Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 49

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Εἰς τὸ Ὄνομα τοῦ Κοιμητηρίου. Καὶ εἰς τὸν σταυρὸν τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
Προηγούμενο: ΟΜΙΛΙΑ Α’. Καὶ εἰς τὸ Πάσχα, καὶ εἰς τὴν παράδοσιν τῶν μυστηρίων, καὶ περὶ τοῦ μὴ μνησικακεῖν. Τῇ ἁγίᾳ καὶ μεγάλῃ Πέμπτῃ.
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 49

ΟΜΙΛΙΑ Β’. Εἰς τὸ θεῖον καὶ μυστικὸν δεῖπνον τοῦ Σωτῆρος, καὶ περὶ τῆς τοῦ Ἰούδα προδοσίας, καὶ εἰς τὸ Πάσχα, καὶ εἰς τὴν παράδοσιν τῶν θείων μυστηρίων, καὶ περὶ τοῦ μὴ μνησικακεῖν. Λεχθεὶς τῇ ἁγίᾳ καὶ μεγάλῃ Πεντάδι.

α’. Ἐβουλόμην, ἀγαπητοί, τῆς κατὰ τὸν πατριάρχην πάλιν ὑποθέσεως ἅψασθαι, καὶ ἐντεῦθεν ὑμῖν τὴν ἑστίασιν παραθεῖναι τὴν πνευματικήν· ἀλλ’ ἡ τοῦ προδότου ἀγνωμοσύνη πρὸς τὴν κατ’ αὐτὸν ὑπόθεσιν τὴν ἡμετέραν ἕλκει γλῶτταν, καὶ τῆς ἡμέρας ὁ καιρὸς προτρέπεται τῆς τόλμης αὐτοῦ τὴν μανίαν εἰπεῖν. Σήμερον γὰρ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς παρεδόθη ταῖς τῶν Ἰουδαίων χερσὶν ὑπὸ τοῦ οἰκείου μαθητοῦ. Ἀλλὰ σὺ τοῦτο ἀκούων, ἀγαπητέ, μὴ γένη κατηφής, μηδὲ στυγνάσῃς ἀκούων, ὅτι παρεδόθη ὁ Δεσπότης· μᾶλλον δὲ καὶ στέναξον καὶ δάκρυσον, μὴ διὰ τὸν παραδοθέντα Ἰησοῦν, ἀλλὰ διὰ τὸν παραδοθέντα αὐτὸν Ἰούδαν. Ὁ μὲν γὰρ προδοθεὶς Ἰησοῦς τὴν οἰκουμένην ἔσωσεν, ὁ δὲ προδοὺς Ἰούδας τὴν ἑαυτοῦ ψυχὴν ἀπώλεσε· καὶ ὁ μὲν προδοθεὶς Ἰησοῦς ἐν δεξιᾷ τοῦ Πατρὸς ἐν οὐρανοῖς κάθηται, ὁ δὲ προδοὺς Ἰούδας ἐν ᾅδου νῦν ἐστι, τὴν ἀπαραίτητον καὶ αἰώνιον ἀναμένων κόλασιν. Διὰ τοῦτο στέναξον, διὰ τοῦτο δάκρυσον· ἐπεὶ καὶ αὐτὸς ὁ Δεσπότης ἡμῶν Ἰησοῦς Χριστὸς ἰδὼν τὸν Ἰούδαν ἐταράχθη καὶ ἐδάκρυσεν. «Ἰδὼν γὰρ αὐτόν, φησίν, ἐταράχθη καὶ εἶπεν· Εἷς ἐξ ὑμῶν παραδώσει με». Καὶ τίνος ἕνεκεν ἐταράχθη; Ἐννοῶν ὅτι μετὰ τὴν τοσαύτην διδασκαλίαν, μετὰ τὰς τοσαύτας παραινέσεις, εἰς οἷον κρημνὸν ἑαυτὸν ὠθῶν οὐκ ᾐσθάνετο. Θεωρῶν τοίνυν ὁ Δεσπότης τοῦ μαθητοῦ τὴν μανίαν, καὶ ἐπελεῶν αὐτὸν ἐταράχθη καὶ ἐδάκρυσε. Τοῦτο γὰρ ἄνω καὶ κάτω τιθέασιν οἱ εὐαγγελισταί, ἵνα πιστώσωνται τῆς οἰκονομίας τὴν ἀλήθειαν. Ἐταράχθη τοίνυν ὁ Δεσπότης, ἰδὼν τοῦ μαθητοῦ τὴν ὑπερβάλλουσαν ἀγνωμοσύνην, καὶ διδάσκων ἡμᾶς ἐκείνους μάλιστα θρηνεῖν, τοὺς κακῶς ποιοῦντας, οὐ τοὺς κακῶς πάσχοντας· οἱ γὰρ κακῶς καὶ ἀδίκως πάσχοντες, οὔτε μᾶλλον μακαρισμοῦ ἄξιοί εἰσι. Διὸ καὶ ἔλεγεν ὁ Χριστός· «Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν». Εἶδες πόσον τὸ κέρδος ἔδειξε τῶν κακῶς πασχόντων; Βλέπε πάλιν ἀλλαχοῦ τῶν κακῶς ποιούντων τὴν ἀπαραίτητον τιμωρίαν· ἄκουε τοῦ μακαρίου Παύλου λέγοντος· «Ὑμεῖς δέ, ἀδελφοί, μιμηταὶ ἐγενήθητε τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ, ὅτι τὰ αὐτὰ ἐπάθετε καὶ ὑμεῖς ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων, τῶν καὶ τὸν Κύριον ἀποκτεινάντων Ἰησοῦν, καὶ τοὺς ἰδίους προφήτας, καὶ κωλυόντων ἡμᾶς, φησί, τοῖς ἔθνεσι λαλῆσαι, ἵνα σωθῶσιν, εἰς τὸ ἀναπληρῶσαι αὐτῶν τὰς ἁμαρτίας· ἔφθασε δὲ ἐπ’ αὐτοὺς ἡ ὀργὴ τοῦ Θεοῦ εἰς τέλος». Εἶδες, ὅτι ἐκείνους μάλιστα δίκαιον θρηνεῖν καὶ κόπτεσθαι τοὺς κακοποιοῦντας; Διὰ τοῦτο καὶ ὁ φιλάνθρωπος Δεσπότης ὁρῶν τοῦ μαθητοῦ τὴν τόλμαν, ἐταράττετο καὶ ἐδάκρυε, τὴν περὶ τὸν μαθητὴν συμπάθειαν ἐπιδεικνύμενος, καὶ δεικνὺς αὐτοῦ τῆς φιλανθρωπίας τὸ μέγεθος, ὅτι καὶ μέχρις αὐτῆς τῆς προδοσίας οὐκ ἐπαύετο τῆς τοῦ μαθητοῦ διορθώσεως προνοούμενος. Διὰ τοῦτον οὖν δάκρυσον πικρὸν καὶ στέναξον μᾶλλον, ἐπεὶ καὶ ὁ Δεσπότης δι’ ἐκεῖνον ἠθύμησεν· «Ἐταράχθη γάρ, φησίν, ὁ Ἰησοῦς καὶ εἶπεν· Εἷς ἐξ ὑμῶν παραδώσει με». Ὣ πόση εὐσπλαγχνίᾳ, πόση ἀγαθότης Δεσπότου! Ὁ προδοθεὶς ὑπὲρ τοῦ προδότου ἀλγεῖ. Ὁρῶν γὰρ αὐτὸν ἐπιμένοντα τῇ πονηρίᾳ. «Ἐταράχθη καὶ εἶπεν· Εἷς ἐξ ὑμῶν παραδώσει με». Σκόπει, πόση μακροθυμία! Πόση φιλανθρωπίᾳ! Πῶς φείδεται τοῦ ἀγνώμονος, καὶ οὐ βούλεται αὐτὸν ἀναίσχυντον ἐργάσασθαι, ἀλλὰ πάντας εἰς δειλίαν ἐνάγει τοὺς μαθητὰς καὶ ἐναγωνίους ποιεῖ, πρὸς τὸ ἀφορμὴν τινα ἐκείνῳ παρασχεῖν τοῦ μεταγνῶναι τῆς μανίας! Ἀλλ’ ὅταν ἀναίσθητος γένηται ἡ ψυχὴ μὴ δεχομένη τὸν σπόρον τῆς εὐσεβείας, οὐ παραίνεσιν δέχεται, οὐ συμβουλήν, ἀλλὰ σκοτωθεῖσα ὑπὸ τοῦ πάθους κατὰ κρημνῶν ἄπεισι· διόπερ οὔτε οὗτος ἐκέρδανέ τι ἐκ τῆς τοσαύτης μακροθυμίας. «Εἷς ἐξ ὑμῶν παραδώσει με», φησί. Τίνος ἕνεκεν ἐταράχθη καὶ ἠθύμησεν; Ὁμοῦ καὶ τὴν φιλοστοργίαν τὴν ἑαυτοῦ ἐπιδεικνύμενος, καὶ διδάσκων ἡμᾶς, ὅτι ἐκείνους μάλιστα δεῖ θρηνεῖν, τοὺς κακῶς τῷ πλησίον κατεργαζομένους. Καὶ γὰρ ἐκεῖνοι καθ’ ἑαυτῶν τὴν ὀργὴν ἐπιφέρουσιν· οὐχὶ δὲ τὸν πάσχοντα κακῶς, ἀλλὰ τὸν ποιοῦντα κακά, τοῦτον θρηνεῖν πανταχοῦ δίκαιον. Τὸ μὲν γὰρ κακῶς παθεῖν, τὴν βασιλείαν ἡμῖν τῶν οὐρανῶν προξενεῖ· τὸ δὲ κακῶς ποιῆσαί τινι αἴτιον ἡμῖν τῆς γεέννης καὶ τῆς κολάσεως γίνεται. «Μακάριοι γάρ, φησίν, οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης». Ὁρᾷς, πῶς τὸ κακῶς παθεῖν ἔχει μισθὸν καὶ ἔπαθλον, τὴν τῶν οὐρανῶν βασιλείαν; Ἄκουσον πῶς καὶ τὸ κακῶς ποιῆσαι κόλασιν φέρει καὶ τιμωρίαν. Εἰπὼν γὰρ ὁ Παῦλος περὶ τῶν Ἰουδαίων, ὅτι τὸν Κύριον ἀπέκτειναν, καὶ τοὺς προφήτας ἐδίωξαν, ἐπήγαγεν· «Ὧν τὸ τέλος ἐστὶ κατὰ τὰ ἔργα αὐτῶν». Εἶδες πῶς οἱ μὲν διωκόμενοι τὴν βασιλείαν τῶν οὐρανῶν λαμβάνουσιν· οἶδε διώκοντες, τὴν τοῦ Θεοῦ ὀργὴν κληρονομοῦσι;

Ταῦτα δὲ οὐχ ἁπλῶς κινοῦμεν ἐπὶ τῆς ὑμετέρας ἀγάπης, ἀλλ’ ἵνα παιδευώμεθα πρὸς τοῦ ἐχθροὺς ἡμῶν μὴ ὀργίζεσθαι, ἀλλ’ ἵνα μᾶλλον ἐλεῶμεν αὐτούς, καὶ δακρύωμεν καὶ ἀλγῶμεν ὑπὲρ αὐτῶν. Ἐκεῖνοι γὰρ εἰσιν οἱ κακῶς πάσχοντες, οἱ ἐχθραίνοντες ἡμῖν μάτην. Ἂν οὕτω παρασκευάσωμεν ἡμῶν τὴν ψυχήν, ὡς μὴ ὀργίζεσθαι, ἀλλὰ καὶ ἀλγεῖν ὑπὲρ αὐτῶν, δυνησόμεθα κατὰ τὴν τοῦ Κυρίου φωνὴν καὶ ὑπερεύχεσθαι αὐτῶν, καὶ πολλὴν διὰ τούτου τὴν ἄνωθεν ἐπισπάσασθαι ῥοπήν. Διὰ γὰρ τοῦτο τετάρτην ἡμέραν ἔχω διαλεγόμενος ὑμῖν περὶ εὐχῆς τῆς ὑπὲρ τῶν ἐχθρῶν, ἵνα μόνιμος γένηται τῆς διδασκαλίας ὁ λόγος τῇ συνεχείᾳ τῆς παραινέσεως, ἵνα ῥιζωθῇ ὑμῶν ταῖς διανοίαις. Διὰ τοῦτο συνεχῶς ἐπαντλοῦμεν ὑμῖν τοῖς ῥήμασιν, ὥστε τὸ οἴδημα τῆς ὀργῆς ὑπονοστῆσαι, καὶ κατασταλῆναι τὴν φλεγμονήν, καὶ καθαρὸν ὀργῆς εἶναι τὸν εὐχῇ προσιόντα. Οὐδὲ γὰρ ὁ Χριστὸς ὑπὲρ τῶν ἐχθρῶν ταῦτα παραινεῖ μόνον, ἀλλὰ καὶ ὑπὲρ ἡμῶν τῶν ἀφιέντων ἁκείνοις τὰ ἁμαρτήματα. Μείζονα γὰρ λαμβάνεις ἢ δίδως, ἀφιεὶς τὴν ὀργὴν τῷ ἐχθρῷ. Καὶ πῶς μείζονα λαμβάνω, φησί; Πρόσεχε ἀκριβῶς. Ἐὰν ἀφίῃς τοίνυν τὰ εἰς τὸν ἐχθρὸν ἁμαρτήματα, συγχωρεῖταί σοι τὰ εἰς τὸν Δεσπότην πλημμελήματα. Ἐκεῖνα ἀνίατά ἐστι καὶ ἀσύγγνωστα, ταῦτα δὲ πολλὴν ἔχει παραμυθίαν καὶ συγγνώμην. Ἄκουσον γοῦν τοῦ Ἠλὶ λέγοντος πρὸς υἱοὺς αὐτοῦ· «Ἐὰν ἁμαρτὼν ἁμάρτῃ ἄνθρωπος εἰς ἄνθρωπον, ὁ ἱερεὺς προσεύξεται περὶ αὐτοῦ· ἐὰν δὲ εἰς τὸν Θεὸν ἁμάρτῃ, τὶς προσεύξεται περὶ αὐτοῦ»; Ὥστε ἐκεῖνο μέγα τραῦμα, οὐδ’ εὐχῇ ῥᾳδίως λύεται. Καὶ εὐχῇ μὲν οὐ λύεται τὸ τοιοῦτον παράπτωμα, συγχωρήσει δὲ τῶν ἁμαρτημάτων τῶν εἰς τὸν ἐχθρὸν λύεται παραυτίκα. Διὸ ἐκεῖνα μὲν μυρία τάλαντα ἐκάλεσεν ὁ Θεός, τὰ εἰς τὸν Δεσπότην ἁμαρτήματα, ταῦτα δὲ ἑκατὸν δηνάρια· ἃ ἐὰν ἀφῇς, ἀφεθήσεταί σοι τὰ μυρία τάλαντα.

β’. Ἀλλὰ περὶ μὲν τῆς εὐχῆς ἱκανῶς εἴρηται. Εἰ δὲ δοκεῖ, μικρὸν ἀνωτέρω τὸν λόγον ἀγαγόντες, ἐπὶ τὸν τῆς προδοσίας ἐπανέλθωμεν λόγον, καὶ ἴδωμεν πῶς παρεδόθη ἡμῶν ὁ Δεσπότης. Ἵνα δὲ καὶ τοῦ προδότου τὴν μανίαν ἅπασαν καταμάθωμεν, καὶ τοῦ μαθητοῦ τὴν ἀγνωμοσύνην γνῶμεν, καὶ τοῦ Δεσπότου τὴν ἄφατον φιλανθρωπίαν, ἀκούσωμεν τοῦ εὐαγγελιστοῦ, πῶς ἡμῖν αὐτοῦ διήγηται τὴν τόλμαν· «Τότε, φησί, πορευθεὶς εἷς τῶν δέδωκα, Ἰούδας ὁ λεγόμενος Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς, εἶπεν αὐτοῖς· Τὶ θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν»; Δοκεῖ μὲν γὰρ σαφὲς εἶναι τὸ λεγόμενον, καὶ μηδὲ πλέον αἰνίττεσθαι· εἰ δὲ τις ἀκριβῶς ἐξετάσειεν ἕκαστον τῶν εἰρημένων, πολλὴν ἔχει θεωρίαν καὶ πολὺ τὸ βάθος τῶν νοημάτων. Καὶ πρῶτον ὁ καιρός. Οὐ γὰρ ἁπλῶς αὐτὸν ἐπισημαίνεται ὁ εὐαγγελιστής· οὐ γὰρ εἶπε, «πορευθείς», ἁπλῶς· ἀλλὰ προσέθηκε, «Τότε πορευθείς». Τότε· ποτε; Καὶ τίνος ἕνεκεν ἐπισημαίνει τὸν χρόνον; Οὐχ ἁπλῶς ἡμῖν ἐπισημαίνεται τὸν καιρὸν ὁ εὐαγγελιστὴς Πνεύματι ἁγίῳ φθεγγόμενος· ὁ γὰρ Πνεύματι φθεγγόμενος, οὐδὲν ἁπλῶς οὐδὲ εἰκῆ φθέγγεται. Τὶ οὖν ἐστι τό, «τότε»; Πρὸ αὐτοῦ τοῦ χρόνου, πρὸ αὐτῆς τῆς ὥρας προσῆλθε κόρη ἀλάβαστρον μύρου ἔχουσα, καὶ κατέχεε τὸ ἔλαιον ἐκεῖνο ἐπὶ τὴν κεφαλὴν τοῦ Κυρίου. Ἐπεδείξατο πολλὴν πίστιν ἡ γυνή, ἐπεδείξατο πολλὴν θεραπείαν, ἐπεδείξατο πολλὴν ὑπακοὴν καὶ εὐλάβειαν· μετεβάλλετο ἀπὸ τοῦ βίου τοῦ προτέρου, καὶ ἐγένετο βελτίων καὶ σωφρονεστέρα. Καὶ ὅτε ἡ πόρνη μετενόησεν, ὅτε τὸν Δεσπότην ἐπέγνω, τότε ὁ μαθητὴς τὸν διδάσκαλον παρέδωκε. Τότε· ποτε; Ὅτε πόρνη προσελθοῦσα, τὸ ἀλάβαστρον τοῦ μύρου καταχέασα κατὰ τῶν ποδῶν τοῦ Ἰησοῦ, ταῖς οἰκείαις θριξὶν ἐξέμαξε, καὶ πολλὴν τὴν θεραπείαν ἐπεδείκνυτο, τὰ ἐν παντὶ τῷ χρόνῳ ἁμαρτήματα ἐξαλείφουσα διὰ τῆς ἐξομολογήσεως αὐτῆς. Τότε οὖν, ὅτε ἐκείνην ἐθεάσατο τοσαύτην θεραπείαν τῷ διδασκάλῳ ἐπιδειξαμένην, τότε αὐτὸς ἐπὶ τὴν παράνομον προδοσίαν ἔσπευσε. κἀκείνη μὲν ἀπ’ αὐτοῦ τοῦ πυθμένος τῆς κακίας εἰς αὐτὸν τὸν οὐρανὸν ἀνῆλθεν· οὗτος δὲ μετὰ μυρία θαύματα καὶ σημεῖα, μετὰ τὴν τοσαύτην διδασκαλίαν, μετὰ τὴν ἄφατον συγκατάβασιν, εἰς αὐτὸν τὸν πυθμένα τῶν ταρτάρων κατέπεσε. Τοσοῦτόν ἐστι ῥαθυμίᾳ κακὸν καὶ προαίρεσις διεφθαρμένη. Διὸ καὶ Παῦλος ἔλεγεν· «Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ»· καὶ ὁ προφήτης πάλαι ἐβόα· «Μὴ ὁ πίπτων οὐκ ἀνίσταται; Ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει»; Ἵνα μὴ ὁ ἑστὼς θαῤῥῇ, ἀλλ’ ἐναγώνιος ᾖ διηνεκῶς, μήτε ὁ καταπεσὼν ἀπογνῷ ἑαυτοῦ. Τοσαύτη γὰρ ἡ δύναμις τοῦ διδασκάλου, ὡς καὶ πόρνας καὶ τελώνας ἐπισπάσασθαι πρὸς τὴν οἰκείαν ὑπὸ ταγήν.

Τὶ οὖν φύσιν; Ὁ πόρνας ἐπισπασάμενος, μαθητὴν οὐκ ἴσχυσεν ἐπισπάσασθαι; Ναί, ἴσχυεν ἐπισπάσασθαι καὶ τὸν μαθητήν· ἀλλ’ οὐκ ἐβούλετο αὐτὸν ἀνάγκῃ ποιῆσαι καλόν, οὐδὲ βίᾳ ἑλκύσαι αὐτὸν πρὸς ἑαυτόν. Διὰ τοῦτο ὁ εὐαγγελιστὴς διηγούμενος ἡμῖν τὸ κατὰ τὸν μαθητὴν τὸν ἀγνώμονα ἔλεγε· «Τότε πορευθείς», τουτέστιν, οὐχ ὑφ’ ἑτέρων κληθείς, οὔτε βιασθεὶς παρ’ ἄλλου, οὐδὲ παρ’ ἑτέρου δεξάμενος τὴν προτροπήν, ἀλλ’ οἴκοθεν κινούμενος ἐπὶ τοῦτο ἐτράπη, δεικνὺς ὅτι αὐτομάτως, καὶ ἐξ οἰκείας γνώμης ἐπὶ τὸ παράνομον τοῦτο τόλμημα ὥρμησεν, ἐξ οὐδεμιᾶς αἰτίας κινούμενος, ἀλλ’ ὑπὸ τῆς πηγαζούσης ἔνδοθεν κακίας ἐπὶ τὴν προδοσίαν τοῦ Δεσπότου ἑαυτὸν ὠθήσας. «Τότε πορευθεὶς εἷς τῶν δώδεκα». Καὶ τοῦτο οὐ μικρὸν ἔγκλημα τὸ εἰπεῖν, «Εἷς γῶν δώδεκα». Ἐπειδὴ γὰρ ἦσαν καὶ ἕτεροι ἑβδομήκοντα μαθηταί, διὰ τοῦτο εἶπεν, «Εἷς γῶν δώδεκα», τουτέστι, τῶν ἐγκρίτῳ, τῶν καὶ καθ’ ἑκάστην αὐτῷ συναναστρεφομένων, τῶν πολλῆς ἀπολαυόντων τῆς παῤῥησίας. «Εἷς τῶν δώδεκα». Καὶ οὐ παρασιωπᾷ ταῦτα γραφῶν ὁ εὐαγγελιστής, ἵνα σὺ πεισθεὶς ὅτι ταῦτα τὸ δοκοῦντα ἐπονείδιστα εἶναι δείκνυσι τοῦ Δεσπότου τὴν πρὸς ἡμᾶς κηδεμονίαν, ὅτι τὸν προδότην, τὸν κλέπτην τοσούτων ἠξίωσεν ἀγαθῶν, καὶ μέχρι τῆς ἐσχάτης ἑσπέρας παρῄνει. Εἶδες πῶς ἡ πόρνη μὲν ἐσώθη, ἐπειδὴ ἔνιψεν ὁ μαθητὴς δὲ ῥαθυμήσας κατέπεσε; Μὴ τοίνυν ἀπογνῷς ἑαυτοῦ πρὸς τὴν πόρνην ἀφορῶν, μηδὲ θαρσήσῃς πάλιν πρὸς τὴν τοῦ μαθητοῦ τόλμαν ἀπιδών· ἀμφότερα γὰρ ὀλέθρια. Εὐόλισθος γὰρ ἡμῶν ἡ γνώμῃ, εὐπερίτρεπτος ἡ προαίρεσις· διὸ πάντοθεν ἀσφαλίζεται χρή. «Τότε πορευθεὶς εἷς τῶν δώδεκα, Ἰούδας ὁ Ἰσκαριώτης». Ὁρᾷς ποίου χοροῦ ἐξέπεσεν; Ὁρᾷς ποίας διδασκαλίας ἑαυτὸν ἐστέρησεν; Ὁρᾷς πόσον κακὸν ἡ ῥαθυμίᾳ; Ἰούδας, φησίν, ὁ Ἰσκαριώτης, ἐπειδὴ ἕτερος ἦν τούτῳ ὁμώνυμος ὁ λεγόμενος Ἰακώβου. Ὁρᾷς τοῦ εὐαγγελιστοῦ τὴν σοφίαν, ὅτι οὐκ ἀπὸ τοῦ τολμήματος ἀλλ’ ἀπὸ τοῦ τόπου, δῆλον ἡμῖν αὐτὸν ποιεῖ, ἐκεῖνον οὐκ ἀπὸ τοῦ τόπου, ἀλλ’ ἀπὸ τῆς πατρωνυμίας γνώρισον ποιῶν; Καίτοι γε ἀκόλουθον ἦν εἰπεῖν, Ἰούδαν τὸν προδότην· ἀλλ’ ἵνα ἡμᾶς παιδεύσῃ καθαρὰν ἔχειν κατηγορίας τὴν γλῶσσαν, καὶ αὐτὸ τὸ εἰπεῖν προδότου φείδεται. Παιδευώμεθα τοίνυν μηδένα τῶν ἐχθρῶν κακῶς μεμνῆσθαι. Εἰ γὰρ ὁ μακάριος οὗτος τοῦ προδότου οὐκ ἠνέσχετο κατηγορῆσαι, τὸ παράνομον τοῦτο τόλμημα διηγούμενος, τοῦτο μὲν ἀπεσιώπησεν, ἀπὸ δὲ τοῦ τόπου, ὅθεν ὥρμητο, δῆλον αὐτὸν ποιεῖ· ποίας ἂν εἴημεν ἡμεῖς ἄξιοι συγγνώμης τοὺς πλησίον κακηγοροῦντες; Καὶ πολλάκις οὐ μόνον τῶν ἐχθρῶν μεμνήμεθα μεθ’ ὕβρεως, ἀλλὰ καὶ τῶν δοκούντων πρὸς ἡμᾶς ἔχειν διάθεσιν. Μή, παρακαλῶ. Τοῦτο καὶ Παῦλος παραινεῖ λέγων· «Πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω». Διὰ τοῦτο παντὸς τοιούτου πάθους καθαρεύων ὁ μακάριος Ματθαῖος ἔλεγε· «Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας ὁ Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς εἶπε· Τὶ θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν»; Ὣ μιαρᾶς φωνῆς! Ὣ τόλμης ἄνοια! Ἐνθυμούμενος τρέμω, ἀγαπητοί, πῶς ἐξεπήδησε τοῦ στόματος ἡ φωνή, πῶς τὴν γλῶτταν ἐκίνησε, πῶς οὐκ ἀπέστη τοῦ σώματος ἡ ψυχή, πῶς οὐκ ἐνάρκησαν τὰ χείλη, πῶς οὐκ ἐξέστη τῇ διανοίᾳ.

γ’. «Τὶ θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν»; Εἰπὲ μοι, Ἰούδα, ταῦτά σοι ἐπαίδευσεν ὁ διδάσκαλος ἐν τοσούτῳ χρόνῳ; Οὕτω λήθην ἐποιήσω τῶν συνέχων παραινέσεως; Οὐ διὰ τοῦτο ἔλεγε, «Μὴ κτήσεσθε χρυσόν, μήτε ἄργυρον», ἄνωθεν προαναστέλλων σου τῆς περὶ τὰ χρήματα μανίας τὴν ὑπερβολήν; Οὐ παρῄνει λέγων, «Ἐὰν τὶς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην»; Τίνος ἕνεκεν, εἰπὲ μοι, παραδίδως τὸν διδάσκαλον; Ὅτι τὴν κατὰ τῶν δαιμόνων ἐξουσίαν σοι παρέδωκεν, ὡς καὶ νοσήματα θεραπεύειν, καὶ λεπροὺς καθαίρειν, καὶ ἕτερα πολλὰ τοιαῦτα θαύματα ἐπιδείκνυσθαι; Ἀντὶ οὖν τῶν εὐεργεσιῶν τούτων ταύτας αὐτῷ ἀποδίδως τὰς ἀμοιβάς; Ὣ τῆς μανίας, μᾶλλον δὲ τῆς φιλαργυρίας! Πάντα γὰρ ταῦτα τὰ κακὰ ἡ φιλαργυρία πεποίηκεν, ἡ ῥίζα τῶν κακῶν, ἥτις τὰς ψυχὰς ἡμῶν σκοτοῖ καὶ αὐτοὺς τοὺς τῆς φύσεως νόμους, καὶ αὐτῶν ἡμᾶς ἐκβάλλει τῶν φρενῶν, καὶ οὐκ ἀφίησιν οὔτε φιλίας οὔτε συγγενείας οὔτε ἄλλου τινὸς μεμνῆσθαι· ἀλλὰ καθάπαξ πηρώσασα ἡμῶν τὰ ὄμματα τῆς διανοίας, οὕτως ἐν σκότει ποιεῖ βαδίζειν. Καὶ ἵνα μάθῃς τοῦτο σαφῶς, ὅρα τότε πόσα ἐξέβαλεν ἐκ τῆς τοῦ Ἰούδα ψυχῆς. Αὕτη ἐπεισελθοῦσα τὴν ὁμιλίαν, τὴν συνήθειαν, τὴν κοινωνίαν, τὴν θαυμαστὴν διδασκαλίαν, πάντα ταῦτα τῆς λήθην ἐνέβαλεν ἡ φιλαργυρία. Καλῶς ἔλεγε Παῦλος, ὅτι «Ῥίζα πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία». «Τὶ θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν»; Παραδίδως, Ἰούδα, τὸν τὰ πάντα συνέχοντα λόγῳ; Πωλεῖς τὸν ἀκατάληπτον, τὸν κτιστὴν οὐρανοῦ τε καὶ γῆς, τὸν δημιουργὸν τῆς ἡμετέρας φύσεως, τὸν λόγῳ καὶ νεύματι τὰ πάντα συστησάμενον; Ἵνα οὖν δείξῃ ὅτι ἑκὼν παρεδόθη, ἄκουσον τὶ ποιεῖ. Κατ’ αὐτὸν τὸν καιρὸν τῆς προδοσίας, ὅτε ἐπῆλθον αὐτῷ μετὰ μαχαιρῶν καὶ ξύλων, λαμπάδας καὶ φανοὺς ἔχοντες, λέγει αὐτοῖς· «Τίνα ζητεῖτε»; Καὶ ἠγνόησαν ὃν ἤμελλον συλλαμβάνειν. Τοσοῦτον ἀπεῖχεν ἐκεῖνος τοῦ δυνηθῆναι παραδοῦναι αὐτόν, ὅτι οὐδὲ ὁρᾷν αὐτὸν ἠδύνατο παρόντα, ὃν ἤμελλε παραδιδόναι, καὶ ταῦτα λαμπάδων οὐσῶν καὶ φωτὸς τοσούτου. Ὅτι γὰρ τοῦτο αἰνιττόμενος εἶπεν, ὅτι λαμπάδας καὶ φανοὺς εἶχον, καὶ οὐδὲ οὕτως αὐτὸν ηὕρισκον, φησί, «Καὶ Ἰούδας εἱστήκει μετ’ αὐτῶν», ἐκεῖνος εἰπών· «Ἐγὼ ὑμῖν παραδώσω αὐτόν». Ἐπήρωσε γὰρ αὐτῶν τὴν διάνοιαν, βουλόμενος δεῖξαι τὴν οἰκείαν δύναμιν, καὶ ἵνα μάθωσιν ὅτι ἀδυνάτοις ἐπιχειροῦσιν. Εἶτα ἀκούσαντες τὴν φωνὴν αὐτοῦ ἀπῆλθον ὕπτιοι, καὶ ἔπεσον χαμαί. Εἶδες πῶς οὔτε τὴν φωνὴν ἐνεγκεῖν ἠδυνήθησαν, ἀλλὰ διὰ τῆς καταπτώσεως τὴν ἑαυτῶν ἀσθένειαν ἐναργῶς ἀπέδειξαν; Ὅρα δεσπότου φιλανθρωπίαν. Ἐπειδὴ οὐδὲ οὔπω καθίκετο τῆς ἀναισχυντίας τοῦ προδότου, οὔτε τῆς τῶν Ἰουδαίων ἀγνωμοσύνης, ἑαυτὸν ἐκδίδωσι, καὶ φησιν ὁ Κύριος· ὅτε ἔδειξα ὡς ἀδυνάτοις ἐπιχειροῦσιν, ἠβουλήθην αὐτῶν ἀναστεῖλαι τὴν μανίαν· οὐ βούλονται, ἀλλ’ ἔτι ἐπιμένουσι τῇ πονηρίᾳ· ἰδοὺ ἐμαυτὸν παραδίδωμι.

Ταῦτα λέγω ὑμῖν, ἵνα μὴ κατηγορήσωσί τινες τοῦ Χριστοῦ λέγοντες· διὰ τὶ οὐ μετέβαλε τὸν Ἰούδαν; Διὰ τὶ οὐκ ἐποίησεν αὐτὸν βελτίονα; Καὶ πῶς ἔδει ποιῆσαι τὸν Ἰούδαν σώφρονα καὶ ἐπιεικῆ; Ἀνάγκῃ, ἢ γνώμῃ; Εἰ μὰν γὰρ ἀνάγκῃ, οὐδὲ οὕτως ἔμελλεν ἔσεσθαι βελτίων· οὐδεὶς γὰρ ἀνάγκῃ γίνεται βελτίων· εἰ δὲ γνώμῃ καὶ προαιρέσει, πάντα εἰσήγαγε τὰ δυνάμενα αὐτὸν ἀναγαγεῖν. Εἰ δὲ μὴ ἠβουλήθη δέξασθαι ἐκεῖνος τὰ φάρμακα, οὐ τοῦ ἰατροῦ τὸ ἔγκλημα, ἀλλὰ τοῦ τὴν θεραπείαν διακρουομένου ἡ κατηγορίᾳ. Θέλεις μαθεῖν πόσα ἐποίησεν, ὥστε αὐτὸν ἀνακτήσασθαι; Ἐδωρήσατο αὐτῷ πολλὰ θαύματα, προεῖπεν αὐτῷ περὶ τῆς προδοσίας, οὐδὲν ἐνέλειπεν ὧν ἐχρῆν εἰς μαθητὴν ἐπιδείξασθαι. Καὶ ἵνα μάθῃς, ὅτι δυνατὸς ὢν μεταβαλέσθαι οὐκ ἠθέλησεν, ἀλλὰ τῆς αὐτοῦ ῥᾳθυμίας τὸ πᾶν ἐγένετο ἐπειδὴ παρέδωκεν αὐτόν, καὶ τὴν μανίαν αὐτοῦ εἰς τέλος ἤγαγεν, «Ἔῤῥιψε τὰ τριάκοντα ἀργύρια, λέγω· Ἥμαρτον παραδοὺς αἷμα ἀθῷον». Πρὸ τούτου ἔλεγες· «Τὶ θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν»; Ἐπειδὴ ἐτελέσθη ἡ ἁμαρτία, τότε ἔγνω τὴν ἁμαρτίαν. Ἐντεῦθεν μανθάνωμεν ὅτι, ὅταν ῥαθυμῶμεν, οὔτε παραίνεσις ἡμᾶς ὠφελεῖ, οὔτε νουθεσίᾳ· ὅταν δὲ σπουδάζωμεν, καὶ αὐτοὶ ἀφ’ ἑαυτῶν δυνάμεθα διαναστῆναι. Ἐννόησον γάρ· ὅτε παρῄνει αὐτόν, καὶ ἀνέστελλεν αὐτὸν τῆς κακῆς ἐπιχειρήσεως, οὐκ ἤκουσεν, οὔτε κατεδέξατο τὴν νουθεσίαν· ὅτε δὲ οὐδεὶς ἦν ὁ παραινῶν, τὸ οἰκεῖον συνειδὸς ἐπανέστη, καὶ οὐδενὸς ὄντος τοῦ διδάσκοντος μετεβάλετο, καὶ ἔῤῥιψε τὰ τριάκοντα ἀργύρια. «Ἔστησαν γάρ, αὐτῷ, φησί, τὰ τριάκοντα ἀργύρια». Τιμὴν κατέβαλον αἵματος τιμὴν οὐκ ἔχοντος. Τὶ λαμβάνεις τριάκοντα ἀργύρια, ὧ Ἰούδα; Δωρεὰν ἦλθεν ὑπὲρ τῆς οἰκουμένης ὁ Χριστὸς ἐκχέαι τὸ αἷμα, ὑπὲρ οὗ σύμφωνα νῦν ποιεῖς. Τὶ γὰρ ἂν ἀναισχυντότερον τοῦ συναλλάγματος τούτου; Τὶς εἶδε, τὶς ἤκουσέ ποτε;]

δ’. Ἀλλ’ ἵνα μάθωμεν τὴν διαφορὰν τοῦ προδότου καὶ τῶν μαθητῶν, ἀκούσωμεν· ἅπαντα γὰρ μετὰ ἀκριβείας ἡμῖν διηγεῖται ὁ εὐαγγελιστής. Ὅτε ταῦτα, φησίν, ἐγένετο, ὅτε ἡ προδοσία προεχώρησεν, ὅτε ἀπώλεσεν ἑαυτὸν ὁ Ἰούδας, ὅτε τὰς παρανόμους ἐκείνας συνθήκας ἐποιήσατο, καὶ ἐζήτει, φησίν, εὐκαιρίαν, ἵνα αὐτὸν παραδῷ· «Τότε προσῆλθον αὐτῷ οἱ μαθηταὶ λέγοντες· Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα»; Εἶδες μαθητάς, εἶδες μαθητήν; Ἐκεῖνος περὶ τὴν προδοσίαν ἠσχολεῖτο, οὗτοι πὲρ τὴν διακονίαν· ἐκεῖνος σύμφωνα ἐποίει, καὶ τοῦ αἵματος τοῦ Δεσποτικοῦ τὴν τιμὴν λαμβάνειν ἐπεχείρει, οὗτοι περὶ τὴν ὑπηρεσίαν παρασκευάζονται. Τῶν αὐτῶν θαυμάτων ἀπήλαυσαν καὶ οὗτος κἀκεῖνοι, τῶν αὐτῶν διδαγμάτων· πόθεν οὖν ἡ διαφορά; Ἀπὸ τῆς προαιρέσεως. Αὕτη αἰτία τῶν κακῶν καὶ τῶν ἀγαθῶν γίνεται. Ἡ ἑσπέρα αὕτη ἦν, καθ’ ἣν οἱ μαθηταὶ ταῦτα ἔλεγον. Τὶ ἐστι, «Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα»; Διδασκόμεθα ἐντεῦθεν, ὅτι οὐκ εἶχεν οἰκίαν ἀφωρισμένην ὁ Χριστός. Ἀκουέτωσαν οἱ τὰς λαμπρὰς οἰκίας οἰκοδομοῦντες καὶ τοῦ μακροὺς περιβόλους, ὅτι ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλῖναι. Διὰ τοι τοῦτο λέγουσιν αὐτῷ οἱ μαθηταί· «Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα»; Ποῖον Πάσχα; Τὸ Ἰουδαϊκόν, τὸ ἀπ’ Αἰγύπτου τὴν ἀρχὴν ἐσχηκός· ἐκεῖ γὰρ τὴν ἀρχὴν ἐπετέλεσαν. Καὶ τίνος ἕνεκεν ἐπιτελεῖ αὐτὸ ὁ Χριστός; Ὥσπερ πάντα τὰ ἀλλὰ νόμιμα ἐπλήρωσεν, οὕτω καὶ τοῦτο. Διὰ τοῦτο καὶ πρὸς τὸν Ἰωάννην ἔλεγεν· «Οὕτω γὰρ πρέπον ἡμῖν ἐστι πληρῶσαι πᾶσαν δικαιοσύνην». Οὐ τοίνυν τὸ ἡμέτερον Πάσχα, ἀλλὰ τὸ Ἰουδαϊκὸν ἑτοιμάσαι ἐβούλοντο οἱ μαθηταί. Τοῦτο μὲν γὰρ αὐτοὶ ἡτοίμασαν, τὸ δὲ ἡμέτερον αὐτὸς παρεσκεύασεν, ἀλλὰ καὶ αὐτὸς Πάσχα ἐγένετο διὰ τοῦ τιμίου πάθους. Τίνος οὖν ἕνεκεν ἐπὶ τὸ πάθος ἔρχεται; Ἵνα ἡμᾶς λυτρώσηται ἐκ τῆς κατάρας τοῦ νόμου. Διὸ καὶ Παῦλος ἐβόα· «Ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ». Ἵνα οὖν μὴ τὶς λέγῃ, ὅτι διὰ τοῦτο ἔπαυσεν, ἐπειδὴ πληρῶσαι αὐτὸν οὐκ ἠδύνατο, ὡς φορτικὸν καὶ ἐπαχθῇ καὶ δυσκατόρθωτον, διὰ τοῦτο αὐτὸν πληρώσας ἅπαντα, τότε αὐτὸν ἔλυσε. Διὰ τοῦτο καὶ Πάσχα ἐποίησε· νόμου γὰρ ἐπίταγμα αὐτοῖς ἦν ἡ τοῦ Πάσχα ἑορτή. Ἄκουσον· ἀγνώμονες ἦσαν περὶ τὸν εὐεργέτην οἱ Ἰουδαῖοι, καὶ παραυτὰ ἐπελανθάνοντο οὐ εὐεργέτου. Καὶ ἵνα μάθῃς ἀκριβῶς, ἐξῆλθον ἐξ Αἰγύπτου, διέβησαν τὴν Ἐρυθρὰν θάλασσαν, εἶδον αὐτὴν διαιρεθεῖσαν, καὶ πάλιν συναπτομένην· καὶ μετ’ οὐ πολὺ λέγουσι τῷ Ἀαρῶν· «Ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται ἡμῶν». Τὶ λέγεις, ὧ ἄγνωμον Ἰουδαῖε; Εἶδες τοιαῦτα θαύματα, καὶ ἐπελάθου Θεοῦ τοῦ τρέφοντός σε, καὶ οὔτε μνήμην ποιεῖς τοῦ εὐεργέτου; Ἐπεὶ οὖν ἐπελανθάνοντο τῶν εὐεργεσιῶν αὐτοῦ, τῇ ὑποθέσει τῶν ἑορτῶν ἐγκατέδησε τῶν δωρεῶν τὰ ὑπομνήματα ὁ Θεός, ἵνα καὶ ἑκόντες καὶ ἄκοντες ἔναυλον ἔχωσι τὴν μνήμην. Καὶ ἐκεῖνοι μὲν οὕτω· διὰ τί; «Ἵν’, ὅταν ἐπερωτήσῃ σε ὁ υἱὸς σου», Τὶ ἐστι τοῦτο, εἴπεις, ὅτι τοῦτο τοῦ προβάτου τὸ αἷμα ἐπέχρισαν ταῖς φλιαῖς τῶν θυρῶν, καὶ διέφυγον τὸν θάνατον ὃν ὁ ὀλοθρεύων ἐπήγαγε τοῖς κατὰ τὴν Αἴγυπτον ἅπασι· καὶ διὰ τὸ αἷμα τοῦτο οὐκ ἴσχυσεν εἰσπηδῆσαι καὶ τὴν πληγὴν ἐπαγαγεῖν. Ἐκεῖνοι οὖν ἄκοντες, ὧδε δὲ ἑκὼν θύεται Χριστός. Διὰ τί; Ἐπειδὴ τύπος ἦν ἐκεῖνο τοῦ πνευματικοῦ. Καὶ ἵνα μάθῃς, ὅρα ὅση ἡ συγγένεια· Ἀμνὸς καὶ ἀμνός, ἀλλ’ ὁ μὲν ἄλογος, ὁ δὲ λογικός· πρόβατον καὶ πρόβατον, σκιὰ καὶ ἀληθείᾳ· ἀλλ’ ἐπέφανεν ὁ τῆς δικαιοσύνης ἥλιος, καὶ ἡ σκιὰ πέπαυται· ἡλίου γὰρ ὄντος κρύπτεται ἡ σκιά. Διὰ τοῦτο ἀμνὸς καὶ ἐν τῇ τραπέζῃ τῇ μυστικῇ, ἵνα τῷ αἵματι αὐτοῦ ἁγιαζώμεθα. Διὰ τοῦ ἡλίου ἐλθόντος λύχνος μηκέτι φαινέτω· τύποι γὰρ ἦσαν τῶν μελλόντων τὰ γεγονότα.

ε’. Ταῦτα πρὸς Ἰουδαίους λέγω, ἵνα μὴ ἀπατῶντες ἑαυτοὺς δοκῶσι Πάσχα ἐπιτελεῖν, ἐπειδὴ γνώμῃ ἀναισχύντῳ τὰ ἄζυμα προλαμβάνουσι, καὶ προβάλλονται ἑορτήν, οἱ ἀεὶ ἀπερίτμητοι τῇ καρδίᾳ, καὶ τοῖς ὠσὶ βαρέως ἀκούοντες. Πῶς, εἰπὲ μοι, Πάσχα ἐπιτελεῖς, ὧ Ἰουδαῖε; Ὁ ναὸς κατέσκαπται· ὁ βωμὸς ἀνῄρηται, τὰ Ἅγια τῶν ἁγίων πεπάτηται, πᾶσα θυσία καταλέλυται· τίνος οὖν ἕνεκεν τολμᾶς παρανομεῖν; Ἀπῆλθές ποτε εἰς Βαβυλῶνα, ἤκουσας τῶν αἰχμαλωτευσάντων ὑμᾶς λεγόντων, «ᾌσατε τὴν ᾠδὴν ἡμῖν τοῦ Κυρίου»· καὶ οὐκ ἠνέσχου. Καὶ διὰ τὶ ἔξωθεν Ἱεροσολύμων ποιεῖς τὸ Πάσχα; Σὺ εἶπας· «Πῶς ᾄσωμεν τὴν ᾠδὴν Κυρίου ἐπὶ τῆς ἀλλοτρίας»; Καὶ ταῦτα δηλῶν ὁ μακάριος Δαυῒδ ἔλεγεν· «Ἐπὶ τὸν ποταμὸν Βαβυλῶνος, ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν· ἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν», τουτέστι τὸ ψαλτήριον, τὴν κιθάραν, τὴν λύραν· τούτοις γὰρ τὸ παλαιὸν ἐκέχρηντο, καὶ διὰ τούτων τοὺς ψαλμοὺς ᾖδον. «Ἑλεῖ γάρ, φησίν, ἐπηρώτησαν ἡμᾶς οἱ αἰχμαλωτεύσαντες ἡμᾶς λόγους ᾠδῶν»· καὶ εἴπαμεν· «Πῶς ᾄσωμεν τὴν ᾠδὴν Κυρίου ἐπὶ τῆς ἀλλοτρίας»; Τὶ λέγεις, εἰπὲ μοι; Τῇ ᾠδὴν Κυρίου οὐκ ᾄδεις ἐπὶ γῆς ἀλλοτρίας, καὶ τὸ Πάσχα ἐπιτελεῖς ἐπὶ γῆς ἀλλοτρίας; Εἶδες ἀναισθησίαν Ἰουδαίων; Ὅτε πολέμιοι ἦσαν οἱ καταναγκάζοντες, οὔτε ψαλμὸν εἵλοντο εἰπεῖν ἐπὶ γῆς ἀλλοτρίας· καὶ νῦν ἀφ’ ἑαυτῶν, οὐδενὸς ἀναγκάζοντος, πόλεμον εἰσάγουσι πρὸς τὸν Θεόν. Διὸ καὶ ὁ μακάριος Στέφανος ἔλεγε πρὸς αὐτούς· «Ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε». Ὁρᾷς ὡς ἀκάθαρτα τὰ ἄζυμα; Πῶς παράνομος ἡ ἑορτὴ ἡ ἰουδαϊκή; Ἦν Πάσχα Ἰουδαϊκὸν ποτε, ἀλλ’ ἐλύθη. Τότε, φησίν, «Ὁ Ἰησοῦς, ἐσθιόντων αὐτῶν καὶ πινόντων, λαβὼν ἄρτον ἐπὶ τῶν ἁγίων καὶ ἀχράντων αὐτοῦ χειρῶν, εὐχαριστήσας καὶ κλάσας εἶπε τοῖς ἑαυτοῦ μαθηταῖς· Λάβετε, φάγετε· τοῦτό μου ἐστὶ τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν καὶ πολλῶν κλώμενον εἰς ἄφεσιν ἁμαρτιῶν. Καὶ τὸ ποτήριον πάλιν λαβών, ἐδίδου αὐτοῖς λέγων· Τοῦτό ἐστι τὸ αἷμά μου τὸ ὑπὲρ ὑμῶν ἐκχεόμενον εἰς ἄφεσιν ἁμαρτιῶν». Καὶ παρῆν καὶ Ἰούδας τοῦτο λέγοντος τοῦ Κυρίου. Τοῦτό ἐστι τὸ αἷμα, ὧ Ἰούδα, ὅπερ ἐπώλησας τριάκοντα ἀργυρίων· τοῦτό ἐστι τὸ αἷμα, ὑπὲρ οὗ πρὸ μικροῦ τὰ ἀναιδῆ σύμφωνα ἐποίου πρὸς τοὺς ἀγνώμονας Φαρισαίους. Ὣ πόση ἡ τοῦ Χριστοῦ φιλανθρωπία! Ὣ τῆς τοῦ Ἰούδα ἀγνωμοσύνης! Ὁ Δεσπότης ἔτρεφε, καὶ ὁ δοῦλος ἐπίπρασκεν· ὁ μὲν γὰρ ἐπώλησεν αὐτὸν λαβὼν τριάκοντα ἀργύρια, ὁ δὲ Χριστὸς λύτρον ὑπὲρ ἡμῶν τὸ ἴδιον αἷμα ἐξέχεε, καὶ τῷ πεπρακότι δέδωκεν, εἴπερ ἠθέλησε. Καὶ γὰρ παρῆν καὶ Ἰούδας πρὸς τῆς προδοσίας, καὶ τῆς ἱερᾶς τραπέζης μετέσχε, καὶ τοῦ μυστικοῦ δείπνου ἀπήλαυσεν. Ὥσπερ γὰρ τοὺς πόδας τῶν μαθητῶν ἔνιψεν, οὕτω καὶ τῆς ἱερᾶς τραπέζης μετέσχεν Ἰούδας, ἵνα μηδεμίαν ἔχῃ ἀπολογίαν, ἀλλὰ κρίμα λήψεται. Ἐπέμενε γὰρ τῇ πονηρᾷ γνώμῃ, καὶ ἐξελθὼν ἀντὶ φιλήματος προδοσίαν εἰργάσατο, μὴ μνησθεὶς τῶν εὐεργεσιῶν αὐτοῦ, καὶ μετὰ τὴν προδοσίαν ἔῤῥιψε τὰ τριάκοντα ἀργύρια, λέγων· «Ἥμαρτον παραδοὺς αἷμα ἀθῷον». Ὣ τύφλωσις! Τοῦ δείπνου μετέσχες, καὶ τὸν εὐεργέτην παρέδωκας; Καὶ ὁ μὲν Κύριος ἑκὼν τὸ γεγραμμένον ἐπλήρου· «Οὐαὶ δὲ δι’ οὗ τὸ σκάνδαλον ἦλθεν».

Ϛ’. Ἀλλὰ καιρὸς λοιπὸν τῇ φρικτῇ ταύτῃ καὶ φοβερᾷ τραπέζῃ προσιέναι. Πάντες τοίνυν μετὰ καθαροῦ συνειδότος προσέλθωμεν· μηδεὶς ἔστω Ἰούδας ἐνταῦθα δολιευόμενος τοὺς πλησίον αὐτοῦ, μηδεὶς πονηρός, μηδεὶς ἰὸν ἔχων ἐγκεκρυμμένον ἐν τῇ καρδίᾳ αὐτοῦ. Πάρεστι καὶ νῦν ὁ Χριστὸς τὴν τράπεζαν κόσμων· οὐ γὰρ ἄνθρωπός ἐστιν ὁ ποιῶν τὰ προκείμενα γενέσθαι σῶμα καὶ αἷμα τοῦ Χριστοῦ. Σχῆμα πληρῶν μόνον ἕστηκεν ὁ ἱερεύς, καὶ δέησιν προσφέρει· ἡ δὲ χάρις καὶ ἡ δύναμίς ἐστιν ἡ τοῦ Θεοῦ ἡ πάντα ἐργαζομένη. «Τοῦτό μου ἐστι τὸ σῶμα», φησί. Τοῦτο τὸ ῥῆμα τὰ προκείμενα μεταῤῥυθμίζει. Καὶ καθάπερ ἐκείνῃ ἡ φωνή, ἡ λέγουσα, «Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν», ῥῆμα ἦν, καὶ ἐγένετο ἔργον, ἐνδυναμοῦσαν τὴν ἀνθρωπίνην φύσιν πρὸς παιδοποιΐαν οὕτω καὶ αὕτη ἡ φωνή, ἡ λέγουσα, διαπαντὸς αὔξει τῇ χάριτι τοὺς ἀξίως μετέχοντας. Μηδεὶς τοίνυν ὕπουλος ἔστω, μηδεὶς πονηρὸς μηδεὶς ἅπαξ, μηδεὶς λοίδορος, μηδεὶς μισάδελφος, μηδεὶς φιλάργυρος, μηδεὶς μέθυσος, μηδεὶς πλεονέκτης, μηδεὶς ἀρσενοκοίτης, μηδεὶς κλέπτης, μηδεὶς ἐπίβουλος, ἵνα μὴ κρίμα ἑαυτῷ λήψηται. Καὶ γὰρ τότε ὁ Ἰούδας ἀναξίως μετέσχε τοῦ μυστικοῦ δείπνου, καὶ ἐξελθὼν παρέδωκε τὸν Κύριον, ἵνα μάθῃς, ὅτι τοῖς ἀναξίως μετέχουσι τῶν μυστηρίων, τούτοις μάλιστα συνεχῶς ἐπιπηδᾷ ὁ διάβολος, καὶ εἰς μείζω τιμωρίαν ἑαυτοὺς ἐμβάλλουσι. Ταῦτα λέγω ἵνα φοβήσω μόνον, ἀλλ’ ἵνα καὶ ἀσφαλέστερους ποιήσω. Καθάπερ γὰρ σωματικὴ τροφή, ὅταν εἰς γαστέρα χυμοὺς ἔχουσαν πονηροὺς ἐμπέσῃ, πλεῖον ἐπιτείνει τὴν νόσον οὕτω καὶ ἡ πνευματικὴ τροφή, ὅταν ἀναξίως μετέχηται, πλέον κρίμα ἑαυτῷ σωρεύει. Μηδεὶς τοίνυν πονηροὺς ἔνδον ἐχέτω λογισμούς, παρακαλῶ, ἀλλ’ ἐκκαθάρωμεν ἡμῖν τὴν καρδίαν· καὶ γὰρ ναοὶ Θεοῦ ἐσμεν, ἐὰν καθαρεύωμεν. Ἁγνὴν ἡμῶν ποιήσωμεν τὴν ψυχὴν καὶ γὰρ δυνατὸν ἐστι τοῦτο ποιῆσαι ἐν μιᾷ ἡμέρᾳ. Πῶς καὶ τίνι τρόπῳ; Ἐὰν ἔχῃς τι κατὰ τοῦ ἐχθροῦ, ἔξελε τὴν ὀργήν, λῦσον τὴν ἔχθραν, ἵνα λάβῃς θεραπείαν ἀφέσεως ἀπὸ τῆς τραπέζης. Θυσίᾳ προσέρχῃ φρικτῇ καὶ ἁγίᾳ· ἐσφαγμένος πρόκειται ὁ Χριστός. Ἀλλ’ ἐννόησον τίνος ἕνεκεν ἐσφάγη. Ὣ ποιῶν μυστηρίων ἐστερήθης, Ἰούδα! Χριστὸς ἑκὼν ἔπαθεν, ἵνα λύσῃ τὸ «μεσότοιχον τοῦ φραγμοῦ», καὶ ἑνώσῃ τὰ κάτω τοῖς ἄνω, ἵνα ἀγγέλων ποιήσῃ κοινωνὸν ἐχθρὸν ὄντα σε καὶ πολέμιον. Καὶ ὁ μὲν Χριστὸς τὴν ψυχὴν αὐτοῦ ἐξέδωκεν ὑπὲρ σοῦ· σὺ δὲ τῷ συνδούλῳ μένεις ἐχθραίνων; Καὶ πῶς δυνήσῃ βαδίζειν ἐπὶ τὴν τῆς εἰρήνης τράπεζαν; Ὁ Δεσπότης σου οὐ παρῃτήσατο πάντα ὑπομεῖναι διὰ σέ, σὺ δὲ οὐδὲ ὀργὴν ἀφιέναι ἀνέχῃ; Τίνος ἕνεκεν, εἰπὲ μοι; Ἡ ἀγάπη ῥίζα καὶ πηγὴ καὶ μήτηρ ἐστὶ πάντων τῶν ἀγαθῶν. Ἐπήρεασέ μοι, φησί, τὰ μέγιστα, μυρία ἠδίκησέ μοι, τὸν περὶ τοῦ ζῇν ἐπεκρέμασέ μοι κίνδυνον. Καὶ τὶ τοῦτο; Ἀλλ’ οὐδέπω σε ἐσταύρωσε, καθάπερ τὸν Κύριον οἱ Ἰουδαῖοι. Ἐὰν μὴ ἀφῇς τῷ πλησίον σου τὸ ἀδίκημα, οὐδὲ ὁ Πατὴρ σου ὁ οὐράνιος ἀφήσει σοι τὰ ἁμαρτήματά σου. Ποιῶ δὲ συνειδότι ἐρεῖς, «Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου», καὶ τὰ ἑξῆς; Ὁμοίως ὁ Χριστὸς καὶ τὸ αἷμα, ὃ ἐξέχεαν ἐκεῖνοι, εἰς σωτηρίαν τῶν ἐκχεόντων δέδωκε. Τὶ τούτου ἴσον ἔχεις ποιῆσαι; Ἐὰν μὴ ἁφῆς τῷ ἐχθρῷ, οὐκ ἐκεῖνον ἠδίκησας, ἀλλὰ σαυτόν· ἐκεῖνον μὲν γὰρ πολλάκις εἰς τὸν παρόντα βίον ἔβλαψας, σαυτὸν δὲ ἀσύγγνωστον ἐποιήσω τὴν τιμωρίαν εἰς τὴν μέλλουσαν ἡμέραν. Οὐδένα γὰρ οὕτω μισεῖ καὶ ἀποστρέφεται ὁ Θεός, ὡς μνησίκακον ἄνθρωπον, ὡς οἰδαίνουσαν καρδίαν καὶ φλεγμαίνουσαν ψυχήν. Ἄκουσον γοῦν τὶ φησιν ὁ Κύριος· «Ἐὰν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, κἀκεῖ μνησθῇς, ὅτι ὁ ἀδελφὸς σου ἔχει τι κατὰ σοῦ, ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ἄπελθε πρῶτον καὶ διαλλάγηθι τῷ ἀδελφῷ σου· καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου». Τὶ λέγεις, Ἀφήσω ἐκεῖ τὸ δῶρον, ἤγουν τὴν θυσίαν; Ναί, φησί· διὰ γὰρ τὴν εἰρήνην τὴν πρὸς τὸν ἀδελφὸς σου καὶ αὐτὴ ἡ θυσία ἐγένετο. Εἰ τοίνυν διὰ τὴν εἰρήνην τὴν εἰς τὸν πλησίον ἡ θυσία ἐστί, σὺ δὲ οὐ κατορθοῖς τὴν εἰρήνην, εἰ καὶ μετέχεις τῆς θυσίας, ἀνωφελὴς σοι ἡ μετάληψις γέγονεν ἄνευ τοῦ κατορθώματος τῆς εἰρήνης. Ποίησον τοίνυν ἐκεῖνο πρῶτον, λέγω δὴ τὴν εἰρήνη, δι’ ὅπερ καὶ ἡ θυσία προσενήνεκται, καὶ τότε αὐτῆς ἀπολαύσεις καλῶς. Διὰ γὰρ τοῦτο ἦλθεν εἰς τὸν κόσμον ὁ Υἱὸς τοῦ Θεοῦ, ἵνα καταλλάξῃ ἡμῶν τὴν φύσιν τῷ Πατρί, ὣς που καὶ Παῦλός φησι· «Νυνὶ δὲ ἀποκατήλλαξεν ἑαυτῷ τὰ πάντα, διὰ τοῦ σταυροῦ ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ». Διὰ τοῦτο οὐχὶ αὐτὸς μόνον ἦλθε ποιῶν εἰρήνην, ἀλλὰ καὶ ἡμᾶς μακαρίζει τοὺς τὰ τοιαῦτα ποιοῦντας, καὶ ποιεῖ τῆς αὐτοῦ προσηγορίας κοινωνούς. «Μακάριοι γὰρ οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται». Ὅπερ οὖν ἐποίησεν ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ, τοῦτο καὶ σὺ ποίησον κατὰ δύναμιν ἀνθρωπίνην, εἰρήνης γενόμενος πρόξενος καὶ σαυτῷ καὶ τῷ πλησίον σου. Διὰ τοῦτο καὶ υἱὸν Θεοῦ καλεῖ τὸν εἰρηνοποιόν· διὰ τοῦτο ἐν τῷ καιρῷ τῆς θυσία οὐδεμιᾶς ἑτέρας ἐμνημόνευσεν δικαιοσύνης, ἀλλ’ ἢ τῆς πρὸς τὸν ἀδελφὸν καταλλαγῆς, δεικνύς, ὅτι πασῶν ἀρετὴν μείζων ἡ ἀγάπη ἐστίν. Ἐβουλόμην μὲν οὖν, ἀγαπητοί, ἐπὶ πλεῖστον παρατεῖναι τὸν λόγον· ἀλλ’ ἀρκεῖ καὶ τὰ εἰρημένα τοῖς μετὰ προσοχῆς καὶ συνέσεως δεχομένοις τὸν σπόρον τῆς εὐσεβείας, καὶ προσέχειν ἐθέλουσι τοῖς λεγομένοις. Μνημονεύωμεν τοίνυν, παρακαλῶ, διαπαντὸς τούτων τῶν ῥημάτων, καὶ τοῦ φρικωδεστάτου σπασμοῦ τοῦ πρὸς ἀλλήλους. Οὗτος γὰρ ὁ ἀσπασμὸς συμπλέκει τὰς διανοίας ἡμῶν, καὶ ποιεῖ γενέσθαι σῶμα ἓν ἅπαντας, καὶ μέλη Χριστοῦ, ἐπειδὴ καὶ ἑνὸς σώματος μετέχομεν ἅπαντες. Γενώμεθα οὖν κατ’ ἀλήθειαν σῶμα ἕν, οὐ τὰ σώματα ἀλλήλοις ἀναφύροντες, ἀλλὰ τὰς ψυχὰς ἀλλήλαις τῷ τῆς ἀγάπης συνδέσμῳ συνάπτοντες. Οὕτω γὰρ ποιοῦντες, δυνησόμεθα μετὰ παῤῥησίας ἀπολαῦσαι τῆς προκειμένης τραπέζης, καὶ τῆς ὑπὸ τοῦ Χριστοῦ πρὸς τῷ τέλει βραβευθείσης εἰρήνης δοχεῖα γενέσθαι. Κἂν γὰρ μυρία ἔχωμεν κατορθώματα, μνησίκακοι δὲ ὦμεν, πάντα εἰκῆ καὶ μάτην εἰργασάμεθα, καὶ οὐδὲν ἐκ τούτων εἰς σωτηρίας λόγον καρπώσασθαι δυνησόμεθα. Μέλλων γὰρ ὁ Σωτὴρ ἀνελθεῖν πρὸς τὸν Πατέρα, ἀντὶ δόξης προσκαίρου καὶ πλούτου μεγάλου ταύτην τοῖς μαθηταῖς κληρονομίαν ἀφίησιν, εἰπών· «Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν». Ποῖος γὰρ πλοῦτος, ἢ πόση χρημάτων περιουσίᾳ γένοιτ’ ἂν τιμιωτέρα τῆς εἰρήνης τοῦ Χριστοῦ, τῆς πάντα λόγον καὶ νοῦν ὑπερεχούσης; Τοῦτο οὖν καὶ ὁ προφήτης Μαλαχίας εἰδὼς χαλεπὸν εἶναι καὶ ὑπέρογκον τὸ παράπτωμα, ἔλεγεν ὡς ἐκ προσώπου τοῦ Θεοῦ· «Λαὸς μου, λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ, καὶ ἕκαστος κακίαν ἐν τῇ καρδίᾳ τῷ πλησίον αὐτοῦ μὴ μνησικακείτω, καὶ ὅρκον ψευδῆ μὴ ἀγαπᾶτε καὶ οὐ μὴ ἀποθανεῖτε, οἶκος τοῦ Ἰσραήλ», λέγει Κύριος. Ὡς ἂν εἰ μέλλοιτε εἶναι ψεῦσται, μνησίκακοι, ἐπίορκοι, ἐπιλαθόμενοι τῶν ἐντολῶν μου, θανάτῳ ἀποθανεῖσθε. Ταῦτα οὖν ἅπαντα εἰδότες, ἀγαπητοί, πᾶσαν καταλύσωμεν ὀργήν, καὶ πρὸς ἀλλήλους εἰρηνεύσωμεν, καὶ τὴν ῥίζαν τῆς κακίας ἐκτίλαντες, καὶ καθάραντες ἡμῶν τὸ συνειδός, μετὰ πραότητος καὶ ἐπιεικείας καὶ πολλῆς τῆς εὐλαβείας προσίωμεν τῇ μεταλήψει τῶν φρικτῶν τούτων καὶ φοβερῶν μυστηρίων, μὴ ὠθοῦντες καὶ λακτίζοντες, μήτε κτύποις καὶ κραυγαῖς ἐκβοῶντες, ἀλλὰ φόβῳ πολλῷ καὶ τρόμῳ μετὰ κατανύξεως καὶ δακρύων προσερχόμενοι, ἵνα καὶ ὁ φιλάνθρωπος Δεσπότης, ἐποπτεύσας ἡμῶν ἄνωθεν τὴν εἰρηνικὴν κατάστασιν, καὶ τὴν ἀνυπόκριτον ἀγάπην, καὶ τὴν φιλάδελφον κοινωνίαν, καὶ τούτῳ τῶν ἀγαθῶν καὶ τῶν ἐπηγγελμένων πάντας ἡμᾶς ἀξιώσῃ, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρί, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμή, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: Εἰς τὸ Ὄνομα τοῦ Κοιμητηρίου. Καὶ εἰς τὸν σταυρὸν τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
Προηγούμενο: ΟΜΙΛΙΑ Α’. Καὶ εἰς τὸ Πάσχα, καὶ εἰς τὴν παράδοσιν τῶν μυστηρίων, καὶ περὶ τοῦ μὴ μνησικακεῖν. Τῇ ἁγίᾳ καὶ μεγάλῃ Πέμπτῃ.
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 49
Ἀρχικὴ Σελίδα: Τέρτιος