦτο μακροθυμεῖ τοῖς Αἰγυπτίοις ἀνύποιστα βλασφημοῦσι, διὰ τὰς νῦν ἀνθούσας ἐκκλησίας ἂν Αἰγύπτῳ, διὰ τὰ μοναστήρια καὶ τοὺς ἀγγελικὸν ἐπανῃρημένους βίον. Καὶ γάρ, ὣς φασιν οἱ τῶν νόμων τῶν κοινῶν ἔμπειροι, καὶ ὡς οἱ Ῥωμαίων παρακελεύονται νόμοι, τὴν κυοφοροῦσαν, εἲ ποτε περιπέσοι πταίσματι θανάτου δίκην ἐπάγοντι, μὴ πρότερον ἀναιρεῖσθαι, πρὶν ἂν τέκῃ τὸ κυοφορούμενον· καὶ μάλα εἰκότως· οὐ γὰρ ἐδικαίωσαν οἱ καλῶς τεθεικότες τοὺς νόμους συναφανισθῆναι τὸ ἀναμάρτητον τῇ ἁμαρτησάσῃ. Εἰ δὲ οἱ ἀνθρώπινοι νόμοι φείδονται τῶν μηδὲν ἡμαρτηκότων, ὁ Θεὸς οὐ πολλῷ μᾶλλον εἰκότως φυλάξει τὴν ῥίζαν, τοῖς καρποῖς ταμιευόμενος τὴν ἐκ τῆς μετανοίας εὐεργεσίαν; Λάβε μοι λοιπὸν καὶ ἐπ’ αὐτῶν τῶν ἁμαρτανόντων τὴν ἐκ μετανοίας εὐεργεσίαν· καὶ γὰρ καὶ ἐπὶ τούτων ὁ αὐτὸς τῆς φιλανθρωπίας ἀποδίδοται λόγος. Εἰ προελάμβανεν ἡ δίκη τὴν διόρθωσιν, ὁ κόσμος παντελῶς ἀπώλλυτο καὶ διεφθείρετο· εἰ ὀξὺς ἦν πρὸς τιμωρίαν ὁ Θεός, οὐκ ἂν ἐκτήσατο Παῦλον ἡ ἐκκλησία, οὐκ ἐδέχετο τὸν τοιοῦτον καὶ τηλικοῦτον. Διὰ τοῦτο οὖν ὑπερέθετο βλασφημοῦντα, ἵνα δείξῃ μετανοοῦντα. Ἡ τοῦ Θεοῦ μακροθυμία, τὸν λύκον μετέβαλεν εἰς ποιμένα· ἡ τοῦ Θεοῦ μακροθυμία τὸν τελώνην ἐποίησεν εὐαγγελιστήν· ἡ τοῦ Θεοῦ μακροθυμία πάντας ἡμᾶς ἠλέησε, πάντας μετέβαλε, πάντας μετέστρεψεν. Ἐὰν ἴδῃς τὸν ποτε μέθυσον, νηστευτήν, ἐὰν ἴδῃς τὸν ποτε βλάσφημον, θεόλογον, ἐὰν ἴδῃς τὸν ποτε αἰσχραῖς ᾠδαῖς τὸ στόμα μολύναντα, νῦν τοῖς θείοις ὕμνοις τὴν ψυχὴν καθαίροντα, θαύμαζε τὴν μακροθυμίαν τοῦ Θεοῦ, καὶ ἐπαίνει τὴν μετάνοιαν, καὶ ἐκ τῆς ἀλλοιώσεως λέγε ἀναλαβών· «Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου». Ἀγαθὸς μὲν ὁ Θεὸς πρὸς πάντας, ἐξαιρέτως δὲ τὴν ἑαυτοῦ μακροθυμίαν ἐνδείκνυται πρὸς τοὺς ἁμαρτάνοντας. Καὶ εἰ βούλει ξένον ἐπακοῦσαι λόγον, ξένον μὲν ὅσον εἰς συνήθειαν, ἀληθινὸν δὲ ὅσον εἰς εὐσέβειαν, ἄκουσον.

Βαρὺς ὁ Θεὸς πανταχοῦ φαίνεται τοῖς δικαίοις, χρηστὸς δὲ τοῖς ἁμαρτωλοῖς, καὶ ταχὺς εἰς φιλανθρωπίαν· τὸν ἁμαρτάνοντα καὶ πεσόντα διανίστησι, καὶ φησι πρὸς αὐτόν· «Μὴ ὁ πίπτων οὐκ ἀνίσταται; Ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει»; Καί· «Ἰνάτι ἀπέστρεψεν ἀποστροφὴν ἀναιδῆ ἡ ἀσύνετος θυγάτηρ Ἰούδα»; Καὶ πάλιν· «ἐπιστράφητε πρὸς με, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς». Καὶ ἑτέρωθι δὲ ὅρκῳ βεβαιοῖ τὴν ἐκ μετανοίας σωτηρίαν διὰ πολλὴν φιλανθρωπίαν. «Ζῶ γὰρ ἐγώ, λέγει Κύριος· οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστέψαι καὶ ζῆν αὐτόν». Πρὸς δὲ τὸν δίκαιον λέγει· «Ἐὰν ποιήσῃ ἄνθρωπος πᾶσαν δικαιοσύνην καὶ πᾶσαν ἀλήθειαν, καὶ στραφεὶς ἁμάρτῃ, οὐ μὴ μνησθῶ τῆς δικαιοσύνης αὐτοῦ, ἀλλ’ ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ ἀποθανεῖται». Ὣ πολλῆς ἀκριβείας τῆς πρὸς τὸν δίκαιον! Ὣ πολλῆς δαψιλείας τῆς πρὸς τὸν ἁμαρτάνοντα! Οὕτω δὲ ποικίλως καὶ διαφόρως μηχανᾶται, οὐκ αὐτὸς μεταβαλλόμενος, ἀλλὰ χρησίμως μερίζων τῆς ἀγαθότητος αὐτοῦ τὰς οἰκονομίας· καὶ ὅπως, ἄκουε. Τὸν ἁμαρτωλὸν καὶ ἐμμένοντα ταῖς ἁμαρτίαις, ἐὰν φοβήσῃ, εἰς ἀπόγνωσιν αὐτὸν καὶ ἀπαγόρευσιν τῆς ἐλπίδος φέρει· τὸν δὲ δίκαιον ἐὰν μακαρίσῃ, χαυνοῖ τῆς ἀρετῆς αὐτοῦ τὸν τόνον, καὶ ὡς ἤδη μακαρισθέντα, ἀμελεῖν αὐτὸν τῆς σπουδῆς παρασκευάζει. Διὰ τοῦτο τὸν μὲν ἁμαρτωλὸν ἐλέει, τὸν δὲ δίκαιον φοβεῖ· «Φοβερὸς γὰρ ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ»· καί, «Χρηστὸς Κύριος τοῖς σύμπασι». «Φοβερός, φησίν, ἐστὶν ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ»· καὶ τίνες ἂν εἶεν, ἀλλ’ ἢ οἱ ἅγιοι; Ὁ Θεὸς γάρ, φησὶν ὁ Δαυΐδ, «ὁ ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων, μέγας καὶ φοβερὸς ἐστιν ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ». Ἐὰν ἴδῃ πεσόντα, ἐκτείνει χεῖρα φιλανθρωπίας· ἐὰν ἴδῃ ἑστῶτα ἐπάγει φόβον· καὶ τοῦτο δικαιοσύνης καὶ δικαιοκρισίας. Τὸν μὲν γὰρ δίκαιον τῷ φόβῳ στηρίζει, τὸν δὲ ἁμαρτωλὸν τῇ φιλανθρωπίᾳ διεγείρει. Καὶ θέλεις αὐτοῦ γνῶναι τὴν εὔκαιρον ἀγαθότητα καὶ τὴν εὔχρηστον καὶ ἁρμόζουσαν ἡμῖν ἀποτομίαν; Πρόσεχε ἀκριβῶς, μὴ σε διαφύγῃ τῆς θεωρίας τὸ μέγεθος· ἡ ἁμαρτωλὸς ἐκείνῃ γυνὴ ἡ μεμαρτυρημένη ἐπὶ πάσῃ ἁμαρτίᾳ καὶ ἀνομίᾳ, ἡ τοσαῦτα ἁμαρτήσασα, καὶ τοσούτοις ἁμαρτιῶν ἔργοις ἐνεχομένη, διψήσασα τὴν ἐκ μετανοίας σωτηρίαν ὑπεισῆλθε τῷ συμποσίῳ τῶν ἁγίων· καλῶ δὲ συμπόσιον ἁγίων, ἐπειδὴ παρῆν ὁ Ἅγιος τῶν ἁγίων. Τοῦ γὰρ Σωτῆρος κατακεκλημένου ἐν τῷ οἴκῳ Σίμωνος τοῦ Φαρισαίου, ὑπεισῆλθεν ἡ γυνὴ ἡ ἁμαρτωλὸς ἐκείνῃ, καὶ τῶν ποδῶν ἥπτετο τοῦ Σωτῆρος, καὶ τοῖς δάκρυσιν ἀπέπλυνεν αὐτοῦ τοὺς πόδας, καὶ ταῖς θριξὶν ἐξέματτε· καὶ τὴν τοσούτοις κεχωσμένην ἁμαρτήμασι διανίστησιν ὁ φιλάνθρωπος, λέγων· «Ἀφέωνται αὐτῆς αἱ ἁμαρτίαι». Οὐ γὰρ πρόκειταί μοι νῦν ἐξετάσαι πᾶσαν τὴν ἱστορίαν, ἀλλὰ μόνην παραγαγεῖν τὴν μαρτυρίαν. Ὁρᾷ τοίνυν τὴν δαψίλειαν. «Οὗ χάριν λέγω σοι, ἀφέωνται αὐτῆς αἱ ἁμαρτίαι αἱ πολλαί, ὅτι πολὺ ἠγάπησε». Τοσούτων οὖν ἁμαρτημάτων ἀμνηστίαν ἐκομίσατο ἡ ἁμαρτωλὸς γυνή. Καὶ Μαρία δέ, ἡ ἀδελφὴ Μωϋσέως, διὰ μικρὸν γογγυσμὸν λέπρᾳ καταδικάζεται. Τοῖς ἁμαρτάνουσι λέγει· «Ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς κόκκινον, ὡς χιόνα λευκανῶ»· καὶ μεταβάλλει τὸ σκότος εἰς φῶς, τῇ μεταβολῇ τῆς μετανοίας, καὶ τοσαύτην κακῶν ἀφθονίαν διαλύει τῇ φωνῇ τῆς ἀγαθότητος· πρὸς δὲ τὸν ἐν δικαιοσύνῃ βαδίζοντά φησιν· «Ὃς ἂν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ, Μωρέ, ἔνοχός ἐστι τῇ γεέννῃ τοῦ πυρός». Ἑνὶ ῥήματι τοσαύτην ἐπέθηκεν ἀκρίβειαν, καὶ τοσούτοις ἁμαρτήμασι τοσαύτην μετρεῖ τὴν ἀφθονίαν.

Καὶ ἕτερόν μοι σκόπησον θαυμαστόν. Ἐπειδὴ τὰ ἁμαρτήματα ὡς ὀφλήματα ἀναγράφεται, τοῖς μὲν ἁμαρτωλοῖς καὶ τὸ κεφάλαιον συγχωρεῖ μετανοοῦσι· παρὰ δὲ τῶν δικαίων καὶ τόκους ἀπαιτεῖ. Προσῆλθεν αὐτῷ χρεωφειλέτης πολλῶν ταλάντων, καὶ ὡς τῇ μετανοίᾳ καὶ τῇ πολλῇ ἱκεσίᾳ ἐδυσώπησε τὴν δίκην, καὶ εἶπε· «Κύριε, μακροθύμησον ἐπ’ ἐμοί, καὶ πάντα ἀποδώσω». Οὐκ ἀνέμεινε τὴν ἀπόδοσιν ὁ φιλάνθρωπος, ἀλλὰ τὴν ἐξομολόγησιν λύσιν ἐποίησε τοῦ ὀφλήματος· τῷ ὀφειλέτῃ τῶν μυρίων ταλάντων πάντα συνεχώρησε καὶ αὐτὸ τὸ κεφάλαιον. Παρὰ δὲ τῶν δικαίων ἐπαγγέλλεται καὶ τόκους ἀπαιτεῖν· «Διὰ τὶ γὰρ οὐκ ἐδώκατε τὸ ἀργύριόν μου τοῖς τραπεζίταις κἀγὼ ἐλθὼν σὺν τόκοις ἀπῄτησα»; Ταῦτα λέγω, οὐχ ὡς τοῦ Θεοῦ πρὸς τοὺς δικαίους ἀπεχθῶς διακειμένου· οὐδὲν γὰρ τῷ Θεῷ τοῦ δικαίου ποθεινότερον· ἀλλ’ ὡς ἔφθην εἰπών, παραμυθεῖται τὸν ἁμαρτωλόν, ἵνα διεγείρῃ· φοβεῖ καὶ τὸν δίκαιον, ἵνα στηρίξῃ· καὶ τοῖς μὲν τὰ πολλὰ συγχωρεῖ πλημμελήματα ὡς ἐχθροῖς καὶ πεφυσιωμένοις, τοῖς δὲ καὶ περὶ τῶν τυχόντων ἀκριβολογεῖται μηδὲν αὐτοῖς ἐλλιπὲς εἶναι βουλόμενος εἰς ἀκρότητα. Ὃ γὰρ ἐστιν ἐν τῷ κόσμῳ τούτῳ πλούσιος, τοῦτο τῷ Θεῷ δίκαιος· καὶ ὃ ἐστιν ἐν τῷ κόσμῳ πένης, τοῦτο τῷ Θεῷ ἁμαρτωλός· οὐδὲν πτωχότερον τοῦ ἁμαρτάνοντος, καὶ οὐδὲν πλουσιώτερον τοῦ δικαιοπραγοῦντος. Διὰ τοῦτο περὶ μὲν τῶν ἐν εὐσεβείᾳ καὶ εὐθηνίᾳ διαγόντων φησὶν ὁ Παῦλος· «Εὐχαριστῶ τῷ Θεῷ, ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει». Περὶ δὲ τῶν ἀσεβούντων ὁ μακάριος Ἱερεμίας λέγει· «Ἴσως πτωχοὶ εἰσι, διὰ τοῦτο οὐκ ἠδύναντο ἀκούειν λόγον Κυρίου». Ὁρᾷς ὅπως πτωχοὺς καλεῖ τοὺς ἀπεσχοινισμένους τῆς εὐσεβείας, Ὡς πτωχοὺς τοίνυν τοὺς ἁμαρτάνοντας ἐλέει, καὶ ὡς πλουσίους τοὺς δικαιοπραγοῦντας ἀπαιτεῖ, τοῖς μὲν διὰ τὴν πενίαν χαριζόμενος, τοῖς δὲ διὰ τὸν τὴν εὐσεβείας πλοῦτον μετὰ πολλῆς ἀκριβείας τοὺς λόγους εἰσπραττόμενος. Ὃ δὲ καλεῖ ἐπὶ δικαίων καὶ ἁμαρτωλῶν, τοῦτο ποιεῖ καὶ ἐπὶ πλουσίων καὶ πενήτων· καὶ ὥσπερ τὸν ἁμαρτάνοντα ἐγείρει διὰ φιλανθρωπίαν, τὸν δὲ δίκαιον φοβεῖ διὰ τῆς ἀποτομίας· οὕτω καὶ ἐν τοῖς κοσμικοῖς πράγμασιν διατίθησι τὴν ἑαυτοῦ οἰκονομίαν. Ἐὰν ἴδῃ δυνάστας ἀξιώμασιν ὑπερλάμποντας, βασιλεῖς, ἄρχοντας, πάντας τοὺς ἐν πλούτῳ διαπρέποντας· τούτοις διαλέγεται μετὰ φόβου, καὶ ἐπιτίθησι χρησίμως τῇ δυναστείᾳ τὸν φόβον· «Καὶ νῦν, βασιλεῖς, σύνετε, παιδεύθητε πάντες οἱ κρίνοντες τὴν γῆν· δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλλιᾶσθαι αὐτῷ ἐν τρόμῳ· ὅτι Βασιλεὺς ἐστι τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων». Ὅπου ἀρχὴ δυναστείας, ἐπιτίθησι τὸν φόβον τῆς αὐτοῦ βασιλείας· ὅπου ταπείνωσις εὐτελείας, προσφέρει τὸ φάρμακον τῆς ἑαυτοῦ φιλανθρωπίας. Ὁ γὰρ Θεὸς οὗτος μέγας βασιλεὺς τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων· οὗτος αὐτός, πάλιν ὑποβαίνων τῆς ἑαυτοῦ ἀξίας, εὑρίσκεται κατὰ τὴν ἁγίαν Γραφὴν πατὴρ ὀρφανῶν καὶ κριτὴς τῶν χηρῶν, βασιλέων βασιλεύς, ἀρχόντων ἄρχων, κυριευόντων Κύριος. Ὁρᾷς πολλὴν ἀφθονίαν φιλανθρωπίας; Ὁρᾷς χρήσιμον τὸν φόβον τῆς εὐσεβείας καὶ τῆς ἐξουσίας; Ὅπου μὲν γὰρ εἶδεν ἀρκοῦσαν τὴν ἐξουσίαν εἰς παραμυθίαν, ἐπέθηκε τὸν φόβον εἰς ὠφέλειαν· ὅπου δὲ εἶδε παραλελυμένην τῇ εὐτελείᾳ καὶ ὀρφανίαν, καὶ τὴν πτωχείαν τῇ ἀτονίᾳ τῆς χηρείας, προσήγαγε τὴν φιλανθρωπίαν εἰς παραμυθίαν. «Ἐγὼ πατὴρ τῶν ὀρφανῶν». Δύο ποιεῖ, καὶ τὴν φιλανθρωπίαν δείκνυσι, καὶ τὴν δυναστείαν κολάζει. Καλεῖ ἑαυτὸν πατέρα τῶν ὀρφανῶν, ἵνα καὶ τοὺς ἐν συμφορᾷ παραμυθήσηται, καὶ τοὺς ἐν δυναστείᾳ καταπλήξῃ, ὥστε μὴ ἐπηρεάζειν ὀρφανοῖς τε καὶ χήραις· ἐπειδὴ ὁ θάνατος ἐγύμνωσε τὸν μὲν τοῦ πατρός, τὴν δὲ ἐστέρησε τοῦ ἀνδρός, καὶ οὓς διέφθειρεν ὁ τῆς φύσεως νόμος, ἀνεκαίνισεν ὁ τῆς φιλανθρωπίας ὄρος· καὶ ἡ αὐτὴ χάρις τῇ μὲν ἔδωκε τὸν κριτήν, τῷ δὲ ὀρφανῷ πατέρα, τὸν βασιλέα τῶν ἁγίων. Ὥστε, φησίν, ᾧ ἄδικε, ἐὰν χήραις ἐπηρεάζῃς, τὸν τῶν χηρῶν προνοητὴν παροξύνεις· ἐὰν ὀρφανοὺς ἀδικῇς, υἱοὺς ἀδικεῖς Θεοῦ. Ἐγὼ εἰμι ὁ πατὴρ τῶν ὀρφανῶν, καὶ κριτὴς τῶν χηρῶν· τὶς δὲ οὕτω τολμηρὸς πρὸς ἀσέβειαν, ὥστε υἱοὺς ἀδικεῖν Θεοῦ, καὶ ταῖς ὑπὸ τοῦ Θεοῦ προνοουμέναις χήραις ἐπηρεάζειν; Ὁρᾷς πῶς χρησίμως κατασκευάζει τὰ φάρμακα τῆς εὐσεβείας, καὶ τοὺς μὲν φοβεῖ, τοὺς δὲ ἐλέει, οὐκ αὐτὸς μεριζόμενος, πρὸς δὲ τὰς γνώμας τῶν ἀνθρώπων ἁρμοζόμενος; Προσάγωμεν τοίνυν ἑαυτοῖς, ἀδελφοί, φάρμακον εἰς σωτηρίαν τὴν μετάνοιαν· μᾶλλον δὲ δεξώμεθα παρὰ τοῦ Θεοῦ τὴν μετάνοιαν ἰατρεύουσαν ἡμᾶς. Οὐ γὰρ ἡμεῖς αὐτῷ ταύτην προσάγομεν, ἀλλ’ αὐτὸς ἡμῖν ταύτην ἐχορήγησεν. Ὁρᾷς αὐτοῦ τὴν ἀκρίβειαν τὴν ἐν τῷ νόμῳ; Ὁρᾷς τὴν φιλανθρωπίαν αὐτοῦ τὴν ἐν τῇ χάριτι; Ὅταν δὲ εἴπω τὴν ἀκρίβειαν τὴν ἐν τῷ νόμῳ, οὐ διαβάλλω κρίσιν, ἀλλὰ τῆς εὐαγγελικῆς χάριτος κηρύττω τὴν φιλανθρωπίαν· ὅτι ὁ μὲν νόμος ἀπαραιτήτως ἐκόλαζε τοὺς ἁμαρτάνοντας, ἡ δὲ χάρις μετὰ πολλῆς μακροθυμίας ὑπερτίθεται τὴν τιμωρίαν, ἵνα ἐπαγάγῃ τὴν διόρθωσιν. Δεξώμεθα τοίνυν μετάνοιαν, ἀδελφοί, φάρμακον εἰς σωτηρίαν, δεξώμεθα φάρμακον ἐξαλεῖφον ἡμῶν τὰ πταίσματα. Μετάνοιαν δὲ ἐστιν, οὐχ ἡ λόγῳ κηρυττομένη, ἀλλ’ ἡ πράγμασι βεβαιουμένη· μετάνοια ἡ ἐξ αὐτῆς τῆς καρδίας ἐξαλείφουσα τὸν ῥύπον τῆς ἀσεβείας. «Λούσασθε γάρ, φησί, καθαροὶ γίνεσθε· ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν καρδιῶν ὑμῶν, ἀπέναντι τῶν ὀφθαλμῶν μου». Τὶ βούλεται τὸ περιττὸν τῆς λέξεως; Τὸ γὰρ «Ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν καρδιῶν ὑμῶν», οὐχ ἱκανὸν μηνῦσαι τὸ πᾶν; Διὰ τὶ οὖν «Ἀπέναντι τῶν ὀφθαλμῶν μου»; Ἐπειδὴ ἄλλως ὁρῶσιν ὀφθαλμοὶ ἀνθρώπων καὶ ἄλλως ὁρᾷ ὀφθαλμὸς τοῦ Θεοῦ· «Ἄνθρωπος γὰρ εἰς πρόσωπον, Θεὸς δὲ εἰς καρδίαν». Μὴ σχήμασι, φησί, νοθεύσητε τὴν μετάνοιαν, ἀλλ’ ἀπέναντι τῶν ὀφθαλμῶν μου, τῶν τὰ κρυπτὰ ἐρευνώντων, δείξατε τοὺς καρποὺς τῆς μετανοίας.

δ’. Δεῖ δὲ ἡμᾶς καθαιρομένους ἀπὸ τῶν ἁμαρτιῶν πρὸ ὀφθαλμῶν ἔχειν αὐτὰ τὰ ἁμαρτήματα· κἂν ὁ Θεὸς διὰ φιλανθρωπίαν συγχωρήσῃ σοι τὴν ἁμαρτίαν, ἀλλὰ σὺ πρὸς τὴν ἀσφάλειαν τῆς ἑαυτοῦ ψυχῆς πρὸ ὀφθαλμῶν ἔχε τὴν ἁμαρτίαν. Ἡ γὰρ μνήμη τῶν προλαβόντων ἀποχὴ γίνεται τῶν μελλόντων· καὶ ὁ ἐπὶ τοῖς προτέροις δακνόμενος, περὶ τὰ δεύτερα ἀσφαλεστέραν τὴν γνώμην δείκνυσι. Διὰ τοῦτο καὶ ὁ Δαυΐδ· «Καὶ ἡ ἁμαρτία μού, φησίν, ἐνώπιόν μοὺ ἐστι διὰ παντός»· ἵνα πρὸ ὀφθαλμῶν ἔχων τὰ προλαβόντα, μὴ περιπέσῃ τοῖς μέλλουσιν. Ὅτι δὲ ταύτην παρ’ ἡμῶν ὁ Θεὸς ἀπαιτεῖ τὴν κατάστασιν, ἄκουσον αὐτοῦ λέγοντος· «Ἐγὼ εἰμι ὁ ἐξαλείφων τὰς ἁμαρτίας σου, καὶ οὐ μὴ μνησθήσομαι· σὺ δὲ μνήσθητι, καὶ κριθῶμεν, λέγει Κύριος· λέγε σὺ πρῶτον τὰς ἁμαρτίας σου, ἵνα δικαιωθῇς». Οὐκ ἀναμένει ὁ Θεὸς χρόνον τὸν ἀπὸ τῆς μετανοίας· εἶπες τὴν ἁμαρτίαν σου, ἐδικαιώθης· μετενόησας, ἠλεήθης. Οὐ χρόνος ἀπολογεῖται, ἀλλ’ ὁ τρόπος τοῦ μετανοοῦντος τὴν ἁμαρτίαν σβέννυσιν· ἔστι καὶ χρόνῳ πολλῷ παρεδρεύσαντα μὴ τυχεῖν σωτηρίας, καὶ ἐν ὀλίγῳ χρόνῳ γνησίως ἐξομολογησάμενον ἀποδύσασθαι τὴν ἁμαρτίαν. Πολὺν ἀνάλωσε χρόνον ὁ μακάριος Σαμουὴλ ἀξίων περὶ τοῦ Σαούλ, καὶ πολλὰς νύκτας διήνυσεν ἀγρυπνῶν πὲρ τῆς τοῦ ἁμαρτήσαντος σωτηρίας· ὁ δὲ Θεὸς τὸν χρόνον παραπεμπόμενος (οὐ γὰρ συνέδραμε τῇ ἱκεσίᾳ τοῦ προφήτου ἡ μετάνοια τοῦ ἁμαρτήσαντος), λέγει πρὸς τὸν ἑαυτοῦ προφήτην· «Ἕως πότε σὺ πενθεῖς περὶ σάλου, κἀγὼ ἀπῶσμαι αὐτόν»; Τὸ «Ἕως πότε», τὸν χρόνον δείκνυσι, καὶ τὴν παραμονὴν τοῦ ἱκετεύοντος· καὶ ἀπεπέμψατο ὁ Θεὸς τὸν χρόνον τῆς ἱκεσίας τοῦ προφήτου· οὐ γὰρ συνέδραμε τῇ πρεσβείᾳ τοῦ δικαίου ἡ μετάνοια τοῦ βασιλέως. Τῷ δὲ γε μακαρίῳ Δαυΐδ, δεξαμένῳ τὸν ἔλεγχον τῆς ἁμαρτίας διὰ τοῦ ἁγίου Ναθᾶν τοῦ προφήτου, καὶ εὐθέως πρὸς τὴν ἀπειλὴν ἐπιδειξαμένῳ τὴν γνησίαν ἐπιστροφήν, καὶ εἰπόντι, «Ἥμαρτον τῷ Κυρίῳ», εὐθέως ῥῆμα ἓν ἐν μιᾷ ῥοπῇ προενεχθὲν γνησίως ὁλόκληρον ἤνεγκε τῷ μετανοήσαντι τὴν σωτηρίαν· εὐθὺς γὰρ ἡ διόρθωσις κατέλαβε τὴν ἀπόφασιν. Φησὶ γοῦν πρὸς αὐτὸν ὁ Ναθᾶν· «Καὶ Κύριος ἀφῆκε τὴν ἁμαρτίαν σου».

Ὅρα δὲ μοι τὸν Θεὸν βραδὺν εἰς τιμωρίαν, καὶ ταχύν, εἰς σωτηρίαν· καὶ μοι πρῶτον ἐννόησον, ὅπως τὸν ἔλεγχον ὁ φιλάνθρωπος μετὰ πολλοὺς προσήγαγε χρόνους. Ἥμαρτεν ὁ Δαυΐδ· ἐκυοφόρησεν ἡ γυνή, καὶ οὐδεὶς ἔλεγχος τῇ ἁμαρτίᾳ παρηκολούθησεν, ἀλλὰ μετὰ τὸ ἀποτεχθῆναι τὸ βρέφος τὸ ἐκ τῆς ἁμαρτίας, ἀποστέλλεται ὁ ἰατρὸς τῆς ἁμαρτίας. Διὰ τὶ δὲ ἁμαρτήσαντα εὐθέως οὐ διωρθώσατο; Ἐπειδὴ οἶδεν ἐν ταῖς ἀκμαῖς τῶν ἁμαρτημάτων τυφλώττουσαν τὴν ψυχὴν τῶν ἁμαρτανόντων, διότι ἐκκεκώφωται τὰ ὦτα τῶν βεβαπτισμένων ἐν τῷ βάθει τῆς ἁμαρτίας. Ὑπερτίθεται οὖν φλεγμαίνοντι τῷ πάθει προσάγειν τὴν βοηθεῖν, καὶ μετὰ τοσοῦτον χρόνον ὁ ἔλεγχος προσέρχεται· καὶ ἐν μιᾷ καιροῦ ῥοπῇ ἡ μετάνοια καὶ ἡ ἄφεσις. «Καὶ Κύριος ἀφῆκε τὴν ἁμαρτίαν σου». Ὣ τῆς οἰκονομίας τοῦ ἀπειλήσαντος. Ὁρᾷς ὅτι ὀξὺς εἰς σωτηρίαν; Τοῦτο καὶ ἐπὶ τῶν ἄλλων ποιεῖ, βραδύνων μὲν πρὸς καθαίρεσιν, ταχύνων δὲ πρὸς ἀντίληψιν. Οἶόν τι λέγω· ἐφ’ ἡμῶν τῶν ἀνθρώπων διὰ πολλῶν χρόνων τὰ κτίσματα κατασκευάζεται, καὶ ἐν πολλῷ χρόνῳ κτίζομεν οἶκον· καὶ τῆς μὲν οἰκοδομῆς πολὺς ὁ χρόνος, τῆς δὲ καθαιρέσεως ὀλίγος. Ἐπὶ δὲ τοῦ Θεοῦ τὸ ἀνάπαλιν ὅταν κτίζῃ, ταχέως κτίζει· ὅταν καταστρέφῃ, βραδέως καταστρέφει. Ταχὺς ὁ Θεὸς κτίζων, βραδὺς καταστρέφων· ἐπειδὴ Θεῷ τὰ δύο πρέποντα· καὶ γὰρ ἐκεῖνο, δυνάμεως, καὶ τοῦτο, ἀγαθότητος· δι’ ὑπερβολὴν δυνάμεως ταχύς, διὰ πολλὴν ἀγαθότητα βραδύς· ἔλεγχος δὲ τῶν ῥημάτων, ἡ πείρᾳ τῶν πραγμάτων. Ἐν ἒξ ἡμέραις ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, τὰ μεγέθη τῶν ὀρέων, τὰς πεδιάδας, τὰς φάραγγας, τὰς νάπας, τὰς ὕλας, τὰ βλαστήματα, πηγάς, ποταμούς, παράδεισον, πᾶσαν τὴν ὁρωμένην ποικιλίαν, τὴν θάλατταν ταύτην τὴν μεγάλην καὶ εὐρύχωρον, τὰς νήσους, τὰς παραλίους χώρας, καὶ τὰς μεσογείους· πάντα τὸ ὁρώμενον τοῦτον κόσμον, καὶ τὸ ἐν αὐτῷ κάλλος, ἐν ἒξ ἡμέραις ἐποίησεν ὁ Θεός· τὰ ἐν αὐτῷ ζῷα τὰ λογικά, καὶ τὰ ἄλογα, καὶ πᾶσαν τὴν ὁρωμένην διακόσμησιν ἐν ἒξ ἡμέραις ποιεῖ. Οὗτος οὖν ὁ ταχὺς εἰς τὸ κτίζειν, ὅτε ἐβουλεύσατο μίαν πόλιν καθελεῖν, εὑρέθη βραδὺς δι’ ἀγαθότητα. Θέλῃ καθελεῖν τὴν Ἱεριχῶ, καὶ φησι πρὸς τὸν Ἰσραήλ· «Κυκλώσατε αὐτὴν ἐπὶ ἑπτὰ ἡμέρας καὶ τῇ ἑβδόμῃ ἡμέρᾳ πεσεῖται τὸ τεῖχος». Τὸν κόσμον ὅλον ἐν ἒξ ἡμέραις κατασκευάζεις, καὶ μίαν πόλιν ἐν ἑπτὰ ἡμέραις λύεις; Τὶ γὰρ ἐμποδίζει σου τῇ δυναστείᾳ; Διὰ τὶ γὰρ μὴ ἀθρόον καθαιρεῖς; Οὐ περὶ σοῦ ὁ προφήτης βοᾷ λέγων· «Ἐὰν ἀνοίξῃς τὸν οὐρανόν, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη, καὶ τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρός»; Οὐ τὰ ἔργα τῆς δυνάμεως σου διηγούμενος, φησὶν ὁ Δαυΐδ, «Οὐ φοβηθησόμεθα ἐν τὰ ταράσσεσθαι τὴν γῆν, καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν»; Ὄρη δύνῃ μεθιστᾷν, καὶ εἰς θάλασσαν ἐμβάλλειν, καὶ μίαν πόλιν οὐ θέλεις καθελεῖν ἀντιλέγουσαν, ἀλλ’ ἑπτὰ ἡμέρας δίδως τῇ καθαιρέσει; Διὰ τί; Οὐχ ἡ δύναμις, φησίν, ἀτονεῖ, ἀλλ’ ἡ φιλανθρωπίᾳ μακροθυμεῖ. Δίδωμι ἑπτὰ ἡμέρας, ὡς τῇ Νινευῒ τρεῖς ἡμέρας· ἴσως δέξεται κήρυγμα μετανοίας, καὶ σωθήσεται. Καὶ τὶς ὁ κηρύττων αὐτοῖς τὴν μετάνοιαν; Πολέμιοι τὴν πόλιν περιετειχίσαντο· ὁ στρατηγὸς ἐκύκλου τὰ τείχη· πολὺς ὁ φόβος, πολὺς ὁ θόρυβος· ποίαν οὖν αὐτοῖς ὁδὸν τῆς μετανοίας ἀνέῳξας; Μὴ γὰρ προφήτην ἀπέστειλας; Μὴ γὰρ εὐαγγελιστὴν διέπεμψε, μὴ γὰρ ἦν τις αὐτοῖς ὑποτιθέμενος τὸ συμφέρον; Ναί, φησίν, εἶχον ἔνδον διδάσκαλον τῆς μετανοίας τὴν θαυμαστὴν ἐκείνην, Ῥαάβ, ἣν ἔσωσα διὰ μετανοίας. Τοῦ αὐτοῦ ἦν φυράματος· ἀλλ’ ἐπειδὴ ἐξ αὐτοῦ οὐκ ἦν τοῦ φρονήματος, οὐκ ἐκοινώνησε τῇ ἁμαρτίᾳ ἡ μὴ κοινωνήσασα τῇ ἀπιστίᾳ.

ε’. Καὶ ὅρα μοι τὸ ξένον τῆς φιλανθρωπίας κήρυγμα· ὁ λέγων ἐν τῷ νόμῳ· «Οὐ μοιχεύσεις», οὐ πορνεύσεις, μεταβαλὼν τὸ ῥῆμα διὰ φιλανθρωπίαν, βοᾷ διὰ τοῦ μακαρίου Ἰησοῦ· «Ῥαὰβ ἡ πόρνη ζήτω». Ἰησοῦς ἐκεῖνος ὁ Ναυῆ υἱὸς ὁ λέγων, «Ἡ πόρνη ζήτω», εἰκὼν ἦν τοῦ Κυρίου Ἰησοῦ τοῦ λέγοντος· «Πόρναι καὶ τελῶναι προάξουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν». Εἰ ζῇν ὀφείλει, διὰ τὶ πόρνη; Εἰ πόρνη, διὰ τὶ ζήτω; Λέγω, φησί, τὴν προτέραν κατάστασιν, ἵνα θαυμάσῃς τὴν δευτέραν μετάστασιν. Καὶ τὶ ἐποίησε, φησίν, ἡ Ῥαὰβ σωτηρίας πρόξενον; Ὅτι ἐδέξατο τοὺς κατασκόπους μετὰ εἰρήνης; Τοῦτο καὶ πανδοχεύτρια ποιεῖ. Ἀλλ’ οὐκ ἀπὸ τῆς λέξεως μόνης καρποῦται τὴν σωτηρίαν, ἀλλὰ προηγουμένως ἀπὸ τῆς πίστεως, καὶ τῆς πρὸς Θεὸν διαθέσεως. Καὶ ἵνα μάθῃς τὴν ὑπερβολὴν τῆς ἐν αὐτῇ πίστεως, ἄκουε αὐτῆς τῆς Γραφῆς διηγουμένης τὰ μεμαρτυρημένα αὐτῇ κατορθώματα. Ἦν ἐν πορνείῳ, ὥσπερ μαργαρίτης ἐν βορβόρῳ συμπεφυρμένος, χρυσὸς ἐν πηλῷ διεῤῥιμμένος, ἄνθος εὐσεβείας ἀκάνθαις κεχωσμένον, εὐσεβὴς ψυχὴ ἐν ἀσεβείας χώρῳ κατεκέκλειστο. Καὶ μοι πρόσεχε τὸν νοῦν ἀκριβῶς. Ἐδέξατο τοὺς κατασκόπους, καὶ ὃν προέδωκεν Ἰσραὴλ ἐν τῇ ἐρήμῳ, τοῦτον ἐκήρυξεν ἡ Ῥαὰβ ἐν τῷ πορνείῳ. Οἷον τὶ λέγω, ὁ Ἰσραὴλ ἐν τῇ ἐρήμῳ; Ὅτε τὸ ὄρος ἐπεπλήρωτο νεφέλης, καὶ γνόφου, καὶ σαλπίγγων, καὶ ἀστραπῶν, καὶ τῶν ἄλλῳ φοβήτρων, ἤκουσε παρὰ τοῦ Θεοῦ ἐκ μέσου τοῦ πυρός· «Ἄκουε Ἰσραήλ· Κύριος ὁ Θεὸς σου, Κύριος εἷς ἐστιν· οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι· ἐγὼ ἐν τῷ οὐρανῷ ἄνω, καὶ ἐν τῇ γῇ κάτω, καὶ πλὴν ἐμοῦ Θεὸς οὐκ ἔστι»· ταῦτα ἀκούων ὁ Ἰσραήλ, μόσχον ἐχώνευσε, καὶ Θεὸν ἠθέτησε· ἠγνόησε τὸν Δεσπότην, ἀπέγνω τὸν εὐεργέτην, καὶ λέγει τῷ Ἀαρῶν· «Ποίησον ἡμῖν θεούς». Εἰ θεούς, διὰ τὶ ποίησον; Πῶς θεοὶ τὰ γινόμενα; Οὕτως ἡ κακία τυφλώττουσα, αὐτῇ ἑαυτῇ μάχεται, καὶ ἑαυτὴν ἀφανίζει. Εἷς ἐγένετο μόσχος, καὶ βοᾷ ὁ ἀχάριστος Ἰσραήλ· «Οὗτοι οἱ θεοὶ σου, Ἰσραήλ, οἱ ἐξαγαγόντες σε ἐκ γῆς Αἰγύπτου». Οὗτοι οἱ θεοὶ ἕνα βλέπει μόσχον, ἓν τὸ γινόμενον εἴδωλον, διὰ τὶ οὖν, «Οὗτοι οἱ θεοί»; Ἵνα δείξῃ, ὅτι οὐχ ὃ βλέπει μόνον προσκυνεῖ, ἀλλὰ πολυθεΐαν φαντάζεται· τὴν γνώμην ἑρμηνεύει, οὐ τὸ φαινόμενον κρινεῖ. Ἵνα δὲ εἰς τὸ προκείμενον ἐπανέλθωμεν πάλιν, ἃ ἤκουσεν Ἰσραήλ, ὁ τοσούτοις περιστοιχιζόμενος θαύμασι, καὶ τοσούτῳ νόμῳ παιδαγωγούμενος, καὶ ἠρνήσατο, ταῦτα ἡ Ῥαὰβ ἀποκεκλεισμένη ἐν τῷ πορνείῳ κηρύττει· λέγει γὰρ τοῖς κατασκόποις· «Ἔγνωμεν ὅσα ἐποίησεν ὁ Θεὸς ὑμῶν τοῖς Αἰγυπτίοις». Ὁ ἰουδαῖος λέγει· «Οὗτοι οἱ θεοὶ σου οἱ ἐξαγαγόντες σε ἐκ γῆς Αἰγύπτου», καὶ ἡ πόρνη, οὐ θεοῖς, ἀλλὰ Θεῷ, ἐπιγράφει τὴν σωτηρίαν. «ἔγνωμεν ὅσα ὁ Θεὸς ὑμῶν ἐποίησε τοῖς Αἰγυπτίοις ἐν τῇ ἐρήμῳ, καὶ ἠκούσαμεν, καὶ ἐτάκη ἡμῶν ἡ καρδία, καὶ ἰσχὺς ἐν ἡμῖν οὐκ ἔστιν. Ἔγνωμεν ὅσα ὁ Θεὸς ὑμῶν ἐποίησε». Βλέπεις πῶς ἀναλαμβάνει τοῦ νομοθέτου τὸ ῥῆμα διὰ πίστεως; «Καὶ οἶδα, ὅτι ὁ Θεὸς ὑμῶν ἐν τῷ οὐρανῷ ἄνω, καὶ ἐν τῇ γῇ κάτω, καὶ πλὴν αὐτοῦ Θεὸς οὐκ ἔστιν».

Εἰκὼν τῆς Ἐκκλησίας ἡ Ῥαὰβ τῆς ποτε πεφυρμένης τῇ πορνείᾳ τῶν δαιμόνων, δεχομένης δὲ νῦν τοὺς τοῦ Χριστοῦ κατασκόπους, οὐ τοὺς παρὰ Ἰησοῦ τοῦ Ναυῆ, ἀλλὰ τοῦ ἀποστόλους τοὺς παρὰ Ἰησοῦ τοῦ ἀληθινοῦ Σωτῆρος ἀπεσταλμένους. «Ἔγνων, φησίν, ὅτι ὁ Θεὸς ὑμῶν ἐν τῷ οὐρανῷ ἄνω, καὶ ἐν τῇ γῇ κάτω, καὶ πλὴν αὐτοῦ Θεὸς οὐκ ἔστι». Ταῦτα παρέλαβον οἱ Ἰουδαῖοι, καὶ οὐκ ἐφύλαξαν· ταῦτα ἤκουσεν ἡ Ἐκκλησία, καὶ διετήρησεν. Ἀξία τοίνυν ἐπαίνου παντὸς Ῥαάβ, ἡ εἰκὼν τῆς Ἐκκλησίας. Διὰ τοῦτο καὶ ὁ γενναῖος Παῦλος, καταμαθὼν αὐτῆς τὸ ἀξίωμα τῆς πίστεως, καὶ οὐκ ἀδόκιμον ἡγησάμενος διὰ τὴν προτέραν κατάστασιν, ἀλλὰ δόκιμον διὰ τὴν ἔνθεον μεταβολήν, συναριθμεῖ αὐτὴν τοῖς ἁγίοις πᾶσι, καὶ εἰρηκώς· «Πίστει Ἄβελ θυσίαν προσήνεγκε· πίστει Ἀβραάμ» τὸ καὶ τὸ ἐποίησε· πίστει Νῶε κιβωτὸν εἰργάσατο· πίστει Μωϋσῆς τὰ καὶ τὰ ἐποίησε καὶ κατώρθωσε· καὶ πολλῶν ἐφεξῆς μνησθεὶς ἁγίων, τὸ τελευταῖον ἐπήγαγε· «Πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασι, δεξαμένη τοὺς κατασκόπους, καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσα». Καὶ ὅρα πῶς μετὰ πολλῆς σοφίας ἐκέρασε τὴν ἑαυτῆς εὐγνωμοσύνην. Ὅτε γὰρ ἀπεστάλησαν παρὰ τοῦ βασιλέως ζητοῦντες τοὺς κατασκόπους λέγουσιν αὐτῇ· «Εἰ εἰσῆλθον πρὸς σὲ ἄνδρες»; Ἡ δὲ πρὸς αὐτούς· Ναί, φησίν, εἰσῆλθον. Πρῶτον οἰκοδομεῖ τὴν ἀλήθειαν, καὶ οὕτως ἐπάγει τὸ ψεῦδος. Οὐδέποτε γὰρ καθ’ αὐτοῦ τὸ ψεῦδος πιστεύεται, ἐὰν μὴ προλαβὸν ἐνδείξηται τὴν ἀλήθειαν· διὰ τοῦτο οἱ πιθανῶς ψευδόμενοι πρῶτον λέγουσι τἀληθῆ καὶ πᾶσιν ὡμολογημένα, καὶ τότε ἐπάγουσι τὰ ψευδῆ καὶ ἀμφιβαλλόμενα. Εἰσῆλθον πρὸς σὲ κατάσκοποι; Λέγει, Ναί· εἰ γὰρ εἶπεν ἐξ ἀρχῆς, Οὔ, προεκαλεῖτο εἰς ἔρευναν τοὺς ἐπελθόντας· ἀλλά, Καὶ εἰσῆλθον, φησί, καὶ ἐξῆλθον τῇδε τῇ ὁδῷ, καταδιώξατε, καὶ καταλήψεσθε αὐτούς. Ὣ καλοῦ ψεύδους· ὣ καλοῦ δόλου οὐ προδιδόντος τὰ θεῖα, ἀλλὰ φυλάττοντος τὴν εὐσέβειαν. Εἰ τοίνυν τὴν Ῥαὰβ ἐκείνην ἡ μετάνοια σωτηρίας τοσαύτης ἠξίωσε, καὶ διὰ στόματος ἁγίων κηρύττεται, Ἰησοῦ μὲν τοῦ Ναυὴ βοῶντος ἐν τῆς ἐρήμῳ· «Ζήτω Ῥαὰβ ἡ πόρνη», Παύλου δὲ λέγοντος, «Πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασι», πόσῳ μᾶλλον ἡμεῖς, ἐὰν προσάγωμεν τὴν μετάνοιαν, δεξόμεθα τὴν σωτηρίαν; Μετανοίας νῦν ὁ παρὼν καιρός· πολὺς γὰρ ὁ φόβος τῶν ἐπικειμένων ἡμῖν ἁμαρτημάτων, ἂν μὴ προλάβοι τὴν τιμωρίαν ἡ μετάνοια. «Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει»· σβέσωμεν τὴν πυρκαΐαν τῶν ἁμαρτημάτων, οὐχ ὕδασι πολλοῖς, ἀλλὰ μικροῖς δάκρυσι. Πολὺ τὸ πῦρ τῆς ἁμαρτίας, καὶ ὀλίγῳ δακρύω σβέννυται· τὸ γὰρ δάκρυον σβέννυσι πυρκαΐαν ἁμαρτημάτων, καὶ ἀποπλύνει δυσωδίαν ἁμαρτίας. Μαρτυρεῖ Δαυῒδ ὁ μακάριος λέγω, καὶ δεικνύων τὴν δύναμιν τῶν δακρύων ὅσον ἰσχύει· «Λούσω γάρ, φησί, καθ’ ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνὴν μου βρέξω». Καὶ μὴ εἰ τὴν ἀφθονίαν ἐβούλετο δεῖξαι τῶν δακρύων, ἤρκει τὸ εἰπεῖν· «Ἐν δάκρυσί μου τὴν στρωμνὴν μου βρέξω». Διὰ τὶ οὖν προέταξε τό, «Λούσω»; Ἵνα δείξῃ ὅτι λουτρὸν ἐστι καὶ καθάρσιον ἁμαρτημάτων τὰ δάκρυα.

Ϛ’. Πάντων τῶν κακῶν αἴτια τὰ ἁμαρτήματα. Διὰ τὰ ἁμαρτήματα λύπαι, διὰ τὰ ἁμαρτήματα ταραχαί, διὰ τὰ ἁμαρτήματα πόλεμοι, διὰ τὰ ἁμαρτήματα νόσοι, καὶ πάντα ὅσα ἡμῖν προσπίπτει δυσίατα πάθη. Ὥσπερ οὖν οἱ ἄριστοι τῶν ἰατρῶν οὐ τὰ φαινόμενα πάθη ἐξετάζουσιν, ἀλλὰ τὴν αἰτίαν τῶν φαινομένων ἐπιζητοῦσιν· οὕτω καὶ ὁ Σωτὴρ βουλόμενος δεῖξαι πάντων τῶν κακῶν τῶν ἐν ἀνθρώποις αἰτίαν τὴν ἁμαρτίαν, φησὶ τῷ παραλελυμένῳ τὸ σῶμα· ἐπειδὴ εἶδεν αὐτὸν ὁ ἰατρὸς τῶν ψυχῶν πρότερον τὴν ψυχὴν παραλυθέντα, καὶ τότε τὸ σῶμα, λέγε πρὸς αὐτόν· «Ἴδε, ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρον τὶ σοι γένηται». Οὐκοῦν καὶ τῆς προλαβούσης ἀῤῥωστίας αἴτιον ἡ ἁμαρτία· τοῦτο καὶ ζημίας αἴτιον· τοῦτο καὶ λύπης, τοῦτο καὶ συμφορὰς ἁπάσης ὑπόθεσις γίνεται. Πλὴν θαυμάζω ἐκεῖνο, πῶς τὴν λύπην ἀπ’ ἀρχῆς τῷ ἀνθρώπῳ δοὺς ὁ Θεὸς διὰ τὴν ἁμαρτίαν τῇ ἀποφάσει τὴν ἀπόφασιν λύει, καὶ τῇ καταδίκῃ τὴν καταδίκην ἐκβάλλει· καὶ ὅπως, ἄκουε. Ἐδόθη λύπη διὰ τὴν ἁμαρτίαν, καὶ διὰ λύπης λύεται ἁμαρτία. Πρόσεχε ἀκριβῶ· τῇ γυναικὶ ἀπειλῶν ὁ Θεός, καὶ διὰ τὴν παράβασιν τὴν τιμωρίαν ἐπάγων, φησὶν πρὸς αὐτήν· «Ἐν λύπαις τέξῃ τέκνα»· καὶ ἔδειξε καρπὸν τῆς ἁμαρτίας, τὴν λύπην· ἀλλ’, ὣ τοῦ μεγαλοδώρου! Ὃ ἔδωκεν εἰς τιμωρίαν, μετέβαλεν εἰς σωτηρίαν. Ἁμαρτία λύπην ἐγέννησε· λύπη τὴν ἁμαρτίαν ἀνάλωσε, καὶ ὥσπερ σκώληξ ἀπὸ τοῦ ξύλου τικτόμενος, αὐτὸ δαπανᾷ τὸ ξύλον· οὕτω καὶ ἡ λύπη τεχθεῖσα ἀπὸ τῆς ἁμαρτίας, ἀναλίσκει τὴν ἁμαρτίαν, διὰ τῆς μετανοίας προσαγομένῃ. Διὰ τοῦτό φησιν ὁ Παῦλος· «Ἡ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον ἐργάζεται». Καλὴ ἡ λύπη τοῖς γνησίως μετανοοῦσι· πρέπει τοῖς ἁμαρτάνουσι τὸ ὑπὲρ τῆς ἁμαρτίας πένθος· «Μακάριοι γὰρ οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται». Πένθησον τὴν ἁμαρτίαν, ἵνα μὴ θρηνήσῃς τὴν τιμωρίαν· ἀπολόγησαι τῷ κριτῇ, πρὶν ἔλθῃς εἰς τὸ κριτήριον. Ἢ οὐκ οἶδας, ὅτι πάντες οἱ βουλόμενοι δυσωπῆσαι τὸν κριτήν, οὐκ ἐν αὐτῇ τῇ ἐτάσει τῆς δίκης θεραπεύουσιν, ἀλλὰ πρὶν εἰσελθεῖν εἰς τὸ κριτήριον, ἢ διὰ φίλων, ἢ διὰ προστατῶ, ἢ δι’ ἑτέρου τρόπου τινὸς τὸν δικαστὴν θεραπεύσουσιν; Οὐκοῦν καὶ ἐπὶ τοῦ Θεοῦ ἐν τῷ καιρῷ τοῦ βήματος οὐκ ἔστι πεῖσαι τὸν δικαστήν· πρὸ δὲ τοῦ καιροῦ τῆς κρίσεως δυνατὸν δυσωπῆσαι τὸν κριτήν. Διόπερ ἔλεγεν ὁ Δαυΐδ· «Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει». Ἐκεῖ τὸν μέγαν κριτὴν οὐ παραλογίζεται ῥητόρων τέχνη· οὐ δυσωπεῖ δυναστεία· ἀξιώμασι οὐ πείθεται· πρόσωπον οὐκ αἰσχύνεται· χρήμασιν οὐ διαφθείρεται, ἀλλὰ φοβερὰ ἐστι καὶ ἀδυσώπητος ἡ δικαιοκρισία.

Ἐνταῦθα οὖν τὸν κριτὴν δυσωπήσωμεν, καὶ παρακαλέσωμεν· ἐνταῦθα παντὶ σθένει καθικετεύσωμεν ἀλλ’ οὐ χρήμασι· μᾶλλον δέ, εἰ χρὴ τἀληθῆ λέγειν, πείθεται καὶ χρήμασιν ὁ φιλάνθρωπος, οὐκ αὐτὸς δεχόμενος, ἀλλὰ διὰ τῶν πενήτων. Δὸς πενομένῳ χρήματα, καὶ τὸν κριτὴν ἐδυσώπησας. Ταῦτα δὲ λέγω οἰκειούμενος ὑμᾶς, ἐπειδὴ μετάνοια ἐκτὸς ἐλεημοσύνης νεκρὰ ἐστι καὶ ἄπτερος· οὐ δύναται μετάνοια πτερωθῆναι, μὴ ἔχουσα πτερὸν ἐλεημοσύνης. Διὰ τοῦτο τῷ καλῶς μετανοήσαντι Κορνηλίῳ πτερὸν ἐγένετο τῆς εὐσεβείας ἡ ἐλεημοσύνη· «Αἱ ἐλεημοσύναι σου γάρ, φησί, καὶ αἱ προσευχαὶ σου εἰς οὐρανὸν ἀνέβησαν». Ὡς εἰ μὴ εἶχε πτερὸν τὴν ἐλεημοσύνην ἡ μετάνοια, οὐκ ἂν εἰς οὐρανὸν ἐχώρησεν. Ἀνέῳκται οὖν σήμερον ἐμπορεῖον ἐλεημοσύνης· ὁρῶμεν γὰρ τοὺς αἰχμαλώτους καὶ τοὺς πένητας· ὁρῶμεν τοὺς ἐν ἀγορᾷ περιφερομένους, ὁρῶμεν τοὺς βοῶντας, ὁρῶμεν τοὺς δακρύοντας, ὁρῶμεν τοὺς στένοντας· πανήγυρις ἡμῖν πρόκειται θαυμαστή, πανηγύρεως δὲ οὐδὲν ἕτερόν ἐστιν ἐπάγγελμα, καὶ τῷ ἐμπόρῳ οὐδὲν ἕτερόν ἐστι φρόνημα, ἢ τὰ ἐν τοῖς ὠνίοις ὀλίγου μὲν ἀγοράσαι, πολλοῦ δὲ πωλῆσαι. Οὐχ οὗτος τῶν ἐμπόρων ἑκάστου ὁ σκοπός; Μὴ δι’ ἕτερόν τι ἐπιβάλλεταί τις τῇ ἐμπορίᾳ, ἢ ἵνα τὰ μικροῦ ἐωνημένα μεγάλου διαπωλήσῃ, καὶ ἄρῃ πολυπλασιαζομένην αὐτῷ τὴν ἐμπορίαν; Τοιαύτην οὖν πανήγυριν προέθηκεν ἡμῖν ὁ Θεός· ὀλίγου τὰς δικαιοσύνας ἀγόρασον, ἵνα πολλοῦ μεταπωλήσῃς ἐν τῷ μέλλοντι· εἲ γε δεῖ μετάπρασιν εἰπεῖν τὴν ἀνταπόδοσιν. Ἐνταῦθα δι’ ὀλίγων ἀγοράζεται δικαιοσύνη, δι’ εὐτελοῦς κλάσματος ἄρτου, δι’ εὐτελοῦς ἱματίου, διὰ ποτηρίου ψυχροῦ. «Ὃς ποτίσῃ ποτήριον ψυχροῦ, ἀμὴν λέγω ὑμῖν», φησὶν ὁ τῆς πνευματικῆς ἐμπορίας διδάσκαλος, «οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ». Ποτήριον ψυχροῦ ἔμμισθον, ἱμάτια καὶ χρήματα διδόμενα δι’ εὐεργεσίαν οὐκ ἔμμισθα; Τοὐναντίον μὲν οὖν καὶ πολύμισθα. Διὰ τὶ οὖν ποτήριον ἐμνημόνευσε ψυχροῦ; Ἀδάπανον εἶπεν ἐλεημοσύνην· τῷ γὰρ ψυχρῷ οὔτε ξύλον ἀναλίσκεις, οὔτε ἕτερόν τι προσδαπανᾷς; Εἰ δ’ ὅπου ἀδάπανος ἡ δόσις, τοσαύτη τῆς εὐεργεσίας ἡ χάρις, ἔνθα ἱματίων ἀφθονίᾳ, χρημάτων χορηγίᾳ, τῶν ἄλλων ἀγαθῶν ἡ περιουσίᾳ, πόσον ἀπεκδέχεσθαι χρὴ μισθὸν παρὰ τοῦ δικαίου κριτοῦ; Ἐν ὅσῳ οὖν πρόκεινται αἱ ἀρεταὶ ὀλίγου πωλούμεναι, παρὰ τοῦ μεγαλοδώρου λάβωμεν, ἁρπάσωμεν, ἀγοράσωμεν. «Οἱ διψῶντες, φησί, πορεύεσθε ἐφ’ ὕδωρ, καὶ ὅσοι μὴ ἔχετε ἀργύριον, βαδίσαντες ἀγοράσατε». Ἐν ὅσῳ πρόκειται ἡ πανήγυρις, ἀγοράσωμεν ἐλεημοσύνας, μᾶλλον δὲ διὰ τῆς ἐλεημοσύνης ἀγοράσωμεν τὴν σωτηρίαν. Χριστὸν ἐνδύεις, πτωχὸν ἐνδύων. Ταῦτα, φησίν, οἶδα καλῶς καὶ ἀκριβῶς· ταῦτα προμεμάθηκα, οὐ σὺ πρῶτος ἐδίδαξας· οὐ παρὰ σοῦ τοῦτο πρῶτον ἀκηκόαμεν· οὐ ξένα κηρύττεις, ἀλλ’ ἃ πολλάκις ἡμᾶς πολλοὶ τῶν παρόντων ἐδίδαξαν. Οἶδα καὶ αὐτός, οἶδα, ὅτι ταῦτα καὶ τὰ τοιαῦτα πολλάκις μεμαθήκατε, ἀλλ’ εἴθε πολλάκις μαθόντες, κἂν ὀλίγον τὸ καλὸν εἰργαζώμεθα. Ὁ ἐλεῶν πτωχὸν δανείζει Θεῷ. Θεῷ δανείσωμεν τὴν ἐλεημοσύνην, ἵνα παρ’ αὐτοῦ λάβωμεν φιλανθρωπίας ἀντίδοσιν. Ἀλλ’ ὣ τοῦ σοφωτάτου ῥήματος! «Ὁ ἐλεῶν πτωχὸν δανείζει Θεῷ». Διὰ τὶ οὖν οὐκ εἶπεν, Ὁ ἐλεῶν πτωχὸν δίδωσι Θεῷ, ἀλλά, Δανείζει; Οἶδεν ἡ Γραφὴ τὴν ἡμετέραν πλεονεξίαν· προσέσχεν ὅτι ἡ ἀπληστία ἡμῶν πρὸς πλεονεξίαν βλέπουσα τὸν πλεονασμὸν ζητεῖ. Καὶ διὰ τοῦτο οὐκ εἶπεν ἁπλῶς· ὁ ἐλεῶν πτωχὸν δίδωσι Θεῷ, ἵνα μὴ ἁπλῆν τὴν ἀντιμισθίαν νομίσῃς· ἀλλ’ «Ὁ ἐλεῶν πτωχὸν δανείζει Θεῷ». Εἰ δανείζεται Θεὸς παρ’ ἡμῶν, ἄρα χρεώστης ἡμῶν ἐστι. Τὶ οὖν θέλεις αὐτὸν ἔχειν, κριτὴν ἢ χρεώστην; Ὁ χρεώστης αἰδεῖται τὸν δανείσαντα· ὁ κριτὴς οὐ δυσωπεῖται τὸν δανειζόμενον.

ζ’. Ἀναγκαῖον δὲ καὶ καθ’ ἕτερον τρόπον ἰδεῖν, τίνος ἕνεκεν ὁ Θεὸς εἶπεν, ὅτι Ἐμοὶ δανείζει ὁ διδοὺς πτωχῷ. Ἐπειδὴ εἶδεν ἡμῶν τὴν πλεονεξίαν ῥέπουσαν εἰς πλεονασμόν, ὡς ὤφθην εἰπών, καὶ μηδαμοῦ τὸν χρήματα ἔχοντα δανείζειν θέλοντα ἄνευ ἀσφαλείας· ἀπαιτεῖ γὰρ ὁ δανείζων ἢ ὑποθήκην, ἣ ἐνέχυρα, ἢ τὸν ἀντιφωνοῦντα, καὶ διὰ τῶν τριῶν τούτων ἀσφαλειῶν ἐμπιστεύει τὰ ἑαυτοῦ χρήματα, ἢ ἐγγύας δεχόμενος, ὡς ἔφθην εἰπών, ἢ ὑποθήκην πραγμάτων, ἢ ἐνέχυρα· ἐπειδὴ οὖν εἶδεν ὁ Θεός, ὅτι ἐκτὸς τούτων οὐδεὶς δανείζει, οὐδὲ εἰς φιλανθρωπίαν βλέπει, ἀλλ’ εἰς μόνον τὸ κέρδος ὁρᾷ, πάντων δὲ τούτων ἔρημος ὁ πτωχός, οὐχ ὑποθήκην ἔχων· οὐ κέκτηται γὰρ οὐδέν· οὐκ ἐνέχυρα φέρων· γεγύμνωται γάρ· οὐ τὸν ἀντιφωνοῦντα παρέχων· ἀπιστεῖται γὰρ διὰ τὴν ἀπορίαν· ὡς οὖν εἶδεν αὐτὸν διακινδυνεύοντα τῇ ἀπορίᾳ καὶ τὸν ἔχοντα χρήματα κινδυνεύοντα διὰ τὴν ἀπανθρωπίαν, μέσον ἑαυτὸν παρενέθηκεν, ἐχέγγυον μὲν τῷ πένητι, ἐνέχυρον δὲ τῷ δανείζοντι. Ἀπιστεῖς τούτῳ, φησί, διὰ τὴν ἀπορίαν, ἐμοὶ πίστευσον διὰ τὴν ἀφθονίαν. Εἶδε τὸν πτωχόν, καὶ ἠλέησεν· εἶδε τὸν πτωχὸν καὶ οὐ παρεῖδεν, ἀλλ’ ἑαυτὸν ἔδωκεν ἐνέχυρον τῷ μηδὲν ἔχοντι, καὶ τῷ ἀπορῶ παρέστη διὰ πολλὴν ἀγαθότητα ἐπαληθεύοντος τοῦ μακαρίου Δαυῒδ τῇ φιλανθρωπιᾳ ταύτῃ, καὶ λέγοντος· «Ὅτι παρέστη ἐκ δεξιῶν πένητος. Ὁ ἐλεῶν δανείζει Θεῷ». Θάρσει, φησίν, ἐμοὶ δανείζεις. Καὶ τὶ τοσοῦτον κερδαίνω σοι δανείζων; Μάλιστα μὲν οὖν παρανομώτατον παρὰ Θεοῦ λόγον ἀπαιτεῖν· πλὴν ἵνα συγκαταβῶ σου τῇ ἀνομίᾳ, καὶ λύσω τῇ φιλανθρωπίᾳ τὴν ἀποτομίαν, ἀντεξετάσωμεν πρὸς ταῦτα. Δανείζων τοῖς ἄλλοις τὶ κερδαίνεις; Τὶ παρ’ αὐτῶν εἰς πλεονασμῶν ἐπιζητεῖς; Οὐχ ἑκατοστήν, ἐὰν τὴν ἔννομον ζητήσῃς; Ἐὰν δὲ πλεονάσῃς τὴν ἀπληστίαν, διπλῆν καὶ τριπλῆν καρπώσῃ τὴν ἀδικίαν. Ἐγὼ δὲ σου νικῶ τὴν πλεονεξίαν· ὑπερβαίνω σοι τὴν ὄρεξιν τῆς ἀπληστίας· καλύπτω τῇ ἐμῇ ἀφθονίᾳ τὴν σὴν ἀμετρίαν. Σὺ ἑκατοστὴν ζητεῖς ἐγὼ δὲ ἑκατονταπλασίονα δίδωμί σοι. Εἶτα δανείζῃ, Κύριε· καὶ δανείζῃ παρ’ ἐμοῦ ἐνταῦθα τὴν εἰς τὸν πτωχὸν ἐλεημοσύνην, ἵνα πότε μοι ταῦτα ἀποδῷς; Ἀπαιτῶ τὰ σύμφωνα, στηρίξαι βουλόμενος τὸ συνάλλαγμα. Δὸς μοι τῆς ἀντιδόσεως τὸν καιρόν· ὅρισον τῆς ἀπολήψεως τὴν προθεσμίαν. Μάλιστα μὲν οὖν τοῦτο περιττόν· «Πιστὸς γὰρ Κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ». Ἐπειδὴ δὲ ἔθος καὶ σκοπὸς τῷ δανειζομένῳ εὐγνώμονος, χρόνους μετρεῖν, καὶ ἡμέρας ὁρίζειν, ἄκουε πότε καὶ ποῦ σοι τὴν ὀφειλὴν ἀποδίδωσιν ὁ διὰ τοῦ πτωχοῦ δανεισάμενος. «Ὅταν καθίσῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καὶ στήσῃ τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων, καὶ ἐρεῖ τοῖς ἐκ δεξιῶν»· ἐνταῦθα πρόσεχε πῶς ὁ χρεώστης εὐγνώμων περὶ τὸν δανείσαντα, πῶς ὁ δανεισάμενος μετὰ πολλῆς χάριτος ἀποδίδωσι· «Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρὸς μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου». Ὑπὲρ τίνων; «Ὅτι ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· γυμνὸς ἤμην, καὶ ἐνεδύσατέ με· ἐν φυλακῇ, καὶ ἤλθετε πρὸς μέ· ἀσθενὴς ἤμην, καὶ ἐπεσκέψασθέ με· ξένος ἤμην καὶ συνηγάγετέ με». Εἶτα οἱ καλῶς ἐν καιρῷ διακονήσαντες, εἰς τὴν οἰκείαν ἀσθένειαν ἀφορῶντες, καὶ εἰς τὴν ἀξίαν τοῦ δανεισαμένου, λέγουσι· «Κύριε, πότε σε εἴδομεν πεινῶντα, καὶ ἐθρέψαμεν; Ἢ διψῶντα, καὶ ἐποτίσαμεν»; Εἰς ὃν οἱ ὀφθαλμοὶ πάντων ἐλπίζουσι, καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν ἀφθονίᾳ; Ὣ τῆς πολλῆς ἀγαθότητος! Κρύπτει τὴν ἀξίαν διὰ φιλανθρωπίαν· «Ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν»· ὣ τῆς πολλῆς ἀγαθότητος, ὣ τῆς ἀμέτρου χρηστότητος! Ὁ διδοὺς τροφὴν πάσῃ σαρκί, καὶ ἀνοίγων τὰς χεῖρας, καὶ ἐμπιπλῶν παῶν ζῶον εὐδοκίας, «Ἐπείνων, φησί, καὶ ἐδώκατέ μοι φαγεῖν»· οὐ τῆς ἀξίας ἐλαττουμένης, ἀλλὰ τῆς φιλανθρωπίας τοὺς πτωχοὺς ἐγγυωμένης. «Ἐδίψησα, καὶ ἐποτίσατέ με». Τὶς ὁ ταῦτα λέγων; Ὁ λίμναις καὶ ποταμοῖς καὶ πηγαῖς τῶν ὑδάτων τὴν φύσιν ἐγχέων· ὁ διὰ τῶν Εὐαγγελίων φάσκων, ὅτι «Ο πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ Γραφή, ποταμοὶ ἐκ κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος»· ὁ εἰπών, «Εἰ τις δίψα, ἐρχέσθω πρὸς μέ, καὶ πινέτω». Ἀλλά, «Γυμνὸς ἤμην, φησί, καὶ ἐνεδύσατέ με». Ἐνεδύσαμεν τὸν ἐνδύοντα τὸν οὐρανὸν ἐν νεφέλαις, τὸν ἐνδύοντα τὴν Ἐκκλησίαν ἅπασαν, καὶ τὴν οἰκουμένην. «Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Ἐν φυλακῇ ἤμην»· ἐν φυλακῇ σὺ ὁ ἐξάγων πεπεδημένους; Ἑρμήνευσον ἃ λαλεῖς· ἡ γὰρ ἀξία ἀρνεῖται τὰ λεγόμενα. Ποτε σε εἴδομεν ἐν ἐνδείᾳ τοσαύτῃ; Ποτε ταῦτα πεποιήκαμεν; «Ἐφ’ ὅσον, φησίν, ἑνὶ τούτων τῶν ἐλαχίστων πεποιήκατε, ἐμοὶ ἐποιήσατε». Μὴ οὐκ ἀληθὴς ὁ λόγος, ὅτι «Ὁ ἐλεῶν πτωχὸν δανείζει Θεῷ»; Καὶ ὅρα τὸ θαυμαστόν· οὐδὲν ἕτερον ὑπέμνησεν ἔργον ἀρετῆς ἢ τοῦτο· καίτοι ἐδύνατο εἰπεῖν· Δεῦτε οἱ εὐλογημένοι, ὅτι ἐσωφρονήσατε, ὅτι ἐπαρθενεύσατε, ὅτι ἀγγελικὴν πολιτείαν ἀνελάβετε· ἀλλὰ σιωπᾶ ταῦτα, οὐχ ὅτι ἀνάξια μνήμης, ἀλλ’ ὡς δευτέρα φιλανθρωπίας. Ἀλλ’ ὥσπερ τούτοις τοῖς ἐκ δεξιῶν διὰ τὴν φιλανθρωπίαν ἔδειξε δεδωρημένην τὴν βασιλείαν· οὕτω καὶ τοῖς ἐξ ἀριστερῶν διὰ τὴν ἀκαρπίαν ἠπείλησε τὴν τιμωρίαν. «Πορεύεσθε οἱ κατηραμένοι εἰς τὸ σκότος τὸ ἐξώτερον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ». Διὰ τί; Ὑπὲρ τίνος; «Ὅτι ἐπείνων, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν». Οὐκ εἶπεν Ὅτι ἐπορνεύσατε, ὅτι ἐμοιχεύσατε, ὅτι ἐκλέψατε, ὅτι ἐψευδομαρτυρήσατε, ὅτι ἐπιωρκήσατε· κακὰ μὰν ὁμολογουμένως καὶ ταῦτα, ἀλλὰ τῆς ἀπανθρωπιᾶς κατώτερα καὶ τῆς ἀνελεημοσύνης. Διὰ τὶ δέ, ὦ Κύριε, οὐκ ἄλλων ὁδῶν φέρεις μνήμην; Οὐ κρινῶ, φησί, τὴν ἁμαρτίαν, ἀλλὰ τὴν ἀπανθρωπίαν· οὐ κρινῶ τοὺς ἁμαρτήσαντας, ἀλλὰ τοὺς μὴ μετανοήσαντας· ὑπὲρ ἀπανθρωπιᾶς ὑμᾶς καταδικάζω, ὅτι ἔχοντες τοσοῦτον καὶ τηλικοῦτον φάρμακον σωτηρίας, τὴν ἐλεημοσύνην, ἐν ᾖ ἐξηλείφετο πάντα τὰ ἁμαρτήματα, παρήκατε τοσαύτην εὐεργεσίαν. Ὀνειδίζω τοίνυν τὴν ἀπανθρωπίαν ὡς ῥίζαν κακίας καὶ πάσης ἀσεβείας· ἐπαινῶ τὴν φιλανθρωπίαν ὡς ῥίζαν πάντων τῶν ἀγαθῶν, καὶ ἀπειλῶ τοῖς μὲν πῦρ αἰώνιον, τοῖς δὲ βασιλείαν οὐρανῶν ἐπαγγέλλομαι. Καλαὶ σου, ὦ Δέσποτα, καὶ αἱ ἐπαγγελίαι· καλὴ σου καὶ ἡ προσδοκώμενη βασιλεία, καὶ ἡ γέεννα πάλιν ἀπειλούμενη· ἡ μὲν προτρεπομένη, ἡ δὲ ἐκφοβοῦσα· προτρέπεται γὰρ καλῶς ἡ βασιλεία, φοβεῖ δὲ χρησίμως ἡ γέεννα. Ἀπειλεῖ γὰρ γέενναν ὁ Θεός, οὐχ ἵνα εἰς γέενναν ἐμβάλῃ, ἀλλ’ ἵνα γεέννης ἀπαλλάξῃ. Εἰ γὰρ ἐβούλετο κολάσαι, οὐκ ἂν προηπείλησεν, ἵνα ἀσφαλισάμενοι φύγωμεν τὰ ἀπειλούμενα. Ἀπειλεῖ τὴν τιμωρίαν, ἵνα φύγωμεν τὴν πεῖραν τῆς τιμωρίας· φοβεῖ τῷ λόγῳ, ἵνα μὴ κολάσῃ τῷ ἔργῳ. Δανείσωμεν τοίνυν τῷ Θεῷ τὴν φιλανθρωπίαν, δανείσωμεν, ἵνα εὕρωμεν αὐτὸν χρεώστην, ὡς ἔφθην εἰπών, καὶ μὴ δικαστήν· αἰδεῖται γὰρ ὁ χρεώστης τὸν δανείσαντα, αἰδεῖται αὐτὸν καὶ δυσωπεῖται. Ἐὰν ἀπέλθῃ δανειστὴς εἰς θύραν χρεώστου, ἐὰν μὲν ᾖ ἄπορος, φεύγει· ἐὰν δὲ εὔπορος, μετὰ παῤῥησίας δέχεται αὐτόν. Ὅρα δὲ μοι καὶ ἕτερον θαῦμα τοῦ δικαίου κριτοῦ ἐκ τῶν ἀνθρωπίνων παρατιθέμενον· ἐὰν τίνι ἐν πενίᾳ καθεστῶτι δανείσῃς, προέλθῃ δὲ εἰς εὐθηνίαν ὁ δανεισάμενος, καὶ δύνηταί σοι λοιπὸν ἀποδοῦναι τὸ χρέος, λανθάνει τοὺς πολλούς, καὶ ἀποδίδωσιν, ἵνα μὴ αἰσχύνηται ἐπὶ τῇ προτέρᾳ καταστάσει· καὶ χάριτας μὲν ὁμολογεῖ. Κρύπτει δὲ τὴν εὐεργεσίαν, τὴν προτέραν ἔνδειαν αἰσχυνόμενος. Ὁ δὲ Θεὸς οὐχ οὕτω ποιεῖ, ἀλλ’ ἐν κρυπτῷ δανειζόμενος, παῤῥησίᾳ τὸ χρέος ἀποδίδωσιν. Ὅτε μὲν γὰρ λαμβάνει, διὰ λανθανούσης ἐλεημοσύνης· ὅτε δὲ ἀποδίδωσιν, ἐπ’ ὄψεσι πάσης τῆς δημιουργίας ἀποδίδωσιν. Ἀλλ’ ἐρεῖ τις ἴσως· διὰ τὶ δὲ ὅλως ὥσπερ ἐμοὶ τῷ πλουσίῳ δέδωκεν, οὐχὶ καὶ τῷ πένητι παραπλησίως δέδωκεν; Ἐδύνατο μὲν καὶ σοι δοῦναι ὁμοίως, καὶ τῷ πένητι, ἀλλ’ οὐκ ἠθέλησεν οὔτε σοῦ ἄκαρπον εἶναι τὸν πλοῦτον, οὔτε ἐκείνου ἄμισθον τὴν πενίαν. Σοὶ τῷ πλουτοῦντι δέδωκε πλουτεῖν ἐλεημοσύνῃ, καὶ σκορπίζειν ἐν δικαιοσύνῃ· «Ἐσκόρπισε γάρ· ἔδωκε τοῖς πένησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα». Ὁρᾷς ὅτι ὁ πλούσιος ἐκ τῆς ἐλεημοσύνης θησαυρίζει δικαιοσύνην αἰώνιον; Ὅρα πάλιν καὶ τὸν πένητα· ἐπειδὴ οὐκ ἔχει πλοῦτον, ᾧ ἐργάσηται δικαιοσύνην, ἔχει πενίαν, ἐξ ἧς καρποῦται ὑπομονὴν αἰώνιον. «Ἡ γὰρ ὑπομονῇ τῶν πενήτων οὐκ ἀπολεῖται εἰς τὸν αἰῶνα»· ἐν Χριστῷ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: ΟΜΙΛΙΑ Η’. Περὶ Μετανοίας
Προηγούμενο: ΟΜΙΛΙΑ Ϛ’. Λεχθεῖσα περὶ νηστείας τῇ ἕκτῃ ἑβδομάδα τῆς ἁγίας τεσσαρακοστῆς
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 49
Ἀρχικὴ Σελίδα: Τέρτιος