Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 49

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Εἰς τὴν γενέθλιον ἡμέραν τοῦ Σωτῆρος ημων Ἰησοῦ Χριστοῦ, ἄδηλον μὲν ἔτι οὖσαν τότε, πρὸ δὲ ὀλίγων ἐτῶν γνωρισθεῖσαν παρὰ τινων τῶν ἀπὸ τῆς Δύσεως ἐλθόντων καὶ ἀναγγειλάντων.
Προηγούμενο: ΟΜΙΛΙΑ Η’. Περὶ Μετανοίας
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 49

ΟΜΙΛΙΑ θ’. Περὶ μετανοίας, καὶ εἰς τοὺς ἀπολειφθέντας ἐν ταῖς συνάξεσιν, ἐν ᾧ καὶ περὶ τῆς ἱερᾶς τραπέζης καὶ περὶ κρίσεως

Ὥσπερ τοῖς σπείρουσιν ὄφελος οὐδέν, ὅταν παρὰ τὴν ὁδὸν ῥίπτωσι τὰ σπέρματα· οὕτως οὐδὲ ἡμῖν ὄφελος ἐκ τοῦ ἀκούειν ἡμᾶς Χριστιανούς, ἐὰν μὴ καὶ τοῖς ἔργοις κατάλληλον ἔχωμεν τὴν προσηγορίαν. Καὶ εἰ βούλεσθε, παράξω ὑμῖν ἀξιόπιστον μάρτυρα τὸν ἀδελφόθεον Ἰάκωβον φάσκοντα· «Ἡ πίστις χωρὶς τῶν ἔργων νεκρὰ ἐστιν. Ἄρα οὖν πανταχοῦ χρὴ τῆς τῶν ἔργων ἐργασίας»· ταύτης γὰρ ἀπούσης, οὔτε ἡ τοῦ Χριστιανοῦ προσηγορία ὠφελῆσαι ἡμᾶς δύναται. Καὶ μὴ θαυμάσῃς. Τὶ γάρ, εἰπὲ μοι, κέρδος ἔχει ὁ στρατιώτης ἐκ τοῦ στρατεύεσθαι αὐτόν, ἐὰν μὴ ἀξίοις ᾖ τῆς στρατείας, καὶ πολεμῇ ὑπὲρ τοῦ βασιλέως τρεφόμενος παρ’ αὐτοῦ; Τάχα δέ, εἰ καὶ φοβερὸν ἐστι τὸ λεγόμενον, ἄμεινον ἦν αὐτὸν μὴ στρατευθῆναι, ἢ στρατευθέντα ἀμελεῖν τῆς τοῦ βασιλέως τιμῆς· πῶς γὰρ οὐ τιμωρηθήσεται ὁ ἐκ τοῦ βασιλέως τρεφόμενος, ὑπὲρ δὲ τοῦ βασιλέως μὴ ἀγωνιζόμενος; Καὶ τὶ λέγω ὑπὲρ τοῦ βασιλέως; Εἴθε κἂν ὑπὲρ τῶν ἑαυτῶν ψυχῶν ἐφροντίζομεν. Καὶ πῶς, φησί, δύναμαι ἐν τῷ κόσμῳ εἶναι, καὶ ἐν μέσῳ πραγμάτων, καὶ σώζεσθαι; Τὶ λέγεις, ἄνθρωπε; Βούλει συντόμως δεῖξαί με μὴ τὸν τόπον εἶναι τὸν σώζοντα, ἀλλὰ τὸν τρόπον καὶ τὴν προαίρεσιν; Ὁ Ἀδὰμ ἐν παραδείσῳ ὡς ἐν λιμένι τὸ ναυάγιον ὑπέστη· ὁ δὲ Λὼτ ἐν τοῖς Σοδόμοις ὥσπερ ἐν πελάγει διεσώθη· ὁ Ἰὼβ ἐπὶ τῆς κοπρίας ἐδικαιώθη· ὁ δὲ Σαοὺλ ἐν τοῖς ταμείοις ὤν, τῆς βασιλείας καὶ τῆς ἐνταῦθα καὶ τῆς ἐκεῖ ἐξέπεσεν. Οὐκ ἔστι τοῦτο ἀπολογίᾳ, τὸ λέγειν· οὐ δύναμαι ἐν τῷ κόσμῳ εἶναι, καὶ ἐν μέσῳ πραγμάτων, καὶ σώζεσθαι. Ἀλλὰ ταῦτα πόθεν; Ὅτι οἱ μὲν ἐν ταῖς προσευχαῖς, οἱ δὲ ἐν ταῖς θείαις συνάξεσιν οὐ συνεχῶς παραγίνεσθε. Ἢ οὐχ ὁρᾶτε τοὺς βουλομένους ἀξιώματα λαβεῖν παρὰ τοῦ ἐπιγείου βασιλέως, πῶς προσεδρεύουσι, πῶς καὶ ἑτέρους εἰς παράκλησιν κινοῦσιν, ὅπως τοῦ ζητουμένου μὴ ἐκπέσωσι; Ταῦτα πρὸς τοὺς ἀπολιμπανομένους τῶν θείων συνάξεων εἴρηται, καὶ πρὸς τοὺς ἐν τῇ τῆς φοβερᾶς καὶ μυστικῆς τραπέζης ὥρᾳ εἰς συντυχίας καὶ ματαιολογίας ἀσχολουμένους. Τὶ ποιεῖ ἄνθρωπε; Οὐχ ὑπέσχου τῷ ἱερεῖ εἰπόντι, «Ἄνω σχῶμεν ἡμῶν τὸν νοῦν καὶ τὰς καρδίας», καὶ εἶπας, «Ἔχομεν πρὸς τὸν Κύριον»; Οὐ φοβῇ, οὐκ ἐρυθριᾷς κατ’ αὐτὴν τὴν φοβερὰν ὥραν ψεύστης εὑρισκόμενος; Βαβαὶ τοῦ θαύματος! Τῆς τραπέζης τῆς μυστικῆς ἐξηρτισμένης, τοῦ ἀμνοῦ τοῦ Θεοῦ ὑπὲρ στοῦ σφαγιαζομένου, τοῦ ἱερέως ὑπὲρ σοῦ ἀγωνιζομένου, πυρὸς πνευματικοῦ ἐκ τῆς ἀχράντου ἀναβλύζοντος τραπέζης, τῶν Χερουβὶμ παρισταμένων, καὶ τῶν Σεραφὶμ ἱπταμένων, τῶν ἑξαπτερύγων τὰ πρόσωπα κατακαλυπτόντων, πασῶν τῶν ἀσωμάτων δυνάμεων μετὰ τοῦ ἱερέως ὑπὲρ σοῦ πρεσβευουσῶν, τοῦ πυρὸς τοῦ πνευματικοῦ κατερχομένου, τοῦ αἵματος ἐν τῷ κρατῆρι εἰς σὴν κάθαρσιν ἐκ τῆς ἀχράντου πλευρᾶς κενουμένου, οὐ φοβῇ, οὐκ ἐρυθριᾷς καὶ κατὰ ταύτην τὴν φοβερὰν ὥραν ψεύστης εὑρισκόμενος; Ἑκατὸν ἑξήκοντα ὀκτὼ ὥρας ἐχούσης τῆς ἑβδομάδος, μίαν καὶ μόνην ὥραν ἀφώρισεν ἑαυτῷ ὁ Θεός· καὶ ταύτην εἰς πράγματα βιωτικὰ καὶ εἰς γέλοια καὶ εἰς συντυχίας ἀναλίσκεις; Μετὰ ποίας λοιπὸν παῤῥησίας τοῖς μυστηρίοις προσέρχῃ; Μετὰ ποίου συνειδότος μεμολυσμένου; Ἆρα εἰ ἐβάσταζες κόπρον ἐν ταῖς χερσὶ σου, ἐτόλμας προσψαῦσαι τοῦ κρασπέδου τοῦ ἐπιγείου βασιλέως; Οὐδαμῶς.

Μὴ ὅτι ἄρτος ἐστὶν ἴδῃς, μηδ’ ὅτι οἶνός ἐστι νομίσῃς· οὐ γὰρ ὡς αἱ λοιπαὶ βρώσεις εἰς ἀφεδρῶνα χωρεῖ· ἄπαγε! Μὴ τοῦτο νοεῖ· ἀλλὰ ὥσπερ κηρὸς πυρὶ προσομιλήσας οὐδὲν ἀπουσιάζει, οὐδὲν περισσεύει· οὕτω καὶ ὧδε νόμιζε συναναλίσκεσθαι τὰ μυστήρια τῇ τοῦ σώματος οὐσίᾳ. Διὸ καὶ προσερχόμενοι, μὴ ὡς ἐξ ἀνθρώπου νομίσητε μεταλαμβάνειν τοῦ θείου σώματος, ἀλλ’ ὡς ἐξ αὐτῶν τῶν Σεραφὶμ τῇ λαβίδι τοῦ πυρός, ἥνπερ Ἠσαΐας εἶδε, τοῦ θείου σώματος μεταλαμβάνειν νομίζετε, καὶ ὡς τῆς θείας καὶ ἀχράντου πλευρᾶς ἐφαπτόμενοι τοῖς χείλεσιν, οὕτω τοῦ σωτηρίου αἵματος μεταλάβωμεν. Τοιγαροῦν, ἀδελφοί, τῶν ἐκκλησιῶν μὴ ἀπολειπώμεθα, μήτε πάλιν ἐν αὐταῖς συντυχίαις ἑαυτοὺς ἀσχολῶμεν· στῶμεν ἔμφοβοι καὶ ἔντρομοι, κάτω νεύοντες τὸ ὄμμα, ἄνω δὲ τὴν ψυχήν· στενάζοντες ἀφώνως, ἀλαλάζωμεν τῇ καρδίᾳ. Ἢ οὐχ ὁρᾶτε τοὺς τῷ αἰσθητῷ καὶ φθαρτῷ καὶ προσκαίρῳ καὶ ἐπιγείῳ βασιλεῖ παρισταμένους, πῶς εἰσιν ἀμετακίνητοι, μὴ φθεγγόμενοι, μὴ σειόμενοι, μὴ τοὺς ὀφθαλμοὺς ὧδε κἀκεῖσε πέμποντες, ἀλλὰ στυγνοί, κατηφεῖς, ἔμφοβοι; Ἐξ αὐτῶν, ὦ ἄνθρωπε, τὸν ἔλεγχον λάβε, καὶ οὕτω παρακαλῶ παρίστασθαι ὑμᾶς τῷ Θεῷ, ὥσπερ εἰσερχόμενοι ἐνώπιον τοῦ ἐπιγείου βασιλέως τυγχάνετε· πολλῷ μᾶλλον τῷ ἐπουρανίῳ βασιλεῖ μετὰ φόβου παρίστασθαι χρή. Ταῦτα πολλάκις λέγω οὐ παύσομαι, ἕως οὗ διορθωθέντας ἴδω. Εἰσερχόμενοι δὲ εἰς τὴν ἐκκλησίαν, ὡς Θεῷ πρέπει εἰσέλθωμεν, μὴ μνησικακίαν ἐν τῇ ψυχῇ ἔχοντες, μήπως εὐχόμενοι, καθ’ ἑαυτῶν εὐχώμεθα, λέγοντες· «Ἄφες ἡμῖν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν». Φοβερὸν γὰρ ἐστι τὸ λεγόμενον, καὶ σχεδὸν εἰπεῖν, τοιοῦτο πρὸς τὸν Θεὸν βοᾷ ὁ τοῦτο λέγων· ἀφῆκα, Δέσποτα, ἄφες· ἔλυσα, λῦσον· συνεχώρησα, συγχώρησον· εἰ ἐκράτησα, κράτησον· εἰ μὴ ἔλυσα τῷ πλησίον, μηδὲ σὺ λύσῃς τὰ ἐμὰ ἁμαρτήματα· ἐν ᾧ μέτρῳ ἐμέτρησα, ἀντιμετρηθήτω μοι.

Ταῦτα εἰδότες, καὶ τὴν φοβερὰν ἡμέραν ἐκείνην ἐνθυμηθέντες, καὶ τὸ πῦρ ἐκεῖνο, καὶ τὰ φοβερὰ κολαστήρια εἰς νοῦν λαβόντες, ἐπιστρέψωμεν λοιπὸν ἐκ τῆς πεπλανημένης ὁδοῦ ἡμῶν. Ἐλεύσεται γὰρ ὥρα ὅταν τὸ θέατρον τοῦ κόσμου τούτου διαλυθήσεται· καὶ οὕτως οὐκ ἔστι λοιπὸν ἀγωνίζεσθαι· οὐκ ἔστι μετὰ τὴν πάροδον τοῦ βίου πραγματεύσασθαι, οὐκ ἔστι μετὰ τὴν τοῦ θεάτρου ἀπόλυσιν στεφανωθῆναι. Οὗτος ὁ καιρὸς μετανοίας, ἐκεῖνος κρίσεως· οὗτος ὁ καιρὸς τῶν ἀγώνων, ἐκεῖνος τῶν στεφάνων· οὗτος κόπου, ἐκεῖνος ἀνέσεως· οὗτος καμάτου, ἐκεῖνος ἀνταποδόσεως. Διεγέρθητε, παρακαλῶ, διεγέρθητε, καὶ τῶν λεγομένων προθύμως ἀκούσωμεν. Ἐζήσαμεν τῇ σαρκί, ζήσωμεν λοιπὸν καὶ τῷ πνεύματι· ἐζήσαμεν ταῖς ἡδοναῖς, ζήσωμεν λοιπὸν καὶ ταῖς ἀρεταῖς· ἐζήσαμεν τῇ ἀμελείᾳ, ζήσωμεν καὶ τῇ μετανοίᾳ. «Τὶ ὑπερηφανεύεται γῆ καὶ σποδός»; Τὶ φυσιοῦται, ὦ ἄνθρωπε; Τὶ μεγαλαυχεῖς σεαυτόν; Τὶ ἐλπίζεις ἐκ τῆς τοῦ κόσμου δόξης, καὶ τοῦ πλούτου; Ἐξέλθωμεν ἐπὶ τοὺς τάφους, παρακαλῶ, καὶ ἴδωμεν τὰ ἐκεῖσε μυστήρια· ἴδωμεν τὴν φύσιν διεσπαραγμένην, ὀστᾶ βεβρωμένα, σώματα σεσηπότα· κἂν σοφὸς ἧς, ἐπίσκεψαι, κἂν φρόνιμος, εἰπὲ μοι, τὶς ἐκεῖ ὁ βασιλεὺς καὶ τὶς ὁ ἰδιώτης, τὶς ὁ εὐγενὴς καὶ τὶς ὁ δοῦλος, τὶς ὁ σοφὸς καὶ τὶς ὁ ἄσοφος. Ποῦ τὸ κάλλος ἐκεῖ τὸ τῆς νεότητος; Ποῦ ἡ περιχαρὴς ὄψις; Ποῦ οἱ ὀφθαλμοὶ οἱ εὐειδεῖς; Ποῦ ἡ εὔθετος ῥίς; Ποῦ τὰ πυρίζοντα χείλη; Ποῦ τὰ κάλλη τῶν παρειῶν; Ποῦ τὸ ἀποστίλβον μέτωπον; Οὐ πάντα κόνις; Οὐ πάντα τέφρα; Οὐ σποδός; Οὐ πάντα σκώληξ καὶ δυσωδία; Οὐ πάντα βρῶμος; Ταῦτα ἐννοοῦντες, ἀδελφοί, καὶ τῆς ἐσχάτης ἡμῶν ἡμέρας ἐνθυμηθέντες, ὡς καιρὸν ἔχομεν, ἐπιστρέψωμεν ἐκ τῆς πεπλανημένης ὁδοῦ ἡμῶν. Αἵματι τιμίῳ ἠγοράσθημεν. Διὰ τοῦτο ὁ Θεὸς ἐπὶ τῆς ὤφθη· διὰ σέ, ὧ ἄνθρωπε, Θεὸς ἐπὶ γῆς ὤφθη, μὴ ἔχων ποῦ τὴν κεφαλὴν κλῖναι. Βαβαὶ τοῦ θαύματος! Ὁ κριτὴς διὰ τοὺς κατακρίτους εἰς κριτήριον ἔρχεται· ἡ ζωὴ θανάτου γεύεται· ὁ πλάστης ὑπὸ τοῦ πλάσματος ραπίζεται· ὁ τοῖς Σεραφὶμ ἀθεώρητος, ὑπὸ τοῦ δούλου ἐμπτύεται, ὄξους καὶ χολῆς γεύεται, λόγχῃ κεντᾶται, τάφῳ κατατίθεται· καὶ σὺ ἀμελής, εἰπὲ μοι, καὶ καθεύδεις καὶ καταφρονεῖς, ἄνθρωπε; Οὐκ οἶδας, ὅτι καὶ τὸ ἴδιον αἷμα ἐὰν ἐκχέῃς ὑπὲρ αὐτοῦ, οὐδὲ οὕτω τὸ δέον ἐπλήρωσας; Ἐπειδὴ ἄλλο αἷμα δεσποτικόν, καὶ ἄλλο αἷμα δουλικόν. Πρόλαβε τῇ μετανοίᾳ καὶ τῇ ἐπιστροφῇ τὴν ἔξοδον τῆς ψυχῆς, μήποτε θανάτου ἐπελθόντος ἀργήσῃ πᾶσα τῆς μετανοίας ἡ θεραπεία· ὅτι ἐπὶ τῆς γῆς ἡ μετάνοια ἰσχύει, καὶ μόνον ἐν τῷ ᾅδῃ τοῦτο οὐκ ἔστι. Ζητήσωμεν τὸν Κύριον ὡς καιρὸν ἔχομεν· ἐργασώμεθα τὸ ἀγαθόν, ἵνα καὶ τῆς μελλούσης ἀτελευτήτου γεέννης ἀπαλλαγῶμεν, καὶ τῆς τῶν οὐρανῶν βασιλείας ἀξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὦ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: Εἰς τὴν γενέθλιον ἡμέραν τοῦ Σωτῆρος ημων Ἰησοῦ Χριστοῦ, ἄδηλον μὲν ἔτι οὖσαν τότε, πρὸ δὲ ὀλίγων ἐτῶν γνωρισθεῖσαν παρὰ τινων τῶν ἀπὸ τῆς Δύσεως ἐλθόντων καὶ ἀναγγειλάντων.
Προηγούμενο: ΟΜΙΛΙΑ Η’. Περὶ Μετανοίας
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 49
Ἀρχικὴ Σελίδα: Τέρτιος