Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 49

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: ΟΜΙΛΙΑ Α’. Εἰς τὸν σταυρὸν καὶ εἰς τὸν λῃστήν, καὶ περὶ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας, καὶ περὶ τοῦ συνεχῶς εὔχεσθαι ὑπὲρ τῶν ἐχθρῶν.
Προηγούμενο: ΟΜΙΛΙΑ Β’. Εἰς τὸ θεῖον καὶ μυστικὸν δεῖπνον τοῦ Σωτῆρος, καὶ περὶ τῆς τοῦ Ἰούδα προδοσίας, καὶ εἰς τὸ Πάσχα, καὶ εἰς τὴν παράδοσιν τῶν θείων μυστηρίων, καὶ περὶ τοῦ μὴ μνησικακεῖν. Λεχθεὶς τῇ ἁγίᾳ καὶ μεγάλῃ Πεντάδι.
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 49

Εἰς τὸ Ὄνομα τοῦ Κοιμητηρίου. Καὶ εἰς τὸν σταυρὸν τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.

α’. Πολλάκις ἐζήτησα πρὸς ἐμαυτόν, τίνος ἕνεκεν οἱ πατέρες ἡμῶν τοὺς οἴκους τοὺς εὐκτηρίους τοὺς ἐν ταῖς πόλεσι παραδραμόντες, ἔξω τῆς πόλεως ἡμᾶς σήμερον καὶ ἐνταῦθα ἐκκλησιάζειν ἐνομοθέτησαν· οὐ γὰρ ἁπλῶς, οὐδὲ εἰκῆ μοι δοκοῦσι τοῦτο πεποιηκέναι. Διὸ καὶ τὴν αἰτίαν ἐζήτησα, καὶ εὗρον τῇ τοῦ Θεοῦ χάριτι δικαίαν οὖσαν καὶ εὔλογον, καὶ τῇ παρούσῃ πρέπουσαν ἑορτῇ. Τὶς οὖν ἐστιν ἡ αἰτία; Σταυροῦ μνείαν ἐπιτελοῦμεν· ὁ δὲ σταυρωθεὶς ἔξω τῆς πόλεως ἐσταυρώθη· διὰ τοῦτο ἔξω τῆς πόλεως ἡμᾶς ἤγαγον. Τῷ γὰρ ποιμένι, φησίν, ἀκολουθεῖ τὰ πρόβατα ἔνθα ὁ βασιλεύς, ἐκεῖ καὶ οἱ στρατιῶται· καὶ ὅπου τὸ πτῶμα, ἐκεῖ καὶ οἱ ἀετοί. Ἀλλ’ ἔξω μὲν τῆς πόλεως διὰ τοῦτο· μᾶλλον δὲ πρότερον δείξωμεν, ὅτι διὰ τοῦτο, καὶ ἀπὸ τῶν θείων Γραφῶν. Ἵνα γὰρ μὴ νομίσητε ἡμέτερον εἶναι στοχασμόν, Παῦλον ὑμῖν παράγω μάρτυρα. Τὶ οὖν ἐκεῖνός φησι περὶ τῶν θυσιῶν; «Ὧν γὰρ εἰσφέρεται ζῴων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ ἅγια διὰ τοῦ ἀρχιερέως, τούτων τὰ σώματα ἔξω τῆς παρεμβολῆς κατακαίεται». Διὸ καὶ Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν, ἔξω τῆς πύλης ἔπαθε. Τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς, τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες. Εἶπεν, ἐκέλευσε Παῦλος· ὑπηκούσαμεν, ἐξήλθομεν. Ἔξωθεν οὖν διὰ τοῦτο συναγόμεθα. Τίνος δὲ ἕνεκεν ἐν τῷ μαρτυρίῳ τούτῳ, καὶ οὐχὶ ἐν ἑτέρῳ; Καὶ γὰρ τῇ τοῦ Θεοῦ χάριτι ἐξ ἑκάστης πλευρᾶς ἡ πόλις ἡμῖν τοῖς λειψάνοις τῶν ἁγίων τειχίζεται. Τίνος οὖν ἕνεκεν ἐνταῦθα, καὶ οὐκ ἐν ἄλλῳ μαρτυρίῳ συνάγεσθαι ἡμᾶς ἐκέλευσαν οἱ πατέρες; Ὅτι ἐνταῦθα τῶν νεκρῶν κεῖται πλῆθος. Ἐπεὶ οὖν σήμερον Ἰησοῦς πρὸς τοὺς νεκροὺς κατέβη, διὰ τοῦτο ἐνταῦθα συλλεγόμεθα. Διὰ τοῦτο καὶ αὐτὸς ὁ τόπος κοιμητήριον ὠνόμασται, ἵνα μάθῃς ὅτι οἱ τετελευτηκότες καὶ ἐνταῦθα κείμενοι οὐ τεθνήκασιν, ἀλλὰ κοιμῶνται καὶ καθεύδουσι. Πρὸ μὲν γὰρ τῆς παρουσίας Χριστοῦ ὁ θάνατος θάνατος ἐκαλεῖτο· «ᾞ ἂν ἡμέρᾳ φάγητε ἀπὸ τοῦ ξύλου, φησί, θανάτῳ ἀποθανεῖσθε»· καὶ πάλιν, «Ψυχὴ ἡ ἁμαρτάνουσα, αὐτὴ καὶ ἀποθανεῖται». Καὶ ὁ Δαυΐδ· «Θάνατος ἁμαρτωλῶν πονηρός»· καὶ πάλιν, «Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ». Καὶ ὁ Ἰώβ· «Θάνατος ἀνδρὶ ἀνάπαυσις». Οὐχὶ θάνατος δὲ μόνον, ἀλλὰ καὶ ᾅδης ἐκαλεῖτο. Καὶ ἄκουε τοῦ Δαυῒδ λέγοντος· «Πλὴν ὁ Θεὸς λυτρώσεται τὴν ψυχὴν μου ἐκ χειρὸς ᾅδου, ὅταν λαμβάνῃ με»· καὶ ὁ Ἰακώβ· «Κατάξετε τὸ γῆράς μου μετὰ λύπης εἰς ᾅδην». Ταῦτα εἶχε τὰ ὀνόματα ἡμῶν ἡ τελευτὴ πρὸ τούτου· ἐπειδὴ δὲ ἦλθεν ὁ Χριστός, καὶ ὑπὲρ ζωῆς τοῦ κόσμου ἀπέθανεν, οὐκέτι θάνατος καλεῖται λοιπὸν ὁ θάνατος, ἀλλὰ ὕπνος καὶ κοίμησις. Καὶ ὅτι κοίμησις καλεῖται, δῆλον ἐξ ὧν φησιν ὁ Χριστός· «Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται». Οὐ γὰρ εἶπεν, Ἀπέθανε, καίτοι γε τεθνηκὼς ἦν. Ἵνα δὲ μάθῃς ὅτι τὸ ὄνομα ξένον ἦν τὸ τῆς κοιμήσεως, ὅρα πῶς ἀκούσαντες τοῦτο οἱ μαθηταὶ θορυβοῦνται καὶ λέγουσι· «Κύριε, εἰ κεκοίμηται, σωθήσεται»· οὕτως οὐκ ᾔδεσαν τὶ ποτε ἦν τὸ λεγόμενον. Καὶ πάλιν ὁ Παῦλος· «Ἆρα οἱ κοιμηθέντες ἀπώλοντο»; Πρὸς τινας λέγων. Καὶ πάλιν ἀλλαχοῦ· «Ἡμεῖς οἱ ζῶντες οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας», περὶ τῶν νεκρῶν λέγων. Καὶ πάλιν ἀλλαχοῦ· «Ἔγειραι, ὁ καθεύδων». Καὶ ἵνα δείξῃ ὅτι περὶ νεκροῦ τοῦτο λέγει, ἐπήγαγε· «Καὶ ἀνάστα ἐκ νεκρῶν». Ὅρα πανταχοῦ ὕπνον καλούμενον τὸν θάνατον· διὰ τοῦτο καὶ ὁ τόπος κοιμητήριον ὠνόμασται· χρήσιμον γὰρ ἡμῖν καὶ τὸ ὄνομα, καὶ φιλοσοφίας γέμον πολλῆς. Ὅταν τοίνυν ἄγῃς ἐνταῦθα νεκρόν, μὴ κατάκοπτε σαυτόν· οὐ γὰρ πρὸς θάνατον, ἀλλὰ πρὸς ὕπνον αὐτὸν ἄγεις. Ἀρκεῖ σοι τοῦτο τὸ ὄνομα εἰς παραμυθίας συμφορᾶς. Μάθε ποῦ ἄγεις· εἰς κοιμητήριον· καὶ ποτε ἄγεις· μετὰ τὸν τοῦ Χριστοῦ θάνατον, ὅτε τὰ νεῦρα ἐξεκόπη τοῦ θανάτου. Ὥστε καὶ ἀπὸ τοῦ τόπου, καὶ ἀπὸ τοῦ καιροῦ πολλὴν δύνασθε καρπώσασθαι τὴν παραμυθίαν. Μάλιστα πρὸς γυναῖκας ἡμῖν οὗτος ὁ λόγος ἁρμόζει, ἐπειδὴ συμπαθέστερόν πως τὸ γένος τοῦτο καὶ πρὸς ἀθυμίαν εὐέμπτωτόν ἐστιν. Ἀλλ’ ἀρκοῦν ἔχεις φάρμακον τῆς ἀθυμίας, καὶ τόπου τὸ ὄνομα. Διὰ τοῦτο ἐνταῦθα συναγόμεθα.

β’. Σήμερον γὰρ τὰ ἐν ᾅδου περιπολεῖ πάντα ὁ Δεσπότης ἡμῶν· σήμερον τὰς χαλκᾶς πύλας συνέκλασε· σήμερον τοὺς μοχλοὺς τοὺς σιδηροῦς συνέθλασεν. Ὅρα τὴν ἀκρίβειαν τῆς λέξεως. Οὐκ εἶπεν, Ἀνέῳξε πύλας χαλκᾶς, ἀλλά, «Συνέθλασε πύλας χαλκᾶς», ἵνα ἄχρηστον γένηται τὸ δεσμωτήριον. Οὐκ ἀφεῖλε τοὺς μοχλούς, ἀλλὰ συνέθλασεν, ἵνα ἀσθενὴς γένηται ἡ φυλακῇ. Ὅπου γε οὔτε θύρα, οὔτε μοχλός, κἂν εἰσέλθῃ τις, οὐ κατέχεται. Ὅταν οὖν ὁ Χριστὸς συνθλάσῃ, τὶς ἕτερος διορθῶσαι δυνήσεται; Ὃ γὰρ Θεὸς διαστρέψει, φησί, τὶς διορθώσει λοιπόν; Οἱ βασιλεῖς ὅταν μέλλωσιν ἀφιέναι τοὺς δεσμώτας, πέμποντες ἐπιστολάς, οὐχ οὕτω ποιοῦσιν, ἀλλ’ ἀφιᾶσι καὶ τὰς θύρας καὶ τοὺς φυλακάς, δηλοῦντες ὅτι εἰσελθεῖν πάλιν ἀνάγκη ἐκεῖ ἢ καὶ τοὺς ἀφεθέντας, ἢ ἑτέρους ἀντ’ ἐκείνων τινάς. Ὁ δὲ Χριστὸς οὐχ οὕτως· ἀλλὰ δεῖξαι βουλόμενος, ὅτι τέλος ὁ θάνατος ἔχει, συνέθλασεν αὐτοῦ τὰς πύλας τὰς χαλκᾶς· χαλκᾶς δὲ ὠνόμασεν, οὐκ ἐπειδὴ ἀπὸ χαλκοῦ ἦσαν αἱ πύλαι, ἀλλὰ τὸ ἀπηνὲς καὶ ἀπαραίτητον τοῦ θανάτου δηλῶν. Καὶ ἵνα μάθῃς, ὅτι καὶ ὁ χαλκὸς καὶ ὁ σίδηρος τὸ ἀτενὲς καὶ ἀνένδοτον δηλοῖ, ἄκουσιν τὶ φησι πρὸς τινα ἰταμόν· «Τὸ νεῦρόν σου σιδηροῦν, ὁ τράχηλός σου καὶ τὸ μέτωπόν σου χαλκοῦν»· τοῦτο δὲ οὕτως εἶπεν, οὐκ ἐπειδὴ νεῦρον εἶχε σιδηροῦν, οὐδ’ ἐπειδὴ μέτωπον εἶχε χαλκοῦν, ἀλλ’ ἐπειδὴ ἀμείλικτον ὄψιν καὶ ἀναίσχυντον εἶχε καὶ ἀπηνῆ. Βούλει μαθεῖν πῶς ἦν ἀμείλικτος καὶ ἀνένδοτος καὶ αὐτοαδάμας; Ἐν τοσούτῳ χρόνῳ οὐδεὶς αὐτὸν ἔπεισεν ἀφεῖναι οὐδένα τῶν κατεχομένων, ἕως αὐτὸν ὁ τῶν ἀγγέλων Δεσπότης κατελθὼν ἠνάγκαζε. Πρῶτον μὲν γὰρ ἔδησε τὸν ἰσχυρόν, καὶ τότε τὰ σκεύη αὐτοῦ διήρπασε· διὸ καὶ ἐπάγει· «Θησαυροὺς σκοτεινούς, ἀοράτους». Εἰ καὶ τὸ λεγόμενον ἕν, ἀλλὰ διπλοῦν τὸ νοούμενον· ἔστι γὰρ σκοτεινὰ χωρία, ἀλλ’ ὀραθῆναι πολλάκις δύνανται, λύχνου καὶ φωτὸς εἰσαχθέντος· ἐκεῖνο δὲ τοῦ ᾅδου τὸ χωρίον ζοφωδέστατον ἦν καὶ ἀτερπές, καὶ οὐδέποτε φωτὸς ἐδέξατο φύσιν· διὰ τοῦτο σκοτεινούς, ἀοράτους, εἶπεν αὐτούς. Κ,αἱ γὰρ ὄντως σκοτεινοὶ ἦσαν, ἕως οὗ κατῆλθεν ὁ τῆς δικαιοσύνης ἥλιος, καὶ κατέλαμψε, καὶ τὸν ᾅδην ἐποίησεν οὐρανόν· ὅπου γὰρ ὁ Χριστός, ἐκεῖ καὶ ὁ οὐρανός. Θησαυροὺς δὲ σκοτεινοὺς καλεῖν τὸν ᾅδην· εἰκότως, διότι πολὺς πλοῦτο ἀπεῖτο ἐκεῖ. Καὶ γὰρ τῶν ἀνθρώπων πᾶσα ἡ φύσις πλοῦτος ὑπάρχουσα τοῦ Θεοῦ, ὑπὸ τοῦ ἀπατήσαντος τὸν πρῶτον ἄνθρωπον διαβόλου ἀπεσυλήθη, καὶ τῷ θανάτῳ καθυπεζεύχθη. Ὅτι δὲ πλοῦτος ἦν τῷ Θεῷ πᾶσα τῶν ἀνθρώπων ἡ φύσις, δείκνυσι Παῦλος λέγων· «Πλουτῶν εἰς πάντας, καὶ ἐπὶ πάντας τοὺς ἐπικαλουμένους αὐτόν». Ὥσπερ οὖν βασιλεὺς τις λῄσταρχον εὑρὼν κατατρέχοντα τὰς πόλεις, ἁρπάζοντα πάντοθεν, καὶ εἰς τὰ σπήλαια καταδυόμενον, καὶ ἀποτιθέμενον ἐκεῖ τὸν πλοῦτον, δήσας τὸν λῄσταρχον, ἐκεῖνον μὲν κολάσει παραδίδωσι, τὸν δὲ θησαυρὸν αὐτοῦ μεταφέρει τὶς τὰ ταμιεῖα τὰ βασιλικά· οὕτω καὶ ὁ Χριστὸς ἐποίησε, τὸν λῄσταρχον καὶ τὸν δεσμοφύλακα, τὸν διάβολον ὁμοῦ καὶ τὸν θάνατον, διὰ τοῦ θανάτου αὐτοῦ δήσας, καὶ τὸν πλοῦτον πάντα, τῶν ἀνθρώπων λέγω τὸ γένος, μετήγαγεν εἰς τὰ ταμιεῖα τὰ βασιλικά. Τοῦτο καὶ Παῦλος δηλοῖ λέγων· «Ἐλυτρώσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ μετέστησεν εἰς τὴν βασιλείαν αὐτοῦ τῆς ἀγάπης». Καὶ τὸ δὴ θαυμαστόν, ὅτι ὁ βασιλεὺς ἐπέστη· καίτοι γε βασιλεὺς οὐδεὶς ἂν καταξιώσειε τοῦτο ποιῆσαί ποτε, ἀλλὰ διὰ τῶν ὑπηρετῶν ἀφιᾶσι τοὺς δεδεμένους. Ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ αὐτὸς ἦλθε πρὸς τοὺς δεσμώτας ὁ βασιλεύς, καὶ οὐκ ἐπῃσχύνθη τὸ δεσμωτήριον οὐδὲ τοὺς δεδεμένους· ὃν γὰρ ἔπλασεν, ἐπαισχύνεσθαι οὐκ ἔμελλε· καὶ συνέκλασε τὰς θύρας, συνέτριψε τοὺς μοχλούς, ἐπέστη τῷ ᾅδῃ, ἔρημον αὐτοῦ τὴν φυλακὴν ἐποίησεν ἅπασαν, καὶ τὸν δεσμοφύλακα λαβὼν δεδεμένον, οὕτως ἡμῶν ἐπανῆλθεν. Ὁ τύραννος αἰχμάλωτος ἤγετο, ὁ ἰσχυρὸς δεδεμένος· ὁ θάνατος αὐτὸς ῥίψας τὰ ὅπλα, γυμνὸς πρὸς τοὺς πόδας τοῦ βασιλέως ἔδραμεν.

Εἶδες νίκην θαυμαστήν; Εἶδες σταυροῦ κατορθώματα; Εἴπω σοι καὶ ἄλλο θαυμαστότερον; Μάθε τὸν τρόπον τῆς νίκης, καὶ τότε ἐκπλαγήσῃ πλέον. Δι’ ὧν γὰρ ἐνίκησεν ὁ διάβολος, διὰ τούτων αὐτοῦ περιεγένετο ὁ Χριστός· καὶ αὐτὰ τὰ ἐκείνου λαβὼν ὅπλα, τούτοις αὐτὸν κατηγωνίσατο· καὶ πῶς, ἄκουσον· Παρθένος καὶ ξύλον, καὶ θάνατος καὶ ἥττης ἡμῶν ἦν τὰ σύμβολα. Παρθένος ἦν ἡ Εὔα· οὔπω γὰρ ἄνδρα ἐγίνωσκε· ξύλον ἦν τὸ δένδρον, καὶ θάνατος ἦν τὸ ἐπιτίμιον τοῦ Ἀδάμ. Ἀλλ’ ἰδού, πάλιν παρθένος καὶ ξύλον καὶ θάνατος, τὰ τῆς ἥττης σύμβολα ταῦτα, καὶ τῆς νίκης ἐγένετο σύμβολα. Ἀντὶ γὰρ τῆς Εὔας ἡ Μαριάμ· ἀντὶ τοῦ ξύλου τοῦ εἰδέναι τὸ καλὸν καὶ τὸ πονηρόν, τὸ ξύλον τοῦ σταυροῦ· ἀντὶ τοῦ θανάτου τοῦ Ἀδὰμ τὸ θάνατος τοῦ Χριστοῦ. Εἶδες, δι’ ὧν ἐνίκησε, διὰ τούτων αὐτὸν ἡττώμενον; Περὶ τὸ δένδρον κατηγωνίσατο τὸν Ἀδὰμ ὁ διάβολος· περὶ τὸν σταυρὸν κατεπάλαισε τὸν διάβολον ὁ Χριστός· καὶ ξύλον τὸ μὲν ἔπεμπεν εἰς ᾅδην, τὸ δὲ καὶ τοὺς ἀπελθόντας ἐκεῖθεν ἀνεκαλεῖτο. Πάλιν ξύλον τὸ μὲν τὸν αἰχμάλωτον γυμνὸν ἔκρυψε, τὸ δὲ τὸν νικητὴν γυμνὸν ἐφ’ ὑψηλοῦ πᾶσιν ἐδείκνυ. Καὶ θάνατος ὁ μὲν τοὺς μετ’ αὐτὸν κατέκρινεν, ὁ δὲ καὶ τοὺς πρὸ αὐτοῦ γενομένους ἀνέστησε. «Τὶς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου»; Ἀπὸ θανάτου γεγόναμεν ἀθάνατοι· ταῦτα τοῦ σταυροῦ τὰ κατορθώματα. Ἔμαθες τὴν νίκην; Ἔμαθες τὸν τρόπον τῆς νίκης; Μάθε καὶ πῶς ἀπονητὶ γέγονε τὸ κατόρθωμα. Οὐχ ᾑμάξαμεν ἡμεῖς τὰ ὅπλα, οὐκ ἔστημεν ἐπὶ τῆς παρατάξεως, οὐκ ἐδεξάμεθα τραύματα, οὐδὲ εἴδομεν τὸν πόλεμον, καὶ τὴν νίκην ἐλάβομεν· ὁ ἀγὼν τοῦ Δεσπότου, καὶ ὁ στέφανος ἡμέτερος. Ἐπεὶ οὖν καὶ ἡμέτερα ἡ νίκη, ἀλαλάξωμεν, καθάπερ στρατιῶται, τὴν ἐπινίκιον ᾠδὴν πάντες σήμερον, εἴπωμεν ὑμνοῦντες τὸν Δεσπότην· «Κατεπόθη ὁ θάνατος εἰς νῖκος· ποῦ σου, θάνατε, τὸ νῖκος; Ποῦ σου ᾅδῃ, τὸ κέντρον»; Ταῦτα ὁ σταυρὸς ἡμῖν κατώρθωσε· σταυρὸς τὸ κατὰ τῶν δαιμόνων τρόπαιον, ἡ κατὰ τῆς ἁμαρτίας μάχαιρα, τὸ ξίφος, ᾧ τὸν ὄφιν ἐκέντησεν ὁ Χριστός· σταυρὸς τὸ τοῦ Πατρὸς θέλημα, ἡ τοῦ Μονογενοῦς δόξα, τὸ τοῦ Πνεύματος ἀγαλλίαμα, ὁ τῶν ἀγγέλων κόσμος τῆς Ἐκκλησίας ἡ ἀσφαλείᾳ, τὸ καύχημα τοῦ Παύλου, τὸ τῶν ἁγίων τεῖχος, τὸ φῶς τῆς οἰκουμένης ἁπάσης. Καθάπερ γὰρ σκότῳ κατεχομένου οἴκου λαμπάδα τις ἐνάψας καὶ ὀρθὴν ἀναστήσας ἀπελαύνει τὸ σκότος· οὕτω τῆς οἰκουμένης ὑπὸ ζόφου κατεχομένης, καθάπερ λαμπάδα τινὰ τὸν σταυρὸν ἀνάψας καὶ ὀρθὸν ἀναστήσας ὁ Χριστός, τῆς γῆς ἅπαντα τὸν ζόφον ἔλυσε. Καὶ καθάπερ ἡ λαμπὰς ἐπὶ τῇ κεφαλῇ ἄνω τὸν ἥλιον τῆς δικαιοσύνης εἶχεν ἐκλάμποντα. Τοῦτον ἰδὼν προσηλωμένον ὁ κόσμος ἔφριξεν, ἐκλονήθη ἡ γῆ, διεῤῥάγησαν αἱ πέτραι. Ἀλλ’ εἰ καὶ διεῤῥάγησαν αἱ πέτραι, ἡ ἀναισθησία τῶν Ἰουδαίων οὐ διεῤῥάγη· ἐσχίσθη τὸ καταπέτασμα, καὶ οὐκ ἐσχίσθη ἡ πονηρὰ συμφωνία ἐκείνων.

Διὰ τὶ ἐσχίσθη τὸ καταπέτασμα; Ὅτι οὐκ ἠδύνατο τὸν Δεσπότην ὁρᾷν σταυρούμενον ὁ ναός· δι’ ὧν δὲ εἰς τὸ αὐτοῦ καταπέτασμα γέγονε, μονονουχὶ τοῦτο προτρέπων φησίν· ὁ βουλόμενος πατείτω τὰ Ἅγια τῶν ἁγίων λοιπόν. Τὶ γὰρ μοι τὸ ὄφελος τούτων, ἔξω τοιαύτης θυσίας προσενεχθείσης; Τὶ μοι τὸ ὄφελος τῆς διαθήκης; Τὶ μοι τὸ ὄφελος τοῦ νόμου; Εἰκῆ καὶ μάτην τούτους ἐπαίδευσα τοσοῦτον χρόνον. Τοῦτο καὶ ὁ προφήτης ἐβόα, λέγων· «Ἰνάτι ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά»; Ἤκουσαν· «Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος»· καὶ μελετῶντες ἐν τοσούτῳ χρόνῳ τὴν προφητείαν, τοῦ πράγματος παραγενομένου ἠπίστησαν. Εἶδες πῶς ἐμελέτησαν κενά; Διὰ τοῦτο περιεσχίσατο ὁ ναός, τὴν ἐρήμωσιν προδήλων τὴν μετὰ ταῦτα ἐσομένην διηνεκῶς.

Ἐπεὶ οὖν τὸν ἐν τῷ σταυρῷ προσηλωμένον μέλλομεν καὶ ἡμεῖς κατὰ τὴν ἑσπέραν ταύτην ἰδεῖν, ὡς ἀμνὸν ἐσφαγμένον καὶ τεθυμένον, μετὰ φρίκης προσίωμεν, παρακαλῶ, καὶ αἰδοῦς πολλῆς καὶ εὐλαβείας. Οὐκ ἔγνωτε τοὺς ἀγγέλους, πῶς παρειστήκεισαν τῷ τάφῳ οὐκ ἔχοντι σῶμα, τάφῳ κενῷ; Ἀλλ’ ὅμως ἐπειδὴ ὅλως ἐδέξατο τὸ σῶμα τὸ Δεσποτικόν, πολλὴν ἀπονέμουσι καὶ τῷ τόπῳ τὴν τιμήν. Οἱ ἄγγελοι ὑπερβαίνοντες τὴν ἡμετέραν φύσιν μετὰ τοσαύτης αἰδοῦς καὶ εὐλαβείας παρειστήκεισαν τῷ τάφῳ· ἡμεῖς δὲ οὐ τάφῳ μέλλοντες παρίστασθαι κενῷ, ἀλλ’ αὐτῇ τῇ τραπέζῃ τῇ τὸν ἀμνὸν ἐχούσῃ, μετὰ θορύβου καὶ ταραχῆς πρόσιμεν; Καὶ τὶς ἡμῖν ἔσται συγγνώμη λοιπόν; Οὐχ ἁπλῶς ταῦτα λέγω, ἀλλ’ ἐπειδὴ πολλοὺς ὁρῶ κατὰ τὴν ἑσπέραν ταύτην θορυβοῦντας, βοῶντας, ἐπικειμένους ἀλλήλοις, πηδώντας, λοιδορουμένους, καὶ μᾶλλον ἑαυτοῖς κόλασιν ἢ σωτηρίαν προξενοῦντας· τούτου χάριν τὴν ὑπὲρ τούτων ποιοῦμαι παραίνεσιν. Τὶ ποιεῖς, ἄνθρωπε; Ὅταν ἑστήκῃ πρὸ τῆς τραπέζης ὁ ἱερεύς, τὰς χεῖρας ἀνατείνων εἰς τὸν οὐρανόν, καλῶν τὸν Πνεῦμα τὸ ἅγιον, τοῦ παραγενέσθαι καὶ ἅψασθαι τῶν προκειμένων, πολλὴ ἠσυχία, πολλὴ σιγή· ὅταν διδῷ τὴν χάριν τὸ Πνεῦμα, ὅταν κατέλθῃ, ὅταν ἅψηται τῶν προκειμένων, ὅταν ἴδῃς τὸν προβάτων ἐσφαγιασμένον καὶ ἀπηρτισμένον, τότε θόρυβον, τότε ταραχήν, τότε φιλονεικίαν, τότε λοιδορίαν ἐπεισάγεις; Καὶ πῶς δυνήσῃ τῆς θυσίας ἀπολαῦσαι ταύτας, μετὰ τοσαύτης ταραχῆς τῇ τραπέζῃ προσιὼν ταύτῃ; Οὐκ ἀρκεῖ ἡμῖν ὅτι μετὰ ἁμαρτημάτων προσερχόμεθα, ἀλλὰ καὶ αὐτὸν τὸν καιρὸν τῆς προσόδου ἐκτὸς γενέσθαι πλημμελημάτων οὐκ ἀνεχώμεθα; Ὅταν γὰρ φιλονεικῶμεν, ὅταν θορυβώμεθα, ὅταν ἀλλήλους δάκνωμεν, πῶς ἔξω ἁμαρτημάτων ἐσόμεθα; Τὶ σπεύδεις, εἰπὲ μοι; Τίνος ἕνεκεν ἐπείγῃ τὸ πρόβατον ὁρῶν ἐσφαγιασμένον; Εἰ γὰρ διὰ πάσης τῆς νυκτὸς ἦν πρὸς τὴν θυσίαν αὐτὴν ὁρᾷν, εἶχε κόρον, εἰπὲ μοι, τὸ πρᾶγμα; Ὅλην τὴν ἡμέραν ἐκαρτέρησας, τὸ πλέον τῆς νυκτὸς διήγαγες, καὶ τοσοῦτον κάματον ἐν βραχείᾳ καιροῦ ῥοπῇ προδίδως καὶ ἀπολλύεις; Ἐννόησον τὶ ποτὲ ἐστι τὸ προκείμενον, καὶ πόθεν ἔλαβε τὴν αἰτίαν· ἐσφάγη διὰ σέ, καὶ σὺ ἐγκαταλιμπάνεις αὐτὸν ἐσφαγιασμένον ὁρῶν. «Ὅπου τὸ πτῶμα, φησίν, ἐκεῖ καὶ οἱ ἀετοί». Ἡμεῖς δὲ οὐχ ὡς ἀετοί, ἀλλ’ ὡς κύνες προσερχόμεθα· τοσαύτη ἡμῶν ἡ ἀναισχυντία. Ἐννόησον τὶ ποτὲ ἐστι τὸ κεχυμένον· αἷμά ἐστιν, αἷμα ὁ τὸ χειρόγραφον τῶν ἁμαρτιῶν ἀπήλειψεν· αἷμα ὃ τὴν ψυχὴν σου ἐκάθηρεν, ὃ τὴν κηλῖδα ἀπέπλυνεν, ὃ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐθριάμβευσεν. «Ἀπεκδυσάμενος γάρ, φησί, τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐδειγμάτισεν ἐν παῤῥησίᾳ θριαμβεύσας ἐν τῷ σταυρῷ». Πολλά, φησί, τὸ τρόπαιον ἔχει τῆς νίκης τὰ σύμβολα· τὰ λάφυρα κρέμαται ἄνω ἐφ’ ὑψηλοῦ ἐπὶ τοῦ σταυροῦ. Καθάπερ γὰρ βασίλευες γενναῖος πόλεμον νικήσας χαλεπώτατον, τὸν θώρακα καὶ τὴν ἀσπίδα καὶ τὰ ὅπλα τοῦ τυράννου καὶ τῶν στρατιωτῶν τῶν ἡττηθέντων ἐφ’ ὑψηλοῦ τοῦ τροπαίου τίθησιν· οὕτω καὶ ὁ Χριστὸς τὸν πόλεμον νικήσας τὸν πρὸς τὸν διάβολον, τὰ ὅπλα αὐτοῦ πάντα, τὸν θάνατον, τὴν κατάραν ἐκρέμασεν ἐφ’ ὑψηλοῦ τοῦ σταυροῦ, καθάπερ ἐπὶ τροπαίου τινός, ἵνα πάντες τὸ τρόπαιον βλέπωσιν, αἱ ἄνω δυνάμεις, αἱ ἐν τοῖς οὐρανοῖς, οἱ κάτω ἄνθρωποι, οἱ ἐπὶ τῆς γῆς, αὐτοὶ οἱ πονηροὶ δαίμονες οἱ ἡττηθέντες. Ἐπειδὴ οὖν τοσαύτης ἀπελαύσαμεν δωρεᾶς, ἑαυτοὺς κατὰ δύναμιν ἀξίους ἐπιδείξωμεν τῶν ὑπηργμένων ἡμῖν ἀγαθῶν, ἵνα καὶ τῆς βασιλείας τῶν οὐρανῶν τύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, τιμή, κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: ΟΜΙΛΙΑ Α’. Εἰς τὸν σταυρὸν καὶ εἰς τὸν λῃστήν, καὶ περὶ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας, καὶ περὶ τοῦ συνεχῶς εὔχεσθαι ὑπὲρ τῶν ἐχθρῶν.
Προηγούμενο: ΟΜΙΛΙΑ Β’. Εἰς τὸ θεῖον καὶ μυστικὸν δεῖπνον τοῦ Σωτῆρος, καὶ περὶ τῆς τοῦ Ἰούδα προδοσίας, καὶ εἰς τὸ Πάσχα, καὶ εἰς τὴν παράδοσιν τῶν θείων μυστηρίων, καὶ περὶ τοῦ μὴ μνησικακεῖν. Λεχθεὶς τῇ ἁγίᾳ καὶ μεγάλῃ Πεντάδι.
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 49
Ἀρχικὴ Σελίδα: Τέρτιος