Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 52

Εἰς Εὐτρόπιον εὐνοῦχον πατρίκιον καὶ ὕπατον

α’. Ἀεὶ μέν, μάλιστα δὲ νῦν εὔκαιρον εἰπεῖν. «Ματαιότης ματαιοτήτων, καὶ πάντα ματαιότης». Ποῦ νῦν ἡ λαμπρὰ τῆς ὑπατείας περιβολή; Ποῦ δὲ αἱ φαιδραὶ λαμπάδες; Ποῦ δὲ οἱ κρότοι, καὶ οἱ χοροί, καὶ αἱ θαλίαι, καὶ αἱ πανηγύρεις; Ποῦ οἱ στέφανοι καὶ τὰ παραπετάσματα; Ποῦ ὁ τῆς πόλεως θόρυβος, καὶ αἱ ἐν ἱπποδρομίαις εὐφημίαι, καὶ τῶν θεατῶν αἱ κολακεῖαι; Πάντα ἐκεῖνα οἴχεται· καὶ ἄνεμος πνεύσας ἀθρόον τὰ μὲν φύλλα κατέβαλε, γυμνὸν δὲ ἡμῖν τὸ δένδρον ἔδειξε, καὶ ἀπὸ τῆς ῥίζης αὐτῆς σαλευόμενον λοιπόν· τοιαύτη γὰρ ἡ τοῦ πνεύματος γέγονε προσβολῇ, ὡς καὶ πρόῤῥιζον ἀπειλεῖν ἀνασπᾶν, καὶ ταῦτα διασαλεῦσαι τοῦ δένδρου τὰ νεῦρα. Ποῦ νῦν οἱ πεπλασμένοι φίλοι; Ποῦ τὰ συμπόσια καὶ τὰ δεῖπνα; Ποῦ ὁ τῶν παρασίτων ἐσμός, καὶ ὁ δι’ ὅλης ἡμέρας ἐγχεόμενος ἄκρατος, καὶ οἱ ποικίλαι τῶν μαγείρων τέχναι, καὶ οἱ τῆς δυναστείας θεραπευταί, οἱ πάντα πρὸς χάριν ποιοῦντες καὶ λέγοντες; Νὺξ ἦν πάντα ἐκεῖνα καὶ ὄναρ, καὶ ἡμέρας γενομένης ἠφανίσθη· ἄνθη ἦν ἐαρινά, καὶ παρελθόντος τοῦ ἔαρος πάντα κατεμαράνθη· σκιὰ ἦν, καὶ παρέδραμε· καρπὸς ἦν, καὶ διελύθη· πομφόλυγες ἦσαν, καὶ διεῤῥάγησαν· ἀράχνη ἦν, καὶ διεσπάσθη. Διὸ ταύτην τὴν πνευματικὴν ῥῆσιν ἐπᾴδομεν συνεχῶς ἐπιλέγοντες· «Ματαιότης ματαιοτήτων, καὶ πάντα ματαιότης». Ταύτην γὰρ τὴν ῥῆσιν καὶ ἐν τοίχοις, καὶ ἐν ἱματίοις, καὶ ἐν ἀγορᾷ, καὶ ἐν οἰκίᾳ, καὶ ἐν ὁδοῖς, καὶ ἐν θύραις, καὶ ἐν εἰσόδοις, καὶ πρὸ πάντων ἐκ τῷ ἑκάστου συνειδότι συνεχῶς ἐγγεγράφθαι δεῖ, καὶ διαπαντὸς αὐτὴν μελετᾶν. Ἐπειδὴ ἡ τῶν πραγμάτων ἀπάτη, καὶ τὰ προσωπεῖα, καὶ ἡ ὑπόκρισις, ἀλήθεια παρὰ τοῖς πολλοῖς εἶναι δοκεῖ· ταύτην καθ’ ἑκάστην ἡμέραν, καὶ ἐν δείπνῳ, καὶ ἐν ἀρίστῳ, καὶ ἐν συλλόγοις ἐπιλέγειν ἕκαστον τῷ πλησίον ἐχρῆν, καὶ παρὰ τοῦ πλησίον ἀκούειν, ὅτι «Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης». Οὐκ ἔλεγόν σοι συνεχῶς, ὅτι δραπέτης ὁ πλοῦτός ἐστι; Σὺ δὲ ἡμῶν οὐκ ἠνείχου. Οὐκ ἔλεγον ὅτι ἀγνώμων ἐστὶν οἰκέτης; Σὺ δὲ οὐκ ἐβούλου πείθεσθαι. Ἰδοὺ ἐκ τῶν πραγμάτων ἔδειξεν ἡ πείρᾳ, ὅτι οὐ δραπέτης μόνον, οὐδὲ ἀγνώμων, ἀλλὰ καὶ ἀνδροφόνος· οὗτος γὰρ σε τρέμειν νῦν καὶ δεδοικέναι παρεσκεύασεν. Οὐκ ἔλεγόν σοι, ἡνίκα συνεχῶς ἐπετίμας μοι λέγοντι τἀληθῆ, ὅτι Ἐγὼ σε φιλῶ μᾶλλον τῶν κολακευόντων; Ἐγὼ ὁ ἐλέγχων πλέον κήδομαι τῶν χαριζομένων; Οὐ προσετίθην τοῖς ῥήμασι τούτοις, ὅτι ἀξιοπιστότερα τραύματα φίλων ὑπὲρ ἑκούσια φιλήματα; Εἰ τῶν ἐμῶν ἠνέσχου τραυμάτων, οὐκ ἂν σοι τὰ φιλήματα ἐκείνων τὸν θάνατον τοῦτον ἔτεκον· τὰ γὰρ ἐμὰ τραύματα ὑγίειαν ἐργάζεται, τὰ δὲ ἐκείνων φιλήματα νόσον ἀνίατον κατεσκεύασε. Ποῦ νῦν οἱ οἰνοχόοι; Ποῦ δὲ οἱ σοβοῦντες ἐπὶ τῆς ἀγορᾶς, καὶ μυρία παρὰ πᾶσιν ἐγκώμια λέγοντες; Ἐδραπέτευσαν, ἠρνήσαντο τὴν φιλίαν, ἀσφάλειαν ἑαυτοῖς διὰ τῆς σῆς ἀγωνίας πορίζουσιν. Ἀλλ’ οὐχ ἡμεῖς οὕτως, ἀλλὰ καὶ τοῦ δυσχεραίνοντός σου οὐκ ἀποπηδῶμεν, καὶ νῦν πεσόντα περιστέλλομεν καὶ θεραπεύομεν. Καὶ ἡ μὲν πολεμηθεῖσα Ἐκκλησία παρὰ σοῦ τοὺς κόλπους ἥπλωσε καὶ ἐπεδέξατο· τὰ δὲ θεραπευθέντα θέατρα, ὑπὲρ ὧν πολλάκις πρὸς ἡμᾶς ἠγανάκτεις, προὔδωκε καὶ ἀπώλεσεν. Ἀλλ’ ὅμως οὐκ ἐπαυσάμεθα ἀεὶ λέγοντες; Τὶ ταῦτα ποιεῖς; Ἐκβακχεύεις τὴν Ἐκκλησίαν, καὶ κατὰ κρημνῶν σαυτὸν φέρεις καὶ παρέτρεχες ἅπαντα. Καὶ αἱ μὲν ἱπποδρομίαι, τὸν πλοῦτον τὸν σὸν ἀναλώσασαι, τὸ ξίφος ἠκόνησαν· ἡ δὲ Ἐκκλησία ἡ τῆς ὀργῆς τῆς σῆς ἀπολαύσασα τῆς ἀκαίρου, πανταχοῦ παρατρέχει, τῶν δικτύων σε ἐξαρπάσαι βουλομένη.

β’. Καὶ ταῦτα λέγω νῦν, οὐκ ἐπεμβαίνων τῷ κειμένῳ, ἀλλὰ τοὺς ἑστῶτας ἀσφαλεστέρους ποιῆσαι βουλόμενος· οὐκ ἀναξαίνων τὰ ἕλκη τοῦ τετρωμένου, ἀλλὰ τοὺς μηδέπω τετρωμένους ἐν ὑγείᾳ διατηρῆσαι ἀσφαλεῖ· οὐ καταποντίζων τὸν κλυδωνιζόμενον, ἀλλὰ τοὺς ἐξ οὐρίας πλέοντας παιδεύων, ὥστε μὴ γενέσθαι ὑποβρυχίους. Πῶς δ’ ἂν τοῦτο γένοιτο; Εἰ τὰς μεταβολὰς τῶν ἀνθρωπίνων ἐννοώμεθα πραγμάτων. Καὶ γὰρ οὗτος εἰ ἔδεισε μεταβολήν, οὐκ ἂν ὑπέμενε μεταβολήν· ἀλλ’ ἐπείπερ οὗτος οὔτε οἴκοθεν, οὔτε παρ’ ἑτέρων ἐγίνετο βελτίων, ὑμεῖς γοῦν οἱ κομῶντες τῷ πλούτῳ, ἀπὸ τῆς τούτου κερδάνατε συμφορᾶς· οὐδὲν γὰρ τῶν ἀνθρωπίνων πραγμάτων ἀσθενέστερον. Διόπερ οἷον ἂν εἴποι τις ὄνομα τῆς εὐτελείας αὐτῶν, ἔλαττον τῆς ἀληθείας ἐρεῖ· κἂν καπνὸν αὐτά, κἂν χόρτον, κἂν ὄναρ, κἂν ἄνθη ἐαρινά, καὶ ὁτιοῦν ὀνομάσῃ· οὕτως ἐστὶν ἐπίκηρα, καὶ τῶν οὐδὲν ὄντων οὐδαμινώτερα· ὅτι δὲ μετὰ τῆς οὐθενεὶας καὶ πολὺ ἔχει τὸ ἀπόκρημνον, δῆλον ἐντεῦθεν. Τὶς γὰρ τούτου γέγονεν ὑψηλότερος; Οὐ πᾶσαν τὴν οἰκουμένην παρῆλθεν τῷ πλούτῳ; Οὐ πρὸς αὐτὰς τῶν ἀξιωμάτων ἀνέβη τὰς κορυφάς; Οὐχὶ πάντες αὐτὸν ἔτρεμον, καὶ ἐδεδοίκεισαν; Ἀλλ’ ἰδοὺ γέγονε καὶ δεσμωτῶν ἀθλιώτερος, καὶ οἰκετῶν ἐλεεινότερος, καὶ τῶν λιμῷ τηκομένων πτωχῶν ἐνδεέστερος, καθ’ ἑκάστην ἡμέραν ξίφη βλέπων ἠκονημένα, καὶ βάραθρον, καὶ δημίους, καὶ τὴν ἐπὶ θάνατον ἀπαγωγήν· καὶ οὐδὲ εἴποτε γέγονεν ἐπὶ τῆς ἡδονῆς οἶδεν ἐκείνης, οὐδὲ αὐτῆς αἰσθάνεται τῆς ἀκτῖνος· ἀλλ’ ἐν μεσημβρίᾳ μέσῃ, καθάπερ ἐν πυκνοτάτῃ νυκτί, περιεστοιχισμένος οὗτος τὰς ὄψεις πεπήρωται. Μᾶλλον δὲ ὅσα ἂν φιλονεικήσωμεν, οὐ δυνησόμεθα τῷ λόγῳ παραστῆσαι τὸ πάθος, ὅπερ ὑπομένειν αὐτὸν εἰκός, καθ’ ἑκάστην ὥραν ἀποκτείνεσθαι προσδοκῶντα. Ἀλλὰ γὰρ τὶ δεῖ τῶν λόγων τῶν παρ’ ἡμῶν, αὐτοῦ ταῦτα καθάπερ ἐν εἰκόνι σαφῶς ὑπογράψαντος ἡμῖν; Τῇ γὰρ πρότεραι, ὅτε ἐπ’ αὐτὸν ἦλθον ἐκ τῷ βασιλικῶν αὐλῶν πρὸς βίαν ἀφελκύσαι βουλόμενοι, καὶ τοῖς σκεύεσι προσέδραμε τοῖς ἱεροῖς, ἦν αὐτοῦ τὸ πρόσωπον, καὶ τανῦν, νεκρωθέντος ἅπαξ οὐδὲν ἄμεινον διακείμενον· κτύπος δὲ τῶν ὀδόντων, καὶ πάταγος καὶ τρόμος παντὸς τοῦ σώματος, καὶ φωνὴ διακοπτομένη, καὶ γλῶττα διαλυομένη, καὶ σχῆμα τοιοῦτον, οἷον εἰκὸς τὴν λιθίνην ἔχειν ψυχήν.

γ’. Καὶ ταῦτα λέγω, οὐκ ὀνειδίζων, οὐδὲ ἐπεμβαίνων αὐτοῦ τῇ συμφορᾷ, ἀλλὰ τὴν ὑμετέραν διάνοιαν μαλάξαι βουλόμενος, καὶ εἰς ἔλεον ἐπισπάσασθαι, καὶ πεῖσαι ἀρκεσθῆναι τῇ τιμωρίᾳ τῇ γεγενημένῃ. Ἐπειδὴ γὰρ εἰσι πολλοὶ παρ’ ἡμῖν ἀπάνθρωποι, ὥστε ὁμοίως καὶ ἡμῖν ἐγκαλεῖν, ὅτι αὐτὸν ἐδεξάμεθα τῷ βήματι· τὸ ἄστοργον αὐτῶν τοῖς διηγήμασι μαλάξαι βουλόμενος, ἐκπομπεύω τὰ τούτου πάθη.

Τίνος γὰρ ἕνεκεν ἀγανακτεῖς, εἰπὲ μοι, ἀγαπητέ; Ὅτι, φησίν, εἰς ἐκκλησίαν κατέφυγεν ὁ πολεμήσας αὐτὴν διηνεκῶς. Διὰ τοῦτο μὲν οὖν μάλιστα δοξάζειν ἐχρῆν τὸν Θεόν, ὅτι ἀφῆκεν αὐτὸν ἐν τοσαύτη καταστῆναι ἀνάγκῃ, ὥστε καὶ τὴν δύναμιν τῆς Ἐκκλησίας καὶ τὴν φιλανθρωπίαν μαθεῖν· τὴν δύναμιν μέν, ἀφ’ ὧν τοσαύτην ὑπέμεινε μεταβολὴν ἐκ τῶν πρὸς ἐκείνην πολέμων· τὴν φιλανθρωπίαν δέ, ἐξ ὧν πολεμηθεῖσα νῦν τὴν ἀσπίδα προβάλλεται, καὶ ὑπὸ τὰς πτέρυγας ἐδέξατο τὰς αὐτῆς, καὶ ἐν ἀσφαλείᾳ πάσῃ κατέστησεν, οὐ μνησικακήσασα ὑπὲρ τῶν ἔμπροσθεν οὐδενός, ἀλλὰ τοὺς κόλπους αὐτῷ μετὰ πολλῆς ἁπλώσασα τῆς φιλοστοργίας. Τοῦτο γὰρ τροπαίου παντὸς λαμπρότερον, τοῦτο νίκη περιφανής, τοῦτο Ἕλληνας ἐντρέπει, τοῦτο καὶ Ἰουδαίους καταισχύνει, τοῦτο φαιδρὸν αὐτῆς τὸ πρόσωπον δείκνυσιν· ὅτι τὸν πολέμιον αἰχμάλωτον λαβοῦσα, φείδεται, καὶ πάντων αὐτὸν ἐν ἐρημίᾳ παριδόντων, μόνη καθάπερ μήτηρ φιλόστοργος, ὑπὸ τὰ παραπετάσματα αὐτῆς ἔκρυψε, καὶ πρὸς βασιλικὴν ὀργήν, ἔστη, πρὸς δήμου θυμόν, καὶ πρὸς μῖσος ἀφόρητον· τούτῳ τῷ θυσιαστηρίῳ κόσμος. Ποῖος κόσμος, φησί, τὸ τὸν ἐναγῆ καὶ πλεονέκτην καὶ ἅρπαγα ἅπτεσθαι τοῦ θυσιαστηρίου; Μὴ λέγε ταῦτα· ἐπειδὴ καὶ ἡ πόρνη ἥψατο τῶν ποδῶν τοῦ Χριστοῦ, ἡ σφόδρα ἐναγὴς καὶ ἀκάθαρτος· καὶ οὐκ ἦν ἔγκλημα τῷ Ἰησοῦ τὸ γενόμενον, ἀλλὰ θαῦμα καὶ ὕμνος μέγας· οὐ γὰρ τὸν καθαρὸ ἔβλαπτεν ἡ ἀκάθαρτος, ἀλλὰ τὴν ἐναγῆ πόρνην ὁ καθαρὸς καὶ ἄμωμος διὰ τῆς ἁφῆς καθαρὰν εἰργάσατο. Μὴ δὲ μνησικακήσῃς, ὧ ἄνθρωπε. Ἐκείνου οἰκέται ἐσμεν τοῦ σταυρουμένου καὶ λέγοντος· «Ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασι τὶ ποιοῦσιν». Ἀλλ’ ἀπετείχισε, φησί, τὴν ἐνταῦθα καταφυγὴν γράμμασι καὶ νόμοις διαφόροις. Ἀλλ’ ἰδοὺ διὰ τῶν ἔργων ἔμαθεν, ὅπερ ἐποίησε, καὶ τὸν νόμον ἔλυσε πρῶτος αὐτός, δι’ ὧν ἐποίησε, καὶ γέγονε τῆς οἰκουμένης θέατρον, καὶ σιγῶν ἐντεῦθεν ἀφίησι φωνὴν ἅπασι παραινῶν, Μὴ ποιεῖτε ταῦτα, ἵνα μὴ πάθητε τοιαῦτα. Διδάσκαλος ἀνεφάνη διὰ τῆς συμφορᾶς, καὶ λαμπηδόνα μεγάλην ἀφίησι τὸ θυσιαστήριον, νῦν φοβερὸν μάλιστα καὶ ἐκ τούτου φαινόμενον, ὅτι τὸν λέοντα δεδεμένον ἔχει· ἐπεὶ καὶ βασιλικῇ εἰκόνι μέγας γένοιτο κόσμος, οὐχ ὅταν ἐπὶ τοῦ θρόνου κάθηται πορφυρίδα περιβεβλημένος, καὶ διάδημα περικείμενος ὁ βασιλεὺς μόνον, ἀλλὰ καὶ ὅταν ὑπὸ τῷ ποδὶ τῷ βασιλικῷ βάρβαροι τῶν χειρῶν ὀπίσω δεδεμένοι, κάτω τὰ κεφαλὰς νεύωσι κείμενοι. Καὶ ὅτι οὐ πιθανότητι κέχρηται λόγων, ὑμεῖς μάρτυρες τῆς σπουδῆς καὶ τῆς συνδρομῆς. Καὶ γὰρ λαμπρὸν ἡμῖν τὸ θέατρον σήμερον, καὶ φαιδρὸς ὁ σύλλογος, καὶ ὅσον ἐν τῷ Πάσχα τῷ ἱερῷ δῆμον εἶδον ξυναγόμενον, τοσοῦτον ὁρῶ καὶ ἐνταῦθα νῦν καὶ οὕτω σιγῶν πάντας ἐκάλεσε, σάλπιγγος λαμπροτέραν φωνὴν διὰ τῶν πραγμάτων ἀφείς. Καὶ παρθένοι θαλάμους, καὶ γυναῖκες γυναικῶνας, καὶ ἄνδρες τὴν ἀγορὰν κενώσαντες, πάντες ἐνταῦθα συνεδράμετε, ἵνα τὴν ἀνθρωπίνην φύσιν ἴδητε ἐλεγχομένην, καὶ τῶν βιωτικῶν πραγμάτων τὸ ἐπίκηρον ἀπογυμνούμενον, καὶ τὴν πορνικὴν ὄψιν τὴν χθὲς τὴν πρώην φαιδρὸν ἀπολάμπουσαν (καὶ γὰρ τοιοῦτον ἡ εὐπραγία ἡ ἀπὸ τῶν πλεονεξιῶν, παντὸς γραϊδίου ῥυτίδας ἔχοντος αἰσχροτέρα φαινομένη), καθάπερ σπογγιᾷ τινι τῇ μεταβολῇ τὰ ἐπιτρίμματα καὶ τὰς ἐπιγραφὰς ἐκμάξασαν.

δ’. Τοιαύτη γὰρ τῇ δυσημερίας ταύτης ἡ ἰσχύς· τὸ φαιδρὸν καὶ περιφανῆ πάντων ἐποίησεν εὐτελέστερον φαίνεσθαι νῦν. Κἂν πλούσιος εἰσέλθῃ, μεγάλα κερδαίνει· ὁρῶν γὰρ ἐκ τοσαύτης κορυφῆς κατενεχθέντα τὸν σείοντα τὴν οἰκουμένην ἅπασαν, καὶ συνεσταλμένον, καὶ λαγωοῦ καὶ βατράχου δειλότερον γεγενημένον, καὶ χωρὶς δεσμῶν τῷ κίονι τούτῳ προσηλωμένον, καὶ ἀντὶ ἀλύσεως τῷ φόβῳ περισφιγγόμενον, καὶ δεδοικότα, καὶ τρέμοντα, καταστέλλει τὴν φλεγμονήν, καθαίρει τὸ φύσημα, καὶ φιλοσοφήσας ἃ χρὴ περὶ τῶν ἀνθρωπίνων φιλοσοφεῖν, οὕτως ἄπεισιν, ἃ διὰ ῥημάτων λέγουσιν αἱ Γραφαί, ταῦτα διὰ τῶν πραγμάτων μανθάνων· ὅτι «Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· καὶ ὁ χόρτος ἐξηράνθη, καὶ τὸν ἄνθος ἐξέπεσεν»· οἷον, «Ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται, καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπεσοῦνται· ὅτι Ὡσεὶ καπνὸς αἱ ἡμέραι αὐτοῦ», καὶ ὅσα τοιαῦτα. Πάλιν ὁ πένης εἰσελθών, καὶ πρὸς τὴν ὄψιν ταύτην ἰδών, οὐκ ἐξευτελίζει ἑαυτόν, οὐδὲ ὀδυνᾶται διὰ τὴν πτωχείαν· ἀλλὰ καὶ χάριν οἶδε τῇ πενίᾳ, ὅτι χωρίον αὐτῷ γέγονεν ἄσυλον καὶ λιμὴν ἀκύμαντος, καὶ τεῖχος ἀσφαλές· καὶ πολλάκις ἂν ἕλοιτο ταῦτα ὁρῶν μένειν, ἔνθα ἐστίν, ἢ πρὸς βραχὺ τὸ πάντων λαβών, ὕστερον καὶ ὑπὲρ αἵματος κινδυνεύειν ἑαυτοῦ. Ὁρᾷς ὡς οὐ μικρὸν κέρδος γέγονε καὶ πλουσίοις, καὶ πένησι, καὶ ταπεινοῖς, καὶ ὑψηλοῖς, καὶ δούλοις, καὶ ἐλευθέριος ἀπὸ τῆς ἐνταῦθα τούτου κατάφυση; Ὁρᾷς πῶς ἕκαστος φάρμακα λαβὼν ἐντεῦθεν ἄπεισιν, ἀπὸ τῆς ὄψεως ταύτης μόνης θεραπευόμενος; Ἆρα ἐμάλαξα ὑμῶν τὸ πάθος, καὶ ἐξέβαλον ὀργήν; Ἆρα ἔσβεσα τὴν ἀπανθρωπίαν; Ἆρα εἰς συμπάθειαν ἤγαγον; Σφόδρα ἔγωγε οἶμαι, καὶ δηλοῖ τὰ πρόσωπα, καὶ αἱ τῶν δακρύων πηγαί. Ἐπεὶ οὖν ὑμῖν ἡ πέτρα γέγονε βαθύγειος, καὶ λιπαρὰ χώρα, φέρε δὴ καὶ καρπὸν ἐλεημοσύνης βλαστήσαντες, καὶ τὸν στάχυν κομῶντα τῆς συμπαθείας ἐπιδειξάμενοι, προσπέσωμεν τῷ βασιλεῖ, μᾶλλον δὲ παρακαλέσωμεν τὸν φιλάνθρωπον Θεόν, μαλάξαι τὸν θυμὸν τοῦ βασιλέως, καὶ ἁπαλὴν αὐτοῦ ποιῆσαι τὴν καρδίαν, ὥστε ὁλόκληρον ἡμῖν δοῦναι τὴν χάριν. Καὶ ἤδη μὲν γὰρ ἀπὸ τῆς ἡμέρας ἐκείνης, ἧς οὗτος κατέφυγεν ἐνταῦθα, οὐ μικρὰ γέγονεν ἡ μεταβολὴ ἐπειδὴ γὰρ ὁ βασιλεὺς ἔγνω, ὅτι εἰς τὸ ἄσυλον τοῦτο χωρίον κατέδραμε, τοῦ στρατοπέδου παρόντος, καὶ παροξυνομένου ὑπὲρ τῶν αὐτῷ πεπλημμελημένων, καὶ εἰς σφαγὴν αὐτὸν αἰτούντων, μακρὸν ἀπέτεινε λόγον, τὸν στρατιωτικὸν καταστέλλων θυμόν. Ἀξιῶν μὴ τὰ ἁμαρτήματα μόνον, ἀλλὰ καὶ εἲ τι αὐτῷ γέγονε κατόρθωμα, καὶ τοῦτο λογίζεσθαι, καὶ τοῖς μὲν εἰδέναι χάριν ὁμολογῶν, ὑπὲρ δὲ τῶν ἑτέρως ἐχόντων ὡς ἀνθρώπῳ συγγινώσκων. Ὡς δὲ ἐπέκειντο πάλιν εἰς ἐκδικίαν τοῦ ὑβρισμένου βασιλέως, βοῶντες, πηδῶντες, θανάτου μεμνημένοι, καὶ τὰ δόρατα σείοντες, πηγὰς λοιπὸν ἀφεὶς δακρύων ἀπὸ τῶν ἡμερωτάτων ὀφθαλμῶν, καὶ ἀναμνήσας τῆς ἱερᾶς τραπέζης, εἰς ἣν κατέφυγεν, οὕτω τὴν ὀργὴν κατέπαυσε.

ε’. Πλὴν ἀλλὰ καὶ ἡμεῖς τὰ παρ’ ἑαυτῶν προσθῶμεν. Τίνος γὰρ ἂν ἦτε συγγνώμης ἄξιοι, εἰ τοῦ βασιλέως τοῦ ὑβρισμένου μὴ μνησικακοῦντος, ὑμεῖς οἱ μηδὲν τοιοῦτον παθόντες τοσαύτην ὀργὴν ἐπεδείξασθε; Πῶς δὲ τοῦ θεάτρου τούτου λυθέντος, ὑμεῖς μυστηρίων ἅψεσθε, καὶ τὴν εὐχὴν ἐρεῖτε ἐκείνην, δι’ ἧς κελευόμεθα λέγειν· «Ἄφες ἡμῖν καθὼς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν», τὸ ὑμῶν ὀφειλέτην ἀπαιτοῦντες δίκην; Ἠδίκησε μεγάλα καὶ ὕβρισεν; Οὐδὲ ἡμεῖς ἀντεροῦμεν. Ἀλλ’ οὐ δικαστηρίου καιρὸς νῦν, ἀλλ’ ἐλέους· οὐκ εὐθύνῃς, ἀλλὰ φιλανθρωπίας· οὐκ ἐξετάσεως, ἀλλὰ συγχωρήσεως· οὐ ψήφου καὶ δίκης, ἀλλὰ οἰκτροῦ καὶ χάριτος. Μὴ τοίνυν φλεγμαινέτω τις, μηδὲ δυσχεραινέτω, ἀλλὰ μᾶλλον δεηθῶμεν τοῦ φιλανθρώπου Θεοῦ, δοῦναι αὐτῷ προθεσμίαν ζῇς, καὶ τῆς ἀπειλουμένης ἐξαρπάσαι σφαγῆς, ὥστε αὐτὸν ἀποδύσασθαι τὰ πεπλημμελημένα, καὶ κοινῇ προσέλθωμεν τῷ φιλανθρώπῳ βασιλεῖ, ὑπὲρ τῆς Ἐκκλησίας, ὑπὲρ τοῦ θυσιαστηρίου, ἐν ἄνδρα τῇ τραπέζῃ τῇ ἱερᾷ χαρισθῆναι παρακαλοῦντες. Ἂν τοῦτο ποιήσωμεν, καὶ αὐτὸς ὁ βασίλευες ἀποδέξεται, καὶ ὁ Θεὸς πρὸ τοῦ βασιλέως ἐπαινέσεται, καὶ μεγάλην ἡμῖν τῆς φιλανθρωπίας ἀποδώσει τὴν ἀμοιβήν. Ὥσπερ γὰρ τὸν ὠμὸν καὶ ἀπάνθρωπον ἀποστρέφεται καὶ μισεῖ, οὕτω τὸν ἐλεήμονα καὶ φιλάνθρωπον προσίεται καὶ φιλεῖ· κἂν μὲν δίκαιος ὁ τοιοῦτος ᾖ, λαμπροτέρους αὐτῷ πλέκει τοὺς στεφάνους· ἂν δὲ ἁμαρτωλός, παρατρέχει τὰ ἁμαρτήματα, τῆς πρὸς τὸν ὁμόδουλον συμπαθείας ἀμοιβὴν αὐτῷ ταύτην ἀποδιδούς. «Ἔλεον γάρ, φησί, θέλω, καὶ οὐ θυσίαν»· καὶ πανταχοῦ τῶν Γραφῶν ὁρᾷς αὐτὸν τοῦτο ἀεὶ ἐπιζητοῦντα, καὶ ταύτην λύσιν τῶν ἁμαρτημάτων εἶναι λέγοντα. Οὕτω τοίνυν αὐτὸν καὶ ἡμεῖς ἵλεων ἐργασόμεθα, οὕτω τὰ ἡμέτερα διαλύσομεν πλημμελήματα, οὕτω τὴν Ἐκκλησίαν κοσμήσωμεν, οὕτω καὶ βασιλεὺς ἡμᾶς ὁ φιλάνθρωπος ἐπαινέσεται, καθάπερ ἔφθην εἰπών, καὶ ἅπας ὁ δῆμος κροτήσει, καὶ τὰ πέρατα τῆς οἰκουμένης τὸ φιλάνθρωπον καὶ ἥμερον τῆς πόλεως θαυμάσεται, καὶ μαθόντες οἱ πανταχοῦ τῆς γῆς τὰ γενόμενα κηρύξουσιν ἡμᾶς. Ἵνα οὖν ἀπολαύσωμεν τῶν τοσούτων ἀγαθῶν, προσπέσωμεν, παρακαλέσωμεν, δεηθῶμεν, ἐξαρπάσωμεν τοῦ κινδύνου τὸν αἰχμάλωτον, τὸν φυγάδα, τὸν ἱκέτην, ἵνα καὶ αὐτοὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὁμιλία Ὅτε τῆς ἐκκλησίας ἔξω εὑρεθεὶς Εὐτρόπιος ἀπεσπάσθη, καὶ περὶ παραδείσου καὶ Γραφῶν, καὶ εἰς τὸ «Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου».

α’. Ἡδὺς μὲν λειμὼν καὶ παράδεισος, πολὺς δὲ ἡδύτερον τῶν θείων Γραφῶν ἡ ἀνάγνωσις. Ἐκεῖ μὲν γὰρ ἐστιν ἄνθη μαραινόμενα, ἐνταῦθα δὲ νοήματα ἀκμάζοντα· ἐκεῖ ζέφυρος πνέων, ἐνταῦθα δὲ Πνεύματος αὔρᾳ· ἐκεῖ ἄκανθαι αἱ τειχίζουσαι, ἐνταῦθα δὲ πρόνοια Θεοῦ ἡ ἀσφαλιζομένη· ἐκεῖ τέττιγες ᾄδοντες, ἐνταῦθα δὲ προφῆται κελαδοῦντες· ἐκεῖ τέρψις ἀπὸ τῆς ὄψεως, ἐνταῦθα δὲ ὠφέλεια ἀπὸ τῆς ἀναγνώσεως. Ὁ παράδεισος ἐν ἑνὶ χωρίῳ, αἱ δὲ Γραφαὶ πανταχοῦ τῆς οἰκουμένης· ὁ παράδεισος δουλεύει καιρῶν ἀνάγκαις, αἱ δὲ Γραφαὶ καὶ ἐν χειμῶνι καὶ ἐν θέρει κομῶσι τοῖς φύλλοις, βρίθουσι τοῖς καρποῖς. Προσέχωμεν τοίνυν τῇ τῶν Γραφῶν ἀναγνώσει· ἐὰν γὰρ τῇ Γραφῇ προσέχῃς, ἐκβάλλει σου τὴν ἀθυμίαν, φυτεύει σου τὴν ἡδονήν, ἀναιρεῖ τὴν κακίαν, ῥιζοῖ τὴν ἀρετήν, οὐκ ἀφίησιν ἐν θορύβῳ πραγμάτων τὰ τῶν κλυδωνιζομένων πάσχειν. Ἡ θάλασσα μαίνεται, σὺ δὲ μετὰ γαλήνης πλέεις· ἔχεις γὰρ κυβερνήτην τῶν Γραφῶν τὴν ἀνάγνωσιν· τοῦτο γὰρ τὸ σχοινίον οὐ διαῤῥήγνυσι τῶν πραγμάτων ὁ πειρασμός. Καὶ ὅτι οὐ ψεύδομαι, μαρτυρεῖ τὰ πράγματα αὐτά. Ἐπολιορκήθη ἡ ἐκκλησία πρὸ ὀλίγων ἡμερῶν· ἦλθε στρατόπεδον, καὶ πῦρ ἀπὸ τῶν ὀφθαλμῶν ἠφίει, καὶ τὴν ἐλαίαν οὐκ ἐμάρανε· ξίφη γεγύμνωντο, καὶ τραύματα οὐδεὶς ἐδέξατο· αἱ βασιλικαὶ πύλαι ἐν ἀγωνίᾳ, καὶ ἡ ἐκκλησία ἐν ἀσφαλείᾳ· καίτοι γε ὁ πόλεμος ἐνταῦθα ἔῤῥευσεν. Ἐνταῦθα γὰρ ἐζητεῖτο ὁ καταφυγῶν, καὶ παριστάμεθα μὴ δεδοικότες τὸν ἐκείνων θυμόν. Τὶ δήποτε; Εἴχομεν ἐνέχυρον ἀσφαλὲς τό, «Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν· καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς». Ἐκκλησίαν δὲ λέγω, οὐ τόπον μόνον, ἀλλὰ καὶ τρόπον· οὐ τοίχους ἐκκλησίας, ἀλλὰ νόμους Ἐκκλησίας. Ὅταν καταφεύγεις ἐν ἐκκλησίᾳ, μὴ τόπῳ καταφυγῆς, ἀλλὰ γνώμῃ. Ἐκκλησίας γὰρ οὐ τοῖχος καὶ ὄροφος, ἀλλὰ πίστις καὶ βίος.

Μὴ λέγε, ὅτι προεδόθη ἀπὸ Ἐκκλησίας ὁ προδοθείς· εἰ μὴ ἀφῆκε τὴν ἐκκλησίαν, οὐκ ἂν προεδίδοτο. Μὴ λέγε, ὅτι καὶ κατέφυγε καὶ προεδόθη· οὐχ ἡ ἐκκλησία αὐτὸν ἀφῆκεν, ἀλλ’ αὐτὸς τὴν ἐκκλησίαν ἀφῆκεν. Οὐκ ἔνδοθεν παρεδόθη, ἀλλ’ ἔξωθεν. Διὰ τὶ κατέλιπε τὴν ἐκκλησίαν; Ἐβούλου σώζεσθαι; Ὤφειλες κατέχειν τὸ θυσιαστήριον. Οὐκ ἦσαν ἐνταῦθα τοῖχοι, ἀλλὰ Θεοῦ πρόνοια ἡ ἀσφαλιζομένη. Ἁμαρτωλὸς ἧς; Οὐκ ἀποπέμπεταί σε ὁ Θεός· οὐκ ἦλθε γὰρ καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. Πόρνη ἐσώθη, ἐπειδὴ πόδας κατέσχεν. Ἠκούσατε τοῦ σήμερον ἀνεγνωσμένου; Ταῦτα δὲ λέγω, ἵνα μηδέποτε εἰς Ἐκκλησίαν καταφεύγων ἀμφιβάλῃς. Μένε εἰς Ἐκκλησίαν, καὶ οὐ προδίδοται ἀπὸ τῆς Ἐκκλησίας. Ἐὰν δὲ φυγῆς ἀπὸ Ἐκκλησίας, οὐκ αἰτία ἡ Ἐκκλησία. Ἐὰν μὲν γὰρ ἧς ἔσω, ὁ λύκος οὐκ εἰσέρχεται· ἐὰν δὲ ἐξέλθῃς ἔξω, θηριάλωτος γίνῃ· ἀλλ’ οὐ παρὰ τὴν μάνδραν τοῦτο, ἀλλὰ παρὰ τὴν σὴν μικροψυχίαν. Ἐκκλησίαν οὐδὲν ἴσον. Μὴ μοι λέγε τείχη καὶ ὅπλα· τείχη μὲν γὰρ τῷ χρόνῳ παλαιοῦνται, ἡ Ἐκκλησία δὲ οὐδέποτε γηρᾶ. Τείχη βάρβαροι καταλύουσιν, Ἐκκλησίας δὲ οὐδὲ δαίμονες περιγίνονται. Καὶ ὅτι οὐ κόμπος τὰ ῥήματα, μαρτυρεῖ τὰ πράγματα. Πόσοι ἐπολέμησαν τὴν Ἐκκλησίαν, καὶ οἱ πολεμήσαντες ἀπώλοντο; Αὕτη δὲ ὑπὲρ τῶν οὐρανῶν ἀναβέβηκε. Τοιοῦτον ἔχει μέγεθος ἡ Ἐκκλησία· πολεμουμένη νικᾷ· ἐπιβουλευομένη περιγίνεται· ὑβριζομένη, λαμπροτέρα καθίσταται· δέχεται τραύματα, καὶ οὐ καταπίπτει ὑπὸ τῶν ἕλκων· κλυδωνίζεται, ἀλλ’ οὐ καταποντίζεται· χειμάζεται, ἀλλὰ ναυάγιον οὐχ ὑπομένει· παλαίει, ἀλλ’ οὐχ ἡττᾶται· πυκτεύει, ἀλλ’ οὐ νικᾶται. Διὰ τὶ οὖν συνεχώρησε τὸν πόλεμον; Ἵνα δείξῃ λαμπρότερον τὸ τρόπαιον. Παρῆτε κατὰ τὴν ἡμέραν ἐκείνην, καὶ ἐβλέπετε ὅσα ἐκινεῖτο ὅπλα, καὶ θυμὸς στρατιωτικὸς πυρὸς σφοδρότερος, καὶ ἡμεῖς ἐπὶ τὰς βασιλικὰς αὐλὰς ἐπειγόμεθα. Ἀλλὰ τί; Τοῦ Θεοῦ χάριτι οὐδὲν ἡμᾶς ἐκείνων κατέπληξε.

β’. Ταῦτα δὲ λέγω, ἵνα καὶ ὑμεῖς μιμῆσθε. Διὰ τὶ δὲ οὐ κατεπλάγημεν; Ὅτι οὐδὲν τῶν παρόντων δεινῶν ἐδεδοίκαμεν. Τὶ γὰρ ἐστι δεινόν; Θάνατος; Οὐκ ἔστι τοῦτο δεινόν· ταχέως γὰρ ἐπὶ τὸν λιμένα ἀπερχόμεθα τὸν ἀκύμαντον. Ἀλλὰ δημεύσεις; «Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρὸς μου, γυμνὸς καὶ ἀπελεύσομαι». Ἀλλ’ ἐξορίαι; «Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς». Ἀλλὰ συκοφαντίαι; «Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅταν εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ’ ὑμῶν ψευδόμενοι, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς». Ἑώρων τὰ ξίφη, καὶ τὸν οὐρανὸν ἐλογιζόμην· προσεδόκων τὸν θάνατον, καὶ τὴν ἀνάστασιν ἐνενοοῦ· ἑώρων τὰ κάτω πάθη, καὶ ἠρίθμουν τὰ ἄνω βραβεῖα· ἔβλεπον τὰς ἐπιβουλάς, καὶ ἐλογιζόμην τὸν ἄνω στέφανον· ἡ γὰρ ὑπόθεσις τῶν ἀγώνων ἀρκοῦσα ἦν εἰς παράκλησιν καὶ παραμυθίαν. Ἀπηγόμην δέ, ἀλλ’ οὐκ ἦν ὕβρις ἐμοὶ τὸ γινόμενον· ὕβρις γὰρ ἓν μόνον ἐστίν, ἡ ἁμαρτία. Κἂν γὰρ ἡ οἰκουμένη πᾶσά σε ὑβρίζῃ, σὺ δὲ σαυτὸν μὴ ὑβρίσῃς, οὐχ ὑβρίσθης. Προδοσία μόνη ἡ τοῦ συνειδότος. Μὴ προδῷς σου τὸ συνειδός, καὶ οὐδεὶς σε προδίδωσιν. Ἀπηγόμην, καὶ ἑώρων τὰ πράγματα, μᾶλλον δὲ τὰ ῥήματα μου πράγματα γινόμενα, τὴν ὁμιλίαν μου, τὴν διὰ τῶν ῥημάτων, ἐπὶ τῆς ἀγορᾶς διὰ τῶν πραγμάτων κηρυττομένην. Ποίαν ὁμιλίαν; Ἣν ἔλεγον ἀεί. Ἄνεμος ἔπνευσε, καὶ τὰ φύλλα κατέβαλεν. «Ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσεν». Ἀπῆλθεν ἡ νύξ, καὶ ἐφάνη ἡ ἡμέρα· ἠλέγχθη ἡ σκιά, καὶ ἐφάνη ἡ ἀλήθεια. Ἀνεβόησαν ἕως τῶν οὐρανῶν, καὶ κατέβησαν ἕως τῶν πεδίων. Τὰ κύματα γὰρ ἄνω κατεστάλη διὰ τῶν ἀνθρωπίνων πραγμάτων. Πῶς; Διδασκαλία ἦν τὰ γινόμενα. Καὶ ἔλεγον πρὸς ἐμαυτόν· ἆρα σωφρονίσονται οἱ μετὰ ταῦτα; Ἆρα οὐ παρέρχονται δύο ἡμέραι, καὶ λήθη τὰ γινόμενα παραδίδοται; Ἔναυλα τὰ ὑπομνήματα ἦν. Πάλιν εἴπω, πάλιν λαλήσω. Τὶ ὄφελος; Μᾶλλον δὲ ὄφελος. Κἂν γὰρ μὴ πάντες ἀκούσωσι, οἱ ἡμίσεις ἀκούσονται· κἂν μὴ οἱ ἡμίσεις ἀκούσωσι, τὸ τρίτον μέρος· κἂν μὴ τὸ τρίτον, τὸ τέταρτον· κἂν μὴ τὸ τέταρτον, κἂν δέκα· κἂν μὴ δέκα, κἂν πέντε· κἂν μὴ πέντε, κἂν εἷς· κἂν μὴ εἷς, ἐγὼ τὸν μισθὸν ἀπηρτισμένον ἔχω. «Ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσε· τὸ δὲ ῥῆμα τοῦ Θεοῦ μένει εἰς τὸν αἰῶνα».

γ’. Εἴδετε τῶν ἀνθρωπίνων πραγμάτων τὴν εὐτέλειαν, εἴδετε τῆς δυναστείας τὸ ἐπίκηρον; Εἴδετε τὸν πλοῦτον, ὃν ἀεὶ δραπέτην ἐκάλουν, οὐ δραπέτην δὲ μόνον, ἀλλὰ καὶ ἀνδροφόνον; Οὐ γὰρ καταλιμπάνει τοὺς ἔχοντας μόνον, ἀλλὰ καὶ σφάζει αὐτούς· ὅταν γὰρ τις αὐτὸν θεραπεύῃ, τότε μάλιστα αὐτὸν παραδίδωσι. Τὶ θεραπεύεις τὸν πλοῦτον τὸν σήμερον πρὸς σε, καὶ αὔριον πρὸς ἄλλον; Τὶ θεραπεύεις πλοῦτον, τὸν μηδέποτε κατασχεθῆναι δυνάμενον; Βούλει θεραπεῦσαι αὐτόν; Βούλει αὐτὸν κατασχεῖν; Μὴ κατορύξῃς αὐτόν, ἀλλὰ δὸς αὐτὸν εἰς τὰς χεῖρας τῶν πενήτων. Θηρίον ἐστὶν ὁ πλοῦτος· ἂν μὲν κατέχηται, φεύγει· ἂν δὲ σκορπίζηται, μένει. «Ἐσκόρπισε γάρ, φησίν, ἔδωκε τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα». Σκόρπισον, ἵνα μείνῃ· μὴ κατορύξῃς, ἵνα μὴ φύγῃ. Ποῦ πλοῦτος; Ἡδέως ἂν ἐροίμην τοὺς ἀπελθόντας. Λέγω δὲ ταῦτα οὐκ ὀνειδίζων, μὴ γένοιτο, οὐδὲ ἀναξαίνων τὰ ἕλκη, ἀλλὰ τὰ ἑτέρων ναυάγια ὑμῖν λιμένα κατασκευάζων. Ὅτε οἱ στρατιῶται, καὶ τὰ ξίφη, ὅτε πόλις ἐκαίετο, ὅτε διάδημα οὐκ ἴσχυεν, οὔτε πορφύρα ὑβρίζετο, ὅτε μανίας πάντα ἔγεμε, ποῦ ὁ πλοῦτος; Ποῦ οἱ φίλοι; Τὰ προσωπεῖα ἤλλασσον. Ποῦ αἱ οἰκίαι; Ἀπεκλείοντο· ποῦ τὰ χρήματα; Ἔφυγεν ὁ ἔχων αὐτά. Καὶ τὰ χρήματα ποῦ; Κατωρύγη. Ποῦ ἐκρύβη τοῦτο ὅλον; Μὴ φορτικὸς εἰμι, μὴ ἐπαχθής, ἀεὶ λέγων, ὅτι ὁ πλοῦτος τοὺς κακῶς κεχρημένους προδίδωσιν; Ἦλθεν καὶ ὁ καιρὸς δεικνὺς τῶν ῥημάτων τὴν ἀλήθειαν. Τὶ κατέχεις αὐτόν, ἐν πειρασμῷ σε μηδὲν ὠφελοῦντα; Εἰ ἔχει ἰσχύν, ὅταν ἐμπέσῃς εἰς ἀνάγκην, παρέστω σοι· εἰ δὲ τότε φεύγει, τὶ χρείαν αὐτοῦ ἔχεις; Αὐτὰ τὰ πράγματα μαρτυρεῖ. Τὶ τὸ ὄφελος; Ξίφη ἠκονημένα, θάνατος ἀπειλούμενος, στρατόπεδον μαινόμενον, προσδοκία ἀπειλῆς τοσαύτης· καὶ ὁ πλοῦτος οὐδαμοῦ. Ποῦ ἔφυγεν ὁ δραπέτης; Αὐτὸς σοι κατεσκεύασε ταῦτα πάντα, καὶ ἐν καιρῷ ἀνάγκης φεύγει. Καίτοι πολλοὶ ἐγκαλοῦσί μοι ἀεὶ λέγοντες. Κεκόλλησαι τοῖς πλούσιοι· καὶ γὰρ καὶ ἐκεῖνοι ἀεὶ κεκόλληνται τοῖς πένησιν. Ἐγὼ δὲ κεκόλλημαι τοῖς πλουσίοις· οὐ τοῖς πλουσίοις δέ, ἀλλὰ τοῖς κακῶς τῷ πλούτῳ κεχρημένοις. Ἀεὶ γὰρ λέγω, ὅτι οὐ τὸν πλούσιον διαβάλλω, ἀλλὰ τὸν ἅρπαγα. Ἄλλο δὲ πλούσιος, καὶ ἄλλο ἅρπαξ· ἄλλο εὔπορος, καὶ ἄλλο πλεονέκτης. Διαιρεῖ τὰ πράγματα, καὶ μὴ σύγχεε τὰ ἄμικτα. Πλούσιος εἶ; Οὐ κωλύω. Ἅρπαξ εἶ; Κατηγορῶ. Ἔχεις τὰ σά; Ἀπόλαυε. Λαμβάνεις τὰ ἀλλότρια; Οὐ σιγῶ. Θέλεις με λιθάσαι; Ἕτοιμός εἰμι τὸ αἷμά μου ἐκχέειν, μόνον τὴν ἁμαρτίαν σου κωλύω. Ἐμοὶ οὐ μέλει, μῖσος, οὐ μέλει μοι πόλεμος· ἑνὸς δὲ μοι μόνον μέλει, τῆς προκοπῆς τῶν ἀκουόντων. Καὶ οἱ πλούσιοι ἐμὰ τέκνα, καὶ οἱ πένητες ἐμὰ τέκνα· ἡ αὐτὴ γαστὴρ ἀμφοτέρους ὤδινεν· αἱ αὐτοὶ ὠδῖνες ἀμφοτέρους ἔτεκον. Ἂν τοίνυν κεκόλλησαι τῷ πένητι, κατηγορῶ σου· οὐ γὰρ τοῦ πένητος τοσαύτη ζημία, ὅση τοῦ πλουσίου. Ὁ μὲν γὰρ πένης οὐδὲν μέγα ἀδικεῖται· εἰς χρήματα γὰρ βλάπτεται· σὺ δὲ εἰς ψυχὴν βλάπτῃ. Ὁ βουλόμενος ἀποτεμνέτω. Ὁ βουλόμενος λιθαζέτω, ὁ βουλόμενος μισείτω· ὑποθῆκαι γὰρ ἐμοὶ στεφάνων αἱ ἐπιβουλαί, καὶ ἀριθμὸς βραβεῖον τὰ τραύματα.

δ’. Οὐ δέδοικα τοίνυν ἐπιβουλήν· ἓν δέδοικα μόνον, ἁμαρτίαν. Μὴ μὲ τις ἐλέγξῃ ἁμαρτάνοντα, καὶ ἡ οἰκουμένη πᾶσα πολεμείτω μοι. Ὁ γὰρ πόλεμος οὗτος λαμπρότερον με ἐργάζεται. Οὕτω καὶ ὑμᾶς παιδεῦσαι βούλομαι. Μὴ φοβηθῆτε ἐπιβουλὴν δυνάστου, ἀλλὰ φοβηθῆτε ἁμαρτίας δύναμιν. Ἄνθρωπός σε οὐ βλάψει, ἐὰν μὴ σὲ σεαυτὸν πλήξῃς. Ἐὰν μὴ ἔχῃς ἁμαρτίαν, καὶ μυρία ξίφη παρῇ, ἁρπάζει σε ὁ Θεός· ἐὰν δὲ ἔχῃς ἁμαρτίαν καὶ ἐν παραδείσῳ ᾖς, ἐκπίπτεις. Ἐν παραδείσῳ ἦν ὁ Ἀδάμ, καὶ ἔπεσεν· ἐν κοπρίᾳ ἦν ὁ Ἰώβ, καὶ ἐστεφανώθη. Τὶ ὠφέλησεν ἐκεῖνον ὁ παράδεισος; Ἣ τὶ ἔβλαψε τοῦτον ἡ κόπριά; Ἐκείνῳ οὐδεὶς ἐπεβούλευσεν, καὶ ὑπεσκελίσθη· τούτῳ ὁ διάβολος, καὶ ἐστεφανώθη. Οὐ τὰ χρήματα αὐτοῦ ἔλαβεν; Ἀλλὰ τὴν εὐσέβειαν οὐκ ἐσύλησεν. Οὐ τοὺς παῖδας αὐτοῦ ἥρπασεν; Ἀλλὰ τὴν πίστιν οὐκ ἐσάλευσεν. Οὐ τὸ σῶμα αὐτοῦ διέῤῥηξεν; Ἀλλὰ τὸν θησαυρὸν οὐχ εὗρεν. Οὐ τὴν γυναῖκα αὐτοῦ ὥπλισεν; Ἀλλὰ τὸν στρατιώτην οὐχ ὑπεσκέλισεν. Οὐκ ἔβαλε τόξα καὶ βέλη; Ἀλλὰ τραύματα οὐκ ἐδέξατο. Προσήγαγε μηχανήματα, ἀλλὰ τὸν πύργον οὐκ ἔσεισεν· ἐπήγαγε κύματα, ἀλλὰ τὸ πλοῖον οὐ κατεπόντισε. Τοῦτόν μοι τὸν νόμον τηρήσατε, παρακαλῶ, καὶ τῶν γονάτων ὑμῶν ἅπτομαι, εἰ καὶ μὴ χειρί, ἀλλὰ τῇ γνώμῃ, καὶ δάκρυα ἐκχεῶ. Τοῦτόν μοὶ τηρήσατε τὸν νόμον, καὶ οὐδεὶς ὑμᾶς βλάπτει. Μηδέποτε μακαρίζετε πλούσιον μηδέποτε ταλανίζετε (εἰ μὴ τόν) ἐν ἁμαρτίᾳ· μακαρίζετε τὸν ἐν δικαιοσύνῃ. Οὐ γὰρ ἡ φύσις τῶν πραγμάτων, ἀλλ’ ἡ γνώμη τῶν ἀνθρώπων καὶ τοῦτον κἀκεῖνον ποιεῖ. Μηδέποτε φοβηθῇς ξίφη, ἐὰν μὴ τὸ συνειδὸς σου κατηγορήσῃ· μηδέποτε φοβηθῇς ἐν πολέμῳ, ἐὰν τὸ συνειδὸς σου καθαρὸν ᾖ. Ποῦ οἱ ἀπελθόντες; Εἰπὲ μοι. Οὐχὶ πάντες ὑπέκυπτον; Οὐχὶ οἱ ἐν ἀρχῇ ὄντες μεῖζον ἔτρεμον αὐτούς; Οὐκ ἐθεράπευον; Ἀλλ’ ἦλθεν ἡ ἁμαρτία, καὶ πάντα ἠλέγχθη· καὶ οἱ θεράποντες δικασταὶ ἐγένοντο, οἱ κολακεύοντες δήμιοι· οἱ τὰς χεῖρας καταφιλοῦντες, αὐτοὶ αὐτὸν εἷλκον ἀπὸ τῆς ἐκκλησίας, καὶ ὁ χθὲς τὴν χεῖρα καταφιλῶν, σήμερον πολέμιος. Διὰ τί; Ὅτι οὔτε χθὲς μετὰ ἀληθείας ἐφίλει. Ἦλθε γὰρ ὁ καιρός, καὶ ἠλέγχθη τὰ προσωπεῖα. Οὐ χθὲς τὰς χεῖρας κατεφίλεις, καὶ σωτῆρα ὠνόμαζες, καὶ κηδεμόνα, καὶ εὐεργέτην; Οὐκ ἐγκώμια ὕφαινες μυρία; Διὰ τὶ σήμερον κατηγορεῖς; Χθὲς ἐπαινετῆς, καὶ σήμερον κατήγορος; Χθὲς ἐγκώμια, καὶ σήμερον ἐγκλήματα μιγνύεις; Τὶς ἡ μεταβολή; Τὶς ἡ μετάστασις;

ε’. Ἀλλ’ οὐκ ἐγὼ τοιοῦτος· ἀλλ’ ἐγὼ ἐπιβουλευόμενος, προστάτης ἐγενόμην. Μυρία ἔπαθον δεινά, καὶ οὐκ ἠμειψάμην. Τὸν γὰρ Δεσπότην τὸν ἐμαυτοῦ μιμοῦμαι, ὃς ἐν τῷ σταυρῷ ἔλεγεν· «Ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τὶ ποιοῦσιν». Ταῦτα δὲ λέγω, ἵνα μὴ τῇ ὑπονοίᾳ τῶν πονηρῶν παραφθείρησθε. Πόσαι μεταβολαὶ γεγόνασιν, ἐξ οὐ τῆς πόλεως ἐπέστην, καὶ οὐδεὶς σωφρονίζεται; Οὔδει δὲ ὅταν εἴπω, οὐ πάντων καταγινώσκω· μὴ γένοιτο. Οὐ γὰρ ἔστι τὴν ἄρουραν ταύτην τὴν λιπαράν, δεξαμένην σπέρματα, μὴ καὶ στάχυν ἐνεγκεῖν· ἀλλ’ ἐγὼ ἀκόρεστός εἰμι, οὐ βούλομαι ὀλίγους σωθῆναι, ἀλλὰ πάντας. Κἂν εἷς ἀπολειφθῇ ἀπολλύμενος, ἐγὼ ἀπόλλυμαι, καὶ οἶμαι τὸν ποιμένα ἐκεῖνον μιμεῖσθαι, ὃς ἐνενήκοντα ἐννέα εἶχε πρόβατα, καὶ ἐπὶ τὸ ἓν πεπλανημένον ἔδραμεν. Μέχρι ποτε χρήματα; Μέχρι πότε ἄργυρος· μέχρι πότε χρυσός; Μέχρι πότε οἶνος ἐκχεόμενος; Μέχρι πότε κολακεῖαι οἰκετῶν; Μέχρι πότε κρατῆρες ἐστεμμένοις; Μέχρι πότε συμπόσια σατανικά, καὶ διαβολικὴν γέμοντα ἐνεργείας;

Οὐκ οἶσθα, ὅτι ἀποδημία ὁ παρὼν βίος; Μὴ γὰρ πολίτης εἶ; Ὁδίτης εἶ. Συνῆκας τὶ εἶπον; Οὐκ εἶ πολίτης, ἀλλ’ ὁδίτης εἶ καὶ ὁδοιπόρος. Μὴ εἴπῃς· ἔχω τήνδε τὴν πόλιν, καὶ ἔχω τήνδε. Οὐκ ἔχει οὐδεὶς πόλιν. Ἡ πόλις ἄνω ἐστί. Τὰ παρόντα ὁδὸς ἐστιν. Ὁδεύομεν τοίνυν καθ’ ἡμέραν, ἕως ἡ φύσις ἐπιτρέχει. Ἔστι τις ἐν ὁδῷ χρήματα ἀποτιθέμενος· ἔστι τις ἐν ὁδῷ χρυσίον κατορύττων. Ὅταν οὖν εἰσέλθῃς εἰς πανδοχεῖον, εἰπὲ μοι, τὸ πανδοχεῖον καλλωπίζεις; Οὐχί, ἀλλ’ ἐσθίεις καὶ πίνεις, καὶ ἐπείγῃ ἐξελθεῖν. Πανδοχεῖόν ἐστιν ὁ παρὼν βίος. Εἰσήλθομεν, κατὰ λύομεν τὸν παρόντα βίον· σπουδάζωμεν ἐξελθεῖν μετὰ καλῆς ἐλπίδος, μηδὲν ἀφῶμεν ὧδε, ἵνα μὴ ἀπολέσωμεν ἐκεῖ. Ὅταν εἰσέλθῃς εἰς τὸ πανδοχεῖον, τὶ λέγεις τῷ παιδί; Βλέπε ποῦ ἀποτίθης τὰ πράγματα, μὴ τι καταλείπῃς ἐνταῦθα, ἵνα μὴ τι ἀπόληται, μήτε μικρόν, μήτε εὐτελές, ἵνα πάντα εἰς τὴν οἰκίαν ἀπενέγκωμεν. Οὕτω καὶ ἡμεῖς ἐν τῷ παρόντι βίῳ· βλέπωμεν ὥσπερ πανδοχεῖον τὸν βίον, καὶ μηδὲν ὧδε καταλείπωμεν ἐν τῷ πανδοχείῳ, ἀλλὰ πάντα εἰς τὴν μητρόπολιν ἀπενέγκωμεν. Ὁδίτης εἶ καὶ ὁδοιπόρος, μᾶλλον δὲ καὶ ὁδίτου εὐτελέστερος. Καὶ πῶς; Ἐγὼ λέγω. Ὁ ὁδίτης οἶδε τὸ ποτε εἰσέρχεται εἰς τὸ πανδοχεῖον, καὶ πότε ἐκβαίνει· κύριος γὰρ ἐστι τοῦ ἐξελθεῖν, ὥσπερ καὶ τοῦ εἰσελθεῖν· ἐγὼ δὲ εἰσερχόμενος εἰς τὸ πανδοχεῖον, τουτέστιν, εἰς τὸν παρόντα βίον, ποτε ἐξέρχομαι οὐκ οἶδα. Καὶ ἐνίοτε παρασκευάζομαι πολλοῦ χρόνου διατροφάς, καὶ ὁ Δεσπότης παραχρῆμα καλεῖ με· «Ἄφρων, ἃ ἡτοίμασας, τίνι ἔσται; Τῇ νυκτὶ γὰρ ταύτῃ λαμβάνουσι τὴν ψυχὴν σου». Ἄδηλος ἡ ἔξοδος, ἄστατος ἡ κτῆσις, μυρίοι κρημνοί, πανταχόθεν κύματα. Τὶ μαίνῃ περὶ τὰς σκιᾶς; Τὶ ἀφεὶς τὴν ἀλήθειαν κατατρέχεις ἐπὶ τὰς σκιᾶς;

Ϛ’. Ταῦτα λέγω, καὶ λέγων οὐ παύσομαι, συνεχῆ τὴν ὀδύνην ἐργαζόμενος, καὶ τὰ τραύματα καταστέλλων, καὶ οὐ διὰ τοὺς πεσόντας, ἀλλὰ διὰ τοὺς ἑστῶτας. Ἐκεῖνοι γὰρ ἀπῆλθον, καὶ τέλος ἔλαβον· οἱ δὲ ἑστῶτες ἐν ταῖς ἐκείνων συμφοραῖς ἀσφαλέστεροι γεγόνασι. Καὶ τί, φησί, ποιήσομεν; Ἓν μόνον ποίησον, μίσησον χρήματα, καὶ φίλει σου τὴν ζωήν. Ῥῖψον τὰ ὄντα, οὐ λέγω τὰ πάντα, ἀλλὰ τὰ περιττὰ περίκοψον. Τῶν ἀλλοτρίων μὴ ἐπιθυμεῖ, τὴν χήραν μὴ γυμνώσης, τὸν ὀρφανὸν μὴ ἁρπάσῃς, τὴν οἰκίαν μὴ λάβῃς· οὐ λέγω πρόσωπα, ἀλλὰ πράγματα. Εἲ τινος δὲ ἐπιλαμβάνεται τὸ συνειδός, αὐτὸς αἴτιος, οὐχ ἐμὸς λόγος. Τὶ ἁρπάζεις, ὅπου φθόνος; Ἅρπασον, ὅπου στέφανος. Μὴ ἅρπαζε τὴν γῆν, ἀλλὰ τὸν οὐρανόν. «Βιαστῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν». Τὶ ἁρπάζεις τὸν πένητα τὸν ἐγκαλοῦντα; Ἅρπασον τὸν Χριστὸν τὸν ἐπαινοῦντα. Εἶδες ἀγνωμοσύνην καὶ μανίαν; Ἁρπάζεις πένητα τὸν ἔχοντα ὀλίγον; Ὁ Χριστὸς λέγει· Ἐμὲ ἅρπασον, χάριν σοι ἔχω τῆς ἁρπαγῆς· τὴν ἐμὴν βασιλείαν ἁρπάσαι καὶ βίασαι. Τὴν κάτω βασιλείαν ἐὰν θελήσῃς ἁρπάσαι, μᾶλλον δὲ κἂν θελήσῃς ἐννοῆσαι, κολάζῃ· τὴν ἄνω δὲ ἐὰν μὴ ἁρπάσῃς, τότε κόλαση. Ὅπου τὰ βιωτικά, φθόνος ὅπου δὲ τὰ πνευματικά, ἀγάπη. Ταῦτα μελέτα καθ’ ἑκάστην ἡμέραν, καὶ μὴ πάλιν ἰδὼν μετὰ δύο ἡμέρας ἄλλον ὀχήματι φερόμενον, σηρικὸν περιβεβλημένον ἱμάτιον, κορυφούμενον, θορυβηθῇς, ταραχθῇς. Μὴ ἐπαίνει πλούσιον, ἀλλὰ τὸν ἐν δικαιοσύνῃ μόνον. Μὴ κάκιζε πένητα, ἀλλὰ μάθε τῶν πραγμάτων τὴν κρίσιν ἔχειν ὀρθὴν καὶ ἀδιάπτωτον.

Μὴ ἀπέχου Ἐκκλησίας· οὐδὲν γὰρ Ἐκκλησίας ἰσχυρότερον. Ἡ ἐλπὶς σου ἡ Ἐκκλησία, ἡ σωτηρία σου ἡ Ἐκκλησία, ἡ καταφυγὴ σου ἡ Ἐκκλησία. Τοῦ οὐρανοῦ ὑψηλοτέρα ἐστί, τῆς γῆς πλατυτέρα ἐστίν. Οὐδέποτε γηρᾶ, ἀεὶ δὲ ἀκμάζει. Διὰ τοῦτο τὸ στεῤῥὸν αὐτῆς καὶ ἀσάλευτον δηλοῦσα ἡ Γραφὴ ὄρος αὐτὴν καλεῖ· τὸ ἄφθορον, αὐτὴν καλεῖ παρθένον· τὸ πολυτελές, βασίλισσαν αὐτὴν καλεῖ· τὸ συγγενὲς τὸ πρὸς τὸν Θεόν, θυγατέρα αὐτὴν καλεῖ· τὸ πολύγωνον, στεῖραν αὐτὴν καλεῖ τίκτουσαν ἑπτά· μυρία ὀνόματα, ἵνα παραστήσῃ αὐτῆς τὴν εὐγένειαν. Ὥσπερ γὰρ ὁ Δεσπότης αὐτῆς πολλὰ ὀνόματα ἔχει· καὶ Πατὴρ καλεῖται, καὶ ὁδὸς καλεῖται, καὶ ζωὴ καλεῖται, καὶ φῶς καλεῖται, καὶ βραχίων καλεῖται, καὶ ἱλασμὸς καλεῖται, καὶ θεμέλιος καλεῖται, καὶ θύρα καλεῖται, καὶ ἀναμάρτητος καλεῖται, καὶ θησαυρὸς καλεῖται, καὶ Κύριος καλεῖται, καὶ Θεὸς καλεῖται, καὶ Υἱὸς καλεῖται, καὶ Μονογενὴς καλεῖται, καὶ μορφὴ Θεοῦ, καὶ εἰκὼν Θεοῦ καλεῖται· μὴ ἀρκεῖ ἓν ὄνομα παραστῆσαι τὸ ὅλον; Οὐδαμῶς· ἀλλὰ διὰ τοῦτο μυρία ὀνόματα, ἵνα μάθωμέν τι περὶ Θεοῦ, κἂν μικρόν. Οὕτω δὴ καὶ ἡ Ἐκκλησία πολλὰ καλεῖται. Παρθένος λέγεται, καὶ μὴν πόρνη ἦν πρὸ τούτου· τὸ γὰρ θαυμαστὸν τοῦ νυμφίου, ὅτι ἔλαβε πόρνην, καὶ ἐποίησε παρθένον. Ὣ καινῶν καὶ παραδόξων πραγμάτων. Γάμος παρ’ ἡμῖν παρθενίαν λύει, γάμος παρὰ Θεῷ παρθενίαν ἀνέστησε. Παρ’ ἡμῖν ἡ οὖσα παρθένος, γαμουμένη, οὐκ ἔστι παρθένος· παρὰ Χριστῷ ἡ οὖσα πόρνη, γαμουμένη, παρθένος γέγονεν.

ζ’. Ἑρμηνευέτω ὁ αἱρετικὸς τοῦτο μόνον, ὁ περιεργαζόμενος τὴν ἄνω γέννησιν, καὶ λέγων· πῶς ἐγέννησεν ὁ Πατήρ; Εἰπὲ αὐτῷ· Πῶς ἡ Ἐκκλησία, πόρνη οὖσα, παρθένος ἐγένετο; Πῶς δὲ ἡ γεννήσασα, παρθένος ἔμεινε; «Ζήλῳ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ», ὁ Παῦλός φησιν, «ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ». Ὣ σοφία καὶ σύνεσις. «Ζήλῳ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ». Τὶ ἐστι τοῦτο; Ζήλῳ, λέγει. Ζηλοῖς, ὁ πνευματικός; «Ζήλῳ γάρ», λέγει, ὡς ὁ Θεός. Καὶ Θεὸς ζηλοῖ; Ναί, ζηλοῖ, οὐ πάθει, ἀλλὰ ἀγάπη, καὶ ζηλοτυπίᾳ. «Ζήλῳ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ».

Εἴπω σοι, πῶς ζηλοῖ; Εἶδεν ὑπὸ δαιμόνων διαφθειρομένην τὴν γῆν, καὶ τὸν Υἱὸν αὐτοῦ ἐξέδωκε. Τὰ γὰρ ῥήματα ἐπὶ τοῦ Θεοῦ λεγόμενα οὐ τὴν αὐτὴν ἔχει ἰσχύν· οἷον, ζηλεύει Θεός, ὀργίζεται Θεός, μετανοεῖ Θεός, μισεῖ Θεός. Τὰ ῥήματα ταῦτα ἀνθρώπινα, ἀλλὰ τὰ νοήματα θεοπρεπῆ. Πῶς ζηλεύει Θεός; «Ζήλῳ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ». Ὀργίζεται Θεός; «Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με». Ὥστε καὶ καὶ καθεύδει Θεός; «Μετενόησα, ὅτι ἐποίησα τὸν ἄνθρωπον». Μισεῖ ὁ Θεός; «Τὰς ἑορτὰς ὑμῶν καὶ τὰς νεομηνίας μισεῖ ἡ ψυχὴ μου». Ἀλλὰ μὴ πρόσεχε τῇ εὐτελείᾳ τῶν λέξεων· ἀλλὰ λάβε θεοπρεπῆ τὰ νοήματα. Ζηλεύει ὁ Θεός, ἀγαπᾷ γάρ. Ὀργίζετε ὁ Θεός, οὐ πάθει, ἀλλὰ τιμωρίᾳ καὶ κολάσει. Ὕπνοι Θεός, οὐ καθεύδων, ἀλλὰ μακροθυμῶν. Ἔκλεγε τὰς λέξεις. Οὕτω καὶ ὅταν ἀκούσῃς, ὅτι γεννᾷ Θεός, μὴ τμῆσιν νόμιζε, ἀλλὰ τὸ ὁμοούσιον. Τὰ γὰρ ῥήματα ταῦτα πολλὰ παρ’ ἡμῶν ἐχρήσατο ὁ Θεός, καὶ ἡμεῖς παρ’ αὐτοῦ, ἵνα τιμηθῶμεν.

η’. Συνῆκας τὶ εἶπον; Πρόσεχε μετὰ ἀκριβείας, ἀγαπητέ. Ὀνόματά ἐστι θεῖα, καὶ ὀνόματα ἀνθρώπινα. Ἔλαβε παρ’ ἐμοῦ, καὶ ἔδωκέ μοι αὐτός. Δὸς μοι τὰ σά, καὶ λάβε τὰ ἐμά, λέγει. Τῶν ἐμῶν χρείαν ἔχεις· οὐκ ἐγὼ χρείαν ἔχω, ἀλλὰ σύ· ἐπειδὴ γὰρ ἡ οὐσία μου ἀκήρατός ἐστι, σὺ δὲ ἄνθρωπος εἶ, σώματι συμπεπλεγμένος, σωματικὰς ζητῶν καὶ λέξεις, ἵνα σύ, ὁ σώματι συμπεπλεγμένος, λαβὼν ἀπὸ τῶν παρὰ σοὶ γνωρίμων ῥημάτων, νοήσῃς τὰ ὑπερβαίνοντά σὲ νοήματα. Ποῖα ἔλαβε παρ’ ἐμοῦ, ποῖα δὲ ἔδωκέ μοὶ ὀνόματα; Αὐτὸς Θεὸς ἐστι, καὶ ἐμὲ Θεὸν ἐκάλεσεν· ἐκεῖ φύσις πράγματος, ἐνταῦθα τιμὴ ὀνόματος. «Ἐγὼ εἶπα· Θεοὶ ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες». Ῥήματα ἐστιν ἐνταῦθα, ἐκεῖ δὲ πραγμάτων φύσις. Ἐκάλεσέ με Θεόν, ἐτιμήθην γάρ. Ἐκλήθη αὐτὸς ἄνθρωπος, ἐκλήθη αὐτὸς Υἱὸς ἀνθρώπου, ἐκλήθη αὐτὸς ὁδός, ἐκλήθη αὐτὸς θύρα, ἐκλήθη αὐτὸς πέτρα. Ταῦτα παρ’ ἐμοῦ ἔλαβεν, ἐκεῖνα παρ’ ἑαυτοῦ τὰ ῥήματά μοι ἔδωκε. Διὰ τῇ ἐκλήθη ὁδός; Ἵνα μάθῃς, ὅτι δι’ αὐτοῦ πρὸς τὸν Πατέρα ἀνερχόμεθα. Διὰ τὶ ἐκλήθη πέτρα; Ἵνα μάθῃς τὸ ἐπιτήδειον καὶ ἀσάλευτον τῆς πίστεως. Διὰ τὶ ἐκλήθη θεμέλιος; Ἵνα μάθῃς, ὅτι πάντα βαστάζει. Διατὶ ἐκλήθη ῥίζα; Ἵνα μάθῃς, ὅτι ἐν αὐτῷ ἀνθοῦμεν. Διὰ τὶ ἐκλήθη ποινήν; Ὅτι ἡμᾶς νέμει; Διὰ τὶ ἐκλήθη πρόβατον; Ὅτι ὑπὲρ ἡμῶν ἐτύθη, καὶ ἱλασμὸς ἐγένετο. Διὰ τὶ ἐκλήθη ζωή; Ὅτι νεκροὺς ὄντας ἡμᾶς ἀνέστησε. Διὰ τὶ ἐκλήθη φῶς; Ὅτι σκότους ἡμᾶς ἀπήλλαξε. Διὰ τὶ ἐκλήθη βραχίων; Ὅτι ὁμοούσιός ἐστι τῷ Πατρί. Διὰ τὶ ἐκλήθη Λόγος; Ὅτι ἀπὸ τοῦ Πατρὸς ἐτέχθη. Ὥσπερ γὰρ ὁ λόγος ὁ ἐμὸς ἀπὸ τῆς ψυχῆς μου γεννᾶται, οὕτω καὶ ὁ Υἱὸς ἀπὸ τοῦ Πατρὸς ἐτέχθη.Διὰ τὶ ἐκλήθη ἱμάτιον; Ὅτι ἐνδέδυμαι αὐτὸν βαπτισθείς. Διὰ τὶ ἐκλήθη τράπεζα; Ὅτι ἐσθίω αὐτὸν ἀπολαύσας τῶν μυστηρίων. Διὰ τὶ ἐκλήθη οἶκος; Ὅτι οἴκῳ ἐν αὐτῷ. Διὰ τὶ ἔνοικος; Ὅτι ναὸς αὐτοῦ γινόμεθα. Διὰ τὶ ἐκλήθη κεφαλή; Ὅτι μέλος αὐτοῦ κατέστην. Διὰ τὶ ἐκλήθη νυμφίος; Ὅτι νύμφην με ἡρμόσατο. Διὰ τὶ ἐκλήθη ἁγνός; Ὅτι παρθένον με ἔλαβε. Διὰ τὶ ἐκλήθη Δεσπότης; Ὅτι δούλη αὐτοῦ εἰμι.

θ’. Ὅρα γὰρ τὴν Ἐκκλησίαν, ὅπερ ἔλεγον, ὅτι ποτὲ νύμφη ἐστί, ποτὲ θυγάτηρ ἐστί, ποτὲ παρθένον ἐστί, ποτὲ δούλη ἐστι, ποτὲ βασίλισσά ἐστι, ποτὲ στεῖρά ἐστι, ποτὲ ὄρος ἐστί, ποτὲ παράδεισός ἐστι, ποτὲ πολύτοκος ἐστί, ποτὲ κρίνον ἐστί, ποτὲ πηγὴ ἐστι· πάντα ἐστί. Διὰ τοῦτο ἀκούσας ταῦτα, μὴ νόμιζε σωματικὰ εἶναι, παρακαλῶ· ἀλλὰ συντεῖνόν σου τὴν διάνοιαν· τὰ γὰρ σωματικὰ τοιαῦτα εἶναι οὐ δύνανται. Οἷόν τι λέγω· τὸ ὄρος παρθένος οὐκ ἔστιν· ἡ παρθένος νύμφη οὐκ ἔστιν· ἡ βασίλισσα δούλη οὐκ ἔστιν· ἡ Ἐκκλησία πάντα ἐστί. Διὰ τί; Ὅτι οὐκ ἐν σώματι ταῦτα, ἀλλ’ ἐν ψυχῇ. Ἐν μὲν γὰρ σώματι ταῦτα ἐστενοχώρηται· ἐν δὲ ψυχῇ πολὺ ἔχει τὸ πέλαγος. «Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου». Βασίλισσα; Ἡ πεπατημένη, ἡ πτωχή, πῶς βασίλισσα ἐγένετο; Καὶ ποῦ ἀνέβη; Ἄνω παρέστη ἡ βασίλισσα αὐτή. Πῶς; Ἐπειδὴ ὁ Βασιλεὺς ἐγένετο δοῦλος· οὐκ ἦν, ἀλλ’ ἐγένετο. Μάθε οὖν τὰ τῆς θεότητος, καὶ σοφίζου τὰ τῆς οἰκονομίας· μάθε τὶς ἦν, καὶ τὶς ἐγένετο διὰ σέ, καὶ μὴ σύγχεε τὰ πράγματα, μηδὲ τὴν ὑπόθεσιν τῆς φιλανθρωπίας ἀφορμὴν ποίου βλασφημᾶς. Ὑψηλὸς ἦν, καὶ αὕτη ταπεινή· ὑψηλὸς οὐ τόπῳ, ἀλλὰ φύσει. Ἀκήρατος ἦν, ἀνώλεθρος ἡ οὐσία, ἄφθαρτος ἦν ἡ φύσις, ἀπερινόητος, ἀόρατος, ἀκατάληπτος, ἀεὶ ὤν, ὡσαύτως ὤν, ὑπερβαίνων ἀγγέλους, ἀνώτερος τῶν ἄνω δυνάμεων, νικῶν λογισμόν, ὑπερβαίνων διάνοιαν, ὀφθῆναι μὴ δυνάμενος, πιστευθῆναι δὲ μόνον. Ἄγγελοι ἔβλεπον καὶ ἔτρεμον, τὰ Χερουβὶμ τὰς πτέρυγας ἐπέβαλλον, πάντα ἐν φόβῳ. Ἐπέβλεπεν ἐπὶ τὴν γῆν, καὶ ἐποίει αὐτὴν τρέμειν· ἠπείλει τῇ θαλάσσῃ, καὶ ἐξήραινεν αὐτήν· ποταμοὺς ἐξ ἐρήμου· τὰ ὄρη ἔστησε σταθμῷ καὶ τὰς νάπας ζυγῷ. Πῶς εἴπω; Πῶς παραστήσω; Ἡ μεγαλωσύνη αὐτοῦ πέρας οὐκ ἔχει, ἡ σοφία αὐτοῦ ἀριθμὸν οὐκ ἔχει, τὰ κρίματα αὐτοῦ ἀνεξιχνίαστα, αἱ ὁδοὶ αὐτοῦ ἀνεξερεύνητοι. Ἀλλ’ οὗτος ὁ τοσοῦτος καὶ τηλικοῦτος, εἰ ἀσφαλὲς καὶ τοῦτο εἰπεῖν, τοσοῦτος καὶ τηλικοῦτος. Ἀλλὰ τὶ πάθω; Ἄνθρωπός εἰμι, καὶ ἀνθρωπικῶς διαλέγομαι· πηλίνην κέκτημαι γλῶσσαν, συγγνώμην αἰτῶ παρὰ τοῦ Δεσπότου. Οὐ γὰρ ἐξ ἀπονοίας ταῖς λέξεσι ταύταις κέχρημαι, ἀλλὰ δι’ ἀπορίαν τῆς ἀσθενείας, καὶ τῆς φύσεως τῆς γλώττης τῆς ἡμετέρας. Ἵλεως ἕσο, Δέσποτα, οὐ γὰρ ἀπονοίᾳ κεχρημένος ταύτας λέγω τὰς λέξεις, ἀλλ’ οὐκ ἔχω ἄλλας· οὐ μὴν οὐδὲ ἵσταμαι ἐν τῇ εὐτελείᾳ τῆς λέξεως, ἀλλὰ ἀναβαίνω τῷ πτερῷ τοῦ νοήματος. Ὁ τοσοῦτος καὶ τηλικοῦτος. Ταῦτα λέγω, ἵνα μὴ ταῖς λέξεσι παραμένων, μηδὲ τῇ πτωχείᾳ τῶν λεγομένων, μάθῃς καὶ αὐτὸς τοῦτο ποιεῖν. Τὶ θαυμάζεις, εἰ ἐγὼ τοῦτο ποιῶ, ὅπουγε καὶ αὐτός, ὅταν βούληταί τι παραστῆσαι ὑπερβαῖνον τὰ ἀνθρώπινα; Ἐπειδὴ ἀνθρώποις διαλέγεται, καὶ ἀνθρωπίναις κέχρηται εἴκοσιν, οὐκ ἀρκούσαις μὲν παραστῆσαι τὸ λεγόμενον, οὐδὲ δυναμέναις ὅλον τὸ μέτρον ἀγαγεῖν εἰς τὸ μέσον, ἀρκούσαις δὲ τῇ ἀσθενείᾳ τῶν ἀκουόντων.

ι’. Συντεῖνον σαυτόν, μὴ ἀπόκαμνε δὲ τοῦ λόγου μηκυνομένου. Ὥσπερ γὰρ ὅταν φαίνηται, οὐχ ὅπερ ἐστὶ φαίνεται, οὐδὲ γυμνὴ ἡ οὐσία φαίνεται· (οὐδεὶς γὰρ εἶδε Θεόν, αὐτὸ ὃ ἐστιν· τῇ γὰρ συγκαταβάσει, καὶ τὰ Χερουβὶμ ἔτρεμεν· συγκατέβη, καὶ τὰ ὄρη καπνίζεται· συγκατέβη, καὶ ἡ θάλασσα ξηραίνεται· συγκατέβη, καὶ ὁ οὐρανὸς σαλεύεται· καὶ εἰ μὴ συγκατέβη, τὶς ἂν ἤνεγκεν;) ὥσπερ οὖν οὐ φαίνεται ὅπερ ἐστίν, ἀλλ’ ὁ δύναται ὁ ὁρῶν ἰδεῖν· διὰ τοῦτο ποτὲ μὲν παλαιὸς φαίνεται, ποτὲ δὲ νέος, ποτὲ δὲν ἐν πυρί, ποτὲ δὲ ἐν αὔρᾳ, ποτὲ δὲ ἐν ὕδατι, ποτὲ δὲ ἐν ὅπλοις, οὐ μεταβάλλων τὴν οὐσίαν, ἀλλὰ σχηματίζων τὴν ὄψιν πρὸς τὴν ποικιλίαν τῶν ὑποκειμένων. Οὕτω δὴ καὶ ὅταν βούληταί τι περὶ αὐτοῦ εἰπεῖν, ἀνθρωπίναις εἴκοσί κέχρηται. Οἷόν τι λέγω· ἀνέβη εἰς τὸ ὄρος, «Καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς τὸ φῶς, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένοντο λευκὰ ὡσεὶ χιών». Παρήνοιξε, φησίν, ὀλίγον τῆς θεότητος, ἔδειξεν αὐτοῖς τὸν ἐνοικοῦντα Θεόν, «Καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν». Προσέχετε μετὰ ἀκριβείας τῷ λόγῳ. Λέγει, «Καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν , καὶ ἔλαμψε τὰ ἱμάτια αὐτοῦ ὡς τὸ φῶς, καὶ ἡ ὄψις ὡς ὁ ἥλιος». Ἐπειδὴ εἶπον, Τοσοῦτος καὶ τηλικοῦτος, καὶ εἶπον, Ἵλεώς μοι γενοῦ, Δέσποτα (οὐ γὰρ ἐναπομένω τῇ λέξει, ἀλλ’ ἀπορῶ, καὶ οὐκ ἔχω ἄλλην λέξιν συντιθεμένην), θέλω σε μαθεῖν, ὅτι ἀπὸ τῆς Γραφῆς τοῦτο ἐπαιδεύθην. Ἠθέλησεν οὖν δεῖξαι τὴν λαμπηδόνα αὐτοῦ ὁ εὐαγγελιστής, καὶ λέγει, «Ἔλαμψε». Πῶς ἔλαμψεν; Εἰπὲ μοι. Σφοδρῶς. Καὶ πῶς λέγεις; «Ὡς ὁ ἥλιος». Ὡς ὁ ἥλιος, λέγεις; Ναὶ Διὰ τί; Διότι οὐκ ἔχω ἄλλο ἄστρον φαιδρότερον. Καὶ λευκὸς ἦν «Ὡς χιών»; Διὰ τί, «Ὡς χιών»; Διότι οὐκ ἔχω ἄλλην ὕλην λευκοτέραν. Ὅτι γὰρ οὐ οὕτως ἔλαμψεν, ἀπὸ τοῦ ἑξῆς δείκνυται. Καὶ ἔπεσον χαμαὶ οἱ μαθηταί. Εἰ ὡς ὁ ἥλιος ἔλαμψεν, οὐκ ἂν ἔπιπτον οἱ μαθηταί· ἥλιον γὰρ ἔβλεπον καθ’ ἡμέραν, καὶ οὐκ ἔπιπτον· ἀλλ’ ἐπειδὴ ὑπὲρ τὸν ἥλιον ἔλαμψε, καὶ ὑπὲρ τὴν χιόνα, διὰ τοῦτο μὴ φέροντες τὴν λαμπηδόνα, κατέπεσον.

ια’. Εἰπὲ μοι οὖν, ὧ εὐαγγελιστά, ὑπὲρ τὸν ἥλιον ἔλαμψε, καὶ σὺ λέγεις· «Ὡς ὁ ἥλιος»; Ναί· γνώριμόν σοι θέλων ποιῆσαι τὸ φῶς, οὐκ ἔχω ἄλλο ἄστρον μεῖζον, οὐκ ἔχω ἄλλην εἰκόνα τὴν ἐν τοῖς ἄστροις βασιλεύουσαν. Ταῦτα εἶπον, ἵνα μὴ τῇ εὐτελείᾳ τῆς λέξεως ἐναπομένῃς. Ἔδειξά σοι τὸ πτῶμα τῶν μαθητῶν. Ἔπεσον χαμαί, καὶ ἐκαρώθησαν καὶ κατεχώννυντο. «Ἀνάστητε», λέγε, καὶ ἤγειρεν αὐτούς, καὶ ἦσαν βεβαρημένοι. Τὴν γὰρ ὑπερβολὴν τῆς λαμπηδόνος οὐκ ἤνεγκαν, ἀλλὰ καιρὸς ἔλαβε τοὺς ὀφθαλμοὺς αὐτῶν· οὕτω τὸ φαινόμενον φῶς ὑπὲρ τὸν ἥλιον ἦν. Εἶπε δὲ ὁ εὐαγγελιστής, «Ὡς ὁ ἥλιος», ἐπειδὴ τὸ ἄστρον τοῦτο γνώριμον ἡμῖν ἐστι, καὶ ἐν ὑπερβολῇ τῶν λοιπῶν ἄστρων ἁπάντων. Ἀλλ’, ὅπερ ἔλεγον, ὁ τοσοῦτος καὶ τηλικοῦτος ἐπεθύμησε πόρνης. Πόρνης ἐπεθύμει ὁ Θεός; Ναί, πόρνης· τῆς φύσεως ἡμετέρας λέγω. Πόρνης ἐπεθύμει ὁ Θεός; Καὶ ἄνθρωπος μέν, ἐὰν ἐπιθυμήσῃ πόρνης, καταδικάζεται, Θεὸς δὲ πόρνης ἐπιθυμεῖ; Καὶ πάνυ. Πάλιν ἄνθρωπος ἐπιθυμεῖ πόρνης, ἵνα γένηται πόρνος. Θεὸς δὲ ἐπιθυμεῖ πόρνης, ἵνα τὴν πόρνην παρθένον ἐργάσηται· ὥστε ἡ ἐπιθυμία τοῦ ἀνθρώπου, ἀπώλεια τῆς ἐπιθυμουμένης· ἡ δὲ ἐπιθυμία τοῦ Θεοῦ, σωτηρία τῇ ἐπιθυμουμένη. Ὁ τοσοῦτος καὶ τηλικοῦτος ἐπεθύμησε πόρνης; Καὶ τί; Ἵνα γένηται ὁ νυμφίος. Τὶ ποιεῖ; Οὐ πέμπει πρὸς αὐτὴν οὐδὲν τῶν δούλων, οὐ πέμπει τὸν ἄγγελον πρὸς πόρνην, οὐ πέμπει ἀρχάγγελον, οὐ πέμπει τὰ Χερουβίμ, οὐ πέμπει τὰ Σεραφίμ· ἀλλ’ αὐτὸς παραγίνεται ὁ ἐρῶν. Πάλιν ἔρωτα ἀκούσας, μὴ αἰσθητὸν νόμιζε. Ἔκλεγε τὰ νοήματα ἀπὸ τῶν λέξεων, καθάπερ ἀρίστη μέλιττα ἐφιπταμένη τοῖς ἄνθεσι, καὶ τὸ κηρίον λαμβάνουσα, τὰς δὲ βοτάνας ἐῶσα. Ἐπεθύμησε πόρνης· καὶ τὶ ποιεῖ; Οὐκ ἀνάγει αὐτὴν ἄνω· οὐ γὰρ ἐβούλετο πόρνην εἰς τὸν οὐρανὸν ἀγαγεῖν, ἀλλὰ καταβαίνει αὐτὸς κάτω. Ἐπειδὴ αὐτὴ οὐκ ἠδύνατο ἀναβῆναι ἄνω, αὐτὸς κατέβη κάτω. Πρὸς τὴν πόρνην ἔρχεται, καὶ οὐκ αἰσχύνεται· ἔρχεται εἰς τὴν καλύβην αὐτῆς. Ὁρᾷ αὐτὴν μεθύουσαν. Καὶ πῶς ἔρχεται; Οὐ γυμνῇ τῇ οὐσίᾳ. Ἀλλὰ γίνεται, ὅπερ ἦν ἡ πόρνη, οὐ τῇ γνώμῃ, ἀλλὰ τῇ φύσει γίνεται τοῦτο, ἵνα μὴ ἰδοῦσα αὐτὸν πτοηθῇ, ἵνα μὴ ἀποπηδήσῃ, ἵνα μὴ φύγῃ. Ἔρχεται πρὸς τὴν πόρνην, καὶ γίνεται ἄνθρωπος. Καὶ πῶς γίνεται; Εἰς μήτραν κυοφορεῖται, αὔξεται κατὰ μικρόν, καὶ ἔρχεται τὴν ὁδὸν τῆς ἡλικίας τῆς ἐμῆς. Τίς; Ἡ οἰκονομία, οὐχ ἡ θεότης· ἡ τοῦ δούλου μορφή, οὐχ ἡ τοῦ Δεσπότου· ἡ σὰρξ ἡ ἐμή, οὐχ ἡ οὐσία ἐκείνου· αὔξεται κατὰ μικρόν, καὶ μίγνυται ἀνθρώποις, καίτοι εὑρίσκει αὐτὴν ἕλκων γέμουσαν, ἐκτεθηριωμένην, ὑπὸ δαιμόνων πεφορτισμένην. Καὶ τὶ ποιεῖ; Προσέρχεται αὐτῇ. Εἶδεν ἐκείνη καὶ ἔφυγε. Καλεῖ μάγους. Τὶ φοβεῖσθε; Οὐκ εἰμι κριτής, ἀλλ’ ἰατρός· «Οὐκ ἦλθον ἵνα κρινῶ τὸν κόσμον, ἀλλ’ ἵνα σώσω τὸν κόσμον». Καλεῖ εὐθέως μάγους. Ὣ καινῶν καὶ παραδόξων πραγμάτων. Αἱ ἀπαρχαὶ εὐθέως μάγοι. Κεῖται ἐν φάτνῃ ὁ τὴν οἰκουμένην βαστάζων, καὶ ἐσπαργάνωται ὁ πάντα περιέπων. Κεῖται ὁ ναός, καὶ ἐνοικεῖ ὁ Θεός. Καὶ ἔρχονται μάγοι, καὶ προσκυνοῦσιν εὐθέως· ἔρχεται τελώνης, καὶ γίνεται εὐαγγελιστής· ἔρχεται πόρνη, καὶ γίνεται παρθένος· ἔρχεται Χαναναία, καὶ ἀπολαύει φιλανθρωπίας. Τοῦτο ἐρῶντος, τὸ μὴ ἀπαιτῆσαι εὐθύνας ἁμαρτημάτων, ἀλλὰ συγχωρῆσαι παρανομήματα πλημμελημάτων. Καὶ τὶ ποιεῖ; Λαμβάνει αὐτήν, ἁρμόζεται αὐτήν. Καὶ τὶ αὐτῇ δίδωσι; Δακτύλιον. Ποῖον; Τὸ Πνεῦμα τὸ ἅγιον. Λέγει Παῦλος· «Ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν Θεός, ὁ καὶ σφραγισάμενος ἡμᾶς, καὶ δοὺς τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος». Πνεῦμα αὐτῇ δίδωσιν. Εἶτά φησιν· Οὐκ εἰς παράδεισόν σε ἐφύτευσα; Λέγει· ναί. Καὶ πῶς ἐξέπεσες ἐκεῖθεν; Ἦλθεν ὁ διάβολος, καὶ ἔλαβέ με ἀπὸ τοῦ παραδείσου. Ἐφυτεύθης ἐν τῷ παραδείσῳ, καὶ ἔβαλέ σε ἔξω· ἰδοὺ φυτεύω σε ἐν ἐμαυτῷ, ἐγὼ σε βαστάζω. Πῶς; Οὐ τολμᾷ ἐμοὶ προσελθεῖν. Οὐδὲ εἰς τὸν οὐρανὸν σε ἀνάγω· ἀλλὰ μεῖζον ἐνταῦθα τοῦ οὐρανοῦ· ἐν ἐμαυτῷ τῷ Δεσπότῃ τοῦ οὐρανοῦ βαστάζω σε. Ποιμὴν βαστάζει, καὶ ὁ λύκος οὐκέτι ἔρχεται· μᾶλλον δὲ ἀφῶ αὐτὸν καὶ προσελθεῖν. Καὶ βαστάζει τὴν ἡμετέραν φύσιν· καὶ προσέρχεται ὁ διάβολος, καὶ ἡττᾶται. Ἐφύτευσά σε ἐν ἐμαυτῷ. Διὰ τοῦτο λέγει, «Ἐγὼ ἡ ῥίζα, ὑμεῖς τὰ κλήματα»· καὶ ἐφύτευσεν αὐτὴν ἐν ἑαυτῷ. Καὶ τὶ λοιπόν; Ἀλλὰ ἁμαρτωλὸς εἰμι, φησί, καὶ ἀκάθαρτος. Μὴ σοι μελέτω, ἰατρὸς εἰμι. Οἶδα τὸ σκεῦος τὸ ἐμόν, οἶδα πῶς διεστράφη. Πήλινον ἦν πρὸ τούτου, καὶ διεστράφη. Ἀναπλάττω αὐτὸ διὰ λουτροῦ παλιγγενεσίας, καὶ παραδίδωμι αὐτὸ τῷ πυρί. Ὅρα γάρ· ἔλαβε χοῦν ἀπὸ τῆς γῆς, καὶ ἐποίησε τὸν ἄνθρωπον· ἔπλασεν αὐτόν. Ἦλθεν ὁ διάβολος, διέστρεψεν αὐτόν. Ἦλθεν αὐτός, ἔλαβε πάλιν, ἀνεφύρασεν αὐτόν, ἀνεχώνευσεν αὐτὸν ἐν τῷ βαπτίσματι, ἀλλ’ οὐκ ἀφῆκεν αὐτῷ πήλινον εἶναι τὸ σῶμα, ἀλλ’ ἐποίησεν αὐτὸ ὀστράκινον. Παρέδωκε τὸν πηλὸν τῷ πυρὶ οὐ Πνεύματος· «Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ, καὶ πυρί»· ἐν ὕδατι, ἵνα ἀναπλασθῇ· ἐν πυρί, ἵνα στερεωθῇ. Διὰ τοῦτο ὁ Προφήτης ἄνωθεν προσαγορεύων ἔλεγεν· «Ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς». Οὐκ εἰπεῖν, ὡς σκεύη ὀστράκινα, ἃ ἕκαστος κέκτηται· ἔστι γὰρ σκεύη κεραμέως ἐκεῖνα, ἃ ἐργάζεται ὁ κεραμεὺς ἐν τῷ τροχῷ· ἀλλὰ τὰ σκεύη τοῦ κεραμέως πήλινα, τὰ δὲ ἡμέτερα ὀστράκινα. Προαναφωνῶν οὖν τὴν διὰ τοῦ βαπτίσματος ἀναχώνευσιν, «Ὡς σκεύη, φησί, κεραμέως συντρίψεις αὐτούς». Ἀναπλάττει, λέγει, καὶ χωνεύει. Καταβαίνω εἰς τὸ βάπτισμα, καὶ ἀναπλάττεταί μου τὸ σχῆμα, καὶ ἀναχωνεύει τοῦ Πνεύματος τὸ πῦρ, καὶ γίνεται ὀστράκινον. Ὅτι δὲ οὐ κόμπος τὰ ῥήματα, ἄκουσον τοῦ Ἰώβ· «Ἐποίησε δὲ ἡμᾶς πηλόν»· ὁ δὲ Παῦλος· «Ἔχοντες δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν». Ἀλλὰ βλέπε ὀστράκου ἰσχύν. Οὐ γὰρ πυρὶ ὤπτηται, ἀλλὰ Πνεύματι. Πῶς ὀστράκινον; «Πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον, τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην», καὶ τὸ ὀστράκινον σκεῦος οὐ κατεκλάσθη. «Νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα». Ἐν τῷ βυθῷ πεποίηκεν, καὶ τὸ ὀστράκινον οὐ διελύθη· ἐναυάγησε, καὶ ὁ θησαυρὸς οὐκ ἀπώλετο· τὸ πλοῖον ὑποβρύχιον, καὶ φόρτος ἔπλευσεν. «Ἔχοντες δὲ τὸν θησαυρόν». Ποῖον θησαυρόν; Πνεύματος χορηγίαν, δικαιοσύνην, ἁγιασμόν, ἀπολύτρωσιν. Ποῖον; Εἰπὲ μοι. «Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, ἐγεῖραι καὶ περιπάτει. Αἰνέᾳ, ἰᾶταί σε Ἰησοῦς ὁ Χριστός. Σοὶ λέγω, τὸ πονηρὸν πνεῦμα, ἄπελθε ἀπ’ αὐτοῦ».

ιβ’. Εἶδες θησαυρὸν βασιλικῶν θησαυρῶν λαμπρότερον; Τὶ γὰρ τοιοῦτον δύναται ποιήσειν μαργαρίτης βασιλέως, οἷον ῥήματα Ἀποστόλου; Ἐπίθες μυρία διαδήματα νεκρῶν, καὶ οὐκ ἐγείρεται· ἓν δὲ ῥῆμα ἐξῆλθεν Ἀποστόλου, καὶ στασιάζουσαν τὴν φύσιν ἐπανήγαγε, καὶ πρὸς τὸ ἀρχαῖον ἀποκατέστησεν. «Ἔχοντε δὲ τὸν θησαυρὸν τοῦτον». Ὣ θησαυρὸς οὐ τηρούμενος μόνον, ἀλλὰ καὶ τηρῶν τὸν οἶκον, ἔνθα ἀπόκειται. Συνῆκας τὶ εἶπον; Οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες, ὅταν ἔχωσι θησαυρούς, μεγάλους οἴκους κατασκευάζουσιν, οἷον τοίχους, μοχλούς, θύρας, φυλακάς, κλεῖθρα, ἵνα τηρηθῇ θησαυρός· ὁ Χριστὸς δὲ τοὐναντίον ἐποίησεν· οὐκ ἐν λιθίνῳ, ἀλλ’ ἐν ὀστρακίνῳ σκεύει τὸν θησαυρὸν ἕηκεν. Εἰ μέγας ὁ θησαυρόν, διὰ τὶ τὸ σκεῦος ἀσθενές; Ἀλλὰ μὴ διὰ τοῦτο ἀσθενὲς τὸ σκεῦος, ἐπειδὴ μέγας ὁ θησαυρός· οὐ γὰρ τηρεῖται ὑπὸ τοῦ σκεύους, ἀλλ’ αὐτὸς τηρεῖ τὸ σκεῦος. Τίθημι ἐγὼ τὸν θησαυρόν, τὶς δύναται λοιπὸν κλέψαι; Ἦλθον ὁ διάβολος, ἦλθεν ἡ οἰκουμένη, ἦλθον μύριοι, καὶ τὸν θησαυρὸν οὐκ ἔκλεψαν· ἐμαστίχθη, καὶ ὁ θησαυρὸς οὐ προεδόθη· κατεποντίσθη εἰς θάλασσαν, καὶ ναυάγιον οὐκ ἐποίησεν· ἀπέθανε, καὶ ὁ θησαυρὸς μένει. Ἔδωκε τοίνυν τὸν ἀῤῥαβῶνα. Ποῦ εἰσιν οἱ τοῦ Πνεύματος τὴν ἀξίαν βλασφημοῦντες; Προσέχετε. «Ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ἡμῖν εἰς Χριστὸν Θεός, ὁ καὶ δοὺς τὸν ἀῤῥαβῶνα τοῦ πνεύματος». Ἴστε πάντες ὑμεῖς, ὅτι ὁ ἀῤῥαβὼν μέρος ἐστὶ μικρὸν τοῦ παντός· ὅπως ἄκουε. Ἀπέρχεταί τις ἀγοράσαι οἰκίαν πολλῆς τιμῆς, καὶ λέγει· Δὸς μοὶ ἀῤῥαβῶνα, ἵνα θαῤῥῶ. Ἀπέρχεταί τις γυναῖκα ἀγαγέσθαι, προῖκα συντίθησι καὶ πράγματα, καὶ λέγει· Δὸς μοι ἀῤῥαβῶνα. Πρόσχες· καὶ ἐν πράσει δούλου ἀῤῥαβών, καὶ ἐν πᾶσι τοῖς συναλλάγμασιν ἀῤῥαβών. Ἐπεὶ οὖν ὁ Χριστὸς συνάλλαγμα μεθ’ ἡμῶν ἐποίει (καὶ γὰρ ὡς νύμφην με ἔμελλε λαμβάνειν), καὶ προῖκά μοι γράφει, οὐ χρημάτων, ἀλλ’ αἵματος. Προῖκα δὲ μοι ταύτην γράφει τῶν ἀγαθῶν τὴν ἀντίδοσιν, «Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη». Ἔγραψε τοίνυν εἰς τὴν προῖκα ἀθανασίαν, αἶνον μετὰ ἀγγέλων, ἀπαλλαγὴν θανάτου, ἐλευθερίαν ἁμαρτίας, κληρονομίαν βασιλείας (πολὺς ὁ πλοῦτος), δικαιοσύνην, ἁγιασμόν, ἀπαλλαγὴν τῶν παρόντων, εὕρεσιν τῶν μελλόντων. Μεγάλη μοι ἦν ἡ προίξ. Πρόσχες μετὰ ἀκριβείας· βλέπε τὶ ποιεῖ. Ἦλθε λαβεῖν τὴν πόρνην, λέγω γὰρ αὐτήν, ὡς ἦν ἀκάθαρτος, ἵνα μάθῃς τοῦ νυμφίου τὸν ἔρωτα. Ἦλθεν, ἔλαβέ μέ, γράφει μοι προῖκα· λέγει· δίδωμί σοι πλοῦτον τὸν ἐμόν; Πῶς; Ἀπώλεσας, λέγει, παράδεισον; Λάβε αὐτόν. Ἀπώλεσας, λέγει τὸ εὐειδές; Λάβε αὐτό· λάβε ταῦτα πάντα. Ἀλλ’ ἡ προὶξ μου οὐκ ἐδόθη μοι ὧδε.

ιγ’. Πρόσεχε, διὰ τοῦτο εἰς τὴν προῖκα ταύτην προλέγει· ἔγραψέ μοι ἐν τῇ προικὶ ἀνάστασιν σωμάτων, ἀφθαρσίαν. Οὐ γὰρ ἀκολουθεῖ πάντων τῆς ἀναστάσει ἡ ἀφθαρσία, ἀλλὰ δύο ἦν ταῦτα. Καὶ γὰρ πολλοὶ ἀνέστησαν, καὶ πάλιν ἔπεσον, ὥσπερ ὁ Λάζαρος, καὶ τὰ σώματα τῶν ἁγίων. Ἀλλ’ οὗτος οὐχ οὕτως, ἀλλ’ ἀνάστασιν, ἀφθαρσίαν, τὴν μετὰ ἀγγέλων χορείαν, τὴν τοῦ Υἱοῦ ἀπάντησιν ἐν νεφέλαις, καὶ τό, «Οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα», τὴν ἀπαλλαγὴν τοῦ θανάτου, τὴν ἐλευθερίαν τῆς ἁμαρτίας, τὸν καταποντισμὸν τῆς τελευτῆς. Ποῖον ἐκεῖνον; «Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν». Ἀγαθὰ μοι δίδως, ἃ οὐκ οἶδα; Λέγει, Ναί· ὧδε ἁρμόζω, ὧδέ με φίλει. Εἰς τὶ οὐ δίδως μοι τὴν προῖκα ὧδε; Ὅταν ἔλθῃς πρὸς τὸν Πατέρα μού, ὅταν ἔλθῃς εἰς τὰς βασιλικὰς αὐλάς. Ἐγὼ πρὸς σὲ ἦλθον, μὴ γὰρ σὺ πρὸς μέ; Ἦλθον οὐχ ἵνα μείνῃς, ἀλλ’ ἵνα λάβω σε καὶ ἀνέλθω. Μὴ ζητεῖ ὧδε τὴν προῖκα· πάντα ἐν ἐλπίδι, πάντα ἐν πίστει. Καὶ οὐδὲν μοι δίδως ἐνταῦθα; Λέγε· Λάβε ἀῤῥαβῶνα, ἵνα μοι πιστεύσῃς περὶ τοῦ μέλλοντος· λάβε ὑπόβολα, λάβε καὶ μνῆστρα. Διὰ τοῦτο Παῦλος λέγει, «Ἡρμοσάμην γὰρ ὑμᾶς».

Ὡς μνῆστρα ἔδωκεν ἡμῖν τὰ παρόντα ὁ Θεός· μνῆστρά ἐστι τὰ παρόντα, ἀῤῥαβὼν ἐστιν· ἡ προὶξ ὅλη ἐκεῖ μένει. Πῶς; Ἐγὼ λέγω· ὧδε γηρῶ, ἐκεῖ οὐ γηρῶ· ὧδε θνήσκω, ἐκεῖ οὐ θνήσκω· ὧδε λυποῦμαι, ἐκεῖ οὐ λυποῦμαι· ὧδε πενία, καὶ νόσος, καὶ ἐπιβουλαί, ἐκεῖ οὐδὲν τοιοῦτον· ὧδε σκότος, καὶ φῶς, ἐκεῖ φῶς μόνον· ὧδε ἐπιβουλή, ἐκεῖ ἐλευθερία· ὧδε νόσος, ἐκεῖ ὑγίεια· ὧδε ζωὴ ἔχουσα τέλος, ἐκεῖ ζωὴ οὐκ ἔχουσα τέλος· ὧδε ἁμαρτία, ἐκεῖ δικαιοσύνη, ἁμαρτία δὲ οὐδαμοῦ· ὧδε φθόνος, ἐκεῖ οὐδὲν τοιοῦτον. Δὸς μοι, φησίν, ταῦτα. Ἀνάμενε, ἵνα καὶ οἱ σύνδουλοί σου σωθῶσιν, ἀνάμενε. Ὁ βεβαιῶν ἡμᾶς, καὶ δοὺς ἡμῖν τὸ ἀῤῥαβῶνα. Ποῖον ἀῤῥαβῶνα; Τὸ Πνεῦμα τὸ ἅγιον, τοῦ Πνεύματος τὴν χορηγίαν. Ἀλλὰ λέγω περὶ τοῦ Πνεύματος. Ἔδωκε τοῖς ἀποστόλοις τὸν δακτύλιον, εἰπών· Λάβετε καὶ δότε πᾶσιν. Ὁ δακτύλιος μερίζεται; Μερίζεται καὶ οὐ διαιρεῖται· μερίζεται καὶ οὐκ ἀναλίσκεται. Μάθε Πνεύματος χορηγίαν· ἔλαβε πατρός, ἔλαβε καὶ Παῦλος Πνεῦμα ἅγιον. Περιῆλθεν τὴν οἰκουμένην, ἁμαρτωλοὺς ἀπήλλαττεν ἁμαρτημάτων, χωλοὺς διώρθου, γυμνοὺς ἐνέδυε, νεκροὺς ἤγειρε, λεπροὺς ἐκαθάριζε, διάβολον ἐπεστόμιζε, δαίμονας ἀπέπνιγε, τῷ Θεῷ διελέγετο, Ἐκκλησίαν ἐφύτευσε, ναοὺς κατέσκαψε, βωμοὺς ἀνέτρεψε, τὴν κακίαν ἔλυσε, τὴν ἀρετὴν ἐφύτευσε, τοὺς ἀνθρώπους ἀγγέλους ἐποίησε.

ιδ’. Ταῦτα πάντα ἦμεν. Ἀῤῥαβὼν ἐπλήρωσε τὴν οἰκουμένην ἅπασαν. Ἅπασαν δὲ ὅταν εἴπω, λέγω, ὅσην ἥλιος ἐφορᾷ γῆν, θάλασσαν, νήσους, ὄρη, νάπας, καὶ βουνούς. Περιῆλθε καθάπερ ὑπόπτερος ὁ Παῦλος ἑνὶ στόματι παλαιῶν, ὁ σκηνοποιός, ὁ σμίλην μεταχειριζόμενος, καὶ δέρματα ῥάπτων· καὶ αὕτη ἡ τέχνη κώλυμα τῇ ἀρετῇ οὐκ ἐγένετο, ἀλλ’ ὁ σκηνοποιὸς δαιμόνων ἰσχυρότερος, ὁ ἄστομος φιλοσόφων φιλοσοφώτερος. Πόθεν; Ἔλαβε τὸν ἀῤῥαβῶνα, ἐβάσταζε τὸν δακτύλιον καὶ περιέφερεν. Ἔβλεπον πάντες, ὅτι Βασιλεὺς ἡρμόσατο τὴν φύσιν ἡμῶν· εἶδεν ὁ δαίμων, καὶ ἀνεχώρει· εἶδε τὸν ἀῤῥαβῶνα, καὶ ἔτρεμε, καὶ ὑπεχώρει· ἱμάτια ἔβλεπε, καὶ ἐδραπέτευεν. Ὣ δύναμις Πνεύματος! Οὐ ψυχῇ ἔδωκε τὴν ἐξουσίαν, οὐ σώματι, ἀλλὰ καὶ ἱματίῳ· οὐχ ἱματίῳ, ἀλλὰ καὶ σκιᾷ. Περιῄει ὁ Πέτρος, καὶ ἡ σκιὰ αὐτοῦ νόσους ἐφυγάδευε, καὶ δαίμονας ἀπήλαυνε, καὶ νεκροὺς ἤγειρεν. Περιῄει Παῦλος τὴν οἰκουμένην, τὰς ἀκάνθας ἀνατέμνων τῆς ἀσεβείας, τὰ σπέρματα καταβάλλων τῆς εὐσεβείας, καθάπερ ἀορτὴρ ἄριστος τὸ ἄροτρον ἔχων τῆς διδασκαλίας. Καὶ πρὸς τίνας ἦλθε; Πρὸς θρᾶκας, πρὸς Σκύθας, πρὸς Ἰνδούς, πρὸς Μαύρους, πρὸς Σαρδονίους, πρὸς Γότθους, πρὸς θηρία ἄγρια, καὶ μετέβαλε πάντα. Πόθεν; Ἀπὸ τοῦ ἀῤῥαβῶνος. Πῶς διήρκεσεν; Ἀπὸ τῆς τοῦ Πνεύματος χάριτος. Ἰδιώτης, γυμνός, ἀνυπόδετος· ὁ καὶ δοὺς τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος. Διὰ τοῦτο λέγει· «Καὶ πρὸς ταῦτα τὶς ἱκανός; Ἀλλ’ ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ Θεοῦ, ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους Καινῆς Διαθήκης, οὐ γράμματος, ἀλλὰ πνεύματος». Ἴδε τὶ τὸ Πνεῦμα ἐποίησεν· εὗρε τὴν γῆν δαιμόνων γέμουσαν, καὶ ἐποίησεν αὐτὴν οὐρανόν. Μὴ γὰρ τὰ παρόντα ἐννοῆτε· ἀλλὰ ἀναλάβετε τῷ λογισμῷ αὐτά. Τότε ἦν θρῆνος, τότε πανταχοῦ βωμοῦ, πανταχοῦ καπνός, πανταχοῦ κνῖσαι, πανταχοῦ πορνεία, πανταχοῦ τελεταί, πανταχοῦ θυσίαι, πανταχοῦ δαίμονες βακχεύοντες, πανταχοῦ ἀκρόπολις τοῦ διαβόλου, πανταχοῦ πορνεία στεφανουμένη· καὶ εἷς ἦν ὁ Παῦλος. Πῶς οὐ κατεποντίσθη; Πῶς οὐ διεσπάσθη; Πῶς ἤνοιξε τὸ στόμα; Εἰσῆλθεν εἰς Θηβαΐδα, καὶ αἰχμαλώτους ἔλαβεν. Εἰσῆλθεν εἰς τὰς βασιλικὰς αὐλάς, καὶ τὸν βασιλέα μαθητὴν ἐποίησεν. Εἰσῆλθεν εἰς τὸ δικαστήριον, καὶ λέγει αὐτῷ ὁ δικαστής· «Παρ’ ὀλίγον με πείθεις χριστιανὸν γενέσθαι»· καὶ ὁ δικαστὴς μαθητὴς ἐγένετο. Εἰσῆλθεν εἰς τὸ δεσμωτήριον, καὶ τὸν δεσμοφύλακα ἔλαβεν. Ἀπῆλθεν εἰς βαρβάρων νῆσον, καὶ τὴν ἔχιν διδάσκαλον ἐποίησεν. Ἀπῆλθεν εἰς τὸν δῆμον τῶν Ῥωμαίων, καὶ τὴν σύγκλητον ἐπέσπασεν. Ἀπῆλθεν εἰς ποταμούς, ἀπῆλθεν εἰς ἐρήμους τόπους πανταχοῦ τῆς οἰκουμένης. Οὐ γῆ, οὐ θάλασσα ἄμοιρος αὐτοῦ ἐστι τῶν κατορθωμάτων· ἔδωκε γὰρ τὸν ἀῤῥαβῶνα τοῦ δακτυλίου, καὶ δοὺς τὸν ἀῤῥαβῶνα, λέγε· Τὰ μὲν ἤδη δίδωμί σοι, τὰ δὲ ἐπαγγέλλομαι. Διὰ τοῦτο λέγει αὐτῇ ὁ Προφήτης· «Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ». Οὐχ ἱμάτιον λέγει, ἀλλ’ ἀρετήν. Διὰ τοῦτο ἡ Γραφὴ ἀλλαχοῦ λέγει· «Πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου»; Ὥστε οὐκ ἔνδυμα λέγει, ἀλλὰ τὴν πορνείαν, καὶ τὴν ῥυπαρὰν πρᾶξιν καὶ ἀκάθαρτον. Ὥσπερ οὖν τὰ ῥυπαρὰ ἱμάτια, ἁμαρτία· οὕτω τὰ διάχρυσα, ἀρετή. Ἀλλὰ τὸ ἱμάτιον τοῦτο τοῦ βασιλέως ἦν· αὐτὸς αὐτῇ καὶ ἱμάτιον ἔδωκεν· γυμνὴ γὰρ ἦν, γυμνὴ καὶ ἀσχημονοῦσα. «Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ». Οὐχ ἱμάτια λέγει, ἀλλ’ ἀρετήν. Οὐκ εἶπεν, ἐν χρυσῷ. Πρόσεχε· καὶ αὐτὴ ἡ λέξις πολλὴν ἔχει εὐγένειαν νοημάτων. Οὐκ εἶπε, ἐν χρυσῷ, ἀλλά, «Διαχρύσῳ». Ἄκουε συνετῷ. Τὸ χρυσοῦν ἱμάτιον ὅλον ἐστὶ χρυσοῦν· τὸ δὲ διάχρυσον μέρη μὲν ἔχει χρυσᾶ, μέρη δὲ σηρικά. Διὰ τὶ οὖν μὴ χρυσοῦν ἱμάτιον εἶπε φορεῖν τὴν νύμφην, ἀλλὰ διάχρυσον; Πρόσεχε ἀκριβῶς. Τὴν πολιτείαν λέγει τῆς Ἐκκλησίας, τὴν ποικίλην. Ἐπειδὴ γὰρ οὐ πάντες βίον ἑνὸς ἐσμεν, ἀλλ’ ὁ μὲν παρθενίαν, ὁ δὲ χηρείαν, ὁ δὲ εὐσέβειαν ἀσκεῖ· ἱμάτιον τῆς Ἐκκλησίας ἡ πολιτεία τῆς Ἐκκλησίας.

ιε’. Ἐπειδὴ οὖν ᾔδει ὁ Δεσπότης ἡμῶν, ὅτι ἂν μίαν ὁδὸν τέμῃ, πολλοὶ ἔχουσιν ὀκνῆσαι, ποικίλας ἔτεμεν ὁδούς. Οὐ δύνασαι διὰ παρθενίας εἰσελθεῖν; Εἴσελθε διὰ μονογαμίας. Οὐ δύνασαι διὰ μονογαμίας; Κἂν διὰ δευτερογαμίας. Οὐ δύνασαι διὰ σωφροσύνης εἰσελθεῖν; Εἴσελθε δι’ ἐλεημοσύνης. Οὐ δύνασαι δι’ ἐλεημοσύνης; Εἴσελθε διὰ νηστείας. Οὐ δύνασαι ταύτην; Δεῦρο ἐκείνην. Οὐ δύνασαι ἐκείνην; Δεῦρο ταύτην. Διὰ τοῦτο οὐκ ἔδειξε τὸ ἱμάτιον χρυσοῦν, ἀλλὰ διάχρυσον. Ἢ σηρικὴ ἐστιν, ἢ πορφυρᾶ ἐστιν, ἢ χρυσᾶ ἐστιν. Οὐ δύνασαι εἶναι χρυσοῦς; Γενοῦ σηρικός. Δέχομαί σε, μόνον ἐν τῷ ἱματίῳ. Διὰ τοῦτο καὶ ὁ Παῦλος· «Εἰ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον, χρυσόν, ἄργυρον, λίθους τιμίους». Οὐ δύνασαι εἶναι ὁ λίθος τίμιος; Γενοῦ χρυσός. Οὐ δύνασαι εἶναι χρυσός; Γενοῦ ἄργυρος, μόνον ἐν θεμελίῳ. Καὶ πάλιν ἀλλαχοῦ· «Ἄλλη ἡ δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων». Οὐ δύνασαι εἶναι ἥλιος; Γενοῦ σελήνη. Οὐ δύνασαι εἶναι σελήνη; Γενοῦ ἀστήρ. Οὐ δύνασαι εἶναι μέγας ἀστήρ; Γενοῦ κἂν μικρός, μόνον ἐν τῷ οὐρανῶν. Οὐ δύνασαι εἶναι παρθένος; Γάμησον μετὰ σωφροσύνης, μόνον ἐν τῇ Ἐκκλησίᾳ. Οὐ δύνασαι εἶναι ἀκτήμων; Ἐλέησον, μόνον ἐν τῇ Ἐκκλησίᾳ, μόνον ἐν τῷ ἱματίῳ, μόνον ὑπὸ τὴν βασίλισσαν. Διάχρυσον τὸ ἱμάτιον, ποικίλον τὸ ἱμάτιον. Οὐκ ἀποκλείω σοι τὴν ὁδόν· ἡ ἀφθονία ὑπὸ τῶν ἀρετῶν εὔκολον ἐποίησε τὴν οἰκονομίαν τοῦ βασιλέως. «Ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη». Ποικίλον ἐστὶν αὐτῆς τὸ ἱμάτιον· καὶ εἰ βούλει, ἀνάπτυξον τὸ βάθος τοῦ λόγου τοῦ εἰρημένου, καὶ βλέπε τὸ ἱμάτιον τὸ διάχρυσον. Ἐνταῦθα μὲν γὰρ οἱ μὲν μονάζοντες εἰσιν, οἱ δὲ γάμον σεμνὸν ἀσκοῦσιν, οὐ πολὺ ἐκείνων ἀπολιμπανόμενοι· καὶ οἱ μὲν μονόγαμοι, αἱ δὲ χῆραι ἀνθοῦσαι. Διὰ τὶ παράδεισος; Διὰ τὶ ποικίλος; Ἔχων ἄνθη διαφορά, καὶ δένδρα, καὶ πολλοὺς τοὺς μαργαρίτας. Πολλοὶ οἱ ἀστέρες, ἀλλὰ εἷς ὁ ἥλιος· πολλοὶ οἱ βίοι, ἀλλὰ εἷς ὁ παράδεισος· πολλοὶ οἱ ναοί, ἀλλὰ εἷς ὁ παράδεισος· πολλοὶ οἱ ναοί, ἀλλὰ μία ἡ μήτηρ. Τὸ μέν, σῶμα, τὸ δέ, ὀφθαλμοί, τὸ δέ, δάκτυλος, ἀλλὰ πάντες εἷς. Τὸ αὐτὸ γὰρ τὸ μικρόν, καὶ τὸ μέγα, καὶ τὸ ἧττον. Ἡ παρθένος τῆς γεγαμημένης χρείαν ἔχει· καὶ γὰρ ἡ παρθένος ἀπὸ γάμου, ἵνα μὴ καταφρονῇ γάμου. Ἡ παρθένος ῥίζα τοῦ γάμου. Πάντα συνδεδεμένα, τὰ μικρὰ τοῖς μεγάλοις, καὶ τὰ μεγάλα τοῖς μικροῖς. «Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη». Τὸ λοιπόν, «Ἄκουσον, θύγατερ». Ὁ νυμφαγωγὸς φησιν ὡς μέλλεις ἐξέρχεσθαι πρὸς τὸν νυμφίον, ὑπερβαίνοντά σου τὴν οὐσίαν, ὑπερβαίνοντά σου τὴν φύσιν. Ἐγὼ νυμφαγωγός. «Ἄκουσον, θύγατερ». Εὐθέως ἐγίνετο ἡ γυνή; Ναί· οὐδὲν γὰρ σωματικόν. Καὶ γὰρ ὡς γυναῖκα ἡρμόσατο, καὶ ὡς θυγατέρα φιλεῖ, καὶ ὡς δούλης προνοεῖ, καὶ ὡς παρθένον τηρεῖ, καὶ ὡς παράδεισον τειχίζει, καὶ ὡς μέλος περιέπει, καὶ ὡς κεφαλὴ προνοεῖ, καὶ ὡς ῥίζα φυτεύει, καὶ ὡς ποιμὴν βόσκει, καὶ ὡς νυμφίος ἁρμόζεται, καὶ ὡς ἱλαστήριον συγχωρεῖ, καὶ ὡς πρόβατον θύεται, καὶ ὡς νυμφίος διατηρεῖ ἐν κάλλει, καὶ ὡς ἀνὴρ προνοεῖ τῆς κηδεμονίας. Πολλὰ τὰ νοήματα, ἵνα κἂν μικροῦ μέρους τῆς οἰκονομίας ἀπολαύσωμεν. «Ἄκουσον, θύγατερ», καὶ ἴδε, καὶ βλέπε τὰ γαμικὰ πράγματα, καὶ πνευματικά. «Ἄκουσον, θύγατερ». Θυγάτηρ ἦν τῶν δαιμόνων αὐτὴ πρῶτον, θυγάτηρ τῆς γῆς, ἀνάξια τῆς γῆς, καὶ νῦν γέγονε θυγάτηρ τοῦ βασιλέως. Τοῦτο δὲ ἠθέλησεν ὁ ἐρῶν αὐτῆς. Ὁ γὰρ ἐρῶν οὐκ ἐξετάζει τρόπον· ὁ ἔρως οὐ βλέπει ἀμορφίαν· διὰ τοῦτο δὲ καλεῖται ἔρως, ὅτι πολλάκις καὶ ἄμορφον φιλεῖ. Οὕτω καὶ ὁ Χριστὸς ἐποίησεν· ἄμορφον εἶδεν (οὐ γὰρ ἂν αὐτὴν εἴποιμι εὔμορφον), καὶ ἠράσθη, καὶ ποιεῖ αὐτὴν νέαν, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα. Ὣ νυμφίου καλλωπίζοντος ἀμορφίαν νύμφης! «Ἄκουσον, θύγατερ», ἄκουσον, «καὶ ἴδε». Δύο λέγει, «Ἄκουσον», καί, «Βλέπε», τὰ δύο ἀπὸ σοῦ, τὰ μὲν τοῖς ὀφθαλμοῖς, τὰ δὲ τῇ ἀκοῇ. Ἐπεὶ οὖν ἡ προὶξ αὐτῆς ἐν ἀκοῇ ἦν· εἰ καὶ τινες ὀξύτερον προεῖδον, ἀναμενέτωσαν τοὺς ἀσθενεστέρους· καὶ ὑμᾶς ἐπαινῶ προλαβόντας, καὶ ἐκείνοις συγγινώσκω ἀκολουθοῦσιν· ἐπειδὴ ἡ προὶξ αὐτῆς ἐν ἀκοῇ ἦν (τὶ ἐστιν ἐν ἀκοῇ); Ἐν πίστει. «Ἡ γὰρ πίστις ἐξ ἀκοῆς»· ἐν πίστει, οὐκ ἐν ἀπολαύσει, οὐκ ἐν πείρᾳ πάσῃ), προεῖπον, ὅτι εἰς δύο μέρη διεῖλε τὴν προῖκα αὐτῆς, καὶ τὰ μὲν ἔδωκεν αὐτῇ ἀντὶ ἀῤῥαβῶνος, τὰ δὲ ἐπηγγείλατο αὐτῇ εἰς τὸ μέλλον. Τὶ αὐτῇ ἔδωκεν; Ἔδωκεν αὐτῇ ἁμαρτημάτων συγχώρησιν, κολάσεως ἄφεσιν, δικαιοσύνην, ἁγιασμόν, ἀπολύτρωσιν, σῶμα δεσποτικόν, τράπεζαν θείαν, πνευματικήν, νεκρῶν ἀνάστασιν. Ταῦτα γὰρ πάντα εἶχον οἱ ἀπόστολοι. Οὐκοῦν τὰ μὲν ἔδωκεν, τὰ δὲ ἐπηγγείλατο· καὶ τὰ μὲν ἐν πείρᾳ ἦν καὶ ἀπολαύσει, τὰ δὲ ἐν ἐλπίδι καὶ ἐν πίστει. Καὶ ἄκουε. Τὶ ἔδωκε; Τὸ βάπτισμα, τὴν θυσίαν. Ταῦτα ἐν πείρᾳ· βλέπε δέ. Τὶ ἐπηγγείλατο; Ἀνάστασιν, σωμάτων ἀφθαρσίαν, τὴν μετὰ ἀγγέλων ἕνωσιν, τὴν μετὰ ἀρχαγγέλων χορείαν, τὴν μετ’ αὐτοῦ πολιτείαν, τὴν ζωὴν τὴν ἀκήρατον, τὰ ἀγαθά, «Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν».

ιϚ’. Σύνετε τὸ λεγόμενον, μὴ ἀπολέσητε αὐτό· διὰ τοῦτο κάμνω, ἵνα νοήσητε. Εἰς δύο οὖν ἦν αὐτῆς ἡ προῖξ διῃρημένη, εἰς τὰ παρόντα, καὶ εἰς τὰ μέλλοντα· εἰς τὰ ὁρώμενα, καὶ εἰς τὰ ἀκουόμενα· εἰς τὰ δεδομένα, καὶ εἰς τὰ πιστευόμενα· εἰς τὰ ἐν πείρᾳ, καὶ εἰς τὰ ἐν ἀπολαύσει· εἰς τὰ ἐν τῇ παρούσῃ ζωῇ, καὶ εἰς τὰ μετὰ τὴν ἀνάστασιν. Ταῦτα βλέπεις, ἐκεῖνα ἀκούεις. Βλέπε οὖν, τὶ λέγει αὐτῇ, ἵνα μὴ νομίσῃ, ὅτι ταῦτα μόνον ἔλαβε· καίτοι μεγάλα ἦν καὶ ἀπόῤῥητα καὶ πᾶσαν διάνοιαν ὑπερβαίνοντα. «Ἄκουσον, θύγατερ, καὶ ἴδε»· ἄκουσον ἐκεῖνα, καὶ βλέπε ταῦτα· ἵνα μὴ λέγῃς, Πάλιν ἐπ’ ἐλπίδι; Πάλιν ἐν πίστει; Πάλιν ἐν τῷ μέλλοντι; Καὶ βλέπε· τὰ μὲν δίδωμι, τὰ δὲ ἐπαγγέλλομαι· ἐκεῖνα μὲν οὖν ἐν ἐλπίδι, ταῦτα δὲ λάβε ἐνέχυρα, ταῦτα λάβε ἀῤῥαβῶνα, ταῦτα λάβε εἰς ἀπόδειξιν. Ἐπαγγέλλομαί σοι βασιλείαν· πίστευε ἀπὸ τῶν παρόντων, πίστευέ μοί. Βασιλείαν μοι ἐπαγγέλλῃ; Ναί. Τὸ μεῖζόν σοι ἔδωκα, τὸν Δεσπότην τῆς βασιλείας, «ὃς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν· πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται»; Ἀνάστασιν δίδως σωμάτων; Ναί. Τὸ μεῖζόν σοι ἔδωκα. Ποῖον; Ἀπαλλαγῆναι ἁμαρτίας. Πῶς τὸ μεῖζον; Ὅτι τὸν θάνατον ἡ ἁμαρτία ἔτεκεν. Τὴν μητέρα ἔσφαξα, καὶ τὸν υἱὸν οὐ σφάξω; Τὴν ῥίζαν ἐξήρανα, καὶ τὸν καρπὸν οὐκ ἀναιρῶ, «Ἄκουσον, θύγατερ, καὶ ἴδε». Τὶ ἴδω; Νεκροὺς ἐγειρομένους, λέπους καθαιρομένους, χαλινουμένην θάλασσαν, παραλυτικὸν σφιγγόμενον, παράδεισον ἀνοιγόμενον, ἄρτους πηγάζοντας, ἁμαρτήματα λυόμενα, χωλὸν πηδῶντα, λῃστὴν παραδείσου πολίτην γενόμενον, τελώνην εὐαγγελιστὴν γενόμενον, παρθένου σεμνοτέραν τὴν πόρνην. «Ἄκουσον, καὶ ἴδε»· ἄκουσον ἐκεῖνα, καὶ βλέπε ταῦτα. Ἀπὸ τῶν παρόντων λάβε ἀπόδειξιν· καὶ περὶ ἐκείνων ἔδωκά σοι ἐνέχυρα· ταῦτα ἐκείνων ἀμείνω. Καὶ τὶ θέλεις λέγειν; Ταῦτα ἐμά. «Ἄκουσον, θύγατερ, καὶ ἴδε». Ταῦτα ἡ προῖξ. Τὶ εἰσφέρει ἡ νύμφη; Ἴδωμεν. Καὶ σὺ εἰσένεγκε τὶ ποτε, ἵνα μὴ ἧς ἄπροικος; Ἐγὼ τὶ ἔχω, φησίν, εἰσενεγκεῖν ἀπὸ βωμῶν, ἀπὸ κνίσσης, ἀπὸ δαιμόνων; Τὶ ἔχω εἰσενεγκεῖν; Τί; Γνώμην καὶ πίστιν. «Ἄκουσον, θύγατερ, καὶ ἴδε». Καὶ τὶ θέλεις ποιήσω; «Ἐπιλάθου τοῦ λαοῦ σου». Ποίου λαοῦ; Τῶν δαιμόνων, τῶν εἰδώλων, τοῦ καπνοῦ, τῆς κνίσσης, τοῦ αἵματος. «Καὶ ἴδε, καὶ ἐπιλάθου τοῦ λαοῦ σου», καὶ τοῦ οἴκου πατρὸς σοῦ. Ἄφες τὸν πατέρα, καὶ δεῦρο πρὸς με. Ἐγὼ τὸν Πατέρα ἀφῆκα, καὶ ἦλθον πρὸς σέ, καὶ σὺ οὐκ ἀφίῃς τὸν σὸν πατέρα; Ἀλλὰ τό, ἀφῆκα, ἐπὶ τοῦ Υἱοῦ, μὴ ἐγκατάλειψιν νόμιζε. Συγκατέβην, ᾠκονόμησα, σάρκα ἀνέλαβον. Τοῦτο νυμφίου, τοῦτο νύμφης, ἵνα καταλείψῃ τοὺς γονέας, καὶ ἀλλήλοις ἁρμοσώμεθα. «Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ ἐπιλάθου τοῦ λαοῦ σοῦ, καὶ τοῦ οἴκου τοῦ πατρὸς σου». Καὶ τὶ μοι δίδως, ἐὰν ἐπιλάθωμαι; «Καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου». Ἔχεις ἐραστὴν τὸν Δεσπότην. Ἂν ἐκεῖνον ἐραστὴν ἔχῃς, τὰ ἐκείνου καὶ ἔχῃς· ἐὰν δυνηθῆτε συνιδεῖν τὸ λεγόμενον· λεπτὸν γὰρ ἐστι τὸν νόημα, καὶ βούλομαι ἀποῤῥάψαι Ἰουδαίων τὴν γλῶτταν.

Ἀλλὰ συντείνατέ μοι τὴν διάνοιαν· ἂν τε γὰρ ἀκούῃ τις, ἂν τε μὴ ἀκοῇ, ἐγὼ σκάπτω, ἐγὼ ἀροτριῶ. «Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρὸς σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου». Κάλλος ἐνταῦθα τὸ αἰσθητὸν λέγει ὁ ἰουδαῖος, οὐχὶ τὸ νοητόν, ἀλλὰ τὸ σωματικόν.

ιζ’. Πρόσχες, μάθωμεν τὶ ἐστι σωματικὸν κάλλος, καὶ τὶ ἐστι νοητόν. Ἔστι ψυχή, ἔστι σῶμα, δύο οὐσίαι εἰσιν· ἔστι κάλλος σώματος, καὶ ἔστι κάλλος ψυχῆς. Τὶ ἐστι κάλλος σώματος. Ὀφρῦς ἐκτεταμένη, ὀφθαλμὸς μειδιῶν, παρειὰ ἐρυθραινομένη, χείλη φοινικίζοντα, τράχηλος ἀνεστηκώς, κόμη κραδαινομένη, δάκτυλοι εὐμήκεις, ἡλικία ἀνεστηκυῖα, λευκότης ἐπανθοῦσα. Τοῦτο τὸ κάλλος τὸ σωματικὸν ἀπὸ φύσεως γίνεται, ἢ ἀπὸ προαιρέσεως; Ὡμολόγηται, ὅτι ἀπὸ φύσεως. Πρόσεχε ἵνα μάθῃς φιλοσόφων νοήματα. Τοῦτο τὸ κάλλος, τὸ τῆς ὄψεως, τὸ τοῦ ὀφθαλμοῦ, τὸ τῆς κόμης, τὸ τοῦ μετώπου, φύσεως γίνεται, ἢ ἀπὸ προαιρέσεως. Εὔδηλον ὅτι ἀπὸ φύσεως γίνεται. Ἡ γὰρ ἄμορφος, κἂν μυρία φιλοκαλήσῃ, εὔμορφος γενέσθαι οὐ δύναται κατὰ τὸ σῶμα· τὰ γὰρ τῆς φύσεως ἀκίνητα, ὅροις πεπέδηται, μὴ μεταβαίνοντα. Ἡ τοίνυν καλή, ἀεὶ καλή, κἂν μὴ ἔχῃ φιλοκαλίαν· ἡ δὲ ἄμορφος εὔμορφον ποιῆσαι οὐ δύναται, οὐδὲ ἡ εὔμορφος ἄμορφον. Διὰ τί; Ἐπειδὴ φύσεώς ἐστι ταῦτα. Εἶδες οὖν σωματικὸν κάλλος; Ἄγωμεν ἔσω εἰς τὴν ψυχήν· ἡ δούλη πρὸς τὴν δέσποιναν. Πρὸς τὴν ψυχὴν ἄγωμεν. Βλέπε ἐκεῖνο κάλλος, μᾶλλον δὲ ἄκουε ἐκεῖνο· οὐ γὰρ δύνασαι αὐτὸ ἰδεῖν· ἀόρατον γὰρ ἐστιν. Ἄκουε ἐκεῖνο τὸ κάλλος. Τὶ οὖν ἐστι κάλλος ψυχῆς; Σωφροσύνη, ἐπιεικείᾳ, ἐλεημοσύνη, ἀγάπη, φιλαδελφία, φιλοστοργία, ὑπακοὴ Θεοῦ, νόμου πλήρωσις, δικαιοσύνη, συντριβὴ διανοίας. Ταῦτα κάλλη ψυχῆς. Ταῦτα τοίνυν οὐκ ἔστι φύσεως, ἀλλὰ προαιρέσεως. Καὶ ὁ μὴ ἔχων, δύναται ταῦτα λαβεῖν, ὁ δὲ ἔχων, ἐὰν ῥαθυμήσῃ, ἀπώλεσεν. Ὥσπερ γὰρ ἔλεγον ἐπὶ τοῦ σώματος, ὅτι ἡ ἄμορφος εὔμορφος γενέσθαι οὐ δύναται· οὕτω καὶ ἐπὶ τῆς ψυχῆς τὸ ἐναντίον λέγω, ὅτι ἡ ἄμορφος ψυχὴ εὔμορφος γενέσθαι δύναται. Τὶ γὰρ ἀμορφότερον τῆς ψυχῆς Παύλου, ὅτε βλάσφημος ἦν καὶ ὑβριστής· τὶ δὲ εὐμορφότερον αὐτοῦ, ὅτε ἔλεγε, «Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα»; Τὶ ἀμορφότερον τῆς ψυχῆς τοῦ λῃστοῦ; Τὶ δὲ εὐμορφότερον αὐτοῦ ἐγένετο, ὅτε ὑπήκουσεν, «Ἀμήν, λέγω σοι, σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ»; Τὶ ἀμορφότερον τοῦ τελώνου, ὅτε ἥρπασε; Τὶ δὲ εὐμορφότερον, ὅτε τὴν οἰκείαν ἔδωκε γνώμην; Ὁρᾷς ὅτι τὴν εὐμορφίαν τοῦ σώματος οὐ δύνασαι μεταλλάσσειν· οὐ γὰρ ἐστι προαιρέσεως, ἀλλὰ φύσεως. Ἡ δὲ τῆς ψυχῆς εὐμορφία ἐκ τῆς προαιρέσεως ἡμῖν πορίζεται. Ἔλαβες τοὺς ὄρους. Ποίους; Ὅτι τὸ κάλλος τῆς ψυχῆς ἀπὸ ὑπακοῆς τοῦ Θεοῦ. Ἐὰν γὰρ ὑπακούσῃ τῷ Θεῷ ἡ ἄμορφος ψυχή, ἀποτίθεται τὴν ἀμορφίαν, καὶ γίνεται εὔμορφος. «Σαῦλε, Σαῦλε, τὶ μὲ διώκεις»; Ὁ δέ· «Καὶ τὶ εἶ, Κύριε; Ἐγὼ εἰμι Ἰησοῦς». Καὶ ὑπήκουσε, καὶ ἡ ὑπακοὴ τὴν ἄμορφον ψυχὴν εὔμορφον ἐποίησε. Πάλιν τῷ τελώνῃ λέγει, «Δεῦρο, ἀκολούθει μοι». Καὶ ἀνέστη ὁ τελώνης, καὶ ἐγένετο ἀπόστολος· ἡ ἄμορφος ψυχὴ ἐγένετο εὔμορφος. Πόθεν; Ἀπὸ ὑπακοῆς. Πάλιν τοῖς ἁλιεῦσι λέγει, «Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλιεῖς ἀνθρώπων»· καὶ ἀπὸ τῆς ὑπακοῆς ἐγένετο εὔμορφος αὐτῶν ἡ διάνοια. Ἴδωμεν ὧδε ποῖον λέγει κάλλος. «Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ ἐπιλάθου τοῦ λαοῦ σοῦ, καὶ τοῦ οἴκου τοῦ πατρὸς σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου». Ποῖον κάλλος ἐπιθυμήσει; Τὸ ψυχικόν. Πόθεν; Ὅτι ἐπελάθετο. Λέγει, Ἄκουσον οὖν, καὶ ἐπιλάθου. Ταῦτα προαιρέσεώς ἐστιν. «Ἄκουσον», εἶπεν. Ἄμορφος ἀκούει, καὶ ἡ ἀμορφία αὕτη οὐ λύεται ἡ τοῦ σώματος. Εἰπὲ τῇ ἁμαρτωλῷ, Ἄκουσον, καὶ εἰ ὑπακούσει, βλέπει οἵα ἡ εὐμορφία. Ἐπεὶ οὖν ἡ ἀμορφία τῆς νύμφης οὐκ ἦν φυσική, ἀλλὰ προαιρετικὴ (οὐ γὰρ ἤκουσε τοῦ Θεοῦ, ἀλλὰ παρέβη), διὰ τοῦτο ἑτέρῳ φαρμάκῳ ἄγει αὐτήν. Ἄμορφος τοίνυν ἐγένου, οὐκ ἀπὸ φύσεως, ἀλλὰ προαιρέσεως· καὶ εὔμορφος ἐγένου ἀπὸ ὑπακοῆς. «Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρὸς σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου». Εἶτα ἵνα μάθῃς, ὅτι οὐδὲν λέγει αἰσθητόν, ἀκούων τὸ κάλλος, μὴ ὀφθαλμὸν νομίσῃς. Μὴ ῥῖνα, μὴ στόμα, μηδὲ τράχηλον, ἀλλ’ εὐλάβειαν, πίστιν, ἀγάπην, τὰ ἔνδον· «Πᾶσα γὰρ ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν». Ὑπὲρ δὲ τούτων ἁπάντων εὐχαριστήσωμεν τῷ Θεῷ, τῷ δοτῆρι, ὅτι αὐτῷ πρέπει μόνῳ δόξα, τιμὴ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὁμιλία Ὅτε Σατορνῖνος καὶ Αὐρηλιανὸς ἐξωρίσθησαν, καὶ Γαϊνᾶς ἐξῆλθε τῆς πόλεως· καὶ περὶ φιλαργυρίας

α’. Πολὺ ἐσίγησα χρόνον, καὶ διὰ μακροῦ πάλιν πρὸς τὴν ἡμετέραν ἐπανῆλθον ἀγάπην· ἀλλ’ οὐ ῥαθυμίᾳ τινὶ καὶ ὀκνῶ σώματος, ἀλλὰ καὶ ταραχὰς καταστέλλων, τὰ κύματα κοιμίζων, τὸν χειμῶνα διορθούμενος, τοὺς ναυαγοῦντας ἀνιμώμενος, τοὺς γινομένους ὑποβρυχίους πρὸς λιμένα καὶ γαλήνην χειραγωγῆσαι σπεύδων. Κοινὸς γὰρ εἰμι πάντων πατήρ, καὶ οὐ τῶν ἑστώτων μόνον, ἀλλὰ καὶ τῶν πεπτωκότων φροντίζειν ἀναγκαῖον· οὐχὶ τῶν ἐξουρίας φερομένων, ἀλλὰ καὶ τῶν κλυδωνιζομένων· οὐχὶ ἐν τῶν ἀσφαλείᾳ, ἀλλὰ καὶ τῶν ἐν κινδύνοις. Διὰ δὴ ταῦτα τὸν παρελθόντα ἀπελείφθην ἐνδοὺς χρόνον περιιών, παρακαλῶν, δεόμενος, ἱκετεύων τοῖς κυρίοις λυθῆναι τὴν συμφοράν. Καὶ ἐπειδὴ τέλος ἔλαβεν ἐκεῖνα τὰ σκυθρωπά, πάλιν πρὸς ὑμᾶς ἐπανῆλθον τοὺς ἐν ἀσφαλείᾳ ὄντας, τοὺς μετὰ πολλῆς πλέοντας τῆς γαλήνης. Πρὸς ἐκείνους ἀφικόμην ὥστε λῦσαι τὸν χειμῶνα· πρὸς ὑμᾶς ἐπανῆλθον, ὥστε μὴ γενέσθαι χειμῶνα. Πρὸς ἐκείνους ἀπῄειν, ἵνα ἀπαλλάξω τῶν λυπηρῶν· πρὸ ὑμᾶς παρεγενόμην, ἵνα μὴ περιπέσητε τοῖς σκυθρωποῖς. Ὥσπερ οὐχὶ τῶν ἑστώτων δεῖ φροντίζειν μόνον, ἀλλὰ καὶ τῶν πεπτωκότων· οὕτω πάλιν οὐχὶ τῶν πεπτωκότων μόνον, ἀλλὰ καὶ τῶν ἑστώτων· ἐκείνων μέν, ἵνα ἀναστῶσιν, τούτων δέ, ἵνα καταπέσωσιν· ἐκείνων μέν, ἵνα ἀπαλλαγῶσι τῶν κατεχόντων δεινῶν, τούτων δὲ ἵνα μὴ περιπέσωσι τοῖς προσδοκωμένοις λυπηροῖς. Οὐδὲν γὰρ βέβαιον, οὐδὲν ἀκίνητον τῶν ἀνθρωπίνων πραγμάτων, ἀλλὰ μιμεῖται θάλασσαν μαινομένην, καὶ καθ’ ἑκάστην ἡμέραν ὠδίνει ναυάγια ξένα καὶ χαλεπά.

Πάντα θορύβων γέμει καὶ ταραχῆς· πάντα σκόπελοι καὶ κρημνοί· πάντα ὕφαλοι καὶ σπιλάδες· πάντα φόβοι, καὶ κίνδυνοι, καὶ ὑποψίαι, καὶ τρόμοι, καὶ ἀγωνίαι. Οὐδεὶς οὐδενὶ θαῤῥεῖ, τὸν πλησίον ἕκαστος δέδοικεν. Ἐκεῖνος πάρεστιν ὁ καιρὸς τάχα, ὃν ὁ προφήτης ὑπογράφων ἔλεγε· «Μὴ πιστεύετε ἐν φίλοις, καὶ ἐπὶ ἡγουμένοις μὴ ἐλπίζετε»· ἕκαστος ἀπὸ τοῦ πλησίου ἀφέξεσθε· «Ἀπὸ τῆς συγκοίτου σου φύλαξον τοῦ ἀναθέσθαι αὐτῇ». Τὶ δήποτε; Ὅτι καιρὸς πονηρὸς ἐστιν. «Ὅτι πᾶς ἀδελφὸς πτέρνῃ πτερνιεῖ, καὶ πᾶς φίλος δολίως πορεύεται». Οὐκ ἔστι φίλος ἀσφαλής, οὐκ ἀδελφὸς βέβαιος. Ἀνῄρηται τὸ τῆς ἀγάπης καλόν· ἐμφύλιος ἅπαντα κατέχει πόλεμος, ἐμφύλιος, καὶ οὔτε οὗτος δῆλος, ἀλλὰ συνεσκιασμένος. Μυρία πανταχοῦ προσωπεῖα. Πολλαὶ τῶν προβάτων αἱ δοραί, ἀναρίθμητοι πανταχοῦ κεκρυμμένοι λύκοι· καὶ ἀσφαλέστερον ἂν τις ἐν πολεμίοις μᾶλλον βιώσειεν, ἢ ἐν τοῖς δοκοῦσιν εἶναι φίλοις. Οἱ χθὲς θεραπεύοντες, οἱ κολακεύοντες, οἱ χεῖρας καταφιλοῦντες, ἀθρόον νῦν πολέμιοι ἀνεφάνησαν, καὶ τὰ προσωπεῖα ῥίψαντες, κατηγορῶν ἁπάντων πικρότεροι γεγόνασιν, ὑπὲρ ὧν πρώην χάριτας ὡμολόγουν, ὑπὲρ τούτων ἐγκαλοῦντες καὶ διαβάλλοντες.

β’. Τὶ οὖν πάντων αἴτιον; Τούτων ὁ τῶν χρημάτων ἔρως, ἡ περὶ τὴν φιλαργυρίαν μανίᾳ, τὸ νόσημα ἀνίατον, ἡ κάμινος ἡ μηδέποτε σβεννυμένη, ἡ τυραννὶς ἡ πανταχοῦ τῆς οἰκουμένης ἐκτεταμένη. Διὰ δὴ τοῦτο καὶ ἡμεῖς ἃ πρότερον ἐλέγομεν, καὶ νῦν λέγοντες οὐ παυσόμεθα, καίοι πολλοὶ πρώην ἡμῖν ἐνεκάλουν, καὶ ταῦτα ἔλεγον· οὐ παύῃ κατὰ τῶν πλουτούντων ὁπλιζόμενος τῇ γλώττῃ; Οὐ παύῃ συνεχῶς τοιούτοις πολέμων; Μὴ ἐγὼ τούτοις πολέμῳ; Μὴ ἐγὼ κατ’ αὐτῶν ὁπλίζομαι; Οὐκ ἐγὼ μὲν ὑπὲρ αὐτῶν πάντα λέγω καὶ ποιῶ, αὐτοὶ δὲ κατ’ αὐτῶν τὰ ξίφη ἠκόνησαν; Οὐκ ἔδειξε τῶν πραγμάτων ἡ πείρᾳ, πῶς ἐγὼ μέν, ὁ ἐπιτιμῶν καὶ συνεχῶς ἐγκαλῶν, τὸ συμφέρον ἐζήτουν, πολέμιοι δὲ μᾶλλον ἐκεῖνοι, οἱ ἐπιτιμῶντες ταῦτα λέγουσιν ὑμῖν, Ἴδετε ἐπὶ τῶν πραγμάτων τὰ ῥήματα ἐξελθόντα τὰ ἡμέτερα. Οὐκ ἀεὶ ἔλεγον, ὅτι δραπέτης ἐστὶν ὁ πλοῦτος ἀπὸ τούτου πρὸς ἐκεῖνον βαίνων; Καὶ εἴθε μετέβαινε μόνον, καὶ μὴ καὶ ἀπέκτεινεν· εἴθε μεθίστατο, καὶ μὴ καὶ ἀνῄρει. Νῦν δὲ καὶ ἐρήμους καταλιμπάνει τῆς αὐτοῦ προστασίας, καὶ τῷ ξίφει παραδίδωσι, καὶ ἐπὶ τὸ βάραθρον ἄγει, προδότης ὢν χαλεπός, καὶ τούτοις μάλιστα πολέμων, τοῖς φιλοῦσιν αὐτόν. Δραπέτης ἐστὶν ἀγνώμων, ἀνδροφόνος ἀμείλικτος, θηρίον ἀτιθάσσευτον, κρημνὸς πανταχόθεν ἀπότομος, σκόπελος διηνεκῶν κυμάτων γέμων, πέλαγος ὑπὸ μυρίων ἀνέμων διακοπτόμενον, τύραννος χαλεπῶς ἐπιτάττων, δεσπότης βαρβάρου τινὸς χαλεπώτερος, ἐχθρὸς ἄσπονδος, πολέμιος ἀκατάλλακτος, οὐδέποτε τὴν πρὸς τοὺς κεκτημένους αὐτὸν καταλύων ἔχθραν.

γ’. Ἀλλ’ οὐχ ἡ πενία τοιοῦτον, ἀλλ’ ἀπεναντίας τῶν εἰρημένων. Χωρίον γὰρ ἐστιν ἄσυλον, λιμὴν γαληνός, ἀσφαλείᾳ διηνεκής, τρυφὴ κινδύνων ἀπηλλαγμένη, ἡδονὴ εἰλικρινής, βίος ἀτάραχος, ζωὴ ἀκύμαντος, εὐπορία ἀκαταμάχητος, φιλοσοφίας μήτηρ, χαλινὸς ἀπονοίας, ἀναίρεσις κολάσεως, ῥίζα ταπεινοφροσύνης. Τίνος οὖν ἕνεκεν, εἰπὲ μοι, ταύτην φεύγοντες, ἐκείνην διώκετε τὴν πολεμίαν, τὴν ἀνδροφόνον, τὴν θηρίου παντὸς χαλεπωτέραν; Τοιοῦτον γὰρ ἡ φιλαργυρία· τοιοῦτον ἡ περὶ τὰ χρήματα μανίᾳ. Τὶ πολέμιον συγκατοικίζεις σαυτῷ διηνεκῆ διαπαντός; Τὶ τὸ θηρίον ἀγριαίνεις, ὃ τιθασσεύειν δέον; Καὶ πῶς ἂν γένοιτο, φησίν, χειροῆθες; Εἰ τῶν ἐμῶν ἀνάσχοισθε λόγων, κἂν νῦν ὅτε τὰ πτώματα ἔναυλα, ὅτε ἡ συμφορὰ ἀκμάζουσα, ὅτε πάντες ἐν θορύβῳ καὶ κατηφείᾳ. Πῶς οὖν τὸ θηρίον ἀπαλλαγῇ τοῦ θηρίον εἶναι; Δύναμαι γὰρ αὐτὸ μεταβάλλειν, ἐὰν ὑμεῖς θελήσητε· τοιαύτη γὰρ ἡ τῶν λόγων ἰσχύς. Πῶς ἂν οὖν μεταβληθείη τῆς θηριωδίας; Ἐὰν μάθωμεν, πῶς γίνεται χαλεπόν. Πῶς οὖν γίνεται χαλεπόν; Ὥσπερ οἱ λέοντες, ὥσπερ αἱ παρδάλεις, ὥσπερ αἱ ἄρκτοι συγκλειόμεναι καὶ ἐν σκότῳ καθειργόμεναι διεγείρουσι τὸν θυμόν, αὔξουσι τὴν ὀργήν· οὕτω δὴ καὶ ὁ πλοῦτος συγκλειόμενος καὶ κατορυττόμενος λέοντος μᾶλλον ὠρύεται, καὶ πάντοτε ἀνασοβεῖ· εἰ δὲ ἐξάγεις αὐτὸν ἐκ τοῦ σκότους, καὶ διασπείρεις εἰς τὰς τῶν πενήτων γαστέρας, τὸ θηρίον γίνεται πρόβατον, ὁ ἐπίβουλος προστάτης, ὁ σκόπελος λιμήν, τὸ ναυάγιον γαλήνη. Ἐπεὶ καὶ ἐπὶ τῶν πλοίων τοῦτο ἂν ἴδοις· ὅταν ὑπὲρ ὄγκον ᾖ τὸ φορτίον, βαπτίζει τὸ σκάφος· ὅταν δὲ σύμμετρον, ἐξουρίας φέρεται. Τοῦτο δὴ καὶ ἐπὶ τῶν οἰκιῶν γίνεται τῶν ἡμετέρων· ὅταν ὑπὲρ τὴν χρείαν συναγάγῃς τὰ χρήματα, μικρὰ ἀνέμου προσβολῇ, καὶ ἡ τυχοῦσα τῶν ἀδοκήτων πραγμάτων περίστασις αὔτανδρον καταδύει τὸ σκάφος· εἰ δὲ τοσαῦτα ἀποθῇς, ὅσαπερ ἡ χρεία ἀπαιτεῖ, κἂν καταιγὶς ἐπέλθῃ, ῥᾳδίως διατρέχεις τὰ κύματα. Μὴ τοίνυν ἐπιθύμει τοῦ πλείονος, ἵνα μὴ τοῦ παντὸς ἐκπέσῃς· μηδὲ τὰ περιττὰ τῆς χρείας συνάγαγε, ἵνα μὴ τὰ πρὸς τὴν χρείαν ἀπολέσῃς· μηδὲ τοὺς νενομισμένους ὄρους ὑπέρβαινε, ἵνα μὴ τῶν ὄντων ἁπάντων ὁμοῦ γυμνωθῇς· ἀλλὰ περίκοπτε τὸ περιττόν, ἵνα ἐν τοῖς ἀναγκαίοις πλουτῇς. Οὐχ ὁρᾷς, ὅτι καὶ γηπόνοι τὴν ἄμπελον περιτέμνουσιν, ὥστε τὴν δύναμιν ἅπασαν μὴ ἐν τοῖς φύλλοις, καὶ τοῖς ἐν κλήμασιν, ἀλλ’ ἐν τῇ ῥίζῃ τοῦ φυτοῦ ἐπιδείκνυσθαι; Τοῦτο δὴ καὶ αὐτὸς ποιεῖ· περίκοπτε τὰ φύλλα, καὶ τὴν σπουδὴν ἅπασαν εἰς τὴν τῶν καρπῶν φορὰν ἀνάλισκε. Εἰ δὲ οὐ βούλει ἐν ταῖς εὐημερίαις, ἔλπιζε τὰς δυσημερίας· ἐν τῇ γαλήνῃ χειμῶνα προσδόκα· ἐν τῇ ὑγείᾳ, νόσον ἀνάμενε· ἐν τῷ πλούτῳ πενίαν καὶ πτωχείαν ἔλπιζε. «Μνήσθητι γάρ, φησὶ καιρὸν λιμοῦ ἐν καιρῷ πλησμονῆς, πτωχείαν καὶ ἔνδειαν ἐν ἡμέρᾳ πλούτου». Ἂν γὰρ οὕτω διακείμενος ᾖς, τὸν τε πλοῦτον μετὰ πολλῆς διοικήσεις τῆς σωφροσύνης, τὴν τε πενίαν ἐπελθοῦσαν μετὰ πολλῆς οἴσεις τῆς ἀνδρείας. Τὸ μὲν γὰρ μὴ προσδοκηθὲν θορυβεῖ προσπεσόν, καὶ ταράττει· τὸ δὲ ἐλπισθὲν συμβὰν οὐ πολὺν ἐπάγει τὸν θόρυβον. Δύο δὴ ταῦτα κερδαίνεις τὰ καλά, τὸ μήτε μεθύειν καὶ παραπαίειν ἐπὶ τῆς εὐημερίας, μήτε θορυβεῖσθαι καὶ ταράττεσθαι ἐπὶ τῆς εἰς τὰ ἐναντία μεταβολῆς, μάλιστα μὲν εἰ μέλλεις ἀεὶ καραδοκεῖν τὰ ἐναντία· ἀρκεῖ γὰρ ἀντὶ τῆς πείρας ἡ προσδοκίᾳ. Οἷόν τι λέγω· πλουτεῖς; Ἔλπιζε πενίαν καθ’ ἑκάστην ἡμέραν. Τίνος ἕνεκεν καὶ διὰ τί; Ὅτι τὰ μάλιστά σε ὠφελῆσαι δυνήσεται ἡ προσδοκίᾳ αὕτη. Ὁ γὰρ ἐλπίζων πενίαν, ἐν πλούτῳ ὢν οὐ τυφοῦται, οὐ χαυνοῦται, οὐ διαῤῥεῖ, οὐκ ἐφίεται τῶν ἀλλοτρίων· ὁ γὰρ τῆς προσδοκίας φόβος ἀντὶ παιδαγωγοῦ τινος παρὼν σωφρονίζει, καταστέλλει τὴν διάνοιαν, καὶ πονηρὰ βλαστήματα τὰ ἀπὸ τῆς φιλαργυρίας οὐκ ἀφίησι φυῆναι, ὥσπερ δρεπάνῃ τινὶ τῷ φόβῳ τῶν ἐναντίων κωλύων αὐτὰ καὶ περικόπτων.

δ’. Ἓν μὲν οὖν τοῦτο μέγιστον ἀγαθὸν κερδανεῖς· ἕτερον δὲ οὐκ ἔλαττον τούτου, τὸ καὶ παραγενομένης αὐτῆς μὴ δεδοικέναι. Προλαμβανέτω τοίνυν ἡ προσδοκία τῶν θλιβερῶν, ἵνα μὴ παραγένηται ἡ πείρα τῶν λυπηρῶν· διὰ τοῦτο ἡ πεῖρα ἔρχεται, ἐπειδὴ ἡ προσδοκία οὐ πάρεστιν· ἐπεὶ εἴγε ἐκείνη κατώρθου τὸν ἄνθρωπον, οὐ σφόδρα ταύτης ἔδει. Καὶ μάρτυς τούτου ἐπὶ τῶν Νινευϊτῶν Ἰωνᾶς ὁ προφήτης· ὡς ἐλπίζοντες ἐκεῖνοι τῇ τοῦ προφήτου προῤῥήσει ἀνηκέστῳ περιπεσεῖν συμφορᾷ, τῇ προσδοκίᾳ τῶν ἐλευσομένων κακῶν ἀπέστρεψαν τὴν ὀργήν· Ἰουδαῖοι δὲ μὴ πεισθέντες τῷ προφήτῃ λέγοντι τὴν ἅλωσιν Ἱερουσαλήμ, ὑπέστησαν τὰ δεινά. «Σοφὸς γὰρ φοβηθεὶς ἐξέκλινεν ἀπὸ κακοῦ· ὁ δὲ ἄφρων μίγνυται πεποιθώς». Ὁ ἐλπίζων γενέσθαι πένης, ἐν εὐημερίᾳ διάγων, οὐκ ἂν ταχέως γένηται πένης· ὃ γὰρ ἀπὸ τῆς προσδοκίας κερδᾶναι οὐκ ἠθέλησας, ἀπὸ τῆς πείρας τοῦτο μαθήσῃ καλῶς. Ἐν πλούτῳ τοίνυν ὢν προσδόκα πενίαν, ἐν εὐημερίᾳ τυγχάνων προσδόκα λιμόν· ἐν δόξῃ ὢν ἔλπιζε ἀδοξίαν· ἐν ὑγείᾳ διάγων νόσον ἀνέμενε. Συνεχῶς ἐπεσκέπτου τῶν ἀνθρωπίνων πραγμάτων τὴν φύσιν, τῶν ποταμίων ῥευμάτων οὐδὲν ἄμεινον διακειμένην, καὶ καπνοῦ εἰς ἀέρα διαλυομένου ὀξυῤῥεπεστέραν καὶ σκιᾶς παρατρεχούσης οὐδαμινωτέραν. Ἂν ταῦτα φιλοσοφῇς, οὔτε τὰ χρηστὰ σὲ φυσῆσαι δυνήσεται, οὔτε τὰ λυπηρὰ ταπεινῶσαι· ἂν παρόντων τῶν χρηστῶν μὴ σφόδρα τούτων ἀντέχῃ, οὐδὲ ἀπελθόντων ὀδυνηθήσῃ. Ἂν ἐθίσῃς τὴν διάνοιάν σου ἐν τῇ προσδοκίᾳ τῶν ἐναντίων, πολλάκις μὲν οὐδὲ παρέσονται τὰ ἐναντία, εἰ δὲ καὶ παραγένοιντο, οὐ σφόδρα σου καθάψονται.

ε’. Καὶ ἵνα μάθητε ὅτι οὐ στοχαζόμενος ταῦτα λέγω, παλαιὰν τινα ἱστορίαν διηγήσασθαι ὑμῖν βούλομαι. Ἐγένετό τις ἀνὴρ θαυμαστὸς καὶ μέγας, καὶ πανταχοῦ τῆς οἰκουμένης ἀοίδιμος, ὁ μακάριος Ἰώβ, ὁ τῆς εὐσεβείας ἀθλητής, ὁ στεφανίτης τῆς οἰκουμένης, ὁ διὰ πάντων τῶν ἄθλων ἐλθών, ὁ μυρία κατὰ τοῦ διαβόλου τρόπαια στήσας. Οὗτος ἐγένετο πλούσιος καὶ πένης, ἔνδοξος καὶ εὐκαταφρόνητος, πολύπαις καὶ ἄπαις· οὗτος ἐγένετο ἐν βασιλικαῖς αὐλαῖς, ἐγένετο δὲ καὶ ἐν κοπρίᾳ· οὗτος ἐγένετο ἐν λαμπρᾷ στολῇ, καὶ μετ’ ἐκείνην ἐν πληγῇ σκωλήκων· οὗτος μυρίας ἀπέλαυε θεραπείας, καὶ μετὰ ταῦτα μυριὰς ὑπέμεινεν ὕβρεις, οἰκετῶν ἐπανισταμένων, φίλων ὀνειδιζόντων, γυναικὸς ἐπιβουλευούσης. Πάντα αὐτῷ τὴν ἀρχὴν καθάπερ ἐκ πηγῶν ἐπέῤῥει, χρημάτων περιουσία, δυναστείας μέγεθος, δόξης περιβολή, εἰρήνη καὶ ἀσφαλείᾳ, τιμαὶ καὶ θεραπεῖαι, καὶ σώματος ὑγίεια, καὶ παίδων εὐκληρία, καὶ οὐδὲν ἦν ἐκεῖ λυπηρόν· παρῆν αὐτῷ πλοῦτος μετὰ ἀσφαλείας, καὶ εὐημερία ἀδιάπτωτος, καὶ μάλα εἰκότως· ὁ Θεὸς γὰρ πανταχόθεν αὐτὸν ἐτείχιζεν. Ἀλλ’ ὕστερον πάντα ἐκεῖνα ἄπεπτη, καὶ μυρίοι χειμῶνες λοιπὸν ἐσκήνουν εἰς τὴν οἰκίαν ἐκείνου, καὶ πάντες ἐπάλληλοι καὶ συνεχεῖς, καὶ μεθ’ ὑπερβολῆς ἅπαντες. Τὰ γὰρ ὄντα αὐτῷ ἅπαντα ἀθρόον ἀνηρπάζετο· οἰκέται, παῖδες κατεχώννυντο βιαίῳ, καὶ ἀώρῳ θανάτῳ, ἐπὶ τῆς τραπέζης καὶ τοῦ συμποσίου κατασφαγέντες, οὐ μαχαίρᾳ καὶ ξίφει, ἀλλὰ πνεύματι πονηρῷ τὴν οἰκίαν κατασείσαντι. Καὶ γυνὴ μετὰ ταῦτα ὥπλιζε τὰ ἑαυτῆς μηχανήματα, καὶ τῷ δικαίῳ προσῆγε· καὶ οἰκέται, καὶ φίλοι, οἱ μὲν ἐνέπτυον εἰς τὸ πρόσωπον, ὡς φησιν αὐτός· «Ἀπὸ γὰρ προσώπου μου οὐκ ἐφείσαντο πτυέλου»· οἱ δὲ ἐπέβαινον, καὶ τῆς οἰκίας ἐξεβάλλετο πάσης, καὶ ἐνδιαίτημα αὐτῷ ἦν ἡ κοπρία λοιπόν, καὶ πηγαὶ σκωλήκων ἔβρυον, πάντοθεν καὶ αἵματι καὶ ἰχῶρι κατεῤῥεῖτο ὁ ἀδάμας, καὶ λαβὼν ὄστρακον ἔξεε τοὺς ἰχῶρας, δήμιος αὐτὸς ἑαυτῷ γινόμενος· καὶ ὀδύναι ἐπάλληλοι, καὶ βάσανοι ἀκαρτέρητοι, καὶ νὺξ ἡμέρας χαλεπωτέρα, καὶ ἡμέρα νυκτὸς φρικωδεστέρα, ὣς φησιν· «Ὡς ἂν κοιμηθῶ, λέγω, Πότε ἡμέρα; Ὣς δ’ ἂν ἀναστῶ, λέγω πάλιν, Πότε ἑσπέρα; Πλήρης δὲ γίνομαι ὀδυνῶν ἀπὸ ἑσπέρας μέχρι πρωΐ». Καὶ πάντα κρημνοί, καὶ σκόπελοι, καὶ ὁ μὲν παρακαλῶν οὐδείς, οἱ δὲ ἐπεμβαίνοντες μυρίοι· ἀλλ’ ὅμως ἐν χειμῶνι τοσούτῳ καὶ κύμασιν ὄντως ἀφορήτοις ἔστη πρὸς πάντα γενναῖος καὶ ἀπερίτρεπτος· τὸ δὲ αἴτιον τούτων τοῦτο ἦν, ὅπερ ἔφην, ὅταν ἐπλούτει, προσεδόκα πενίαν· ὅτε ὑγίαινε, νόσον ἀνέμενεν· ὅτε παίδων τοσούτων πατὴρ ἐγένετο, καὶ ἄπαις ἀθρόον ἤλπιζεν ἔσεσθαι. Καὶ τοῦτον τὸν φόβον ἀεὶ παρ’ ἑαυτῷ ἀνείλιττε, καὶ ταύτην τὴν ἀγωνίαν ἀεὶ ἔτρεφε, τῶν ἀνθρωπίνων πραγμάτων εἰδὼς τὴν φύσιν, καὶ τὸ ἐπίκαιρον αὐτῶν λογιζόμενος. Διὸ καὶ ἔλεγε· «Φόβος ὃν ἐφοβούμην ἦλθέ μοι, καὶ ὃν ἐδεδοίκειν κίνδυνον συνήντησέ μοι». Ἀεὶ γὰρ τοῖς λογισμοῖς πρὸς αὐτὸν ἐβάδιζεν ἀναμένων αὐτόν, ἐλπίζων, καὶ προσδοκῶν· διὰ τοῦτο παραγενόμενος οὐκ ἐτάραξεν· «Οὔτε εἰρήνευσα, οὔτε ἡσύχασα, οὔτε ἀνεπαυσάμην, ἦλθε δὲ μοι ὀργή». Οὐκ εἶπεν, Οὐκ εἰρηνεύω, οὐδὲ ἡσυχάζω, ἀλλ’, «Οὐκ εἰρήνευσα», ἐν τῷ παρελθόντι χρόνῳ. Εἰ γὰρ καὶ τὰ πράγματα μέγα φρονεῖν παρεσκεύαζεν, ἀλλ’ ἡ προσδοκία τῶν λυπηρῶν οὐκ εἴα με ἡσυχάζειν. Εἰ καὶ ἡ ἄγαν εὐημερία τρυφᾶν ἐποίει, ἀλλ’ ἡ ἀγωνία τῶν ἐλπιζομένων τὴν ἄδειαν ἀπεδίωκεν· εἰ καὶ τὰ παρόντα ἀπολαύειν ἠνάγκαζεν, ἀλλ’ ἡ τῶν προσδοκωμένων φροντὶς ταύτην διέκοπτε. Διὰ τοῦτο ἅπερ ἐμελέτησεν ἐπὶ τῶν λογισμῶν, ταῦτα ἰδὼν ἐπὶ τῶν πραγμάτων συμβάντα γενναίως ἤνεγκε, τὰ πάλαι μελετηθέντα παλαίσματα, καὶ τὰ τῇ προσδοκίᾳ προειλημμένα, ταῦτα παρόντα βλέπων οὐκ ἐταράττετο. Ὅτι γὰρ οὐδὲ παρόντων τῶν χρηστῶν σφόδρα τούτων ἀντέχετο, ἄκουσον τὶ φησιν· «Εἰ δὲ καὶ εὐφράνθην πολλοῦ πλούτου γενομένου μοι, εἰ κατέταξα χρυσίον ἰσχὺν μου, εἰ λίθῳ πολυτελεῖ ἐπεποίθησα, εἰ δὲ καὶ ἐπ’ ἀναριθμήτοις ἐθέμην χεῖρά μου». Τὶ λέγεις, ἄνθρωπε; Οὐκ εὐφραίνου τοῦ πλούτου περιῤῥέοντός σοι; Οὐδαμῶς, φησί. Τὶ δήποτε; Ὅτι ᾔδειν αὐτοῦ τὸ ἄστατον καὶ διαῤῥέον ᾔδειν τὸ κτῆμα οὐ μόνιμον. «Καὶ ὁρῶ μέν, φησίν, ἥλιον ἐπιφαύσκοντα, καὶ ἐκλείποντα, σελήνην δὲ φθίνουσαν· οὐ γὰρ ἐπ’ αὐτὸν ἐστιν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· εἰ τὰ κατ’ οὐρανὸν ἄστρα, καὶ διηνεκῶς λάμποντα δέχεταί τινα μεταβολήν, ἥλιος μὲν ἐκλείπων, σελήνη δὲ φθίνουσα, πῶς οὐκ ἐσχάτης ἀνοίας τὸ τὰ ἐπίγεια νομίζειν εἶναι μόνιμα, καὶ πεπηγότα; Διὰ τοῦτο οὔτε παρόντων εὐφραίνετο λίαν, οὔτε ἀπελθόντων ἤλγησε χαλεπῶς, ἐπειδὴ καλῶς ᾔδει τὴν φύσιν αὐτῶν. Ταῦτα δὲ καὶ ἡμεῖς ἀκούοντες, ἀγαπητοί, μὴ πενίᾳ πιεζώμεθα, μήτε πλούτῳ φυσώμεθα· ἀλλ’ ἐν τῇ τῶν πραγμάτων μεταβολῇ τὴν γνώμην ἀμετάβλητον διατηροῦντες, τὸν ἀπὸ τῆς φιλοσοφίας δρεψώμεθα καρπόν, ἵνα καὶ τῆς ἐνταῦθα ἡδονῆς ἀπολαύσωμεν, καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτύχωμεν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

Πρὸ τῆς ἐξορίας

α’. Πολλὰ τὰ κύματα καὶ χαλεπὸν τὸ κλυδώνιον· ἀλλ’ οὐ δεδοίκαμεν, μὴ καταποντισθῶμεν· ἐπὶ γὰρ τῆς πέτρας ἑστήκαμεν. Μαινέσθω ἡ θάλασσα, πέτραν διαλῦσαι οὐ δύναται· ἐγειρέσθω τὰ κύματα, τοῦ Ἰησοῦ τὸ πλοῖον καταποντίσαι οὐκ ἰσχύει. Τὶ δεδοίκαμεν, εἰπὲ μοι; Τὸν θάνατον; «Ἐμοὶ τὸ ζῆν Χριστὸς καὶ τὸ ἀποθανεῖν κέρδος». Ἀλλ’ ἐξορίαν, εἰπὲ μοι; «Τοῦ Κυρίου ἡ γῆ, καὶ τὸ πλήρωμα αὐτῆς». Ἀλλὰ χρημάτων δήμευσιν; «Οὐδὲν εἰσηνέγκαμεν εἰς τὸν κόσμον», δῆλον ὅτι οὐδὲν ἐξενεγκεῖν δυνάμεθα· καὶ τὰ φοβερὰ τοῦ κόσμου ἐμοὶ εὐκαταφρόνητα, καὶ τὰ χρηστὰ καταγέλαστα. Οὐ πενίαν δέδοικα, οὐ πλοῦτον ἐπιθυμῶ· οὐ θάνατον φοβοῦμαι, οὐ ζῆσαι εὔχομαι, εἰ μὴ διὰ τὴν ὑμετέραν προκοπήν. Διὸ καὶ τὰ νῦν ὑπομιμνήσκω, καὶ παρακαλῶ τὴν ὑμετέραν θαῤῥεῖν ἀγάπην. Οὐδεὶς γὰρ ἡμᾶς ἀποσπάσαι δυνήσεται· ὃ γὰρ ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος χωρίσαι οὐ δύναται. Εἰ γὰρ περὶ γυναικὸς καὶ ἀνδρὸς λέγει· «Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν· ὃ οὖν ὁ Θεὸς ἔζευξεν, ἄνθρωπος μὴ χωριζέτω». Εἰ γάμον οὐ δύνασαι διασπᾶσαι, πόσῳ μᾶλλον Ἐκκλησίαν Θεοῦ οὐκ ἰσχύεις καταλῦσαι; Ἀλλὰ πολεμεῖς αὐτήν, οὐ δυνάμενος βλάψαι τὸν πολεμούμενον. Ἀλλ’ ἐμὲ μὲν ἐργάζῃ λαμπρότερον, ἑαυτοῦ δὲ τὴν ἰσχὺν καταλύεις τῆς πρὸς ἐμὲ μάχης· «Σκληρὸν γὰρ σοι πρὸς κέντρα ὀξέα λακτίζειν». Οὐκ ἀμβλύνεις τὰ κέντρα, ἀλλὰ τοὺς πόδας αἱμάσσεις· ἐπεὶ καὶ τὰ κύματα τὴν πέτραν οὐ διαλύει, ἀλλ’ αὐτὰ εἰς ἄφρον διαλύονται. Οὐδὲν Ἐκκλησίαν δυνατώτερον, ἄνθρωπε. Λῦσον τὸν πόλεμον, ἵνα μὴ καταλύσῃ σου τὴν δύναμιν· μὴ εἴσαγε πόλεμον εἰς οὐρανόν. Ἄνθρωπον ἐὰν πολεμῆς, εἰ ἐνίκησας, ἢ ἐνικήθης. Ἐκκλησίαν δὲ ἐὰν πολεμῆς, νικῆσαί σε ἀμήχανον· ὁ Θεὸς γὰρ ἐστιν ὁ πάντων ἰσχυρότερος. «Μὴ παραζηλοῦμεν τὸν Κύριον; Μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν»; Ὁ Θεὸς ἔπηξε, τὶς ἐπιχειρεῖ σαλεύειν; Οὐκ οἶσθα αὐτοῦ τὴν δύναμιν. «Ἐπιβλέπει ἐπὶ γῆν γῆν, καὶ ποιεῖ αὐτὴν τρέμειν»· κελεύει, καὶ τὰ σειόμενα ἡδράζετο. Εἰ γῆν πόλιν σαλευομένην ἔστησε, πολλῷ μᾶλλον τὴν Ἐκκλησίαν στῆσαι δύναται. Ἡ ἐκκλησία οὐρανοῦ ἰσχυροτέρα· «Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι». Ποιοῖ λόγοι; «Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ μου τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς».

β’. Εἰ ἀπιστεῖς τῷ λόγῳ, πίστευε τοῖς πράγμασι. Πόσοι τύραννοι ἠθέλησαν περιγενέσθαι τῆς Ἐκκλησία; Πόσα τήγανα; Πόσοι κάμινοι, θηρίων ὀδόντες, ξίφη ἠκονημένα; Καὶ οὐ περιεγένοντο. Ποῦ οἱ πολεμήσαντες; Σεσίγηνται καὶ λήθη παραδέδονται. Ποῦ δὲ ἡ Ἐκκλησία; Ὑπὲρ τὸν ἥλιον λάμπει. Τὰ ἐκείνων ἔσβεσται, τὰ ταύτης ἀθάνατα. Εἰ ὅτε ὀλίγοι ἦσαν, οὐκ ἐνικήθησαν, ὅτε ἡ οἰκουμένη ἐπλήσθη εὐσεβείας, πῶς νικῆσαι δύνασαι; «Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι». Καὶ μάλα εἰκότως· ποθεινοτέρα γὰρ ἡ Ἐκκλησία τῷ Θεῷ τοῦ οὐρανοῦ. Οὐρανοῦ σῶμα οὐκ ἀνέλαβεν, Ἐκκλησίας δὲ σάρκα ἀνέλαβε· διὰ τὴν Ἐκκλησίαν ὁ οὐρανός, οὐ διὰ τὸν οὐρανὸν ἡ Ἐκκλησία. Μηδὲν ὑμᾶς θορυβείτω τῶν γενομένων. Τοῦτό μοι χαρίσασθε, πίστιν ἀπερίτρεπτον. Οὐκ εἴδετε τὸν Πέτρον περιπατοῦντα ἐπὶ τῶν ὑδάτων, καὶ ὀλίγον διστάσαντα, καὶ μέλλοντα καταποντίζεσθαι, οὐ διὰ τὴν ἄτακτον τῶν ὑδάτων ὁρμήν, ἀλλὰ διὰ τὴν ἀσθένειαν τῆς πίστεως; Μὴ γὰρ ἀνθρωπίναις ψήφοις ἐνταῦθα ἤλθομεν; Μὴ γὰρ ἄνθρωπος ἤγαγεν, ἵνα ἄνθρωπος καταλύσῃ; Ταῦτα λέγω οὐκ ἀπονοούμενος, μὴ γένοιτο, οὐδὲ ἀλαζονευόμενος, ἀλλὰ τὸ ὑμῶν σεσαλευμένον στηρίξαι βουλόμενος. Ἐπειδὴ ἔστη ἡ πόλις, Ἐκκλησίαν ὁ διάβολος ἠθέλησε σαλεῦσαι. Μιαρὲ καὶ παμμίαρε διάβολε, τοίχων οὐ περιεγένου, καὶ Ἐκκλησίαν προσδοκᾷς σαλεῦσαι; Μὴ γὰρ ἐν τοίχοις ἡ Ἐκκλησία; Ἐν τῷ πλήθει τῶν πιστῶν ἡ Ἐκκλησία. Ἰδοὺ πόσοι στῦλοι ἑδραῖοι, οὐ σιδήρῳ δεδεμένοι, ἀλλὰ πίστει ἐσφιγμένοι. Οὐ λέγω ὅτι τοσοῦτον πλῆθος πυρὸς σφοδρότερον· ἀλλ’ οὔτε, εἰ εἷς ἦν, περιεγένου. Καὶ οἶδας, οἷά σοι τραύματα παρέσχον οἱ μάρτυρες. Εἰσῆλθε πολλάκις κόρη ἁπαλὴ καὶ ἀπειρόγαμος· κηροῦ ἦν ἁπαλώτερα, καὶ πέτρας ἐγένετο στερεώτερα. Τὰς πλευρᾶς αὐτῆς ἔξεες, καὶ τὴν πίστιν αὐτῆς οὐκ ἔλαβες. Ἠτόνησε τῆς σαρκὸς ἡ φύσις, καὶ οὐκ ἀπηγορεύθη τῆς πίστεως ἡ δύναμις· ἐδαπανᾶτο τὸ σῶμα, ἐνεανιεύετο τὸ φρόνημα· ἀνηλίσκετο δὲ ἡ οὐσία, καὶ ἔμενεν ἡ εὐλαβείᾳ. Γυναικὸς οὐ περιεγένου μιᾶς, καὶ τοσούτου περιγενέσθαι δήμου προσδοκᾷς;Οὐκ ἀκούεις τοῦ Κυρίου λέγοντος, «Ὅπου δύο ἢ τρεῖς εἰσι συνηγμένοι εἰς τὸ ὄνομά μου, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν»; Ὅπου τοσοῦτος δῆμος ἀγάπῃ ἐσφιγμένος, οὐ πάρεστιν; Ἔχω αὐτοῦ ἐνέχυρον· μὴ γὰρ οἰκείᾳ δυνάμει θαῤῥῶ; Γραμματεῖον αὐτοῦ κατέχω. Ἐκεῖνό μοι βακτηρία, ἐκεῖνο μοὶ ἀσφαλείᾳ, ἐκεῖνό μοι λιμὴν ἀκύμαντος. Κἂν ἡ οἰκουμένη ταράττηται, τὸ γραμματεῖον κατέχω· αὐτῷ (αὐτό) ἀναγινώσκω· τὰ γράμματα ἐκεῖνα τεῖχος ἐμοὶ καὶ ἀσφαλείᾳ. Ποῖα ταῦτα; «Ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος». Χριστὸς μετ’ ἐμοῦ καὶ τίνα φοβηθήσομαι; Κἂν κύματα κατ’ ἐμοῦ διεγείρηται, κἂν πελάγη, κἂν ἀρχόντων θυμοί· ἐμοὶ ταῦτα πάντα ἀράχνης εὐτελεστέρα. Καὶ εἰ μὴ διὰ τὴν ὑμετέραν ἀγάπην, οὐδὲ σήμερον ἂν παρῃτησάμην ἀπελθεῖν. Ἀεὶ γὰρ λέγω, «Κύριε, τὸ σὸν θέλημα γενέσθω»· εἰ ὃ τὶ ὁ δεῖνα, καὶ ὁ δεῖνα, ἀλλ’ εἲ τι σὺ βούλει. Οὗτος ἐμοὶ πύργος, τοῦτο ἐμοὶ πέτρα ἀκίνητος· τοῦτο ἐμοὶ βακτηρία ἀπερίτρεπτος. Εἰ βούλεται ὁ Θεὸς τοῦτο γενέσθαι, γινέσθω. Εἰ βούλεται ἐνταῦθα εἶναί με, χάριν ἔχω. Ὅπου βούλεται, εὐχαριστῶ.

γ’. Μηδεὶς ὑμᾶς θορυβείτω· ταῖς εὐχαῖς προσέχετε. Ταῦτα ἐποίησεν ὁ διάβολος, ἵνα ἐκκόψῃ τὴν σπουδὴν τὴν περὶ τὰς λιτανείας. Ἀλλ’ οὐ προχωρεῖ αὐτῷ· ἀλλὰ σπουδαιοτέρους ὑμᾶς καὶ θερμοτέρους εὑρήκαμεν. Αὔριον ἐγώ, καὶ ὑμεῖς ἐκεῖ· ὅπου ὑμεῖς, ἐκεῖ κἀγώ· ἓν σῶμά ἐσμεν· οὐ σῶμα κεφαλῆς, οὐ κεφαλὴ σώματος χωρίζεται. Διειργόμεθα τῷ τόπῳ, ἀλλ’ ἡνώμεθα τῇ ἀγάπῃ· οὐδὲ θάνατος διακόψαι δυνήσεται. Κἂν γὰρ ἀποθάνῃ μου τὸ σῶμα, ζῇ ἡ ψυχή, καὶ μέμνηται τοῦ δήμου· ὑμεῖς ἐμοὶ πατέρες· πῶς ὑμῶν δύναμαι ἐπιλαθέσθαι; Ὑμεῖς ἐμοὶ πατέρες, ὑμεῖς ἐμοὶ ζωή, ὑμεῖς ἐμοὶ εὐδοκίμησις. Ἐὰν ὑμεῖς προκόψητε, ἐγὼ εὐδοκιμῶ· ἐστε ἐμοὶ ζωὴ πλοῦτος ἐν τῷ ὑμετέρῳ κεῖται θησαυρῷ. Ἐγὼ μυριάκις ὑπὲρ ὑμῶν σφαγῆναι ἕτοιμος (καὶ οὐδεμίαν χάριν παρέχω, ἀλλὰ καὶ ὀφειλὴν ἀποδίδωμι· «Ὁ γὰρ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων»), καὶ σφαγῆναι μυριάκις, καὶ μυρίας κεφαλὰς ἀποτμηθῆναι. Ἐμοὶ ὁ θάνατος οὗτος ἀθανασίας ὑπόθεσις, ἐμοὶ αἱ ἐπιβουλαὶ αὗται ἀσφαλείας ἀφορμή. Μὴ γὰρ διὰ χρήματα ἐπιβουλεύομαι, ἵνα λυπηθῶ; Μὴ γὰρ δι’ ἁμαρτήματα, ἵνα ἀλγήσω; Διὰ τὸν ἔρωτα τὸν περὶ ὑμᾶς· ἐπειδὴ πάντα ποιῶ, ὥστε ὑμᾶς ἐν ἀσφαλείᾳ μεῖναι, ὥστε μηδὲν παρεισελθεῖν τῇ ποίμνῃ, ὥστε μεῖναι ἀκέραιον τὸ ποίμνιον. Ἡ ὑπόθεσις τῶν ἀγώνων ἀρκεῖ μοι εἰς στέφανον. Τὶ γὰρ ἂν πάθοιμι ὑπὲρ ὑμῶν; Ὑμεῖς ἐμοὶ πολῖται, ὑμεῖς ἐμοὶ πατέρες, ὑμεῖς ἐμοὶ ἀδελφοί, ὑμεῖς ἐμοὶ τέκνα, ὑμεῖς ἐμοὶ μέλη, ὑμεῖς ἐμοὶ σῶμα, ὑμεῖς ἐμοὶ φῶς, μᾶλλον δὲ καὶ τοῦ φωτὸς τούτου γλυκύτεροι. Τὶ γὰρ τοιοῦτον παρέχει μοι ἡ ἀκτῖνα οἷον ἡ ὑμετέρα ἀγάπη; Ἡ ἀκτῖνα ἐν τῷ παρόντι με βίῳ ὠφελεῖ, ἡ δὲ ὑμετέρα ἀγάπη στέφανον μοι πλέκει ἐν τῷ μέλλοντι. Ταῦτα δὲ λέγω εἰς ὦτα ἀκουόντων· τὶ δὲ τῶν ὤτων ὑμῶν ἀκουστικώτερον; Τοσαύτας ἡμέρας ἠγρυπνήσατε, καὶ οὐδὲν ὑμᾶς ἔκαμψεν, οὐ χρόνου μῆκος μαλακωτέρους ὑμᾶς ἐποίησεν, οὐ φόβοι, οὐκ ἀπειλαί· πρὸς πάντα ἐγένεσθε γενναῖοι. Καὶ τὶ λέγω, ἐγένεσθε; Τοῦτο ὅπερ ἐπεθύμουν ἀεί, κατεφρονήσατε τῶν βιωτικῶν πραγμάτων, ἀπετάξασθε τῇ γῇ, εἰς τὸν οὐρανὸν μετέστητε· ἀπηλλάγητε τῶν συνδέσμων τοῦ σώματος, πρὸς τὴν μακαρίαν ἐκείνην ἁμιλλᾶσθε φιλοσοφίαν. Ταῦτα ἐμοὶ στέφανοι, ταῦτα παράκλησις, ταῦτα παραμυθία, ταῦτα ἐμοὶ ἄλειμμα, ταῦτα ζωή, ταῦτα ἀθανασίας ὑπόθεσις.

δ’. Ἀλλ’ ὁρῶ τοῖς ἐμαυτοῦ δόγμασί τινας ἐγκαρτερεῖν με πειθόντων. Φέρει γὰρ πολλὰ τῶν εὐτυχημάτων εἰς τοὐναντίον· ὅτι οἷς ἐδόκουν ζηλωτὴς εἶναι, περιπέπτωκα τῇ μοχθηρίᾳ· οἱ μὲν κατὰ τὸν τρόπον καθαιροῦντες νικῶσι τὸν ἀγῶνα τῇ διαφορᾷ τῶν πραγμάτων· οὐκ ἠπείλουν, ἀλλὰ παρίσταντο. Ἐστι γὰρ καιρὸς νῦν εἰπεῖν τὰ περὶ τῆς ἐμῆς θλίψεως. Νόμος ἐστίν, ἀλλ’ ὁ νομοθέτης νικᾶται. Τέκνα, μὰ τὴν ὑμετέραν ἀγάπην, βλέπω συσκευὴν πολεμοῦσαν, καὶ τὸν Θεὸν ὑβριζόμενον· βλέπω τὸν ἀγῶνα πίπτοντα, καὶ τὸν ἀγωνοθέτην λυπούμενον· βλέπω τὸ πιθανὸν τῆς ἀληθείας μαραινόμενον, καὶ τὴν συσκευὴν ἀνθοῦσαν. Λέγουσι μοί, ὅτι Ἔφαγες καὶ ἐβάπτισας. Εἰ ἐποίησα τοῦτο, ἀνάθεμα ἔσομαι· μὴ ἀριθμηθείην εἰς ἐπισκόπων ῥίζαν. Μὴ γένωμαι μετ’ ἀγγέλων· μὴ ἀρέσω Θεῷ· εἰ δὲ καὶ ἔφαγον καὶ ἐβάπτισα, οὐδὲν ἄκαιρον τῶν πραγμάτων ἐποίησα. Πρόσχες μοι μετὰ ἀκριβείας ὃ λέγω, καὶ λέγων οὐ παύσομαι. Ἐμοὶ μὲν τὸ λέγειν οὐκ ὀκνηρόν, ὑμῖν δὲ ἀσφαλές. Ἀλλ’ ἐπανέλθωμεν ἐπὶ τὸ προκείμενον. Λέγουσιν ὅτι ἔφαγον καὶ ἐβάπτισα. Καθελέτωσαν οὖν Παῦλον, ὅτι μετὰ τὸ δειπνῆσαι ἐχαρίσατο τῷ δεσμοφύλακι τὸ βάπτισμα. Τολμῶ λέγειν, καθελέτωσαν καὶ αὐτὸν τὸν Χριστόν, ὅτι μετὰ τὸ δεῖπνον τοῖς μαθηταῖς τὴν κοινωνίαν ἐχαρίσατο. Ἀλλ’ εἰκότα καὶ μεγάλα ἡμῖν ταῦτα· ταῦτα φαιδρὰ τῆς εἰρήνης· ταῦτα τοῦ λαοῦ τὰ ἐγκώμια. Ἐμοῦ ὁ στέφανος, ὑμῶν ὁ καρπός. Ἀλλ’ οἴδατε, ἀγαπητοί, διὰ τὶ με θέλουσι καθελεῖν. Ὅτι τάπητας οὐχ ἥπλωσα, οὔτε σηρικὰ ἱμάτια οὐκ ἐνεδυσάμην, καὶ ὅτι τὴν γαστριμαργίαν αὐτῶν οὐ παρεμυθησάμην. Ἤνθησαν γὰρ ἔγγονα τῆς ἀσπίδος, ἔτι περιλέλειπται τῆς Ἰεζάβελ ὁ σπόρος· ἔτι δὲ καὶ ἡ χάρις τῷ Ἡλίᾳ συναγωνίζεται. Φέρε δὲ μοι εἰς μέσον τὸν θαυμαστὸν καὶ πλούσιον τῆς ζωῆς κήρυκα, Ἰωάννην λέγω, τὸν πένητα, καὶ ἕως λύχνου μὴ κτησάμενον· εἶχε γὰρ τὴν λαμπάδα τοῦ Χριστοῦ· οὐ τὴν κεφαλὴν ἐπεθύμησεν ἡ τῆς Εὔας συλλειτουργός, ἡ τῶν ἁγίων ἐμπόδιον γενομένη, ἡ τοὺς προφήτας διώξασα, ἡ τὴν ἐν δόλῳ νηστείαν κηρύξασα, ἡ ὁμότιμον τοῦ ὀνόματος τῆς ἐχίδνης ἐπισταμένη τὴν ὄρχησιν, ἐν τῷ ἀρίστῳ τῷ ἀτελεῖ ὀρχησαμένη. Οὐκ ἐπεθύμησε ζωήν, οὐκ ἐπεθύμησε χρημάτων ὄγκον, οὐ βασιλείας ἀξίωμα, οὐκ ἄλλης τινὸς περιουσίας. Ἀλλ’ εἰπὲ μοι, ἄνθρωπε, τὶ ἐπεθύμησε; Κεφαλὴν ἀνθρώπου. Τὶ δὲ λέγω; Οὐ μόνον ἀνθρώπου, ἀλλ’ εὐαγγελιστοῦ. Ἀλλ’ οὐκ ἐνίκησε λαβοῦσα τὴν κεφαλήν. Ἔτεμε γὰρ τὴν κεφαλὴν αἰτησαμένη, τὴν ἄνομον ἐπιθυμίαν σπουδαίως διὰ πίνακος δεξαμένη. Βλέπε, καὶ θαύμασον τοῦ Θεοῦ τὴν δύναμιν. Διήλεγχεν ὁ ἀναίτιος, ἀπετμήθη· ἀλλ’ ὁ ἀποτμηθεὶς ἐν δεξιᾷ τοῦ Χριστοῦ, ἡ δὲ ἀπαραίτητον κόλασιν ἐκδέχεται. Πάλιν ἐκείνης τὸ σπέρμα, ὁ σπόρος ὁ ἀκανθώδης ἐπιζητεῖ καὶ σπεύδει. Ἀλλ’ Ἡρῳδιὰς Ἰωάννου τὴν κεφαλὴν ζητοῦσα πάλιν ὄρχησιν, οὐχ ἣν τοῖς ποσὶ παίζομεν, ἀλλὰ τὴν τῆς Μαρίας ἐπερειδομένην. Πάλιν βοᾷ καὶ λέγει Ἰωάννης· «Οὐκ ἔξεστί σοι τὴν γυναῖκα ἔχειν τοῦ ἀδελφοῦ σου».

ε’. Ἀλλὰ τὶ εἴπω; Δακρύων ὁ παρὼν καιρός· πάντα γὰρ εἰς ἀδοξίαν ἐκτρέχει, καὶ πάντα χρόνος κρινεῖ. Χρυσὸς τὸ ὅλον δοξάζει. Ἀλλὰ φέρει μοι τὸν ἅγιον Δαυῒδ τὸν λέγοντα καὶ βοῶντα· «Χρυσὸς ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν». Ἀλλ’ εἰπὲ μοι, τὶς ἦν ὁ οὗτος ὁ ταύτην τὴν φωνῆς ἐπαφείς; Οὐχὶ τὸ τῆς βασιλείας ἐπὶ τῆς κορυφῆς συγκείμενον εἶχεν; Οὐκ ἐν τῇ βασιλικῇ ἐξουσίᾳ διέταττεν; Ἀλλ’ οὐ πρὸς ἁρπαγὴν ἔβλεπεν, οὐκ εἰς καθαίρεσιν εὐσεβείας ἦν αὐτῷ τὸ φρόνημα, οὐδὲ μέριμνα θησαυρῶν, ἀλλὰ τῆς στρατοπέδων συλλογῆς· οὐ γυναικὸς συγκατάθεσιν. Φεύγετε οὖν, γυναῖκες, τὰς ἀλλοτρίας συλλογάς· μὴ συμβουλεύετε τοῖς ἀνδράσι συμβουλίαν κακήν· ἀλλ’ ἀσφαλίσθητε τοῖς λεχθεῖσιν. Ἆρα ἐσβέσαμεν ὑμῶν τὴν φλόγα; Ἆρα ἐμαλάχθη ὑμῖν ἡ καρδία; Ἀλλ’ οἶδα ὅτι ὠφεληθήσεσθε μὲν αἱ τῆς Μαρίας θυγατέρες· ἀλλὰ δὲ ἄνευ οἴνου κεκορεσμέναι καὶ μεθύουσαι τῇ φιλαργυρίᾳ, ὡς ὁ μακάριος Παῦλος βοᾷ καὶ κηρύττει λέγων· «Ῥίζα πάντων τῶν κακῶν ἡ φιλαργυρία». Οὕτω καὶ αἱ ἀσύνετοι γυναῖκες ἀποφράττουσιν ἑαυτῶν τὰ ὦτα, καὶ ἀντὶ σπόρου ἀγαθοῦ ἀκάνθας τίκτουσιν. Ἀλλά, παρακαλῶ, μὴ ἡμῶν τὸν σπόρον ὡς ἐπὶ πέτραν καταβάλλωμεν. Χριστοῦ ἐσμεν γεώργιον, παρ’ οὗ ἀκούσωμεν· Εὖ, δοῦλε ἀγαθέ, εἴσελθε εἰς τὸν οἶκόν μου· μὴ ἀντὶ τῆς φωνῆς ταύτης λεχθῇ, Εὖ, δοῦλε κακέ. Ἀλλά, παρακαλῶ, λαμψάτω ὑμῶν ἡ πολιτεία, ἔμπροσθεν τῶν ἀνθρώπων, μὴ μωράνωμεν ἡμῶν τὸ ἅλας, ἀλλὰ δοξάσωμεν, εὐχαριστήσωμεν, οἱ πλούσιοι τῷ πλουσίῳ, οἱ πένητες τῷ φιλανθρώπῳ, καὶ φιλοπτώχῳ Χριστῷ, οἱ δυνατοὶ τῇ κραταιᾷ χειρὶ αὐτοῦ. Καὶ ταῦτα μὲν περὶ ὑμῶν. Ἴσως δὲ συγχωρεῖ ὁ Θεὸς ταῦτά με πάσχειν ἅπερ βουλεύονται κατ’ ἐμοῦ, ἵνα ἐν συμφοραῖς δοκιμάσῃ τὰ κατ’ ἐμέ· ὅτι ἐν τοῖς πόνοις ἐναπόκειται νίκη πάντως, καὶ ἐν τοῖς ἀγῶσιν ἡτοίμασται στέφανος. Καὶ γὰρ ὁ θεσπέσιος Παῦλος ἔλεγε· «Τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος»· οὐ στεφάνους καταξιώσει ὑμᾶς ὁ τῶν ὅλων Δεσπότης εἰς τοὺς αἰῶνας. Ἀμήν.

Ὅτε ἀπῄει ἐν τῇ ἐξορίᾳ

α’. Φαιδρὸς ἡμῖν ὁ λόγος, ἀδελφοὶ μου, καὶ λαμπρὰ πανήγυρις, καὶ θάλαττα εὐρύχωρος ἐμπεπλησμένη, ἀλλ’ οὐ ταραττομένη τῇ ζάλῃ τῶν ἀνέμων. Ἦλθε γὰρ ἡ μήτηρ τῆς εἰρήνης, ἡ κατασβεννύουσα τὴν ζάλην τῶν ἀνέμων. «Μήτηρ Σιὼν ἐρεῖ, ἄνθρωπος καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτήν». Τεκνία μου, μέλλουσί με καθελεῖν; Καὶ τὶ δέδοικα τὸν θάνατον; «Ἐμοὶ τὸ ζῆν ὁ Χριστός, καὶ τὸ ἀποθανεῖν κέρδος». Ἀλλ’ ἐξορίᾳ παραπέμψουσι; «Τοῦ Κυρίου ἡ γῆ, καὶ τὸ πλήρωμα αὐτῆς». Ἀλλὰ χρημάτων δήμευσις ἔσται μοι; «Οὐδὲν εἰς τὸν κόσμον εἰσηνέγκαμεν, δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα». Ἀλλ’ οἴδατε, ἀδελφοί, δι’ ἣν αἰτίαν μέλλουσί με καθελεῖν. Ἐπειδὴ τάπητας οὐχ ἥπλωσα, καὶ σηρικὰ ἱμάτια οὐκ ἐνεδυσάμην, ὅτι τὴν γαστριμαργίαν αὐτῶν οὐ παρεμυθησάμην, χρυσὸν καὶ ἄργυρον οὐ προσήνεγκα. Λέγουσι δὲ μοι, ὅτι Ἔφαγες καὶ ἔπιες, καὶ ἐβάπτισας. Εἰ ἐποίησα τοῦτο, ἀνάθεμά μοι ἔστω· μὴ ἀριθμηθείην μετὰ τῶν ἐπισκόπων, μὴ γίνωμαι μετὰ ἀγγέλων, μὴ ἀρέσω τῷ Θεῷ. Εἰ δὲ καὶ ἔφαγον καὶ ἐβάπτισα, οὐδὲν τῶν λεγομένων ἄκαιρον ἐποίησα. Καθελέτωσαν καὶ Παῦλον τὸν ἀπόστολον, ὅτι μετὰ τὸ δεῖπνον τῷ δεσμοφύλακι τὸ βάπτισμα ἐχαρίσατο· καὶ καθελέτωσαν αὐτὸν τὸν Κύριον, ὅτι μετὰ τὸ δεῖπνον τὴν κοινωνίαν τοῖς μαθηταῖς ἐχαρίσατο. Πολλῷ ὁρῶ κύματα καὶ χαλεπὸν τὸ κλυδώνιον, καὶ δόρατα παρεσκευασμένα· κἀγὼ ὡς κυβερνήτης ἐν μεγάλῳ κλύδωνι, καθέζομαι ἐπὶ τὰς δύο πρύμνας τοῦ πλοίου, ἤγουν ἐπὶ τὴν Παλαιὰν καὶ Νέαν Διαθήκην, καὶ ταῖς κώπαις ἀπωθοῦμαι τὴν ζάλην· οὐ ταῖς κώπαις ταῖς ξυλίναις, ἀλλὰ τῷ σταυρῷ τῷ τιμίῳ τοῦ Δεσπότου τὴν ζάλην εἰς εἰρήνην μεταστρέφω. Δεσπότης κελεύει, καὶ δοῦλος στεφανοῦται· διὰ τοῦτο αὐτὸν παραδίδωσιν αὐτὸς διαβόλῳ. Ἓν (ἄν) δὲ οὐκ οἴδασιν οἱ ἄνθρωποι ὅτι διὰ τοῦ ἀκαθάρτου τὸ καθαρώτατον σκεῦος φανεροῦται; Ἀδελφοί, τρεῖς ἡμῖν ὑποθέσεις τίθημι, πίστιν, πειρασμόν, σωφροσύνην. Εἰ λέγετε πίστιν ὑπομένειν, μιμήσασθε τὸν μακάριον Ἀβραάμ, τὸν παρηκμακότα τῇ ἡλικίᾳ καὶ καρποὺς ὡρίμους δεξάμενον. Εἰ δὲ λέγετε πειρασμὸν ὑπομένειν, μιμεῖσθε τὸν μακάριον Ἰώβ. Τὸν αὐτοῦ τρόπον οἴδατε, καὶ τὴν ὑπομονὴν ἠκούσατε, καὶ τὸ τέλος αὐτοῦ οὐκ ἔλαθεν ὑμῖν. Εἰ δὲ θέλετε σωφροσύνην ὑπομένειν, μιμήσασθαι τὸν μακάριον Ἰωσήφ, τὸν πραθέντα εἰς Αἴγυπτον, καὶ λιμῷ τηκομένην Αἴγυπτον ἐλευθερώσαντα. Προσετίθη γὰρ αὐτῷ πειρασμὸς ἐκ πόρνης Αἰγυπτίας τῷ ἔρωτι δεδουλωμένης, ἥτις αὐτῷ παρεκάθητο, Κοιμήθητι, λέγουσα, μετ’ ἐμοῦ. Ἐβούλετο γὰρ τῆς σωφροσύνης αὐτὸν ἀπογυμνῶσαι ἐν τῇ Αἰγύπτῳ ἡ Αἰγυπτία· ἐνταῦθα δὲ ὁ Αἰγύπτιος. Ἀλλ’ οὔτε ἐκείνη τὸν ἅγιον ἐσκέλισεν, οὔτε οὗτος τοῦτον· ἀλλ’ ἐφάνη ὁμοῦ τῆς ἐλευθερίας ἡ σωφροσύνη, καὶ τῶν τέκνων ἡ εὐγένεια, καὶ τῆς βαρβάρου ἡ ἀκολασία.

β’. Ἀδελφοί, ὁ κλέπτης οὐκ ἔρχεται ὅπου καλάμη, καὶ χόρτος, καὶ ξύλον· ἀλλ’ ὅπου κεῖται χρυσός, ἢ ἄργυρος, ἢ μαργαρίτης· οὕτως ὁ διάβολος οὐκ εἰσέρχεται ὅπου πόρνος, ἢ βέβηλος, ἢ ἅρπαξ, ἢ πλεονέκτης· ἀλλ’ ὅπου οἱ τὸν ἔρημον βίον διάγοντες. Ἀδελφοί, βουλόμεθα ἐφαπλῶσαι τὴν γλῶτταν πρὸς τὴν βασιλικά; Ἀλλὰ τὶ εἴπω; Ἰεζάβελ θορυβεῖται, καὶ Ἠλίας φεύγει· Ἡρῳδιὰς εὐφραίνεται, καὶ Ἰωάννης δεσμεύεται· ἡ Αἰγυπτία ψεύδεται, καὶ Ἰωσὴφ φυλακίζεται. Ἐὰν οὖν ἐξορίσωσί με, τὸν Ἡλίαν μιμοῦμαι· ἐὰν εἰς βόρβορον βάλωσι, τὸν Ἰερεμίαν· ἐὰν εἰς θάλατταν, τὸν προφήτην Ἰωνᾶν· ἐὰν καὶ εἰς λάκκον, τὸν Δανιήλ· ἐὰν λιθάσωσί με, στέφανον· ἐὰν ἀποκεφαλίσωσι, Ἰωάννην τὸν πρόδρομον· ἐὰν ῥαβδίσωσι, Παῦλον· ἐὰν πρίσωσι, τὸν Ἠσαίαν. Εἴθε ξυλίνῳ πρίονι, ἵνα τοῦ σταυροῦ τοῦ πόθου ἀπολαύσω. Ἡ σεσωματωμένη πολεμεῖ τὸν ἀσώματον· ἡ λουτροῖς καὶ μυρίσμασι καὶ μετ’ ἀνδρὸς περιπλεκομένη, πολεμεῖ τὴν καθαρὰν καὶ ἄσπιλον Ἐκκλησίαν. Ἀλλὰ γε καὶ αὐτὴ καθίσει χήρα, ἔτι ζῶντος τοῦ ἀνδρός· ὅτι γυνὴ εἶ, καὶ χηρεῦσαι θέλεις τὴν Ἐκκλησίαν. Ἑσπέρας ἐκάλει μὲ τρισκαιδέκατον ἀπόστολον, καὶ σήμερον Ἰούδα προσεῖπε. Χθὲς μετ’ ἐλευθερίας συνεκάθητό μοι, καὶ σήμερον ὡς θηρίον μοι ἐπεπήδησε. Ἔδει τὸν ἥλιον παρ’ ἡμῖν σβεσθῆναι, καὶ τὴν σελήνην μὴ φανῆναι, καὶ μόνον τοῦ ῥήματος Ἰὼβ μὴ ἐπιλαθέσθαι. Καὶ γὰρ Ἰώβ, ὁ τηλικαύτην ὑπομείνας πληγήν, ἄλλο οὐδὲν ἐβόα ἢ ὅτι, «Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας». Ὅτε γὰρ ἡ τούτου γυνὴ ἐβόα λέγουσα· «Εἶπόν τι ῥῆμα πρὸς Κύριον, καὶ τελεύτα», ἐπετίμησεν αὐτῇ λέγων· «Ἵνα τὶ ὡς μία τῶν ἀφρόνων γυναικῶν ἐλάλησας»; Ὣ ἄχαρους γυναικὸς! Ὣ μάλαγμα ὀδυνῶν! Ἆρα, γύναι, σοῦ ποτε ἀῤῥωστούσης τοιαῦτά σοι ἐφθέγξατο Ἰώβ; Καὶ οὐχὶ εὐχαῖς καὶ εὐποιίαις ἀπεσμήξατό σου τὴν νόσον; Ὅτε ἐν βασιλικαῖς αὐλαῖς διῆγεν, ὅτε τὰ χρήματα εἶχεν, ὅτε τὴν θεραπείαν τὴν βασιλικήν, οὐδὲν τοσοῦτον ἔλεγες, καὶ νῦν ὁρῶσα ἐπὶ κοπρίας καθήμενον, καὶ ὑπὸ σκωλήκων συνειλισσόμενον, τοῦτο λέγεις, «Εἶπόν τι ῥῆμα πρὸς Κύριον, καὶ τελεύτα». Οὐκ ἤρκει αὐτῷ ἡ πρόσκαιρος παιδεία, ἀλλὰ καὶ διὰ τοῦ ῥήματος αἰωνίαν αὐτῷ τὴν κόλασιν προξενιές; Ἀλλὰ τὶ ὁ μακάριος Ἰώβ; «Ἵνα τὶ ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν ἐλάλησας; Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσωμεν»; Τὶ δὲ καὶ ἡ παράνομος καὶ στυγερά, αὕτη ἡ νέα, φημί, Ἰεζάβελ, οὐ βοᾷ καὶ λέγει.... Ἀλλὰ ἀποστέλλει μοι ὑπάτους καὶ Τριβούνους, καὶ μόνον ἀπειλεῖ. Καὶ τὶ μοι ἀνῆκεν; Ἀράχναι ὑπὸ ἀράχνης ἀποστέλλομαι. Ἀδελφοὶ πάντες, ὅτι καὶ ἐν πόνοις ἀπόκειται νίκη, καὶ ἐν τοῖς ἀγῶσιν ἀπόκειται στέφανος, ὡς ὁ θεσπέσιος Παῦλος ἀρτίως ἔλεγε, «Τὸν καλὸν ἀγῶνα ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα, καὶ λοιπὸν ἀπόκειται ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδόσει μοι Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὁ δίκαιος κριτής»· ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὁμιλία ἐπανελθόντος ἀπὸ τῆς προτέρας ἐξορίας

α’. Ὅτε τὴν Σάῤῥαν ἀπὸ τοῦ Ἀβραὰμ ἥρπασεν ὁ Φαραώ, τὴν καλὴν καὶ εὐειδῆ γυναῖκα ὁ πονηρὸς καὶ βάρβαρος καὶ Αἰγύπτιος, ἀδίκοις ὀφθαλμοῖς ἰδὼν αὐτῆς τὸ κάλλος, καὶ μοιχείας ἐργάσασθαι δρᾶμα βουλόμενος· τότε δή, τότε παρὰ μὲν τὴν ἀρχὴν οὐκ ἐκόλασεν ὁ Θεός, ἵνα δειχθῇ καὶ τοῦ δικαίου ἡ ἀνδρεία, καὶ τῆς γυναικὸς ἡ σωφροσύνη, καὶ τοῦ βαρβάρου ἡ ἀκολασία, καὶ ἡ τοῦ Θεοῦ φιλανθρωπία· τοῦ δικαίου ἡ ἀνδρεία, ὅτι ἔφερεν εὐχαρίστως τὸ γενόμενον· τῆς γυναικὸς ἡ σωφροσύνη, ὅτι ἐνέπεσεν εἰς τὰς βαρβαρικὰς χεῖρας, καὶ τὴν σεμνότητα διετήρησε· τοῦ βαρβάρου ἡ ἀκολασία, ὅτι ἀλλοτρίᾳ ἀπῆλθεν εὐνῇ· τοῦ Θεοῦ ἡ φιλανθρωπία, ὅτι μετὰ ἀπόγνωσιν ἀνθρώπων, τότε τὸν στέφανον ἤνεγκε τῷ δικαίῳ. Ταῦτα ἐγίνετο τότε ἐπὶ τοῦ Ἀβραάμ, ἐγένετο δὲ σήμερον ἐπὶ τῆς Ἐκκλησίας. Αἰγύπτιος οὗτος, ὡς ἐκεῖνος Αἰγύπτιος· οὗτος δορυφόρους εἶχεν, ἐκεῖνος ὑπασπιστάς· ἐκεῖνος τὴν Σάῤῥαν, οὗτος τὴν Ἐκκλησίαν· μίαν νύκτα ἐκεῖνος συνέσχε, μίαν ἡμέραν οὗτος εἰσῆλθεν· οὐδ’ ἂν τὴν μίαν συνεχωρήθη, ἀλλ’ ἵνα δειχθῇ τῆς νύμφης ἡ σωφροσύνη, ὅτι εἰσέρχεται, καὶ οὐ διεφθάρη αὐτῆς τὸ κάλλος τῆς σωφροσύνης, καίτοι μοιχὸν ἡτοίμασε, καὶ τὰ γραμματεῖα συνετελεῖτο, καὶ πολλοὶ τῶν τῆς οἰκίας ὑπέγραφον. Ἀπηρτίσθη ἡ μηχανή, καὶ τὸ τέλος οὐκ ἐγένετο. Ἐφάνη ἐκείνου ἡ πονηρία, καὶ τοῦ Θεοῦ ἡ φιλανθρωπία. Ἀλλ’ ὁ μὲν βάρβαρος τότε ἐκεῖνος ἐπιγνοὺς τὸ ἁμάρτημα, ὡμολόγησε τὸ παρανόμημα· λέγει γὰρ τῷ Ἀβραάμ· «Τὶ ἐποίησας τοῦτο; Εἰς τὶ εἶπας, ὅτι ἀδελφὴ μοὺ ἐστι; Καὶ μικροῦ ἂν ἥμαρτον»· οὗτος δὲ μετὰ τὴν παρανομίαν ἐπηγωνίσατο. Ἄθλιε καὶ ταλαίπωρε, «Ἥμαρτες, ἡσύχασον», μὴ πρόσθες ἁμαρτίαν ἐφ’ ἁμαρτίαν. Κἀκείνη μὲν ἐπανῆλθε, πλοῦτον ἔχουσα τὸν αἰγυπτιακόν· ἡ δὲ Ἐκκλησία ἐπανῆλθε, πλοῦτον ἔχουσα τὸν ἀπὸ τῆς γνώμης, καὶ σωφρονεστέρα ἐφάνη. Ὅρα δὲ τὴν μανίαν τοῦ βαρβάρου. Ἐξέβαλες τὸν ποιμένα· τὶ τὴν ἀγέλην διέσπασας; Ἀπέστησας τὸν κυβερνήτην· τὶ τοὺς οἴακας κατέκλασας; Τὸν ἀμπελουργὸν ἐξέβαλες· τὶ τὰς ἀμπέλους ἀνέσπασας; Τὶ τὰ μοναστήρια διέφθειρας; Βαρβάρων ἔφοδον ἐμιμήσω.

β’. Ἐποίησεν ἅπαντα, ἵνα δειχθῇ ἡμῶν ἡ ἀνδρεία· ἐποίησεν ἅπαντα, ἵνα μάθῃ ὅτι ποίμνη ἐστὶν ἐνταῦθα ὑπὸ Χριστοῦ ποιμαινομένη. Ἔξω ὁ ποιμήν, καὶ ἡ ἀγέλη συνεκροτεῖτο, καὶ τὸ ἀποστολικὸν ἐπληροῦτο ῥῆμα· «Οὐκ ἐν τῇ παρουσίᾳ μου μόνον, ἀλλὰ καὶ ἐν τῇ ἀπουσίᾳ μου, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε». Καὶ τοιαῦτα ἠπείλουν δεδοικότες ἡμῶν τὴν ἀνδρείαν καὶ τῆς ἀγάπης τὸ φίλτρον, καὶ τὸν πόθον τὸν περὶ ἐμέ. Οὐδὲν τολμῶμεν, φησίν, ἐν τῇ πόλει· δότε ἡμῖν αὐτὸν ἔξω. Λάβετέ με ἔξω, ἵνα μάθητε τὸν πόθον τῆς Ἐκκλησίας, μάθητε τῶν ἐμῶν τέκνων τὴν εὐγένειαν, τῶν στρατιωτῶν τὴν ἰσχύν, τῶν ὁπλιτῶν τὴν δύναμιν, τῶν διαδημάτων τὴν περιφάνειαν, τοῦ πλούτου τὴν περιουσίαν, τῆς ἀγάπης τὸ μέγεθος, τῆς καρτερίας τὴν ὑπομονήν, τῆς ἐλευθερίας τὸ ἄνθος, τῆς νίκης τὸ περιφανές, τῆς ἥττης σου τὸν γέλωτα. Ὣ καινῶν καὶ παραδόξων πραγμάτων· ὁ ποιμὴν ἔξω, καὶ ἡ ἀγέλη σκιρτᾷ· ὁ στρατηγὸς πόῤῥῳ, καὶ οἱ στρατιῶται ὡπλίζοντο. Οὐκέτι ἡ ἐκκλησία εἶχε τὸ στρατόπεδον μόνον, ἀλλὰ καὶ ἡ πόλις ἐκκλησία ἐγένετο. Αἱ ῥύμαι, αἱ ἀγοραί, ὁ ἀὴρ ἡγιάζετο· αἱρετικοὶ ἐπεστρέφοντο, οἱ Ἰουδαῖοι βελτίους ἐγένοντο· οἱ ἱερεῖς κατεδικάζοντο, καὶ οἱ Ἰουδαῖοι τὸν Θεὸν εὐφημοῦν, καὶ ἡμῖν προσέτρεχον. Οὕτω καὶ ἐπὶ τοῦ Χριστοῦ ἐγένετο. Καϊάφας ἐσταύρωσε, καὶ λῃστὴς ὡμολόγησεν. Ὣ καινῶν καὶ παραδόξων πραγμάτων· ἱερεῖς ἀπέκτειναν, καὶ μάγοι προσεκύνησαν. Μὴ ξενιζέτω ταῦτα τὴν Ἐκκλησίαν. Εἰ μὴ ταῦτα ἐγένετο, ὁ πλοῦτος ἡμῶν οὐκ ἂν ἐφάνη· ἦν μέν, οὐκ ἂν δὲ ἐφάνη. Ὥσπερ γὰρ ὁ Ἰὼβ δίκαιος μὲν ἦν, οὐκ ἂν δὲ ἐφάνη, εἰ μὴ τὰ τραύματα, καὶ οἱ σκώληκες· οὕτω καὶ ὁ ὑμέτερος πλοῦτος, εἰ μὴ αἱ ἐπιβουλαί, οὐκ ἂν ἐφάνη. Ἀπολογούμενος δὲ τῷ Ἰὼβ ὁ Θεὸς φησιν, ὅτι «Οἴει με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα δίκαιος ἀναφανῇς»; Ἐπεβούλευσαν ἐκεῖνοι, ἐπολέμησαν, καὶ ἡττήθησαν. Πῶς ἐπολέμησαν; Ῥοπάλοις. Πῶς ἡττήθησαν; Εὐχαῖς. «Ἐὰν τὶς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην». Σὺ ῥόπαλα εἰσφέρεις εἰς τὴν ἐκκλησίαν καὶ πολεμεῖς· ὅπου εἰρήνη πᾶσι, πολέμου ἄρχῃ· οὐδὲ τὸν τόπον ᾐδέσθης, ἄθλιε καὶ ταλαίπωρε, οὐδὲ τῆς ἱερωσύνης τὸ ἀξίωμα, οὐδὲ τῆς ἀρχῆς τὸ μέγεθος. Τὸ φωτιστήριον αἱμάτων ἐμπέπλησται· ὅπου ἁμαρτημάτων ἄφεσις, αἱμάτων ἔκχυσις. Ἐν ποίᾳ παρατάξει ταῦτα γίνεται; Βασιλεὺς εἰσέρχεται καὶ ῥίπτει ἀσπίδα καὶ διάδημα· σὺ εἰσῆλθες, καὶ ῥόπαλα ἥρπασας. Ἐκεῖνος καὶ τὰ συνθήματα τῆς βασιλείας ἔξω ἀφίησι· σὺ τὰ συνθήματα τοῦ πολέμου ἐνταῦθα εἰσήνεγκας. Ἀλλὰ τὴν νύμφην μου οὐδὲν ἔβλαψας, ἀλλὰ μένει τὸ κάλλος αὐτῆς ἐπιδεικνυμένη.

γ’. Διὰ τοῦτο χαίρω, οὐχ ὅτι ἐνικήσατε. Εἰ παρήμην, ἐμεριζόμην μεθ’ ὑμῶν τὴν νίκην· ἐπειδὴ δὲ ἀνεχώρησα, γυμνὸν ὑμῶν τὸ τρόπαιον ἐφάνη. Ἀλλὰ καὶ τοῦτο ἐμὸν ἐγκώμιον, καὶ πάλιν μερίζομαι ἐγὼ μεθ’ ὑμῶν τὴν νίκην, ὅτι οὕτως ὑμᾶς ἀνέθρεψα, ὡς καὶ ἀπόντος τοῦ πατρὸς τὴν οἰκείαν εὐγένειαν ἐπιδείκνυσθαι. Ὥσπερ γὰρ οἱ γενναῖοι τῶν ἀθλητῶν καὶ ἀπόντος τοῦ παιδοτρίβου τὴν ἑαυτῶν Ῥώμην ἐπιδείκνυνται· οὕτω καὶ ἡ εὐγένεια τῆς ὑμετέρας πίστεως καὶ ἀπόντος τοῦ διδασκάλου τὴν οἰκείαν εὐμορφίαν ἐπεδείξατο. Τὶς χρεία λόγων; Οἱ λίθοι βοῶσιν· οἱ τοῖχοι φωνὴν ἀφιᾶσιν. Ἄπελθε εἰς βασιλικὰς αὐλάς, καὶ ἀκούεις εὐθέως· οἱ λαοὶ Κωνσταντινουπόλεως. Ἄπελθε εἰς τὴν θάλατταν, εἰς τὴν ἔρημον, εἰς τὰ ὄρη, εἰς τὰς οἰκίας, τὸ ἐγκώμιον ὑμῶν ἀναγέγραπται. Ἐν τίνι ἐνικήσατε; Οὐ χρήμασιν, ἀλλὰ πίστει. Ὣ λαὸς φιλοδιδάσκαλος, ὣ λαὸς φιλοπάτωρ, μακαρία ἡ πόλις, οὐ διὰ κίονας καὶ χρυσοῦν ὄροφον, ἀλλὰ διὰ τὴν ὑμετέραν ἀρετήν. Τοσαῦται αἱ ἐπιβουλαί, καὶ αἱ εὐχαὶ ὑμῶν ἐνίκησαν· καὶ μάλα εἰκότως· καὶ γὰρ ἐκτενεῖς ἦσαν αἱ εὐχαί, καὶ αἱ πηγαὶ τῶν δακρύων ἐπέῤῥεον. Ἐκεῖνοι βέλη, ὑμεῖς δὲ δάκρυα· ἐκεῖνοι θυμόν, ὑμεῖς δὲ πραΰτητα. Ὃ βούλει ποίησον· ὑμεῖς εὔχεσθε. Κἀκεῖνοι, οἳ ἀντέλεγον, ποῦ εἰσιν; Ὅπλα ἐκινήσαμεν; Μὴ τόξα ἐτείναμεν; Μὴ βέλη ἀφήκαμεν; Εὐχόμεθα, κἀκεῖνοι ἔφυγον· ὡς γὰρ ἀράχνη διεσπάσθησαν, καὶ ὑμεῖς ὡς πέτρα ἑστήκατε. Μακάριος ἐγὼ δι’ ὑμᾶς. ᾜδειν μὲν καὶ πρὸ τούτου ἡλίκον ἔχω πλοῦτον, ἐθαύμασα δὲ καὶ νῦν. Πόῤῥῳ ἤμην, καὶ πόλις μετῳκίζετο. Δι’ ἕνα ἄνθρωπον τὸ πέλαγος πόλις ἐγένετο. Γυναῖκες, ἄνδρες, παιδία ἄωρα τὴν ἡλικίαν, γυναῖκες βαστάζουσαι παιδία, κατετόλμων πελάγους, κατεφρόνησαν κυμάτων. Οὐ δοῦλος ἐδεδοίκει Δεσπότην, οὐ γυνὴ τῆς φυσικῆς ἀσθενείας ἐμέμνητο. Γέγονεν ἡ ἀγορᾷ ἐκκλησία, τὰ πανταχοῦ δι’ ἡμᾶς. Τίνα γὰρ οὐκ ἐπαιδεύσατε; Βασιλίδα συγχορεύουσαν ἐλάβετε· οὐ γὰρ ἀποκρύψομαι τὸν ζῆλον αὐτῆς. Οὐ βασιλίδα κολακεύων ταῦτα λέγω, ἀλλ’ εὐσέβειαν θεραπεύων· οὐ γὰρ ἀποκρύψομαι αὐτῆς τὸν ζῆλον. Οὐ γὰρ ὅπλα ἔλαβεν, ἀλλὰ κατορθώματα ἀρετῆς. Ἀπηγόμην τότε, ἴστε πῶς. Δεῖ γὰρ καὶ λυπηρὰ εἰπεῖν, ἵνα μάθητε τὰ χρηστά· ἀλλὰ μάθητε πῶς ἀπηγόμην, καὶ πῶς ἐπανῆλθον. «Οἱ σπείροντες ἐν δάκρυσιν, ἐν ἀγαλλιάσει θεριοῦσι. Πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον, βάλλοντες τὰ σπέρματα αὐτῶν· ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει, αἴροντες τὰ δράγματα αὐτῶν». Ταῦτα τὰ ῥήματα ἐγένετο πράγματα. Μετ’ εὐχαριστίας ὑπεδέξασθε ὃν ὀδυνώμενοι προεπέμψατε. Καὶ οὐδὲ ἐν μακρῷ χρόνῳ· μετὰ μίαν ἡμέραν πάντα ἐλύθη. Καὶ γὰρ ἡ ἀναβολῇ ἐγένετο δι’ ὑμᾶς, ἐπεὶ ὁ Θεὸς ἐξ ἀρχῆς ἔλυσε.

δ’. Λέγω ὑμῖν τὸ ἀπόῤῥητον. Ἐπεραιώθην τὸ πέλαγος μόνος τὴν Ἐκκλησίαν βαστάζων· ἡ γὰρ ἀγάπη οὐ στενοῦται. Οὐκ ἐστενοχωρεῖτο τὸ πλοῖον· «Οὐ στενοχωρεῖσθε γὰρ ἐν ἡμῖν». Ἀπῄειν τὰ ὑμετέρα μεριμνῶν, κεχωρισμένος μὲν τῷ σώματι, συνημμένος δὲ τῇ γνώμῃ· ἀπῄειν τὸν Θεὸν παρακαλῶν, καὶ παρακατατιθέμενος ὑμῶν τὴν ἀγάπην· ἀπῄειν, ἐκαθεζόμην μόνος τὰ ὑμετέρα μεριμνῶν, βουλευόμενος περὶ ἀποδημίας μόνος. Ἀθρόον ἀωρίας γενομένης γράμματα ἔπεμψεν ἡ θεοφιλεστάτη αὕτη ἐν τῇ πρώτῃ ἡμέρᾳ, ταῦτα λέγουσα τὰ ῥήματα (δεῖ γὰρ αὐτῆς καὶ τὰ ῥήματα εἰπεῖν)· «Μὴ νομίσῃ σου ἡ ἁγιωσύνη ὅτι ἔγνων τὰ γεγενημένα. Ἀθῷος ἐγὼ ἀπὸ τοῦ αἵματός σου. Ἄνθρωποι πονηροὶ καὶ διεφθαρμένοι ταύτην τὴν μηχανὴν διεσκεύασαν· τῶν δὲ ἐμῶν δακρύων μάρτυς ὁ Θεός, ᾧ ἱερεύω». Οἵαν σπονδὴν ἐξέχεε; Τὰ γὰρ δάκρυα αὐτῆς σπονδὴ ἐγένετο. «ᾯ ἱερεύω». Ἢ ἱέρεια, αὐτοχειροτόνητος θύουσα τῷ Θεῷ καὶ σπένδουσα δάκρυα καὶ ἐξομολόγησιν καὶ μετάνοιαν, οὐχ ὑπὲρ ἱερέως, ἀλλ’ ὑπὲρ Ἐκκλησίας, ὑπὲρ δήμου διεσπαρμένου. «Ἐμέμνητο, ἐμέμνητο καὶ τῶν παιδίων καὶ τοῦ βαπτίσματος». Μέμνημαι ὅτι διὰ τῶν χειρῶν τῶν σῶν τὰ παιδία τὰ ἐμὰ ἐβαπτίσθη. Ταῦτα ἡ βασίλισσα· οἱ δὲ ἱερεῖς περὶ φθόνου πάντες ἠγνόουν τὸ χωρίων, ἔνθα κατέλυον. Καὶ τὸ δὴ θαυμαστὸν εἰπεῖν, ἐκείνη μὲν ὡς ὑπὲρ τέκνου τρέμουσα περιῄει πανταχοῦ, οὐ τῷ σώματι, ἀλλὰ τῇ ἰδίᾳ πομπῇ τῶν στρατιωτῶν. Οὐ γὰρ κατείληφε τὸ χωρίον, ἔνθα διῆγον. Πανταχοῦ ἔπεμπε μεριμνῶσα μὴ δολοφονηθῇ, μὴ ἀναιρέθη, καὶ ἀπολέσωμεν τὸ θήραμα. Τοῦτο μόνον, καὶ τὰ παρ’ ἐμαυτῆς ἐπιδείκνυμι. Ζητῶ μόνον, καὶ οὐ περιγίνονται. Οἱ ἐχθροὶ πανταχοῦ περιῄεσαν δίκτυα ἁπλοῦντες, ἵνα λάβωσι καὶ ἐπαναγάγωσιν εἰς τὰς ἐκείνων χεῖρας. Εἶτα καὶ παρεκάλει, καὶ τῶν γονάτων ἥπτετο τῶν βασιλικῶν, κοινωνὸν τὸν ἄνδρα ποιοῦσα τοῦ θηράματος· καθάπερ ὁ Ἀβραὰμ τὴν Σάῤῥαν, οὕτως αὐτὴ τὸν ἄνδρα. Ἀπωλέσαμεν, φησί, τὸν ἱερέα, ἀλλ’ ἐπαναγάγωμεν. Οὐκ ἔστιν ἡμῖν οὐδεμία ἐλπὶς τῆς βασιλείας, ἐὰν μὴ ἐκεῖνον ἐπαναγάγωμεν. Ἀμήχανον ἐμὲ κοινωνῆσαί τινι τῶν ταῦτα ἐργασαμένων· δάκρυα ἐξαφιεῖσα, τὸν Θεὸν ἱκετεύουσα, πᾶσαν μηχανὴν ἐπιδεικνυμένη. Ἴστε καὶ ὑμεῖς μεθ’ ὅσης εὐνοίας ἡμᾶς ὑπεδέξατο, πῶς ἐνηγκαλίσατο ὡς οἰκεῖα μέλη, πῶς μεθ’ ὑμῶν ἔλεγε καὶ αὐτὴ σπουδάζειν. Οὐδὲ γὰρ ταῦτα τὰ ῥήματα ἔλαθε τὴν εὐγνωμοσύνην ὑμῶν, ὅτι ἀπεδέξασθε τὴν μητέρα τῶν Ἐκκλησιῶν, τὴν τροφὸν τῶν μοναζόντων, καὶ προστάτιν τῶν ἁγίων, τῶν πτωχῶν τὴν βακτηρίαν. Ὁ ἔπαινος ἐκείνης δόξα εἰς Θεὸν γίνεται, στέφανος τῶν ἐκκλησιῶν. Εἴπω θερμὸν αὐτῆς πόθον; Εἴπω φιλοτιμίαν τὴν περὶ ἐμέ; Ἐν ἑσπέρᾳ βαθείᾳ χθὲς ἀπέστειλε ταῦτα λέγουσα τὰ ῥήματα· Εἰπὲ πρὸς αὐτόν· ἡ εὐχὴ μου πεπλήρωται· ἀπῄτησα τὸ κατόρθωμα· ἐστεφανώθην μᾶλλον τοῦ διαδήματος· ἀπέλαβον τὸν ἱερέα, ἀπέδωκα τὴν κεφαλὴν τῷ σώματι, τὸν κυβερνήτην τῇ νηί, τὸν ποιμένα τῇ ποίμνῃ, τὸν νυμφίον τῇ παστάδι.

ε’. Κατῃσχύνθησαν οἱ μοιχοί. Ἐὰν ζήσω, ἐὰν ἀποθάνω, οὐκέτι μοι μέλει. Ἴδετε τοῦ πειρασμοῦ τὰ κατορθώματα. Τὶ ποιήσω, ἵνα ὑμῖν ἀξίαν ἀποδῷ τῆς ἀγάπης τὴν ἀμοιβήν; Ἀξίαν μὲν οὐ δύναμαι, ἣν δὲ ἔχω, δίδωμι. Ἀγαπῶ ἑτοίμως τὸ αἷμά μου ἐκχέειν ὑπὲρ τῆς ὑμετέρας σωτηρίας. Οὐδεὶς ἔχει τέκνα τοιαῦτα, οὐδεὶς ἀγέλην τοιαύτην, οὐδεὶς ἄρουραν οὕτως εὐθαλῆ. Οὐ χρεία μοι γεωργίας· ἐγὼ καθεύδω, καὶ οἱ στάχυες κομῶσιν. Οὐ χρεία μοι πόνου· ἐγὼ ἡσυχάζω, καὶ τὰ πρόβατα τῶν λύκων περιγίνονται. Τὶ ὑμᾶς καλέσω; Πρόβατα ἢ ποιμένας, ἢ κυβερνήτας, ἢ στρατιώτας καὶ στρατηγούς; Πάντα ὑμῖν ἐπαληθεύω τὰ ῥήματα. Ὅταν ἴδω τὴν εὐταξίαν, πρόβατα καλῶ· ὅταν ἴδω τὴν σοφίαν, κυβερνήτας ὀνομάζω· ὅταν ἴδω τὴν ἀνδρείαν καὶ τὴν εὐτονίαν, στρατιώτας καὶ στρατηγοὺς ὑμᾶς ἅπαντας λέγω. Ὣ πόνος, ὣ πρόνοια λαοῦ· ἠλάσατε τοὺς λύκους, καὶ οὐκ ἀμεριμνήσετε. Οἱ ναῦται οἱ μεθ’ ὑμῶν καθ’ ὑμῶν γεγόνασιν. Οἵτινες τὸν πόλεμον τῷ πλοίῳ κατεσκεύασαν. Βοᾶτε ἔξω τὴν κλῆρον, καὶ ἄλλον κλῆρον τῇ Ἐκκλησίᾳ. Τὶς χρεία βοῆς; Ἀπῆλθον, καὶ ἀπηλάθησαν, μηδενὸς διώκοντος ἐφυγαδεύθησαν. Οὐ κατηγορεῖ αὐτῶν ἄνθρωπος, ἀλλὰ τὸ συνειδός. «Εἰ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἄν». Οἱ μεθ’ ἡμῶν καθ’ ἡμῶν γεγόνασιν· οἱ μεθ’ ἡμῶν τὸ πλοῖον κυβερνῶντες, τὸ πλοῖον καταποντίσαι ἠθέλησαν. Ἐθαύμασα ὑμῶν τὴν σύνεσιν. Ταῦτα λέγω, οὐκ εἰς στάσιν ὑμᾶς ἀλείφων. Στάσις γὰρ τὰ ἐκείνων, τὰ δὲ ὑμετέρα ζῆλος. Οὐ γὰρ ἠξιώσατε αὐτοὺς ἀναιρεθῆναι, ἀλλὰ κωλυθῆναι τοῦτο καὶ ὑπὲρ ὑμῶν, καὶ ὑπὲρ τῆς Ἐκκλησίας, ἵνα μὴ πάλιν ὑποβρύχιος γένηται. Ἡ γὰρ ἀνδρεία ὑμῶν οὐκ ἀφῆκε γενέσθαι τὸν χειμῶνα, ἀλλ’ ἡ γνώμη ἐκείνων τὸ κλυδώνιον εἰργάσατο. Ἐγὼ δέ, οὐ τῷ τέλει, ἀλλὰ τῇ γνώμῃ ἐκείνων λογίζομαι. Ἄνθρωπος θυσιαστηρίῳ παρεστηκώς, δήμου τοσούτου ἐγκεχειρισμένος πρόνοιαν, ὀφείλων καταστέλλειν τὰ λυπηρά, ηὔξησας τὸν χειμῶνα, κατὰ σαυτοῦ τὸ ξίφος ἤλασας, τὰ τέκνα τὰ σὰ ἀναλώσας τῇ γνώμῃ, εἰ καὶ μὴ τῇ πείρᾳ. Ἀλλ’ ὁ Θεὸς ἐκώλυσεν. Ὥστε θαυμάζων ὑμᾶς καὶ ἐπαινῶ, ὅτι μετὰ τὸν πόλεμον καὶ τῆς εἰρήνης γενομένης σκοπεῖται, ὅπως ἂν τελεία γένηται εἰρήνη. Δεῖ γὰρ τὸν κυβερνήτην μετὰ τῶν ναυτῶν ὁμόνοιαν ἔχειν· ἐὰν γὰρ διαστασιάζωσι, καταποντίζεται τὸ σκάφος. Ὑμεῖς κατορθώσατε τὴν εἰρήνην μετὰ τὴν τοῦ Θεοῦ χάριν· ὑμᾶς κοινωνοὺς ποιήσομαι τῆς ἀσφαλείας. Χωρὶς ὑμῶν οὐδὲν ἐργάσομαι, εἶτα καὶ τῆς θεοφιλεστάτης Αὐγούστης. Καὶ γὰρ κἀκείνη φροντίζει καὶ μέριμνα καὶ πάμπολλα ποιεῖ, ὥστε τὸ φυτευθὲν μεῖναι βέβαιον, ὥστε τὴν Ἐκκλησίαν ἀκλυδώνιστον μεῖναι. Ἐπῄνεσα οὐκ καὶ ὑμῶν τὴν σύνεσιν, καὶ τῶν βασιλέων τὴν πρόνοιαν. Οὐ γὰρ οὕτως αὐτοῖς μέλει περὶ πολέμου, ὡς περὶ Ἐκκλησίας, οὐχ οὕτω περὶ πόλεως, ὡς περὶ Ἐκκλησίας. Παρακαλέσωμεν τὸν Θεόν, ἀξιώσωμεν ἐκείνην, παραμείνωμεν ταῖς εὐχαῖς· καὶ μή, ἐπειδὴ ἐλύθη τὰ δεινά, χαυνότεροι γενώμεθα. Διὰ τοῦτο ἕως τῆς σήμερον εὐχόμεθα λυθῆναι τὰ δεινά. Εὐχαριστήσωμεν τῷ Θεῷ, ὥσπερ τότε ἀνδρεῖοι, οὕτω καὶ σήμερον σπουδαῖοι. Ὑπὲρ δὲ τούτων ἁπάντων εὐχαριστήσωμεν τῷ Θεῷ, ᾧ ἡ δόξα καὶ τὸ κράτος ἅμα τῷ Υἱῷ σὺν τῷ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρὸς τὴν ἐπίλυσιν τῆς Χαναναίας. Ἐῤῥήθη μετὰ τὸ ὑποστρέψαι αὐτὸν ἐκ τῆς ἐξορίας.

α’. Πολὺς ὁ χειμών, ἀλλὰ τὴν προθυμίαν τῶν παραγενομένων οὐ διεκώλυσε· πολλοὶ οἱ πειρασμοί, ἀλλὰ τὸν πόθον ὑμῶν οὐκ ἐξέλυσαν. Οὐ παύεται ἡ Ἐκκλησία πολεμουμένη καὶ νικῶσα, ἐπιβουλευομένη καὶ περιγινομένη. Ὅσον ἄλλοι ἐπιβουλεύουσι, τοσοῦτον αὕτη αὔξεται· καὶ τὰ μὲν κύματα διαλύεται, ἡ δὲ πέτρα ἕστηκεν ἀκίνητος. Ἐν ἡμέρᾳ διδασκαλία, ἐν νυκτὶ παννυχίδες· ἡ ἡμέρα πρὸς τὴν νύκτα ἁμιλλᾶται· ἐκεῖ συνάξεις, καὶ ἐνταῦθα συνάξεις. Ἡ νὺξ τὴν ἀγορὰν ἐκκλησίαν ἐργάζεται· ἡ δὲ προθυμίᾳ πυρὸς σφοδρότερα. Οὐ δεῖσθε παραινέσεως, καὶ ἐπιδείκνυσθε τὴν σπουδήν. Τὶς οὐκ ἂν ἐκπλαγείη; Τὶς οὐκ ἂν θαυμάσειεν; Οὐ μόνον οἱ ὄντες οὐκ ἀπελείφθησαν, ἀλλὰ καὶ οἱ μὴ ὄντες προσεγένοντο. Τοιοῦτον τῶν πειρασμῶν τὸ κέρδος· καθάπερ γὰρ ὑετὸς εἰς τὴν γῆν κατιὼν διεγείρει τὰ σπέρματα, οὕτω καὶ ὁ πειρασμὸς εἰς τὴν ψυχὴν εἰσειὼν διεγείρει τὴν προθυμίαν. Λόγος ἐστὶ τοῦ Θεοῦ· ἀκίνητος ἡ Ἐκκλησία· «Πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς». Ὁ πολέμων ἑαυτὸν καταλύει, τὴν δὲ Ἐκκλησίαν ἰσχυροτέραν δείκνυσιν· ὁ πολέμων τὴν ἰσχὺν ἑαυτοῦ καταβάλλει, ἡμῶν δὲ λαμπρότερον ἐργάζεται τὸ τρόπαιον. Ὁ Ἰὼβ ἦν καλὸς καὶ πρὸ τούτου· μετὰ δὲ ταῦτα βελτίων ἐφάνη. Οὐχ οὕτω καλὸς ἦν, ὅτε ἀσινὴς ἦν τὸ σῶμα, ὡς καλὸς ἦν τῷ ἰχῶρι τῶν τραυμάτων ἐστεφανοῦντο. Μηδέποτε φοβηθῇς πειρασμόν, ἐὰν ψυχὴν παρεσκευασμένην ἔχῃς. Οὐ βλάπτει ἡ θλῖψις, ἀλλ’ ὑπομονὴν κατεργάζεται. Ὥσπερ γὰρ τὸ χρυσίον οὐ βλάπτει ἡ κάμινος, οὕτως οὐδὲ τὸν γενναῖον διαφθείρει ἡ θλῖψις. Τὶ ποιεῖ ἡ κάμινος τῷ χρυσίῳ; Καθαρὸν ἀποτελεῖ. Τὶ ἐργάζεται ἡ θλῖψις τῷ φέροντο; Τὴν ὑπομονήν. Ὑψηλότερον κατασκευάζει ῥαθυμίαν περικόπτει, συνάγει τὴν ψυχήν, σωφρονέστερον ποιεῖ τὸν λογισμόν. Ἐπήγαγον πειρασμόν, ἵνα τὰ πρόβατα ἀπελάσωσι, καὶ τὸ ἐναντίον ἐξέβη· εἰσήγαγε γὰρ ποιμένα.

Ἐν τίσι τὰ ἡμέτερα; Ἐν εὐδοκιμήσει. Ἐν τίσι τὰ ἐκείνων; Ἐν αἰσχύνῃ. Ποῦ εἰσι τὰ ἐκείνων; Οὐδὲ φαίνονται. Τὴν ἀγορὰν περιέρχομαι, καὶ οὐδένα βλέπω. Φύλλα ἦν, καὶ ἀνέμου φυσήσαντος ἐξέπεσεν· ἄχυρα ἦν, καὶ ἀνεῤῥιπίσθη, καὶ ὁ σῖτος ἐφάνη ὥριμος· μόλυβδος ἦν, καὶ ἐκτακῇ, καὶ τὸ χρυσίον διέμεινε καθαρόν. Τὶς αὐτοὺς ἐλαύνει; Οὐδείς· ἀλλὰ τὸ συνειδὸς πολέμιον ἔχουσι συνοικοῦντα μετὰ τὴν ἁμαρτίαν. Ἴσασι τὶ ἔπραξαν. Ἐπεὶ καὶ ὁ Κάϊν ἐβούλετο σφάξαι τὸν ἀδελφὸν αὐτοῦ· ἀλλ’ ὅτε ἐβούλετο σφάξαι, ἡ ἐπιθυμία ἤνθει· ἐπειδὴ δὲ τὴν ἁμαρτίαν εἰργάσατο, στένων καὶ τρέμων πανταχοῦ τῆς οἰκουμένης περιήρχετο. Οὔτε δέ, εἰ καὶ μὴ ἔσφαξαν τῇ πείρᾳ, ἀλλὰ ἔσφαξαν τῇ γνώμῃ. Ἡ σφαγὴ προεχώρησεν ὅσον κατὰ τὴν ἐκείνων πονηρίαν· ἡ δὲ ζωὴ συνεχωρήθη διὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν. Ταῦτα λέγω, τὴν προθυμίαν τὴν ὑμετέραν ἐπαλείφων, ἵνα μηδέποτε φοβηθῆτε πειρασμόν. Πέτρα εἶ; Μὴ φόβου τὰ κύματα· «Ἐπὶ γὰρ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς», φησί. Ποτέ ἔξωθεν οἱ πόλεμοι, ποτὲ ἔνδοθεν· ἀλλὰ οὐδεὶς καταποντίζει τὸ σκάφος.

β’. Ἀλλ’ ἵνα μὴ τὸν ἅπαντα καιρὸν εἰς τὰ ἐκείνων ἐγκλήματα ἀναλώσωμεν, παραδόντες ἑαυτοὺς τῷ φόβῳ τοῦ συνειδότος, καὶ τὸν δήμιον ἀφέντες ταλανίζειν αὐτῶν τὴν διάνοιαν καὶ τὸν λογισμὸν τῶν ἀκαίρων ἐπιθυμιῶν, ἀφέντες εἶναι φυγάδας, μηδενὸς ἐλαύνοντος, ἀφέντες εἶναι ἀτίμους, μηδενὸς αὐτοῖς πολεμοῦντος· ἡμεῖς τὴν συνήθη παραθήσωμεν τράπεζαν. Οὐδὲ γὰρ δίκαιον τὸν καιρὸν ἀναλῶσαι εἰς τὰ ἐγκλήματα τῶν ἐχθρῶν, καὶ τὰ παιδία λιμῷ τηκόμενα παριδεῖν. Χθὲς τοίνυν ὁ Παῦλος τὴν τράπεζαν ἡμῖν παρέθηκε, σήμερον ὁ Ματθαῖος· χθὲς ὁ σκηνοποιός, σήμερον ὁ τελώνης· χθὲς ὁ βλάσφημος, σήμερον ὁ ἅρπαξ· χθὲς ὁ διώκτης, σήμερον ὁ πλεονέκτης. Ἀλλ’ ὁ βλάσφημος οὐκ ἔμεινε βλάσφημος, ἀλλ’ ἐγένετο ἀπόστολος· καὶ ὁ ἅρπαξ οὐκ ἔμεινεν ἅρπαξ, ἀλλ’ ἐγένετο εὐαγγελιστής. Λέγω καὶ τὴν προτέραν κακίαν, καὶ τὴν μετὰ ταῦτα ἀρετήν, ἵνα μάθῃς ὅση τῆς μετανοίας ἡ ὠφέλεια, ἵνα μηδέποτέ σου τῆς σωτηρίας ἀπογνῷς. Οἱ διδάσκαλοι ἡμῶν ἀπὸ ἁμαρτίας ἔλαμπον πρὸ τούτου, ἀλλ’ ὕστερον ἔλαμψαν ἀπὸ δικαιοσύνης, τελώνης καὶ βλάσφημος, καὶ ἀκροθίνια τῆς πονηρίας. Τὶ γὰρ ἐστι τελώνιον; Ἁρπαγὴ ἔννομος, βία πεπαῤῥησιασμένη, ἀδικία νόμον ἔχουσα συνήγορον· λῃστῶν χαλεπώτερος ὁ τελώνης. Τὶ ἐστι τελώνιον; Βία νόμος εἰς συνηγορίαν προβαλλομένη, τὸν ἰατρὸν ἔχουσα δήμιον. Συνήκατε ὃ εἶπον; Οἱ νόμοι ἰατροὶ εἰσιν, ἔπειτα καὶ δήμιοι γίνονται· οὐ γὰρ λύουσι τὸ ἕλκος, ἀλλὰ αὔξουσι. Τὶ ἐστι τελώνιον; Ἀναίσχυντος ἁμαρτία, ἁρπαγὴ πρόφασιν οὐκ ἔχουσα, λῃστείας χαλεπώτερον. Ὁ λῃστὴς κἂν αἰσχύνεται κλέπτων· οὗτος δὲ παῤῥησιάζεται ἁρπάζων. Ἀλλ’ οὗτος ὁ τελώνης ἀθρόον εὐαγγελιστὴς ἐγένετο. Πῶς καὶ τίνι τρόπῳ; «Παράγων, φησίν, ὁ Ἰησοῦς, εἶδε Ματθαῖον ἐπὶ τὸ τελώνιον καθήμενον, καὶ λέγει αὐτοῦ· Ἀκολουθεῖ μοι». Ὣ λόγου δύναμις· εἰσῆλθε τὸ ἄγκιστρον, καὶ τὸν αἰχμάλωτον στρατιώτην ἐποίησε, τὸν πηλὸν χρυσὸν εἰργάσατο· εἰσῆλθε τὸ ἄγκιστρον, «Καὶ εὐθέως ἀναστὰς ἠκολούθησεν αὐτῷ». Εἰς τὸ βάθος ἦν τῆς πονηρίας, καὶ εἰς τὴν ἀψῖδα ἀνέβη τῆς ἀρετῆς. Μηδεὶς τοίνυν, ἀγαπητοί, ἀπογινωσκέτω τῆς ἑαυτοῦ σωτηρίας. Οὐκ ἔστι φύσεως τὰ τῆς πονηρίας· προαιρέσει τετιμήμεθα καὶ ἐλευθερίᾳ. Τελώνης εἶ; Δύνασαι γενέσθαι εὐαγγελιστής. Βλάσφημος εἶ; Δύνασαι γενέσθαι ἀπόστολος. Λῃστὴς εἶ; Δύνασαι παράδεισον συλῆσαι. Μάγος εἶ; Δύνασαι προσκυνῆσαι τὸν Δεσπότην. Οὐκ ἔστιν οὐδεμία κακία μετανοίᾳ μὴ λυομένη. Διὰ τοῦτο τὰ ἀκροθίνια τῆς πονηραῖς ἐξελέξατο ὁ Χριστός, ἵνα μηδεὶς πρὸς τὸ τέλος ἀποφυγεῖν ἔχοι.

γ’. Μὴ μοι λέγε, Ἀπωλόμην, καὶ τὶ λοιπόν; Μὴ μοι λέγε, Ἡμάρτηκα, καὶ τὶ ποιήσω; Ἰατρὸν ἔχεις ἀνώτερον τῆς ἀῤῥωστίας, ἰατρὸν ἔχεις νικῶντα τοῦ νοσήματος τὴν φύσιν, ἰατρὸν ἔχεις νεύματι θεραπεύοντα, ἰατρὸν ἔχεις θελήματι διορθούμενον, καὶ δυνάμενον καὶ βουλόμενον. Οὐκ ὄντα σε παρήγαγεν· ὄντα σε καὶ διαστραφέντα πολλῷ μᾶλλον διορθῶσαι δυνήσεται. Οὐκ ἤκουσας ὡς τὸ πρότερον ἔλαβε χοῦν ἀπὸ τῆς γῆς, καὶ ἔπλασε τὸν ἄνθρωπον; Πῶς τὴν γῆν σάρκα ἐποίησε; Πῶς νεῦρα; Πῶς ὀστέα; Πῶς δέρμα; Πῶς φλέβας; Πῶς ῥῖνα; Πῶς ὀφθαλμούς; Πῶς βλέφαρα; Πῶς ὀφρύν; Πῶς γλῶτταν; Πῶς θώρακα; Πῶς χεῖρας; Πῶς πόδας; Πῶς τὰ ἀλλὰ πάντα; Γῆ ἦν τὸ ὑποκείμενον, μία οὐσία· καὶ εἰσῆλθεν ἡ τέχνη, καὶ ποικίλην εἰργάσατο τὴν δημιουργίαν. Μὴ δύνασαι τὸν τρόπον εἰπεῖν καθ’ ὅνπερ ἐδημιουργήθης; Οὕτως οὐδὲ τὸν τρόπον δύνασαι εἰπεῖν καθ’ ὃν καθαίρεται τὰ ἁμαρτήματα. Εἰ γὰρ τὸ πῦρ ἐμπῖπτον εἰς τὰς ἀκάνθας, ἀναλίσκει αὐτάς, πολλῷ μᾶλλον τὸ βούλημα τοῦ Θεοῦ τὰ πλημμελήματα ἡμῶν δαπανᾷ καὶ προῤῥιζα ἀνασπᾶ, καὶ τοῦ μὴ ἡμαρτηκότος τὸν ἡμαρτηκότα ὅμοιον κατασκευάζει. Μὴ ζητεῖ τὸν τρόπον, μὴ περιεργάζου τὸ γινόμενον, ἀλλὰ πίστευε τῷ θαύματι. Ἡμάρτηκα, λέγεις, πολλὰ καὶ μεγάλα. Καὶ τὶς ἐστιν ἀναμάρτητος; Ἀλλὰ ἐγὼ χαλεπά, φησί, καὶ μεγάλα καὶ ὑπὲρ πάντα ἄνθρωπον. Ἀρκεῖ σοι, εἰς θυσίαν τοῦτο· «Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς». Ἐπίγνωθι ὅτι ἥμαρτες, καὶ ἀρχὴ σοι διορθώσεως τοῦτο γενήσεται. Στύγνασον, γενοῦ κατηφής, ἔκχεε δάκρυα. Μὴ γὰρ ἄλλο τι ἐξέχεεν ἡ πόρνη; Οὐδὲν ἕτερον, ἢ δάκρυα καὶ μετάνοιαν· ἔλαβε χειραγωγὸν τὴν μετάνοιαν, καὶ προσῆλθε τῇ πηγῇ.

δ’. Τὶ δὲ φησὶν ὁ τελώνης καὶ ὁ εὐαγγελιστής, ἀκούσωμεν. «Καὶ ἐξελθὼν ὁ Ἰησοῦς ἐκεῖθεν, ἦλθεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος· καὶ ἰδοὺ γυνή». Θαυμάζει ὁ εὐαγγελιστής· «Ἰδοὺ γυνή», τὸ παλαιὸν ὅπλον τοῦ διαβόλου, ἡ τοῦ παραδείσου με ἐκβαλοῦσα, ἡ μήτηρ τῆς ἁμαρτίας, ἡ ἀρχηγὸς τῆς παραβάσεως, αὕτη ἐκείνη ἡ γυνὴ ἔρχεται, αὕτη ἡ φύσις· καινὸν θαῦμα καὶ παράδοξον· Ἰουδαῖοι φεύγουσι, καὶ ἡ γυνὴ καταδιώκει. «Καὶ ἰδοὺ γυνὴ ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα, παρεκάλει αὐτὸν λέγουσα· Κύριε, υἱὲ Δαυΐδ, ἐλέησόν με». Εὐαγγελίστρια γίνεται ἡ γυνή, καὶ τὴν θεότητα καὶ τὴν οἰκονομίαν ὁμολογεῖ· «Κύριε», τὴν δεσποτείαν· «Υἱὲ Δαυΐδ», τῆς σαρκὸς τὴν ἀνάληψιν. «Ἐλέησόν με». Ὅρα φιλόσοφον ψυχήν. «Ἐλέησόν με»· οὐκ ἔχω κατορθώματα βίου, οὐκ ἔχω παῤῥησίαν πολιτείας· ἐπὶ ἔλεον καταφεύγω, ἐπὶ τὸν κοινὸν τῶν ἡμαρτηκότων λιμένα· ἐπὶ ἔλεον καταφεύγω, ὅπου δικαστήριον οὐκ ἔστιν, ὅπου ἀνεξέταστος ἡ σωτηρία· καίτοι οὕτω πονηρὰ οὖσα καὶ παράνομος, ἐτόλμησε προσελθεῖν. Καὶ ὅρα γυναικὸς φιλοσοφίαν· οὐ παρακαλεῖ Ἰάκωβον, οὐ δέεται Ἰωάννου, οὐδὲ προσέρχεται Πέτρῳ, οὐδὲ διέτεμε τὸν χορόν. Οὐκ ἔχω μεσίτου χρείαν, ἀλλὰ λαβοῦσα τὴν μετάνοιαν συνήγορον, αὐτῇ τῇ πηγῇ προσέρχομαι. Διὰ τοῦτο κατέβη, διὰ τοῦτο σάρκα ἀνέλαβεν, ἵνα κἀγὼ αὐτῷ διαλεχθῶ. Ἄνω τὰ Χερουβὶμ αὐτὸν τρέμει, καὶ κάτω πόρνη αὐτῷ διαλέγεται. «Ἐλέησόν με». Ψιλὸν τὸ ῥῆμα, καὶ πέλαγος ἀχανὲς σωτηρίας εὑρίσκει. «Ἐλέησόν με»» ἴδα τοῦτο παρεγένου, διὰ τοῦτο σάρκα ἀνέλαβες, διὰ τοῦτο ἐγένου ὅπερ ἐγὼ εἰμι. Ἄνω τρόμος, καὶ κάτω παῤῥησία. «Ἐλέησόν με»· οὐ χρείαν ἔχω μεσίτου, «Ἐλέησόν με». Τὶ ἔχεις; Ἔλεον ζητῶ. Τὶ πάσχεις; «Ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται»· ἡ φύσις βασανίζεται ἡ συμπάθεια γυμνάζεται. Ἐξῆλθε συνήγορος τοῦ θυγατρίου· οὐ φέρει τὴν νοσοῦσαν, ἀλλὰ φέρει τὴν πίστιν· Θεὸς ἐστι, καὶ τὰ πάντα βλέπει. «Ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται». Πένθος χαλεπόν· τὸ κέντρον τῆς φύσεως τὴν μήτραν διέσχισε, τὸ κλυδώνιον ἐν τοῖς σπλάγχνοις. Τὶ ποιήσω; Ἀπόλλυμαι. Καὶ διὰ τὶ μὴ λέγεις, Ἐλέησον τὴν θυγατέρα μου, ἀλλὰ «Ἐλέησόν με»; Ἐκείνη ἐν ἀναισθησίᾳ ἔχει τὸ πάθος, οὐκ οἶδε τὶ πάσχει, οὐκ αἰσθάνεται τῆς ὀδύνης, παραπέτασμα τῆς συμφορᾶς ἔχουσα τὸ ἀνώδυνον, μᾶλλον δὲ τὸ ἀναίσθητον. Ἐμὲ δὲ ἐλέησον τὴν θεωρὸν τῶν καθημερινῶν κακῶν· θέατρον ἔχω συμφορᾶς ἐν τῇ οἰκίᾳ. Ποῦ ἀπέλθω; Εἰς τὴν ἔρημον; Ἀλλ’ οὐ τολμῶ αὐτὴν καταλιπεῖν μόνην. Ἀλλὰ εἰς τὴν οἰκίαν; Ἀλλ’ εὑρίσκω τὸν πολέμιον ἔνδον, τὰ κύματα ἐν τῷ λιμένα, θέατρον συμφορᾶς. Τὶ αὐτὴν καλέσω; Νεκράν; Ἀλλὰ κινεῖται. Ἀλλὰ ζῶσαν; Ἀλλ’ οὐκ οἶδε τὶ ποιεῖ. Οὐκ οἶδα εὑρεῖν ὄνομα ἑρμηνεῦον τὸ πάθος. «Ἐλέησόν με». Εἰ ἐτεθνήκει τὸ θυγάτριον, οὐκ ἂν τοιαῦτα ἔπασχον· παρέδωκα ἂν τοῖς κόλποις τῆς γῆς τὸ σῶμα, καὶ τῷ χρόνῳ τὴν λήθην ἂν εἰσήγαγον, καὶ διεφόρησα ἂν τὸ ἕλκος ·νῦν δὲ νεκρὸν ἔχω διηνεκῆ θεωρίαν μοι ἐργαζόμενον, ὑφαίνοντά μοι τὸ τραῦμα, πλεονάζοντά μοι τὸ πάθος. Πῶς ἴδω ὀφθαλμοὺς διαστρεφομένους; Χεῖρας στραγγαλουμένας; Πλοκάμους λυομένους; Ἄφρον προιέμενον; Τὸν δήμιον ἔνδον ὄντα καὶ μὴ φαινόμενον; Τὸν μαστίζοντα μὴ ὁρώμενον, τὰς δὲ μάστιγας φαινομένας; Ἕστηκα θεωρὸς τῶν ἀλλοτρίων κακῶν, ἕστηκα τῆς φύσεώς με κεντριζούσης· «Ἐλέησόν με». Χαλεπὸν τὸ κλυδώνιον, πάθος καὶ φόβος· πάθος φύσεως, καὶ φόβος δαίμονος. Προσελθεῖν οὐ δύναμαι, οὐδὲ κατασχεῖν. Ὠθεῖ με τὸ πάθος, καὶ διακρούεταί με ὁ φόβος. «Ἐλέησόν με».

ε’. Ἐννόησον γυναικὸς φιλοσοφίαν. Οὐκ ἀπῆλθε πρὸς μάγους, οὐκ ἐκάλεσε μάντεις, οὐ περίαπτα ἐποίησεν,

Οὐ μαγγανευτρίας γυναῖκας ἐμισθώσατο, ταύτας τὰς γοητευούσας δαίμονας καὶ αὐξούσας τὸ ἕλκος· ἀλλ’ ἀφῆκε τοῦ διαβόλου τὸ ἐργαστήριον, καὶ ἔρχεται ἐπὶ τὸν Σωτῆρα τῶν ψυχῶν τῶν ἡμετέρων. «Ἐλέησόν με· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται». Ἴστε τὸ πάθος, ὅσοι πατέρες ἐγένεσθε· βοηθήσατέ μου τῷ λόγῳ, ὅσαι μητέρες ἐγένεσθε. Οὐ δύναμαι ἑρμηνεῦσαι τὸν χειμῶνα, ὃν ὑπέμεινε τὸ γύναιον. «Ἐλέησόν με· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται». Εἶδες τὴν φιλοσοφίαν τῆς γυναικός; Εἶδες τὴν καρτερίαν; Τὴν ἀνδρείαν; Τὴν ὑπομονήν; «Ὁ δὲ οὐκ ἀπεκρίνατο αὐτῇ λόγον». Καινὰ πράγματα. Παρακαλεῖ, δέεται, κλαίει τὴν συμφοράν, αὔξει τὴν τραγῳδίαν, διηγεῖται τὸ πάθος· καὶ ὁ φιλάνθρωπος οὐκ ἀποκρίνεται· ὁ Λόγος σιώπα, ἡ πηγὴ κλείεται, ὁ ἰατρὸς τὰ φάρμακα συστέλλει. Τὶ τὸ καινόν; Τὶ τὸ παράδοξον; Ἄλλοις ἐπιτρεῖς, καὶ ταύτην ἐπιτρέχουσαν ἐλαύνεις; Ἀλλ’ ἐννόησον τοῦ ἰατροῦ τὴν φιλοσοφίαν. «Ὁ δὲ οὐκ ἀπεκρίνατο αὐτῇ λόγον». Τίνος ἕνεκα; Ὅτι οὐ τὰ ῥήματα ἐξήταζεν, ἀλλὰ τὰ ἀπόῤῥητα τῆς διανοίας κατεμάνθανεν. «Ὁ δὲ οὐκ ἀπεκρίνατο αὐτῇ λόγον». Τὶ δὲ οἱ μαθηταί; Ἐπειδὴ οὐκ ἔτυχεν ἡ γυνὴ ἀποκρίσεως, προσελθόντες αὐτῷ λέγουσιν· «Ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν». Ἀλλὰ σὺ τῆς ἔξωθεν ἀκούεις κραυγῆς, ἐγὼ δὲ τῆς ἔνδοθεν· μεγάλη ἡ φωνὴ τοῦ στόματος, ἀλλὰ μείζων ἡ τῆς διανοίας. «Ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν»· ἄλλος δὲ λέγει εὐαγγελιστής. «Ἔμπροσθεν ἡμῶν». Ἐναντία τὰ εἰρημένα, ἀλλ’ οὐ ψευδῆ· ἀμφότερα γὰρ ἐποίει. Πρότερον γὰρ ὄπισθεν ἔκραζεν· ὅτε δὲ οὐκ ἀπεκρίθη, ἦλθεν ἔμπροσθεν, καθάπερ κύων λείχων τοὺς πόδας τοῦ κυρίου αὐτοῦ. «Ἀπόλυσον αὐτήν»· θέατρον περιέστησε, δῆμον συνήγαγε· τὴν ὀδύνην ἐθεώρουν τὴν ἀνθρωπίνην ἐκεῖνοι, ὁ δὲ Δεσπότης τὴν φιλανθρωπίαν, καὶ τὴν σωτηρίαν τῆς γυναικός. «Ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν». Τὶ οὖν ὁ Χριστός; «Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ». Ὅτε ἀπεκρίνατο, χεῖρον αὐτῆς ἐποίησε τὸ ἕλκος· ἰατρὸς γὰρ ἦν τέμνων, οὐχ ἵνα διέλη, ἀλλ’ ἵνα συνάψῃ.

Ϛ’. Ἐνταῦθα προσέχετέ μοι μετὰ ἀκριβείας, καὶ συντείνατέ μοι τὴν διάνοιαν. Ζήτημα γὰρ βαθὺ ἀνερευνῆσαι βούλομαι. «Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ». Τοῦτο ὅλον; Διὰ τοῦτο ἄνθρωπος ἐγένου, σάρκα ἀνέλαβες, οἰκονομίας τοσαύτας εἰργάσω, ἵνα μίαν γωνίαν σώσῃς, καὶ ταύτην ἀπολλυμένην; Ἡ δὲ οἰκουμένη πᾶσα ἔρημος, Σκύθαι, Θράκες, Ἰνδοί, Μαῦροι, Κίλικες, Καππάδοκες, Σύροι, Φοίνικες, ὅσην ὁ ἥλιος ἐφορᾷ γῆν; Διὰ Ἰουδαίους μόνους ἦλθες, τὰ δὲ ἔθνη ἐν ἐρημίᾳ ὑπερορᾷς; Καὶ περιορᾷς κνίσσαν; Περιορᾷς καπνόν; Περιορᾷς τὸν Πατέρα σου ὑβριζόμενον; Εἴδωλα προσκυνούμενα; Δαίμονας θεραπευομένους; Καίτοι οἱ προφῆται οὐ ταῦτα λέγουσιν, ἀλλ’ ὁ προγονὸς σοῦ ὁ κατὰ σάρκα τὶ φησιν; «Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς». Ἠσαΐας δὲ ὁ τῶν Σεραφὶμ θεωρός· «Καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαί, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ’ αὐτῶν ἔθνη ἐλπιοῦσι». Καὶ Ἰακώβ· «Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως οὗ ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν». Καὶ Μαλαχίας· «Διότι ἐν ὑμῖν συγκλεισθήσονται πύλαι χαλκαῖ, καὶ οὐκ ἀλλάξονται τὸ προκείμενον, ὅτι ἀπὸ ἀνατολῶν καὶ μέχρι δυσμῶν ἡλίου τὸ ὄνομά σου δοξάζεται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ Κυρίῳ, καὶ θυσία καθαρά». Καὶ Δαυῒδ πάλιν· «Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ ἐν φωνὴ ἀγαλλιάσεως· ὅτι Κύριος ὕψιστος, φοβερός, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. Ἀνέβη Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνὴ σάλπιγγος». Καὶ ἄλλος· «Εὐφράνθητε ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ». Καὶ σὺ αὐτὸς ἐλθὼν οὐ μάγους εὐθέως ἐκάλεσας, τὴν ἀκρόπολιν τῶν ἐθνῶν; Τὴν τυραννίδα τοῦ διαβόλου; Τὴν δύναμιν τῶν δαιμόνων; Οὐ καταβὰς προφήτας αὐτοὺς ἐποίησας; Σὺ μάγους καλεῖς· οἱ προφῆται περὶ ἐθνῶν λέγουσιν. Ἀναστὰς ἀπὸ τοῦ ᾅδου λέγεις τοῖς μαθηταῖς· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος»· καὶ ὅτε ἦλθεν ἡ ἀθλίᾳ, ἡ ταλαίπωρος, ὑπὲρ θυγατρὸς παρακαλοῦσα, συμφορὰν δεομένη λῦσαι, τότε λέγεις· «Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ»; Καὶ ὅτε μὲν ἑκατόνταρχος προσῆλθε, λέγεις· «Ἐγὼ ἐλθὼν ἰάσομαι αὐτόν»· ὅτε ὁ λῃστής, «Σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ»· ὅτε ὁ παραλυτικός, «Ἐγερθεὶς ἆρόν σου τὴν κλίνην, καὶ ὕπαγε»· ὅτε ὁ Λάζαρος, «Λάζαρε, δεῦρο ἔξω», καὶ ἐξῆλθε τετραήμερος. Λεπροὺς καθαίρεις, νεκροὺς ἐγείρεις, παραλυτικὸν σφίγγεις, τυφλοὺς θεραπεύεις, λῃστὰς σῴζεις, πόρνην παρθένου σωφρονεστέραν ποιεῖς, καὶ ταύτῃ οὐδὲν ἀποκρίνῃ; Τὸ τὶ καινόν; Τὶ τὸ ξένον; Τὶ τὸ παράδοξον;

ζ’. Προσέχετε ἀκριβῶς, ἵνα μάθητε γυναικὸς ἀνδρείαν καὶ Δεσπότου σοφίαν καὶ κηδεμονίαν, ἵνα μάθητε μέλλησιν κέρδος ἔχουσαν, ἵνα μάθητε παραίτησιν πλοῦτον παρεχομένην· ἵνα κἂν εὔξῃ καὶ σύ, καὶ μὴ λάβῃς, μηδέποτε ἀποστῇς. Πρόσεχε καὶ συντεῖνον σεαυτόν. Ὅτε τῆς Αἰγυπτιακῆς ἀπηλλάγης Ἰουδαῖοι τυραννίδος, καὶ τοῦ Φαραὼ τὰς χεῖρας ἀποφυγόντες ἐπὶ τὴν ἔρημον ἤεσαν, καὶ ἔμελλον εἰσιέναι τὴν Χαναναίων γῆν, τῶν εἰδωλομανῶν καὶ ἀσεβῶν ἀνθρώπων, προσκυνούντων λίθους, θεραπευόντων ξύλα, πολλὴν ἀσέβειαν ἐπιδεικνυμένων, δέδωκεν αὐτοῖς ὁ Θεὸς τὸν νόμον τοῦτον, λέγων· Μὴ λάβῃς παρὰ τῶν υἱῶν εἰς γαμβρούς, μηδὲ δῷς τὴν θυγατέρα σου νύμφην αὐτοῖς. Μὴ μετάδως αὐτοῖς χρυσίον, μήτε τραπέζης κοινωνίαν, μηδὲ συνουσίαν, μηδὲ ἄλλου μηδενὸς τῶν τοιούτων, ὅτι παράνομα τὰ ἔθνη, εἰς ἃ εἰσάγω σε κληρονομῆσαι αὐτῶν. Τοῦτο οὖν αὐτοῖς ὁ νόμος μονονουχὶ ἐνετέλλετο· Μὴ ἀγοράσῃς, μὴ πώλησης, μὴ γάμος ἐπιτέλεσης, μηδὲ συμβόλαια, ἀλλ’ ἕσο, εἰ καὶ τῷ τόπῳ ἐγγύς, ἀλλὰ τῷ τρόπῳ κεχωρισμένος. Μηδὲν σοι κοινὸν πρὸς αὐτούς, μὴ συναλλάγματα, μὴ πράσεις, μὴ ἀγορασίαι, μὴ ἐπιγαμίαι, μὴ ἐπιγαμβρίαι, ἵνα μὴ τῆς συγγενείας ἡ ἀνάγκη εἰς ἀσέβειάν σε ἐξολισθῆσαι παρασκευάσῃ, ἵνα μὴ τὸ δοῦναι καὶ τὸ λαβεῖν ποιῇ σε φίλον αὐτῶν· ἀλλ’ ἐχθρὸς ἀεὶ ἕσο αὐτοῖς. Μηδὲν σοὶ καὶ Χαναναίοις· μὴ χρυσὸν αὐτῶν λάβῃς, μηδὲ ἀργύριον, μὴ ἱματισμόν, μὴ θυγατέρα, μὴ υἱόν, μὴ ἄλλο τι τῶν τοιούτων μηδέν· ἀλλ’ αὐτὸς καθ’ ἑαυτὸν ἕσο. Γλῶτταν ἔχεις χωρίζουσάν σε, καὶ νόμον σοι ἔδωκα· διὰ τοῦτο καὶ ὁ νόμος φραγμὸς λέγεται. Ὥσπερ γὰρ ἀμπελῶνι φραγμὸς περίκειται, οὕτω καὶ τοῖς Ἰουδαίοις ὁ νόμος, ἵνα μὴ ὑπερβάντες ἀναμιγῶσι τοῖς Χαναναίοις. Ἦσαν γὰρ παρ’ αὐτοῖς παράνομοι ἐπιμιξίαι, διεφθαρμένοι τῆς φύσεως οἱ νόμοι, εἴδωλα προσκυνούμενα, ξύλα θεραπευόμενα, Θεὸς ὑβριζόμενος, τέκνα σφαττόμενα, πατέρες ἐμπτυόμενοι, μητέρες ἀτιμαζόμεναι, πάντα ἠλλοίωτο, πάντα ἀνατέτραπτο, δαιμόνων ζωὴν ἔζων. Διὰ τοῦτο οὐδέποτε συναλλάγματα ἐποίουν οὐ συμβόλαια, οὐ πράσεις μετ’ ἐκείνων· ἀλλ’ ὁ νόμος ἐπὶ τοῖς μεγίστοις κείμενος, εἶργε μετ’ ἀλλήλων τοὺς γάμους, τὰ συμβόλαια, τὰς ἐπιγαμβρίας· οὐδὲν κοινὸν πρὸς ἐκείνους εἶχον. Ἀπειρημένον οὖν ἦν τῷ νόμῳ τὸ συναλλάξαι Χαναναίοις, τὸ χρυσίον μεταδοῦναι, ἢ ἕτερόν τι, ἵνα μὴ τῆς φιλίας ἡ ὑπόθεσις ἀσεβείας ἀφορμὴ γένηται· ὁ νόμος περιέκειτο ἀντὶ φραγμοῦ· «Ἀμπελῶνα, φησίν, ἐφύτευσα, καὶ φραγμὸν περιέθηκα», τουτέστι νόμον, οὐχὶ ἀπὸ ἀκανθῶν, ἀλλ’ ἀπὸ ἐντολῶν, τειχίζοντα καὶ ἀπείργοντα αὐτούς. Ἀπειρημένοι οὖν οἱ Χαναναῖοι, βδελυροί, ἀσεβεῖς, ἐναγεῖς, μιαροί, ἀκάθαρτοι· διὸ καὶ οὐδὲ ἀκοῦσαι αὐτῶν ἠνείχοντο οἱ Ἰουδαῖοι τὸν νόμον πληροῦντες αὐτὸν λοιπόν. Ἐπεὶ οὖν αὕτη ἡ γυνὴ ἀπὸ τῶν Χαναναίων ἦν· «Ἰδοὺ γὰρ γυνή, φύσιν, ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα»· ἐπεὶ οὖν αὕτη ἡ γυνὴ ἀπὸ τῶν Χαναναίων ἦν, προσῆλθε δὲ τῷ Χριστῷ, διὰ τοῦτο ἔλεγε, «Τὶς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας», εἰ παρέβην τὸν νόμον; Ἐπειδὴ γὰρ ἄνθρωπος ἦν, καὶ τὰ ἀνθρώπινα ἐπεδείκνυτο.

η’. Λοιπὸν προσέχετε μετὰ ἀκριβείας τῷ λόγῳ. Ἐπειδὴ ἡ γυνὴ Χαναναία ἦν, καὶ τῶν ὁρίων ἐκείνων, ἔνθα καὶ λύσσαι, καὶ μανίᾳ, καὶ ἀσέβεια, ἔνθα διαβόλου τυραννίς, καὶ δαιμόνων βακχεῖαι, καὶ φύσις πατουμένη, καὶ εἰς ἀλόγων ἀλογίας κατηνέχθησαν, εἰς δαιμόνων μανίας, ἐπέταττε δὲ καὶ ὁ νόμος, Μηδὲν σοὶ καὶ Χαναναῖοι, μὴ δῷς, μὴ λάβῃς παρ’ ἐκείνων, μὴ γυναῖκα λάβῃς, μὴ υἱὸν λάβῃς, μὴ συμβόλαια ποιήσῃς, μὴ συναλλάγματα· διὰ τοῦτο δὲ φραγμὸν περιέθηκα· ἐλθὼν δὲ ὁ Χριστός, καὶ τὰ τῶν ἀνθρώπων ἀναλαβὼν ὅπλα, αὔθωρον περιετμήθη, θυσίας προσήνεγκε, προσφοράς, τὰ ἀλλὰ πάντα, ἔμελλε δὲ λύειν τὸν νόμον· ἵνα μὴ λέγωσιν, ὅτι ἀτονήσας πληρῶσαι αὐτόν, διὰ τοῦτο ἔλυσε, πρότερον αὐτὸν πληροῖ, καὶ τότε λύει, ἵνα μὴ νομίσῃς ὅτι ἀτονεῖ, ἀλλὰ πληροῖ πάντα κατὰ τὸ ἔθος. Διὰ τοῦτο βοᾷ καὶ λέγει, «Τὶς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας»; Ἐπεὶ οὖν καὶ τοῦτο νόμιμον ἦν, τὸ μηδὲν οἶνον ἔχειν μετὰ Χαναναίων, ἵνα μὴ ἄρξωνται ἐγκαλεῖν αὐτῷ οἱ Ἰουδαῖοι καὶ λέγειν, Διὰ τοῦτο οὐκ ἐπιστεύσαμέν σοι· παράνομος γὰρ ἧς, ἔλυσας τὸν νόμον· ἀπῆλθες εἰς τὴν Χαναναίων χώραν, Χαναναίοις ἀνεμίγης, τοῦ νόμου λέγοντος· Μὴ ἀναμιγῆς· διὰ τοῦτο αὐτῇ οὐδὲν λαλεῖ τέως. Πρόσεχε πῶς πληροῖ τὸν νόμον, καὶ οὐ προδίδωσι τὴν σωτηρίαν· καὶ Ἰουδαίους ἐπιστομίζει, καὶ ταύτην ἀνακτᾶται. «Ὁ δὲ οὐκ ἀπεκρίνατο, φησίν, αὐτῇ λόγον». Μὴ μοι προφάσεις εἴπῃς. Ἴδε, οὐ λαλῶ· ἴδε, οὐ διαλέγομαι· ἴδε συμφορά, καὶ τὸ ἐμαυτοῦ οὐκ ἐπιδείκνυμι· ἴδε ναυάγιον, καὶ ὁ κυβερνήτης οὐκ ἀναλύω τὸν χειμῶνα διὰ τὴν ὑμετέραν ἀγνωμοσύνην, ἵνα μὴ ἔχετε πρόφασιν. Ἴδε, γυνὴ θέατρόν μοι περιέστηκε, καὶ οὔπω λαμβάνει ἀπόκρισιν, ἵνα μὴ λέγητε, ὅτι Ἐπέδωκας σεαυτὸν Χαναναίοις, καὶ παρέβης τὸν νόμον, καὶ ταύτην πρόφασιν ἔχομεν τοῦ μὴ πιστεῦσαί σοι. Σκόπει πῶς διὰ τοῦτο οὐκ ἀπεκρίνατο τῇ γυναικί, ἵνα ἀποκριθῇ Ἰουδαίοις· ἡ πρὸς τὴν γυναῖκα σιγή, φωνὴ ἀγνωμοσύνης τοῖς Ἰουδαίοις ἐγίνετο.

θ’. Ταῦτα δὲ ἐποίει οὐ πρὸς τὴν οἰκείαν ἀξίαν, ἀλλὰ πρὸς τὴν ἐκείνων συγκαταβαίνων ἀσθένειαν. Καὶ γὰρ ὅτε τὸν λεπρὸν ἐκαθάρισε, λέγε· «Ἄπελθε, προσένεγκε τὸ δῶρον, ὃ προσέταξε Μωϋσῆς». Σὺ ἐκάθαρας, καὶ πέμπεις αὐτὸν εἰς τὸν νόμον Μωϋσέως; Ναί. Διὰ τί; Διὰ τοὺς Ἰουδαίους, ἵνα μὴ ἄρξωνται ἐγκαλεῖν, ὅτι παρέβην τὸν νόμον. Διὰ τοῦτο καὶ ὅτε ἐθεράπευσε τὸν λεπρόν, ξένως ἐθεράπευσεν αὐτόν· καὶ ἄκουε πῶς· «Καὶ ἰδοὺ λεπρὸς προσελθὼν παρεκάλει αὐτὸν λέγων, Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι· καὶ ἐκτείνας τὴν χεῖρα αὐτοῦ, ἥψατο αὐτοῦ λέγων· Θέλω, καθαρίσθητι». Ἐν τῷ νόμῳ οὐκ ἐχρῆν ἅπτεσθαι λεπροῦ. Ὅτε οὖν ἦλθε Νεαιμὰν ὁ στρατηλάτης πρὸς Ἐλισσαῖον τὸν προφήτην λέπρᾳ κατεχόμενος, λέγει αὐτῷ ὁ μαθητής, Ἰδοὺ λεπρὸς στρατηλάτης ἔξω. Ὁ δὲ πέμπει τὸν μαθητὴν ἐξελθεῖν καὶ εἰπεῖν αὐτῷ, «Ἄπελθε, λοῦσαι εἰς τὸν Ἰορδάνην». Καὶ οὐκ ἐτόλμησεν ἐξελθεῖν αὐτὸς καὶ ἰδεῖν τὸν λεπρόν, καὶ ἅψασθαι αὐτοῦ. Ἐπεὶ οὖν ἐκαθάρισεν ὁ Ἐλισσαῖος λεπρόν, ἵνα μὴ λέγωσιν οἱ Ἰουδαῖοι, ὅτι ὁμοίως Ἐλισσαίῳ ἐκάθαρε, διὰ τοῦτο ἐκεῖνος μὲν οὐ τολμᾷ ἅψασθαι, οὗτος δὲ ἅπτεται, καὶ λέγει, «Θέλω, καθαρίσθητι· καὶ ἐκτείνας τὴν χεῖρα αὐτοῦ, ἥψατο τοῦ λεπροῦ». Διὰ τὶ ἥψατο; Ἵνα σε διδάξῃ ὅτι οὐκ ἔστι δοῦλος ὑποκείμενος νόμῳ, ἀλλὰ Δεσπότης ἐπικείμενος τῷ νόμῳ. Πῶς οὖν ἐτήρησε τὸν νόμον; Τῷ εἰπεῖν, «Θέλω καθαρίσθητι», καὶ μὴ εὐθέως αὐτοῦ ἅψασθαι. Προέλαβεν ὁ λόγος, ἐδραπέτευσε τὸ νόσημα, εἶτα ἥψατο τοῦ ἀκαθάρτου, καὶ εἶπε, «Θέλω, καθαρίσθητι». Πῶς; «Εὐθέως ἐκαθαρίσθη». Οὐχ εὑρίσκει ὁ εὐαγγελιστὴς εἰπεῖν (καὶ γὰρ τὸ εὐθέως βραδὺ ἐστι), οὐχ εὑρίσκει λόγον ἰσόῤῥοπον τῷ τάχει τῆς ἐνεργείας. «Εὐθέως»· πῶς; Ἅμα ἐξέβη ὁ λόγος, καὶ ἐδραπέτευσε τὸ νόσημα, ἐφυγαδεύθη ἡ λέπρα, λοιπὸν καθαρὸς ὁ λεπρός. Διὰ τοῦτο λέγει· «Ὕπαγε, σεαυτὸν δεῖξον τῷ ἱερεῖ, καὶ προσένεγκε τὸ δῶρον, ὃ προσέταξε Μωϋσῆς, εἰς μαρτύριον αὐτοῖς». Τισί; Τοῖς Ἰουδαίοις, ἵνα μὴ λέγωσι ὅτι παραβαίνω τὸν νόμον. Ἐγὼ ἐθεράπευσα, καὶ λέγω, «Προσένεγκε» τὸ δῶρον τοῦ νόμου, ἵνα ἐκείνῃ τῇ ἡμέρᾳ ὁ λεπρὸς αὐτῶν κατηγορήσῃ λέγων, Ἐμοὶ προσέταξε δῶρον κατὰ νόμον προσενεγκεῖν. Καὶ ὥσπερ πολλὰ ἕνεκεν Ἰουδαίων ἐποίει ὁ Χριστός, ἀναπολογήτους αὐτοὺς εἰς πάντα ποιῶν, οὕτω καὶ ἐνταῦθα. «Ἐλέησόν με, ὅτι ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. Ὁ δὲ οὐκ ἀπεκρίνατο αὐτῇ λόγον. Προσελθόντες δὲ οἱ μαθηταὶ αὐτοῦ, λέγουσιν, Ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν». Τὶ οὖν αὐτός; «Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ»· ἵνα μὴ λέγωσιν Ἰουδαῖοι, ὅτι Ἀφῆκας ἡμᾶς, καὶ ἀπῆλθες ἔξω, καὶ διὰ τοῦτό σοι οὐκ ἐπιστεύσαμεν. Ἰδού, φησί, καὶ ἀπὸ ἐθνῶν ἔρχονται, καὶ οὐ δέχομαι αὐτούς· ὑμᾶς δὲ καὶ φεύγοντας καλῶ, «Δεῦτε πρὸς με, πάντες οἱ κοπιῶντες», καὶ οὐκ ἔρχεσθε· ταύτην ἀποῤῥίπτω, καὶ παραμένει. «Λαός, ὃν οὐκ ἔγνων, ἐδούλευσέ μοι, φησίν· εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου»· καὶ ἀλλαχοῦ· «Ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ζητοῦσι, καὶ εὑρέθην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν». «Ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν». Ἴδωμεν οὖν τὶ φησιν ὁ Χριστός. «Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ». Οὐκ ἦν τὰ ῥήματα ἀποτρεπτικά; Μονονουχὶ γὰρ λέγει, Ἀπόστηθι, ὅτι οὐδὲν κοινὸν ἔχεις πρὸς ἐμέ· οὐκ ἦλθον διὰ σέ, ἀλλ’ ἦλθον διὰ Ἰουδαίους. «Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ». Ἡ δὲ ἀκούσασα εἶπε· «Ναί, Κύριε, βοηθεῖ μοι, καὶ προσεκύνει, λέγουσα»· ὁ δὲ οὐκ ἀπεκρίνατο αὐτῇ. Ἀλλὰ ὅρα ἀπόκρισιν· «Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ βαλεῖν τοῖς κυναρίοις». Ὣ κηδεμονία ἰατροῦ· ἐν ἀπαγορεύσει ἐπισπᾶται αὐτήν. «Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων»· τινῶν; Τῶν Ἰουδαίων· «καὶ δοῦναι τοῖς κυναρίοις», τουτέστιν, ὑμῖν.

ι’. Ὄντως εἰς αἰσχύνην Ἰουδαίων ταῦτα εἴρηκεν ὁ Κύριος· τέκνα γὰρ καλούμενοι, κύνες ἐγένοντο. Διὰ τοῦτο καὶ Παῦλος λέγει· «Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας, βλέπετε τὴν κατατομήν· ἡμεῖς γὰρ ἐσμεν ἡ περιτομή». Οἱ ἐθνικοὶ κύνες ἐκλήθησαν, καὶ ἐγένοντο τέκνα. «Τέκνα μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν». Τὸ ἐγκώμιον τοῦτο, Ἰουδαίου κατηγορίαν ἐστίν. «Οὐκ ἔστιν καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ δοῦναι τοῖς κυναρίοις». Τὶ οὖν ἡ γυνή; «Ναί, Κύριε». Ὣ βία γυναικός, ὣ φιλονεικία ψυχῆς. Ὁ ἰατρὸς λέγει, «Οὐχί», καὶ αὐτῇ λέγε, «Ναί»· ὁ Δεσπότης λέγει, «Οὐκ»· αὐτὴ λέγει, «Ναί»· οὐ κατηγοροῦσα οὐδὲ ἀναισχυντοῦσα, ἀλλὰ σωτηρίαν ἐκδεχομένη. «Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ δοῦναι τοῖς κυναρίοις». «Ναί», Κύριε. Κύνα με καλεῖς, ἐγὼ δὲ σε Κύριον καλῶ· σὺ μὲ ὑβρίζεις, ἐγὼ δὲ σε ὕμνῳ. «Ναί, Κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίουσιν ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἐκ τῆς τραπέζης τῶν κυρίων αὐτῶν». Ὣ σοφία γυναικός· ἀπὸ τοῦ ὑποδείγματος, εὗρε λόγον πρέποντα. Κύνα με καλεῖς, ὡς κύων τρέφομαι. Οὐ παραιτοῦμαι τὸ ὄνειδος· οὐ φεύγω τὴν κλῆσιν· λάβω οὖν τὴν τροφὴν τοῦ κυνός· καὶ λέγει πρᾶγμα ἐν συνηθείᾳ συμβαῖνον. Σὺ τὰ σὰ στῆσον· κύνα με ἐκάλεσας, δὸς μοι ψιχίον· συνήγορος ἐγένου μοι τῇ αἰτήσει· ἐν τῇ παραιτήσει τὴν συγκατάθεσιν ἐπίδειξον. «Ναί, Κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίουσιν ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν». Τὶ οὖν ὁ παραιτούμενος, ὁ διώκων, ὁ ἐλαύνων, ὁ λέγω, «Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ βαλεῖν τοῖς κυναρίοις»; Ὁ λέγων, «Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ»; «Ὣ γύναι, μεγάλη σου ἡ πίστις». Ἐπαινετῆς ἀθρόον ἐγένου; Ἀνακηρύττεις τὴν γυναῖκα; Οὐκ ἤλαυνες, οὐκ ἐδίωκες; Θάρσει· διὰ τοῦτο ἀνεβαλόμην. Εἰ γὰρ ἐξαρχῆς αὐτὴν ἀπέλυσα, οὐκ ἂν ἔμαθες αὐτῆς τὴν πίστιν. Εἰ ἐκ προοιμίων ἔλαβεν, ἀνεχώρει ἂν ταχύ, καὶ τὸν θησαυρὸν αὐτῆς οὐκ ἂν ἠπίστατό τός. Διὰ τοῦτο ἀνεβαλόμην τὴν δόσιν, ἵνα ἅπασι δείξω τὴν πίστιν. «Ὧ γύναι». Θεὸς λέγει, «Ὧ γύναι». Ἀκουέτωσαν οἱ εὐχόμενοι μετὰ βαναυσίας. Ὅταν εἴπω τινί, Παρακάλεσον τὸν Θεόν, δεήθητι αὐτοῦ, ἱκέτευσον αὐτόν, λέγει· Παρεκάλεσα ἅπαξ, δεύτερον, τρίτον, δέκατον, εἰκοστόν· καὶ οὐκέτι οὐκ ἔλαβον. Μὴ ἀποστῇς, ἀδελφέ, ἕως ἂν λάβῃς· τέλος αἰτήσεως, ἡ δόσις τοῦ αἰτουμένου. Τότε ἀπόστηθι, ὅταν λάβῃς, μᾶλλον δὲ μηδὲ τότε, ἀλλὰ καὶ τότε παράμενε. Κἂν μὴ λάβῃς, αἴτει ἵνα λάβῃς· ὅταν δὲ λάβῃς, εὐχαρίστησον, ὅτι ἔλαβες. Εἰσέρχονται πολλοὶ ἐν τῇ ἐκκλησίᾳ, ἀπαρτίζουσι μυρίσου στίχους εὐχῆς, καὶ ἐξέρχονται, καὶ οὐκ οἴδασι τὶ εἶπον· τὰ χείλη κινεῖται, ἡ δὲ ἀκοὴ οὐκ ἀκούει. Σὺ οὐκ ἀκούεις τῆς εὐχῆς σου, καὶ τὸν Θεὸν θέλεις εἰσακοῦσαι τῆς εὐχῆς σοῦ; Ἔκλινα, λέγεις, τὰ γόνατα· ἀλλ’ ἡ διάνοιά σου ἔξω ἐπέτετο· τὸ σῶμα σου ἔνδον τῆς ἐκκλησίας, καὶ ἡ γνώμη σου ἔξω· τὸ στόμα ἔλεγε τὴν εὐχήν, καὶ ἡ διάνοια ἠρίθμει τόκους, συμβόλαια, συναλλάγματα, χωρία, κτήματα, φίλων συνουσίας. Ὁ γὰρ διάβολος πονηρὸς ὤν, καὶ εἰδὼς ὅτι ἐν καιρῷ εὐχῆς μεγάλα ἀνύομεν, τότε ἐπέρχεται. Πολλάκις κείμεθα ὕπτιοι ἐν κλίνῃ, καὶ οὐδὲν λογιζόμεθα· ἤλθομεν εὔξασθαι, καὶ μύριοι λογισμοί, ἵνα ἐκβάλῃ ἡμᾶς κενούς.

ια’. Ταῦτα τοίνυν εἰδὼς ἐν ταῖς εὐχαῖς, ἀγαπητέ, γίνεσθαι, τὴν Χαναναίαν μίμησαι, ὁ ἀνὴρ τὴν γυναῖκα, τὴν ἀλλόφυλον, τὴν ἀσθενῆ, τὴν ἀπεῤῥιμμένην καὶ εὐκαταφρόνητον. Ἀλλ’ οὐκ ἔχεις θυγατέρα δαιμονιζομένην; Ἀλλ’ ἔχεις ψυχὴν ἁμαρτάνουσαν. Εἰ εἶπεν ἡ Χαναναία; «Ἐλέησόν με· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται»· εἰπὲ καὶ σύ, «Ἐλέησόν με»· ἡ ψυχὴ μοὺ κακῶς δαιμονίζεται. Μέγας γὰρ δαίμων ἡ ἁμαρτία. Ὁ δαιμόνων ἐλεεῖται, ὁ ἁμαρτάνων μισεῖται· ἐκεῖνος συγγνώμην ἔχει, οὗτος ἀπολογίας ἐστέρηται. «Ἐλέησόν με»· βραχὺ τὸ ῥῆμα, καὶ πέλαγος εὗρε φιλανθρωπίας· ὅπου γὰρ ἔλεος, πάντα τὰ ἀγαθά.

Κἂν ἔξω ἧς, κράζε καὶ λέγε, «Ἐλέησόν με», μὴ κινῶν τὰ χείλη, ἀλλὰ τῇ διανοίᾳ βοῶν· καὶ σιωπώντων γὰρ ἀκούει ὁ Θεός. Οὐ ζητεῖται τόπος, ἀλλ’ ἀρχὴ τρόπου. Ὁ Ἱερεμίας ἐν βορβόρῳ ἦν, καὶ τὸν Θεὸν ἐπεσπάσατο· ὁ Δανιὴλ ἐν λάκκῳ λεόντων, καὶ τὸν Θεὸν ἐξευμενίσατο· οἱ παῖδες οἱ τρεῖς ἐν τῇ καμίνῳ ἦσαν, καὶ Θεὸν ὑμνοῦντες ἐδυσώπησαν· ὁ λῃστὴς ἐσταυρώθη, καὶ οὐκ ἐκώλυσεν ὁ σταυρός, ἀλλὰ παράδεισον ἤνοιξεν· ὁ Ἰὼβ ἐν κοπρίᾳ ἦν, καὶ τὸν Θεὸν ἵλεων κατεσκεύασεν· ὁ Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους, καὶ τὸν Θεὸν ὑπήκοον ἔσχε. Κἂν ἐν βαλανείῳ ἧς, εὔχου, κἂν ἐν ὁδῷ, κἂν ἐπὶ κλίνης· ὅπου ἐὰν ἧς, εὔχου. Ναὸς εἶ τοῦ Θεοῦ, μὴ ζητεῖ τόπον· γνώμης χρεία μόνον. Κἂν δικαστῇ παραστῇς, εὔχου· ὅταν ὀργίζηται ὁ δικαστής, εὔχου. Θάλαττα ἦν ἔμπροσθεν, ὄπισθεν Αἰγύπτιοι, μέσος ὁ Μωϋσῆς· πολλὴ ἐν τῇ εὐχῇ στενοχωρία, ἀλλὰ μέγα τὸ πλάτος τῆς εὐχῆς ἦν. Ὄπισθεν οἱ Αἰγύπτιοι ἐδίωκον, ἔμπροσθεν ἡ θάλασσα, μέση ἡ εὐχή· καὶ οὐδὲν ἐλάλει ὁ Μωϋσῆς· καὶ λέγει αὐτῷ ὁ Θεός· «Τὶ βοᾶς πρὸς με»; Τὸ μὲν στόμα οὐ λαλεῖ, ἡ δὲ διάνοια βοᾷ. Καὶ σὺ τοίνυν, ἀγαπητέ, ὅταν παραστῇς δικαστῇ μαινομένῳ, τυραννοῦντι, τὰ μέγιστα ἀπειλοῦντι, καὶ ἄλλοις δημίοις τὰ αὐτὰ ποιοῦσιν, εὖξαι σὺ τῷ Θεῷ, καὶ εὐχομένου σοῦ τὰ κύματα καταστέλλεται. Ὁ δικαστὴς ἐπὶ σέ; Σὺ ἐπὶ τὸν Θεὸν κατάφευγε. Ὁ ἄρχων πλησίον σοῦ; Σὺ τὸν Δεσπότην κάλεσον. Μὴν γὰρ ἄνθρωπός ἐστιν, ἵνα ἀπέλθῃς εἰς τόπον; Θεὸς ἀεὶ ἐγγὺς ἐστιν. Ἐὰν θέλεις παρακαλέσαι ἄνθρωπον, ἐρωτᾷς τὶ ποιεῖ, καθεύδει, ἀσχολεῖται· διακονῶν οὐκ ἀποκρίνεταί σοι. Ἐπὶ δὲ τοῦ Θεοῦ οὐδὲν τούτων· ὅπου ἐὰν ἀπέλθῃς καὶ καλέσῃς, ἀκούει· οὐκ ἀσχολία, οὐ μεσίτης, οὐ διάκονος διατειχίζει. Εἰπέ, «Ἐλέησόν με», καὶ παρευθὺς Θεὸς παραγίνεται· «Ἔτι γάρ, φησί, λαλοῦντος σοῦ, ἐρῶ, Ἰδοὺ ἐγὼ πάρειμι». Ὣ ῥῆμα ἡμερότητος γέμον. Οὐδὲ ἀναμένει τελέσαι τὴν εὐχήν· οὔπω τελεῖς τὴν εὐχήν, καὶ λαμβάνεις τὴν δόσιν. «Ἐλέησόν με». Ταύτην μιμησώμεθα τὴν Χαναναίαν, παρακαλῶ· «Ἐλέησόν με· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται». Ὁ δὲ Κύριος λέγει πρὸς αὐτήν· «Ὧ γύναι, μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις». Ποῦ ὁ αἱρετικός; Μὴ εἶπε, Παρακαλέσω μου τὸν Πατέρα; Μὴ εἶπεν, Ἱκετεύσω τὸν γεννήσαντά με; Μὴ εὐχῆς χρεία ἐνταῦθα; Οὐδαμῶς. Διὰ τί; Ἐπειδὴ μεγάλη ἦν ἡ πίστις, μέγα ἦν τὸ σκεῦος, μεγάλη καὶ ἡ χάρις ἐξεχύθη. Ὅπου δεῖ εὐχῆς, ἀσθενὲς τὸ σκεῦος. «Ὧ γύναι, μεγάλη σου ἡ πίστις». Οὐ νεκρὸν εἶδες ἐγειρόμενον, οὐ λεπρὸν καθαριζόμενον, οὐ προφητῶν ἤκουσας, οὐ νόμον ἐμελέτησας, οὐ θάλατταν εἶδες σχιζομένην, οὐχ ἕτερόν τι σημεῖον ἑώρακας παρ’ ἐμοῦ γενόμενον· ὑβρίσθης δὲ μᾶλλον παρ’ ἐμοῦ, καὶ ἐξηπορήθης· ἀπηγόρευσά σου τὸ πάθος, καὶ οὐκ ἀνεχώρησας, ἀλλὰ παραμείνας· λοιπὸν ἀπόλαβε καὶ σὺ παρ’ ἐμοῦ ἀξίαν καὶ πρέπουσαν εὐφημίαν· «Ὧ γύναι, μεγάλη σου ἡ πίστις». Ἀπέθανεν ἡ γυνή, καὶ τὸ ἐγκώμιον αὐτῆς μένει, διαδήματος ὃν λαμπρότερον. Ὅπου ἐὰν ἀπέλθῃς, ἀκούεις τοῦ Χριστοῦ λέγοντος, «Ὧ γύναι, μεγάλη σου ἡ πίστις». Εἴσελθε εἰς Περσῶν τὴν ἐκκλησίαν, καὶ ἀκούσεις τοῦ Χριστοῦ λέγοντος, «Ὧ γύναι, μεγάλη σου ἡ πίστις»· εἰς τὴν Γότθων, εἰς τὴν βαρβάρων, εἰς τὴν Ἰνδῶν, εἰς τὴν Μαύρων, ὅσην ἥλιος ἐφορᾷ γῆν· ἕνα λόγον ὁ Χριστὸς ἐφθέγξατο, καὶ οὐ σιώπα ὁ λόγος, ἀλλὰ μεγάλῃ τῇ φωνῇ ἀνακηρύττει τὴν πίστιν αὐτῆς, λέγων, «Ὧ γύναι, μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις». Οὐκ εἶπε, Θεραπεύσω τὸ θυγάτριόν σου· ἀλλ’ «Ὡς θέλεις». Σὺ αὐτὴν θεράπευσον· σὺ γενοῦ ἰατρός· σοὶ ἐγχειρίζω τὸ φάρμακον· ὕπαγε, ἐπίθες, «Γενηθήτω σοι ὡς θέλεις». Τὸ θέλημά σου θεραπευσάτω αὐτήν. Ἡ Χαναναία θελήματι ἐθεράπευσε, καὶ ὁ Υἱὸς τοῦ Θεοῦ ἀφ’ ἑαυτοῦ οὐ θεραπεύει; «Γενηθήτω σοι ὡς θέλεις». Οὐδὲ ἐκέλευσεν ἡ γυνή, οὐδὲ ἐπέταξε τῷ δαιμονίῳ, ἀλλ’ ἠθέλησε μόνον, καὶ τὸ θέλημα τῆς γυναικὸς ἐθεράπευσε, καὶ δαίμονας ἐξέβαλε. Ποῦ εἰσιν οἱ τολμῶντες λέγειν, ὅτι δι’ εὐχῆς ὁ Υἱὸς ἤνυσε; «Γενηθήτω σοι ὡς θέλεις». Βλέπε καὶ τῆς λέξεως τὴν εὐγένειαν· τὸν Πατέρα τὸν ἑαυτοῦ μιμεῖται. Ὅτε γὰρ ποιεῖ τὸν οὐρανὸν ὁ Θεός, εἶπε, Γενηθήτω ὁ οὐρανός, καὶ ἐγένετο ὁ οὐρανός· γενηθήτω ἥλιος, καὶ ἐγένετο ἥλιος· γενηθήτω γῆ, καὶ ἐγένετο γῆ· ἐπιτάγματι τὴν οὐσίαν ἤγαγεν. Οὕτω καὶ αὐτός, «Γενηθήτω σοι ὡς θέλεις». Ἡ συγγένεια τῆς λέξεως τὴν κοινωνίαν τῆς φύσεως ἔδειξε. «Καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς». Ποτε; Ἀπὸ τῆς ὥρας ἐκείνης· οὐκ ἐξ ὅτου ἦλθεν ἡ μήτηρ αὐτῆς ἐν τῷ οἴκῳ, ἀλλὰ πρὶν ἐλθεῖν. Ἦλθεν εὑρεῖν δαιμονιῶσαν, καὶ εὗρεν ὑγιαίνουσαν, τῷ θελήματι αὐτῆς θεραπευθεῖσαν. Ὑπὲρ δὲ τούτων ἁπάντων εὐχαριστήσωμεν τῷ Θεῷ, ὅτι αὐτῷ πρέπει δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Λόγος Ὅτι τὸν ἑαυτὸν μὴ ἀδικοῦντα οὐδεὶς παραβλάψαι δύναται.

α’. Οἶδα μέν, ὅτι τοῖς παχυτέροις, καὶ πρὸς τὰ παρόντα κεχηνόσι, καὶ τῇ γῇ προσηλωμένοις, καὶ αἰσθηταῖς μὲν δουλεύουσιν ἡδοναῖς, τῶν δὲ νοερῶν οὐ σφόδρα ἀντεχομένοις, καινὸς τις καὶ παράδοξος ὁ λόγος οὗτος εἶναι δόξει· καὶ γελάσονται δαψιλές, καὶ καταγνώσονται ἡμῶν, ὡς ἀπίθανα λεγόντων ἐκ προοιμίων τῆς ὑποσχέσεως. Οὐ μὴν διὰ τοῦτο ἀποστησόμεθα τῆς ἐπαγγελίας, ἀλλὰ καὶ δι’ αὐτὸ μὲν οὖν τοῦτο μάλιστα ἐπὶ τὰς ἀποδείξεις, ὧν ὑπεσχόμεθα, μετὰ πολλῆς βαδιούμεθα τῆς σπουδῆς. Ἂν γὰρ βουληθῶσιν οἱ οὕτω διακείμενοι μὴ θορυβεῖν, μηδὲ ταράττειν, ἀλλὰ ἀναμένειν τοῦ λόγου τὸ τέλος, εὖ οἶδ’ ὅτι μεθ’ ἡμῶν στήσονται, καὶ ἑαυτῶν καταγνώσονται, ὡς τὸν ἔμπροσθεν ἠπατημένοι χρόνον, καὶ παλινῳδίαν ᾄσονται, καὶ ἀπολογήσονται, καὶ συγγνώμην αἰτήσονται, ὑπὲρ ὧν οὐκ ὀρθὴν περὶ τῶν πραγμάτων ἔσχον τὴν ψῆφον, καὶ χάριν ἡμῖν ἔσονται πολλήν, ὥσπερ οἱ κάμνοντες τοῖς ἰατροῖς, ἐπειδὰν τῶν νοσημάτων ἀπαλλαγῶσι, τῶν τὸ σῶμα πολιορκούντων αὐτοῖς. Μὴ γὰρ μοι τὴν νῦν κατέχουσαν παρὰ σοὶ κρίσιν λέγε, ἀλλὰ ἀνάμεινον καὶ τῶν λόγῳ ν τῶν ἡμετέρων τοὺς ἀγῶνας, καὶ τότε δυνήσῃ τὴν ψῆφον ἀδέκαστον ἐνεγκεῖν, οὐδὲν ἐξ ἀγνοίας εἰς τὸ τἀληθῆ κρίνειν παραβλαπτόμενος. Ἐπεὶ καὶ οἱ ἐπὶ τῶν βιωτικῶν τούτων πραγμάτων καθήμενοι δικασταί, οὐκ ἀνέχονται, κἂν σφοδρῶς ῥέοντα ἴδωσι τὸν πρότερον ῥήτορα, καὶ πάντα ἐπικλύζοντα τῇ γλώττῃ, μὴ καὶ τὰ θατέρου μετὰ μακροθυμίας ἀκούσαντες τοῦ πρὸς αὐτὸν ἱσταμένου, τὴν ψῆφον ἐνεγκεῖν· ἀλλὰ κἂν μυριάκις ὁ πρότερος δοκῇ δίκαια λέγειν, ἀνέπαφον τὴν ἀκοὴν καὶ τῷ δευτέρῳ τηροῦσιν. Ἐπειδήπερ καὶ αὕτη δικαστῶν ἐστιν ἀρετή, τὰ παρ’ ἑκατέρων μαθόντας μετὰ ἀκριβείας ἁπάσης, τότε τὰ παρ’ ἑαυτῶν ἐπάγειν. Ἐπεὶ οὖν καὶ νῦν ἀντὶ ῥήτορός τινος ἡ κοινὴ τῶν πολλῶν πρόληψις, καὶ ἐν τῷ μακρῷ χρόνῳ ῥιζωθεῖσα παρὰ ταῖς τῶν πολλῶν διανοίαις, ταῦτα κατὰ τὴν οἰκουμένην ἅπασαν ῥητορεύει λέγουσα, Πάντα, φησίν, ἄνω καὶ κάτω γέγονε, πολλῆς συγχύσεως τὸ τῶν ἀνθρώπων ἐμπέπλησται γένος, καὶ πολλοὶ καθ’ ἑκάστην ἡμέραν οἱ ἀδικούμενοι, οἱ ἐπηρεαζόμενοι, οἱ βιαζόμενοι, οἱ βλαπτόμενοι, οἱ ἀσθενεῖς παρὰ τῶν δυνατωτέρων, οἱ πένητες παρὰ τῶν πλουσίων· καὶ ὥσπερ τὰ κύματα τῆς θαλάσσης οὐκ ἔστιν ἀριθμεῖν, οὕτως οὐδὲ τὸ πλῆθος τῶν ἐπιβουλευομένων, τῶν ἐπηρεαζόντων, τῶν κακῶς πασχόντων· καὶ οὔτε νόμων διόρθωσις, οὔτε δικαστηρίων φόβος, οὔτε ἄλλο οὐδὲν τὸν λοιμὸν τοῦτον ἔστησε καὶ τὴν νόσον, ἀλλὰ καθ’ ἑκάστην ἡμέραν αὐξάνεται τὸ κακόν, καὶ οἰμωγαὶ πανταχοῦ, καὶ θρῆνοι, καὶ δάκρυα τῶν ἀδικουμένων· καὶ οἱ ταχθέντες τὰ τοιαῦτα διορθοῦν δικασταί, αὐτοὶ τὸν χειμῶνα ἐπιτείνουσι, καὶ τὴν νόσον ἐπιτρίβουσι· πολλοὶ δὲ ἐντεῦθεν τῶν ἀνοητοτέρων καὶ ἀθλιωτέρων, καινὴν τινα μανέντες μανίαν, τῆς τοῦ Θεοῦ κατηγοροῦσι προνοίας, ὁρῶντες τὸν μὲν ἐπιεικῆ πολλάκις ἑλκόμενον, σπαραττόμενον, ἀρχόμενον, τὸν δὲ θρασύν, καὶ ἰταμόν, καὶ ἄτιμον, καὶ ἐξ ἀτίμων, πλουτοῦντα, καὶ δυναστείαν περιβεβλημένον, φοβερὸν τε πολλοῖς γινόμενον, καὶ μυρία προστριβόμενον τοῖς ἐπιεικεστέροις δεινά, καὶ ταῦτα ἐν πόλεσι καὶ ἐν χώραις, καὶ ἐν ἐρημίαις, καὶ ἐν γῇ καὶ ἐν θαλάττῃ τολμώμενα· ἀναγκαῖος ἡμῖν ὁ λόγος οὗτος εἰσέρχεται, ἀπεναντίας τοῖς εἰρημένοις ἱστάμενος, καὶ ἀγὼν ἀγωνιζόμενος καινὸν μέν, ὅπερ ἀρχόμενος εἶπον, καὶ παράδοξον, χρήσιμον δὲ καὶ ἀληθῆ, καὶ τοῖς βουλομένοις προσέχειν καὶ πείθεσθαι λυσιτελῆ· καὶ γὰρ ἐπαγγέλλεται δείξειν (ἀλλὰ καὶ θορυβεῖσθε) οὐδένα τῶν ἀδικουμένων παρ’ ἑτέρου τινὸς ἀδικούμενον, ἀλλὰ παρ’ ἑαυτοῦ τοῦτο πάσχοντα.

β’. Ἵνα δὲ σαφέστερος ὁ λόγος γένηται, φέρε πρῶτον ἐξετάσωμεν τὶ ἐστιν ἀδικία, καὶ περὶ ποιῶν πραγμάτων ὕλην συνίστασθαι πέφυκε· καὶ τὶ ποτὲ ἐστιν ἀνθρωπίνη ἀρετή, καὶ τὶ τὸ λυμαινόμενον ταύτην· καὶ τὶ ποτε δοκεῖ μὲν λυμαίνεσθαι, οὐ λυμαίνεται δέ. Οἷον (δεῖ γὰρ ἐκ παραδειγμάτων ἐντελῆ ποιῆσαι τὸν λόγον), ἕκαστον τῶν πραγμάτων ἓν ἔχει τὸ λυμαινόμενον· ὁ σίδηρος τὸν ἰόν, τὸν σῆτα τὸ ἔριον, προβάτων ἀγέλαι τοὺς λύκους. Καὶ οἴνου μὲν ἀρετῆς βλάβη τὸ παρατραπῆναι καὶ εἰς ὀξίνην καταπεσεῖν· μέλιτος δέ, τὸ τὴν σύμφυτον ἀπολέσαι γλυκύτητα, καὶ εἰς πικρὸν κατενεχθῆναι χυμόν. Λυμαίνεται δὲ καὶ ληΐων κόμαις ἐρυσίβη καὶ αὐχμός, καὶ ἀμπελὼν καρπῷ, καὶ φύλλοις, καὶ κλήμασι τὸν πονηρὸν τῶν ἀκρίδων στρατόπεδον, καὶ ἑτέροις δένδρεσιν ἡ κάμπη, καὶ σώματι δὲ ἀλόγοις ποικίλα νοσήματα· καὶ ἵνα μὴ πάντα ἐπεξιόντες μακρὸν ποιήσωμεν τὸν λόγον, καὶ τῇ σαρκὶ δὲ τῇ ἡμετέρᾳ καὶ πυρετοί, καὶ παρέσεις, καὶ ἑτέρων νοσημάτων ἐσμός. Ὥσπερ οὖν τούτων ἕκαστον ἔχει τὸ λυμαινόμενον αὐτοῦ τῇ ἀρετῇ, φέρε σκοπήσωμεν τὶ καὶ τὸ τῶν ἀνθρώπων παραβλάπτει γένος, καὶ τὶ ποτὲ ἐστι τὸ λυμαινόμενον ἀνθρώπου ἀρετήν. Οἱ μὲν οὖν πολλοὶ ἕτερά τινα ἀλλὰ νομίζουσι. Δεῖ γὰρ καὶ τὰς πεπλανημένας δόξας εἰπεῖν, καὶ ἀνελόντας αὐτάς, οὕτω τὴν ὄντων λυμαινομένην ἡμῶν ταῖς ἀρεταῖς εἰς μέσον ἀγαγεῖν, καὶ δέξαι σαφῶς, ὅτι ταύτην ἡμᾶς οὐδεὶς δύναιτ’ ἂν ἀδικῆσαι τὴν ἀδικίαν, οὐδὲ λυμήνασθαι τὴν λύμην, εἰ μὴ αὐτοὶ ἑαυτοὺς προδοίημεν. Οἱ μὲν οὖν πολλοὶ πεπλανημένας ἔχοντες δόξας, ἕτερα νομίζουσιν εἶναι τὰ λυμαινόμενα ἡμῶν τῇ ἀρετῇ, οἱ μὲν πενίαν, οἱ δὲ νόσον σώματος, οἱ δὲ τὴν ἐν χρήμασι ζημίαν, ἕτεροι συκοφαντίαν, ἄλλοι θάνατον, καὶ ταῦτα ἀποδυρόμενοι καὶ θρηνοῦντες διατελοῦσι· καὶ τοὺς πάσχοντας ἐλεοῦντες, καὶ δακρύοντες, καὶ ἐκπληττόμενοι πρὸς ἀλλήλους λέγουσιν· Οἷα πέπονθεν ὁ δεῖνα; Ἀθρόον ἀφῃρέθη τὴν οὐσίαν ἅπασαν. Ἕτερος περὶ ἑτέρου πάλιν· ὁ δεῖνα δὲ ἀῤῥωστίᾳ χαλεπῇ περιπεσὼν ἀπέγνωσται παρὰ τῶν πρὸς αὐτὸν ἐσιόντων ἰατρῶν. Καὶ ὁ μὲν τοὺς τὸ δεσμωτήριον οἰκοῦντας, ὁ δὲ τοὺς πατρίδος ἐκπεσόντας, καὶ πρὸς ὑπερορίαν μεταναστάντας, ἄλλος τοὺς ἐλευθερίας ἐκπεπτωκότας, ἕτερος τοὺς ὑπὸ πολεμίων ἁρπαγέντας, καὶ γενομένους αἰχμαλώτους, ἕτερος τὸν καταποντισθέντα, ἢ καέντα, ἄλλας τὸν ὑπὸ οἰκίας καταχωσθέντα θρηνοῦσι, καὶ ὀλοφύρονται, τοὺς δὲ ἐν πονηρίᾳ ζῶντας οὐδείς· ἀλλ’, ὃ πάντων ἐστὶ χαλεπώτερον, πολλάκις αὐτοὺς καὶ μακαρίζουσιν, ὃ καὶ πάντων αἴτιόν ἐστι τῶν κακῶν. Φέρε οὖν (ἀλλ’ ὅπερ ἐξ ἀρχῆς παρεκάλεσα, μὴ θορυβεῖτε), δείξωμεν, ὡς οὐδὲν τῶν εἰρημένων ἀδικεῖ τὸν νήφοντα ἄνθρωπον, οὐδὲ τὴν ἀρετὴν αὐτοῦ λυμήνασθαι δύναιτ’ ἄν. Τὶ γάρ, εἰπὲ μοι, τὸν τὰ αὐτοῦ πάντα ἀπολωλεκότα, ἢ παρὰ συκοφαντῶν, ἢ παρὰ λῃστῶν, ἢ καὶ οἰκετῶν κακούργων ἀφαιρεθέντα τὰ ὄντα, ἔβλαψεν αὕτη ἡ ζημία εἰς ἀρετὴν τοῦ ἀνθρώπου;

Μᾶλλον δέ, εἰ δοκεῖ, πρῶτον ὑπογράφωμεν, τὶ ποτὲ ἐστιν ἀνθρώπου ἀρετή, ἐν ἑτέραις οὐσίαις πρότερον τὸν λόγον γυμνάσαντες, ὥστε εὐμαθέστερον αὐτὸν ποιῆσαι καὶ σαφέστερον τοῖς πολλοῖς.

γ’. Τὶ ποτ’ οὖν ἐστιν ἵππου ἀρετή; Ἆρα τὸ χρυσοῦν ἔχειν χαλινόν, καὶ τελαμῶνας τοιούτους, καὶ στρωμάτων δεσμὸν ἐκ σηρικῶν νημάτων συγκείμενον, καὶ τάπητας ποικίλους καὶ χρυσοπάστους, καὶ φάλαρα λιθοκόλλητα, καὶ πλοκάμους χρυσοῖς σχοινίοις συμπεπλεγμένους ἢ τὸ δρομικὸν εἶναι καὶ εὐσκελῆ, καὶ βαδίζειν εὔρυθμα, καὶ ὁπλὰς ἔχειν ἵππῳ πρεπούσας γενναίῳ, καὶ ἀνδρίαν κεκτῆσθαι τὴν ἐν ἀποδημίαις μακραῖς, τὴν ἐν πολέμοις ἁρμόζουσαν, καὶ δύνασθαι καὶ ἐν παρατάξει μετὰ πολλοῦ φαίνεσθαι τοῦ παραστήματος, καὶ τροπῆς γενομένης σώζειν τὸν ἀναβάτην; Οὐκ εὔδηλον ὅτι ταῦτα ἵππου ἀρετή, οὐκ ἐκεῖνα; Τὶ δέ, ὄνων καὶ ἡμιόνων ποίαν φαίης ἀρετὴν εἶμαι; Οὐ τὸ δύνασθαι μετ’ εὐκολίας ἀχθοφορεῖν, καὶ ῥᾳδίως τὰς ὁδοὺς διανύειν, καὶ πόδας ἔχειν στεῤῥότητι πέτρας μιμουμένους; Μὴ τὰ ἔξωθεν αὐτοῖς περικείμενα συντελεῖν τι πρὸς τὴν οἰκείαν ἀρετὴν αὐτῶν φήσομεν; Οὐδαμῶς. Ἄμπελον δὲ ποίαν θαυμασόμεθα; Τὴν τοῖς φύλλοις κομῶσαν καὶ τοῖς κλήμασιν, ἢ τὴν τῷ καρπῷ βριθομένην; Ποίαν δὲ ἀρετὴν ἐλαίας εἶναί φαμεν; Ὅταν μεγάλους ἔχῃ τοὺς κλάδους, καὶ πολλὴν τὴν ἀπὸ τῶν φύλλων κόμην, ἢ ὅταν τὸν οἰκεῖον καρπὸν δαψιλῆ καὶ πανταχοῦ διεσπαρμένον ἐμφαίνῃ; Οὕτω δὴ καὶ ἐπὶ τῶν ἀνθρώπων ποιῶμεν· διευκρινήσωμεν τὴν ἀρετὴν τὴν τοῦ ἀνθρώπου, καὶ βλάβην εἶναι ἐκείνην νομίσωμεν μόνον, τὴν αὐτῇ λυμαινομένην. Τὶ οὖν ἐστιν ἀρετὴ σώματος, ἵνα φοβηθῇς νόσον· οὐδὲ ἡ τῶν πολλῶν ὑπόληψις, ἵνα ὑπίδῃς δόξαν πονηράν· οὐδὲ τὸ ζῆν ἁπλῶς καὶ εἰκῆ, ἵνα φοβερὸς σοι γένηται ὁ θάνατος· οὐδὲ ἐλευθερία, ἵνα δουλείαν φυγῆς· ἀλλ’ ἡ τῶν ἀληθῶν δογμάτων ἀκριβείᾳ, καὶ ἡ κατὰ τὸν βίον ὀρθότης. Ταῦτα δὲ οὐδὲ αὐτὸς ὁ διάβολος ἀποσυλῆσαι δυνήσεται, ἐὰν ὁ κεκτημένος αὐτὰ μετὰ τῆς προσηκούσης ἀκριβείας διαφυλάττῃ· καὶ ταῦτα καὶ ὁ πονηρότατος καὶ ἄγριος δαίμων ἐκεῖνος εἶδε. Διὰ γὰρ τοι τοῦτο καὶ τὴν οὐσίαν ἐσύλα τοῦ Ἰώβ, οὐχ ἵνα πένητα ποιήσῃ, ἀλλ’ ἵνα βλάσφημόν τι ῥῆμα ἐκβαλεῖν βιάσηται· καὶ τὸ σῶμα κατέτεμεν, οὐχ ἵνα ἀῤῥωστίᾳ περιβάλῃ, ἀλλ’ ἵνα ὑποσκελίσῃ τὴν κατὰ ψυχὴν ἀρετήν. Ἀλλ’ ὅμως πάντα αὐτοῦ κινήσας τὰ μηχανήματα, καὶ πένητα ἀντὶ πλουτοῦντος ποιήσας (τοῦτο δὴ τὸ πάντων ἡμῖν φρικωδέστατον εἶναι δοκοῦν), ἀντὶ πολύπαιδος ἄπαιδα, καὶ καταξάνας αὐτοῦ τὸ σῶμα ἅπαν, τῶν ἐν δικαστηρίοις δημίων χαλεπώτερον (οὐ γὰρ οὕτω διορύττουσιν οἱ ἐκείνων ὄνυχες τὰς πλευρᾶς τῶν ἐμπιπτόντων αὐτοῖς, ὡς κατέξαναν αὐτοῦ τὴν σάρκα τῶν σκωλήκων τὰ στόματα), καὶ πονηρὰν αὐτῷ περιθεὶς δόξαν (οἱ γὰρ φίλοι αὐτῷ παρόντες ἔλεγον, οὐκ ἄξια ὧν ἥμαρτες μεμαστίγωσαι, καὶ πολλοὺς ἐπέτεινον κατ’ αὐτοῦ κατηγορίας λόγους), καὶ οὐχὶ τῆς πόλεως ἐκβαλὼν μόνον, οὐδὲ τῆς οἰκίας, καὶ εἰς ἄλλην μεταστήσας πόλιν, ἀλλὰ τὴν κοπρίαν καὶ οἰκίαν αὐτῷ καὶ πόλιν καταστήσας, οὐ μόνον οὐδὲν αὐτὸν ἐλυμήνατο, ἀλλὰ καὶ λαμπρότερον δι’ ὧν ἐπεβούλευσεν ἀπέφηνεν. Ὁ δὲ οὐ μόνον τι τῶν ὄντων οὐκ ἀφείλετο, καίτοι τοσαῦτα ἀφελόμενος, ἀλλὰ καὶ μείζονα αὐτῷ τὸν πλοῦτον τῆς ἀρετῆς εἰργάσατο. Καὶ γὰρ πλείονος μετὰ ταῦτα ἀπήλαυσε παῤῥησίας, ἅτε καὶ σφοδρότερον ἀγωνισάμενος ἀγῶνα. Εἰ δὲ ὁ τοσαῦτα παθῶν οὐδὲν ἠδίκηται, καὶ παθῶν οὐ παρὰ ἀνθρώπου, ἀλλὰ παρὰ τοῦ πάντων ἀνθρώπων πονηροτέρου δαίμονος, τὶς ἕξει λοιπὸν ἀπολογίαν τῶν λεγόντων, ὅτι ὁ δεῖνά με ἠδίκησε καὶ παρέβλαψεν; Εἰ γὰρ ὁ διάβολος ὁ τοσαύτης γέμων κακίας, πάντα αὐτοῦ κινήσας τὰ ὄργανα, καὶ πάντα ἀφεὶς τὰ βέλη, καὶ ὅσα ἦν ἐν ἀνθρώποις κακά, μετὰ πολλῆς τῆς ὑπερβολῆς, καὶ εἰς τὴν οἰκίαν τοῦ δικαίου καὶ εἰς τὸ σῶμα κενώσας, οὐδὲν τὸν ἄνδρα ἠδίκησεν, ἀλλ’, ὅπερ ἔφην, καὶ μᾶλλον ὠφέλησε· πῶς δυνήσονταί τινες τὸν δεῖνα καὶ τὸν δεῖνα αἰτιάσασθαι, ὡς παρ’ αὐτῶν, ἀλλ’ οὐχ ὡς οἴκοθεν ἠδικημένοι;

δ’. Τὶ οὖν, φησί, τὸν Ἀδὰμ οὐκ ἠδίκησε, καὶ ὑπεσκέλισε, καὶ ἐξέβαλε τοῦ παραδείσου; Οὐχ οὗτος, ἀλλ’ ἡ τοῦ ἀδικηθέντος ῥαθυμίᾳ, καὶ τὸ μὴ νήφειν, μηδὲ ἐγρηγορέναι. Ὁ γὰρ τοιαῦτα καὶ τοσαῦτα προσαγαγὼν μηχανήματα, καὶ τὸν Ἰὼβ κατενεγκεῖν μὴ δυνηθείς, πῶς ἂν ἐξ ἐλαττόνων ἐκράτησε τοῦ Ἀδάμ, εἰ μὴ διὰ τῆς οἰκείας ῥᾳθυμίας ἑαυτὸν προέδωκεν ἐκεῖνος; Τὶ οὖν; Ὁ συκοφάνταις περιπεσών, καὶ δημευθεὶς τὴν οὐσίαν, οὐκ ἠδίκηται, τὰ ὄντα πάντα ἀφαιρεθείς, καὶ πατρωῶν ἐκπεσών, καὶ πενίᾳ παλαιῶν ἐσχάτη; Οὐκ ἠδίκηται, ἀλλὰ καὶ ἐκέρδανεν, ἐὰν νήφῃ. Τὶ γάρ, εἰπὲ μοι, τοῦτο παρέβλαψε τοὺς ἀποστόλους; Οὐ λιμῷ καὶ δίψει καὶ γυμνότητι συνεχῶς ἐπάλαιον; Καὶ δι’ αὐτὸ μὲν οὖν τοῦτο καὶ σφόδρα ἦσαν λαμπροὶ καὶ ἐπίσημοι, καὶ πολλὴν παρὰ τοῦ Θεοῦ τὴν βοήθειαν ἐπεσπάσαντο. Τὶ δὲ τὸν Λάζαρον ἡ νόσος, καὶ τὰ ἕλκη, καὶ ἡ πενία, καὶ ἡ ἐρημίᾳ τῶν προστησομένων παρέβλαψεν; Οὐκ ἐντεῦθεν αὐτῷ μειζόνως ἐπλάκησαν οἱ στέφανοι; Τὶ δὲ τὸν Ἰωσὴφ τὸ πονηρὰν δόξαν κτήσασθαι ἐπὶ τῆς οἰκείας γῆς καὶ ἐπὶ τῆς ἀλλοτρίας; Καὶ γὰρ καὶ μοιχὸς καὶ ἑταιρικὸς εἶναι ἐνομίζετο· τὶ δὲ ἡ δουλείᾳ; Τὶ δὲ τὸ τῆς πατρίδος ἐκπεσεῖν; Οὐ διὰ ταῦτα αὐτὸν μάλιστα θαυμάζομεν καὶ ἐκπληττόμεθα; Καὶ τὶ λέγω τὴν εἰς τὴν ὑπερορίαν μετάστασιν, καὶ πενίαν, καὶ πονηρὰν δόξαν, καὶ δουλείαν; Αὐτὸς γὰρ ὁ θάνατος τὶ τὸν Ἄβελ παρέβλαψε, καὶ βίαιος καὶ ἄωρος γενόμενος, καὶ ὑπὸ χειρὸς ἀδελφικῆς τολμηθείς; Οὐ διὰ τοῦτο πανταχοῦ τῆς οἰκουμένης ᾄδεται; Ὁρᾷς πῶς πλέον, ἤπερ ὑπέσχετο, ὁ λόγος ἀπέδειξεν; Οὐ γὰρ δὴ μόνον οὐδένα παρ’ οὐδενὸς ἀδικούμενον ἀπέφηνεν, ἀλλὰ καὶ μειζόνως κερδαίνοντας τοὺς ἑαυτοῖς προσέχοντας. Τίνος οὖν ἕνεκεν τιμωρίαι καὶ κολάσεις, φησί; Τίνος ἕνεκεν γέεννα; Τίνος ἕνεκεν ἀπειλαὶ τοσαῦται, εἰ μηδεὶς μήτε ἀδικεῖται, μήτε ἀδικεῖ; Τὶ λέγεις; Τὶ συγχέεις τὸν λόγον; Οὐδὲ γὰρ εἶπον ὅτι οὐδεὶς ἀδικεῖ, ἀλλ’ ὅτι οὐδεὶς ἀδικεῖται. Καὶ πῶς ἔνι, φησίν, ἀδικούντων πολλῶν, μὴ ἀδικεῖσθαί τινα; Οὕτως ὡς ἐδίδαξα νῦν. Ἐπεὶ καὶ τὸν Ἰωσὴφ ἠδίκησαν μὲν οἱ ἀδελφοί, αὐτὸς δὲ οὐκ ἠδικήθη· καὶ τῷ Ἄβελ ἐπεβούλευσε μὲν ὁ Κάϊν, αὐτὸς δὲ οὐκ ἐπεβουλεύθη. Διὰ τοῦτο τιμωρίαι καὶ κολάσεις. Οὐδὲ γὰρ διὰ τὴν τῶν πασχόντων ἀρετὴν ἀναιρεῖ τὰς τιμωρίας ὁ Θεός· ἀλλὰ διὰ τὴν κακίαν τῶν πονηρευομένων τίθησι τὰς κολάσεις. Εἰ γὰρ καὶ λαμπρότεροι οἱ πάσχοντες κακῶς ἀπὸ τῶν ἐπιβούλων γίνονται, ἀλλ’ οὐ τῆς γνώμης τοῦτο τῶν ἐπιβουλευόντων, ἀλλὰ τῆς ἀνδρείας τῶν ἐπιβουλευομένων ἐστί. Διὰ τοῦτο τοῖς μὲν τῆς φιλοσοφίας τὰ βραβεῖα, ἐκείνοις δὲ τῆς πονηρίας αἱ τιμωρίαι εὐτρεπίζονται καὶ παρασκευάζονται. Ἀφῃρέθης τὰ χρήματα; Λέγε, «Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρὸς μου, γυμνὸς καὶ ἀπελεύσομαι». Καὶ προστιθεῖ τὸ ἀποστολικόν· «Οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον τοῦτον· δῆλον ὅτι, οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα». Ἤκουσας κακῶς, καὶ μυρίαις σὲ τινες ἔπλυναν λοιδορίαις; Ἀναμνήσθητι τῆς ρήσεως ἐκείνης τῆς λεγούσης· «Οὐαὶ ὑμῖν ὅταν καλῶς ὑμᾶς εἴπωσι πάντες οἱ ἄνθρωποι»· καί, «Χαίρετε, καὶ σκιρτᾶτε, ὅταν ἐκβάλωσι καθ’ ὑμῶν ὄνομα πονηρόν». Πρὸς τὴν ὑπερορίαν μετῳκίσθης; Ἐννόησον ὅτι οὐκ ἔχεις ἐνταῦθα πατριά, ἀλλ’ εἰ μέλλεις φιλοσοφεῖν, καὶ τὴν γῆν ἅπασαν ξένην ἐκελεύσθης εἶναι νομίζειν. Ἀλλὰ νόσῳ παρεδόθης χαλεπῇ; Εἰπὲ τὸ ἀποστολικὸν ἐκεῖνο· «Ὅσῳ ὁ ἔξωθεν ἡμῶν ἄνθρωπος διαφθείρεται, τοσούτῳ ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ». Ἀλλὰ θάνατον ὑπέμεινέ τις βίαιον; Ἐννόησον τὸν Ἰωάννην, καὶ τὴν ἀποτμηθεῖσαν ἐν δεσμωτηρίῳ κεφαλήν, ἐπὶ πίνακος ἐνεχθεῖσαν, καὶ πορνικῆς ὀρχήσεως γενομένην μισθόν. Ἐννόησον τὰς ἐντεῦθεν ἀμοιβάς· ταῦτα γὰρ ἅπαντα τὰ παθήματα, ὅταν ἀδίκως παρὰ τινος ἐπάγηταί τινι, καὶ ἁμαρτήματα λύει, καὶ δικαιοσύνην ἐργάζεται. Τοσοῦτον αὐτῶν τῆς ὠφελείας τὸ μέγεθος ἐπὶ τῶν γενναίων αὐτὰ φερόντων.

ε’. Ὅταν οὖν μήτε ζημία χρημάτων, μήτε συκοφαντίαι καὶ λοιδορίαι, μήτε τὸ πρὸς τὴν ὑπερορίαν μεταστῆναι, μήτε νόσοι καὶ βάσανοι, μήτε αὐτό, ὃ πάντων δοκεῖ φοβερώτερον εἶναι, ὁ θάνατος, βλάπτῃ τοὺς πάσχοντας, ἀλλὰ καὶ ὠφελῇ μειζόνως, πόθεν ἔχεις μοι δεῖξαί τινα ἀδικούμενον, ὅταν ἐντεῦθεν μηδὲν ἀδικῆται; Ἐγὼ γὰρ τοὐναντίον ἀποδεῖξαι πειράσομαι, ὅτι οἱ μάλιστα ἀδικούμενοι καὶ ἐπηρεαζόμενοι, καὶ τὰ ἀνήκεστα πάσχοντες, οἱ ταῦτα ποιοῦντές εἰσι. Τὶ γὰρ ἀθλιώτερον γένοιτ’ ἂν τοῦ Κάϊν, τοῦ τοιαῦτα τὸν ἀδελφὸν διαθέντος; Τὶ δὲ τῆς Φιλίππου γυναικὸς ἐλεεινότερον, τῆς τὸν Ἰωάννην ἀποτεμούσης; Τὶ δὲ τῶν ἀδελφῶν τοῦ Ἰωσήφ, τῶν ἀπεμπολησάντων αὐτόν, καὶ πρὸς τὴν ὑπερορίαν μεταστησάντων; Τὶ δὲ τοῦ διαβόλου τοῦ τὸν Ἰὼβ τοσούτοις καταξάναντος κακοῖς; Οὐ γὰρ τῇ μόνον τῶν ἄλλων, ἀλλὰ καὶ οὕτως οὐ, τὴν τυχοῦσαν δώσει δίκην τῆς ἐπιβουλῆς. Εἶδες πῶς κἀνταῦθα πλείω τῆς ὑποσχέσεως ὁ λόγος ἀπέδειξεν; Οὐ μόνον οὐδεμίαν λύμην ἀπὸ τῶν ἐπιβούλων τούτων ὑπομένοντας τοὺς ἐπηρεαζομένους, ἀλλὰ καὶ τὸ πᾶν εἰς τὴν τῶν ἐπιβουλευόντων περιτρεπόμενον κεφαλήν; Ἐπειδὴ γὰρ οὔτε πλοῦτος, οὔτε τὸ ἐλεύθερον εἶναι, οὔτε τὸ πατρίδα οἰκεῖν, οὔτε τὰ ἀλλά, ἅπερ εἶπον, ἀνθρώπου εἰσὶν ἀρεταί, ἀλλὰ τῆς ψυχῆς τὰ κατορθώματα· εἰκότως, ὅταν εἰς ταῦτα ἡ βλάβη γίνηται, οὐδὲν ἡ ἀνθρωπίνη παραβλάπτεται ἀρετή. Τὶ οὖν, ἂν εἰς αὐτὴν τις παραβλαβῇ τῆς ψυχῆς τὴν φιλοσοφίαν; Οὐδὲ ἐνταῦθα, ἂν βλάβῃ, παρ’ ἑτέρου βλάπτεται, ἀλλ’ οἴκοθεν καὶ παρ’ ἑαυτοῦ. Πῶς οἴκοθεν καὶ παρ’ ἑαυτοῦ φησίν; Ὅταν μαστιχθεὶς παρ’ ὁτουοῦν, ἢ τὰ ὄντα ἀφαιρεθείς, ἢ χαλεπὴν τινα ἑτέραν ὑπομείνας ἐπήρειαν, βλάσφημόν τι ῥῆμα ἐξενέγκῃ, ἐβλάβη μὲν ἐνταῦθα, καὶ βλάβην μεγίστην, οὐ μὴν παρὰ τοῦ ἐπηρεάζοντος, ἀλλὰ παρὰ τῆς οἰκείας μικροψυχίας. Ὅπερ γὰρ ἔμπροσθεν εἶπον, καὶ νῦν ἐρῶ, οὐδεὶς ἀνθρώπων κἂν μυριάκις ᾖ πονηρός, τοῦ ἀλάστορος ἐκείνου δαίμονος καὶ ἀκαταλλάκτως πρὸς ἡμᾶς ἔχοντος, τοῦ διαβόλου, πονηρότερον ἂν τινι προσβάλοι, οὐδὲ πικρότερον· ἀλλ’ ὅμως ὁ χαλεπὸς οὗτος δαίμων οὐκ ἴσχυσε τὸν πρὸ τοῦ νόμου, τὸν πρὸ τῆς χάριτος, τοσαῦτα κατ’ αὐτοῦ βέλη καὶ οὕτω πικρὰ πανταχόθεν ἀφείς, ὑποσκελίσαι καὶ καταβαλεῖν. Τοσαύτη τῆς ψυχῆς ἐστιν ἡ εὐγένεια. Τὶ δὲ ὁ Παῦλος; Οὐ τοσαῦτα ἔπαθε δεινά, ἃ μηδὲ καταλέξαι ῥᾴδιον; Δεσμωτήρια οἴκων, ἁλύσεις περικείμενος, ἀγόμενος καὶ περιαγόμενος, μαστιγούμενος παρὰ Ἰουδαίων, λιθαζόμενος, οὐχ ἱμᾶσι μόνοις, ἀλλὰ καὶ ῥάβδοις τὰ νῶτα ξαινόμενος, καταποντιζόμενος λῃσταῖς πολλάκις περιπίπτων, ἐμφύλιον ὑπομένων πόλεμον, παρὰ τῶν ἐχθρῶν, παρὰ τῶν γνωρίμων βαλλόμενος διηνεκῶς, μυρίαις ἐπιβουλευόμενος ἐπιβουλαῖς; Λιμῷ καὶ γυμνότητι παλαιῶν, ἑτέρας πυκνὰς καὶ συνεχεῖς ὑπομένων περιστάσεις καὶ θλίψεις· καὶ τὶ δεῖ τὰ πολλὰ λέγειν; Καθ’ ἑκάστην ἀποθνήσκων τὴν ἡμέραν· ἀλλ’ ὅμως τοσαῦτα πάσχων καὶ τηλικαῦτα, οὐ μόνον οὐδὲν ἐξήνεγκε ῥῆμα βλάσφημον, ἀλλ’ ἔχαιρεν ἐπὶ τούτοις καὶ ἐκαυχᾶτο· καὶ νῦν μὲν φησι· «Χαίρω ἐν τοῖς παθήμασί μου»· νῦν δὲ πάλιν· «Οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν». Εἰ τοίνυν τοσαῦτα πάσχων αὐτὸς ἔχαιρε, καὶ ἐκαυχᾶτο, τίνα ἕξεις συγγνώμην, ποίαν δὲ ἀπολογίαν σὺ οὐ τὸ πολλοστὸς αὐτῶν ὑπομένων μέρος, καὶ βλασφημῶν;

Ϛ’. Ἀλλ’ ἑτέρως ἀδικοῦμαι, φησί, κἂν μὴ βλασφημήσω, τὰ χρήματα ἀφαιρεθεὶς ἄχρηστος γίνομαι πρὸς τὴν ἐλεημοσύνην, φησί. Σκῆψις ταῦτα καὶ πρόφασις. Εἰ γὰρ διὰ τοῦτο ἀλγεῖς, μάθε σαφῶς, ὅτι πενία ἐλεημοσύνης οὐ γίνεται κώλυμα. Κἂν γὰρ μυριάκις εἶ πένης, οὐκ εἶ πενέστερος τῆς δράκα ἀλεύρου μόνον κεκτημένης, καὶ τῆς δύο μόνον ἐχούσης ὀβολούς, ὧν ἑκατέρα τὴν οὐσίαν ἅπασαν εἰς τοὺς δεομένους κενώσασα παραδόξως ἐθαυμάσθη· καὶ ἡ τοσαύτη πενία τῇ τοσαύτῃ φιλανθρωπίᾳ οὐ γέγονε κώλυμα, ἀλλ’ οὕτω δαψιλὴς καὶ φιλότιμος ἡ ἐκ τῶν δύο λεπτῶν γέγονεν ἐλεημοσύνη, ὡς τοὺς πλουτοῦντας ἅπαντας ἀποκρύψαι, καὶ τοὺς πολλοὺς στατῆρας καταβαλόντας ὑπερακοντίσαι τῷ πλούτῳ τῆς γνώμης καὶ τῇ περιουσίᾳ τῆς προθυμίας. Ὥστε οὐδὲ ἐνταῦθα ἠδίκησαι, ἀλλὰ καὶ μειζόνως ἐκέρδανας, δι’ ὀλίγης εἰσφορᾶς τῶν τὰ πολλὰ καταθέντων λαμπροτέρους λαβὼν τοὺς στεφάνους. Ἀλλ’ ἐπειδή, κἂν μυριάκις ταῦτα εἴπωμεν, αἱ φιλοσώματοι ψυχαὶ καὶ τοῖς βιωτικοῖς ἡδέως ἐγκαλινδούμεναι, καὶ τοῖς παροῦσιν ἐνηδυπαθοῦσαι πράγμασιν, οὐκ ἂν ῥᾳδίως ἀνάσχοιντο τῶν κατασηπομένων ἀνθῶν ἀποστῆναι (τοιαῦτα γὰρ τοῦ βίου τὰ φαιδρὰ τούτου), οὐδὲ τὰς σκιᾶς ἀφεῖναι ἀνέχονται· ἀλλ’ οἱ μὲν ἐπιεικέστεροι κἀκείνων καὶ τούτων ἀντέχονται, οἱ δὲ ἐλεεινότεροι καὶ ἀθλιώτεροι ἐκ πλείονος μὲν ἐκείνων μοίρας, τούτων δὲ ἐξ ἐλάττονος σφόδρα· φέρε δὴ τὰ προσωπεῖα ἀφελόντες τὰ φαιδρὰ καὶ περιφανῆ τῆς αἰσχρᾶς καὶ δυσειδοῦς τῶν πραγμάτων ὄψεως τούτων, δείξωμεν τῆς ἑταιριζομένης γυναικὸς τὴν βδελυγμίαν. Τοιοῦτον γὰρ ἡ τοιαῦτα ζωή, ἡ τρυφαῖς καὶ πλούτῳ καὶ δυναστείαις προσέχουσα· τὸ αἰσχρὸν καὶ δυσειδὲς καὶ πολλῆς βδελυγμίας γέμον, τὸ ἀηδὲς καὶ φορτικὸν καὶ πικρίας ἐμπεπλησμένον. Καὶ γὰρ δὴ τοῦτο μάλιστά ἐστι τὸ πάσης ἀποστεροῦν τοὺς ἁλόντας συγγνώμης, ὅτι καὶ ἀηδίας καὶ πολλῆς τῆς πικρίας ἐμπεπλησμένος ὁ βίος οὗτος, ποθεινὸς τε αὐτοῖς καὶ περισπούδαστός ἐστι, καὶ μυρίων γέμων κακῶν, κινδύνων, αἱμάτων, κρημνῶν, σκοπέλων, καὶ φόνων, καὶ φόβων, καὶ τρόμων, καὶ φθόνου, καὶ βασκανίας, καὶ ἐπιβουλῆς, καὶ φροντίδος διηνεκοῦς καὶ μερίμνης, καὶ κέρδος ἔχων οὐδέν, οὐδὲ καρπὸν τῶν τοσούτων κακῶν οὐδένα φέρων, ἀλλ’ ἢ κόλασιν καὶ τιμωρίαν, καὶ τὸ διηνεκῶς βασανίζεσθαι. Καίπερ τοιοῦτος ὤν, ζηλωτὸς εἶναι τοῖς πολλοῖς δοκεῖ καὶ περιμάχητος, ὃ τῆς ἀνοίας τῶν ἁλισκομένων ἐστίν, οὐ τῆς τοῦ πράγματος μακαριότητος. Ἐπεὶ καὶ τὰ παιδία τὰ μικρὰ πρὸς μὲν τὰ ἀθύρματα κέχηνε καὶ ἐπτόηται, τῶν δὲ τελείοις ἀνδράσι πρεπόντων πραγμάτων οὐδὲ αἴσθησιν λαβεῖν δύναιτ’ ἄν. Ἀλλ’ ἐκείνοις μὲν συγγνώμη διὰ τὸ τῆς ἡλικίας ἄωρον· οὗτοι δὲ ἀπολογίας ἐκβέβληνται, ἐν ἡλικίᾳ τελείᾳ παιδικὴν ἔχοντες γνώμην, κἀκείνων ἀνοητότερον διακείμενοι.

Διὰ τὶ γὰρ ζηλωτὸν ὁ πλοῦτος, εἰπὲ μοι; Καὶ γὰρ ἀναγκαῖον ἐντεῦθεν προοιμιάσασθαι, ἐπειδὴ ὑγείας καὶ ζωῆς καὶ τῆς παρὰ τῶν πολλῶν εὐφημίας, καὶ χρηστῆς ὑπολήψεως, καὶ πατρίδος, καὶ οἰκείων, καὶ φίλων, καὶ συγγενῶν, καὶ τῶν ἄλλων ἁπάντων τῶν τὸ χαλεπὸν τοῦτο νόσημα νενοσηκότων τιμιώτερον τοῖς πολλοῖς ἔδοξεν εἶναι. Καὶ πρὸς αὐτὰς ἀνέβη λοιπὸν τὰς νεφέλας ἡ πυρά· καὶ γῆν καὶ θάλατταν ἡ κάμινος αὕτη κατέλαβε. Καὶ ὁ μὲν σβεννύων τὴν φλόγα ταύτην οὐδείς· οἱ δὲ ἀνακαίοντες, ἅπαντες, αὐτοὶ τε οἱ ἁλόντες ἤδη, οἳ τε μηδέπω ἁλόντες, ἵνα ἁλῶσι. Καὶ ἕκαστον ἴδοι τις ἄν, καὶ ἄνδρα καὶ γυναῖκα, καὶ οἰκέτην καὶ ἐλεύθερον, καὶ πλούσιον καὶ πένητα, κατὰ δύναμιν τὴν ἑαυτοῦ φορτία βαστάζοντα, τὰ τῇ φλογὶ ταύτῃ δι’ ἡμέρας τε καὶ νυκτὸς πολλὴν παρέχοντα τὴν τροφήν· φορτία οὐ ξύλων, οὐδὲ φρυγάνων (οὐ γὰρ τοιαύτη ἡ φλόξ), ἀλλὰ ψυχῶν καὶ σωμάτων, ἀδικίας καὶ παρανομίας. Ἀπὸ γὰρ τούτων ἀνάπτεσθαι πέφυκεν αὕτη τῆς φλογὸς ἡ φύσις. Οἳ τε γὰρ πλουτοῦντες οὐδαμοῦ τῆς ἀτόπου ταύτης ἵστανται ἐπιθυμίας, κἂν ἅπασαν περιβάλωνται τὴν οἰκουμένην· οἳ τε πένητες ἐπείγονται φθάσαι ἐκείνους, καὶ λύσσα τις ἀνίατος καὶ μανία ἀκάθεκτος, καὶ νόσος ἀδιόρθωτος τὰς πάντων κατέχει ψυχάς. Καὶ πάντα ἔρωτα οὗτος νικήσας ὁ ἔρως καὶ παρωσάμενος ἐξέβαλε τῆς ψυχῆς. Καὶ οὔτε φιλίας λόγος, οὔτε συγγενείας· καὶ τὶ λέγω φιλίας καὶ συγγενείας; Οὐ γυναικὸς καὶ παίδων, οὗ τὶ γένοιτ’ ἂν ἀνδράσι ποθεινότερον; Ἀλλὰ πάντα χαμαὶ ἔῤῥιπται καὶ καταπεπάτηται, τῆς ὠμῆς ταύτης καὶ ἀπανθρώπου δεσποίνης τῶν ἁλόντων τὰς ἁπάντων καταλαβούσης ψυχάς. Καὶ γὰρ ὡς δέσποινα τούτων ἀπάνθρωπος, καὶ ὡς τύραννος ἀπηνής, καὶ ὡς βάρβαρος ὠμή, καὶ ὡς πόρνη πάνδημος καὶ πολυτελής, καταισχύνει καὶ κατατείνει, καὶ μυρίοις κολάζει κινδύνοις τε καὶ τιμωρίαις τοὺς ἑλομένους δουλεύειν αὐτῇ· καὶ φοβερὰ τις οὖσα καὶ ἀμείλικτος, ἄγρια τε καὶ ἀπηνής, καὶ πρόσωπον ἔχουσα βαρβαρικόν, μᾶλλον δὲ θηριῶδες, καὶ λύκου καὶ λέοντος ἀγριώτερον, προσηνὴς τις εἶναι δοκεῖ, καὶ ποθεινὴ καὶ μέλιτος γλυκύτερα τοῖς αἰχμαλωτισθεῖσιν ὑπ’ αὐτῆς. Καὶ ξίφη καὶ ὅπλα καθ’ ἑκάστην κατ’ αὐτῶν χαλκεύουσα τὴν ἡμέραν, καὶ βάραθρα ἀνορύττουσα, καὶ ἐπὶ κρημνοὺς ἄγουσα καὶ σκοπέλους, καὶ μυρία αὐτοῖς πλέκουσα κολάσεως δίκτυα, ζηλωτοὺς αὐτοὺς νομίζεται ποιεῖ τοῖς τε ἑαλωκόσιν αὐτοῖς, τοῖς τε ἐπιθυμοῦσι ἁλῶναι. Καὶ καθάπερ ὗς ἐν ἀμάρᾳ καὶ βορβόρῳ ἐγκαλινδουμένη ἥδεται καὶ τρυφᾷ, καὶ κάνθαροι κόπρον συνεχῶς ἀνελίττοντες· οὕτω δὴ καὶ οἱ τῇ φιλαργυρίᾳ ἁλόντες τῶν ζώων τούτων εἰσὶν ἀθλιώτεροι. Καὶ γὰρ μείζων ἡ ἐνταῦθα βδελυγμία, καὶ ὁ βόρβορος δυσωδέστερος· ἐνδιατρίβοντες γὰρ τῷ πάθει, πολλὴν νομίζουσιν ἡδονὴν ἐντεῦθεν καρποῦσθαι· ὅπερ οὐ τῆς φύσεως τοῦ πράγματος ἐστιν, ἀλλὰ τῆς τὴν τοιαύτην ἀλογίαν νοσούσης διανοίας. Τοῦτο δὲ τῆς ἀλογίας ἐκείνων χεῖρον. Ὥσπερ οὖν ἐπὶ τοῦ βορβόρου καὶ τῆς κόπρου, οὐ τοῦ βορβόρου καὶ τῆς κόπρου τὸ αἴτιον, ἀλλὰ τῆς ἀλογίας τῶν ἐμπεπτωκότων ζώων· οὕτω καὶ ἐπὶ τῶν ἀνθρώπων λογίζου.

ζ’. Καὶ πῶς ἂν ἰασαίμεθα τοὺς οὕτω διακειμένους; Εἰ βουληθείησαν ἡμῖν ἀνοῖξαι τὰς ἀκοάς, καὶ ἁπλῶσαι τὴν διάνοιαν, καὶ δέξασθαι τὰ λεγόμενα. Τὰ μὲν γὰρ ἄλογα μεταθεῖναι τῆς ἀκαθάρτου διατριβῆς καὶ ἀπαγαγεῖν οὐκ ἔνι· λογισμοῦ γὰρ ἐστιν ἔρημα· τὸ δὲ ἡμερώτατον τοῦτο γένος, καὶ λογισμῷ καὶ λόγῳ τετιμημένον, τὴν ἀνθρωπείαν λέγω φύσιν, εἰ βουληθείη, ῥᾴδιόν τε καὶ σφόδρα εὔκολον καὶ τοῦ βορβόρου καὶ τῆς δυσωδίας, καὶ τῆς κόπρου καὶ τῆς βδελυγμίας ἀπαλλάξαι ἐκείνης. Διὰ τὶ γὰρ ὁ πλοῦτος, ἄνθρωπε, περισπούδαστος εἶναί σοι δοκεῖ; Διὰ τὴν ἡδονὴν πάντως τὴν ἀπὸ τῶν τραπεζῶν; Διὰ τὴν τιμήν, καὶ τὴν δορυφορίαν τὴν ἀπὸ τῶν διὰ τοῦτον θεραπευόντων; Διὰ τὸ δύνασθαι τοὺς λυποῦντας ἀμύνασθαι, καὶ πᾶσιν εἶναι φοβερόν; Οὐδὲ γὰρ ἂν ἑτέρας αἰτίας ἔχοις εἰπεῖν, ἀλλ’ ἢ ἡδονήν, καὶ κολακείαν, καὶ φόβον, καὶ τιμωρίαν· οὔτε γὰρ σοφώτερον, οὔτε σωφρονέστερον, οὔτε ἐπιεικέστερον, οὔτε συνετώτερον πάντως ὁ πλοῦτος ποιεῖν εἴωθεν, οὐ χρηστόν, οὐ φιλάνθρωπον, οὐκ ὀργῆς κρείττονα, οὐ γαστρὸς ἀμείνω, οὐχ ἡδονῶν ἀνώτερον· οὐ μετριάζειν παιδεύει, οὐ συνεστάλθαι διδάσκει, οὐκ ἄλλο τι μέρος τῆς ἀρετῆς εἰς τὴν ψυχὴν εἰσάγει καὶ καταφυτεύει. Οὐδ’ ἂν ἔχοις εἰπεῖν διὰ τὶ τούτων περισπούδαστός ἐστὶ σοι καὶ ποθεινὸς οὗτος. Οὐ γὰρ δὴ μόνον οὐδὲν οἶδε φυτεύειν ἢ γεωργεῖν τῶν ἀγαθῶν, ἀλλὰ κἂν ἀποκείμενα εὕρῃ, λυμαίνεται καὶ κωλύει καὶ καταμαραίνει· ἔνια δὲ ἀνασπᾶ, καὶ τὰ ἐναντία τούτων ἐπεισάγει, ἀκολασίαν ἄμετρον, θυμὸν ἄκαιρον, ὀργὴν ἄδικον, ἀπόνοιαν, ὑπερηφανίαν, ἄνοιαν. Ἀλλὰ μὴ εἴπω περὶ τούτων· οἱ γὰρ τῇ νόσῳ ταύτῃ ἑαλωκότες οὐκ ἂν ἀνάσχοιντο περὶ ἀρετῆς καὶ κακίας ἀκούοντες, τῆς ἡδονῆς ὄντες ὅλοι, καὶ διὰ τοῦτο αὐτῆς γινόμενοι δοῦλοι, κατηγορουμένων αὐτῶν ὁμοῦ καὶ ἐλεγχομένων ἰδεῖν. Φέρε οὖν τέως τὸν περὶ τούτων λόγον ἀφέντες, τὰ λοιπὰ εἰς μέσον ἀγάγωμεν, καὶ ἴδωμεν, εἲ τινα ἡδονὴν ὁ πλοῦτος ἔχει, εἲ τινα τιμήν· τοὐναντίον γὰρ ἅπαν ὁρῶ. Καὶ εἰ βούλεσθε, πρῶτον τὰς τραπέζας τῶν πλουτούντων καὶ πενομένων ἐξετάζωμεν, καὶ ἐρώμεθα τοὺς ἑστιωμένους, τίνες μάλιστά εἰσιν οἱ καθαρὰν καὶ γνησίαν καρπούμενοι ἡδονήν; Οἱ πρὸς διαμεμετρημένην τὴν ἡμέραν ἐπὶ τῶν στιβάδων κατακείμενοι, καὶ τὰ δεῖπνα τοῖς ἀρίστοις συνάπτοντες, καὶ τὴν γαστέρα διαῤῥηγνύντες, καὶ τὰς αἰσθήσεις πηροῦντες, καὶ τῷ ὑπερόγκῳ τῶν ἐδεσμάτων φορτίῳ τὸ πλοῖον καταποντίζοντες, καὶ ὑπέραντλον ποιοῦντες τὴν ναῦν, καὶ καθάπερ ἐν ναυαγίῳ τῷ τοῦ σώματος κατακλύζοντες αὐτήν, καὶ πέδας, καὶ χειροπέδας, καὶ γλωσσοπέδας ἐπινοοῦντες, καὶ ἅπαν αὐτῶν καταδεσμοῦντες τὸ σῶμα ἀλύσεως σιδηρᾶς χαλεπωτέρω δεσμῷ τῷ τῆς μέθη καὶ τῆς τρυφῆς, καὶ μήτε ὕπνον αἱρούμενοι γνήσιον, εἰλικρινῇ, μήτε ὀνειράτων ἀπηλλαγμένοι φοβερῶν, τῶν τε μαινομένων ὄντες ἀθλιώτεροι, καὶ αὐθαίρετόν τινα δαίμονα ἐπεισάγοντες τῇ ψυχῇ, καὶ γέλως προκείμενοι τῷ θεάτρῳ τῶν οἰκετῶν, μᾶλλον δὲ καὶ τραγῳδία καὶ δακρύων ὑπόθεσις τοῖς ἐπιεικεστέροις αὐτῶν, καὶ μηδένα εἰδότες τῶν παρόντων, μήτε εἰπεῖν τι καὶ ἀκοῦσαι δυνάμενοι, ἀλλὰ φοράδην ἀπὸ τῶν στιβάδων ἐπὶ τὴν κλίνην ἀγόμενοι, ἢ οἱ νήφοντες καὶ οἱ ἐγρηγορότες, καὶ τῇ χρείᾳ τὸ μέτρον ὁρίζοντες, καὶ ἐξ οὐρίας πλέοντες, καὶ μέγιστον ἥδυσμα τὸ πεινῇν καὶ διψῇν ἔχοντες ἐπὶ τε τῶν σιτίων, ἐπὶ τε τῶν ποτῶν; Οὐδὲν γὰρ οὕτω καὶ ἡδονὴν καὶ ὑγίειαν ἐργάζεται, ὡς τὸ πεινῶντα καὶ διψῶντα οὕτω τῶν προκειμένων ἅπτεσθαι, καὶ κόρον εἰδέναι τὴν χρείαν μόνην, καὶ μὴ ὑπερβαίνειν ταύτης τὰ σκάμματα, μηδὲ μεῖζον τῆς δυνάμεως ἐπιτιθέναι τὸ ἄχθος τῷ σώματι.

η’. Εἰ δὲ ἀπιστεῖς μου τῷ λόγῳ, κατάμαθε τὰ ἑκατέρων σώματα, καὶ τὴν ἑκάστου ψυχήν. Οὐχὶ τὰ μὲν τῶν οὕτω διαιτωμένων συμμέτρως (μὴ γὰρ μοι τὸ σπανιάκις συμβαῖνον εἴπῃς, καὶ εἲ τινες ἀσθενεῖς εἶεν ἐκ περιστάσεως ἑτέρας τινός, ἀλλ’ ἀπὸ τῶν ἀεὶ καὶ συνεχῶς συμβαινόντων τὰς ψήφους λάμβανε), οὐχὶ τῶν μὲν συμμέτρων ἑστιωμένων εὔρωστα τὰ σώματα, καὶ τετρανωμέναι αἱ αἰσθήσεις, τὴν οἰκείαν χρείαν πληροῦται μετὰ πολλῆς τῆς εὐκολίας; Ἐκείνων δὲ πλαδαρὰ καὶ παντὸς κηροῦ μαλακωτέρα, καὶ ἐσμῷ νοσημάτων πολιορκούμενα; Καὶ γὰρ καὶ ποδάγραι ταχέως αὐτοῖς ἐφίπτανται, καὶ τρόμος ἄκαιρος, καὶ γῆρας ἄωρον, καὶ κεφαλαλγίαι, καὶ διατάσεις, καὶ στομάχων πηρώσεις, καὶ ὀρέξεως ἀναίρεσις, καὶ διηνεκῶν δέονται ἰατρῶν, καὶ συνέχων τῶν φαρμάκων, καὶ καθημερινῆς τῆς θεραπείας. Ταῦτα οὖν ἡδονῆς; Εἰπὲ μοί. Καὶ τὶς ἂν εἴποι τῶν εἰδότων ὃ τὶ ποτὲ ἐστιν ἡδονή; Ἡδονὴ γὰρ γίνεται τότε, ὅταν ἐπιθυμίας ἡγουμένης ἀπόλαυσις ἕπηται· ἂν δὲ ἀπόλαυσις μὲν ᾖ, ἐπιθυμία δὲ μηδαμοῦ φαίνηται, τὰ τῆς ἡδονῆς οἴχεται καὶ ἠφάνισται. Διὰ τοι τοῦτο καὶ οἱ νοσοῦντες καίτοι σιτίων περισπουδάστων αὐτοῖς προκειμένων, ναυτιῶντες, καὶ ἐνοχλεῖσθαι δοκοῦντες, οὕτως αὐτῶν ἀπογεύονται· ἐπειδὴ ἐπιθυμία οὐκ ἔστιν, ἡ τὴν ἀπόλαυσιν ἡδίστην ποιοῦσα. Οὔτε γὰρ ἡ τῶν σιτίων φύσις, οὔτε ἡ τῶν ποτῶν, ἀλλ’ ἡ τῶν ἑστιωμένων ὄρεξις τὴν ἐπιθυμίαν τίκτειν εἴωθε, καὶ τὴν ἡδονὴν ἐργάζεσθαι πέφυκε. Διὰ τοῦτο καὶ τις σοφὸς ἀνήρ, τὰ περὶ τῆς ἡδονῆς ἀκριβῶς εἰδώς, καὶ φιλοσοφεῖν περὶ τούτων ἐπιστάμενος, ἔλεγε· «Ψυχὴ ἐμπεπλησμένη κηρίοις ἐμπαίζει»· δεικνὺς ὅτι οὐκ ἐν τῇ φύσει τῆς τραπέζης, ἀλλ’ ἐν τῇ διαθέσει τῶν ἑστιωμένων τὰ τῆς ἡδονῆς ἕστηκε. Διὰ τοῦτο καὶ ὁ προφήτης τὰ ἐν Αἰγύπτῳ θαύματα καὶ τὰ ἐν τῇ ἐρήμῳ καταλέγων, μετὰ τῶν ἄλλων καὶ τοῦτο εἴρηκεν, ὅτι «Ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς». Καίτοι γε οὐδαμοῦ μέλι φαίνεται πέτρα αὐτοῖς ἀναβλύσασα· τὶ οὖν ἐστι τὸ εἰρημένον; Ἐπειδὴ πολλῷ κατειργασμένοι τῷ καμάτῳ καὶ τῇ ὁδοιπορίᾳ, καὶ σφοδρῷ κατεχόμενοι τῷ δίψει ψυχροῖς τοῖς νάμασι προσέπιπτον, ἀντὶ ἡδύσματος μέγαλον τὸ διψῆν ἔχοντες, τὴν ἡδονὴν τῶν ναμάτων ἐκείνων παραστῆσαι βουλόμενος, μέλι τὸ ὕδωρ ἐκάλεσεν, οὐχ ὡς τῆς φύσεως εἰς μέλι μεταβληθείσης, ἀλλ’ ὡς τῆς ἡδονῆς τοῦ ὕδατος ἁμιλλωμένης ἐκείνῃ τῇ γλυκύτητι, διὰ τὸ διψῶντα τότε προσπεσεῖν τοὺς ἀπολελαυκότας αὐτοῦ. Ὅταν τοίνυν ταῦτα τοῦτον ἔχῃ τὸν τρόπον, καὶ μηδεὶς ἀντιλέγειν δύνηται, κἂν σφόδρα ἀναίσθητος ᾖ· οὐκ εὔδηλον ὅτι παρὰ ταῖς τῶν πενήτων τραπέζαις ἡ καθαρὰ καὶ εἰλικρινὴς καὶ σφόδρα ἡδονή; Ἐν δὲ ταῖς τῶν πλουσίων ἀηδία, καὶ βδελυγμία, καὶ μολυσμός; Καὶ καθὼς εἶπεν ὁ σοφὸς ἐκεῖνος ἀνήρ, «Καὶ τὰ ἡδέα παρενοχλεῖν δοκεῖ».

θ’. Ἀλλὰ τιμᾶσθαι παρασκευάζει τοὺς ἔχοντας ὁ πλοῦτος, φησί, καὶ ἐχθροὺς ἀμύνασθαι μετ’ εὐκολίας. Διὰ τοῦτο οὖν, εἰπὲ μοι, ποθεινὸς ὑμῖν καὶ περιμάχητος εἶναι δοκεῖ, ὅτι τὰ χαλεπώτατα ἐν ἡμῖν τρέφει πάθη, ὀργὴν τε εἰς ἔργον ἐξάγων, καὶ τῆς δοξομανίας τὰς πομφόλυγας εἰς μείζονα ὄγκον ἐπαίρων, καὶ πρὸς ἀπόνοιαν ἀλείφων τε καὶ διεγείρων; Διὰ ταῦτα μὲν οὖν μάλιστα ἀμεταστρεπτὶ φεύγειν αὐτὸν χρή, ὅτι θηρία τινὰ ἄγρια καὶ χαλεπὰ εἰς τὴν διάνοιαν εἰσοικίζει τὴν ἡμετέραν, τῆς μὲν ὄντως τιμῆς τῆς παρὰ πάντων ἀποστερῶ, τὴν δὲ ἐναντίαν ἐκείνης, τοῖς ἐκείνης χρώμασιν ἀναχρωννύς, καὶ οὕτω προσάγων τοῖς ἠπατημένοις, καὶ πείθων ταύτην ἐκείνην εἶναι νομίζειν, οὐκ οὖσαν τῇ φύσει, ἀλλὰ τῇ ὄψει δοκοῦσαν εἶναι. Καθάπερ γὰρ τὰ κάλλη τῶν ἑταιριζομένων γυναικῶν ἐπιτρίμμασι καὶ ὑπογραφαῖς συγκείμενα, κάλλους μὲν ἀπεστέρηται, τὴν δὲ αἰσχρὰν ὄψιν καὶ δυσειδῆ καλὴν τε εὐειδῆ εἶναι ποιεῖ παρὰ τοῖς ὑπ’ αὐτῆς ἠπατημένοις, οὐκ οὖσαν καλήν· οὕτω δὴ καὶ ὁ πλοῦτος τὴν κολακείαν βιαζόμενος τιμὴν δεικνύναι ποιεῖ. Μὴ γὰρ μοι τὰς ἐν τῷ φανερῷ διὰ φόβον καὶ θωπείαν γινομένας εὐφημίας ἴδῃς· αὗται γὰρ εἰσι τὰ χρώματα καὶ αἱ ὑπογραφαί· ἀλλὰ τὸ ἑκάστου συνειδὸς τῶν τὰ τοιαῦτά σε κολακευόντων ἀνάπτυξον, καὶ ὄψει μυρίσου ἔνδον καταβοῶντας σου κατηγόρους, καὶ τῶν μάλιστα ἐχθρῶν καὶ πολεμίων μᾶλλον ἀποστρεφομένους καὶ μισοῦντας. Καὶ εἲ ποτε τὸ ἐκ τοῦ φόβου τούτου συγκείμενον προσωπεῖον μεταβολὴ πραγμάτων ἐπελθοῦσα ἀφανίσειέ τε καὶ διελέγξειε, καθάπερ τὰς ὄψεις ἐκείνας ἥλιος θερμοτέραν ἀκτῖνα ἀφείς, τότε ὄψει καλῶς ὅτι παρὰ πάντα τὸν ἔμπροσθεν χρόνον ἐν ἐσχάτῃ μὲν ἧς ἀτιμίᾳ παρὰ τοῖς θεραπεύουσι, τιμῆς δὲ ἐνόμιζες ἀπολαύειν ὑπὸ τῶν μάλιστα μισούντων σέ, καὶ μυρίαις σε κατὰ διάνοιαν πλυνόντων λοιδορίαις, καὶ ἐν ἐσχάταις σε συμφοραῖς ἐπιθυμούντων ἰδεῖν. Τιμὴν γὰρ οὐδὲν οὕτως εἴωθε ποιεῖν, ὡς ἀρετή, τιμὴν οὐ κατηναγκασμένην, τιμὴν οὐ πεπλασμένην, οὐδὲ προσωπείῳ τινὶ φενακισμοῦ κεκρυμμένην, ἀλλὰ ἀληθῆ καὶ γνησίαν, καὶ οὐδεμιᾷ καιρῶν δυσκολίᾳ ἐλεγχομένην.

ι’. Ἀλλ’ ἀμύνασθαι βούλει τοὺς λελυπηκότας; Καὶ δι’ αὐτὸ μὲν οὖν τοῦτο μάλιστα, καθάπερ ἔφθην εἰπών, φευκτὸς ὁ πλοῦτος. Κατὰ γὰρ σαυτοῦ τὸ ξίφος ὠθεῖν σε παρασκευάζει, καὶ βαθυτέρας τὰς ἐν τῷ μέλλοντί σοι καθίστησιν εὐθύνας, καὶ ἀφορήτους ποιεῖ τὰς τιμωρίας. Τοσοῦτον γὰρ κακὸν τὸ ἀμύνασθαι, ὅτι καὶ Θεοῦ φιλανθρωπίαν ἀνεκαλέσατο, καὶ δοθεῖσαι ἤδη ἁμαρτημάτων ἀπείρων συγχώρησιν ἠκύρωσεν. Ὁ γὰρ μυρίων λαβὼν ταλάντων τὴν ἄφεσιν, καὶ ἀπὸ ψιλῆς παρακλήσεως τοσαύτης ἀπολαύσας δωρεᾶς, ἐπειδὴ ἑκατὸν δηναρίων ἀπαίτησιν ἐποιεῖτο παρὰ τοῦ συνδούλου, τοῦτ’ ἔστιν, ἐπειδὴ τῶν εἰς αὐτὸν πλημμελημάτων ἀπῄτει δίκας, ἐν τῇ περὶ τὸν ὁμόδουλον σφοδρότητι καθ’ ἑαυτοῦ τὴν καταδίκην ἐξήνεγκε· καὶ δι’ ἕτερον μὲν οὐδέν, διὰ τοῦτο δὲ μόνον καὶ τοῖς βασανισταῖς παρεδίδοτο, καὶ ἐστρεβλοῦτο, καὶ τὰ μυρία τάλαντα ἀπαιτεῖσθαι ἐκελεύετο· καὶ συγγνώμης οὐδεμιᾶς, οὐδὲ ἀπολογίας ἀπήλαυεν, ἀλλὰ τὰ ἀνήκεστα ἔπασχε, κελευσθεὶς ἅπαν καταθεῖναι τὸ χρέος, ὃ προλαβοῦσα ἡ τοῦ Θεοῦ φιλανθρωπία συνεχώρησε. Διὰ τοῦτο οὖν, εἰπὲ μοι, ὁ πλοῦτός σοι περισπούδαστος, ὅτι σε εἰς τοιαύτην ἁμαρτίαν μετ’ εὐκολίας ἐξάγει; Καὶ μὴν διὰ τοῦτο αὐτὸν ὡς ἐχθρὸν καὶ πολέμιον καὶ μυρίων γέμοντα φόνων ἀποστρέφεσθαι δέ. Ἀλλ’ ἡ πενία, φησί, παρασκευάζει δυσχεραίνειν, καὶ πολλάκις καὶ βλάσφημα ῥήματα ἐκβάλλειν καὶ ἀνελεύθερα πράγματα ὑπομένειν. Οὐχ ἡ πενία, ἀλλ’ ἡ μικροψυχία· ἐπεὶ καὶ ὁ Λάζαρος πένης ἦν, καὶ σφόδρα γε πένης· καὶ τῇ πενίᾳ προσῆν καὶ ἀῤῥωστία πενίας ἁπάσης πικρότερα, ἡ καὶ τὴν πενίαν ταύτην χαλεπωτέραν ποιοῦσα· καὶ τῇ ἀῤῥωστίᾳ ἐρημίᾳ τῶν προστησομένων, καὶ ἀπορία τῶν θεραπευόντων, ἥτις καὶ τὴν πενίαν καὶ τὴν ἀῤῥωστίαν πικροτέραν εἰργάζετο. Τούτων γὰρ ἕκαστον καὶ καθ’ ἑαυτὸ μὲν ὀδυνηρόν, ὅτε δὲ μηδὲ οἱ θεραπεύοντες ὦσι, μεῖζον γίνεται τὸ δεινόν, χαλεπωτέρα ἡ φλόξ, πικροτέρα ἡ ὀδύνη, ἀγριώτερος ὁ χειμών, σφοδρότερον τὸ κλυδώνιον, φλογωδεστέρα ἡ κάμινος. Εἰ δὲ τις ἀκριβῶς ἐξετάσειε, καὶ ἕτερον τούτοις τέταρτον προσῆν, ἡ τοῦ πλουτοῦντος ἐκ γειτόνων οἰκοῦντος ἀδείᾳ καὶ τρυφή. Εἰ δὲ βούλει τι καὶ πέμπτον ἄλλο εὑρεῖν, ὑπέκκαυμα τῆς φλογός, καὶ τοῦτο ὄψει σαφῶς αὐτῷ περικείμενον. Οὐ γὰρ δὴ μόνον ἐτρύφα ὁ πλούσιος ἐκεῖνος, ἀλλὰ καὶ δεύτερον καὶ τρίτον, μᾶλλον δὲ καὶ πλεονάκις τῆς ἡμέρας αὐτὸν ὁρῶν· παρὰ γὰρ τὴν εἴσοδον ἔῤῥιπτο, θέατρον χαλεπὸν ἐλεεινῆς τραγῳδίας ὤν, καὶ τῇ ὄψει μόνον καὶ λιθίνην ἱκανὸς καταμαλάξαι ψυχήν· καὶ ὅμως οὐδὲ τοῦτο ἐπεσπάσατο τὸν ἀπάνθρωπον ἐκεῖνον εἰς τὴν τῆς πενίας ἐκείνης ἀντίληψιν· ἀλλ’ ὁ μὲν συβαριτικὴν παρετίθετο τράπεζαν, καὶ κρατῆρας εἶχεν ἐστεμμένους, καὶ ἄκρατον ἁπλῶς ἐκχεόμενον, καὶ στρατόπεδα μαγείρων λαμπρά, καὶ παρασίτους καὶ κόλακας ἅμα πρωΐ, καὶ χοροὺς ᾀδόντων, οἰνοχοούντων, γελωτοποιούντων· καὶ πᾶν εἶδος ἐπινοῶν ἀσωτίας, καὶ μεθύων καὶ κραιπαλῶν, καὶ στολῇ καὶ τραπέζῃ, καὶ ἑτέροις πλείοσι τρυφῶν ἅπαντα διετέλει τὸν χρόνον. Τοῦτον δὲ λιμῷ χαλεπῷ καὶ ἀῤῥωστίᾳ πικροτάτῃ, καὶ πολιορκία τοσούτων ἕλκων, καὶ ἐρημίᾳ, καὶ τοῖς ἐκ τούτων κακοῖς ὁρῶν καθ’ ἑκάστην κατατεινόμενον τὴν ἡμέραν, οὐδὲ εἰς νοῦν ποτε ἐβάλλετο· ἀλλ’ οἱ μὲν παράσιτοι, καὶ οἱ κόλακες καὶ ὑπὲρ τὴν χρείαν διεῤῥήγνυντο· ὁ δὲ πένης, καὶ οὕτω πένης, καὶ ἐν τοσούτοις κείμενος τοῖς κακοῖς, οὐδὲ ψιχίων ἐκ τῆς τραπέζης ἀπήλαυεν ἐκείνης, καὶ ταῦτα σφόδρα ἐπιθυμῶν· καὶ ὅμως οὐδὲν αὐτὸν τούτων παρέβλαψεν, οὐ ῥῆμα πικρὸν ἐξέβαλεν, οὐ βλάσφημον ἐφθέγξατο λόγον· ἀλλ’ ὥσπερ χρυσίον τῇ σφοδροτέρᾳ πυρώσει μειζόνως καθαιρόμενον λαμπρύνεται, οὕτω δὴ καὶ ἐκεῖνος ὑπὸ τῶν παθημάτων τούτων ἐνοχλούμενος, πάντων ὑψηλότερος ἦν καὶ τῶν παθῶν, καὶ αὐτῶν τῶν ἐντεῦθεν πολλοῖς τικτομένων θορύβων. Εἰ γὰρ ἁπλῶς πένητες πλουσίους ὁρῶντες τήκονται τῷ φθόνῳ, καὶ κατατείνονται τῇ βασκανίᾳ καὶ τὸν βίον ἀβίωτον νομίζουσιν εἶναι, καὶ ταῦτα τῆς ἀναγκαίας εὐποροῦντες τροφῆς, καὶ θεραπεύοντας ἔχοντες· ὁ πένης οὗτος ὡς οὐδεὶς ἕτερος πένης ὤν, καὶ οὐχ πένης μόνον, ἀλλὰ καὶ ἀσθενής, καὶ μηδένα ἔχων τὸν προστησόμενον καὶ παρακαλέσοντα, ἀλλ’ μέσῃ τῇ πόλει καθάπερ ἐν ἐσχάτῃ κείμενος ἐρημίᾳ, καὶ λιμῷ τηκόμενος πικροτάτῳ, καὶ πάντα ὁρῶν ἐκείνῳ καθάπερ ἐκ πηγῶν ἐπιῤῥέοντα, καὶ ἀνθρωπίνης μὲν οὐδεμιᾶς ἀπολαύων παραμυθίας, ταῖς δὲ τῶν κυνῶν γλώσσαις προκείμενος τράπεζα διηνεκὴς (οὕτω γὰρ ἦν τὸ σῶμα παρειμένος καὶ διαλελυμένος, ὡς μηδὲ ἐκείνους ἀποσοβεῖν δύνασθαι), τὶ οὐκ ἂν ἔπαθεν, εἰ μὴ σφόδρα γενναῖος καὶ φιλόσοφος ἦν; Ὁρᾷς ὅτι τὸ ἑαυτὸν μὴ ἀδικῶν, κἂν παρὰ πάντων ἀδικῆται, οὐδὲν πάσχει δεινόν; Πάλιν γὰρ τὸν αὐτὸν ἀναλήψομαι λόγον.

ια’. Τὶ γὰρ ἡ ἀῤῥωστία; Τὶ δὲ ἡ ἐρημίᾳ τῶν προστησομένων; Τὶ δὲ ἡ ἔφοδος τῶν κυνῶν; Τὶ δὲ τὸ γειτόνημα τοῦ πλουσίου τὸ πονηρόν; Τὶ δὲ ἡ πολλὴ χλιδὴ καὶ ὑπερηφανία, καὶ ἡ ἀπόνοια ἐκείνου τὸν ἀθλητὴν τοῦτον παρέβλαψεν; Ἡ μαλακώτερον πρὸς τὰ ὑπὲρ τῆς ἀρετῆς ἐποίησε σκάμματα; Τὶ δὲ αὐτοῦ τὴν εὐτονίαν ἐλυμήνατο; Οὐδὲν οὐδαμοῦ, ἀλλὰ καὶ μᾶλλον αὐτὸν ἐπέῤῥωσε, καὶ μυρίων αὐτῷ στεφάνων ὑπόθεσις γέγονε, καὶ προσθήκη βραβείων, καὶ πλεονασμὸς ἀντιδόσεως, καὶ μειζόνων ἀμοιβῶν ὑπόθεσις τῶν δεινῶν τὸ πλῆθος ἐκεῖνο, καὶ ἡ τοῦ πλουτοῦντος ὠμότης. Οὐ γὰρ δὴ διὰ τὴν πενίαν ἐστεφανοῦτο μόνον, οὐδὲ διὰ τὸν λιμόν, οὐδὲ διὰ τὰ ἕλκη, οὐδὲ διὰ τὰς γλώσσας τῶν κυνῶν· ἀλλ’ ὅτι τοιοῦτον γείτονα ἔχων, καὶ καθ’ ἑκάστην ὁρώμενος ὑπ’ αὐτοῦ τὴν ἡμέραν, καὶ ὑπερορώμενος διηνεκῶς, τοῦτον ἤνεγκε γενναίως τὸν πειρασμόν, καὶ μετὰ πολλῆς τῆς καρτερίας, καὶ τῇ πενίᾳ καὶ τῇ ἀῤῥωστίᾳ, καὶ τῇ ἐρημίᾳ, οὐ μικράν, ἀλλὰ καὶ σφόδρα εὐτονωτάτην συνεισφέροντα τὴν φλόγα.

Τὶ δὲ ὁ μακάριος Παῦλος, εἰπὲ μοί; Οὐδὲν γὰρ κωλύει πάλιν ἐπιμνησθῆναι τοῦ ἀνδρός. Οὐχὶ μυρίας ἐδέξατο πειρασμῶν νιφάδας; Τὶ οὖν ἐντεῦθεν ἐβλάβη; Οὐκ ἐντεῦθεν μὲν οὖν καὶ μειζόνως ἐστεφανοῦτο, ὅτι ἐλίμωττεν, ὅτι κρυμῷ καὶ γυμνότητι κατετήκετο, ὅτι μάστιξι πολλάκις κατεξαίνετο, ὅτι λίθοις ἐβάλλετο, ὅτι κατεποντίζετο; Ἀλλ’ ἐκεῖνος Παῦλος ἦν, φησί, καὶ κλητὸς τοῦ Χριστοῦ. Καίτοι καὶ Ἰούδας εἷς τῶν δώδεκα ἦν, καὶ κλητὸς καὶ αὐτὸς τοῦ Χριστοῦ· ἀλλ’ οὔτε τὸ εἶναι τῶν δώδεκα, οὔτε ἡ κλῆσις αὐτὸν ὤνησεν, ἐπειδὴ γνώμην οὐκ εἶχε πρὸς ἀρετὴν παρεσκευασμένην. Ἀλλ’ ὁ μὲν Παῦλος καὶ λιμῷ παλαιῶν, καὶ τῆς ἀναγκαίας ἀπορῶν τροφῆς, καὶ τοσαῦτα καθ’ ἑκάστην πάσχων τὴν ἡμέραν, μετὰ πολλῆς τῆς προθυμίας τὴν εἰς οὐρανὸν φέρουσαν ἔτρεχεν ὁδόν· ἐκεῖνος δὲ καὶ πρὸ τούτου κληθείς, καὶ τῶν αὐτῶν ἀπολαύσας ὧνπερ καὶ αὐτός, καὶ μυηθεὶς τὴν ἀνωτάτω φιλοσοφίαν, καὶ τραπέζης μετασχὼν ἱερᾶς καὶ τῶν φρικωδεστάτων ἐκείνων δείπνων, καὶ χάριν λαβὼν τοσαύτην ὡς καὶ νεκροὺς ἐγείρειν, καὶ λεπροὺς καθαίρειν, καὶ δαίμονας ἐλαύνειν, καὶ τοὺς περὶ ἀκτημοσύνης πολλάκις ἀκούσας λόγους καὶ αὐτῷ τοσοῦτον χρόνον συγγενόμενος τῷ Χριστῷ, καὶ τῶν πενήτων τὰ χρήματα πιστευθείς, ὥστε τοῦ πάθους ἐκεῖθεν ἔχειν παραμυθίαν (καὶ γὰρ κλέπτης ἦν), οὐδὲ οὕτως ἐγένετο βελτίων, καίτοι τοσαύτης συγκαταβάσεως ἀπολαύσας. Ἐπειδὴ γὰρ ᾔδει ὁ Χριστός, ὅτι φιλάργυρος ἦν, καὶ διὰ χρημάτων ἔρωτα ἔμελλε ἀπόλλυσθαι, οὐ μόνον αὐτὸν οὐκ ἀπῄτησε τούτου δίκας τότε, ἀλλ’ ὥστε αὐτοῦ καταλεᾶναι τὸ πάθος, καὶ τὰ χρήματα αὐτῷ τῶν πενήτων ἐπίστευσεν, ἳν’ ἔχων ὅθεν κορέσῃ τὴν φιλοχρηματίαν, μὴ καταπέσῃ εἰς τὸ φρικῶδες βάραθρον ἐκεῖνο, ἐλάττονι κακῷ τὸ μεῖζον προανατέλλων.

ιβ’. Οὕτω πανταχοῦ τὸν μὲν ἑαυτὸν μὴ βουλόμενον ἀδικεῖν οὐδεὶς ἕτερος ἀδικῆσαι δυνήσεται· τὸν δὲ οὐκ ἐθέλοντα νήφειν, καὶ τὰ παρ’ ἑαυτοῦ συνεισφέρειν οἴκοθεν, οὐδεὶς οὐδέποτε ὠφελήσει. Διὰ τοῦτό σοι καὶ ἡ θαυμασία τῶν Γραφῶν ἱστορία, καθάπερ ἐν εἰκόνι τινὶ ὑψηλῇ καὶ μεγάλῃ καὶ πολὺ τὸ εὖρος ἐχούσῃ, τῶν παλαιῶν ἀνεγράψατο τοὺς βίους, ἀπὸ τοῦ Ἀδὰμ μέχρι τῆς τοῦ Χριστοῦ παρουσίας ἐκτείνασα τὴν διήγησιν· καὶ δείκνυσί σοι καὶ τοὺς ὑποσκελιζομένους, καὶ τοὺς στεφανουμένους, ἵνα σε διὰ πάντων παιδεύσῃ, ὅτι τὸν παρ’ ἑαυτοῦ μὴ ἀδικούμενον οὐδεὶς ἕτερος ἀδικῆσαι δυνήσεται, κἂν πᾶσα ἡ οἰκουμένη πρὸς αὐτὸν χαλεπὸν ἀναῤῥιπίζῃ πόλεμον. Οὔτε γὰρ δυσκολία πραγμάτων, οὔτε καιρῶν μεταβολαί, οὔτε δυναστευόντων ἐπήρειαι, οὔτε ἐπιβουλῶν νιφάδες, οὔτε συμφορῶν ὄχλος, οὔτε πάντων τῶν ἐν ἀνθρώποις κακῶν συλλεγόμενος ὁ φορυτὸς παρασαλεῦσαί τι κἂν μικρὸν δυνήσεται τὸν γενναῖον, καὶ νήφοντα, καὶ ἐγρηγορότα· ὥσπερ αὖ τὸν ῥάθυμον, καὶ ἀναπεπτωκότα, καὶ οἴκοθεν προδεδομένον, κἂν μυρίαι προσάγωνται θεραπεῖαι, οὐδὲν ἀμείνω ποιοῦσι. Τοῦτο γοῦν καὶ ἡ παραβολὴ ἡ περὶ τῶν ἀνθρώπων ἐκείνων παρεδήλωσεν ἡμῖν, ὧν ὁ μὲν ἐπὶ τῆς πέτρας, ὁ δὲ ἐπὶ τῆς ψάμμου τὴν οἰκίαν ᾠκοδόμησε τὴν ἑαυτοῦ· οὐχ ἵνα ψάμμον καὶ πέτραν νοήσωμεν, οὒθ’ ἵνα οἰκοδομὴν λίθων, καὶ ὄροφον, οὒθ’ ἵνα ποταμοὺς καὶ ὑετόν, καὶ πνεύματα ἄγρια προσπίπτοντα ταῖς οἰκοδομαῖς, ἀλλ’ ἵνα ἀρετὴν καὶ κακίαν ἐκ τούτων ἐκλάβωμεν, καὶ ἴδωμεν κἀντεῦθεν ὅτι τὸν ἑαυτὸν μὴ ἀδικοῦντα οὐδεὶς ἀδικεῖ. Οὐκοῦν οὔτε ὁ ὑετὸς καίοι ραγδαίως φερόμενος, οὔτε οἱ ποταμοὶ πολλῷ ῥοθίῳ προσπίπτοντες, οὔτε τὰ πνεύματα τὰ ἄγρια μετὰ σφοδρᾶς τῆς ῥύμης προσβαλόντα παρεσάλευσάν τι τὴν οἰκίαν ἐκείνην· ἀλλ’ ἔμεινε καὶ ἀχείρωτος, καὶ ἀκίνητος· ἵνα μάθῃς, ὅτι τὸν ἑαυτὸν οὐ προδιδόντα οὐδεὶς πειρασμὸς παρασαλεῦσαι δύναται. Ἡ δὲ τοῦ ἑτέρου κατεφέρετο ῥᾳδίως, οὐ διὰ τὴν τῶν πειρασμῶν ἐπιβολὴν (ἦ γὰρ ἂν καὶ ἡ ἑτέρα τὸ αὐτὸ ἔπαθεν), ἀλλὰ διὰ τὴν οἰκείαν ἄνοιαν· οὐ γὰρ ἐπειδὴ ἄνεμος προσέπνευσεν, διὰ τοῦτο ἔπεσεν, ἀλλ’ ἐπειδὴ ἐπὶ τῆς ψάμμου ἦν οἰκοδομηθεῖσα, τοῦτ’ ἔστιν ἐπὶ ῥᾳθυμίας καὶ πονηρίας, τοῦτο πέπονθε. Καὶ γὰρ καὶ πρὶν ἢ τὸν χειμῶνα προσβαλεῖν ἐκεῖνον, ἀσθενεῖς τε ἦν καὶ πρὸς τὸ πεσεῖν ἑτοίμη. Αἱ γὰρ τοιαῦτα οἰκοδομαί, καὶ μηδενὸς ἐνοχλοῦντος, αὐτόματοι καταφέρονται, ὑποσυρομένης αὐταῖς τῆς κρηπῖδος καὶ πάντη διαῤῥεούσης. Καὶ καθάπερ αἱ μὲν ἀράχναι αὐτόματοι διασπῶνται, μηδενὸς ἀδιάλυτος μένει· οὕτω δὴ καὶ οἱ μὴ ἑαυτοὺς ἀδικοῦντες, κἂν ὑπὸ μυρίων παίωνται, ἰσχυρότεροι γίνονται· οἱ δὲ ἑαυτοὺς προδιδόντες, κἂν μηδεὶς ὁ ἐνοχλῶν ᾖ, αὐτόματοι φέρονται, καὶ διαῤῥέουσι, καὶ ἀπόλλυνται. Ὥσπερ καὶ ὁ Ἰούδας, οὐ μόνον οὐδενὸς ἐνοχλήσαντος πειρασμοῦ τοιούτου, ἀλλὰ καὶ πολλῆς ἀπολαύσας τῆς θεραπείας, ἀπώλετο.

ιγ’. Βούλει σοι τοῦτον καὶ ἐπὶ δήμων ὁλοκλήρων δείξω διαλάμποντα τὸν λόγον; Πόσης ὁ Ἰουδαίων δῆμος ἀπήλαυσε προνοίας; Οὐ πᾶσα ἡ ὁρωμένη κτίσις πρὸς ὑπηρεσίαν αὐτῶν παρεσκευάζετο; Καὶ καινὸς τις αὐτοῖς καὶ ξένος εἰσήγετο διαγωγῆς βίου τρόπος; Οὐδὲ γὰρ εἰς ἀγορὰν ἐνέβαλλον, καὶ οὕτω τῶν ὠνίων ἀπήλαυον, οὐκ ἀργύριον κατατιθέντες· οὐδὲ αὔλακας ἔτεμνον, οὐδὲ ἄροτρον εἷλκον, οὐδὲ γῆς ἐσπάραττον, οὐδὲ σπέρματα κατέβαλλον, οὐδὲ ὑετῶν ἐδέοντο καὶ ἀνέμων καὶ τῶν τοῦ ἔτους ὡρῶν, οὐχ ἡλιακῆς ἀκτῖνος, οὐ σεληνιαίου δρόμου, οὐ φύσεως ἀέρος, οὐκ ἄλλου τῶν τοιούτων οὐδενός· οὐχ ἅλωνα παρεσκεύαζον, οὐ καρπὸν ἔτριβον, οὐ πνεύματα ἔχρῃζον πρὸς τὸ διακρῖναι τοὺς πυροὺς τῶν ἀχύρων, οὐ μύλην ἔστρεφον, οὐ κλίβανον ᾠκοδόμουν, οὐ ξύλα καὶ πῦρ εἰς τὴν οἰκίαν εἰσῆγον, οὐκ ἀρτοποιητικῆς ἐδέοντο τέχνης, οὐ μάκελλαν μετεχείριζον, οὐ δρεπάνην ἠκόνων, οὐκ ἄλλης τινὸς ἐδέοντο τεῆς, ὑφαντικῆς λέγω καὶ οἰκοδομικῆς, καὶ τῆς τὰ ὑποδήματα παρεχούσης· ἀλλὰ πάντα ἦν αὐτοῖς ὁ τοῦ Θεοῦ λόγος. Καὶ ἐσχεδιασμένην εἶχον τράπεζαν, καὶ ἱδρώτων καὶ πόνων ἀπηλλαγμένην. Τοιαύτη γὰρ ἡ τοῦ μάννα φύσις· νεαρὰ τε καὶ πρόσφατος, καὶ οὐδαμοῦ παρέχουσα αὐτοῖς πράγματα, οὐδὲ κατατείνουσα πόνῳ. Καὶ τὰ ἱμάτια δὲ αὐτοῖς, καὶ τὰ ὑποδήματα, καὶ αὐτὴ ἡ τοῦ σώματος φύσις τῆς οἰκείας ἐπελανθάνετο ἀσθενείας· ἐν γὰρ χρόνῳ οὕτω μακρῷ οὔτε ἐκεῖνα ἐτρίβετο, οὔτε οἱ πόδες αὐτῶν καίτοι τοσαῦτα βαδιζόντων ἐτυλώθησαν. Ἰατρῶν αὐτοῖς καὶ φαρμάκων, καὶ τῆς ἄλλης τῆς περὶ τοιαύτην τέχνην σπουδῆς, οὐδὲ μνήμη τις ἦν ἐν αὐτοῖς· οὕτω πᾶσα ἐκποδὼν ἀῤῥωστία ἦν. «Ἐξήγαγε γὰρ αὐτοὺς ἐν ἀργυρίῳ καὶ χρυσίῳ», φησί· «καὶ οὐκ ἦν ἐν ταῖς φυλαῖς αὐτῶν ὁ ἀσθενῶν». Ἀλλ’ ὥσπερ τὸν κόσμον τοῦτον ἀφέντες, καὶ πρὸς ἑτέραν βελτίονα μετοικισθέντες οἰκουμένην, οὕτως ἤσθιον, οὕτως ἔπινον, καὶ οὔτε ἡ ἀκτὶς θερμοτέρα γινομένη τὰς κεφαλὰς ἔπληττε τὰς ἐκείνων· διετείχιζε γὰρ τὴν φλόγα νεφέλη πάντοθεν αἰωρουμένη, καὶ περιφορητὴ γινομένη στέγη τοῖς δήμοις ἅπασιν ἐκείνοις. Ἀλλ’ οὔτε ἐν νυκτὶ λαμπάδος ἐδέοντο τῆς διαιρούσης τὸ σκότος, ἀλλ’ ἣν αὐτοῖς ὁ στῦλος τοῦ πυρὸς πηγὴ φωτὸς ἀφάτου, δύο χρείας παρέχων, τὴν τε ἀπὸ τοῦ φαίνειν, τὴν τε ἀπὸ τοῦ κατευθύνειν αὐτοῖς τὴν ἀποδημίαν. Οὐ γὰρ φωτοειδὴς μόνον ἦν, ἀλλὰ καὶ ὁδηγοῦ παντὸς ἀκριβέστερον ἐχειραγώγει κατὰ τὴν ἔρημον ἐκείνην τὸν ἄπειρον δῆμον ἐκεῖνον. Ἐβάδιζον δέ, οὐκ ἐπὶ γῆς μόνον, ἀλλὰ καὶ ἐπὶ τῆς θαλάσσῃ ὡς ἐπὶ γῆς· καὶ τῶν ὅρων τῆς φύσεως κατετόλμων, τὸ χαλεπὸν ἐκεῖνο πεζεύοντες πέλαγος, ὡς διὰ πέτρας στεῤῥᾶς καὶ ἀντιτύπου τινὸς ὁδοιποροῦντες· καὶ ὅτε μὰν αὐτοῖς ὑπεστόρεστο, γῆν ἐμιμεῖτο στεῤῥὰν τὸ στοιχεῖον, καὶ πεδία ὕπτια, καὶ ἀρούρας· ὅτε δὲ τοὺς ἐχθροὺς ἐπέλαβε, τὰ θαλάττης κατειργάζετο· καὶ αὐτοῖς μὲν ἐγένετο ὄχημα, τοῖς δὲ πολεμοῦσιν αὐτοὺς τάφος· τοὺς μὲν μετ’ εὐκολίας παραπέμπουσα, τοὺς δὲ μετὰ πολλῆς τῆς σφοδρότητος καταποντίζουσα. Καὶ ἡ ἄτακτος τῶν ὑδάτων ρύμη, ἀνδρῶν λογικῶν καὶ συνετωτάτων καὶ εὐταξίαν καὶ ὑπακοὴν ἐπεδείκνυτο, νῦν μὲν φύλακος, νῦν δὲ δημίου τάξιν ἐπέχουσα, καὶ ἐν ἡμέρᾳ μιᾷ τὰ ἐναντία ἀθρόον ἐπιδεικνυμένη. Τὶ ἂν τις εἴποι τὰς πέτρας, αἳ ποταμοὶ ἠφίεσαν ὑδάτων; Τὶ δὲ τὰ νέφη τῶν ὀρνίθων, οἳ τῷ πλήθει τῶν σωμάτων τὴν γῆν ἀπέκρυψαν ἅπασαν; Τὶ τὰ ἂν Αἰγύπτῳ θαύματα; Τὶ τὰ ἐν ἐρήμῳ παράδοξα; Τὶ τὰ τρόπαια καὶ τὰς νίκας τὰς ἀναιμωτὶ γινόμενος; Ὡς γὰρ χορεύοντες, οὐχ ὡς πολεμοῦντες τοὺς ἀντιπίπτοντας ἐχειροῦντο. Καὶ τῶν μὲν οἰκείων δεσποτῶν χωρὶς ὅπλων ἐκράτησαν· τῶν δὲ μετὰ τὴν Αἴγυπτον μαχομένων αὐτοῖς, σαλπίζοντες καὶ ψάλλοντες, οὕτω περιεγένοντο· καὶ ἦν χορεία μᾶλλον ἢ πόλεμος τὰ γινόμενα, μυσταγωγία μᾶλλον ἢ μάχη. Καὶ γὰρ πάντα τὰ τεράστια ταῦτα οὐ διὰ τοῦτο ἐγένετο μόνον, ἵνα τὴν χρείαν αὐτοῖς πληρώσῃ, ἀλλ’ ἵνα καὶ τὴν διδασκαλίαν, ἣν ἐνέθηκεν αὐτοῖς ὁ Μωϋσῆς, τῆς θεογνωσίας ἀκριβέστερον διατηρῶσι· καὶ φωναὶ πανταχόθεν ἐφέροντο τὸν Δεσπότην ἀνακηρύττουσαι. Καὶ γὰρ ἡ θάλαττα ταῦτα ἐβόα, νῦν μὲν πεζευομένη, νῦν δὲ θάλαττα γινομένη· καὶ τὰ Νειλῷα νάματα ταύτην ἠφίει τὴν φωνὴν πρὸς αἵματος μεταβαλλόμενα φύσιν· καὶ οἱ βάτραχοι, καὶ τὸ τῶν ἀκρίδων στρατοπέδων ἐκεῖνο, καὶ ἡ κάμπη, καὶ ἡ ἐρυσίβη ταῦτα διελέγετο τῷ δήμῳ παντί· καὶ τὰ ἐπὶ τῆς ἐρήμου τεράστια, τὸ μάννα, ὁ στῦλος, ἡ νεφέλη, ἡ ὀρτυγομήτρα, τὰ ἀλλὰ πάντα ἀντὶ βιβλίου τότε αὐτοῖς ἐγένετο καὶ γραμμάτων οὐδέποτε ἐξαλειφομένων, ἔναυλον καθ’ ἑκάστην ἡμέραν παρεχόμενα αὐτοῖς τὴν μνήμην, καὶ ἐνηχοῦντα αὐτῶν τὴν διάνοιαν. Ἀλλ’ ὅμως μετὰ τοσαύτην καὶ τηλικαύτην πρόνοιαν, μετὰ τὰς εὐεργεσίας τὰς ἀφάτους ἐκείνας, μετὰ τὸ μέγεθος τῶν θαυμάτων, μετὰ τὴν κηδεμονίαν τὴν ἄῤῥητον, μετὰ τὴν διδασκαλίαν τὴν διηνεκῆ, μετὰ τὴν κατήχησιν τὴν ἀπὸ τῶν ῥημάτων, μετὰ τὴν παραίνεσιν τὴν ἀπὸ τῶν ἔργων, μετὰ τὰς νίκας τὰς λαμπράς, μετὰ τὰ τρόπαια τὰ παράδοξα, μετὰ τὴν τῶν τραπεζῶν ἀφθονίαν, μετὰ τὴν δαψίλειαν τῶν ναμάτων ἐκείνων, μετὰ τὴν ἄφατον δόξαν, ἣν περιεβάλλοντο παρὰ παντὶ τῷ τῶν ἀνθρώπων γένει, ἐπειδὴ ἀγνώμονες ἦσαν καὶ ἀναίσθητοι, μόσχον προσεκύνησαν, καὶ βοὸς κεφαλὴν ἐθεράπευον, καὶ θεοὺς ἐπεζήτουν αὐτοῖς γενέσθαι, νεαρὰ τὰ ὑπομνήματα τῶν ἐν Αἰγύπτῳ εὐεργεσιῶν ἔχοντες τοῦ Θεοῦ, καὶ πολλῶν καὶ ἄλλων ἀπολαύοντες ἔτι.

ιδ’. Ὁ δὲ τῶν Νινευϊτῶν δῆμος, βάρβαρος ὢν καὶ ἀλλόφυλος, οὐδενὸς τούτων μετεσχηκώς, οὐ μικροῦ, οὐ μεγάλου, οὐ λόγων, οὐ θαυμάτων, οὐδὲ ἔργων, οὐ ῥημάτων, ἐπειδὴ ἄνθρωπον εἶδον ἐκ ναυαγίου διασωθέντα, οὐδέποτε αὐτοῖς συγγενόμενον ἔμπροσθεν, ἀλλὰ τότε πρῶτον ὀφθέντα, εἰσελθόντα καὶ εἰπόντα, «Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῆ καταστραφήσεται»· οὕτως ἀπὸ τῶν ψιλῶν τούτων ῥημάτων μετεβάλοντο καὶ βελτίους ἐγένοντο, καὶ τὴν προτέραν ἀποθέμενοι κακίαν, πρὸς ἀρετὴν διὰ μετανοίας ὥδευσαν, ὡς ἀπόφασιν ἀνακαλέσασθαι Θεοῦ, καὶ σειομένην στῆσαι πόλιν, καὶ θεήλατον ὀργὴν ἀποκρούσασθαι, καὶ πάσης ἀπαλλαγῆναι κακίας. «Εἶδε γὰρ ὁ Θεός, φησίν, ὅτι ἀπέστη ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ ἐπέστρεψεν ἐπὶ τὸν Κύριον». Πῶς ἀπέστη, εἶπε μοι; Καίτοι μεγάλη ἦν αὐτῶν ἡ κακία, ἄφατος ἡ πονηρία, δυσίατα τὰ ἕλκη· καὶ τοῦτο δηλῶν ὁ προφήτης ἔλεγεν· «Ἀνέβη ἡ κακία αὐτῶν ἕως τοῦ οὐρανοῦ»· τὸ διαστήματι τοῦ τόπου τὸ μέγεθος τῆς κακίας αὐτῶν ἐνδεικνύμενος. Ἀλλ’ ὅμως τὴν τοσαύτην πονηρίαν, τὴν οὕτω κορυφωθεῖσαν καὶ ὑψωθεῖσαν, ὡς καὶ ἕως τοῦ οὐρανοῦ φθάσαι, ταύτην ἐν τρισὶν ἡμέραις, ἐν βραχείᾳ καιροῦ ῥοπῇ, διὰ ῥημάτων ὀλίγων, ἃ παρ’ ἑνὸς ἤκουσαν ἀνθρώπου, ἀγνώστου, ξένου, ναυαγοῦ γεγενημένου, οὕτω κατέλυσαν, οὕτως ἠφάνισαν, οὕτως ἐκποδὼν ἐποίησαν, ὡς τοιαύτης ἀπολαῦσαι φωνῆς, ὅτι «Εἶδεν ὁ Θεός, ὅτι ἀπέστη ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς, καὶ μετενόησεν ἀπὸ τῆς κακίας ἧς εἶπεν ὁ Θεὸς ποιῆσαι αὐτοῖς». Ὁρᾷς ὅτι ὁ μὲν νήφων καὶ ἐγρηγορὼς οὐ μόνον παρὰ ἀνθρώπων οὐδὲν ἀδικεῖται, ἀλλὰ καὶ θεήλατον ὀργὴν ἀνατρέπει; Ὁ δὲ οἴκοθεν ἑαυτὸν προδιδοὺς καὶ καταβλάπτων, κἂν μυρίας εὐεργεσίας ἀπολάβῃ, οὐδὲν μέγα κερδαίνει; Οὕτω γοῦν οὐδὲν ἐκείνους ὠφέλησε τὰ τοσαῦτα σημεῖα, οὐδ’ αὐτοὺς τούτους τὸ μὴ μετασχεῖν τούτων παρέβλαψεν· ἀλλ’ ἐπειδὴ οἴκοθεν ἦσαν εὐγνώμονες, μικρᾶς ἐπιλαβόμενοι ῥοπῆς, βελτίους ἐγένοντο, καίτοι βάρβαροι ὄντες, καὶ ἀλλόφυλοι, καὶ πάντων ἀνήκοοι τῶν θείων χρησμῶν, καὶ πόῤῥῳ που τῆς Παλαιστίνης ἀπῳκισμένοι.

ιε’. Τὶ δὲ τῶν παίδων τῶν τριῶν, εἰπὲ μοι, τὴν ἀρετὴν τὰ ἐπελθόντα κακὰ ἐλυμήνατο; Οὐχὶ ἕτε νέοι ὄντες καὶ νέοι κομιδῇ, ἐν ἡλικίᾳ ἀώρῳ τὴν χαλεπὴν ἐκείνην ὑπέμειναν τιμωρίαν καὶ αἰχμαλωσίαν, καὶ τὴν μακρὰν ἀπεδήμησαν ἀποδημίαν, καὶ πατρίδος καὶ οἰκίας, καὶ ναοῦ καὶ βωμοῦ καὶ θυσιῶν, καὶ προσφόρων καὶ σπονδῶν, καὶ αὐτοῦ δὲ τοῦ ψάλλειν, εἰς τὴν ἀλλοτρίαν ἐλθόντες γῆν, ἐχωρίσθησαν; Οὐ γὰρ ἡ οἰκία αὐτοῖς μόνον ἄβατος ἦν, ἀλλὰ καὶ πολλὰ τῆς λατρείας ἐντεῦθεν εἴδη. Οὐχὶ βαρβαρικαῖς ἐξεδόθησαν χερσί, καὶ λύκοις μᾶλλον ἢ ἀνθρώποις, καί, τὸ δὴ χαλεπώτατον, εἰς μακρὰν οὕτω κειμένην καὶ βάρβαρον ἀποικισθέντες γῆν, καὶ αἰχμαλωσίαν χαλεπωτάτην, οὐ διδάσκαλον εἶχον, οὐ προφήτην, οὐκ ἄρχοντα; «Οὐ γὰρ ἐστι, φησίν, ἄρχων, οὐδὲ προφήτης, καὶ ἡγούμενος, οὐδὲ τόπος τοῦ καρπῶσαι ἐνώπιον σοῦ, κεῖ εὑρεῖν ἔλεος». Ἀλλὰ καὶ εἰς βασιλικὴν οἰκίαν, ὡς εἰς σκόπελόν τινα καὶ κρημνόν, καὶ πέλαγος ὑφάλων γέμον καὶ σπιλάδων, οὕτως εἰσήχθησαν, χωρὶς κυβερνήτου, καὶ πρωρέως, καὶ ναυτῶν, καὶ ἱστίων, ἀναγκαζόμενοι τὴν χαλεπὴν ἐκείνην θάλατταν πλεῖν· καὶ καθάπερ ἐν δεσμωτηρίῳ ταῖς βασιλικαῖς αὐλαῖς ἐναπειλημμένοι. Ἐπειδὴ γὰρ φιλοσοφεῖν ᾔδεσαν, καὶ τῶν βιωτικῶν ἦσαν ἀνώτεροι πραγμάτων, καὶ τὸν τῦφον ἅπαντα κατεπάτησαν τὸν ἀνθρώπινον, καὶ κοῦφον αὐτοῖς τὸ πτερὸν εἰργάσαντο, προσθήκην κακῶν καὶ τὴν αὐτόθι διατριβὴν ἐνόμιζον εἶναι. Ἔξω μὲν γὰρ ὄντες, καὶ ἐν ἰδιωτικῇ οἰκίᾳ, πλείονος ἔμελλον ἀπολαύσεσθαι τῆς ἐξουσίας· εἰς δὲ τὸ δεσμωτήριον εἰσαχθέντες ἐκεῖνο (δεσμωτηρίου γὰρ τὴν φαντασίαν ἅπασαν ἐκείνην, καὶ κρημνῶν, καὶ σκοπέλων οὐδὲν ἄμεινον εἶναι ἐνόμιζον), εὐθέως δυσκολίαν ὑπέμειναν χαλεπήν. Ὁ μὲν γὰρ βασιλεὺς ἐκέλευσε κοινωνοὺς αὐτοὺς τῆς τραπέζης εἶναι τῆς ἑαυτοῦ, τῆς συβαριτικῆς ἐκείνης, καὶ ἀκαθάρτου καὶ βεβήλου, αὐτοῖς δὲ ἀπηγορεύετο τοῦτο, καὶ θανάτου χαλεπώτερον εἶναι ἐδόκει· καὶ μόνοι καθάπερ ἀρνία λύκων μεταξὺ τοσούτων ἦσαν ἀπειλημμένοι. Καὶ ἀνάγκη ἦν, ἢ λιμῷ τήκεσθαι, μᾶλλον δὲ καὶ τὴν ἐπὶ θάνατον ἄγεσθαι, ἢ τῶν κεκωλυμένων ἀπογεύεσθαι ἐδεσμάτων. Τὶ οὖν ποιοῦσιν οἱ νέοι, οἱ ἐν ὀρφανίᾳ, οἱ αἰχμάλωτοι, οἱ ξένοι, οἱ δοῦλοι τῶν ταῦτα κελευόντων; Οὐκ ἐνόμισαν ἀρκεῖν αὐτοῖς εἰς ἀπολογίαν τὴν ἀνάγκην, οὐδὲ τὴν τυραννίδα τοῦ τὴν πόλιν ἔχοντος· ἀλλὰ πάντα μηχανῶνται, καὶ πραγματεύονται, ὥστε τὴν ἁμαρτίαν φυγεῖν, καίτοι πανταχόθεν προδεδομένοι. Οὔτε γὰρ χρήμασι πείθειν ἠδύναντο· πῶς γὰρ οἱ αἰχμάλωτοι; Οὐ φιλία καὶ συνουσίᾳ· πῶς γὰρ οἱ ξένοι; Οὐ δυναστείᾳ περιγενέσθαι· πῶς γὰρ οἱ δοῦλοι; Οὐ πλήθει κρατῆσαι· πῶς γὰρ οἱ τρεῖς μόνοι; Προσελθόντες τοίνυν πείθουσι τὸν εὐνοῦχον ἐκεῖνον λόγοις, τὸν ταύτην ἔχοντα τὴν ἐξουσίαν. Ἐπειδὴ γὰρ εὗρον αὐτὸν περιδεῆ καὶ τρέμοντα, καὶ περὶ τῆς οἰκείας σωτηρίας ἀγωνιῶντα, καὶ φόβος ἀφόρητος ἦν ὁ περὶ τοῦ θανάτου κατασείων αὐτοῦ τὴν ψυχήν· «Φοβοῦμαι γὰρ ἐγώ, φησίν, τὸν κύριόν μου τὸν βασιλέα, μὴ ποτε ἴδῃ τὰ πρόσωπα ὑμῶν σκυθρωπὰ ὑπὲρ τὰ παιδάρια τὰ συνήλικα ὑμῶν, καὶ καταδικάσητε τὴν κεφαλὴν μου τῷ βασιλεῖ»· ἀπαλλάξαντες αὐτὸν τούτου τοῦ δέους πείθουσι δοῦναι τὴν χάριν. Καὶ ἐπειδὴ πάντα παρ’ ἑαυτῶν εἰσήνεγκαν, καὶ ὁ Θεὸς τὰ παρ’ ἑαυτοῦ λοιπὸν εἰσέφερεν. Οὐδὲ γὰρ τοῦ Θεοῦ μόνου τὸ κατόρθωμα ἐπὶ τούτοις ἦν, οἷς ἔμελλον ἐκεῖνοι μισθὸν λαμβάνειν, ἀλλὰ τῆς ἐκείνων γνώμης ἡ ἀρχὴ καὶ τὰ προοίμια, ἣν παρασχόμενοι γενναίαν καὶ ἀνδρείαν, ἐπεσπάσαντο τοῦ Θεοῦ τὴν ῥοπήν, καὶ εἰς τέλος ἤγαγον ὅπερ ἐσπούδαζον.

ιϚ’. Ὁρᾷς ὅτι τὸν μὴ ἑαυτὸν ἀδικοῦντα οὐδεὶς ἕτερος παραβλάψαι δυνήσεται; Ἰδοὺ γοῦν καὶ νεότης, καὶ αἰχμαλωσίᾳ, καὶ ὀργάνια, καὶ εἰς ἀλλοτρίαν ἀπαγωγή, καὶ μόνωσις καὶ ἐρημία, τῶν προστησόντων, καὶ ἐπίταγμα χαλεπόν, καὶ φόβος θανάτου πολὺς ἐπιτειχίζων τοῦ εὐνούχου τὴν διάνοιαν, καὶ πενία, καὶ ὀλιγότης καὶ τὸ ἐν μέσῳ βαρβάρων εἶναι, καὶ τὸ τοὺς ἐχθροὺς ἔχειν δεσπότας, καὶ τὸ εἰς αὐτὰς ἐκδεδόσθαι τὰς χεῖρας τὰς βασιλικάς, καὶ τῶν οἰκείων ἁπάντων ὁ χωρισμός, καὶ ἱερέων καὶ προφητῶν, καὶ τῶν ἄλλων τῶν ἐπιμελουμένων αὐτῶν ἀλλοτρίωσις, καὶ σπονδῶν καὶ θυσιῶν ἀργία, καὶ ναοῦ καὶ ψαλμῶν ἀφαίρεσις, καὶ οὐδὲν τούτων αὐτοὺς παρέβλαψεν· ἀλλὰ τότε μειζόνως εὐδοκίμησαν, ἢ ὅτε τούτων ἀπήλαυον ἐπὶ τῆς πατρίδος τῆς ἑαυτῶν. Καὶ πρῶτον ἆθλον ἀνύσαντες τοῦτον, καὶ λαμπρὸν ἀναδησάμενοι τὸν στέφανον, καὶ τὸν νόμον καὶ ἐν ἀλλοτρίᾳ τηρήσαντες, καὶ ἐπίταγμα καταπατήσαντες τυραννικόν, καὶ φόβον νικήσαντες τοῦ ἀλάστορος, καὶ μηδὲν μηδαμόθεν παραβλαβέντες, ὥσπερ οἴκοι καθήμενοι, καὶ πάντων ἐκείνων ἀπολαύοντες, οὕτω τὸ ἔργον μετὰ ἀδείας ἀνύσαντες, ἐφ’ ἕτερα πάλιν ἐκαλοῦντο σκάμματα. Καὶ πάλιν ἦσαν οἱ αὐτοί· καὶ ἀγὼν τοῦ προτέρου χαλεπώτερος αὐτοῖς ἐπετίθετο, καὶ κάμινος ἀνήπτετο, καὶ βαρβαρικὸν πρὸς αὐτοὺς στρατόπεδον μετὰ τοῦ βασιλέως παρετάττετο· καὶ ἡ Περσικὴ πᾶσα δύναμις ἐκινεῖτο, καὶ πάντα πρὸς ἀπάτην αὐτῶν ἐπετηδεύετο, καὶ βίαν· καὶ μουσικῆς εἴδη διαφορά, καὶ κολάσεων ποικίλοι τρόποι, καὶ ἀπειλαί, καὶ ὄψις πάντοθεν ἦν φοβερά, καὶ ῥήματα ὄψεως φοβερώτερα· ἀλλ’ ὅμως ἐπειδὴ ἑαυτοὺς οὐ προέδωκαν, ἀλλὰ τὰ παρ’ ἑαυτῶν πάντα εἰσήνεγκαν, οὐδὲν οὐδέποτε παρεβλάβησαν· ἀλλὰ καὶ λαμπροτέρους τῶν προτέρων ἀνεδήσαντο τοὺς στεφάνους. Ἔδησε μὲν γὰρ αὐτοὺς ὁ Ναβουχοδονόσορ, καὶ ἐνέβαλεν εἰς κάμινον, οὐ μὲν παρέβλαψεν, ἀλλὰ καὶ μειζόνως ὠφέλησε, καὶ ἐνδοξοτέρους εἰργάσατο. Καὶ οὔτε ναὸν (πάλιν γὰρ τὰ αὐτὰ ἐρῶ), οὔτε θυσιαστήριον, οὐ πατρίδα, οὐχ ἱερέας, οὐ προφήτας ἔχοντες, ἐν ἀλλοτρίᾳ καὶ βαρβάρῳ χώρα, ἐν αὐτῇ μὲν οὖν μέσῃ τῇ καμίνῳ, μεταξὺ τοῦ στρατοπέδου παντὸς ἐκείνου, αὐτοῦ τοῦ βασιλέως τοῦ ταῦτα ἐργαζομένου θεωροῦντος, λαμπρὸν ἀνεστήσαντο τρόπαιον, καὶ περιφανῆ νίκην ἤραντο, τὴν θαυμαστὴν ἐκείνην καὶ παράδοξον ᾄσαντες ᾠδήν, τὴν καὶ μέχρι τοῦ νῦν ἐξ ἐκείνου πανταχοῦ τῆς οἰκουμένης ᾀδομένην, καὶ ἀσθησομένην δὲ καὶ εἰς τὰς μετὰ ταῦτα γενεάς. Οὕτως οὖν ὅταν μηδεὶς ἑαυτὸν ἀδικῇ, οὐδὲν παρ’ ἑτέρου βλαβῆναι δυνήσεται· οὐ γὰρ παύσομαι συνεχῶς τοῦτο ἐπᾴδων τὸ ῥῆμα. Εἰ γὰρ αἰχμαλωσίᾳ, καὶ δουλείᾳ, καὶ μόνωσις, καὶ πατρίδος ἀποβολὴ καὶ τῶν οἰκείων ἁπάντων, καὶ θάνατος, καὶ ἐμπρησμός, καὶ στρατόπεδον τοσοῦτον, καὶ τύραννος οὕτως ὠμός, οὐκ ἴσχυσαν παῖδας τρεῖς νέους, αἰχμαλώτους, δούλους, ξένους, ἐπ’ ἀλλοτρίας ὄντας λυμήνασθαί τι εἰς τὴν οἰκείαν αὐτῶν ἀρετήν, ἀλλὰ καὶ μειζόνως αὐτοῖς παῤῥησίας γέγονε πρόφασις ἡ ἐπιβουλή· τὶ τὸν νήφοντα παραβλάψαι γέγονε πρόφασις ἡ ἐπιβουλή· τὶ τὸν νήφοντα παραβλάψαι δυνήσεται; Οὐκ ἔστιν οὐδέν, κἂν πᾶσαν τὴν οἰκουμένην ἔχῃ πολεμοῦσαν αὐτῷ. Ἀλλ’ ὁ Θεὸς τότε, φησί, παρέστη αὐτοῖς, καὶ ἐξήρπασεν αὐτοὺς τῆς φλογός. Μάλιστα μὲν οὖν· καὶ σὺ τὰ παρ’ ἑαυτοῦ πάντα ἐὰν παράσχῃς, τὰ παρὰ τοῦ Θεοῦ ἕψεται πάντως.

ιζ’. Πλὴν ἀλλ’ ἐγὼ τοὺς παῖδας ἐκείνους οὐ διὰ τοῦτο θαυμάζω καὶ μακαρίζω, καὶ ζηλωτοὺς εἶναί φημι, ὅτι τὴν φλόγα κατεπάτησαν, καὶ τῆς τοῦ πυρὸς ἐνεργείας κρείττους ἐγένοντο· ἀλλ’ ὅτι ὑπὲρ τῶν ἀληθῶν ἐδεήθησαν δογμάτων, καὶ εἰς κάμινον ἐνεβλήθησαν, καὶ τῷ πυρὶ παρεδόθησαν. Ἐνταῦθα γὰρ αὐτοῖς ἅπαν τὸ τρόπαιον ἀπήρτισται, καὶ ὁμοῦ κατενεχθεῖσιν εἰς τὴν κάμινον στέφανος ἐπετίθετο, καὶ ἀπὸ τῶν ῥημάτων δὲ ἐκείνων ἤρξατο πλέκεσθαι, καὶ πρὸ τῆς τῶν πραγμάτων ἐκβάσεως, ἃ μετὰ πολλῆς τῆς παῤῥησίας καὶ τῆς ἐλευθεροστομίας πρὸς τὸν βασιλέα ἀχθέντες εἰς μέσον ἔλεγον· «Οὐ χρείαν ἔχομεν ἡμεῖς περὶ τοῦ ῥήματος τούτου ἀποκριθῆναί σοι. Ἔστι γὰρ ὁ Θεὸς ἡμῶν ἐν οὐρανοῖς, ὧ ἡμεῖς λατρεύομεν, ἱκανὸς ἐξελέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης· καὶ ἐκ τῶν χειρῶν σου, βασιλεῦ, ῥύσεται ἡμᾶς. Καὶ ἐὰν μή, γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ, ᾖ ἔστησας, οὐ προσκυνοῦμεν». Ἀπὸ τούτων αὐτοὺς τῶν ῥημάτων ἀνακηρύττω· ἀπὸ τούτων τὸ βραβεῖον τῆς νίκης ἁρπάσαντες, ἐπὶ τὸν λαμπρὸν ἔδραμον τοῦ μαρτυρίου στέφανον, τῇ τῶν ῥημάτων ὁμολογίᾳ τὴν διὰ τῶν πραγμάτων προστιθέντες. Εἰ δὲ ἐμβληθέντων ᾐδέσθη τὸ πῦρ αὐτῶν τὰ σώματα, καὶ τὰ δεσμὰ ἔλυσε, καὶ παρέσχε κάτω μετὰ ἀδείας βαδίζειν, καὶ τῆς οἰκείας ἐνεργείας ἐπελάθετο, καὶ πηγὴ ψυχρῶν ὑδάτων γέγονε τοῦ πυρὸς ἡ κάμινος· τοῦτο λοιπὸν τῆς τοῦ Θεοῦ χάριτος τὸ θαῦμα ἦν, καὶ τῆς ἄνωθεν παραδοξοποιίας. Ὡς οἳ γε ἀθληταὶ καὶ πρὶν ἢ ταῦτα γενέσθαι, ὁμοῦ τῆς φλογὸς ἐπιβάντες, καὶ τὸ τρόπαιον ἔστησαν, καὶ τὴν νίκην ἤραντο, καὶ τὸν στέφανον ἀνεδήσαντο, καὶ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ἀνεκηρύχθησαν, καὶ τὸ λεῖπον αὐτοῖς εἰς εὐδοκίμησιν οὐδὲν ἦν. Τὶ οὖν ἂν ἔχοις πρὸς ταῦτα εἰπεῖν; Εἰς ὑπερορίαν ἀπηνέχθης, καὶ τῆς πατρίδος ἐξεβλήθης; Ἰδοὺ καὶ οὗτοι. Αἰχμαλωσίαν ὑπέμεινας, καὶ ὑπὸ βαρβάροις ἐγένου δεσπόταις; Ἀλλὰ καὶ τοῦτο εὑρήσεις τούτοις συμβάν. Ἀλλ’ οὐδένα ἔχεις ἐκεῖ παρόντα καὶ διορθούμενον τὰ σά, οὐδὲ νουθετοῦντα καὶ διδάσκοντα; Καὶ ταύτης οὗτοι τῆς ἐπιμελείας ἦσαν ἐστερημένοι. Ἀλλ’ ἐδέθης; Ἀλλ’ ἐνεπρήσθης; Ἀλλ’ ἀπέθανες; Οὐδὲν γὰρ μοι τούτων χαλεπώτερον ἔχεις εἰπεῖν. Ἀλλὰ ἰδοὺ καὶ οὗτοι διὰ πάντων ἐλθόντες, λαμπρότεροι δι’ ἑκάστου τούτων ἐγένοντο, καὶ λίαν περιφανέστεροι, καὶ μείζονα τὴν ἐμπορίαν τὴν ἐν οὐρανοῖς συνήγαγον. Καὶ οἱ μὲν Ἰουδαῖοι καὶ ναὸν ἔχοντες, καὶ θυσιαστήριον, καὶ κιβωτόν, καὶ τὰ Χερουβίμ, καὶ τὸ ἱλαστήριον, καὶ τὸ καταπέτασμα, καὶ τὸ ἄπειρον τῶν ἱερέων πλῆθος, καὶ τὰς καθημερινὰς λατρείας, καὶ τὰς θυσίας τὰς ἑωθινάς, τὰς ἑσπερινάς, καὶ συνεχῶς τῶν προφητῶν ἀκούοντες τῶν ζώντων, τῶν τεθνηκότων, ἐνηχούντων αὐτῶν ταῖς ἀκοαῖς, καὶ τῶν θαυμάτων τὴν μνήμην περιφέροντες τῶν ἐν Αἰγύπτῳ, τῶν ἐν ἐρήμῳ, τῶν ἄλλων ἁπάντων, καὶ ἐπὶ τῶν χειρῶν ταῦτα σαλεύοντες, ἐπὶ τῶν φλιῶν ἔχοντες ἐγγεγραμμένα, καὶ πολλῆς τῆς τότε θαυματουργίας ἀπολαύοντες, καὶ ἑτέρας ἐπιμελείας, οὐ μόνον οὐδὲν ὠφελήθησαν, ἀλλὰ καὶ παρεβλάβησαν, ἐν αὐτῷ τῶν ναῷ εἴδωλα στήσαντες, καὶ τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας σφάξαντες ὑπὸ δένδρα, καὶ πανταχοῦ σχεδὸν τῆς χώρας τῆς ἐν Παλαιστίνῃ τὰς παρανόμους ἐκείνα, καὶ ἐναγεῖς ἐργασάμενοι θυσίας, καὶ ἕτερα ἀτοπωτέρα μυρία τολμήσαντες. Οὗτοι δὲ ἐν βαρβάρῳ μέσῃ, ἐν πολεμίᾳ καὶ ἔχθρᾳ γῇ, ἐν οἰκίᾳ τυραννικῇ στρεφόμενοι, πάσης ἐκείνης τῆς ἐπιμελείας ἐστερημένοι, ἀπαγόμενοι, καιόμενοι, οὐ μόνον ἐντεῦθεν οὐδὲ παρεβλάβησαν, οὐ μικρόν, οὐ μέγα· ἀλλὰ καὶ μειζόνως διέλαμψαν. Ταῦτ’ οὖν εἰδότες, καὶ τὰ τούτοις ἐοικότα συλλέγοντες ἀπὸ τῶν θεοπνεύστων καὶ θείων Γραφῶν (πολλὰ γὰρ ἔστιν εὑρεῖν τοιαῦτα ὑποδείγματα καὶ ἐφ’ ἑτέρων διαφόρων προσώπων), μήτε δυσκολίαν καιρῶν ἢ πραγμάτων, μήτε ἀνάγκην καὶ βίαν, καὶ τυραννίδα τῶν δυναστευόντων νομίζωμεν ἀρκεῖν ἡμῖν εἰς ἀπολογίαν, ἡνίκα ἂν πλημμελῶμεν. Ὅπερ καὶ ἀρχόμενος εἶπον, εἰς τοῦτο καὶ νῦν καταλύσω τὸν λόγον, ὅτι εἲ τις βλάπτοιτο καὶ ἀδικοῖτο, παρ’ ἑαυτοῦ πάντως τοῦτο πάσχει, οὐ παρ’ ἑτέρῳ, κἂν μυρίοι οἱ ἀδικοῦντες καὶ ἐπηρεάζοντες ὦσιν. Ὡς εἲ γε μὴ παρ’ ἑαυτοῦ τοῦτο πάθοι, οἱ γῆν ἅπασαν καὶ θάλατταν οἰκοῦντες κοινῇ ἅπαντες, εἰ ἐπέλθοιεν, οὐδὲ μικρὸν τοῦτον παραβλάψαι δυνήσονται τὸν ἐν Κυρίῳ γρηγοροῦντα καὶ νήφοντα. Νήφωμεν τοίνυν, παρακαλῶ, καὶ γρηγορῶμεν διὰ παντός, καὶ φέρωμεν πάντα γενναίως τὰ λυπηρά, ἵνα τῶν αἰωνίων ἐκείνων καὶ ἀκηράτων ἐπιτύχωμεν ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Λόγος πρὸς τοὺς σκανδαλισθέντας ἐπὶ ταῖς δυσημερίαις ταῖς γενομέναις, καὶ τῇ τοῦ λαοῦ καὶ πολλῶν ἱερέων διώξει καὶ διαστροφῇ καὶ περὶ ἀκαταλήπτου, καὶ κατὰ Ἰουδαίων.

Ἰατρῶν μὲν παῖδες, ὅταν πυρέττοντάς τινας, ἢ ἕτερόν τι νόσημα νοσοῦντας μέλλωσι θεράπευσιν, αὐτοὺς πρῶτον ζητοῦσι τοὺς κάμνοντας ἰδεῖν, ὅτι πόῤῥωθεν αὐτῶν ὄντες, οὐκ ἂν δύναιντο τὰ παρ’ ἑαυτῶν εἰσενεγκεῖν· τοιοῦτον γὰρ καὶ ἡ τέχνη, καὶ αὐτῇ τῶν νοσημάτων ἡ φύσις ἐκείνων. Ἡμεῖς δὲ οὐχ ἕνα που καὶ δεύτερον, ἀλλὰ πάντας τοὺς κατὰ τὴν οἰκουμένην σκανδαλιζομένους θεραπεύειν ἐσπουδακότες οὐ δεόμεθά τινος τοιούτου. Οὐδὲ γὰρ εἰς οἶκον τινος τῶν νοσούντων εἰσελθεῖν αἰτοῦμεν, οὐδ’ ἔνθα κατάκεινται μαθεῖν, ἀλλ’ οὐδὲ αὐτοὺς τοὺς ἀῤῥώστους ἰδεῖν ἐπιζητοῦμεν. Οὐκ ὄργανα μεταχειρίζομεν, οὐ χρημάτων ποιούμεθα δαπάνην, τὰ πρὸς ἰατρείαν ὠνεῖσθαι κελεύοντες τοὺς ἀσθενοῦντας· ἀλλὰ κἂν ἄγνωστοι ἡμῖν ὦσι, κἂν πρὸς αὐτὰς ἀπῳκισμένοι τὰς τῆς οἰκουμένης ἐσχατιάς, κἂν ἐν μέσοις βαρβάροις, κἂν ἐν αὐτῷ κείμενοι τῷ τῆς πτωχείας πυθμένι, κἂν πένητες τοσαύτην πενίαν, ὥστε καὶ τῆς ἀναγκαίας ἀπορεῖν τροφῆς, οὐδὲν ἡμῖν τούτων πρὸς τὴν ἰατρείαν γίνεται κώλυμα· ἀλλ’ ἑνὶ ἱδρυμένοι χωρίῳ, χωρὶς ὀργάνων, καὶ φαρμάκων, καὶ σιτίων, καὶ ποτῶν, καὶ χρημάτων, καὶ μακρᾶς ἀποδημίας, τὴν νόσον ἀπελαύνομεν ταύτην. Πῶς καὶ ποιῶ τρόπῳ; Τὸ τοῦ λόγου κατασκευάζοντες φάρμακον, τὸ ταῦτα πάντα γινόμενον τοῖς νοσοῦσι, καὶ ἄμεινον ἢ τὰ εἰρημένα ἅπαντα. Καὶ γὰρ καὶ ἄρτου τρέφει μᾶλλον, καὶ φαρμάκου διορθοῦται πλέον, καὶ πυρὸς εὐτονώτερον καίει, ἀλγηδόνα μὲν οὐδεμίαν παρέχον, τῶν δὲ πονηρῶν λογισμῶν τὰ δυσώδη ῥεύματα ἀναστέλλον· καὶ σιδήρου τομώτερον τέμνει τὰ σεσηπότα ἀνωδύνως· καὶ τοῦτο ποιοῦν δαπάνην οὐδεμίαν ἐργάζεται χρημάτων, οὐδὲ ἐπιτρίβει πενίαν. Τοῦτο οὖν κατασκευάσαντες τὸ φάρμακον, πᾶσι παραπεμπόμεθα, καὶ πάντες οἷδ’ ὅτι ἀπολαύσονται θεραπείας, μόνον εἰ τοῖς λεγομένοις μετὰ ἀκριβείας καὶ εὐγνωμοσύνης προσέχοιεν.

α’. Ἐπειδὴ δὲ καὶ ἐπὶ τῶν σωμάτων οὐ μικρόν, ἀλλὰ καὶ μέγιστον πρὸς τὴν τῆς ἀῤῥωστίας ἀπαλλαγὴν συντελεῖν εἴωθε τὸ μαθεῖν τὸν κάμνοντα τῆς ἀῤῥωστίας τὴν ὑπόθεσιν (οὐ γὰρ δὴ μόνον τῆς κατεχούσης αὐτὸν ἀπαλλαγήσεται νόσου τοῦτο μαθών, ἀλλ’ οὐδὲ μετὰ ταῦτα αὐτῇ περιπεσεῖται, τὴν αἰτίαν γνούς, ἀφ’ ἧς αὐτῇ περιέπεσεν ἅπαξ, καὶ φυλαττόμενος), φέρε καὶ ἡμεῖς τοῦτο πρῶτον τοὺς τὰ τοιαῦτα νοσοῦντας διδάξωμεν, πόθεν αὐτοῖς τὸ νόσημα τοῦτο γέγονε τοῦ σκανδάλου. Εἰ γὰρ δὴ τοῦτο μάθοιεν, καὶ βουληθεῖεν φυλάξασθαι μετὰ ἀκριβείας αὐτό, οὐ ταύτης μόνον ἀπαλλαγήσονται τῆς ἀῤῥωστίας, οὐδὲ νῦν μόνον, ἀλλὰ καὶ διηνεκῶς καὶ ταύτης καὶ ἑτέρων πλειόνων. Τοιαύτη γὰρ καὶ ἡ τοῦ φαρμάκου τούτου φύσις ἐστίν, ὡς καὶ τὸ παρὸν θεραπεῦσαι, καὶ τῶν ἄλλων γενέσθαι προφυλακτικὸν παθῶν. Οὐ γὰρ ἓν καὶ δύο καὶ τρία, ἀλλὰ καὶ πολλὰ κατὰ τὸν παρόντα βίον ἐστὶ τὰ σκανδαλίζοντα τοὺς ἀσθενέστερους· καὶ τούτων ἁπάντων ὁ λόγος ἡμῶν ἐπαγγέλλεται τοὺς ἁλόντας ἐλευθεροῦν, μόνον εἰ βουληθεῖεν (ὅπερ καὶ ἔμπροσθεν εἶπον), καὶ μαθεῖν καὶ φυλάξαι τὰ λεγόμενα. Ποιοῦμαι δὲ τὴν θεραπείαν ταύτην, οὐκ ἀπὸ τῶν θεϊκῶν μόνον Γραφῶν συντιθείς, ἀλλὰ καὶ ἀπὸ τῶν κατὰ τὸν παρόντα βίον γινομένων καὶ συμβαινόντων διηνεκῶς· ὥστε καὶ τοῖς μὴ προσέχουσι Γραφαῖς κοινὴν γενέσθαι τὴν διόρθωσιν, οὐ βουληθεῖεν· οὐ γὰρ παύσομαι τοῦτο συνεχῶς ἐπιλέγων. Ἀνάγκῃ γὰρ καὶ βίᾳ, καὶ μὴ βουλομένῳ οὐκ ἔνι ταύτην ποτέ θεραπευθῆναι τὴν ἰατρείαν, καὶ τοὺς θεοὺς μὴ καταδεχομένῳ χρησμούς· καὶ ἐντεῦθεν, μᾶλλον δὲ πλέον ἐντεῦθεν ἢ ἐκ τῆς τῶν πραγμάτων ἀποδείξεως. Τῶν γὰρ ὁρωμένων ἀξιοπιστοτέραν δεῖ τὴν τοῦ Θεοῦ ἀπόφασιν πιστεύειν εἶναι. Διὰ τοι τοῦτο καὶ χαλεπωτέρα τούτους μένει τιμωρία μὴ διορθουμένους, ὅτι δεξάμενοι τὰς Γραφάς, οὐδὲν ἐκεῖθεν εἰς τὴν τοιαύτην καρποῦνται ὠφέλειαν. Ἳν’ οὖν μὴ τοῦτο πάσχωσι, φέρε ἁψώμεθα τῆς διορθώσεως λοιπόν, τὴν αἰτίαν εἰπόντες τοῦ νοσήματος πρῶτον,

β’. Τὶς οὖν ἡ αἰτία τῆς ἀῤῥωστίας τῆς τοσαύτης ἐστίν; Ἡ πολυπράγμων καὶ περίεργος γνώμη, καὶ τὸ βούλεσθαι πάντων τῶν γινομένων εἰδέναι τὰς αἰτίας ἅπασα, καὶ φιλονεικεῖν τὴν ἀκατάληπτον καὶ ἄῤῥητον τοῦ Θεοῦ πρόνοιαν, τὴν ἀπέραντον καὶ ἀνεξιχνίαστον περιεργάζεσθαι ἀναισχύντως, καὶ πολυπραγμονεῖν. Καίτοι τὶς τοῦ Παύλου σοφώτερος γέγονεν; Εἰπὲ γὰρ μοι, οὐ σκεῦος ἐκλογῆς ἦν οὗτος; Οὐ πολλὴν καὶ ἄφατον ἐπεσπάσατο τοῦ Πνεύματος τὴν χάριν; Οὐ τὸν Χριστὸν εἶχεν ἐν ἑαυτῷ λαλοῦντα; Οὐκ ἀποῤῥήτων ἐκοινώνησε τοῦ Θεοῦ ῥημάτων; Οὐχ ἃ μηδενὶ ἀνθρώπων λαλῆσαι ἐξὸν ἦν, μόνον ἤκουσεν ἐκεῖνος; Οὐκ εἰς παράδεισον ἡρπάγη; Οὐκ εἰς τρίτον οὐρανὸν ἀνηνέχθη; Οὐ γῆν καὶ θάλασσαν περιέδραμεν; Οὐ βαρβάρους φιλοσοφεῖν ἔπεισεν; Οὐ πολλὰς καὶ ποικίλας εἶχε τοῦ Πνεύματος ἐνεργείας; Οὐ δήμους ὁλοκλήρους καὶ πόλεις ἐῤῥύθμιζεν; Οὐ τὴν οἰκουμένην ἅπασαν εἰς χεῖρας αὐτῷ φέρων ἔθηκεν ὁ Θεός; Ἀλλ’ ὅμως ὁ τοσοῦτος καὶ τηλικοῦτος, ὁ σοφὸς οὕτω καὶ δυνατὸς καὶ πνευματικὸς ἀνήρ, ὁ τοσούτων ἀπολελαυκώς, ὅταν εἰς τὴν ἐξέτασιν τῆς τοῦ Θεοῦ προνοίας ἐμπέσῃ, καὶ οὐδὲ ὁλοκλήρου προνοίας, ἀλλὰ μόνον εἰς μέρος αὐτῆς, ἄκουσον πῶς ἐκπλήττεται, πῶς ἰλιγγιᾶ, πῶς ἀποπηδᾷ ταχέως τῷ ἀκαταλήπτῳ παραχωρῶν. Ὅτε οὖν ἐσκοπεῖτο, οὐχ ὅπως ἀγγέλων προνοεῖ καὶ ἀρχαγγέλων ὁ Θεός, καὶ τῶν χερουβείμ, καὶ τῶν Σεραφείμ, καὶ τῶν ἄλλων ἀοράτων δυνάμεων, οὐδὲ πῶς ἡλίου, καὶ σελήνης, καὶ οὐρανοῦ, καὶ γῆς, καὶ θαλάσσης, οὐδὲ πῶς τοῦ γένους τῶν ἀνθρώπων παντός, οὐδὲ πῶς ἀλόγων, καὶ φυτῶν, καὶ σπερμάτων, καὶ βοτανῶν, καὶ ἀέρων, καὶ πνευμάτων, καὶ πηγῶν, καὶ ποταμῶν, οὐδὲ τῆς κατὰ φύσιν γεννήσεως, καὶ αὐξήσεως, καὶ διατροφῆς, καὶ τῶν ἄλλων τῶν τοιούτων· ἀλλ’ ἓν τι μέρος ἀπολαβὼν τῆς προνοίας αὐτοῦ τὸ κατὰ Ἰουδαίους καὶ Ἕλληνας (καὶ γὰρ περὶ τούτων τὸν ἅπαντα διεξῄει λόγον, διδάσκων πῶς μὲν τοὺς ἐξ ἐθνῶν ἐκάλεσε, πῶς δὲ τοὺς ἐξ Ἰουδαίων ἀπώσατο, καὶ πῶς ἐλέῳ τὴν ἑκατέρων σωτηρίαν ἐπραγματεύσατο), ἄκουσον οἷά φησιν. Ἰδὼν γὰρ πέλαγος ἀχανὲς ἀνεωχθέν, καὶ ἐν αὐτῷ τῷ μέρει τούτῳ, καὶ πρὸς αὐτὸ τῆς προνοίας αὐτοῦ ταύτης τὸ βάθος διακύψαι βουληθείς, ὥσπερ τινὶ σκοτοδίνῳ κατασχεθεὶς τῷ ἀῤῥήτῳ τῆς οἰκονομίας ταύτης, καὶ θαυμάσας καὶ ἐκπλαγεὶς τὸ ἄφατον, τὸ ἀπέραντον, τὸ ἄῤῥητον καὶ ἀκατάληπτον τῆς τοῦ Θεοῦ σοφίας τε καὶ προνοίας, ἀπεπήδησε, ταύτας ἀφεὶς τὰς φωνάς, καὶ μετὰ πολλῆς τῆς ἐκπλήξεως ἀνακεκραγὼς ταῦτα τὰ ῥήματα· «Ὣ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεῷ»! Εἶτα δεικνύς, ὅτι τὸ βάθος μὲν εἶδε, πόσον δὲ μαθεῖν οὐκ ἠδυνήθη, ἐπήγαγεν· «Ὣς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ»! Οὐκ εἶπεν ἀκατάληπτα μόνον, ἀλλὰ καὶ «Ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ». Οὐ μόνον γὰρ καταλαβεῖν τις οὐ δύναται, ἀλλ’ οὐδὲ ἀρχὴν ἐρεύνης ποιήσασθαι· ὥστε οὐ μόνον εἰς τὸ πέρας τις ἐλθεῖν οὐκ ἰσχύει, ἀλλ’ οὐδὲ τὴν ἀρχὴν ἐξιχνιάσαι τῶν οἰκονομιῶν αὐτοῦ. Εἰπὼν δέ, «Ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ», καὶ θαυμάσας καὶ ἐκπλαγείς, εἰς δοξολογίαν τὸν λόγον κατέπαυσεν, οὕτως ἐπάγων καὶ λέγων· «Τὶς ἔγνω νοῦν Κυρίου, ἢ τὶς σύμβουλος αὐτοῦ ἐγένετο; Ἢ τὶς προέδωκεν αὐτῷ, καὶ ἀνταποδοθήσεται αὐτῷ; Ὅτι ἐξ αὐτοῦ καὶ δι’ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν». Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Αὐτὸς πηγή, αὐτὸς αἴτιος τῶν ἀγαθῶν, οὐδενὸς δεῖται κοινωνοῦ, οὐδενὸς δεῖται συμβούλου· οὐ παρ’ ἑτέρου δανειζόμενος γνῶσιν, ἢ σύνεσιν, οὕτω βούλεται, θαυματουργεῖ· ἀλλ’ αὐτὸς ἀρχὴ καὶ αἰτία καὶ πηγὴ πάντων τῶν ἀγαθῶν, αὐτὸς δημιουργός, αὐτὸς αὐτὰ οὐκ ὄντα παρήγαγε, καὶ αὐτὸς παραχθέντα διακρατεῖ καὶ διατηρεῖ ὡς βούλεται. Τὸ γάρ, «Ἐξ αὐτοῦ, καὶ δι’ αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ πάντα», τοῦτό ἐστι δηλοῦντος, ὅτι αἴτιος τῶν ὄντων αὐτὸς καὶ δημιουργός, καὶ διακρατῶν καὶ συνέχων τὰ πάντα. Εἶτα πάλιν τῆς δωρεᾶς μνησθεὶς τῆς εἰς ἡμᾶς γεγενημένης, ἀλλαχοῦ λέγει· «Χάρις δὲ τῷ Θεῷ ἐπὶ τῆς ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ». Καὶ τὴν εἰρήνην δὲ τὴν δοθεῖσαν ἡμῖν, οὐχὶ λόγον νικᾷν μόνον, οὐδὲ διήγησιν ὑπερβαίνειν, ἀλλὰ καὶ νοῦ παντὸς ἀνωτέραν εἶναι δηλοῖ, διὸ λέγει· «Ἡ εἰρήνη τοῦ Θεοῦ, ἡ ὑπερέχουσα πάντα νοῦν, φρουρήσει τὰς καρδίας ὑμῶν». Εἰ τοίνυν τὸ βάθος ἄπειρον τοῦ πλούτου, καὶ τῆς σοφίας καὶ τῆς γνώσεως, καὶ τὰ κρίματα αὐτοῦ ἀνεξερεύνητα, καὶ αἱ ὁδοὶ αὐτοῦ ἀνεξιχνίαστοι, καὶ ἡ δωρεὰ αὐτοῦ ἀνεκδιήγητος, καὶ ἡ εἰρήνη ὑπερέχει πάντα νοῦν, οὐ τὸν ἐμὸν καὶ τὸν σὸν καὶ τοῦ δεῖνος, οὐδὲ τὸν τοῦ Παύλου καὶ Πέτρου μόνον, ἀλλὰ καὶ αὐτὸν τὸν τῶν ἀρχαγγέλων καὶ τῶν ἄνω δυνάμεων, ποίαν ἕξεις αὐτὸς ἀπολογίαν, εἰπὲ μοι; Τίνα δὲ συγγνώμην, τοσαύτῃ κεχρημένος μανίᾳ, καὶ ἀπονοίᾳ, τὰ ἀνεξιχνίαστα βουλόμενος καταλαβεῖν, καὶ περὶ πάσης τῆς τοῦ Θεοῦ προνοίας λόγον ἀπαιτῶν; Εἰ γὰρ ὁ τοσαύτης ἀπολελαυκὼς γνώσεως, καὶ παῤῥησίαν οὕτως ἄφατον ἔχων, καὶ τῶν τοσούτων χαρισμάτων ἐμπεπλησμένος Παῦλος παραχωρεῖ, καὶ ἐξίσταται τῆς ὑπὸ τὴν ζήτησιν γνώσεως, καὶ οὐ μόνον εὑρεῖν οὐ δύναται, ἀλλ’ οὐδὲ ἐρευνῆσαι τὴν ἀρχήν, ἐπεὶ μηδὲ δυνατόν, πῶς οὐ πάντων ἀθλιώτερος, καὶ τὴν χαλεπωτάτην μαινόμενος μανίαν, ὁ τὴν ἐναντίαν ὁδὸν ἐρχόμενος ἐκείνῳ; Οὐδὲ γὰρ ταῦτα εἴρηκε μόνον, ἀλλὰ καὶ περὶ γνώσεώς ποτε Κορινθίοις ἐπιστέλλων, καὶ δεικνύς, ὅπως, εἰ καὶ πολλὰ μεμαθήκαμεν, ἀλλ’ ὀλίγον καὶ σφόδρα ἐλάχιστον μέτρον γνώσεως ἔχομεν, οὕτω πως φησίν· «Εἲ τις δοκεῖ ἐγνωκέναί τι, οὔπω εἶδε καθὼς δεῖ γνῶναι». Εἶτα δηλῶν ὅτι πολὺ λείπει τῆς γνώσεως ἡμῖν, καὶ τὸ πλέον ἐν τῷ μέλλοντι τεταμίευται χρόνῳ, ὀλίγον δὲ τι ἡμῖν δέδοται, ἐπήγαγεν· «Ἐκ μέρους γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν. Ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τότε τὸ ἐκ μέρους καταργηθήσεται». Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ δέξαι βουλόμενος πόσον τὸ μέσον ταύτης κἀκείνης τῆς γνώσεως, καὶ ὅτι πολὺ τὸ λειπόμενον, διὰ εἰκόνων τινῶν σαφὲς τοῦτο ποιεῖ λέγων· «Ὅτε ἡμῖν νήπιος, ὡς νήπιος ἐλάλουν, ὡς νήπιος ἐφρόνουν, ὡς νήπιος ἐλογιζόμην· ὅτε δὲ γέγονα ἀνήρ, τὰ τοῦ νηπίου κατήργηκα. Βλέπομεν γὰρ ἄρτι δι’ ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον». Εἶδες πόσον τὸ μέσον; Ὅσον νηπίου παιδός, καὶ ἀνδρὸς τελείου· ὅσον ἐσόπτρου καὶ αἰνίγματος καὶ τῆς ἄλλης τῆς ἀσαφοῦς τῶν πραγμάτων ὄψεως πρὸς σαφῆ ὄψιν· τοῦτο γὰρ ἐστι, «πρόσωπον πρὸς πρόσωπον». Τὶ οὖν μαίνῃ καὶ λύττας, τῶν κεκωλυμένων κατατολμῶν εἰκῆ καὶ μάτην; Τὶ δὲ οὐ πειθὴ Παύλῳ λέγοντι· «Μενοῦν γε σὺ τὶς εἶ, ἄνθρωπε, ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; Μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι. Τὶ με ἐποίησας οὕτως»;

Ὁρᾷς πόσην ἀπαιτεῖ τὴν ὑπακοήν; Πόσην τὴν σιγήν; Οὐ γὰρ δὴ τὸ αὐτεξούσιον ἡμῶν ἀναιρῶν τοῦτο λέγει· μὴ γένοιτο· ἀλλὰ δηλῶν, ὅτι τὸν ταῦτα ζητοῦντα οὕτως ἄφωνον εἶναι δεῖ, ὡς ἡ τοῦ πηλοῦ φύσις, ἐπομένη ἤπερ ἂν ὁ τεχνίτης ἄγῃ, μὴ ἀντιτείνοντα, μηδὲ περιεργαζόμενον. Διὸ καὶ τῆς φύσεως ἡμᾶς ἀναμιμνῄσκει τῆς ἡμετέρας, καὶ πηλοῦ μέμνηται καὶ κεραμέως. Καίτοι γε κεραμέως καὶ πηλοῦ ἡ αὐτὴ οὐσία. Εἰ δὲ ἔνθα ἡ αὐτὴ οὐσία, τοσαύτη ἡ ὑπακοή· ἔνθα ἄπειρον τὸ μέσον καὶ οὐσίας, καὶ γνώσεως καὶ τῶν ἄλλων ἁπάντων, ποίας τεύξεται συγγνώμης ὁ οὕτως ἰταμὸς καὶ ἀναιδής, ὥστε πολυπραγμονεῖν τὰ τοῦ πεποιηκότος αὐτὸν Θεοῦ; Ἐννόησον, ὧ ἄνθρωπε, τὶς εἶ· τοῦτο γὰρ δηλοῖ δι’ ὧν λέγει, «Σὺ τὶς εἶ»; Οὐχὶ πηλός; Οὐχὶ τέφραν καὶ σποδός; Οὐχὶ κόνις; Οὐ καπνός; Οὐ χόρτος; Οὐκ ἄνθος χόρτου; Ταύτας γὰρ πάσας τὰς εἰκόνας εἰς μέσον οἱ προφῆται συνεχῶς ἔχουσι, τὴν εὐτέλειαν ἡμῶν τῆς φύσεως παραστῆσαι φιλονεικοῦντες. Ὁ δὲ πολυπραγμονούμενος ὑπὸ σοῦ, ἀνώλεθρος, ἀναλλοίωτος, ἀεὶ ὤν, καὶ ὡσαύτως ὤν, ἄναρχος, ἀτελεύτητος, ἀπερινόητος, ὑπερβαίνων νοῦν, νικῶν λογισμόν, ἀνέκφραστος, ἄῤῥητος, ἀκατάληπτος οὐκ ἐμοὶ καὶ σοὶ μόνον, καὶ προφήταις καὶ ἀποστόλοις, ἀλλὰ καὶ ταῖς ἄνω δυνάμεσι, ταῖς καθαραῖς, ταῖς ἀοράτοις, ταῖς ἀσωμάτοις, ταῖς διηνεκῶς ἐν οὐρανῶν διατριβούσαις.

γ’. Ὅταν οὖν ἴδῃς τὰ Σεραφεὶμ τὰ περιιπτάμενα τὸν θρόνον τὸν ὑψηλὸν ἐκεῖνον καὶ ἐπηρμένον, τῇ προβολῇ τῶν πτερύγων ἀποτειχίζοντα τὰς ἑαυτῶν ὄψεις, καὶ τοὺς πόδας καλύπτοντα, καὶ νῶτα, καὶ πρόσωπα, καὶ κραυγὴν ἀφιέντα ἐκπλήξεως γέμουσαν, μὴ πτερὰ νόμιζε καὶ πόδας, καὶ πτέρυγας αὐταῖς εἶναι· ἀόρατοι γὰρ αἱ δυνάμεις ἐκεῖναι· ἀλλὰ διὰ τῶν εἰκόνων τούτων τὸ ἀπρόσιτον, τὸ ἀκατάληπτον τοῦ καθημένου ἐπὶ τοῦ θρόνου λογίζου. Καὶ γὰρ καῖε ἐκείναις ἀκατάληπτος καὶ ἀπρόσιτός ἐστι, καίτοι συγκαταβαίνων· οὐδὲ γὰρ ὅπερ ἦν ἐφαίνετο τότε. Θεὸς γὰρ οὐ κάθηται, οὐδὲ θρόνῳ περιέρχεται, οὐδὲ τόπῳ περιείληπται. Εἰ δὲ καθήμενον, καὶ ἐπὶ θρόνου ἱδρυμένον, καὶ κυκλούμενον ἐπ’ αὐτῶν (ἅπερ ἐστὶν ἅπαντα συγκαταβαίνοντος, οὐ καθημένου), οὐκ ἴσχυσαν ἰδεῖν, ἀλλὰ μὴ φέρουσαι τὴν ἐκεῖθεν ἐκπηδῶσαν ἀστραπὴν τῇ προβολῇ τῶν πτερύγων τὰς ὄψεις ἀπετείχιζον, καὶ μόνον ἐδοξολόγουν, μόνον ὕμνουν, μετὰ πολλῆς τῆς φρίκης τὸ μυστικὸν ἐκεῖνο τοῦ ἁγιασμοῦ ἀναφέρουσαι μέλος· οὐκ ἀπελθὼν κατορύξεις σεαυτὸν καὶ καταδύσεις, τῆς ἀῤῥήτου, καὶ ἀφράστου, καὶ ταῖς ἄνω δυνάμεσιν ἀκαταλήπτου Θεοῦ δυνάμεως τὴν πρόνοιαν μετὰ τοσαύτης περιεργάζεσθαι βουλόμενος τῆς ἰταμότητος; Τὰ γὰρ ἐκείνου Υἱῷ καὶ Πνεύματι ἁγίῳ δῆλα μόνον ἅπαντα μετ’ ἀκριβείας, ἑτέρῳ δὲ οὐδενί· καὶ τούτων τὸ μὲν Ἰωάννης ὁ εὐαγγελιστής, τὸ δὲ Παῦλος ὁ ἀπόστολος παρεδήλωσεν. Ὁ μὲν οὖν τῆς βροντῆς υἱός, καὶ σφόδρα ἐπέραστος ὢν τῷ Χριστῷ, καὶ τοῦτο παράσημον ἔχων, ὅπερ ἦν μεγίστης ἀρετῆς ἀπόδειξις, καὶ τοσαύτης ἀπολαύων παῤῥησίας, ὡς καὶ ἐπὶ τὸ στῆθος αὐτοῦ κατακλίνεσθαι, οὕτω φησί· «Θεὸν οὐδεὶς ἑώρακε πώποτε»· ὅρασιν τὴν γνῶσιν λέγων· «Ὁ μονογενὴς Υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός, ἐκεῖνος ἐξηγήσατο». Τοῦτο καὶ ὁ Χριστὸς δηλοποιῶν δι’ ἑαυτοῦ πάλαι τῷ δήμῳ τῶν Ἑβραίων διαλεγόμενός φησιν· «Οὐδεὶς ἑώρακε τὸν Πατέρα, εἰ μὴ ὁ ὢν ἐκ τοῦ Θεοῦ· οὗτος ἑώρακε τὸν Πατέρα». Τὸ δὲ σκεῦος τῆς ἐκλογῆς εἰς τὸν τῆς οἰκονομίας αὐτοῦ λόγον ἐμπεσών, καὶ τὰ ἀπόῤῥητα, ἅπερ ἔμαθεν, ἅπαντα βουλόμενος εἰπεῖν, πῶς αὐτὰ ἔγνω, οὕτω λέγει· «Λαλοῦμεν δὲ σοφίαν δὲ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ Θεὸς πρὸ τῶν αἰώνων, εἰς δόξαν ἡμῶν, ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνω. Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν. Ἀλλά, καθὼς γέγραπται, ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν». Πῶς οὖν αὐτὰ ἔγνωμεν ἡμεῖς, ὧ Παῦλε; Τὶς ὁ μηνύσας, καὶ δῆλα καταστήσας αὐτὰ τὰ ἀθέατα, τὰ ἀνήκουστα, τὰ εἰς καρδίαν ἀνθρώπου μὴ ἀναβάντα; Εἰπὲ καὶ δεῖξον τὶς ὁ τοσαύτην ἡμῖν γνῶσιν κομίσας; «Ἡμῖν δέ, φησίν, ὁ Θεὸς ἀπεκάλυψε διὰ τοῦ Πνεύματος αὐτοῦ». Εἶτα ἵνα μὴ τις νομίσῃ, ὅτι ταῦτα μόνον ἐπίσταται, ἅπερ ἀπεκάλυψεν ἡμῖν ὁ Θεὸς δι’ αὐτοῦ, οὐχὶ δὲ καὶ πᾶσαν ἔχει τὴν γνῶσιν, ἐπήγαγε· «Τὸ γὰρ πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ. Τὶς γὰρ οἶδεν ἄνθρωπον καὶ τὰ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ». Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ὥσπερ ἄνθρωπος αὐτὸς οἶδε τὰ ἑαυτοῦ, καὶ ἃ βούλεται καὶ ἐν διανοίᾳ ἔχει, μετὰ ἀκριβείας ἐπίσταται πάντα, οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον μετὰ ἀκριβείας οἶδε τοῦ Θεοῦ τὴν ἀπόῤῥητον γνῶσιν ἅπασαν. Εἰπὼν τοίνυν, «Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ», οὐκ ἀνθρώπους μόνον, ἀλλὰ καὶ τῆς ἄνω κτίσιν ἅπασαν τῆς ἀκριβοῦς ταύτης ἐξέβαλε γνώσεως. Διὸ καὶ σοφὸς τις παραινεῖ λόγος· «Χαλεπώτερά σου μὴ ζήτει, καὶ ἰσχυρότερά σου μὴ ἐξέταζε· ἃ προσετάγη σοι, ταῦτα διανοοῦ· πλείονα γὰρ συνέσεως ἀνθρώπων ὑπεδείχθη σοι». Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· οὐδὲ ταῦτα ἅπερ ἔχεις, οἴκοθεν μαθὼν ἔχεις ἅπαντα, οὐδὲ ἤρκεσέ σοι ἡ φύσις πρὸς τὴν τῶν ἁπάντων εἴδησιν, ἀλλ’ ἄνωθεν τῶν πλειόνων ἔλαβες τὴν γνῶσιν· πολλῷ γὰρ μείζονα ἦν, ἢ ὥστε τῇ συνέσει καταληφθῆναι τῇ σῇ. Τὶ τοίνυν οἴκοθεν φιλονεικεῖς τὰ βαθύτερα ἐρευνᾶν, ὅταν καὶ αὐτῶν ὧν οἶδας πολλὰ ὑπερβαίνῃ σου τὴν φρόνησιν, καὶ ταῦτα ἑτέρωθεν ἔχῃς; Τοῦτο καὶ ὁ Παῦλος παραδηλῶν ἔλεγε· «Τὶ γὰρ ἔχεις, ὃ οὐκ ἔλαβες; Εἰ δὲ καὶ ἔλαβες, τὶ καυχᾶσαι ὡς μὴ λαβών»; Παῦσαι τοίνυν ὀψὲ γοῦν ποτε τῆς τοσαύτης φιλονεικίας, καὶ ἀνέχου τῆς σοφωτάτης συμβουλῆς ἐκείνης τῆς λεγούσης· «Μὴ εἴπῃς, Τὶ τοῦτο; Εἰς τὶ τοῦτο; Πάντα γὰρ εἰς χρείαν αὐτῶν ἔκτισται».

δ’. Διὰ γὰρ τοι τοῦτο, ἐπειδὴ πᾶσα ἡ κτίσις ἐγένετο, καὶ τὸν οἰκεῖον κόσμον ἀπέλαβε, καὶ παναρμόνιον τοῦτο καὶ παράδοξον τῆς πολλῆς γέμον ἐκπλήξεως ἔργον εἰς μέσον προὔκειτο, ἔμελλον δὲ πολλοὶ τῶν ἀνοήτων καὶ μαινομένων ἐπιλαμβάνεσθαι τῶν γενομένων· ὅρα πῶς προαναστέλλων αὐτῶν τὴν ἄκαιρον κρίσιν καὶ μανιώδη ψῆφον, ἑνὶ ῥήματι πᾶσαν ἀναίσχυντον ἐνέφραξε γλῶσσαν ὁ νομοθέτης εἰπών· «Εἶδεν ὁ Θεὸς πάντα, ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν». Ἐπειδὴ γὰρ ἐν τοῖς ὁρωμένοις ἦν οὐχὶ φῶς μόνον, ἀλλὰ καὶ σκότος· οὐ καρποὶ μόνον, ἀλλὰ καὶ ἄκανθαι· οὐ δένδρα ἡμέρα, ἀλλὰ καὶ ἄγρια· οὐχ ὕπτια πεδία, ἀλλὰ καὶ ὄρη καὶ νάπαι καὶ φάραγγες· οὐκ ἄνθρωποι μόνον, ἀλλὰ καὶ ἑρπετὰ ἰοβόλα· οὐκ ἰχθύες μόνον, ἀλλὰ καὶ κήτη· οὐχ ἡμέρα πελάγη, ἀλλὰ καὶ ἄπλωτος θάλασσα· οὐχ ἥλιος μόνον καὶ σελήνη καὶ ἄστρα, ἀλλὰ καὶ κεραυνοὶ καὶ πρηστῆρες· οὐκ ἄνεμοι μόνον προσηνεῖς, ἀλλὰ καὶ καταιγίδες· οὐ περιστεραὶ μόνον καὶ ὄρνιθες ὠδικοί, ἀλλὰ καὶ ἰκτῖνοι καὶ κόρακες καὶ γῦπες καὶ ἕτερα ἀνθρωποφάγα ζῶα· οὐ πρόβατα καὶ βόες, ἀλλὰ καὶ λύκοι καὶ παρδάλεις καὶ λέοντες· οὐκ ἔλαφοι καὶ λαγωοὶ καὶ δορκάδες, ἀλλὰ καὶ σκορπίοι καὶ ἔχεις καὶ δράκοντες· καὶ ἐν βοτάναις δὲ οὐχὶ σωτηρία μόνον φυτά, ἀλλὰ καὶ δηλητήρια, καὶ πολλοὶ ἐντεῦθεν σκανδαλίζεσθαι ἔμελλον καὶ αἱρέσεις τίκτειν· μετὰ τὸ γενέσθαι τὰ γενόμενα, καὶ τὸν οἰκεῖον ἕκαστον ἀπολαβεῖν κόσμον, καθ’ ἕκαστον δείκνυσι τὸν Δημιουργὸν ἐπαινοῦντα τὸ γεγενημένον, μᾶλλον δὲ καθ’ ἕνα αὐτῶν, καὶ κοινῇ πάντα, ἵνα τὴν ἐκείνου κρίσιν μαθών, κἂν σφόδρα τις ἰταμὸς καὶ ἀναίσχυντος ᾖ, μηδὲν περιεργάζεται λοιπὸν τῶν ὁρωμένων. Διὰ τοῦτο εἰπών, ὅτι ἐγένετο φῶς, ἐπήγαγε· «Καὶ εἶδεν ὁ Θεὸς τὸ φῶς ὅτι καλόν», καὶ καθέκαστον οὕτως. Εἶτα ἵνα μὴ πάντα κατ’ ὄνομα εἰπών, μηκύνῃ τὸν λόγον, ὁμοῦ περὶ πάντων ἀποφαίνεται ἁπαξαπλῶς, καὶ πάλιν λέγει· «Εἶδεν ὁ Θεὸς πάντα, ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν». Οὐκ ἐπειδὴ μετὰ τὸ γενέσθαι ἔγνω ὁ Θεὸς ὅτι καλὸν τὸ γενόμενον· ἄπαγε. Εἰ γὰρ τεχνίτης ἄνθρωπος, καὶ πρὸ τοῦ γενέσθαι τὰ τῆς τέχνης μαθών, οἶδεν ὅτι καλὰ τὰ παρ’ αὐτοῦ μέλλον γίνεσθαι, πολλῷ μᾶλλον ἡ ἄῤῥητος ἐκείνη σοφία βουλήματι μόνῳ τὰ πάντα παραγαγοῦσα, καὶ πρὸ τῆς γεννήσεως ᾔδει ὅτι καλά. Οὐδὲ γὰρ ἂν αὐτὰ παρήγαγεν, εἰ ἠγνόει. Τίνος οὖν ἕνεκεν οὕτως εἴρηται; Διὰ τὴν αἰτίαν, ἣν εἶπον. Ἀκούσας τοίνυν τοῦ προφήτου πρὸς σὲ λέγοντος, ὅτι ὁ Θεὸς αὐτὰ εἶδε καὶ ἐπῄνεσε, μὴ ζητεῖ λοιπὸν ἑτέραν βάσανον καὶ ἀπόδειξιν τοῦ κάλλους αὐτῶν, μηδὲ λέγε· πῶς καλά; Τῆς γὰρ διὰ τῶν ἔργων ἀποδείξεως σαφεστέρα ἡ διὰ τῆς ψήφου καὶ τῆς κρίσεως τοῦ ποιήσαντος ἀπόφασις. Διὰ τοι τοῦτο καὶ παχύτερα κέχρηται τῇ λέξει. Ὥσπερ γὰρ εἲ τὶς φάρμακα βουλόμενος ὠνεῖσθαι, ἄπειρος ὤν, κελεύοι πρότερον ἐπιδείκνυσθαι τῷ ἰατρῷ ταῦτα, κἂν μάθῃ σαφῶς, ὅτι ἰδὼν ἐκεῖνος, ἐπῄνεσεν, οὐδεμίαν ἑτέραν ἀπόδειξιν τῆς τούτων ἀρετῆς ἐπιζητεῖ, ἀλλ’ ἀκούσας ὅτι εἶδεν αὐτὰ ὁ ἰατρὸς καὶ ἐπῄνεσεν, ἀρκεῖται τῇ ψήφῳ τοῦ τεχνίτου· οὕτω δὴ καὶ ὁ Μωσὴς πᾶσαν περιεργίαν ἀναίσχυντο περιελεῖν βουλόμενος τῶν μετὰ ταῦτα μελλόντων ἀπολαύειν τῆς κτίσεως, ἀπήγγειλε καὶ εἶπεν, ὅτι εἶδεν αὐτὰ ὁ Θεὸς καὶ ἐπῄνεσε, καὶ ἐψηφίσατο εἶναι καλά, καὶ οὐχ ἁπλῶς καλά, ἀλλὰ καὶ καλὰ λίαν. Μὴ τοίνυν περιεργάζου, μηδὲ πολυπραγμόνει λογισμοῖς τὰ γεγενημένα, τοιαύτην ἔχων τοῦ κάλλους αὐτῶν μαρτυρίαν. Εἰ γὰρ μὴ ἀρκεσθεὶς τῷ ῥήματι τούτῳ, ἀλλὰ βουληθῇς εἰς ζήτησιν τῶν γεγενημένων ἐλθεῖν, εἰς εὔριπον λογισμῶν καὶ κύματα πολὺν ἐργαζόμενα χειμῶνα σαυτὸν ἐμβαλὼν μόνον, εἴσῃ μὲν πλέον οὐδέν, ναυάγιον δὲ ἐργάσῃ σεαυτῷ χαλεπόν. Οὐδὲ γὰρ δυνήσῃ τοὺς λόγους ἅπαντας ἑκάστου τῶν γεγενημένων εὑρεῖν, ἀλλὰ καὶ τῶν δοκούντων εἶναί σοι καλῶν πολλὰ διαβαλεῖς, ἐὰν ἀγνώμονι κεχρημένος ᾖς τῇ γνώμῃ. Οὕτω γὰρ ἀσθενὴς τῶν ἀνθρώπων ὁ λογισμός, ὡς εἰς ἐναντία περιαχθῆναι πολλάκις, καὶ ἐκ διαμέτρου κατὰ ἀλλήλων στῆναι πολλοὺς ἐν τῇ περὶ τῆς κτίσεως ψήφῳ. Ἑλλήνων μὲν γὰρ παῖδες ὑπὲρ τὸ δέον αὐτὴν θαυμάσαντες, τὸ μέτρον ὑπερεκβάντες, καὶ Θεὸν εἶναι αὐτὴν ἐνόμισαν. Μανιχαῖοι δὲ καὶ ἕτεροι πάλιν αἱρετικοί, οἱ μὲν οὐκ ἀγαθοῦ Θεοῦ ἔργον ἔφησαν αὐτὴν εἶναι· οἱ δὲ ἓν αὐτῆς ἀποτεμόντες μέρος, αὐτομάτω τινὶ προσέῤῥιψαν ὕλῃ, καὶ ἀναξίαν ἔκριναν τῆς τοῦ Θεοῦ δημιουργίας εἶναι. Οὕτως, ὥσπερ ἔφθην εἰπών, εἲ τὶς λογισμοῖς καὶ ἀγνώμονι χρήσαιτο γνώμῃ, καὶ τῶν δοκούντων εἶναι καλῶν πολλὰ διαβαλεῖ. Τὶ γὰρ σοι ὡραιότερον ἡλίου εἶναι δοκεῖ; Ἀλλ’ ὅμως τοῦτο τὸ φαιδρὸν ἄστρον καὶ γλυκὺ καὶ ὀφθαλμοὺς λυμαίνεται ἀσθενοῦντας, καὶ γῆν κατακαίει θερμοτέρας ἀφεὶς τὰς ἀκτῖνας, καὶ πυρετοὺς τίκτει, καὶ καρπὸν πολλάκις κατεξήρανε καὶ ἐποίησεν ἄχρηστον, καὶ δένδρα ἄκαρπα εἰργάσατο, καὶ μέρος τῆς οἰκουμένης ἀοίκητον κατέστησεν ἡμῖν. Τὶ οὖν, εἰπὲ μοι; Διαβαλοῦμεν τὸν ἥλιον διὰ τοῦτο; Ἄπαγε· ἀλλὰ τοὺς λογισμοὺς ἡσυχάζειν ἀφέντες καὶ τὸν τούτων θόρυβον, ἐπιληψώμεθα τῆς πέτρας ἐκείνης, καὶ τῆς ρήσεως τῆς λεγούσης, «Καὶ εἶδεν ὁ Θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν»· ἐπεὶ καὶ αὐτά, ἃ ἀπηριθμησάμην νῦν, καὶ λίαν καὶ χρηστά. Ἀλλ’, ὅπερ ἔμπροσθεν εἶπον, ἐπὶ τὴν ῥῆσιν ἐκείνην ἐπανιέναι χρὴ διαπαντὸς καὶ λέγειν, Ἰδοὺ πάντα, ὅσα ἐποίησεν ὁ Θεός, καλὰ λίαν. Ἀλλὰ τὸ τρυφᾶν, καὶ γελᾷν, καὶ ἐν ἡδονῇ εἶναι, καλόν; Οὐκοῦν ἄκουε Σολομῶντος, τοῦ πᾶν εἶδος τρυφῆς ἐπελθόντος, λέγοντος, «Ἀγαθὸν πορευθῆναι εἰς οἶκον πένθους, ἢ πορευθῆναι εἰς οἶκον πότου». Ἀλλὰ νὺξ φαῦλον (δεῖ γὰρ ἐκ τῶν ἐναντίων μεταχειρίσασθαι τὸν λόγον); Ἀλλὰ καὶ αὕτη πόνων ἀνάπαυσις, φροντίδων ἀπαλλαγή, νοσημάτων παραμυθία, φόβων καὶ κινδύνων οὐ μικρὰ ἀναψυχή· νεαρὸν ποιεῖ τὸ σῶμα, ἀκμάζουσαν τὴν διάνοιαν, ἀναπαύει τὴν σάρκα πεπονηκυῖαν. Ἀλλὰ νόσος κακόν; Πόθεν οὖν Λάζαρος ἐστεφανώθη; Ἀλλὰ πενία; Καὶ πόθεν ὁ Ἰὼβ εὐδοκίμησεν; Ἀλλὰ θλίψεις ἐπάλληλοι καὶ συνεχεῖς; Καὶ πόθεν οἱ ἀπόστολοι ἀνεκηρύχθησαν; Ποία δὲ ὁδὸς ἡ εἰς τὴν ζωὴν ἄγουσα; Οὐχ ἡ στενὴ καὶ τεθλιμμένη; Μὴ τοίνυν λέγε, Διὰ τὶ τοῦτο; Εἰς τὶ τοῦτο; Ἀλλὰ καὶ ἐπὶ τῶν οἰκονομιῶν καὶ ἐπὶ τῶν κτισμάτων τοῦ Θεοῦ, ἣν παρέχει σιγὴν ὁ πηλὸς τῷ κεραμεῖ, ταύτην καὶ αὐτὸς τῷ ποιήσαντι σε Θεῷ πάρεχε, ἄνθρωπε.

ε’. Τὶ οὖν; φησίν· οὐ βούλει με εἰδέναι σαφῶς καὶ πιστεύειν ὅτι προνοεῖ πάντων ὁ Θεός; Καὶ μάλα καὶ βούλομαι καὶ εὔχομαι, καὶ ἐπιθυμῶ σφόδρα· οὐ μὴν περιεργάζεσθαι τὴν πρόνοιαν, οὐδὲ πολυπραγμονεῖν. Εἰ μὲν γὰρ οἶσθα καὶ πέπεικας σεαυτόν, μὴ ζήτει· εἰ δὲ ἀμφιβάλλεις, ἐρώτησον τὴν γῆν, τὸν οὐρανόν, τὸν ἥλιον, τὴν σελήνην, ἐρώτησον τὰ ποικίλα τῶν ἀλόγων γένη, τὰ σπέρματα, τὰ φυτά, τοὺς ἀφώνους ἰχθύας, τὰς πέτρας, τὰ ὄρη, τὰς νάπας, τοὺς βουνούς, τὴν νύκτα, τὴν ἡμέραν. Τοῦ γὰρ ἡλίου καὶ τῆς ἀκτῖνος αὐτῆς φανερωτέρα ἡ τοῦ Θεοῦ πρόνοια, καὶ καθ’ ἕκαστον καιρόν, καὶ καθ’ ἕκαστον τόπον, καὶ ἐν ἐρημίᾳ, καὶ ἐν οἰκουμένῃ, καὶ ἐν ἀοικήτῳ, καὶ ἐν γῇ, καὶ ἐν θαλάσσῃ, καὶ ὅπουπερ ἂν ἀφίκῃ, ὑπομνήματα ὄψει τῆς προνοίας ταύτας σαφῆ καὶ διαρκῆ, καὶ παλαιὰ καὶ νέα, καὶ φωνὰς τῆς φωνῆς ἡμῶν ταύτης τῆς λογικῆς τρανοτέρας πανταχόθεν φερομένας, καὶ τὸν βουλόμενον ἀκούειν παιδευούσας αὐτοῦ τὴν κηδεμονίαν. Διὰ τοῦτο καὶ ὁ προφήτης τῶν φωνῶν τούτων τὸ ἐξαίρετον δηλῶν ἔλεγεν· «Οὐκ εἰσι λαλιαί, οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν». Ἡ μὲν γὰρ ἡμέτερα τοῖς ὁμοφώνοις ἐστὶ γνώριμος μόνον, ἑτερογλώσσοις δὲ οὐκέτι· ἡ δὲ διὰ τῆς κτίσεως φωνὴ πᾶσι τοῖς ἔθνεσι τοῖς κατὰ τὴν οἰκουμένην ἐστιν ἀκουστή.

Ϛ’. Τοῖς μὲν οὖν εὐγνώμοσιν ἀρκεῖ καὶ πρὸ τῆς διὰ τῶν ἔργων ἀποδείξεως ἡ ἀπόφασις αὐτὴ μόνη τοῦ Θεοῦ, οὐχὶ τὴν πρόνοιαν αὐτοῦ δεῖξαι μόνον, ἀλλὰ καὶ τὸν σφοδρὸν ἔρωτα τὸν περὶ ἡμᾶς. Οὐ γὰρ ἁπλῶς ἡμῶν προνοεῖ, ἀλλὰ καὶ ἐρῶν, καὶ σφόδρα ἐρῶν ἔρωτά τινα ἀμήχανον, ἔρωτα ἀπαθῆ μέν, θερμότατον δὲ καὶ εὐτονώτατον, καὶ γνήσιον καὶ ἀκατάλυτον, καὶ σβεσθῆναι μὴ δυνάμενον. Καὶ τοῦτο παραστῆναι βουλομένη ἡ θεία Γραφή, παράγει μὲν εἰκόνας τὰς ἐν ἀνθρώποις, παράγει δὲ καὶ πολλὰ ἔρωτος ὑποδείγματα καὶ προνοίας καὶ κηδεμονίας. Οὐ μὴν μέχρι τούτων ἡμᾶς μόνον βούλεται ἑστάναι, ἀλλὰ καὶ ὑπερβαίνειν τὰ παραδείγματα τῷ λογισμῷ. Οὐδὲ γὰρ ὡς ἀρκοῦντα δεῖξαι τὸ φίλτρον παράγει ταῦτα, ἀλλ’ ὡς γνώρισμα τοῖς ἀκούουσι, καὶ τῶν ἄλλων μᾶλλον δυνάμενα δεῖξαι τοῦτο. Οἷόν τι λέγω· πρὸς τινας ὀδυρομένους καὶ πενθοῦντας ποτε καὶ λέγοντας, «Ἐγκατέλιπέ με Κύριος, καὶ ἐπελάθετό μου ὁ Θεὸς τοῦ Ἰσραήλ», τηνικαῦτα ἐπάγει λέγων ὁ προφήτης· «Μὴ ἐπιλήσεται γυνὴ τοῦ παιδίου αὐτῆς, ἢ τοῦ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς»; Τοῦτο λέγων, ὅτι ὥσπερ ἐκείνη οὐκ ἂν ἐπελάθοιτο τῶν παιδίων τῶν ἑαυτῆς, οὕτως οὐδὲ ὁ Θεὸς τοῦ γένους τῶν ἀνθρώπων. Εἶτα ἵνα μάθῃς ὅτι τὴν εἰκόνα ταύτην παρήγαγεν ὁ προφήτης, οὐχὶ τοσοῦτον βουλόμενος δεῖξαι τὸ μέτρον τῆς ἀγάπης τοῦ Θεοῦ, ὅση μητρὸς ἐστι περὶ τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς, ἀλλ’ ἐπειδὴ τοῦτο μᾶλλον τῶν ἄλλων ἐξαίρετον μέτρον ἀγάπης γνώριμον εἶχε (τὸ μέντοι φίλτρον τοῦ Θεοῦ πολλῷ μεῖζον ἐκείνου), ἐπήγαγεν· «Εἰ δὲ καὶ ἐπιλάθοιτο ταῦτα γυνή, ἀλλ’ ἐγὼ οὐκ ἐπιλήσομαί σου, λέγει Κύριος». Εἶδες πῶς ὑπερέβη τῆς μητρὸς τὸ μέτρον; Καὶ ἵνα μάθῃς ὅτι ἐκ πολλοῦ τοῦ περιόντος ὑπερέβη καὶ μητρὸς φιλοστοργίαν, καὶ πατρὸς περὶ παῖδας πόθον, ὁ μὲν προφήτης φησί· «Καθὼς οἰκτείρει πατὴρ υἱούς, ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτόν». Καὶ αὐτὸς δὲ πάλιν ταύτην εἰσάγει τὴν εἰκόνα τῆς ἀγάπης· ᾔδει γὰρ ταύτην τῶν ἄλλων ἔχουσάν τι ἐξαίρετον. Ὁ δὲ καὶ προφητῶν καὶ πάντων Δεσπότης δηλῶν, ὅτι καὶ ταύτης τὸ μέτρον ἐκ πολλοῦ τοῦ περιόντος ὑπερβαίνει τοῦ Θεοῦ ἡ κηδεμονία, καὶ ὅσον τοῦ φωτὸς τὸ μέσον ἐστὶ πρὸς σκότος, καὶ πονηρίας πρὸς ἀγαθότητα καὶ προνοίας πρὸς τὴν πατρικὴν φιλοστοργίαν, ἄκουε τὶ φησι· «Τὶς ἐστιν ἐξ ὑμῶν, ὃν ἐὰν αἰτήσῃ ὁ υἱὸς αὐτοῦ ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; Καὶ ἐὰν ἰχθὺν αἰτήσῃ, μὴ ὄφιν ἐπιδώσει αὐτῷ; Εἰ δὲ ὑμεῖς πονηροὶ ὄντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πολλῷ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν»· δεικνὺς ὅτι ὅσον πονηρίας καὶ ἀγαθότητος τὸ μέσον, τοσοῦτον ἡ τοῦ Θεοῦ ἀγαθότης τῆς τῶν πατέρων κηδεμονίας, ἐστὶν ἀνωτέρα. Ταῦτα δὲ εἶπον τὰ ὑποδείγματα, ἵν’, ὅταν ἑτέρας ἐπαγάγω φίλτρου εἰκόνας, μὴ μέχρι τοῦ μέτρου τοῦ λεγομένου παρὰ τῶν προφητῶν στήσῃς τὴν διάνοιαν, ἀλλ’ ἔχων τὸν κανόνα τοῦτον ὑπερβῇς τῷ λογισμῷ περαιτέρω, καὶ ἴδῃς τῆς ἀγάπης αὐτοῦ τὴν ἄφατον ὑπερβολήν. Οὐδὲ γὰρ ἀρκεῖται τοῖς τῆς φύσεως μέτροις, ἀλλ’ ἀφεὶς αὐτὰ καὶ ὑπερακοντίσας, καὶ ἕτερα πάλιν προστίθησιν ὑποδείγματα. Τοιοῦτον γὰρ ὁ φίλων· διὰ πλειόνων βούλεται δεικνύναι τούτῳ τῷ φιλουμένῳ· ὃ δὴ καὶ αὐτὸς ποιεῖ εἰς τοπικῶν διαστημάτων μέγεθος ἐξάγων τὸν λόγον, οὐχ ἵνα πάλιν τοσοῦτον αὐτοῦ νομίσῃς τὸ φίλτρον, ἀλλ’ ἐπειδὴ τοῦτο μόνον τὸ μέτρον τῶν διαστημάτων τῶν ἄλλῳ ἐξαίρετον καὶ γνώριμον ἦν τοῖς ἀκούουσι. Καὶ διὰ μὲν τοῦ Δαυῒδ φησι· «Κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν»· καί, «Καθ’ ὅσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ’ ἡμῶν τὰς ἀνομίας ἡμῶν»· διὰ τοῦ Ἠσαΐου δέ· «Οὐ γὰρ εἰσιν αἱ βουλαὶ μου, ὡς αἱ βουλαὶ ὑμῶν, οὐδὲ αἱ ὁδοὶ μοι, ὡς αἱ ὁδοὶ ὑμῶν· ἀλλ’ ὅσον ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, τοσοῦτον ἀπέχουσιν αἱ ὁδοὶ μου ἀπὸ τῶν ὁδῶν ὑμῶν, καὶ τὰ διανοήματά μου ἀπὸ τῶν διανοημάτων ὑμῶν». Ταῦτα δὲ ἔλεγεν, ἀνωτέρω περὶ ἀφέσεως ἁμαρτημάτων διαλεχθείς, καὶ εἰπών· «Ὅτι ἐπὶ πολὺ ἀφήσω τὰς ἀνομίας ὑμῶν». Εἶτα δεικνὺς πόσον, ἐπήγαγε τοῦτο τὸ ὑπόδειγμα· καὶ οὐδὲ τούτοις ἀρκεῖται μόνοις, ἀλλ’ εἰς ἑτέραν παχυτέραν καταφέρει τὸν λόγον εἰκόνα. Ἐν γὰρ τῷ Ὠσηὲ ἔλεγε· «Τὶ σοι ποιήσω, Ἐφραίμ; Τὶ σοι ποιήσω, Ἰούδα; Ὡς Ἀδὰμ θήσομαί σε, καὶ ὡς Σεβοείμ. Μετεστράφη ἡ καρδία μου ἐν τῷ αὐτῷ· συνετεράχθη ἡ μεταμέλειά μου». Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· οὐδὲ τὸ ῥῆμα ἤνεγκα τῆς ἀπειλῆς, φησί. Καὶ ἀνθρωπίνως μὲν διαλέγεται, οὐχ ἵνα τὶ ἀνθρώπινον ὑποπτεύσῃς, ἄπαγε, ἀλλ’ ἵνα ἀπὸ τῆς παχύτατης λέξεως θεοπρεπῆ τὴν ἀγάπην, καὶ γνησίαν, καὶ ἀκατάλυτον νοήσῃς. Ὥσπερ γὰρ τις μανικῶς τινος ἐρῶ, οὐδὲ μέχρι ῥημάτων αἴρεται λυπῆσαι τὸν ἐρώμενον, οὕτω δὴ καὶ αὐτὸς φησιν· ἐπειδὴ μόνον εἶπον, καὶ ἐλύπησα τῇ λέξει, «Μετεστράφη ἡ καρδία μου ἐν ταὐτῷ». Οὐδὲ γὰρ τὰς βαρυτάτας ταύτας παραιτεῖται εἰκόνας παράγειν, ἵνα δείξῃ τὸ φίλτρον, ὅτι μάλιστα ἐρῶντός ἐστι. Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ καὶ περαιτέρω πρόεισι πάλιν, ἕτερον βαθύτερον ἐπάγων ὑπόδειγμα καὶ λέγων· «Ὃν τρόπον εὐφρανθήσεται Κύριος ἐπὶ σοί»· ὅτι μάλιστα ἐν ἀρχῇ θερμότεροι οἱ ἔρωτες καὶ ζέοντες καὶ ἀκμάζοντες εἰσιν. Οὕτω δὲ εἴρηται, οὐχ ἵνα τι ἀνθρώπινον ὑποπτεύσῃς (πάλιν γὰρ τὰ αὐτὰ λέγειν οὐ παύσομαι), ἀλλ’ ἵνα ἐκ τούτων τὸ θερμόν, τὸ γνήσιον, τὸ σφοδρόν, τὸ πεπυρωμένον τῆς ἀγάπης ἴδῃς. Εἶτα εἰπών, ὅτι ὡς πατὴρ φιλεῖ, καὶ πλέον ἢ πατήρ, ὡς μήτηρ, καὶ πλέον ἢ μῆτερ, ὡς νυμφίος, καὶ πλέον ἢ νυμφίος, ὅτι τοσοῦτον ὅσον τὸ διάστημα τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς, καὶ πλέον ἢ τοσοῦτον, ὅτι τηλικοῦτον, ὅσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, καὶ πλέον ἢ τηλικοῦτον, οὐδὲ ἐνταῦθα ἵσταται τῶν εἰκόνων, ἀλλὰ καὶ περαιτέρω πρόεισιν εἰς ἐπίδειξιν πολλῷ ταπεινοτέρου ὑποδείγματος. Τοῦ γὰρ Ἰωνᾶ μετὰ τὴν φυγὴν καὶ τοῦ Θεοῦ τὴν καταλλαγὴν τὴν πρὸς Νινευΐτας ἐξαπορηθέντος, ὡς οὐκ ἐλθόντων εἰς ἔργον τῶν ἀπειληθέντων, καὶ παθόντες τι ἀνθρώπινον πάθος, καὶ σκυθρωπάσαντος, ἐπιτάξας τῇ ἀκτῖνι θερμοτέραν ἀφεῖναι τὴν φλόγα, εἶτα κελεύσας τῇ γῇ σχεδιάσαι αὐτῷ στέγην ἀπὸ λαχάνου, καὶ θάλψας αὐτὸν μεθ’ ὑπερβολῆς καὶ ἀναπαύσας, εἶτα λυπήσας τῷ ταύτην ἀφανίσαι τὴν στέγην, ἐπειδὴ τῷ μὲν εἶδεν ἀνεθέντα τῷ δὲ κατατεινόμενον, ἄκουε τὶ φησι πρὸς αὐτόν· «Σὺ μὲν ἐφείσω ὑπὲρ τῆς κολοκύντης, ὑπὲρ ἧς οὐκ ἐκακοπάθησας, οὐδὲ ἐξέθρεψας· ἐγὼ δὲ οὐ φείσομαι ὑπὲρ Νινευῆ τῆς πόλεως τῆς μεγάλης, ἐν ᾖ κατοικοῦσιν ἐν αὐτῇ πλείους ἣ δώδεκα μυριάδες ἀνδρῶν, οἵτινες οὐκ ἔγνωσαν δεξιὰν ἢ ἀριστεράν»; Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· οὐχ οὕτως ἀνέπαυσέ σε ἡ σκιὰ τοῦ λαχάνου ὡς ἐμὲ εὔφρανεν ἡ σωτηρίαν τῶν Νινευϊτῶν· οὐδὲ οὕτως σε ἐλύπησεν ἀφαίρεσις αὐτοῦ, ὡς ἐμὲ ὁ τούτων ὄλεθρος. Οὕτω παρὰ γνώμην μου ἡ ἀπώλεια αὐτῶν ἦν. Ὁρᾷς πῶς καὶ ἐνταῦθα ὑπερβαίνει τὴν εἰκόνα. Οὐ γὰρ εἶπε, «Σὺ μὲν ἐφείσω ὑπὲρ τῆς κολοκύντης, καὶ ἐσίγησεν», ἀλλ’ ἐπήγαγεν· «Ἐφ’ ᾖ οὐκ ἐκακοπάθησας, οὐδὲ ἐξέθρεψας αὐτήν». Ἐπειδὴ γὰρ ἐκεῖνα μάλιστα φιλοῦσι τῶν φυτῶν οἱ γηπόνοι, περὶ ἃ πολὺν ἐπεδείξαντο πόνον, δεῖξαι θέλων ὅτι καὶ κατὰ τοῦτο φιλεῖ τὸ εἶδος τοῦ φίλτρου τοὺς ἀνθρώπους, τοῦτο προσέθηκεν. Εἰ γὰρ σὺ τοῦ ἀλλοτρίου ἔργου οὕτως ἀντείχου, φησί, πολλῷ μᾶλλον ἐγὼ τοῦ οἰκείου, καὶ οὗ ποιητὴς εἰμι. Εἶτα καὶ ὑποτέμνεταί τι τῆς κατηγορίας αὐτῶν λέγων, ὅτι «Οὐκ ἔγνωσαν δεξιὰν ἢ ἀριστεράν»· ἀφελείᾳ μᾶλλον ἢ κακίᾳ πεπλημμεληκέναι αὐτοὺς ἀποφηνάμενος, ὃ καὶ ἔδειξε τὸ τῆς μετανοίας τέλος. Καὶ ἑτέροις δὲ ἐπιτιμῶν θρηνοῦσιν ὡς ἐγκαταλειφθεῖσι, ταῦτα λέγει τὰ ῥήματα· «Ἐρωτήσατέ με περὶ τῶν υἱῶν μου, καὶ περὶ τῶν ἔργων τῶν χειρῶν μου ἐντείλασθέ μοι». Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Τὶς πατέρα ἀναμιμνῄσκει, καὶ παρακαλεῖ, ὥστε προνοῆσαι παιδός; Ἢ τεχνίτην καὶ δημιουργόν, ὥστε μὴ ἀφεῖναι διαπεσεῖν τὸ ἔργον; Εἶτα ἐπ’ ἀνθρώπων μὲν ἀρκεῖσθε τῇ φύσει καὶ τῇ τέχνῃ εἰς ἀπόδειξιν τῆς κηδεμονίας, ἐμὲ δὲ οἴεσθε χρῄζειν τοῦ παρακαλοῦντός με, ἵνα τῶν τέκνων τῶν ἐμῶν καὶ τῶν ἔργων ἀντιλήψωμαι; Ταῦτα δὲ ἔλεγεν, οὐχ ἵνα μὴ παρακαλῶσιν, ἀλλ’ ἵνα εἰδέναι ἔχωσιν ὅτι καὶ πρὸ τῆς παρακλήσεως ὁ Θεὸς τὰ ἑαυτοῦ ποιεῖ, βούλεται δὲ καὶ παρακαλεῖσθαι, ἐπειδὴ μέγα οἶδε τοῖς παρακαλοῦσιν ἐντεῦθεν ὑπάρχον τὸ κέρδος. Εἶδες πῶς σαφέστερον καὶ ἡλίου φαιδρότερον διὰ τῶν ὑποδειγμάτων διαλάμπει; Σκόπει δέ· παρήγαγεν εἰς μέσον τὸν πατέρα, τὴν μητέρα, τὸν νυμφίον, τὴν νύμφην, τὸ διάστημα τοῦ οὐρανοῦ καὶ τῆς γῆς, τὸ μέσον τῶν ἀνατολῶν πρὸς δυσμάς, τὸν φυτουργὸν καὶ περὶ λάχανα πονούμενον, τὸν οἰκοδόμον τῶν γενησομένων, τὸν σφοδρὸν ἐραστήν, τὸν ταραττόμενον, εἰ καὶ μέχρι ῥημάτων λυπήσειε τῶν ἐρώμενον· καὶ τοσοῦτον ἁπάντων ὑπερακοντίζειν διὰ πάντων τούτων ἔδειξε τὴν τοῦ Θεοῦ ἀγαθότητα ὅσον πονηρίαν χρηστότητος.

ζ’. Καὶ τοῖς μὲν οὖν εὐγνώμοσιν, ὅπερ ἔφην, ἀρκεῖ καὶ ταῦτα· ἀλλ’ ἐπειδὴ τινὲς εἰσι πήλινοι, καὶ δυσανάγωγοι, καὶ δυσπειθεῖς, καὶ αὐτόσαρκες, φέρε δὴ καὶ διὰ τῶν ἔργων αὐτῶν ἀποδείξωμεν αὐτοῦ τὴν πρόνοιαν, καθ’ ὅσον ἡμῖν οἷόν τε. Ἅπασαν γὰρ αὐτήν, μᾶλλον δὲ οὐδὲ τὸ πολλοστὸν αὐτῆς μέρος παραστῆσαι ῥᾴδιον· οὕτως ἐστὶν ἄπειρος καὶ ἄφατος, καὶ διὰ τῶν μικρῶν καὶ διὰ τῶν μεγάλων διαλάμπουσα, καὶ τῶν ὁρωμένων καὶ τῶν οὐχ ὁρωμένων. Πλὴν ἀλλ’ ἀπὸ τῶν ὁρωμένων τέως ποιησώμεθα τὴν ἀπόδειξιν. Τὴν γὰρ θαυμασίαν ταύτην καὶ παναρμόνιον κτίσιν δι’ οὐδένα ἕτερον ἐποίησεν, ἢ διὰ σέ· καὶ καλὴν οὕτω, καὶ μεγάλην οὕτω, καὶ ποικίλην, καὶ πολυτελῆ, καὶ διαρκῆ, καὶ χρησίμην καὶ πανταχόθεν κερδαλέαν, καὶ πρὸς σώματος διατροφὴν καὶ σύστασιν, καὶ πρὸς ψυχῆς φιλοσοφίαν, καὶ πρὸς θεογνωσίας ὁδὸν ἐπιτηδείαν κατεσκεύασε διὰ σέ. Οὐδὲ γὰρ ἄγγελοι ταύτης ἐδέοντο· πῶς γὰρ οἱ καὶ πρὶν ἢ γενέσθαι αὐτὴν ὄντες; Ὅτι γὰρ ἐκεῖνοι πολλῷ ταύτης πρεσβύτεροι, ἄκουε τὶ φησιν ὁ Θεὸς τῷ Ἰὼβ διαλεγόμενος· «Ὅτε ἐγένετο ἄστρα, ᾔνεσάν με πάντες ἄγγελοί μοι, καὶ ὕμνησαν φωνῇ μεγάλῃ»· τοῦτ’ ἔστιν, ἐκπλαγέντες τὸ πλῆθος, τὸ κάλλος, τὴν θέσιν, τὴν χρείαν, τὴν ποικιλίαν, τὴν φαιδρότητα, τὴν λαμπηδόνα, τὴν ἁρμονίαν, τὰ ἀλλὰ πάντα, ἅπερ ἀκριβέστερον ἡμῶν συνορῶσιν ἐκεῖνοι. Οὐκ ἀστράσι δὲ ἐκαλλώπισε μόνον, ἀλλὰ καὶ ἡλίῳ καὶ σελήνῃ κατεκόσμησεν, ἐν ἑκατέρῳ τῷ καιρῷ πολλὴν μὲν σοι τὴν ἡδονήν, πολλὴν δὲ παρέχων τὴν χρείαν ἐξ ἀμφοτέρων.

Τὶ γὰρ ὡραιότερον οὐρανοῦ, νῦν μὲν ὑφ’ ἡλίου τε καὶ σελήνης καταλαμπομένου, νῦν δέ, καθάπερ τισὶν ὀφθαλμῶν βολαῖς, τῷ ἀπείρῳ τῶν ἄστρων πλήθει καταυγάζοντος τὴν γῆν, καὶ ναύταις, καὶ ὁδοιπόροις ὁδηγοὺς τινας διδόντος καὶ χειραγωγούς; Ὁ γὰρ τὸ πέλαγος τέμνων, καὶ ἐπὶ τῶν οἰάκων καθήμενος, καὶ κυμάτων ἐμβολαῖς, καὶ ὑδάτων ἀτάκτων ῥύμῃ, καὶ πνευμάτων βιαίων φορᾷ, καὶ νυκτὸς ἀσελήνῳ σκότῳ ἐκδίδωσιν ἑαυτόν, τῇ παρὰ τούτου ὁδηγίᾳ θαῤῥῶν· καὶ ὁ ἐν ὕψει κείμενος ἀστὴρ τὸν ἐκ τοσούτου καθήμενον διαστήματος, ὥσπερ ἐγγὺς καὶ πλησίον παρών, οὕτω μετὰ ἀκριβείας χειραγωγεῖ, καὶ πρὸς λιμένας ὁρμίζει, φωνὴν μὲν οὐκ ἀφιείς, τῇ δὲ ὄψει δεικνὺς αὐτοῖς τὰς ὁδούς, καὶ τὴν θάλασσαν τέμνειν αὐτοῖς χαριζόμενος μετ’ ἀσφαλείας, καιροὺς ὑποδεικνύς, ὥστε νῦν μὲν εἴσω τοῦ λιμένος κατέχειν τὸ πλοῖον, νῦν δὲ θαῤῥοῦντας εἰς τὸ πέλαγος ἐξάγειν, καὶ μὴ διὰ τὴν τοῦ μέλλοντος ἀδηλίαν ἀπροόπτως εἰς χειμέριον ἐμπίπτοντας ἡμέραν ναυάγιον ὑπομένειν. Καὶ οὐχ ὁλοκλήρων δὲ ἐνιαυτῶν μέτρα μόνον καὶ καιροὺς χαρακτηρίζουσιν οὗτοι, ἀλλὰ καὶ ἑκάστης νυκτὸς καὶ ὥραν καὶ τροπὴν μετὰ πολλῆς παρίωσι τῆς ἀκριβείας, καὶ ποιοῦσιν εἰδέναι τοὺς ὁρῶντας, πότε μὲν τὸ πλέον αὐτῆς παρῆλθε, πότε δὲ τὸ ἔλαττον ὑπολέλειπται, καὶ αὖ τοὐναντίον πάλιν, ὅπερ οὐ ναύταις μόνον, ἀλλὰ καὶ ὁδοιπόροις χρήσιμον, ὥστε μὴ ἀωρὶ τῆς νυκτὸς τῆς ὁδοιπορίας ἅπτεσθαι, μήτε ἐν καιρῷ τῷ προσήκοντι οἶκοι καθῆσθαι. Τοῦτο μετὰ τῶν ἀστέρων καὶ οἱ σεληναῖοι δρόμοι μετὰ ἀκριβείας εἰσὶν ἐμπεπιστευμένοι. Καθάπερ γὰρ ὁ ἥλιος τὰς ὥρας τῆς ἡμέρας, οὕτω καὶ ἡ σελήνη τὰς τῆς νυκτὸς κανονίζει, καὶ πολλὴν ἑτέραν χρείαν παρέχει, καὶ ἀέρος εὔκρατον χύσιν, καὶ δρόσου γένεσιν πρὸς τὴν τῶν σπερμάτων βλάστην, καὶ πολλὴν οἴκοθεν εἰς τὴν σύστασιν τῶν ἀνθρώπων παρεχομένη τὴν ὠφέλειαν, καὶ μέση τοῦ χοροῦ τῶν ἀστέρων καὶ τῆς ἡλιακῆς ἱσταμένη λαμπηδόνος· τοῦ μὲν γὰρ ἐστιν ἐλάττων, τῶν δὲ ἀμείνων καὶ πολλῷ μείζων. Οὐ μικρὰ δὲ καὶ ἐκ τῆς ποικιλίας ταύτης ἡδονὴ τοῖς θεαταῖς καὶ χρεία, ὥσπερ οὐδὲ τυχοῦσα ἡ ὄνησις ἡ ἀπὸ τῶν καιρῶν, ἡ ἀπὸ τῶν ὁρῶν, ἡ ἀπότου μέτρου, ἡ ἀπὸ τοῦ μεγέθους καὶ τῆς βραχύτητος, ἡ ἀπὸ τῆς διαφορᾶς τῆς ἀφάτου· τὸν μὲν γὰρ ἐλάττω, τὸν δὲ μείζω καὶ φαιδρότερον ἔστιν ἰδεῖν, καὶ κατὰ διαφόρους καιροὺς φαινομένους αὐτῶν τινας. Ἡ γὰρ περιουσία τῆς εὐμηχάνου σοφίας πολλὴν πανταχοῦ τὴν ποικιλίαν ἐργάζεται, ὁμοῦ μὲν τῆς οἰκείας θαυματουργίας τὴν ἀπόδειξιν ἐπιδεικνυμένη, ὁμοῦ δὲ καὶ τῆς τῶν ὁρώντων προνοοῦσα χρείας, καὶ πολλὴν καὶ ἄφατον τὴν ὠφέλειαν παρεχομένη, καὶ μετὰ τούτων ἁπάντων καὶ τὴν ἡδονήν. Τὶ γὰρ τερπνότερον οὐρανοῦ, νῦν μὲν ὡς σινδόνιος καθαρᾶς καὶ διαυγοῦς ὑπὲρ κεφαλῆς ἡπλωμένου, νῦν δὲ ὡς λειμῶνος πολυανθοῦς ποικιλλομένου, καὶ τὸν αὐτοῦ φαίνοντος στέφανον; Οὐδὲ γὰρ οὕτως ἡδὺ λειμῶνα ἰδεῖν ἐν ἡμέρᾳ, ὡς ἡδὺ καὶ τερπνὸν οὐρανὸν ἰδεῖν ἐν νυκτὶ μυρίοις ἄνθεσι τοῖς τῶν ἀστέρων πανταχόθεν κατεστεμμένον, ἄνθεσιν οὐδέποτε μαραινομένοις, ἀλλ’ ἀκραιφνὲς ἀεὶ τὸ οἰκεῖον κάλλος ἐπιδεικνυμένοις. Τὶ δὲ αὐτοῦ ἡδύτερον, ὅταν τῆς νυκτὸς ἀπελθούσης, καὶ μηδέπω τῆς ἀκτῖνος ἀνισχούσης, καθάπερ κροκωτῷ τινι πέπλῳ τοῖς προοιμίοις τῆς ἀνατολῆς τοῦ ἡλίου φοινισσόμενος καλλωπίζηται; Τὶ δὲ ἡλίου γένοιτ’ ἂν ὡραιότερον θέαμα ἀνίσχοντος ὑπὸ τὴν ἕω, καὶ μικρᾷ καιροῦ ῥοπῇ πᾶσαν μὲν γῆν, πᾶσαν δὲ θάλασσαν, πᾶν δὲ ὄρος καὶ νάπας καὶ βουνούς, πάντα δὲ οὐρανὸν ταῖς τῶν ἀκτίνων καταλάμποντος βολαῖς, καὶ τῆς νυκτὸς τὸ περιβόλαιον ἀπαμφιεννύντος τῶν ὁρωμένων, καὶ γυμνὰ πάντα πρὸ τῶν ὀφθαλμῶν δεικνύντος ἡμῖν; Πῶς ἂν τις αὐτοῦ ἐκπλαγείη τοὺς δρόμους, τὴν εὐταξίαν, τὴν ἐν τοσαύταις ἐτῶν περιόδοις ἀπαράλλακτον καὶ ἀνεμπόδιστον διακονίαν, τὸ κάλλος αὐτοῦ τὸ διηνεκῶς ἀκμάζον, τὴν λαμπηδόνα, τὴν φαιδρότητα, τὴν καθαρότητα, τὴν τοσούτοις ὁμιλοῦσαν σώμασι, καὶ μηδαμοῦ μολυνομένην; Πρὸς δὲ τούτοις, τὴν χρείαν τὴν ἄφατον, τὴν ἐν σπέρμασι, τὴν ἐν φυτοῖς, καὶ ἐν σώμασιν ἀνθρώπων, τετραπόδων, ἰχθύων, ἀέρων, λίθων, βοτανῶν, τὴν ἐν γῇ, τὴν ἐν θαλάσσῃ, τὴν ἐν ἀέρι, τὴν ἐν πᾶσιν ἁπλῶς τοῖς ὁρωμένοις; Πάντα γὰρ αὐτοῦ δεῖται καὶ ἀπολαύει τῆς χρείας, καὶ ἀμείνω γίνεται ταύτης μετέχοντα, οὐ σώματα δὲ μόνον, οὐδὲ φυτά, ἀλλὰ καὶ ὕδατα, καὶ λίμναι, καὶ πηγαί, καὶ ποταμοί, καὶ αὐτὴ τοῦ ἀέρος ἡ φύσις, λεπτυνομένη καὶ καθαιρομένη καὶ διειδεστέρα γινομένη. Διὰ δὴ τοῦτο καὶ ὁ ψαλμῳδὸς τὸ κάλλος αὐτοῦ παραδηλῶσαι βουλόμενος, τὸ διηνεκῶς φαιδρόν, τὴν ἀκμάζουσαν ὥραν, τὸ μηδέποτε διαπῖπτον ἄνθος, τὴν εὐπρέπειαν, τὴν εὐμορφίαν, τὴν ἀπαραπόδιστον διακονίαν, οὕτω πως ἔλεγεν· «Ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ», τοῦτ’ ἔστιν, ἐν αὐτοῖς τοῖς οὐρανοῖς· τοῦτο, σκήνωμα Θεοῦ λέγων, αἰνίττεται. «Καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ». Εἶτα καὶ τὸ εὔκολον τῆς διακονίας αὐτοῦ δηλῶν ἐπήγαγεν, «Ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδὸν αὐτοῦ». Εἶτα τὸ διαρκὲς καὶ ἀποχρῶν τῇ οἰκουμένῃ πάσῃ, «Ἀπ’ ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ, καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ». Εἶτα τὸ πᾶσι χρήσιμον καὶ ὠφέλιμον, «Καὶ οὐκ ἔστιν ὃς ἀποκρυβήσεται τῆς θέρμης αὐτοῦ». Ἔξεστιν, εἰ μὴ ἀπέκαμες, μαθεῖν αὐτοῦ τὴν πρόνοιαν καὶ ἑτέρωθεν· ἀπὸ τῶν νεφῶν, ἀπὸ τῶν ὡρῶν, ἀπὸ τῶν τρόπων, ἀπὸ τῶν ἀνέμων, ἀπὸ τῆς θαλάσσης καὶ τῶν ἐν αὐτῇ ποικίλων γενῶν, ἀπὸ τῆς γῆς καὶ τῶν ἐν αὐτῇ τετραπόδων, ἑρπετῶν, πτηνῶν τῶν ἀεροπόρων, τῶν χερσαίων, ἀπὸ τῶν ἀμφιβίων τῶν ἐν λίμναις καὶ πηγαῖς καὶ ποταμοῖς, ἀπὸ τῆς οἰκουμένης, ἀπὸ τῆς ἀοικήτου, ἀπότων φυομένων σπερμάτων, δένδρων, βοτανῶν, φυτῶν ἐν ταῖς ἐρήμοις, ἐν ταῖς οὐκ ἐρήμοις, ἀπὸ τῶν βλαστανόντων ἐν πεδίοις, ἐν φάραγξιν, ἐν ὄρεσιν, ἐν νάπαις, ἀπὸ τῶν αὐτομάτως φυομένων, ἀπὸ τῶν μετὰ πόνου καὶ γεωργίας, ἀπὸ τῶν ζώων τῶν ἡμερῶν, τῶν ἀνημέρων, τῶν ἀγρίων, τῶν χειροήθων, τῶν μικρῶν, τῶν μεγάλων, ἀπὸ τῶν ἐν χειμῶνι, τῶν ἐν θέρει, τῶν ἐν μετοπώρῳ, φαινομένων ὀρνίθων καὶ τετραπόδων, καὶ ἰχθύων, καὶ φυτῶν, καὶ βοτανῶν, ἀπὸ τῶν ἐν νυκτὶ γινομένων, ἀπὸ τῶν ἐν ἡμέρᾳ, ἀπὸ τῶν ὑετῶν, ἀπὸ τοῦ μέτρου τῶν ἐνιαυτῶν, ἀπὸ θανάτου, ἀπὸ ζωῆς, ἀπὸ τοῦ πόνου τοῦ συγκεκληρωμένου ἡμῖν, ἀπὸ ἀθυμίας, ἀπὸ ἀνέσεως, ἀπὸ σίτων καὶ πότων τῶν δεδομένων ἡμῖν, ἀπὸ τῶν ἐπιτηδευμάτων, ἀπὸ τεχνῶν, ἀπὸ ξύλων, ἀπὸ λίθων, ἀπὸ τῶν ὁρῶν τῶν μεταλλικῶν, ἀπὸ τῆς πλεομένης θαλάττης, ἀπὸ τῆς ἀπλώτου, ἀπὸ τῶν νήσων, ἀπὸ τῶν ὁρμῶν, ἀπὸ τῶν ἀκτῶν, ἀπὸ τῆς ἐπιφανείας τοῦ πελάγους, ἀπὸ τοῦ βάθους τῶν ὑδάτων, ἀπὸ τῆς φύσεως τῶν στοιχείων, ἀφ’ ὧν ὁ κόσμος ἡμῖν συνέστηκεν, ἀπὸ τῆς διατάξεως τῶν καιρῶν, ἀπὸ τῆς διαφορᾶς τοῦ μέτρου τῆς ἡμέρας καὶ τῆς νυκτός, ἀπὸ νόσου καὶ ὑγιείας, ἀπὸ τῶν μελῶν τῶν ἡμετέρων, ἀπὸ τῆς κατασκευῆς τῆς ψυχῆς, ἀπὸ τῶν τεχνῶν καὶ τῆς σοφίας τῆς ἐν αὐταῖς παρασχεθείσης τῷ τῶν ἀνθρώπων γένει, ἀπὸ τῆς χρείας τῶν ὑπηρετουμένων ἡμῖν ἀλόγων καὶ φυτῶν καὶ ἑτέρων κτισμάτων, ἀπὸ τῶν μικροτάτων καὶ εὐτελεστάτων ζώων. Τὶ γὰρ μελίττης βραχύτερον καὶ εἰδεχθέστερον; Τὶ δὲ μυρμήκων καὶ τεττίγων εὐτελέστερον; Ἀλλ’ ὅμως καὶ ταῦτα λαμπρὰν ἀφίησι φωνὴν ὑπὲρ τῆς τοῦ Θεοῦ προνοίας καὶ δυνάμεως καὶ σοφίας. Διὰ τοῦτο καὶ ὁ προφήτης, ὁ τοσούτου Πνεύματος ἠξιωμένος, ἐπιὼν τῆς κτίσεως τὸ σῶμα, καὶ ὀλίγα ἄττα διεξελθών, ἀνεβόησε μετ’ ἐκπλήξεως πολλῆς τὴν θαυμασίαν ἐκείνην φωνήν· «Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε! Πάντα ἐν σοφίᾳ ἐποίησας».

Καὶ ταῦτα πάντα, ἄνθρωπε, διὰ σέ. Καὶ γὰρ καὶ ἄνεμοι διὰ σὲ (ἐπὶ γὰρ τὴν ἀρχὴν τὸν λόγον ἐπανάξομεν πάλιν), ἵνα τὰ σώματα πεπονηκότα ῥιπίζωσιν, ἵνα τὸν ἀπὸ τοῦ βορβόρου μολυσμόν, καὶ τὴν γινομένην βαρύτητα ἀπὸ τοῦ καπνοῦ καὶ τῶν καμίνων καὶ ἑτέρων ἀναθυμιάσεων διακαθαίρωσιν, ἵνα τὴν ἐκ τῆς ἀκτῖνος θερμότητα παραμυθῶνται, ἵνα κοῦφον ποιῶσι τὸ πνῖγος, ἵνα τὰ σπέρματα τρέφωσιν, ἵνα τὰ φυτὰ αὔξωσιν, ἵνα σοι καὶ ἐν θαλάσσῃ συνοδοιπορῶσι, καὶ ἐν γῇ τῆς γεωργίας ὑπηρέται γένωνται, ἐκεῖ μὲν βέλους ὀξύτερον τὰ πλοῖα παραπέμποντες, οὕτω τὸν πλοῦν κοῦφον καὶ εὐμαρῆ κατασκευάζοντες, ἐνταῦθα δὲ μετὰ σοῦ τὰς ἅλωνας ἀνακαθαίροντες, καὶ τὰ ἄχυρα τοῦ καρποῦ διαχωρίζοντες, καὶ τὴν ἐκ τῆς ἐργασίας ταλαιπωρίαν ἐπικουφίζοντες, ἵνα σοι τὸν ἀέρα κοῦφον καὶ προσηνῆ κατασκευάσωσιν, ἵνα σε καὶ ἑτέρωθεν τέρπωσι, νῦν μὲν γλυκὺ καὶ προσηνὲς συρίζοντες, νῦν δὲ ἠρέμα φυτοῖς προσβάλλοντες καὶ πέταλα δένδρων σείοντες, ἵνα σοι τὸν ὕπνον καὶ θέρους καὶ ἔαρος ὥρᾳ ἡδίω καὶ μέλιτος γλυκύτερον ἐργάσωνται, ἵν’, ὅπερ ἐπὶ τῶν δένδρων ποιοῦσι, τοῦτο καὶ ἐπὶ τῶν θαλαττῶν νώτων ἐργαζόμενοι, ἐπὶ τε τῶν ποταμίων ναμάτων, καὶ τὴν ἐπιφάνειαν αὐτῶν μετεωρίζοντες, πολλὴν σοι ἐντεῦθεν παρέχωσι τὴν ἀπὸ τῆς θέας τέρψιν, καὶ πρὸ τῆς τέρψεως δὲ ταύτης καὶ ὠφέλειαν μεγίστην. Καὶ γὰρ καὶ τοῖς ὕδασιν οὗτοι καὶ ἄλλως χρήσιμοι, οὐκ ἀφιέντες διηνεκῶς ἑστῶτα τὰ ὕδατα κατασήπεσθαι, ἀλλὰ τῷ συνεχῶς αὐτὰ κινεῖν καὶ ἀναῤῥιπίζειν νεαρὰ καὶ ἀκμάζοντα καθιστῶντες, καὶ πρὸς τροφὴν τῶν ἐν αὐτοῖς νηχομένων ζώων ἐπιτηδειότερα. Εἰ δὲ καὶ αὐτὴν βουληθείης περιεργάζεσθαι τὴν νύκτα, ὄψει καὶ ἐντεῦθεν πολλὴν τοῦ Ποιητοῦ τὴν πρόνοιαν. Καὶ γὰρ ἀναπαύει σοι τὸ σῶμα πεπονηκός, καὶ τὰ μέλη σοι κατατεινόμενα τοῖς μεθημερινοῖς πόνοις ἀνίησε καὶ χαλᾶ, ἀλλοιοῦσα καὶ πρὸς ἀκμὴν διὰ τῆς ἡσυχίας ἐπανάγουσα πάλιν· οὐ μόνον δέ, ἀλλὰ καὶ τῶν μεθημερινῶν σε ἀπαλλάττει λυπῶν, καὶ τῶν ἀκαίρων ἀνίησι φροντίδων· πολλάκις δὲ καὶ νοσοῦντος πυρετὸν ἔσβεσεν, ἀντιφάρμακον ὕπνον ἐπάξασα, καὶ τὴν τῶν ἰατρῶν ἀπορουμένην τέχνην εἰς εὔδιον ὁρμίσασα λιμένα, καὶ πολλῶν ἀπαλλάξασα πόνων. Καὶ τοσαύτη αὐτῆς ἡ χρεία, τηλικαύτη ἡ ὠφέλεια, ὡς καὶ τὴν ἡμέραν πολλάκις παραπόλλυσθαι τοῖς ἐν αὐτῇ σχολάζειν ἀποστερηθεῖσιν. Εἰ γὰρ τις ἀνέλοι τῷ λόγῳ τὴν τῆς νυκτὸς ἡσυχίαν καὶ τὴν ἄνεσιν καὶ τὴν ἀνακωχήν, δι’ ἧς ἅπαντα ἀναπαύονται, καὶ ψυχὴ πεπονηκυῖα καὶ σῶμα ταλαιπωρηθέν, ἀκμαζούσῃ τῇ διανοίᾳ τῆς μεθ’ ἡμέραν ἐργασίας ἅπτεται, ἄχρηστον ὄψεται τὸ ζῶον τοῦτο γινόμενον. Εἰ δὲ τις προσθείη τὰς νύκτας ταῖς ἡμέραις ἐγρηγορὼς καὶ ἐργαζόμενος, ἢ καὶ ἀργῶν, καὶ ἐπὶ πλέον τοῦτο ποιήσειεν, ἀποθανεῖται εὐθέως, ἢ εἰ μὴ τοῦτο, νόσῳ πάντως μακρᾷ παραδοθείς, οὐδὲν ἀπὸ τῆς ἡμέρας καρπώσεται εἰς τὴν τῆς οἰκείας χρείας ἐνέργειαν, τῆς δυνάμεως αὐτῷ κατασβεσθείσης.

Εἰ δὲ καὶ ἐπὶ τὸν ἄπειρον τῶν ἰχθύων δῆμον ἁπλώσαιμεν τὸν λόγον, τῶν ἐν λίμναις, τῶν ἐν πηγαῖς, τῶν ἐν ποταμοῖς, τῶν ἐν τῇ πλεομένῃ, τῶν ἐν τῇ ἀπλώτῳ θαλάττῃ, ἢ καὶ τὰ ἄφατα τῶν ὀρνίθων κατίδοιμεν ἔθνη, τῶν ἐν ἀέρι, τῶν ἐν γῇ, τῶν ἐν ὕδασιν ὁμοῦ καὶ γῇ (καὶ γὰρ ἐστιν ἀμφίβια πολλὰ ἐν αὐτοῖς), τῶν ἀγρίων, τῶν ἡμέρων, τῶν ἀγρίων μέν, τιθασσευομένων δέ, τῶν δι’ ὅλου μενόντων ἀγρίων, τῶν ἐσθιομένων, τῶν οὐκ ἐσθιομένων, καὶ περιεργασαίμεθα ἑκάστου καὶ κάλλος καὶ πτερὸν καὶ φωνὴν ᾠδικήν, ἔτι τε τὰς διαφορᾶς μόνον αὐτῶν εἰ καταμάθοιμεν καὶ ᾠδῆς, καὶ τραπέζης, καὶ διαγωγῆς, καὶ τὰς διατριβάς, καὶ τὰ ἤθη, καὶ τὰς χρείας, καὶ τὰς διακονίας, ἃς παρέχουσιν ἡμῖν, πάσας ἐπέλθοιμεν, καὶ τὰ μεγέθη, καὶ τὴν βραχύτητα, καὶ τὰς ὠδῖνας, καὶ τὴν ἀνατροφήν, καὶ τὴν πολλὴν ἐν τούτοις καὶ ἄφατον ποικιλίαν, καὶ τὸ αὐτὸ δὴ τοῦτο καὶ ἐπὶ ἰχθύων ποιήσαιμεν, καὶ ἐντεῦθεν ἔλθοιμεν καὶ ἐπὶ τὰς βοτάνας, τὰς πανταχοῦ τῆς γῆς φυόμενος, ἑκάστου τε τούτων καὶ καρπὸν ἴδοιμεν, καὶ χρείαν, καὶ εὐωδίαν, καὶ ὄψιν, καὶ θέσιν, καὶ φύλλα, καὶ χρῶμα, καὶ σχῆμα, καὶ μέγεθος, καὶ μικρότητα, καὶ ὠφέλειαν, καὶ ἐργασίας τρόπους, καὶ φλοιῶν καὶ στελεχῶν καὶ κλάδων διαφορᾶς, καὶ λειμῶνας, καὶ παραδείσους, εἶτα μετέλθοιμεν ἐπὶ τὰ ποικίλα ἀρώματα, καὶ τοὺς παντοδαποὺς τόπους αὐτῶν περιεργασαίμεθα, καὶ τοὺς τρόπους τῆς εὑρέσεως, καὶ τῆς ἐπιμελείας, καὶ τῆς γεωργίας, καὶ ὅτι πρὸς ἰατρείαν ἡμῖν συντελεῖ· καὶ μετὰ τούτων πάλιν, εἰ ἐπὶ τὰ μεταλλικὰ ἔτι χωρήσαιμεν ὄρη, πολλὰ ὄντα κἀκεῖνα, καὶ ὅσα ἕτερα πολλῷ πλείονα κατὰ τὴν κτίσιν διερευνήσαιμεν, ποῖος λόγος, ἢ ποῖος ἡμῖν διαρκέσει χρόνος πρὸς τὴν τούτων ἀκριβῆ κατανόησιν; Καὶ ταῦτα ἅπαντα, ἄνθρωπε, διὰ σέ· καὶ τέχναι διὰ σέ, καὶ ἐπιτηδεύματα, καὶ πόλεις, καὶ κῶμαι, καὶ ὕπνος διὰ σέ, καὶ θάνατος διὰ σέ, καὶ ζωὴ διὰ σέ, καὶ αὔξησις καὶ φύσεως ἔργα τοσαῦτα, καὶ τοιοῦτος ὁ κόσμος διὰ σὲ νῦν, καὶ πάλιν ἀμείνων διὰ σέ. Ὅτι γὰρ ἀμείνων ἔσται, καὶ τοῦτο διὰ σέ, ἄκουσον τὶ φησιν ὁ Παῦλος· «Ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς»· τοῦτ’ ἔστιν, ἀπὸ τοῦ εἶναι φθαρτή. Πῶς δὲ καὶ τῆς τοσαύτης ἀπολαύσεται τιμῆς διὰ σὲ δηλῶν ἐπήγαγεν, «Εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ». Εἰ δὲ μὴ μακρὸν σφόδρα καὶ ὑπὲρ τὸ μέτρον ἐποιούμην τὸν λόγον, πολλὰ ἂν καὶ περὶ θανάτου ἐφιλοσόφησα, καὶ ἐν τούτῳ μάλιστα ἐδείκνυον τὴν σοφίαν τοῦ Θεοῦ καὶ τὴν πρόνοιαν, καὶ πολλὰ περὶ φθορᾶς, περὶ ἰχῶρος, περὶ σκωλήκων, καὶ περὶ τέφρας εἶπον ἄν, ἅπερ μάλιστα θρηνοῦσιν οἱ πολλοὶ καὶ ἀποδύρονται, ὅτις εἰς τέφραν, ὅτι εἰς κόνιν, ὅτι εἰς σκώληκας διαλυθήσεται ἡμῶν τὰ σώματα, κἀντεῦθεν ἐδείξαμεν τὴν ἄφατον αὐτοῦ πρόνοιαν καὶ κηδεμονίαν. Ἀπὸ γὰρ τῆς αὐτῆς προνοίας, ἀπὸ τῆς αὐτῆς ἀγαθότητος, ἀφ’ ἧς οὐκ ὄντας ἐποίησεν, ἀπὸ τῆς αὐτῆς καὶ ἀποθνῄσκειν ἐκέλευσε, καὶ τοιοῦτον ἔχειν τὸ τέλος. Εἰ γὰρ καὶ διάφορα τὰ γινόμενα, ἀλλὰ μιᾶς εἰσιν ἀγαθότητος· ὃ τε γὰρ ἀπελθὼν οὐδὲν ἐντεῦθεν παραβλάπτεται, ὃ τε ζῶν τὰ μέγιστα ἐντεῦθεν κερδανεῖ, ἐν ἀλλοτρίῳ σώματι οἰκείαν καρπούμενος ὠφέλειαν. Ὅταν γὰρ ἴδῃ τὸν χθὲς καὶ πρώην μετ’ αὐτοῦ βαδίζοντα, τοῦτον εἰς σκώληκας διαλυόμενον καὶ εἰς ἰχῶρα καὶ τέφραν καὶ κόνιν, κἂν αὐτοῦ τοῦ διαβόλου τὴν ἀπόνοιαν ἔχῃ, καταπτήσσει, συστέλλεται, μετριάζει, φιλοσοφεῖν παιδεύεται, καὶ τὴν μητέρα τῶν ἀγαθῶν τὴν ταπεινοφροσύνην εἰς τὴν διάνοιαν εἰσοικίζει. Οὕτως οὔτε ὁ ἀπελθὼν τι παρεβλάβη· ἀπολήψεται γὰρ τοῦτο τὸ σῶμα ἀκήρατον καὶ ἄφθαρτον· ὃ τε ἔτι γὰρ τῷ σκάμματι ὤν, ἀφ’ ὧν οὐδὲν ἕτερος ἐβλάβη, τὰ μέγιστα κερδανεῖ. Οὐχ ὁ τυχὼν διδάσκαλος φιλοσοφίας ὁ θάνατος εἰσηνέχθη εἰς τὸν ἡμέτερον βίον, παιδαγωγῶν τὴν διάνοιαν, καὶ τὰ πάθη τῆς ψυχῆς χαλινῶν, καὶ τὰ κύματα καταστέλλων, καὶ γαλήνην ποιῶν. Μαθὼν τοίνυν καὶ ἐκ τῶν εἰρημένων, καὶ ἐξ ἑτέρων πλειόνων, τοῦ φωτὸς τούτου φανερώτερον διαλάμπουσαν τὴν τοῦ Θεοῦ πρόνοιαν, μὴ περιεργάζου τὰ περιττά, μηδὲ ἀκίχητα δίωκε, τὰς αἰτίας πάντων ἐξετάζων. Καὶ γὰρ αὐτὸ τὸ εἶναι ἐξ ἀγαθότητος ἡμῖν παρέσχεν οὐ χρείαν ἔχων ἡμῶν τῆς διακονίας. Καὶ χρὴ θαυμάζειν αὐτὸν καὶ προσκυνεῖν, οὐχ ὅτι ἐποίησε μόνον, οὐδ’ ὅτι ψυχὴν ἐχαρίσατο ἀσώματον καὶ λογικήν, οὐδ’ ὅτι τῶν ἄλλων ἁπάντων βελτίους εἰργάσατο, οὐδ’ ὅτι τὴν δεσποτείαν ἐνεχείρισε τῶν ὁρωμένων, καὶ τὴν ἐξουσίαν ἐπέτρεψεν, ἀλλ’ ὅτι μηδὲν δεόμενος ἡμῶν. Τὸ γὰρ δὴ θαυμαστὸν τῆς ἀγαθότητος αὐτοῦ τοῦτό ἐστιν, ὅτι οὐδὲν χρῄζων ἡμῶν τῆς διακονίας παρήγαγε. Καὶ γὰρ πρὶν γενέσθαι καὶ ἡμᾶς, καὶ ἀγγέλους, καὶ τὰς ἄνω δυνάμεις, ἦν τὴν οἰκείαν δόξαν ἔχων, καὶ τὴν μακαριότητα, διὰ φιλανθρωπίαν δὲ μόνην ἡμᾶς παρήγαγε, καὶ ἅπαντα ταῦτα ἐποίησε δι’ ἡμᾶς, καὶ ἔτι πολλῷ πλείονα τούτων.

η’. Διὰ τοῦτο καὶ νόμον γράψας ἔδωκε δι’ ἡμᾶς, καὶ προφήτας ἀπέστειλε, καὶ θαύματα εἰργάσατο, καὶ πρὸ τούτων ἁπάντων ὁμοῦ πλάσας τὸν ἄνθρωπον, διδάσκαλον αὐτῷ τὸν ἔμφυτον ἐναπέθετο νόμον, ὥσπερ πλοίῳ κυβερνήτην, καὶ ἡνίοχον ἵππῳ, τοῖς λογισμοῖς ἡμῶν ἐπιστήσας αὐτόν. Οὕτω γοῦν τὸν Ἄβελ αὐτὸν ἔγνω, οὐ γραμμάτων ὄντων, οὐ προφητῶν, οὐκ ἀποστόλων, οὐ νόμου γραπτοῦ τινος ἐνηχοῦντος, ἀλλὰ τὸν ἔμφυτον ἔχων νόμον. Οὕτως ὁ Κάϊν· καὶ γὰρ καὶ ἐκεῖνος ἔγνω· καὶ ἀμφότεροι μὲν αὐτὸν ᾔδεσαν, καὶ τὴν δεσποτείαν ἐπεγίνωσκον, οὐκ ἀμφότεροι δὲ τὴν αὐτὴν ἦλθον ὁδόν· ἀλλ’ ὁ μὲν τὴν τῆς κακίας, ὁ δὲ τὴν τῆς ἀρετῆς. Καὶ ὅμως οὐδὲ οὕτως αὐτὸν ἐγκατέλιπεν, ἀλλὰ καὶ πεσόντα καὶ ὑποσκελισθέντα ἐπηνώρθου, καὶ ἐπιμελείας ἀπολαύειν ἐποίει· καὶ πρῶτον μὲν παραινῶν καὶ συμβουλεύων, ὕστερον δὲ τῷ φόβῳ, τῷ τρόμῳ νουθετῶν, παιδεύων, διδάσκων. Ἐπειδὴ δὲ τοσοῦτον προὔδωκαν δῶρον οἱ πολλοὶ τῶν ἀνθρώπων, τὴν ἀπὸ τῆς φυσικῆς διδασκαλίας λέγω ὠφέλειαν, οὐδὲ οὕτως αὐτοὺς κατέλιπεν, οὐδὲ πανωλεθρίᾳ παρέδωκεν, ἀλλ’ ἔμεινε διὰ πραγμάτων, δι’ εὐεργεσιῶν, διὰ κολάσεων παιδεύων, νουθετῶν, διὰ τῆς κτίσεως αὐτῆς καθ’ ἡμέραν ἐργαζομένης καὶ τὴν διακονίαν πληρούσης τὴν εἰωθυΐαν, διὰ τῶν παραδόξως παρὰ τὰ εἰωθότα γινομένων, διὰ τῶν ἐν ἀρχῇ δικαίων. Καὶ γὰρ ἄνδρας θαυμαστοὺς καὶ φιλοσοφίας γέμοντας ἀπὸ τόπων εἰς τόπους μετήγαγε. Καὶ γὰρ καὶ τὸν Ἀβραὰμ νῦν μὲν εἰς Παλαιστίνην, νῦν δὲ εἰς Αἴγυπτον παρεσκεύασεν ἀπελθεῖν, καὶ τὸν Ἰακὼβ εἰς Συρίαν· Μωσέα πάλιν εἰς Αἴγυπτον, τοὺς τρεῖς παῖδας εἰς Βαβυλῶνα, καὶ τὸν Δανιήλ, καὶ τὸν Ἰεζεκιήλ, τὸν δὲ Ἰερεμίαν εἰς Αἴγυπτον. Εἶτα καὶ νόμον ἔδωκε, καὶ προφήτας ἀπέστειλε, καὶ ἔπληξε, καὶ ἀνῆκε, καὶ αἰχμαλωσίᾳ παρέδωκε, καὶ ἐλευθερίας ἠξίωσε καὶ οὐ διέλιπεν ἐξ ἀρχῆς ἕως τέλους πάντα ποιῶν καὶ πραγματευόμενος ὑπὲρ τοῦ γένους τοῦ ἡμετέρου. Οὐδὲ γὰρ ἠρκέσθη τῇ ἀπὸ τῆς κτίσεως διδασκαλίᾳ πρὸς θεογνωσίαν φερούσῃ μόνον, ἀλλ’ ἐπειδὴ πολλοὶ παρὰ τὴν οἰκείαν ἀγνωμοσύνην οὐδὲν ἐντεῦθεν ἀπώναντο, καὶ ἑτέρας ἔτεμεν ὁδοὺς διδασκαλίας, καὶ τέλος τὸ κεφάλαιον τῶν ἀγαθῶν εἰργάσατο, καὶ τὸν Υἱὸν ἀπέστειλε τὸν ἑαυτοῦ, τὸν Υἱὸν τὸν γνήσιον, τὸν μονογενῆ· καὶ ὁ τῆς αὐτῆς φύσεως ὢν αὐτῷ, γίνεται ὅπερ ἐγώ, καὶ ἐπὶ γῆς βαδίζων τοῖς ἀνθρώποις συνανεστρέφετο, καὶ ἤσθιε, καὶ ἔπινε, καὶ περιεπόλει τὴν γῆν παιδεύων, διδάσκων, νουθετῶν, θαυματουργῶν, δι’ ὧν προὔλεγε, δι’ ὧν παρῄνει, δι’ ὧν συνεβούλευε, δι’ ὧν ἔπασχε, δι’ ὧν ὑπέμεινε, δι’ ὧν ἐπηγγέλλετο, δι’ ὧν ἐδίδου. Καὶ γὰρ τὰ μὲν ἐντεῦθεν ἤδη πάρες, τὰ δὲ πρὸς τὸ μέλλον ἐταμιεύσατο, ἃ καὶ ὅτι δώσει, καὶ δι’ ὧν ἔτι περιὼν ἐπὶ γῆς θαυμάτων εἰργάσατο, δῆλον ἐποίησε, καὶ διὰ τῆς μετὰ ταῦτα ὧν προεῖπε πάντων ἐκβάσεως. «Τὶς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ»; Τὶς οὐκ ἂν ἐκσταίη, τὶς οὐκ ἂν φρίξειε τὴν ἄφατον αὐτοῦ κηδεμονίαν, ἐννοῶν πῶς ὑπὲρ τῶν ἀγνωμόνων οἰκετῶν τὸν μονογενῆ Υἱὸν εἰς θάνατον ἐκδέδωκε, θάνατον τὸν ἐπάρατον, τὸν ἐπονείδιστον τῶν τὰ ἀνήκεστα τετολμηκότων, θάνατον τὸν τῶν καταδίκων; Καὶ γὰρ ἐφ’ ὑψηλοῦ τοῦ ἰκρίου ἀνεσκολοπίζετο, καὶ ἐνεπτύετο, καὶ ἐῤῥαπίζετο, καὶ ἐπὶ κόῤῥης ἐτύπτετο, καὶ ἐκωμῳδεῖτο, καὶ ἐν μέρει χάριτος ἐθάπτετο, καὶ σήμαντρα αὐτοῦ τῷ μνήματι ἐπετίθετο· καὶ ταῦτα ἅπαντα ὑφίστατο διὰ σέ, καὶ τὴν κηδεμονίαν τὴν σήν, ἵνα τῆς ἁμαρτίας ἡ τυραννὶς ἀφαιρεθῇ, ἵνα καθαιρεθῇ τοῦ διαβόλου ἡ ἀκρόπολις, ἵνα τμηθῇ τοῦ θανάτου τὰ νεῦρα, ἵνα ἀνοιγῶσιν ἡμῖν αἱ τοῦ οὐρανοῦ πύλαι, ἵνα ἀφανισθῇ ἡ ἆρά, ἵνα ἡ προτέρα καταδίκη λυθῇ, ἵνα μάθῃς ὑπομονήν, ἵνα παιδευθῇς καρτερίαν, ἵνα μηδὲν σε τῶν τοῦ παρόντος βίου λύπῃ, μὴ θάνατος, μὴ ὕβρις, μὴ λοιδορίαι, μὴ σκώμματα, μὴ μάστιγες, μὴ ἐχθρῶν ἐπιβουλαί, μὴ ἐπήρειαι, μὴ ἔφοδοι, μὴ συκοφαντίαι, μὴ ὑπολήψεις πονηραί, μὴ ἄλλο τῶν τοιούτων μηδέν. Διὰ γὰρ πάντων καὶ αὐτὸς ἦλθε, καὶ πάντων σοι τούτων ἐκοινώνησε, καὶ διὰ πάντων μεθ’ ὑπερβολῆς ἐκράτησε, παιδεύων σε καὶ διδάσκων μηδὲν τῶν τοιούτων δεδοικέναι. Καὶ οὐδὲ τούτοις ἠρκέσθη μόνον, ἀλλὰ καὶ ἀνελθὼν εἰς οὐρανοὺς Πνεύματος ἁγίου ἐχαρίσατο χάριν ἄφατον, καὶ ἀποστόλους ἔπεμψε τοὺς πρὸ τοῦτο διακονησαμένους. Καὶ ὁρῶν αὐτοὺς τοὺς τῆς ζωῆς κήρυκας τὰ μυρία πάσχοντας κακά, μαστιζομένους, ὑβριζομένους, καταποντιζομένους, κατατεινομένους λιμῷ καὶ δίψει, καθ’ ἑκάστην ἡμέραν ἀγχομένους, θανατοῖ συζῶντας καθημερινοῖς, ἠνείχετο διὰ σέ, καὶ τὴν κηδεμονίαν τὴν σήν. Διὰ σέ, ἄνθρωπε, καὶ βασιλείαν ἡτοίμασε, διὰ σὲ τὰ ἀγαθὰ τὰ ἀπόῤῥητα, τὴν λῆξιν ἐκείνην τὴν ἐν οὐρανοῖς, τὰς μονὰς τὰς διαφόρους καὶ ποικίλας, τὴν μακαριότητα, τὴν οὐδέποτε λόγῳ ἑρμηνευθῆναι δυναμένην. Τοσαῦτα οὖν ἔχων δείγματα αὐτοῦ τῆς προνοίας, τὰ ἐν τῇ Καινῇ, τὰ ἐν τῇ Πάλαι, τὰ ἐν τῷ παρόντι βίῳ, τὰ ἐν τῷ μέλλοντι, τὰ ἐσόμενα, τὰ γενόμενα, τὰ καθ’ ἑκάστην ἐπιτελούμενα τὴν ἡμέραν, τὰ ἐξ ἀρχῆς, τὰ ἐν τῷ μέσῳ, τὰ ἐν τῷ τέλει, τὰ διηνεκῶς, τὰ περὶ σῶμα, τὰ περὶ ψυχήν, καὶ νιφάδας ὁρῶν πάντοθεν φερομένας ἀποδείξεων, ἀνακηρυττούσας αὐτοῦ τὴν πρόνοιαν, ἀμφιβάλλεις ἔτι; Ἀλλ’ οὐκ ἀμφιβάλλεις, πιστεύεις δὲ ὅτι προνοεῖ, καὶ πέπεικας σαυτὸν τοῦτο. Οὐκοῦν μηδὲν περιεργάζου πλέον, εἰδὼς τοῦτο σαφῶς, ὅτι Δεσπότην ἔχεις πατέρων φιλοστοργότερον, καὶ μητέρων κηδεμονικώτερον, νυμφίου καὶ νύμφης ἐρῶντα ἐρωτικώτερον, οἰκίαν ἀνάπαυσιν τὴν σὴν ἡγούμενον σωτηρίαν, καὶ μᾶλλον ἐπὶ ταύτῃ χαίροντα, ἢ σὺ ἐπὶ ἀπαλλαγῇ κινδύνων καὶ θανάτων (ὅπερ ἔδειξα διὰ τοῦ Ἰωνᾶ), καὶ πᾶν εἶδος ἀγάπης ἐπιδεικνύμενον, ὃ πατὴρ περὶ παῖδας ἔχει, ἢ μήτηρ περὶ ἔκγονα, ὁ ἀμπελουργοὺς περὶ φυτά, ὁ οἰκοδόμος περὶ τέχνην, ὁ νυμφίος περὶ νύμφην, ὁ νεανίσκος περὶ παρθένον, καὶ βουλόμενον ἀποστῆσαί σου τὰ κακά, ὅσον ἀφέστηκεν ἀνατολὴ τῆς δύσεως, ὅσον ὑψηλότερος τῆς γῆς ὁ οὐρανὸς (καὶ γὰρ καὶ τοῦτο ἀπεδείξαμεν), μᾶλλον δὲ οὐ τοσοῦτον μόνον, ἀλλὰ καὶ πολλῷ πλέον· καθάπερ ἐδείξαμεν τὸν περὶ τούτων κινοῦντες λόγον, καὶ παραινέσαντες μὴ μέχρι τῶν εἰκόνων ἑστάναι, ἀλλ’ ὑπερβαίνειν τοῖς λογισμοῖς. Ἀνερμήνευτος γὰρ ἡ τοῦ Θεοῦ πρόνοια, καὶ ἀκατάληπτος αὐτοῦ ἡ κηδεμονία, ἄῤῥητος ἡ ἀγαθότης καὶ ἀνεξιχνίαστος ἡ φιλανθρωπία.

Ταῦτα οὖν ἅπαντα εἰδώς, καὶ δι’ ὧν ἀπεφήνατο, καὶ δι’ ὧν ἐποίησε, καὶ δι’ ὧν ποιήσει, μηδὲν περιεργάζου, μηδὲ πολυπραγμόνει, μηδὲ λέγε, Διὰ τὶ τοῦτο; Εἰς τὶ τοῦτο; Πῶς γὰρ οὐ μανικόν, καὶ ἐσχάτης ἀπονοίας καὶ παραπληξίας ἀνάμεστον, ἰατρὸν μὲν μηδέποτε πολυπραγμονεῖν τέμνοντα, καίοντα, πικρὰ ἐπιτιθέντα φάρμακα, κἂν οἰκέτης ᾖ, ἀλλὰ κεῖσθαι σιγῇ τὸν δεσπότην ταῦτα πάσχοντα, καὶ χάριν εἰδέναι καὶ τῆς καύσεως αὐτῷ, καὶ τῆς τομῆς καὶ τῶν φαρμάκων, καὶ ταῦτα ἐπ’ ἀδήλω τῷ μέλλοντι (πολλοὶ γὰρ πολλοὺς καὶ ἀπέκτειναν ταῦτα ποιήσαντες), καὶ παραχωρεῖν αὐτῷ μετὰ πολλῆς τῆς ὑποταγῆς ταῦτα ποιοῦντι· καὶ ἐπὶ ναύτου δὲ τὸ αὐτὸ τοῦτο ποιεῖν, καὶ οἰκοδόμου, καὶ ἐπὶ τῶν τὰ ἀλλὰ ἐπιτηδεύματα μετιόντων· λέγω δὲ καταγέλαστον εἶναι νομίζειν, τὸ τὸν ἰδιώτην καὶ ἄπειρον ἀπαιτεῖν τὰς αἰτίας τῶν γινομένων ἁπάντων τὸν τεχνίτην, τὴν δὲ ἄφατον σοφίαν ἐκείνην, τὴν ἄφραστον, τὴν ἄῤῥητον, τὴν ἀκατάληπτον περιεργάζεσθαι, καὶ ζητεῖν διὰ τὶ τὸ καὶ τὸ γέγονε, καὶ ταῦτα εἰδότας σαφῶς, ὅτι ἀδιάπτωτος ἡ σοφία αὕτη, ὅτι πολλὴ ἀγαθότης αὐτοῦ, ὅτι ἄῤῥητος ἡ πρόνοια, ὅτι πάντα πρὸς τὸ τέλος ἀπαντᾶ χρηστὸν τὰ παρ’ αὐτοῦ γινόμενα εἰς ἡμᾶς· μόνον εἰ μὴ τὰ ἡμέτερα διακόπτοιτο· ὅτι οὐδὲν ἀπολέσθαι βούλεται, ἀλλὰ σῶσαι. Πῶς οὐχ ὑπερβαλλούσης μανίας, τὸν πάντας σῶσαι καὶ βουλόμενον καὶ δυνάμενον, περιεργάζεσθαι ἐκ προοιμίων καὶ εὐθέως, καὶ μηδὲ τὸ τέλος ἀναμένειν τῶν γινομένων;

θ’. Μάλιστα μὲν γὰρ οὔτε ἐκ προοιμίων, οὔτε μετὰ ταῦτα πολυπραγμονεῖν δεῖ· εἰ δὲ οὕτω περίεργος εἶ καὶ πολυπράγμων, ἀνάμενε τὸ τέλος, καὶ σκόπει ποῦ ταῦτα ἀπαντᾶ, καὶ μὴ θορύβου, μηδὲ ταράττου ἐκ προοιμίων. Ἐπεὶ καὶ τὸν χρυσοχόον ἄπειρός τις ὁρῶν ἐν ἀρχῇ τήκοντα τὸν χρυσόν, καὶ τῇ τέφρᾳ ἀναμιγνύντα καὶ τοῖς ἀχύροις, εἰ μὴ τὸ τέλος ἀναμείνειεν, ἡγήσεται ἀπολωλέναι τὸ χρυσίον· οὕτω καὶ ἐν θαλάττῃ τις τεχθεὶς καὶ τραφείς, εἶτα ἀθρόον εἰς τὴν μεσόγειον μετοικισθεὶς καὶ καθ’ ὅλου τῆς περὶ τὴν γῆν ἐπιμελείας ἀνήκοος ὤν, ἂν ἴδῃ τὸν σῖτον τὸν ἀποκείμενον καὶ φυλαττόμενον ὑπὸ θύραις καὶ μοχλοῖς, καὶ νοτίδος ἀπηλλαγμένον, ἀθρόον ὑπὸ τοῦ γηπόνου ἐκφερόμενον, σκορπιζόμενον, ῥιπτούμενον, καὶ ἐπὶ τῆς ἀρούρας κείμενον τοῖς παριοῦσιν ἅπασι, καὶ οὐ μόνον οὐκ ἀπηλλαγμένον νοτίδος, ἀλλὰ καὶ πηλῷ καὶ τέλμασι παραδιδόμενον, καὶ φύλακα οὐδένα ἔχοντα, οὐκ ἂν ἀπολέσθαι τὸν σῖτον νομίσειε, καὶ κατέγνω τοῦ ταῦτα ποιοῦντος γηπόνου; Ἀλλ’ οὐ τῆς τοῦ πράγματος φύσεως ἡ κατάγνωσις, ἀλλὰ τῆς τοῦ μὴ καλῶς κρίναντος ἀπειρίας τε καὶ ἀνοίας, ἐκ προοιμίων εὐθέως τὴν ψῆφον φέροντος. Ἐπεὶ εἰ τὸ θέρος ἀνέμεινε, καὶ εἶδε τὰ λήϊα κομῶντα, καὶ τὴν δρεπάνην ἠκονημένην, καὶ τὸν σκορπισθέντα καὶ ἀφύλακτον μείναντα σῖτον, καὶ σαπέντα καὶ διαφθαρέντα καὶ τῷ πηλῷ παραδοθέντα, τοῦτον ἐγειρόμενον καὶ πολυπλασίονα γινόμενον, ὡραιότερόν τε φαινόμενον, καὶ τὴν παλαιότητα ἀποθέμενον, καὶ μετὰ πολλῆς ὀρθούμενον τῆς σφοδρότητος, καὶ δορυφόρους οἷον ἔχοντα καὶ ἐνδύματα, καὶ καλάμην πρὸς ὕψος ἐγείροντα, καὶ τέρποντα τὸν θεατὴν καὶ τρέφοντα, καὶ πολὺ παρέχοντα τὸ κέρδος, τότε ἂν ἐξεπλάγη μειζόνως, ὅτι διὰ τοιούτων ἐπὶ τοιαύτην ἤχθη εὐθηνίαν καὶ φαιδρότητα ὁ καρπός. Καὶ σὺ τοίνυν, ἄνθρωπε, μάλιστα μὲν μὴ περιεργάζου τὸν κοινὸν ἁπάντων ἡμῶν Δεσπότην· εἰ δὲ οὕτω φιλόνεικος εἶ καὶ τολμηρός, ὡς μαίνεσθαι τὴν μανίαν ταύτην, κἂν τὸ τέλος ἀνάμεινον τῶν γινομένων. Εἰ γὰρ ὁ γηπόνος ὁλόκληρον ἀναμένει χειμῶνα, οὐ πρὸς ταῦτα ἅπερ ὁ σῖτος πάσχει βλέπων κατὰ τὴν ὥραν τοῦ κρυμοῦ, ἀλλὰ πρὸς ἐκεῖνα ὧν ἀπολαύειν μέλλει· πολλῷ μᾶλλον καὶ αὐτὸς ἐπὶ τοῦ τὴν οἰκουμένην γεωργοῦντος πᾶσαν καὶ τὰς ψυχὰς τὰς ἡμετέρας, δίκαιος ἂν εἴσῃ ἀναμένειν τὸ τέλος· ἐγὼ δὲ τέλος οὐ τὸ ἐν τῷ παρόντι βίῳ μόνον λέγω (πολλάκις γὰρ τοῦτο καὶ ἐνταῦθα ἔσται), ἀλλὰ καὶ τὸ ἐν τῷ μέλλοντι. Πρὸς ἓν γὰρ βλέπει τέλος ἑκατέρων τῶν βίων τούτων ἡ οἰκονομία, τὴν σωτηρίαν τὴν ἡμετέραν καὶ τὴν εὐδοκίμησιν. Εἰ γὰρ καὶ τῷ χρόνῳ διῄρηται, ἀλλὰ τῷ σκοπῷ συνῆπται· καὶ ὥσπερ νῦν μὲν χειμών, νῦν δὲ ἔαρ, ἑκάτερα δὲ τοῦ ἔτους ἡ τροπὴ πρὸς ἓν βλέπει, τῶν καρπῶν τὴν ἀκμήν· οὕτω καὶ ἐπὶ τῶν ἡμετέρων ἔσται πραγμάτων. Ὅταν οὖν ἴδῃς τὴν Ἐκκλησίαν σκορπισθεῖσαν, τὰ ἔσχατα παθοῦσαν, ἐλαυνομένους, μαστιζομένους τοὺς ἐν αὐτῇ λάμποντας, τὸν πρόεδρον αὐτῆς ποῤῥωτάτω ἀπενεχθέντα, μὴ ταῦτα σκόπει μόνον, ἀλλὰ καὶ τὰ ἐκ τούτων ἐκβησόμενα, τοὺς μισθούς, τὰς ἀμοιβάς, τὰ βραβεῖα, τὰ ἔπαθλα· «Ὁ γὰρ ὑπομείνας εἰς τέλος, οὕτως σωθήσεται», φησίν. Ἐπὶ μὲν γὰρ τῆς Παλαιᾶς, ἐπειδὴ οὐδέπω γνώριμος ὁ τῆς ἀναστάσεως λόγος ἦν, ἐν τῷ παρόντι βίῳ ἀμφότερα ἐγίνετο· ἐπὶ δὲ τῆς Καινῆς οὐ πανταχοῦ τοῦτο, ἀλλ’ ἔστιν ὅπου τὰ μὲν λυπηρὰ ἐνταῦθα, τὰ δὲ χρηστὰ ἀναμένει τὴν ἐντεῦθεν ἡμῶν ἀποδημίαν. Ἀλλ’ ὅμως εἰ καὶ ἐν τῷδε τῷ βίῳ τὰ χρηστὰ αὐτοῖς ἐξέβαινε καὶ ἐν τῇ παρούσῃ ζωῇ, καὶ ἐν τούτῳ μάλιστα θαυμαστοὶ ἂν εἶεν οἱ τούτων μὴ ἀπολελαυκότες, ὅτι μήτε τὸν περὶ ἀναστάσεως σαφῶς εἰδότες λόγον, καὶ τὰ ἐναντία τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ συμβαίνοντα ὁρῶντες ἐπὶ τῶν πραγμάτων, οὐκ ἐσκανδαλίζοντο, οὐκ ἐθορυβοῦντο, οὐδὲ ἐταράττοντο, ἀλλὰ παρεχώρουν αὐτοῦ τῇ ἀκαταλήπτῳ προνοίᾳ, οὐδὲν ἐκ τῶν ἐναντίως γινομένων σκανδαλιζόμενοι, ἀλλ’ εἰδότες αὐτοῦ τὸ εὔπορον καὶ εὐμήχανον τῆς σοφίας, τὸ τέλος ἀνέμενον, μᾶλλον δὲ καὶ πρὸ τοῦ τέλους πᾶν, ὅπερ εἰς αὐτοὺς ἐτολμᾶτο, ἔφερον εὐχαρίστως, καὶ τὸν συγχωροῦντα ταῦτα γίνεσθαι Θεὸν δοξάζοντες διετέλουν. Τάχα ἀσαφὴς ὁ λόγος οὗτος ὑμῖν εἶναι δοκεῖ· οὐκοῦν σαφέστερον αὐτὸν ποιῆσαι πειράσομαι.

ι’. Γέροντι γενομένῳ ποτὲ τῷ Ἀβραάμ, καὶ πρὸς παιδοποιΐαν ἐκ τῆς ἡλικίας νεκρωθέντι λοιπόν· εἰς γὰρ τὸ γενέσθαι πατήρ, οὐδὲν ἄμεινον τῶν τετελευτηκότων διέκειτο ζῶν· γέροντι τοίνυν ὄντι τῷ δικαίῳ, καὶ σφοδρὸ γέροντι, καὶ τῆς φυσικῆς παιδοποιίας ὑπερβάντι τοὺς ὄρους ἐκ πολλοῦ τοῦ περιόντος, ἔχοντι δὲ καὶ σύνοικον πέτρας ἀγονωτέραν τὴν Σάῤῥαν, ἐπαγγέλλεται πατέρα ποιήσειν ὁ Θεὸς τοσούτων ἐκγόνων αὐτόν, ὡς παρισοῦσθαι αὐτῶν τὸ πλῆθος τῷ πλήθει τῶν ἄστρων. Ὁ δέ, τοσούτων κωλυμάτων ὄντων, τῆς ἡλικίας ἤδη εἰς ἔσχατος γῆρας κατενεχθείσης, καὶ τῆς γυναικὸς ἀπὸ τε τῆς ἡλικίας, ἀπὸ τε τῆς φύσεως πεπηρωμένης· οὐ γὰρ τὸ γῆρας διεκώλυε μόνον, ἀλλὰ καὶ αὐτὴ τῆς φύσεως ἡ πήρωσις· καὶ γὰρ καὶ νέας οὔσης ἄχρηστον τὸ τῆς φύσεως ἐργαστήριον ἦν· στεῖρα γὰρ ἦν ἡ γυνή. Διὸ καὶ Παῦλος ἐπισημαινόμενος τοῦτο αὐτοῦ, οὕτως ἔλεγε· «Καὶ τὴν νέκρωσιν τῆς μήτρας Σάῤῥας»· οὐκ εἶπε τὴν νέκρωσιν Σάῤῥας ἁπλῶς, ἵνα μὴ τὴν ἡλικίαν ὑποπτεύσῃς μόνον, ἀλλὰ καὶ αὐτῆς τῆς μήτρας τὴν νέκρωσιν, τὴν οὐκ ἀπὸ χρόνων μόνον, ἀλλὰ καὶ ἀπὸ φύσεως γεγενημένην· ἀλλ’ ὅμως καὶ τηλικούτων, ὅπερ ἔφην κωλυμάτων ὄντων, εἰδώς, τὶ ποτὲ ἐστιν ἐπαγγελία Θεοῦ, πῶς εὐμήχανός τε καὶ εὔπορος, καὶ οὐ νόμοις φύσεως, οὐ δυσκολίᾳ πραγμάτων, οὐκ ἄλλῳ τινὶ κωλυομένη, ἀλλὰ διὰ τῶν ἐναντίων βαδίζουσα, καὶ τὸ ἐπηγγελμένον εἰς ἔργον ἄγουσα, κατεδέξατο τὸ εἰρημένον, καὶ ἐπίστευσε τῇ ὑποσχέσει, καὶ τὸν θόρυβον τὸν ἐκ τῶν λογισμῶν οὐδὲ κινηθῆναι ὅλως ἀφείς, ἀξιόπιστον ἔκρινεν εἶναι, ὥσπερ οὖν καὶ ἔστι, πρὸς τὴν τῆς ἐπαγγελίας πλήρωσιν τοῦ ὑποσχομένου τὴν δύναμιν, οὐκ ἐξετάσας, πῶς καὶ τίνι τρόπῳ ταῦτα ἔσται, καὶ τίνος ἕνεκεν οὐκ ἐν νεότητι, ἀλλ’ ἐν γήρᾳ, καὶ ὀψὲ ποτε καὶ βραδέως. Διὸ καὶ ὁ Παῦλος αὐτὸν ἀνακηρύττει μετὰ λαμπρᾶς τῆς φωνῆς οὕτω λέγων· «Ὃς παρ’ ἐλπίδα ἐπ’ ἐλπίδι ἐπίστευσεν εἰς τὸ γενέσθαι αὐτὸν πατέρα πολλῶν ἐθνῶν». Τὶ ἐστι, «Παρ’ ἐλπίδα ἐπ’ ἐλπίδι»; παρ’ ἐλπίδα τὴν ἀνθρωπίνην, ἐπ’ ἐλπίδι τῇ τοῦ Θεοῦ, τῇ πάντα νικώσῃ, τῇ πάντα δυναμένῃ, τῇ πάντων περιγινομένῃ. Καὶ ἐπίστευσεν οὐκ εἰς τὸ πάτρη γενέσθαι μόνον, ἀλλὰ καὶ ἐθνῶν τοσούτων, ὁ γέρων καὶ ἄγονος, ὁ στεῖραν καὶ γεγηρακυῖαν γυναῖκα ἔχων, κατὰ τὰ εἰρημένον· «Οὕτως ἔσται τὸ σπέρμα σου. Καὶ μὴ ἀσθενήσας τῇ πίστει οὐ κατενόησε τὸ ἑαυτοῦ σῶμα νενεκρωμένον, ἑκατονταετὴς που ὑπάρχων, καὶ τὴν νέκρωσιν τῆς μήτρας Σάῤῥας· εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ, ἀλλ’ ἐνεδυναμώθη τῇ πίστει, δοὺς δόξαν τῷ Θεῷ, καὶ πληροφορηθείς, ὅτι, ὃ ἐπήγγελται, δυνατὸς ἐστι καὶ ποιῆσαι». Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Ἀναπηδήσας καὶ ἐξαλλόμενος εὐθέως ἀπὸ τῆς ἀνθρωπίνης ἀσθενείας, καὶ πρὸς τὸ ὕψος ἀναδραμὼν τοῦ ὑποσχομένου, καὶ ἐννοήσας αὐτοῦ τὴν ἄφατον δύναμιν, ἐπείσθη σαφῶς, ὅτι πάντως ἔσται τὸ εἰρημένον. Καὶ τοῦτο μάλιστα τὸν Θεὸν ἐδόξασε, τῷ μὴ περιεργάσασθαι, μηδὲ πολυπραγμονῆσαι, ἀλλὰ τὸ ἀκαταλήπτῳ τῆς σοφίας αὐτοῦ καὶ τῆς δυνάμεως παραχωρῆσαι καὶ μηδὲν ἀμφιβάλλειν ὅλως περὶ τῶν εἰρημένων. Ὁρᾷς ὅτι τοῦτό ἐστι μάλιστα τὸ δοξάζειν τὸν Θεόν, τὸ ἀεὶ παραχωρεῖν αὐτοῦ τῷ ἀκαταλήπτῳ τῆς προνοίας καὶ τῇ ἀῤῥήτῳ δυνάμει καὶ σοφίᾳ, καὶ μὴ περιεργάζεσθαι, μηδὲ πολυπραγμονεῖν, μηδὲ λέγειν, Διὰ τὶ τοῦτο; Εἰς τὶ τοῦτο; Πῶς τοῦτο ἔσται; Οὐ τοῦτο δὲ μόνον ἐστὶ τὸ θαυμαστόν, ἀλλ’ ὅτι καὶ τὸν υἱὸν αὐτοῦ ἐκεῖνον, τὸν μονογενῆ καὶ γνήσιον, μετὰ τὴν ὑπόσχεσιν ταύτην ἐκελεύετο καταθύειν, καὶ οὐδὲ τότε ἐσκανδαλίζετο. Καίτοι πολλὰ ἦν τὰ δυνάμενα σκανδαλίσαι τὸν μὴ νήφοντα, μηδὲ ἐγρηγορότα· καὶ αὐτὸ πρῶτον τὸ ἐπίταγμα, εἰ ὁ Θεὸς τοιαύτας καταδέχεται θυσίας, καὶ παιδοκτόνους εἶναι κελεύει τοὺς πατέρας, καὶ βιαίῳ τελευτῇ καταλύειν τὸν βίον, καὶ ἀώρῳ παραδιδόναι τοὺς παῖδας θανάτῳ, καὶ αὐτόχειρας γενέσθαι τῶν γεννηθέντων, καὶ αἵματι τοιούτῳ τὸν βωμὸν αἱμάσσεσθαι βούλεται τὸν αὐτοῦ, καὶ δεξιὰν ὁπλίζεσθαι πατρικὴν κατὰ τοῦ μονογενοῦς παιδός, καὶ φονέων εἶναι χαλεπώτερον τὸν δίκαιον· καὶ μετὰ τούτου καὶ ἡ τῆς φύσεως τυραννὶς θορυβοῦσα, ταράττουσα, οὐκ ἐπειδὴ πατὴρ ἦν μόνον, ἀλλ’ ἐπειδὴ καὶ φιλόστοργος, καὶ πατὴρ τοιούτου παιδός, γνησίου, μονογενοῦς, καλοῦ μὲν ἰδεῖν, καλοῦ δὲ νοῆσαι. Καὶ γὰρ ἐν αὐτῷ τῷ ἄνθει τῆς ἡλικίας ἦν, καὶ αὐτῇ τῆς ἀρετῆς τῇ ἀκμῇ, διπλῇ τότε ἀπολάμπων τῇ εὐμορφίᾳ, καὶ τῇ τῆς ψυχῆς, καὶ τῇ τοῦ σώματος. Οὐ μικρὸν δὲ εἰς φιλοστοργίαν, καὶ τὸ παρ’ ἐλπίδα δοθῆναι πᾶσαν. Ἴστε γὰρ πῶς ποθεινὰ τὰ τοιαῦτα παιδία, τὰ παρ’ ἐλπίδα καὶ προσδοκίαν, καὶ οὐ νόμῳ φύσεως κεχαρισμένα, οἷος ἐκεῖνος ἦν. Καὶ μετὰ τούτων δὴ πάντων τὸ μάλιστα ἱκανὸν παρασχεῖν σκάνδαλον ἡ ἐπαγγελία καὶ ἡ ὑπόσχεσις ἦν· ἐναντίον γὰρ ἦν αὐτῇ τὸ ἐπιταχθέν. Τὸ μὰν γὰρ ἐπαγγελθὲν ἦν, «Οὕτως ἔσται τὸ σπέρμα σου, ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ»· τὸ δὲ ἐπιτεταγμένον, τὸν υἱὸν τὸν μονογενῆ, ἀφ’ οὗ πᾶσαν ἔμελλεν ἐμπλήσειν τὴν οἰκουμένην, τοῦτον ἐκ μέσου γίνεσθαι, καὶ θανάτῳ παραδίδοσθαι καὶ σφαγῇ χαλεπωτάτη. Ἀλλ’ οὐδὲ οὕτως ἐσκανδαλίζετο, οὐδὲ ἐθορυβεῖτο ὁ δίκαιος ἐκεῖνος, οὐδὲ ἔπαθέ τι τοιοῦτον, οἷον εἰκὸς ἦν τινα τῶν ἀνοήτων παθεῖν καὶ χαμαὶ συρόμενον. Οὐδὲ γὰρ εἶπε πρὸς ἑαυτόν, Τὶ τοῦτο; Ἠπατήθημεν; Παρελογίσθημεν; Θεοῦ τοῦτο ἐπίταγμα; Ἄπαγε, οὐ πείθομαι· τὸ παιδοκτόνον με γενέσθαι ἀμήχανον, καὶ τοιούτῳ φοινίξαι αἵματι τὴν δεξιὰν μου. Πῶς δὲ τὰ τῆς ἐπαγγελίας ἕξει πέρας; Ἂν γὰρ ἀνελῶ τὴν ῥίζαν, πόθεν οἱ κλάδοι; Πόθεν οἱ καρποί; Ἂν καταχώσω τὴν πηγήν, πόθεν οἱ ποταμοί; Ἂν ἀφανίσω τὸν υἱόν, πόθεν μοι τὸ πλῆθος τῶν ἐκγόνων τὸ τῷ πλήθει τῶν ἄστρων παρισούμενον; Πῶς οὖν ὑπέσχετο ἕτερα, καὶ ἐναντία ἐπιτάττει νῦν; Τούτων οὐδὲν οὐκ εἶπεν, οὐκ ἐνενόησεν· ἀλλὰ πάλιν ἐπὶ τὴν δύναμιν τοῦ ἐπαγγειλαμένου καταφυγῶν τὴν ἄφατον, τὴν εὐμήχανον, τὴν εὔπορον, τὴν διὰ τῶν ἐναντίων διαλάμπουσαν, τὴν ἀνωτέραν τῶν τῆς φύσεως νόμων, τὴν πάντων δυνατωτέραν, τὴν οὐδὲν ἔχουσαν τὸν ἀντιπῖπτον, καὶ τοῦτο μετὰ πολλῆς τῆς πληροφορίας τὸ ἐπίταγμα ἤνυε, καὶ ἔσφαξε τὸν υἱόν, καὶ ᾕμαξε τὴν δεξιάν, καὶ ἐφοίνιξε τὸ ξίφος, καὶ διὰ τῆς δειρῆς τὴν μάχαιραν ἤλασεν· εἰ γὰρ καὶ μὴ τῷ ἔργῳ ἀλλὰ τῇ γνώμῃ ταῦτα πάντα ἐπλήρωσε. Διὸ καὶ Μωσὴς αὐτὸν θαυμάζων, οὕτως ἔφη· «Καὶ ἐγένετο μετὰ τὰ ῥήματα ταῦτα, ὁ Θεὸς ἐπείραζε τὸν Ἀβραάμ, καὶ εἶπεν αὐτῷ· Λάβε τὸν υἱὸν σοῦ τὸν ἀγαπητόν, ὃν ἠγάπησας, τὸν Ἰσαάκ, καὶ ἀνένεγκε αὐτὸν ἐφ’ ἓν τῶν ὀρέων, ὧν ἂν σοι εἴπω». Ταῦτα τὰ τῆς ὑποσχέσεως ῥήματα, τὰ τῆς ἐπαγγελίας, τὰ λέγοντα, ὅτι πλήθους ἐκγόνων ἔσται πατήρ, καὶ ἔσται τὸ σπέρμα αὐτοῦ ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ; Ὅρα πῶς μετὰ τὰ ῥήματα ταῦτα, ἀκούσας σφάξαι τὸν υἱόν, κατεδέξατο τὸν ἀφ’ οὗ τοσοῦτον ἔμελλεν ἔσεσθαι τὸ πλῆθος, τοῦτον ἀνελεῖν καὶ καταθύεσθαι, καὶ ἐκ μέσου ποιῆσαι, καὶ ἱερεῖον τῷ Θεῷ προσαγαγεῖν. Καὶ ὁ Παῦλος δὲ αὐτὸν ἐντεῦθεν θαυμάζων πάλιν οὕτως ἐστεφάνου καὶ ἀνεκήρυττε λέγων· «Πίστει προσενήνοχεν Ἀβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος»· εἶτα δεικνὺς ἡλίκον πρᾶγμα ἐποίησε, καὶ ὅσην ἐπεδείξατο πίστιν, ἐπήγαγε· «Καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας δεξάμενος». Ὃ δὲ λέγει, τοιοῦτον ἐστιν· Οὐκ ἔστιν εἰπεῖν, φησίν, ὅτι δύο παῖδας εἶχε γνησίους, καὶ προσεδόκα, ἀναιρεθέντος τούτου, ἀπὸ τοῦ ἑτέρου τοῦ πλήθους ἐκείνου ἔσεσθαι πατήρ, ἀλλὰ καὶ μόνον εἶχεν αὐτόν, καὶ ἀπὸ μόνου τούτου τὰ τῆς ἐπαγγελίας ἤρτητο· καὶ ὅμως τοῦτον εἵλετο καταθῦσαι, ὥσπερ τὴν τῇ ὑποσχέσει τῆς γεννήσεως αὐτοῦ μήτε τῇ οἰκείᾳ νεκρώσει, μήτε τῇ πηρώσει τῆς φύσεως τῆς γυναικὸς κωλυθεὶς πρὸς τὴν πίστιν, οὕτως οὐδὲ ἐνταῦθα τῷ θανάτῳ παρεμποδισθείς. Παράβαλε τοίνυν ταῦτα πρὸς τὰ νῦν γεγενημένα, καὶ ὄψει σου τὴν μικροψυχίαν, καὶ ὄψει τὴν εὐτέλειαν τῶν σκανδαλιζομένων, καὶ εἴσῃ σαφῶς, ὅτι οὐδαμόθεν ἑτέρωθέν σοι τὸ σκάνδαλον γίνεται, ἢ ἐκ τοῦ μὴ παραχωρεῖν τῇ ἀκαταλήπτῳ τοῦ Θεοῦ προνοίᾳ, ἀλλ’ ἐπιζητεῖν οἰκονομιῶν τρόπον πανταχοῦ, καὶ αἰτίας τῶν γινομένων ἀπαιτεῖν, καὶ ἕκαστα περιεργάζεσθαι· ὅπερ εἰ ἔπαθεν ὁ Ἀβραάμ, ἔμελλε πρὸς τὴν πίστιν χωλεύειν. Ἀλλ’ οὐκ ἔπαθε, διὸ καὶ ἔλαμψε, καὶ πάντων ἐπέτυχε τῶν ἐπηγγελμένων· οὐδὲ ἐσκανδαλίζετο, οὐδὲ τῷ γήρᾳ, οὕτω τῷ μετὰ ταῦτα ἐπιτάγματι· οὐδὲ ἐνόμισε κώλυμα εἶναι τὸ ἐπίταγμα τῇ ὑποσχέσει, οὔτε ἀναιρετικὴν εἶναι τὴν θυσίαν τῆς ἐπαγγελίας, οὐδὲ εἰς ἀπόγνωσιν ἐνέπιπτε τῆς ὑποσχέσεως, καίτοι πρὸς αὐτοῦ τὸ πέρας τῶν πραγμάτων ἐλθών. Μὴ γὰρ μοι τοῦτο λέγε, ὅτι οὐκ εἴασεν ὁ Θεὸς εἰς ἔργον τὸ ἐπίταγμα ἐλθεῖν, οὐδὲ αἱμαχθῆναι τοῦ δικαίου τὴν δεξιάν· ἀλλ’ ἐκεῖνο σκόπει, ὅτι τούτων οὐδὲν ὁ δίκαιος ᾔδει, οὐδὲ ὅτι ζῶντα ἀπολείψεται τὸν υἱόν, καὶ οὕτως οἴκαδε ἐπιστρέψαι ἠπίστατο, ἀλλ’ ἔτεινεν ὅλην πρὸς τὴν σφαγὴν τὴν ἑαυτοῦ γνώμην. Διὰ τοῦτο καὶ ἐκ δευτέρου καλεῖται ἐκ τῶν οὐρανῶν. Οὐ γὰρ εἶπεν αὐτῷ, Ἀβραάμ, ἁπλῶς, ἀλλά, «Ἀβραάμ, Ἀβραάμ», τῷ διπλασιασμῷ τῆς φωνῆς τὴν ἐπιτεταμένην πρὸς τὴν θυσίαν προαίρεσιν ἀνείργων τε καὶ ἀναχαιτίζων· οὕτως ὅλως τοῦ ἐπιτάγματος ἦν. Εἶδες πῶς τὸ πᾶν τῇ γνώμῃ αὐτοῦ ἐπεπλήρωτο, καὶ σκάνδαλον οὐδαμοῦ. Τὸ δὲ αἴτιον, τὸ μὴ περιεργάζεσθαι τὰ τοῦ Θεοῦ. Τὶ δὲ ὁ Ἰωσήφ; Εἰπὲ μοι. Οὐ τοιοῦτόν τι καὶ αὐτὸς πέπονθε; Καὶ γὰρ κἀκείνῳ μεγάλη τις ὑπόσχεσις ἦν παρὰ τοῦ Θεοῦ δεδομένη, καὶ τὰ γινόμενα πάλιν ἀπεναντίας τῆς ὑποσχέσεως ἐγίνετο. Ἡ μὲν γὰρ ὑπόσχεσις ἦν διὰ τῶν ὀνειράτων, προσκυνήσειν αὐτὸν τοὺς ἀδελφούς, καὶ διπλῆ ὄψις τοῦτο ἀνεκήρυττεν, ἢ τε διὰ τῶν ἄστρων, ἢ τε διὰ τῶν δραγμάτων· τὰ δὲ μετὰ τὰς ὄψεις ταύτας συμβάντα ἐναντία τῶν ὄψεων ἦν. Πρῶτον μὲν γὰρ πόλεμος αὐτῷ χαλεπὸς ἐντεῦθεν κατὰ τὴν πατρῴαν οἰκίαν ἀνεῤῥιπίζετο, καὶ οἱ τὰς αὐτὰς αὐτῷ λύσαντες ὠδῖνας, διατεμόντες τῆς συγγενείας τοὺς νόμους, καὶ διαῤῥήξαντες τῆς ἀδελφικῆς διαθέσεως τὰ δεσμά, καὶ αὐτοὺς τῆς φύσεως διασαλεύσαντες τοὺς θεσμούς, ἐχθροὶ καὶ πολέμιοι καὶ λύκων ἀγριώτεροι περὶ τὸν ἀδελφὸν καὶ τῶν ὄψεων ἐκείνων ἐγίνοντο· καὶ ὥσπερ θῆρες ἄγριοι καὶ ἀνήμεροί τινες ἀρνίον ἐν μέσῳ λαβόντες, οὕτω καθ’ ἑκάστην ἐπεβούλευον αὐτῷ τὴν ἡμέραν. Καὶ πατὴρ τοῦ πολέμου τούτου φθόνος ἦν ἄλογος, καὶ βασκανία ἄδικος· καὶ τῷ θυμῷ ζέοντες, φόνου καθ’ ἑκάστην ἔπνεον τὴν ἡμέραν, τοῦ φθόνου τὴν κάμινον ταύτην ἀνάπτοντος, καὶ τὴν πυρὰν ἐγείροντος. Καὶ ἐπειδὴ τέως αὐτὸν οὐδὲν ἐργάσασθαι ἠδύναντο χαλεπόν, ἔνδον στρεφόμενον καὶ μετὰ τῶν γονέων διατρίβοντα, διαβάλλουσιν αὐτοῦ τὴν ὑπόληψιν, καὶ αἰσχρὰν κατασκευάζουσιν αὐτῷ δόξαν, καὶ ψόγον καταφέρουσι πονηρόν, τοῦ πατρὸς τὸ φίλτρον ταύτῃ καταλῦσαι βουλόμενοι, καὶ πρὸς ἐπιβουλὴν εὐχείρωτον λαβεῖν. Εἶτα μετὰ ταῦτα λαβόντες αὐτὸν ἔξω τῶν πατρικῶν ὀφθαλμῶν, καὶ ἐπ’ ἐρημίας εὑρόντες αὐτοῖς κομίζοντα τροφήν, καὶ εἰς ἐπίσκεψιν αὐτῶν ἀφιγμένον, οὐ τὴν αἰτίαν τῆς ἀφίξεως ᾐδέσθησαν, οὐ τὴν τράπεζαν ᾐσχύνθησαν τὴν ἀδελφικήν, ἀλλὰ τὰ ξίφη ἠκόνουν, καὶ πρὸς σφαγὴν ηὐτρεπίζοντο, καὶ ἀδελφοκτόνοι πάντες ἐγίνοντο, οὐ μικρὸν οὐ μέγα ἐγκαλεῖν ἔχοντες τῷ μέλλοντι ἀναιρεῖσθαι παρ’ αὐτῶν· ἀλλ’ ὑπὲρ ὧν αὐτὸν στεφανοῦσθαι καὶ ἀνακηρύττεσθαι ἔδει, φθονοῦντες, πολεμοῦντες, διαβάλλοντες. Ἀλλ’ ἐκεῖνος οὐδὲ οὕτως ἀπεστρέφετο αὐτῶν τὴν συνουσίαν, ἀλλὰ καὶ ἐν τοσαύτῃ πονηρίᾳ τὴν ἀδελφικὴν ἐπεδείκνυτο διάθεσιν· οἱ δὲ καὶ οὕτως αὐτὸν ἀνελεῖν ἐπεχείρουν· καὶ ἀνεῖλον, τὸ γε αὐτῶν μέρος, καὶ τὰς δεξιᾶς ᾕμαξαν, καὶ τὴν ἀδελφοκτονίαν ἀπήρτισαν. Ἀλλ’ ἡ εὐμήχανος, καὶ ἐν τοῖς ἀπόροις εὔπορος τοῦ Θεοῦ σοφία, καὶ ἐν αὐτῷ τῷ βαράθρῳ, καὶ ἐν αὐτῇ τοῦ θανάτου τῇ ἐπαγωγῇ, ἐκ τῶν μιαρῶν αὐτῶν ἐκεῖνον ἐξήρπασε χειρῶν. Συνεβούλευσε μὲν γὰρ τῶν ἀδελφῶν εἷς, ὥστε ἀποστῆναι τῆς μιαιφονίας ἐκείνης· ἔπεισε δὲ ὁ Θεός, καὶ τὴν σφαγὴν διεκώλυσεν. Οὐ μὴν οὐδὲ ἐνταῦθα ἵστατο τὰ δεινά, ἀλλὰ περαιτέρω προῄει πάλιν. Ἐπειδὴ γὰρ αὐτῶν ἐκωλύθησαν ἀνελεῖν, ἔζεε δὲ ὁ θυμὸς ἔτι, καὶ τὰ τῆς ὀργῆς ἤκμαζε, καὶ πολὺ τὸ κλυδώνιον τοῦ πάθους ἦν, εἰς ἕτερόν τι τὴν ὀργὴν ἀφῆκαν. Ἀποδύσαντες γὰρ καὶ δήσαντες αὐτόν, καὶ εἰς λάκκον ῥίψαντες οἱ ὦμοι καὶ ἀπάνθρωποι καὶ θηριώδεις, οὕτω τῆς παρ’ αὐτοῦ κομισθείσης τραπέζης ἀπήλαυον· καὶ ὁ μὲν ἦν ἐν λάκκῳ περὶ τῶν ἐσχάτων δεδοικώς, οἱ δὲ ἐτρύφων καὶ ἐμέθυον.

Καὶ οὐδὲ ἐνταῦθα ἵσταντο τῆς μανίας, ἀλλ’ ἰδόντες ἀνθρώπους βαρβάρους καὶ πόῤῥῳ τῆς αὐτῶν ἀπῳκισμένους χώρας εἰς τὴν Αἴγυπτον κατιόντας, λαβόντες ἀπέδοντο τὸν ἀδελφόν, ἕτερον θάνατον ἐντεῦθεν αὐτῷ κατασκευάζοντες, μακρότερόν τινα καὶ χαλεπώτερον καὶ πολλῆς γέμοντα ταλαιπωρίας. Μειράκιον γὰρ ὤν, καὶ μειράκιον κομιδῇ, καὶ μετὰ πολλῆς τῆς ἐλευθερίας ἐν οἰκίᾳ πατρώᾳ τραφείς, καὶ δουλείας ἁπάσης ἄμοιρος ὢν καὶ τῆς ἐν δουλείᾳ ταλαιπωρίας, ἐννόησον τὶ ποτε ἔπασχεν, ἀθρόον δοῦλος ἀντ’ ἐλευθέρου, καὶ ξένος ἀντὶ πολίτου γενόμενος, καὶ τὴν ἐσχάτην αἰχμαλωσίαν ὑπομένων· οὐχὶ δουλείαν μόνον, ἀλλὰ καὶ πατρὸς καὶ μητρὸς καὶ τῶν αὐτῷ προσηκόντων ἁπάντων ἀποῤῥηγνύμενος, γυμνός, ξένος, ἄοικος, ἄπολις, νόμῳ δουλείας βαρβαρικαῖς χερσὶν ἐκδεδομένος. Τὶ γὰρ οὐκ ἦν αὐτὸν ἱκανὸν θορυβῆσαι; Τὸ ἀθρόον, τὸ ἀπροσδόκητον, τὸ παρ’ ἐλπίδα καὶ ἀμελέτητον, τὸ χαλεπὸν τῆς συμφορᾶς, τὸ παρ’ ἀδελφῶν, καὶ ἀδελφῶν ἀγαπωμένων, μὴ μικρόν, μὴ μέγα ἐκείνους ἠδικηκότα, μᾶλλον δὲ καὶ εὐεργετηκότα, ταῦτα παθεῖν; Ἀλλ’ ὅμως οὐδενὶ τούτων διεταράττετο, ἀλλ’ ἀπήγετο διὰ τῶν ἐμπόρων ἐκείνων εἰς Αἴγυπτον, δουλείαν ἐκ δουλείας ἀμείβων. Καὶ γὰρ καὶ ἐκεῖ πάλιν ἐγίνετο δοῦλος, καὶ ᾤκει βαρβαρικὴν οἰκίαν ὁ Ἑβραῖος, ὁ εὐγενὴς ὁ διπλῆν ἐλευθερίαν ἐλεύθερος, καὶ τὴν τοῦ σώματος, καὶ τὴν τῆς ψυχῆς· καὶ οὐδὲ ἐντεῦθεν ἐταράττετο, οὐδὲ ἐσκανδαλίζετο πρὸς τὰ γεγενημένα, τῶν ὄψεων ἀναμιμνησκόμενος τῶν τὰ ἐναντία ἐπαγγελλομένων· οὐδὲ περιειργάζετο, τὶ δήποτε ταῦτα γίνεται; Καὶ οἱ μὲν ἀδελφοκτόνοι καὶ λύκοι καὶ θῆρες καίτοι ταῦτα ἠδικηκότες, ἐπὶ τῆς πατρῴας οἰκίας τρυφῶσιν· οὗτος δὲ ὁ προσδοκηθεὶς αὐτῶν βασιλεύειν, αἰχμάλωτος, δοῦλος, εἰς ἀλλοτρίαν ἀπεμποληθείς, τὴν ἐσχάτην ὑπομένει ταλαιπωρίαν, οὐ μόνον αὐτῶν οὐ βασιλεύσας, ἀλλὰ καὶ δοῦλος αὐτῶν γενόμενος, καὶ ἐκ πολλοῦ τοῦ διαμέτρου τἀναντία ταῖς ὑποσχέσεσι παθῶν. Οὐ γὰρ δὴ μόνον βασιλείας τότε οὐκ ἐπέτυχεν, ἀλλὰ καὶ πατρίδος καὶ ἐλευθερίας, καὶ τῆς τῶν γονέων ἐξέπεσεν ὄψεως. Καὶ οὐδὲ ἐνταῦθα αὐτῷ τὰ τῶν ἀγώνων ἵστατο, ἀλλ’ ἕτερον βαθύτερον ἀνωρύττετο βάραθρον, θάνατον πάλιν ἔχον, καὶ σφαγήν, θάνατον ἐπονείδιστον καὶ σφαγὴν αἰσχύνης γέμουσαν. Ἰδοῦσα γὰρ αὐτὸν ἀδίκοις ὀφθαλμοῖς ἡ κεκτημένη, καὶ ἀλοῦσα τῷ κάλλει τοῦ νεανίσκου, ὑπὸ τῆς λαμπρὰς αὐτοῦ χειρωθεῖσα ὄψεως, καὶ αὐτῇ πάλιν δόλους ἔῤῥαπτε καὶ ἐπιβουλάς. Καὶ τὰ δίκτυα τῆς ἀκολασίας πάντοθεν ἁπλώσασα, καθ’ ἑκάστην ἐσκοπεῖτο τὴν ἡμέραν εἴσω τῆς οἰκείας σαγήνης τὸν νεανίσκον λαβεῖν, καὶ εἰς τὸ τῆς μοιχείας ἐμβαλεῖν βάραθρον, καὶ θανάτῳ παραδοῦναι ἀθανάτῳ. Καὶ καθ’ ἑκάστην ἡμέραν ἐπὶ τὴν ἄγραν ἐξῄει ταύτην, ὑπὸ τοῦ πάθους κεντουμένη, καὶ ὑπὸ τοῦ ἀκολάστου τούτου ἔρωτος καθ’ ἑκάστην ὁπλιζομένη τὴν ἡμέραν· καὶ ποτε ἐπιλαβομένη μόνον, ἐπὶ τὴν ἄδικον αὐτὸν πρὸς βίαν εἷλκεν εὐνήν, καὶ τὸν ἀλλότριον διορύξαι γάμον ἠνάγκαζε, καὶ τὴν σωφροσύνην λυμήνασθαι ἐπεχείρει. Ἀλλ’ ὅμως οὐδὲ ἐντεῦθεν ἔπαθέ τι χαλεπὸν ὁ δίκαιος ἐκεῖνος· ἀλλὰ καὶ ἐπιθυμίας τυραννίδα, καὶ νέας ἡλικίας θορύβους, καὶ ἀκολάστου γυναικὸς ἐπιβουλήν, καὶ δεσποίνης ἐφόδους, καὶ νεότητος ταραχήν, καὶ πάντα ὅσα εἰκὸς ἐκ τῆς ἁφῆς ἐκείνης γενέσθαι, καὶ τῆς ὄψεως, καὶ τῆς μανίας, μετὰ πολλῆς τῆς εὐκολίας ὑπερβάς, ὥσπερ τις ἀετὸς ὑψηλὸν τείνας τὸ πτερόν, καὶ αὐτὰ ἀποδυσάμενος τὰ ἱμάτια καὶ καταλιπὼν ταῖς ἀκολάστοις χερσίν, ἐξῆλθεν ἱματίων μὲν γυμνός, λαμπρὰν δὲ τῆς σωφροσύνης ἔχων τὴν περιβολήν, καὶ τῆς ἁλουργίδος αὐτῆς περιφανεστέραν. Ἐντεῦθεν αὐτῷ ξίφος ἠκονᾶτο πάλιν, καὶ θάνατος ἐμελετᾶτο, καὶ τὰ κύματα ἐπὶ τὸ μεῖζον ἤρετο, καὶ ἡ μανίᾳ τῆς γυναικὸς τῆς Βαβυλώνιας καμίνου σφοδρότερον ἀνήπτετο. Ἢ τε γὰρ ἐπιθυμία λοιπὸν ἐπὶ μεῖζον ἠγείρετο, ὃ τε θυμός, ἕτερον χαλεπώτατον πάθος, μετὰ πολλῆς προσετίθετο τῆς ἀγριότητος, καὶ φόνον ἔβλεπε καὶ ἐπὶ ξίφος ἔτρεχε, καὶ σφαγῆς ἦρα παρανομωτάτης, καὶ τὸν τῆς σωφροσύνης ἀθλητήν, καὶ τὸν τῆς καρτερίας καὶ ὑπομονῆς ἀγωνιστὴν ἀνελεῖν ἔσπευδε. Καὶ εἰσπηδήσασα πρὸς τὸν ἄνδρα τὸν ἑαυτῆς, ἀπαγγείλασα τὰ γεγενημένα, οὐχ ὡς ἡ τοῦ πράγματος εἶχεν ἀλήθεια, ἀλλ’ ὡς αὐτὴ τὸ δρᾶμα τῆς συκοφαντίας κατεσκεύασεν, ἔπεισεν ἅπερ ἤθελεν τὸν δικαστήν, ἐρημίαν κατηγοροῦσα, καὶ ὡς ἠδικημένη τὴν ἐκδικίαν ἐπεζητεῖτο, εἰς ἀπόδειξιν ὧν ἔλεγε τὰ ἱμάτια τοῦ ἀθῴου νεανίσκου περιφέρουσα τοῖς ἀκαθάρτοις χερσὶν ἐκείναις. Καὶ ὁ διεφθαρμένος δικαστὴς οὐκ εἰς δικαστήριον εἰσήγαγε τὸν κατηγορούμενον, οὐ λόγου μετέδωκεν, ἀλλὰ τὸν οὐδὲ ἑωρακότα δικαστήριον, ὡς ἑαλωκότα, ὡς ἐληλεγμένον, καὶ μοιχὸν ἀπηρτισμένον κατεδίκασε, καὶ εἰς δεσμωτήριον ἐνέβαλε, καὶ ἁλύσει παρέδωκε. Καὶ ἦν λοιπὸν ὁ τοσούτους στεφάνους ἀναδησάμενος ἀρετῆς, μετὰ γοήτων, μετὰ τυμβωρύχων, μετὰ ἀνδροφόνων, μετὰ τῶν τὰ ἔσχατα τετολμηκότων, ἐν τῷ δεσμωτηρίῳ. Ἀλλ’ ὅμως οὐδὲν αὐτὸν τούτων ἐθορύβει. Καὶ ἕτερος μὲν τῷ βασιλεῖ προσκεκρουκὼς ἠφίετο, αὐτὸς δὲ μακρὸν ἔνδον ἔμενε χρόνον, ὑπὲρ ὧν αὐτὸν στεφανοῦσθαι καὶ ἀνακηρύττεσθαι ἔδει, τὴν ἐσχάτην τίνων τιμωρίαν. Καὶ οὐδὲ οὕτως ἐταράττετο, οὐδὲ ἐσκανδαλίζετο, οὐδὲ εἶπε, Τὶ τούτου; Εἰς τὶ τοῦτο; Ὁ μέλλων ἐγὼ τῶν ἀδελφῶν βασιλεύειν, οὐ μόνον ταύτης ἐξέπεσα τῆς τιμῆς, ἀλλὰ καὶ πατρίδος, καὶ οἰκίας, καὶ γονέων, καὶ ἐλευθερίας, καὶ ἀδείας, καὶ παρ’ αὐτῶν τῶν μελλόντων με προσκυνεῖν ἀνῃρέθην. Εἶτα μετὰ τὴν σφαγήν, ἐπράθην, δοῦλος ἐγενόμην βαρβάρων, καὶ συνεχεῖς ἤμειψα δεσπότας· καὶ οὐδὲ ἐνταῦθα ἔστη μοι τὰ δεινά, ἀλλὰ πανταχοῦ βάραθρα καὶ σκόπελοι. Μετὰ γὰρ τὴν ἐπιβουλὴν τῶν ἀδελφῶν, καὶ τὴν σφαγήν, καὶ τὴν δουλείαν, καὶ τὴν προτέραν καὶ τὴν δευτέραν, πάλιν μοι θάνατος ἐμελετήθη, καὶ συκοφαντία τῆς προτέρας χαλεπωτέρα, καὶ ἐπιβουλή, καὶ ἔφοδος, καὶ δικαστήριον διεφθαρμένον, καὶ κατηγορία αἰσχύνην ἔχουσα πολλήν, καὶ σφαγὴν ἡμῖν ὠδίνουσα. Καὶ οὔτε λόγου μεταλαβών, ἁπλῶς καὶ ὡς ἔτυχεν εἰς δεσμωτήριον ἀπηνέχθην, καὶ ἁλύσεσι περίκειμαι μετὰ μοιχῶν, καὶ ἀνδροφόνων καὶ τῶν τὰ ἔσχατα τετολμηκότων. Καὶ ὁ μὲν ἀρχιοινοχόος ἀπηλλάγη καὶ ἀλύσεως καὶ δεσμωτηρίου· ἐγὼ δὲ οὐδὲ μετ’ ἐκεῖνον ἀδείας τινὸς ἀπολαῦσαι δεδύνημαι· κἀκείνῳ μὲν εἰς ἔργον ἐξέβη τὸ ὄναρ κατὰ τὴν ἑρμηνείαν τὴν ἐμήν· ἐγὼ δὲ ἂν τοῖς ἀνηκέστοις εἰμὶ κακοῖς. Ταῦτα οἱ ὄψεις προεδήλουν ἐκεῖναι; Ταῦτα τῶν ἀστέρων ὁ ἀριθμός; Ταῦτα τὰ δράγματα; Ποῦ τὰ τῶν ἐπαγγελιῶν; Ποῦ τὰ τῶν ὑποσχέσεως; Ἆρα ἠπατήμεθα; Ἆρα παρελογίσθημεν; Ποῦ γὰρ με λοιπὸν προσκυνήσουσιν οἱ ἀδελφοί, τὸν δοῦλον, τὸν αἰχμάλωτον, τὸν δεσμώτην, τὸν μοιχὸν εἶναι νομιζόμενον, τὸν περὶ τῶν ἐσχάτων κινδυνεύοντα, τὸν τοσοῦτον αὐτῶν ἀπῳκισμένον; Οἴχεται πάντα ἐκεῖνα, καὶ ἀπόλωλεν. Οὐδὲν τούτων οὐκ εἶπεν, οὐκ ἐνενόησεν, ἀλλ’ ἀνέμενε τὸ τέλος, εἰδὼς καὶ αὐτὸς τοῦ θοῦ τὸ εὐμήχανον καὶ τὴν σοφίαν τὴν εὔπορον· καὶ οὐ μόνον οὐκ ἐσκανδαλίζετο, ἀλλὰ καὶ ἐνηβρύνετο καὶ ἐκαλλωπίζετο τοῖς γινομένοις.

Τὶ δὲ ὁ Δαυΐδ, εἰπὲ μοί; Οὐ μετὰ τὸ χρισθῆναι εἰς βασιλέα, καὶ λαβεῖν τοῦ δήμου τῶν Ἑβραίων τὰ σκῆπτρα τῇ τοῦ Θεοῦ ψήφῳ, καὶ τὸ λαμπρὸν ἐκεῖνο στῆσαι τρόπαιον κατὰ τοῦ βαρβάρου, τὰ χαλεπώτατα πάντων ἔπαθε, πολεμούμενος, ἐπιβουλευόμενος παρὰ τοῦ Σαούλ, περὶ αὐτὸ τὸ ζῆν κινδυνεύων, εἰς πολέμους ἐπισφαλεῖς ἐκπεμπόμενος, συνεχῶς πρὸς τὴν ἐρημίαν ἐλαυνόμενος, ἀλήτης, φυγάς, ἄπολις, ἄοικος, μετανάστης γενόμενος; Τὶ δεῖ τὰ πολλὰ λέγειν; Τέλος καὶ τῆς πατρίδος καὶ τῆς οἰκείας χώρας ἁπάσης ἐξέπεσεν ἐκείνης, παρὰ βαρβάροις τοῖς πολεμίοις κεῖ ἐχθροτάτοις διατρίβων, καὶ δουλείας χαλεπωτέραν ὑπομένων ζωήν· καὶ γὰρ καὶ τῆς ἀναγκαίας ἠπόρει τροφῆς. Καὶ ταῦτα ἔπασχε μετὰ τὴν παρουσίαν τοῦ Σαμουήλ, μετὰ τὴν τοῦ ἐλαίου χρῖσιν, μετὰ τὴν τῆς βασιλείας ὑπόσχεσιν, μετὰ τὰ σκῆπτρα, μετὰ τὸ διάδημα, μετὰ τὴν τοῦ Θεοῦ χειροτονίαν, καὶ τὴν ψῆφον τὴν ἐπ’ αὐτῷ· καὶ ὅμως οὐδὲν αὐτὸν τούτων ἐσκανδάλισεν, οὐδὲ εἶπεν οὐδὲ οὗτος, Τὶ τοῦτο; Ὁ βασιλεὺς ἐγώ, καὶ τοσαύτης μέλλων ἀρχῆς ἀπολαύσεσθαι, οὐδὲ ἰδιώτης μετὰ ἀσφαλείας εἶναι δύναμαι· ἀλλὰ ἀλήτης γέγονα, καὶ φυγάς, ἄπολις, ἄοικος, μετανάστης, καὶ εἰς βάρβαρον ἀπηνέχθην χώραν καὶ τῆς ἀναγκαίας ἀπορῶν τροφῆς, καὶ περὶ τῶν ἐσχάτων ὁρῶ καθ’ ἑκάστην ἡμέραν ἐπικρεμάμενόν μοι τὸν κίνδυνον. Ποῦ τῆς βασιλείας αἱ ὑποσχέσεις; Ποῦ τῆς ἀρχῆς αἱ ἐπαγγελίαι ἐκείνης; Οὐδὲν τούτων οὐκ εἶπεν, οὐκ ἐνενόησεν· οὐκ ἐσκανδαλίσθη τοῖς γινομένοις, ἀλλὰ ἀνέμενε καὶ αὐτὸς τὸ τέλος τῶν ὑποσχέσεων. Καὶ ἑτέρους δὲ μυρίους ἔστιν εἰπεῖν, οἳ χαλεποῖς περιπεσόντες πράγμασιν, οὐκ ἐθορυβήθησαν, ἀλλὰ τοῦ Θεοῦ τὴν ἀπαγγελίαν κατέχοντες, εἰ καὶ ἐναντία τὰ γινόμενα ταῖς ὑποσχέσεσιν ἦν, διὰ τῆς καλλίστης ταύτης ὑπομονῆς λαμπροὺς ἐδρέποντο τοὺς στεφάνους. Καὶ σὺ τοίνυν, ἀγαπητέ, ἀνάμενε καὶ αὐτὸς τὸ τέλος· πάντως γὰρ ἀπαντήσεται, ἢ ἐνταῦθα, ἢ ἐν τῷ μέλλοντι αἰῶνι· καὶ παραχώρει πανταχοῦ τῷ ἀκαταλήπτῳ τῆς τοῦ Θεοῦ προνοίας, καὶ μὴ λέγε, Πῶς δὲ τὰ τοσαῦτα κακὰ λήψεται διόρθωσιν; Μηδὲ περιεργάζου τῆς τοῦ Θεοῦ παραδόσεως παραδοξοποιίας τὸν τρόπον.

ια’. Οὐδὲ γὰρ οἱ δίκαιοι τότε ἐκεῖνοι τοῦτο ἐζήτησαν, τό, Πῶς καὶ τίνι τρόπῳ ταῦτα ἔσται· ἀλλ’ ὁρῶντες εἰς ἀπόγνωσιν κατὰ ἀνθρώπινον λογισμὸν πάντα φερόμενα, οὐδὲ οὕτως ἐθορυβοῦντο, οὐδὲ ἐταράττοντο· ἀλλ’ ἔφερον ἅπαντα γενναίως, μεγίστην ἔχοντες ἀπόδειξιν τῶν ἐσομένων χρηστῶν τὴν δύναμιν τοῦ ὑποσχομένου, καὶ ἀπὸ τῆς τῶν γινομένων ἐναντιότητος εἰς ἀπόγνωσιν οὐκ ἐμπίπτοντες. ᾜδεσαν γὰρ σαφῶς, ὅτι εὐμήχανος ὢν καὶ σοφός, δυνήσεται καὶ μετὰ τὸ τὰ πράγματα ἀπαγορευθῆναι ἀνακτήσασθαί τε αὐτὰ μᾶλλον ἢ ἔμπροσθεν, καὶ μετὰ πολλῆς τῆς εὐκολίας τοῖς ἐπαγγελθεῖσιν ἐπιθεῖναι τέλος. Καὶ σὺ τοίνυν, ἀγαπητέ, ἂν τε ἐν τῷ παρόντι βίῳ λάβῃ τὰ λυπηρὰ λύσιν, δόξαζε τὸν Θεόν· ἂν τε εἰς δυσχερῆ καταλύσῃ, καὶ οὕτως εὐχαριστεῖ, καὶ μηδὲν σκανδαλίζου, εἰδὼς σαφῶς τοῦ Θεοῦ τὴν πρόνοιαν τὴν ἄπειρον καὶ ἑρμηνευθῆναι μὴ δυναμένην, καὶ ὅτι πάντως λήψεται τὸ προσῆκον ἅπαντα τέλος, εἴτε ἐν τῷ παρόντι βίῳ, εἴτε ἐν τῷ μέλλοντι. Εἰ δὲ τις τὸ μέλλον ἀκούων, καὶ μικροψυχῶν ἐπείγοιτο τοῦτο ἐνταῦθα ἰδεῖν γινόμενον, ἐροῦμεν ὅτι ἡ ἀληθῶς ζωὴ καὶ τὰ βεβαία πράγματα καὶ ἀκίνητα τότε ἡμᾶς μένει. Τὰ μὲν γὰρ παρόντα, ὁδός, ἐκεῖνα δέ, πατρίς· τὰ ἐνταῦθα ἄνθεσιν ἔοικεν ἐαρινοῖς, ἐκεῖνα δὲ πέτραις ἀκινήτοις· ἐκεῖ στέφανοι καὶ ἀμοιβαὶ τέλος οὐκ ἔχουσαι, ἐκεῖ ἔπαθλα καὶ βραβεῖα, ἐκεῖ κολάσεις καὶ τιμωρίαι ἀφόρητοι τῶν τὰ τοιαῦτα κακουργησάντων. Τὶ οὖν πρὸς τοὺς τέως σκανδαλιζομένους; φησί. Τὶ δὲ σὺ τοὺς μειζόνως διαλάμψαντας οὐ λέγεις, τοὺς δὲ προσωπεῖα εὐλαβείας περικειμένους, καὶ νῦν ἐλεγχομένους, τούτους ἄγεις εἰς μέσον; Οὐχ ὁρᾷς τὸ χρυσίον καθαιρόμενον; Τὸν μόλιβδον ἐλεγχόμενον; Τὰ ἄχυρα διακρινόμενα τοῦ σίτου; Τοὺς λύκους τῶν προβάτων; Τοὺς πεπλασμένους τῶν ἀληθῶς ἐν εὐλαβείᾳ ζώντων; Ὥστε ὅταν ἴδῃς τούτων τὰ σκάνδαλα, ἐννόησον κἀκείνων τὰς εὐδοκιμήσεις. Ὑπεσκελίσθησάν τινες, ἀλλὰ καὶ ἔστησαν πολλῷ πλείους, καὶ μείζονα ἑαυτοῖς μισθὸν συνήγαγον, οὔτε τῇ δυναστείᾳ τῶν ἐπιβουλευόντων, οὔτε τῇ δυσκολίᾳ τῶν καιρῶν περιτραπέντες. Καὶ οἱ σκανδαλιζόμενοι δὲ αὐτοῖς λογιζέσθωσαν· ἐπεὶ καὶ οἱ παῖδες οἱ τρεῖς καὶ ἐρῶν ἀποσπασθέντες, καὶ ναοῦ, καὶ θυσιαστηρίου, καὶ τῆς ἄλλης ἁπάσης τῆς κατὰ νόμον ἐπιμελείας, καὶ ἐν μέσῃ βαρβάρων χώρᾳ ἀποληφθέντες, μετὰ πολλῆς τῆς ἀκριβείας τὸν νόμον διετήρησαν· καὶ ὁ Δανιὴλ ὁμοίως, καὶ ἕτεροι πολλοί· καὶ οἱ μὲν εἰς αἰχμαλωσίαν ἀπενεχθέντες οὐ παρεβλάβησάν τι, ἄλλοι δὲ οἴκοι μένοντες, καὶ πάντων ἀπολαύοντες τῶν ἐπὶ τῆς πατρίδος, προσέκρουσαν καὶ κατεδικάσθησαν.

ιβ’. Εἰ δὲ ζητοίης τίνος ἕνεκεν ταῦτα συνεχωρήθη, καὶ μὴ τοῖς ἀῤῥήτοις τῶν οἰκονομῶν αὐτοῦ λόγοις παραχωροίης, ἀλλὰ ἐμελέτησας ἀεὶ πάντα περιεργάζεσθαι, ὁδῷ προβαίνων, καὶ ἀλλὰ πολλὰ διαπορήσεις, οἷον, τίνος ἕνεκεν ἀφείθησαν αἱ αἱρέσεις, τίνος ἕνεκεν ὁ διάβολος, τίνος ἕνεκεν οἱ δαίμονες, τίνος ἕνεκεν οἱ πονηροὶ τῶν ἀνθρώπων καὶ πολλοὺς ὑποσκελίζοντες· καὶ τὸ δὴ κεφάλαιον ἁπάντων τούτων, τίνος ἕνεκεν ὁ ἀντίχριστος παραγίνεται, ὁ τοσαύτην ἔχων δύναμιν πρὸς ἀπάτην, ὡς τὸν Χριστὸν εἰπεῖν, ὅτι τοιαῦτα ποιήσει, ὥστε πλανῆσαι, εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς. Ἀλλ’ οὐ δεῖ ταῦτα ζητεῖν, ἀλλὰ πάντα παραχωρεῖν τῷ ἀκαταλήπτῳ τῆς τοῦ Θεοῦ σοφίας. Ὁ μὲν γὰρ γενναίως ἤδη πεπηγώς, κἂν μυρία τὰ κύματα, κἂν μυρίοι οἱ χειμῶνες ἐπιῶσιν, οὐ μόνον οὐδὲν παραβλάπτεται, ἀλλὰ καὶ ἰσχυρότερος γίνεται· ὁ δὲ ἀσθενὴς καὶ διαῤῥέων καὶ ὀλίγωρος, καὶ μηδενὸς ἐνοχλοῦντος καταπίπτει πολλάκις. Εἰ δὲ καὶ λόγον τινὰ ἐπιζητεῖς μαθεῖν, ἄκουε τὸν ἡμῖν γνώριμον. Εἴσει μὲν γὰρ καὶ ἕτεροι πολλοὶ τῷ διαφόρως καὶ ποικίλως τὰ καθ’ ἡμᾶς πάντα οἰκονομοῦντι δῆλοι· ὃν δὲ ἡμεῖς ἴσμεν, οὗτός ἐστι τέως. Φαμὲν ὅτι τὰ σκάνδαλα ταῦτα ἀφείθη ὑπὲρ τοῦ μὴ ἐλαττωθῆναι τῶν γενναίων τὰ βραβεῖα· ὃ καὶ τῷ Ἰὼβ διαλεγόμενος ὁ Θεὸς ἐδήλωσε, λέγων· «Ἄλλως με οἴει σοι κεχρηματικέναι, ἢ ἵνα ἀναφανῇς δίκαιος»; Καὶ ὁ Παῦλος δὲ φησι· «Δεῖ δὲ καὶ αἱρέσεις εἶναι, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν». Σὺ δὲ ὅταν ἀκούῃς τό· «Δεῖ δὲ αἱρέσεις εἶναι», μὴ νομίσῃς ὅτι κελεύων ἢ νομοθετῶν ταῦτά φησιν· ἄπαγε· ἀλλὰ τὸ μέλλον προαναφωνῶν, καὶ τὸ ἐκ τούτου κέρδος τοῖς νήφουσι προμηνύων. Τότε γὰρ ὑμῶν τῶν ἀνεξαπατήτων, φησί, σαφέστερον φανεῖται ἡ ἀρετή. Πρὸς τούτοις, καὶ δι’ ἑτέραν αἰτίαν οἱ πονηροὶ ἀφείθησαν, ὥστε μὴ προαναρπασθέντας ἀποκλεισθῆναι τῆς ὠφελίας τῆς ἐκ τῆς μεταβολῆς αὐτοῖς γενομένης. Οὕτω καὶ Παῦλος ἐσώθη, οὕτως ὁ λῃστής, οὕτως ἡ πόρνη, οὕτως ὁ τελώνης, οὕτως ἕτεροι πολλοί. Εἰ δὲ πρὶν ἢ μεταβαλέσθαι ἀνηρπάγησαν ἐντεῦθεν, οὐδεὶς ἂν αὐτῶν ἐσώθη. Περὶ δὲ τοῦ ἀντιχρίστου καὶ ἑτέραν φησὶν αἰτίαν ὁ Παῦλος. Ποίαν δὴ ταύτην; Τὸ πᾶσαν καὶ ἐντεῦθεν ἀποκλεισθῆναι τῶν Ἰουδαίων τὴν ἀπολογίαν, ποίαν γὰρ ἂν σχοῖεν συγγνώμην, τὸν Χριστὸν μὴ δεξάμενοι, οἱ μέλλοντες ἐκείνῳ πιστεύειν; «Διό, φησιν, Ἵνα κριθῶσι πάντες οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ», τοῦτ’ ἔστι, τῷ Χριστῷ, «ἀλλ’ εὐδοκήσαντες τῇ ἀδικία», τοῦτ’ ἔστι τῷ ἀντιχρίστῳ. Ἐπειδὴ γὰρ ἔλεγον, διὰ τοῦτο αὐτῷ μὴ πιστεύειν, ἐπειδὴ Θεὸν ἑαυτὸν ἔλεγε· «Διὰ γὰρ τοῦτό σε, φασί, λιθάζομεν, ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν Θεόν»· καίτοι γε τὰ πλείονα ἀκούοντες ἀνατιθέντα αὐτὸν τῷ Πατρί, καὶ λέγοντα μετὰ τῆς ἐκείνου γνώμης ἀφῖχθαι, καὶ διὰ πολλῶν τοῦτο ἀποδεικνύντα· τὶ ἐροῦσιν, ὅταν τὸν ἀντίχριστον τὸν λέγοντα ἑαυτὸν εἶναι Θεόν, καὶ μηδὲ μεμνημένον τοῦ Πατρός, ἀλλὰ καὶ τοὐναντίον ποιοῦντα δέξωνται; Τοῦτο καὶ ὁ Χριστὸς αὐτοῖς ὀνειδίζων, προὔλεγεν οὕτω λέγων· «Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρὸς μου, καὶ οὐ λαμβάνετέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε»· διὰ ταῦτα ἀφείθη τὰ σκάνδαλα. Εἰ δὲ τοὺς σκανδαλιζομένους λέγεις, ἐγὼ σοι τοὺς μειζόνως ἐντεῦθεν διαλάμψαντες δείξω· καὶ πάλιν, σοι τὸ αὐτὸ ἐρῶ, ὅτι οὐκ ἔδει διὰ τὴν ἑτέρων ἀπροσεξίαν καὶ ῥαθυμίαν τοὺς δυναμένους νήφειν καὶ ἐγρηγορέναι, καὶ μυρίους ἐκ τούτων ἀναδήσασθαι στεφάνους, ἐλαττοῦσθαι, ἐν τῇ τῶν ἀμοιβῶν ἀντιδόσει. Οὗτοι μὲν γὰρ ἐπηρεάζεσθαι ἔμελλον, εἰ μὴ τῶν ἀγώνων τούτων ἔλαβον ὑποθέσεις· οἱ δὲ ἐντεῦθεν βλαβέντες, ἑτέρῳ μὲν οὐδενί, ἑαυτοῖς δὲ εἶεν δίκαιοι λογίζεσθαι τὰ πτώματα αὐτῶν, καὶ κατηγοροῖεν ἂν αὐτῶν οἱ μὴ μόνον μὴ σκανδαλισθέντες, ἀλλὰ καὶ φαιδρότεροι καὶ ἰσχυρότεροι ταύτῃ γινόμενοι.

ιγ’. Ποιῶν γὰρ ἱερέων ἀπήλαυσεν ὁ Ἀβραάμ, εἰπὲ μοι; Ποιῶν διδασκάλων; Ποίας κατηχήσεως; Ποίας παραινέσεως; Ποίας συμβουλῆς; Ὅπουγε οὐδὲ γράμματα τότε ἦν, οὐ νόμος, οὐ προφῆται, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν· ἀλλὰ ἁπλοῦν ἔπλει θάλατταν καὶ ὁδὸν ὥδευεν ἀτριβῆ, καὶ ταῦτα καὶ οἰκίας καὶ πατρὸς ἀσεβοῦς γεγενημένος. Ἀλλ’ οὐδὲν αὐτὸν ταῦτα παρέβλαψεν, ἀλλὰ τοσοῦτον ἔλαμψεν ἀρετῇ, ὡς ἃ μετὰ μακρὸν χρόνον, μετὰ προφήτας, μετὰ νόμον, καὶ τοσαύτην παιδαγωγίαν, ἣν διὰ σημείων καὶ θαυμάτων γεγενημένην ἔμελλεν ὁ Χριστὸς τοὺς ἀνθρώπους παιδεύειν, ταῦτα προλαβόντα δι’ ἔργων ἐπιδείξασθαι, ἀγάπην γνησίαν καὶ θέρμην, χρημάτων ὑπεροψίαν, τὴν περὶ τοὺς οἰκείους τοὺς σπέρματος κηδεμονίαν· καὶ τὸν τῦφον δὲ ἅπαντα ἐπάτησε, καὶ τὸν ὑγρὸν καὶ διαλελυμένον διεκρούσατο βίον, τῶν νῦν τὰς κορυφὰς τῶν ὁρῶν κατειληφότων μοναχῶν ἀκριβέστερον ζῶν. Οὔτε γὰρ οἰκία ἦν αὐτῷ, ἀλλ’ ἡ σκιὰ τῶν φύλλων ὄροφος ἦν τῷ δικαίῳ καὶ στέγη· οὐδέ, ἐπειδὴ ξένος ἦν, ῥᾳθυμότερος περὶ τὴν φιλοξενίαν ἐγένετο, ἀλλ’ ὁ ξένος ἐν ξένῃ ἔργον τοῦτο ἐποίει, τὸ διηνεκῶς ἐν μεσημβρίᾳ μέσῃ τοὺς παριόντας ὑποδέχεσθαι καὶ θεραπεύειν. Καὶ δι’ ἑαυτοῦ τὸ ἔργον ἅπαν ἤνυε, καὶ τὴν γυναῖκα κοινωνὸν ἐποίει τῆς καλῆς ταύτης πραγματείας. Τὶ δὲ ὑπὲρ τοῦ ἀδελφιδοῦ, καὶ ταῦτα οὐ καθηκόντως αὐτῷ χρησαμένου, ἀλλὰ τοῖς πρωτείοις ἐπιπηδήσαντος, οὐκ ἐποίησε, καὶ ταῦτα μετὰ τὴν αἵρεσιν τῆς ἐκλογῆς; Οὐχὶ τὸ αἷμα ἐξέχεεν; Οὐχὶ τοὺς οἰκέτας ἅπαντας ὥπλισεν; Οὐκ εἰς φανερὸν κίνδυνον ἑαυτὸν ἐνέβαλεν; Ὅτε δὲ ἐκελεύσθη τὴν μὲν οἰκίαν ἀφεῖναι, εἰς δὲ τὴν ἀλλοτρίαν ἀπελθεῖν, οὐκ εὐθέως ὑπήκουσε, καὶ πατρίδα καὶ φίλους καὶ συγγενεῖς καὶ πάντας ἀφείς, καὶ τῷ προστάγματι πεισθεὶς τοῦ κελεύσαντος, τὰ μὲν δῆλα καταλιμπάνων, τοῖς δὲ ἀδήλοις πολλῷ σαφέστερον ἢ τοῖς δήλοις προσέχων, διὰ τὴν ὑπόσχεσιν τοῦ Θεοῦ, ὅπερ ἦν πίστεως ἐπιτεταμένης; Μετὰ δὲ ταῦτα πάντα οὐ, λιμοῦ καταλαβόντος, πάλιν μετανάστης ἐγίνετο, καὶ οὐκ ἐθορυβεῖτο, οὐδὲ ἐταράττετο, ἀλλὰ τὴν αὐτὴν ὑπακοὴν καὶ φιλοσοφίαν καὶ ὑπομονὴν ἐπεδείκνυτο, καὶ κατῄει εἰς Αἴγυπτον, καὶ ὑπακούσας τῷ Θεῷ τοιαῦτα κελεύοντι ἀφῃρέθη τὴν γυναῖκα, καὶ καθυβριζομένην ἑώρα, τὸ γε ἧκον εἰς τὸν Αἰγύπτιον, καὶ θανάτου χαλεπώτερα ὑπέμενεν ἐν τοῖς καιριωτάτοις πληττόμενος; Τὶ γὰρ βαρύτερον ἦν, εἰπὲ μοι, τοῦ γυναῖκα νόμῳ γάμου συναφθεῖσαν αὐτῷ, μετὰ τοσαῦτα κατορθώματα ὁρᾷν ὑπὸ βαρβαρικῆς ἀκολασίας ἁρπαζομένην, εἰσαγομένην ἔνδον εἰς τὰς βασιλικὰς αὐλάς, καθυβριζομένην; Εἰ γὰρ καὶ μὴ τὸ ἔργον ἐξῆλθεν, ἀλλ’ αὐτὸς τοῦτο προσεδόκησε, καὶ πάντα ἔφερε γενναίως, καὶ οὔτε αἱ συμφοραὶ αὐτὸν ὑπεσκέλισαν, οὔτε αἱ εὐημερίαι ἐφύσησαν· ἀλλ’ ἐν τῇ τῶν καιρῶν διαφορᾷ ἴσην τὴν ἑαυτοῦ γνώμην διεφύλαττε. Τὶ δέ, ὅτε αὐτῷ τὸν υἱὸν ἐπηγγείλατο, οὐχὶ μυρία τὰ κωλύματα ἦν, τὰ ἀπὸ τῶν λογισμῶν; Καὶ πάντα ἐκεῖνα κατευνάσας, καὶ τὸν ἐκείνων θόρυβον ἀνελών, ἀπὸ τῆς πίστεως διέλαμψεν; Ὅτε δὲ αὐτὸν καθιερῶσαι ἐκελεύσθη, οὐχὶ μετὰ πολλοῦ τοῦ τάχους, ὡσανεὶ μέλλων εἰς παστάδας ἄγειν καὶ νυμφαγωγεῖν, οὕτως αὐτὸν ἀνήγαγε; Καὶ αὐτῆς τῆς φύσεως σχεδὸν ἐξελθών, καὶ τοῦ ἄνθρωπος εἶναι ἀπαλλαγείς, καὶ θυσίαν ἀνέφερε καινὴν τινα καὶ παράδοξον, καὶ μόνος τὸν ἆθλον ἤθλησε τοῦτον, οὐ γυναικί, οὐκ οἰκέτῃ, οὐκ ἄλλῳ τινὶ τῶν μετ’ αὐτοῦ κοινωσάμενος; ᾜδει γάρ, ᾔδει σαφῶς τοῦ σκοπέλου τὸ ὑψηλόν, τοῦ ἐπιτάγματος τὸν ὄγκον, τοῦ ἀγῶνος τὸ μέγεθος· διὸ μόνος αὐτὸς τὸν δρόμον ἀνεδέξατο τοῦτον, καὶ ἔτρεχε, καὶ ἠγωνίζετο, καὶ ἐστεφανοῦτο, καὶ ἀνεκηρύττετο. Ποῖος ταῦτα αὐτὸν ἱερεὺς ἐδίδαξε; Ποῖος δὲ διδάσκαλος; Ποῖος προφήτης; Οὐδὲ εἷς· ἀλλ’ ἐπειδὴ εὐγνώμονα εἶχε ψυχήν, ἤρκεσεν αὐτῷ πρὸς ἅπαντα. Τὶ δὲ ὁ Νῶε; Ποῖον ἔσχεν ἱερέα; Ποῖον διδάσκαλον; Ποῖον καθηγητήν; Ὅτε μόνος, τῆς οἰκουμένης ἁπάσης διαφθαρείσης ἐν πονηρίᾳ, τὴν ἐναντίαν ἦλθεν ὁδόν, καὶ τὴν ἀρετὴν διετήρησε, καὶ οὕτω διέλαμψεν, ὡς ἐν τῷ ναυαγίῳ τῆς οἰκουμένης αὐτὸν τε διασωθῆναι, καὶ ἑτέρους διὰ τὴν περιουσίαν τῆς οἰκείας ἀρετῆς τῶν ἐπηρτημένων ἐξαρπάσαι κινδύνων; Πόθεν δίκαιος ἐγένετο; Πόθεν τέλειος; Ποῖον ἱερέα καὶ οὗτος ἢ διδάσκαλον ἐσχηκώς; Οὐδεὶς ἂν εἰπεῖν ἔχοι. Ὁ δὲ υἱὸς ὁ τούτου, καίτοι ἔνδον ἔχων τὸν διδάσκαλον διηνεκῶς, τοῦ πατρὸς τὴν ἀρετήν, καὶ νουθεσίας ἀπολαύων, καὶ τῆς διὰ ῥημάτων, καὶ τῆς διὰ τῶν ἔργων, καὶ τὴν ἀπὸ τῶν πραγμάτων ἔκβασιν ὁρῶν, καὶ τὴν ἀπὸ τῆς συμφορᾶς, καὶ τὴν ἀπὸ τῆς σωτηρίας παραίνεσιν, πονηρὸς περὶ τὸν φύντα ἐγένετο, καὶ ἐκωμῴδει τοῦ γεγεννηκότος τὴν γύμνωσιν, καὶ ἐξεπόμπευσεν. Ὁρᾷς ὅτι πανταχοῦ ψυχῆς χρεία εὐγνώμονος; Τὶ δὲ ὁ Ἰώβ, εἰπὲ μοι; Ποιῶν προφητῶν ἤκουσε; Ποίας διδασκαλίας ἀπήλαυσεν; Οὐδεμιᾶς. Ἀλλ’ ὅμως καὶ οὗτος οὐδενὸς τούτων τετυχηκώς, καὶ πᾶν ἀρετῆς εἶδος μετὰ πολλῆς ἐπεδείξατο τῆς ἀκριβείας. Καὶ γὰρ κοινὰ τὰ ὄντα τοῖς δεομένοις ἐκέκτητο, καὶ οὐχὶ τὰ ὄντα μόνον, ἀλλὰ καὶ αὐτὸ τὸ σῶμα. Τῇ μὲν γὰρ οἰκίᾳ τοὺς ὁδίτας ὑπεδέχετο, καὶ ἐκείνων μᾶλλον ἦν ἡ οἰκία, ἢ τοῦ κεκτημένου· τῇ δὲ τοῦ σώματος ἰσχύϊ τοῖς ἀδικουμένοις ἤμυνε, τῇ δὲ τῆς γλώττης συνέσει καὶ σοφίᾳ τοὺς ἐπηρεάζοντας ἐπεστόμιζε, καὶ τὴν εὐαγγελικὴν πολιτείαν διὰ πάντων διαλάμπουσαν ἐπεδείκνυτο. Σκόπει δέ· «Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι», φησὶν ὁ Χριστός. Ταὐτὸ αὐτὸς διὰ τῶν ἔργων κατώρθωσεν. «Εἰ γὰρ ἐφαύλισα, φησί, κρίμα θεράποντος, ἢ θεραπαίνης, κρινομένων αὐτῶν πρὸς με. Τὶ γὰρ ποιήσω, ἐὰν ἐπίσκεψίν μου ποιήσῃ ὁ κύριος; Πότερον οὐχ ὡς ἐγὼ ἐγενόμην ἐν γαστρί, καὶ ἐκεῖνοι ἐγένοντο; Ἐγενόμεθα δὲ ἐν τῇ αὐτῇ κοιλίᾳ. Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν». Καὶ τὶ πραότερον ἐκείνου γέγονε, περὶ οὗ καὶ οἱ οἰκέται ἔλεγον· «Τὶς ἂν δώῃ ἡμῖν τῶν σαρκῶν αὐτοῦ ἐμπλησθῆναι»; Οὕτως ἦσαν αὐτοῦ σφοδροὶ ἐρασταί. «Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται». Ἀλλ’ οὐδὲ ταύτης ἄμοιρος ἦν τῆς ἀρετῆς. Ἄκουσον γοῦν τὶ φησιν· «Εἰ δὲ καὶ ἁμαρτὼν ἑκουσίως, διετράπην πολυοχλίαν λαοῦ, τοῦ μὴ ἐξαγορεῦσαι τὴν ἀνομίαν μου». Ὁ δὲ οὕτω διακείμενος, εὔδηλον ὅτι αὐτὴν ἐπένθει μετὰ πολλῆς τῆς ὑπερβολῆς. «Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην». Ὅρα καὶ τοῦτο μεθ’ ὑπερβολῆς αὐτῷ κατωρθωμένον. «Συνέτριψα, φησί, μύλας ἀδίκων, καὶ ἐκ μέσου ὀδόντων αὐτῶν ἅρπαγμα ἐξέσπασα, δικαιοσύνην δὲ ἐνδεδύκειν, ἠμφιασάμην δὲ κρίμα ἴσα διπλοΐδι. Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται». Οὗτος δὲ οὐκ ἐν χρήμασι μόνον ἐλεήμων ἦν, οὐδὲ ἐν τῷ ἐνδύειν τοὺς γυμνούς, καὶ τρέφειν τοὺς πεινῶντας, καὶ χηρείαν διορθοῦν, καὶ ὀρφανίαν περιστέλλειν, καὶ πηρώματα φύσεως παραμυθεῖσθαι, ἀλλὰ καὶ ἐν αὐτῇ τῇ συμπαθείᾳ τῆς ψυχῆς. «Ἐγὼ γάρ, φησίν, ἐπὶ παντὶ ἀδυνάτῳ ἔκλαυσα, καὶ ἐστέναξα ἰδὼν ἄνδρα ἐν ἀνάγκαις». Καθάπερ γὰρ κοινὸς ὢν ἁπάντων πατήρ, οὕτω τὰς ἑκάστου συμφορᾶς, τὰς μὲν διώρθου, τὰς δὲ ἐθρήνει, καὶ διὰ ῥημάτων, καὶ διὰ πραγμάτων, καὶ διὰ συμπαθείας, καὶ δακρύων, καὶ διὰ παντὸς τρόπου τοὺς ἐν συμφοραῖς ἀνέχων, καὶ κοινὸς τις ἁπάντων λιμὴν γινόμενος. «Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται». Καὶ τοῦτο οὐχ ὡς ἔτυχεν αὐτῷ κατώρθωτο. Ἄκουσον γοῦν τοῦ Θεοῦ μαρτυροῦντος αὐτῷ· «Οὐκ ἔστιν ἄνθρωπος ὅμοιος αὐτοῦ τῶν ἐπὶ τῆς γῆς, ἄνθρωπος ἄμεμπτος, δίκαιος, ἀληθινός, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος». «Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν». Καὶ ἐντεῦθεν πολλὴν τῶν ἀγώνων καὶ τῶν βραβείων τὴν δαψίλειαν ἐποιήσατο. Οὐ γὰρ δι’ ἀνθρώπων ἠλαύνετο, ἀλλ’ αὐτὸς ὁ ἀρχέκακος δαίμων ἐπιθέμενος, καὶ πάντα αὐτοῦ τὰ μηχανήματα κινήσας, οὕτως ἦλθεν ἐπ’ αὐτόν, ἀπελάσασα αὐτὸν καὶ οἰκίας καὶ πατρίδος, καὶ εἰς τὴν κοπρίαν ἐξαγαγών, χρημάτων ἐκβαλὼν πάντων, κτημάτων, παίδων, αὐτῆς τοῦ σώματος τῆς ὑγιείας, καὶ λιμῷ παραδοὺς χαλεπωτάτω· μετὰ δὲ ἐκείνου καὶ τῶν φίλων τινές, οὐχ ὡς ἔτυχεν, ἥλλοντο καὶ ἀνέξαινον αὐτοῦ τῆς ψυχῆς τὰ ἕλκη. «Μακάριοι ἐστι, ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ’ ὑμῶν ψευδόμενοι, ἕνεκεν ἐμοί. Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς». Ἀλλὰ καὶ τοῦτον μετὰ πολλῆς τῆς ἀφθονίας ἐκαρπώσατο τὸν μακαρισμόν. Καὶ γὰρ καὶ οἱ παρόντες αὐτῷ τότε διέβαλλον αὐτόν, ἐλάττονα ὧν ἐπλημμέλησε λέγοντες αὐτὸν τετιμωρῆσθαι, μακρὰς κατηγορίας ἀποτείνοντες κατ’ αὐτοῦ, καὶ λόγους ψευδεῖς καὶ συκοφαντίας γέμοντας. Ἀλλ’ ὅμως καὶ τούτους αὐτοὺς μέλλοντας κινδυνεύειν ἐξήρπασε τῆς θεηλάτου πληγῆς, ὑπὲρ οὐδενὸς τῶν εἰρημένων μνησικακήσας αὐτοῖς. Καὶ ἐνταῦθα πάλιν ἐκεῖνο ἐπλήρου τὸ παράγγελμα, τό· «Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, εὔχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς». Καὶ γὰρ ἠγάπησε καὶ ηὔξατο ὑπὲρ αὐτῶν, καὶ τὴν ὀργὴν τοῦ Θεοῦ ἀνεῖλε, καὶ τὴν ἁμαρτίαν αὐτῶν ἔλυσε· καίτοι μὴ προφητῶν, μὴ εὐαγγελιστῶν, μὴ ἱερέων, μὴ διδασκάλου, μὴ ἄλλου τινὸς ἀκούσας ὑπὲρ ἀρετῆς συμβουλεύοντος. Ὁρᾷς ἡλίκον ἐστὶ γενναῖα ψυχή, καὶ πῶς ἀρκεῖ πρὸς ἀρετὴν τὴν ἑαυτῇ, κἂν μηδεμιᾶς ἐπιμελείας ἀπολαύῃ; Καίτοι γε προγόνους οὐ μόνον χρηστοὺς οὐκ ἔσχεν, ἀλλὰ καὶ πολλὴν κακίαν ἐπιδειξαμένους. Περὶ γοῦν τοῦ προγόνου αὐτοῦ φησιν ὁ Παῦλος· «Μὴ τις πόρνος ἢ βέβηλος, ὡς Ἠσαῦ, ὃ ἀντὶ βρώσεως μιᾶς ἀπέδοτο τὰ πρωτοτόκια».

ιδ’. Τὶ δέ, ἐπὶ τῶν ἀποστόλων, εἰπὲ μοι, οὐ μυρία τοιαῦτα ἐγίνετο; Ἄκουσον γοῦν τὶ φησιν ὁ Παῦλος· «Οἶδας τοῦτο, ὅτι ἀπεστράφησαν με πάντες οἱ ἐν τῇ ἀσίᾳ, ὧν ἐστι Φύγελλος καὶ Ἑρμογένης». Οὐ δεσμωτήρια ᾤκουν οἱ διδάσκαλοι; Οὐχ ἁλύσεις περιέκειντο; Οὐ παρὰ τῶν οἰκείων, οὐ παρὰ τῶν ἀλλοτρίων τὰ ἔσχατα ἔπασχον κακά; Οὐ μετ’ ἐκείνους ἀντ’ ἐκείνων λύκοι βαρεῖς εἰσῄεσαν εἰς τὰ ποίμνια; Οὐχὶ ταῦτα προὔλεγεν ὁ Παῦλος Ἐφεσίοις εἰς Μίλητον αὐτοὺς μεταπεμψάμενος; «Ἐγὼ γὰρ οἶδα, φησίν, ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς, μὴ φειδόμενοι τοῦ ποιμνίου. Καὶ ἐξ ὑμῶν δὲ αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα, τοῦ ἀποσπᾶν τοὺς μαθητὰς ὀπίσω αὐτῶν». Οὐ χαλκότυπος ἀνὴρ Ἀλέξανδρος μυρία παρέσχεν αὐτῷ πράγματα, πανταχόθεν ἐλαύνων, πολέμων, πυκτεύων, καὶ εἰς τοσαύτην αὐτὸν κατέστησεν ἀγωνίαν, ὡς καὶ τῷ μαθητῇ παραγγεῖλαι καὶ εἰπεῖν· «Ὃν καὶ σὺ φυλάσσου· λίαν γὰρ ἀνθέστηκε τοῖς ἡμετέροις λόγοις»; Οὐχ ὁλόκληρον ἔθνος τῶν Γαλατῶν ὑπὸ τινων ψευδαδέλφων διεφθάρη, καὶ πρὸς ἰουδαϊσμὸν ηὐτομόλησεν; Οὐκ ἐν προοιμίοις τοῦ κηρύγματος ὁ Στέφανος ὑπὲρ τοὺς ποταμοὺς ῥέων Ἄκαι πάντας ἐπιστομίζων, ὁ τὰς ἀναισχύντους ἀποφράττων Ἰουδαίων γλώττας, ᾧ οὐδεὶς ἀντιστῆναι ἠδύνατο, ὁ πάντα συγχὺς τὰ Ἰουδαϊκά, ὁ λαμπρὸν στήσας τρόπαιον καὶ νίκην περιφανῆ, ὁ γενναῖος οὗτος, καὶ σοφός, καὶ χάριτος πεπληρωμένος, καὶ τοσαύτην Ἐκκλησίαν ὠφελῶν, οὐδὲ πολὺν χρόνον ποιήσας ἐν τῷ κηρύγματι, ἀθρόον ἡρπάγη, καὶ ὡς βλάσφημος κατεδικάζετο καὶ κατελεύετο; Τὶ δαὶ Ἰάκωβος; Οὐκ ἐν ἀρχῇ καὶ αὐτὸς καὶ ἐξ αὐτῆς, ὡς εἰπεῖν, βαλβῖδος ἀνεσπάσθη, καὶ ἀποτμηθεὶς εἰς χάριν τῶν Ἰουδαίων ὑπὸ Ἡρώδου, οὕτω τὸν βίον κατέλυσε, στῦλος τοιοῦτος καὶ ἑδραίωμα τηλικοῦτον τῆς ἀληθείας; Πόσοι τότε ἐσκανδαλίζοντο γινομένων τούτων; Ἀλλ’ οἱ ἑστεῶτες ἵσταντο, καὶ μειζόνως ἵσταντο. Ἄκουσον γοῦν τὶ φησιν ὁ Παῦλος Φιλιππησίοις ἐπιστέλλων· «Γινώσκειν δὲ ἡμᾶς βούλομαι, ἀδελφοί, ὅτι τὰ κατ’ ἐμὲ μᾶλλον εἰς προκοπὴν τοῦ Εὐαγγελίου ἐλήλυθεν, ὥστε τοὺς πλείονας τῶν ἀδελφῶν ἐν Κυρίῳ, πεποιθότας τοῖς δεσμοῖς μου, περισσοτέρως τόλμαν ἀφόβως τὸν λόγον τοῦ Θεοῦ λαλεῖν». Εἶδες ἀνδρείαν; Εἶδες παῤῥησίαν; Εἶδες εὐτονίαν ψυχῆς; Εἶδες φιλόσοφον γνώμην; Ἑώρων τὸν διδάσκαλον ἐν δεσμωτηρίῳ καὶ ἁλύσει συγκεκλεισμένον, ἀγχόμενον, παιόμενον, καὶ μυρία πάσχοντα δεινά, καὶ οὐ μόνον οὐκ ἐσκανδαλίζοντο, οὐδὲ ἐθορυβοῦντο, ἀλλὰ καὶ μείζονα προθυμίαν ἐκτῶντο, καὶ πλείονα προκοπὴν εἰς τοὺς ἀγῶνας ἐλάμβανον τοῦ διδασκάλου τοῖς παθήμασιν. Ἀλλὰ καὶ ὑπεσύροντο, φησίν, ἕτεροι. Οὐδὲ ἐγὼ πρὸς τοῦτο ἀντιλέγω· καὶ γὰρ εἰκὸς πολλὸς καὶ ὑποσύρεσθαι, γινομένων τούτων· ἀλλ’, ὃ πολλάκις εἶπον, καὶ λέγων οὐ παύσομαι, τοῦτο καὶ νῦν ἐρῶ· ἑαυτοῖς δίκαιοι τοῦτο ἂν εἶεν λογίζεσθαι οὗτοι, οὐ τῇ τῶν πραγμάτων φύσει. Καὶ γὰρ ἀπίων ὁ Χριστὸς ἐντεῦθεν ταύτην κατέλιπεν ἡμῖν τὴν κληρονομίαν, λέγων, «Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε»· καί, «Ἐπὶ ἡγεμόνας καὶ βασιλέας ἀχθήσεσθε»· καί, «Ἔσται καιρός, ὅτε πᾶς ὁ ἀποκτείνας ὑμᾶς, δόξει λατρείαν προσφέρειν τῷ Θεῷ». Ὥστε περιττῶς μοι τοὺς σκανδαλιζομένους πανταχοῦ προφέρεις· ἀεὶ γὰρ ταῦτα συνέβαινε. Καὶ τὶ λέγω τὰ τῶν ἀποστόλων; Πόσοι τῷ σταυρῷ αὐτοῦ τοῦ κοινοῦ πάντων ἡμῶν Δεσπότου ἐσκανδαλίσθησαν, καὶ παρανομώτεροι καὶ θρασύτεροι μᾶλλον ἐγένοντο, καὶ παριόντες ἐκωμῴδουν αὐτόν, λέγοντες, «Ὁ καταλύων τὸν ναόν, καὶ ἐν τρισὶν ἡμέραις ἐγείρων αὐτόν, ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι; Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσομεν εἰς σέ». Ἀλλ’ ὅμως οὐκ ἂν ἔχοιεν ἀπολογίαν οὗτοι διὰ τὸν σταυρόν. Ὁ γὰρ λῃστὴς ἁπάντων κατηγορεῖ τῶν τοιούτων. Καὶ γὰρ κεῖ καὶ ἐκεῖνος ἐσταυρωμένον εἶδεν ἄνω, καὶ οὐ μόνον οὐκ ἐσκανδαλίσθη, ἀλλὰ καὶ ἐντεῦθεν μείζονα ὑπόθεσιν ἔλαβεν, εἰς τὸ φιλοσοφῆσαι, καὶ πάντα ὑπερβὰς τὰ ἀνθρώπινα, καὶ τῷ πτερῷ τῆς πίστεως κουφισθείς, περὶ τῶν μελλόντων ἐφιλοσόφει. Ὁρῶν γὰρ ἀνεσκολοπισμένον, μεμαστιγωμένον, ὑβριζόμενον, χολὴν ποτιζόμενον, ἐμπτυόμενον, ὑπὸ δήμου τοσούτου χλευαζόμενον, ὑπὸ δικαστηρίου κατακριθέντα, τὴν ἐπὶ θάνατον ἀπαχθέντα, οὐδενὶ τούτων ἐσκανδαλίσθη· ἀλλ’ ὁρῶν σταυρὸν καὶ ἥλους ἐμπεπηγότας, καὶ κωμῳδίαν τοσαύτην γινομένην ὑπὸ τοῦ πλήθους τοῦ διεφθαρμένου, τὴν ὀρθὴν ὁδὸν αὐτὸς ἐβάδισε λέγων, «Μνήσθητί μου ἐν τῇ βασιλείᾳ σου»· καὶ τὸν κατηγοροῦντα ἐπεστόμιζε, καὶ τὰ οἰκεῖα ἁμαρτήματα ἐξωμολογεῖτο, καὶ περὶ ἀναστάσεως ἐφιλοσόφει· καὶ ταῦτα οὐ νεκροὺς ἰδὼν ἐγειρομένους, οὐ λεπροὺς καθαιρομένους, οὐ χωλοὺς διορθουμένους, οὐ θάλατταν χαλινουμένην, οὐ δαίμονας ἐλαυνομένους, οὐκ ἄρτους πηγάζοντας, οὐ τὰ ἀλλά, ἅπερ ἐθεάσατο τῶν Ἰουδαίων ὁ δῆμος, καὶ θεασάμενος ἐσταύρωσεν. Ἀλλ’ οὗτος μὲν ἀνεσκολοπισμένον ἰδὼν καὶ ὡμολόγησε Θεόν, καὶ βασιλείας ἐμνημόνευσε, καὶ περὶ τῶν μελλόντων ἐφιλοσόφησεν· ἐκεῖνοι δὲ θαυματουργοῦντα θεασάμενοι, καὶ τῆς διὰ λόγων, καὶ τῆς διὰ πραγμάτων ἀπολαύσαντες διδασκαλίας, οὐ μόνον οὐδὲν ἀπώναντο, ἀλλὰ καὶ εἰς τὸ ἔσχατον βάραθρον τῆς ἀπωλείας κατηνέχθησαν, ἐπὶ τὸν σταυρὸν αὐτὸν ἀναβιβάσαντες. Ὁρᾷς ὅτι οἱ μὲν ἀγνώμονες καὶ ἠμελημένοι, οὐδὲ ἀπὸ τῶν ὠφελούντων κερδαίνουσιν· οἱ δὲ εὐγνώμονες καὶ νήφοντες, ἀφ’ ὧν ἕτεροι σκανδαλίζονται, ἀπὸ τούτων τὰ μέγιστα ὠφελοῦνται; Τοῦτο καὶ ἐπὶ τοῦ Ἰούδα, καὶ ἐπὶ τοῦ Ἰὼβ ἔστιν ἰδεῖν. Ὁ μὲν γὰρ Ἰούδας οὐδὲ ἀπὸ τοῦ Χριστοῦ τοῦ τὴν οἰκουμένην διορθώσαντος ἐσώθη· ὁ δὲ Ἰὼβ οὐδὲ ἀπὸ τοῦ διαβόλου τοῦ τοσούτους ἀπολέσαντος ἐβλάβη. Ἀλλ’ ὁ μὲν μυρία πάσχων κακά, ἐστεφανοῦτο· ἐκεῖνος δέ, ὁ σημεῖα θεασάμενος, καὶ αὐτὸς ποιήσας, ὁ νεκροὺς ἐγείρας καὶ δαίμονας ἐλάσας (καὶ γὰρ καὶ αὐτὸς ταύτην εἴληφε τὴν ἐξουσίαν), ὁ μυρία πὲρ βασιλείας καὶ γεέννης ἀκούσας, ὁ τραπέζης κοινωνήσας μυστικῆς, ὁ δείπνου μετασχὼν φρικωδεστάτου, καὶ τοσαύτης ἀπολαύσας εὐνοίας καὶ προνοίας, ὅσης Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης, μᾶλλον δὲ καὶ πολλῷ πλείονος· μετὰ γὰρ τῆς ἄλλης ἐπιμελείας καὶ τῆς συγκαταβάσεως, ἧς μετέσχε πολλῆς, καὶ τὰ χρήματα τῶν πενήτων ἐγχειρισθεὶς ἦν· τότε οὗτος μετὰ τοσαῦτα ἐξεβακχεύθη, καὶ τὸν σατανᾶν ὑποδεξάμενος διὰ τῆς φιλαργυρίας, εἰς τὴν ἑαυτοῦ διάνοιαν ἐγένετο αἷμα τοιοῦτον πωλήσας τριάκοντα ἀργυρίων, καὶ φιλήματι δολίῳ προδοὺς τὸν Δεσπότην. Ποσοῦ οἴει καὶ ἐν τούτῳ σκανδαλισθῆναι, τῷ παρὰ τοῦ μαθητοῦ γενέσθαι τὴν προδοσίαν; Τὶ δαὶ ὁ τῆς ἐρήμου πολίτης, ὁ τῆς στείρας καρπός, ὁ τοῦ Ζαχαρίου παῖς, ὁ τὴν ἁγίαν ἐκείνην καὶ φρικώδη καταξιωθεὶς βάπτισαι κεφαλήν, καὶ γενέσθαι πρόδρομος τοῦ οἰκείου Δεσπότου, ὅτε δεσμωτήριον ᾤκει, ὅτε ἐπετέμνετο καὶ πορνικῆς ὀρχήσεως σφαγὴ μισθὸς ἐγίνετο, πόσους οἴει σκανδαλίζεσθαι τότε; Καὶ τὶ λέγω τότε; Πόσοι νῦν μετὰ χρόνον τοσοῦτον ταῦτα ἀκούοντες σκανδαλίζονται; Καὶ τὶ λέγω τὸν Ἰωάννην, καὶ τὸ δεσμωτήριον, καὶ τὴν σφαγὴν ἐκείνην, καὶ περὶ τοὺς οἰκέτας ἀναστρέφομαι, δέον πάλιν ἐπὶ τὸν Δεσπότην καταφυγεῖν;

ιε’. Ὁ γὰρ σταυρὸς τοῦ Χριστοῦ, ὁ τὴν οἰκουμένην ὀρθώσας, ὁ τὴν πλάνην λύσας, ὁ τὴν γῆν ποιήσας οὐρανόν, ὁ τοῦ θανάτου τὰ νεῦρα ἐκκόψας, ὁ τὸν ᾅδην ἄχρηστον ἐργασάμενος, ὁ τοῦ διαβόλου τὴν ἀκρόπολιν καταλύσας, ὁ τοὺς δαίμονας ἐπιστομίσας, ὁ τοὺς ἀνθρώπους ἀγγέλους ποιήσας, ὁ βωμοὺς καταλύσας καὶ ναοὺς ἀνατρέψας, ὁ τὴν καινὴν ταύτην καὶ ξένην φιλοσοφίαν εἰς τὴν γῆν καταφυτεύσας, ὁ μυρία ἐργασάμενος ἀγαθά, τὰ φρικώδη ταῦτα καὶ μεγάλα καὶ ὑψηλά, οὐχὶ σκάνδαλον πολλοῖς γέγονεν; Οὐχὶ Παῦλος βοᾷ, καθ’ ἑκάστην ἡμέραν λέγων, καὶ οὐκ αἰσχύνεται· «Ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρίαν»; Τὶ οὖν, εἰπὲ μοί; Οὐκ ἐχρῆν γενέσθαι τὸν σταυρόν, οὐδὲ τὴν φρικώδη ἐκείνη ἀνενεχθῆναι θυσίαν, οὐδὲ τοσαῦτα τελεσθῆναι κατορθώματα, ἐπειδὴ σκάνδαλον ἐγένετο τοῖς ἀπολλυμένοις τὸ πρᾶγμα καὶ τότε, καὶ μετὰ ταῦτα, καὶ παρὰ πάντα τὸν χρόνον; Καὶ τὶς οὕτω μαινόμενος, τὶς οὕτως ἐξεστηκώς, ὡς τοῦτο εἰπεῖν; Ὥσπερ οὖν ἐνταῦθα οὐ τοὺς σκανδαλιζομένους δεῖ λογίζεσθαι, καίτοι τοσούτους ὄντας, ἀλλὰ τοὺς σωθέντας, τοὺς κατορθώσαντας, τοὺς ἀπολαύσαντας τῆς τοσαύτης σοφίας· καὶ οὐ χρὴ λέγειν, Τὶ δὲ πρὸς τοὺς σκανδαλισθέντας; Ἑαυτοῖς γὰρ ἂν εἶεν ἐκεῖνοι δίκαιοι λογίζεσθαι· οὕτω δὴ οὐδὲ νῦν. Τὸ γὰρ σκάνδαλον οὐ παρὰ τὴν φύσιν τοῦ σταυροῦ γέγονεν, ἀλλὰ παρὰ τὴν ἄνοιαν τῶν σκανδαλιζομένων· διὸ καὶ ἐπάγει ὁ Παῦλος, «Αὐτοῖς δὲ τοῖς κλητοῖς, Ἰουδαίοις τε καὶ Ἕλλησι, Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν»· ἐπεὶ καὶ ὁ ἥλιος βλάπτει τοὺς ἀσθενεῖς τῶν ὀφθαλμῶν. Τὶ οὖν; Ἔδει γενέσθαι τὸν ἥλιον; Καὶ τὸ μέλι πικρὸν τοῖς νοσοῦσι φαίνεται. Τὶ οὖν; Ἀφανισθῆναι ἔδει τοῦτο ἐκ τοῦ μέσου; Αὐτοὶ δὲ οἱ ἀπόστολοι, οὐχὶ τοῖς μὲν ὀσμὴ θανάτου εἰς θάνατον ἦσαν, τοῖς δὲ ὀσμὴ ζωῆς εἰς ζωήν; Διὰ τοὺς ἀπολλυμένους οὖν οὐκ ἔδει τοὺς ζῶντας ἀπολαῦσαι τῆς τοσαύτης κηδεμονίας; Αὕτη δὲ ἡ παρουσία τοῦ Χριστοῦ, ἡ σωτηρία ἡ ἡμέτερα, ἡ πηγὴ τῶν ἀγαθῶν, ἡ ζωή, τὰ μυρία καλά, πόσους ἐβάρησε, πόσους ἀπολογίας ἀπεστέρησε καὶ συγγνώμης; Οὐκ ἀκούεις τὶ φησι περὶ τῶν Ἰουδαίων ὁ Χριστός; «Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν». Τὶ οὖν; Ἐπειδὴ ἀναπολόγητα αὐτοῖς γέγονε μετὰ τὴν παρουσίαν τὰ ἁμαρτήματα, οὐκ ἔδει αὐτὸν παραγενέσθαι δι’ ἐκείνους τοὺς κακῶς τῷ καλῷ χρησαμένους;Καὶ τὶς ἂν ταῦτα εἴποι; Οὐδεὶς οὐδὲ τῶν σφόδρα ἐξεστηκότων. Τὶ δαί, ἀπὸ τῶν Γραφῶν, εἰπὲ μοι, πόσοι ἐσκανδαλίσθησαν; Πόσαι αἱρέσεις ἐντεῦθεν ἔτεκον ἑαυταῖς προφάσεις; Ἐξαλειφθῆναι οὖν ἔδει τὰς Γραφὰς διὰ τοὺς σκανδαλισθέντας, ἢ μηδὲ τὴν ἀρχὴν δοθῆναι; Οὐδαμῶς· ἀλλὰ καὶ σφόδρα δοθῆναι διὰ τοὺς μέλλοντας καρποῦσθαι τὴν ἀπ’ αὐτῶν ὠφέλειαν. Ἐκεῖνοι μὲν γὰρ (πάλιν οὐ παύσομαι τὰ αὐτὰ λέγων) ἑαυτοῖς λογιζέσθωσαν τὰ σκάνδαλα· οἱ μὲν μέλλοντες ἐξ αὐτῶν τὰ μέγιστα ὠφελεῖσθαι, οὐ τὴν τυχοῦσαν ὑπέμειναν ἂν ζημίαν, εἰ διὰ τὴν ἑτέρων ἀγνωμοσύνην καὶ ῥαθυμίαν αὐτοὶ μέλλοντες κερδαίνειν τῷ λαβεῖν αὐτάς, ἀπεστερήθησαν τῆς τοιαύτης ὠφελείας. Μὴ τοίνυν μοι λέγε τοὺς ἀπολλυμένους· ὅπερ γὰρ καὶ ἐν τῷ ἔμπροσθεν εἶπον λόγῳ, οὐδεὶς τῶν ἑαυτοῖς μὴ ἀδικούντων παρ’ ἑτέρων ἀδικεῖταί ποτε, κἂν εἰς αὐτὸ τὸ ζῆν κινδυνεύῃ.

ιϚ’. Τὶ γὰρ ὁ Ἄβελ ἐβλάβη, εἰπὲ μοι, ὑπὸ ἀδελφικῆς κατενεχθεὶς δεξιᾶς, καὶ ἄωρον καὶ βίαιον ὑπομείνας θάνατον; Ἀλλ’ οὐχὶ μᾶλλον ἐκέρδανε, λαμπρότερον ἀναδησάμενος στέφανον; Τὶ δὲ ὁ Ἰακώβ, ὁ τοσαῦτα παθῶν παρὰ τοῦ ἀδελφοῦ, καὶ ἄπολις, καὶ φυγάς, καὶ μετανάστης, καὶ δοῦλος γενόμενος, καὶ εἰς ἔσχατον λιμὸν κατενεχθείς; Τὶ δαὶ ὁ Ἰωσήφ, ὁμοίως καὶ αὐτὸς ἄπολις, ἄοικος, καὶ αἰχμάλωτος, καὶ δοῦλος, καὶ δεσμώτης γεγονώς, καὶ περὶ τῶν ἐσχάτων κινδυνεύσας, καὶ ἐν τῇ οἰκείᾳ καὶ ἐν τῇ ἀλλοτρίᾳ, καὶ τοιαύτας ὑπομείνας διαβολάς; Τὶ δαὶ ὁ Μωϋσῆς ὑπὸ τοσούτου δήμου μυριάκις καταλευσθείς, καὶ παρὰ τῶν εὐεργετηθέντων ἐπιβουλευθείς; Τὶ δαὶ οἱ προφῆται πάντες τοσαῦτα παρὰ τῶν Ἰουδαίων παθόντες κακά; Τὶ διὰ ὁ Ἰώβ, ὑπὸ τοῦ διαβόλου μυρίαις μηχαναῖς πολεμηθείς; Τὶ δαὶ οἱ παῖδες οἱ τρεῖς; Τὶ δαὶ ὁ Δανιήλ, περὶ ζωῆς, περὶ ἐλευθερίας, περὶ τῶν ἐσχάτων κινδυνεύσας αὐτῶν; Τὶ δαὶ ὁ Ἠλίας ἐσχάτη πενίᾳ συζῶν, ἐλαυνόμενος, δραπετεύων, τὰς ἐρήμους οἴκων, φυγὰς ἀεὶ καὶ μετανάστης γινόμενος; Τὶ δαὶ ὁ Δαυΐδ, τοσαῦτα μὲν παρὰ τοῦ Σαούλ, τοσαῦτα δὲ ὕστερον παρὰ τοῦ ἰδοὺ παιδὸς παθῶν; Οὐχὶ μᾶλλον διέλαμψε, τὰ ἔσχατα πάσχων κακά, ἢ ὅτε εὐημερίας ἀπήλαυε; Τὶ δαὶ ὁ Ἰωάννης ἀποτμηθείς; Τὶ δαὶ οἱ ἀπόστολοι, οἱ μὲν ἀποτμηθέντες, οἱ δὲ ἑτέραις τιμωρίαις παραδοθέντες; Τὶ δάι οἱ μάρτυρες, οἱ δειναῖς βασάνοις τὴν ψυχὴν ἀποῤῥήξαντες; Οὐχὶ πάντες οὗτοι τότε μάλιστα ἔλαμψαν, ὅτε ἐπηρεάζοντο; Ὅτε ἐπεβουλεύοντο; Ὅτε τὰ ἔσχατα πάσχοντες γενναίως εἱστήκεισαν;

ιζ’. Τὸν δὲ κοινὸν ἡμῶν Δεσπότην διὰ τὰ ἀλλὰ πάντα ἀνυμνοῦντες, οὐ διὰ τοῦτο μάλιστα ἀνυμνοῦμεν, δοξάζοντες, ἐκπληττόμενοι διὰ τὸν σταυρόν, διὰ τὸν θάνατον ἐκεῖνον τὸν ἐπάρατον; Οὐ τοῦτο ἄνω καὶ κάτω σημεῖον ὁ Παῦλος ποιεῖται τῆς ἀγάπης αὐτοῦ τῆς περὶ ἡμᾶς, τὸ ἀποθανεῖν; Τὸ ὑπὲρ τοιούτων ἀποθανεῖν; Καὶ παρεὶς εἰπεῖν τὸν οὐρανόν, τὴν γῆν, τὴν θάλατταν, τὰ ἀλλὰ πάντα, ἅπερ ἐποίησεν ὁ Χριστὸς εἰς χρείαν ἡμῶν καὶ ἀνάπαυσιν, ἄνω καὶ κάτω περιστρέφει τὸν σταυρόν, λέγων· «Συνέστησε δὲ τὴν ἑαυτοῦ ἀγάπην ὁ Θεὸς εἰς ἡμᾶς, ὅτι, ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν, Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε»· καὶ ἐντεῦθεν ἡμῖν χρηστὰς ὑποτείνει τὰς ἐλπίδας, λέγων· «Εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντες σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ»; Οὐκ ἐπὶ τούτῳ μάλιστα καὶ αὐτὸς καλλωπίζεται, καὶ μέγα φρονεῖ, καὶ σκιρτᾷ, καὶ πέταται ὑπὸ τῆς ἡδονῆς, Γαλάταις γραφῶν οὕτως· «Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ»; Καὶ τὶ θαυμάζεις, εἰ Παῦλος ἐπὶ τούτῳ σκιρτᾷ καὶ πηδᾷ καὶ καλλωπίζεται; Αὐτὸς ὁ ταῦτα παθῶν, δόξαν τὸ πρᾶγμα καλεῖ. «Πάτερ γάρ, φησίν, ἐλήλυθεν ἡ ὥρα, δόξασόν σου τὸν Υἱόν». Καὶ ὁ μαθητὴς δὲ ὁ ταῦτα γράψας οὕτως ἔλεγεν· «Οὔπω γὰρ ἦν ἐν αὐτοῖς Πνεῦμα ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη», δόξαν καλῶν τὸν σταυρόν. Ὅτε δὲ αὐτοῦ τὴν ἀγάπην παραστῆσαι ἐβουλήθη, καὶ αὐτὸς τὶ εἶπε; Σημεῖα, θαύματα, τεράστιά τινα; Οὐδαμῶς, ἀλλὰ τὸν σταυρὸν εἰς μέσον φέρει, λέγων· «Οὕτως ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὅτι τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων ἐπ’ αὐτόν, μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον». Καὶ Παῦλος πάλιν· «Ὃς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται»; Καὶ εἰς ταπεινοφροσύνην δὲ ὅταν ἐναγῆ, ἐντεῦθεν κατασκευάζει τὴν παραίνεσιν, οὕτω λέγων· «Εἴ τὶς παράκλησις ἐν Χριστῷ, εἲ τὶ παραμύθιον ἀγάπης, εἲ τις κοινωνία Πνεύματος, εἲ τινα σπλάγχνα καὶ οἰκτιρμοί, πληρώσατέ μου τὴν χαράν, ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες σύμψυχοι, τὸ ἓν φρονοῦντες, μηδὲ κατ’ ἐριθείαν ἢ κενοδοξίαν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους προηγούμενοι ὑπερέχοντας ἑαυτῶν». Εἶτα εἰσάγων τὴν συμβουλήν, φησί· «Τοῦτο γὰρ φρονείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπου γενόμενος, καὶ ἐν σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτόν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ». Καὶ περὶ ἀγάπης δὲ πάλιν συμβουλεύων τοῦτο εἰς μέσον παράγει, «Ἀγαπᾶτε, λέγων, ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θύσιν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας». Καὶ γυναῖκας συνάπτων ἀνδράσιν εἰς ὁμόνοιαν, οὕτω λέγει· «Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας ἑαυτῶν, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν Ἐκκλησίαν, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ αὐτῆς». Καὶ αὐτὸς δὲ δεικνὺς πῶς αὐτῷ τὸ πρᾶγμα περισπούδαστον ἦν, καὶ πῶς σφόδρα ἦρα τοῦ πάθους, τὸν πρῶτον τῶν ἀποστόλων, τὴν κρηπῖδα τῆς Ἐκκλησίας, τὸν κορυφαῖον τοῦ χοροῦ τῶν μαθητῶν, καὶ ταῦτα ἐξ ἀγνοίας εἰπόντα, «Ἵλεώς σοι, Κύριε, οὐ μὴ ἔσται σοι τοῦτο», ἄκουσον τὶ ἐκάλεσεν· «Ὕπαγε ὀπίσω μου, σατανᾶ, σκάνδαλόν μου εἶ»· τῇ ὑπερβολῇ τῆς ὕβρεως τε καὶ καὶ τῆς ἐπιτιμήσεως τὴν πολλὴν περὶ τὸ πρᾶγμα αὐτοῦ σπουδὴν ἐνδεικνύμενος. Καὶ τὴν μὲν ἀνάστασιν λάθρα καὶ ἐν παραβύστω πεποίηκεν, ἐπιτρέπων αὐτῆς τὴν ἀπόδειξιν τῷ μετὰ ταῦτα χρόνῳ παντί· τὸν δὲ σταυρὸν ἐν μέσῃ τῇ πόλει, ἐν μέσῃ τῇ ἑορτῇ, ἐν μέσῳ τῷ δήμῳ τῶν Ἰουδαίων, ἑκατέρων τῶν δικαστηρίων παρόντων, Ῥωμαϊκῶν τε καὶ Ἰουδαϊκῶν, τῆς ἑορτῆς πάντας συναγούσης, ἐν ἡμέρᾳ μέσῃ, ἐν κοινῷ τῆς οἰκουμένης θεάτρῳ ὑπέμεινε. Καὶ ἐπειδὴ οἱ παρόντες μόνον ἑώρων τὸ γινόμενον, ἐπέταξε τῷ ἡλίῳ κρυβέντι πανταχοῦ τῆς οἰκουμένης ἀπαγγεῖλαι τὸ τόλμημα. Καίτοι πολλοῖς, ὅπερ ἔφθην εἰπών, σκάνδαλον τὸ πρᾶγμα ἐγίνετο· ἀλλ’ οὐ δεῖ τούτοις προσέχειν, ἀλλὰ τοῖς σῳζόμενοι, τοῖς κατωρθωκόσι. Καὶ τὶ θαυμάζεις, εἰ ἐν τῷ παρόντι βίῳ οὕτω λαμπρὸς ὁ σταυρὸς ὡς καὶ δόξαν αὐτὸν καλεῖσθαι Χριστόν, καὶ τὸν Παῦλον ἐπ’ αὐτῷ καυχᾶσθαι; Ἐν γὰρ ἐκείνῃ τῇ φοβερᾷ καὶ φρικώδει ἡμέρᾳ, ὅταν ἔλθῃ τὴν δόξαν ἐνδεικνύμενος τὴν ἑαυτοῦ, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ, ὅταν τὸ φοβερὸν παρῇ κριτήριον, ὅταν πᾶσα ἡ τῶν ἀνθρώπων παραστήκῃ φύσις, ὅταν ποταμοὶ καχλάζοντες, ὅταν ἀγγέλων δῆμοι καὶ τῶν ἄνω δυνάμεων ἀθρόον ἐκχέωνται κάτω μετ’ αὐτοῦ, ὅταν βραβεῖα τὰ μυρία ἐκεῖνα, ὅταν οἱ μὲν ὡς ἥλιος λάμπωσιν, οἱ δὲ ὡς ἀστέρες, ὅταν συμμορίαι μαρτύρων, ὅταν ἀποστόλων χοροί, ὅταν προφητῶν τάγματα, ὅταν γενναίων ἀνδρῶν σύλλογοι πάντες εἰς μέσον ἄγωνται, τότε δή, τότε ἐν ἐκείνῃ τῇ λαμπρότητι, ἐν ἐκείνῃ τῇ περιφανείᾳ, αὐτὸν ἔρχεται φέρων λαμπρὰς ἀφιέντα τὰς ἀκτῖνας. «Τότε γάρ, φησί, φανήσεται τὸ σημεῖον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ, καὶ ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, τὸ δὲ σημεῖον τοῦ σταυροῦ φανήσεται». Ὣ πάθους λαμπρότης, ὣ σταυροῦ φαιδρότης· ἥλιος σκοτίζεται, καὶ ἄστρα πίπτει ὥσπερ φύλλα, ὁ δὲ σταυρὸς πάντων ἐκείνων φανότερον διαλάμπει, ὅλον κατέχων τὸν οὐρανόν. Ὁρᾷς πῶς ἐγκαλλωπίζεται τούτῳ ὁ Δεσπότης; Πῶς δόξαν αὐτοῦ τὸ πρᾶγμα ὃν ἀποφαίνει, ὅταν ἐν ἐκείνῃ δεικνύῃ αὐτὸν τῇ ἡμέρᾳ τῇ οἰκουμένῃ πάσῃ μετὰ τοσαύτης λαμπηδόνος;

ιη’. Καὶ σὺ τοίνυν, ὅταν ἴδῃς τινὰς ἀπὸ τῶν συμβάντων σκανδαλιζομένους, πρῶτον μὲν ἐκεῖνο λογίζου, ὅτι οὐκ ἐντεῦθεν, ἀλλ’ ἀπὸ τῆς οἰκείας ἀσθενείας τὰ σκάνδαλα· καὶ δηλοῦσιν οἱ τοῦτο μὴ παθόντες. Ἔπειτα σκόπει, ὅτι πολλοὶ καὶ διέλαμψαν ἐντεῦθεν μειζόνως, τὸν Θεὸν δοξάζοντες καὶ μετὰ πάσης εὐχαριστοῦντες σπουδῆς αὐτῷ καὶ ἐπὶ τούτοις. Οὐκοῦν μὴ τοὺς σαλευομένους ὅρα, ἀλλὰ καὶ τοὺς παγίως ἑστῶτας, καὶ ἀκινήτους μένοντας, καὶ ταύτῃ ἰσχυροτέρους γινομένους· μὴ τοὺς θορυβουμένους, ἀλλὰ καὶ τοὺς ἐξ οὐριῶν πλέοντας, καὶ πολλῷ πλείους ὄντας τῶν παρασυρέντων. Εἰ δὲ πλείους ἦσαν ἐκεῖνοι, κρείττων εἷς ποιῶν τὸ θέλημα Κυρίου, ἢ μύριοι παράνομοι.

ιθ’. Ἐννόησον ὅσοι καὶ μαρτυρίου στέφανον ἀνεδήσαντο. Οἱ μὲν γὰρ ἐμαστιγώθησαν, οἱ δὲ εἰς δεσμωτήριον ἐνεβλήθησαν, οἱ δὲ ἁλύσεις ὡς κακοῦργοι περιέκειντο, οἱ δὲ πατρίδος ἐξέπεσον, οἱ δὲ οὐσίαν ἀπέβαλον, οἱ δὲ πρὸς τὴν ὑπερορίαν μετῳκίσθησαν, οἱ δὲ ἐσφάγησαν, οἱ μὲν καὶ τῇ πείρᾳ, οἱ δὲ καὶ μόνῃ τῇ γνώμῃ. Καὶ γὰρ δοράτων γυμνουμένων, καὶ ξιφῶν ἠκονημένων, καὶ ἀπειλῶν καθ’ ἑκάστην ἡμέραν γινομένων, καὶ τῶν ἐν ἀρχαῖς θυμοῦ πνεόντων, καὶ φόνων ἐπανατεινομένων, καὶ μυρίων εἰδῶν κολάσεως καὶ τιμωριῶν, οὐκ εἶξαν, οὐδὲ ἐνέδωκαν, ἀλλ’ ἔστησαν ἐπὶ τῆς πέτρας αἱρούμενοι, ὥστε μὴ κοινωνῆσαι τῇ παρανομίᾳ τῶν τὰ τοιαῦτα τετολμηκότων, οὐκ ἄνδρες δὲ μόνον, ἀλλὰ καὶ γυναῖκες. Καὶ γὰρ καὶ γυναῖκες πρὸ τὸν ἀγὼν ἀπεδύσαντο τοῦτον, καὶ ἀνδρῶν πολλαχοῦ μᾶλλον ἠνδρίσαντο. Οὐ γυναῖκες δὲ μόνον, ἀλλὰ καὶ νέοι καὶ μειράκια κομιδῇ. Ταῦτ’ οὖν, εἰπὲ μοι, μικρά, τοσοῦτον δῆμον μαρτύρων κερδᾶναι τὴν Ἐκκλησίαν; Μάρτυρες γὰρ ἅπαντες οὗτοι. Οὐ γὰρ δὴ μόνον ἐκεῖνοι οἱ εἰς δικαστήριον ἑλκυσθέντες, καὶ θῦσαι κελευσθέντες, καὶ μὴ πεισθέντες, παθόντες ἅπερ ἔπαθον, μάρτυρες ἂν εἶεν· ἀλλὰ κἀκεῖνοι οἱ ὑπὲρ ὁτουοῦν τῶν τῷ Θεῷ δοκούντων παθεῖν τι καταδεξάμενοι· καὶ εἲ τις μετὰ ἀκριβείας ἐξετάσειεν, οὗτοι μᾶλλον, ἢ ἐκεῖνοι. Οὐ γὰρ ἐστιν ἴσον ὀλέθρου τοιούτου καὶ ἀπωλείας ψυχῆς προτεινομένης καταδέξασθαι παθεῖν τι καὶ μὴ παραπολέσθαι, καὶ ὑπὲρ ἐλάττονος κατορθώματος τὴν αὐτὴν ταύτην ὑπομεῖναι τιμωρίαν. Ὅτι δὲ οὐχ οἱ σφαγέντες μόνον, ἀλλὰ καὶ οἱ παρασκευασμένοι καὶ γενόμενοι πρὸς τοῦτο ἕτοιμοι, μαρτυρίου στέφανον ἀνεδήσαντο, τοῦτό τε αὐτό, καὶ ὃ πρότερον εἴρηκα, ὅτι ὁ ὑπὲρ ἐλαττόνων σφαγείς, μάρτυς ἐστὶν ἀπηρτισμένος, ἀπὸ τῆς Παύλου φωνῆς ἀποδεῖξαι τοῦτο πειράσομαι. Ἀρξάμενος γὰρ ἀπαριθμεῖσθαι τοὺς ἐπὶ τῶν προγόνων λάμψαντας ὁ μακάριος Παῦλος, καὶ τὴν ἀρχὴν ἀπὸ τοῦ Ἄβελ ποιησάμενος, εἶτα προελθὼν εἰς τὸν Νῶε, τὸν Ἀβραάμ, τὸν Ἰσαάκ, τὸν Ἰακώβ, τὸν Μωϋσέα, τὸν Ἰησοῦν, τὸν Δαυΐδ, τὸν Σαμουήλ, τὸν Ἡλίαν, τὸν Ἐλισσαῖον, τὸν Ἰώβ, ἐπήγαγε λέγων· «Τοιγαροῦν καὶ ἡμεῖς τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων». Καίτοιγε οὐ πάντες ἐσφάγησαν οὗτοι, μᾶλλον δὲ οὐδὲ εἷς, πλὴν δυοῖν ἢ τριῶν, τοῦ Ἄβελ καὶ τοῦ Ἰωάννου· οἱ δὲ ἄλλοι πάντες οἰκείᾳ τελευτῇ τὸν βίον κατέλυσαν. Καὶ Ἰωάννης δὲ αὐτὸς οὐ θῦσαι κελευσθεὶς καὶ μὴ καταδεξάμενος ἐσφάγη, οὐδὲ εἰς βωμὸν ἀχθείς, οὐδὲ πρὸς εἴδωλον ἑλκυσθείς, ἀλλ’ ὑπὲρ ῥήματος ἑνός. Ἐπειδὴ γὰρ εἶπε τῷ Ἡρώδῃ, «Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου», καὶ τὸ δεσμωτήριον ᾤκησε, καὶ τὴν σφαγὴν ἐκείνην ὑπέμεινεν. Εἰ δὲ τὸ γάμον παρανομούμενον ἐκδικήσας, τὸ γε εἰς αὐτὸν ἧκον (οὐδὲ γὰρ διώρθωσε τὸ κακῶς γεγενημένον, ἀλλ’ εἶπε μόνον, παῦσαι δὲ οὐκ ἴσχυσεν), οἱ τοίνυν ὁ μόνον εἰπών, καὶ μηδὲν οἴκοθεν ἢ τοῦτο εἰσενεγκών, ἐπειδὴ ἀπετμήθη, μάρτυς, καὶ μαρτύρων ἐστὶ πρῶτος· οἱ τοσαύτας σφαγὰς προσδοκήσαντες, καὶ οὐχὶ πρὸς Ἡρώδην, ἀλλὰ πρὸς τοῦ κρατοῦντας τῆς οἰκουμένης ἁπάσης ἀποδυσάμενοι, καὶ οὐχὶ γάμῳ παρανομουμένῳ, ἀλλὰ νόμοις πατρῴοις καὶ θεσμοῖς Ἐκκλησίας ἐπηρεασθεῖσι παραστάντες, καὶ διὰ τῶν ῥημάτων καὶ διὰ τῶν πραγμάτων παῤῥησίαν ἐπιδειξάμενοι, καὶ καθ’ ἑκάστην ἡμέραν ἀποθνήσκοντες, καὶ ἄνδρες καὶ γυναῖκες καὶ παῖδες, πῶς οὐκ ἐν εἶεν δίκαιοι μυριάκις εἰς τὸν τῶν μαρτύρων καταλεγῆναι χορόν; Ἐπεὶ καὶ ὁ Ἀβραάμ, μὴ σφάξας τῇ πείρᾳ τὸν υἱόν, τῇ προθέσει ἔσφαξε, καὶ φωνῆς ἤκουσεν ἄνωθεν λεγούσης, ὅτι «Οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι’ ἐμέ». Οὕτω πανταχοῦ καὶ ἡ γνώμη, ὅταν ἀπηρτισμένη ᾖ ἐπὶ τῆς ἀρετῆς, ὁλόκληρον λαμβάνει τὸν στέφανον. Εἰ δὲ ἐκεῖνος, υἱοῦ μὴ φεισάμενος, οὕτως ἀνεκηρύττετο, οὗτοι ἑαυτῶν μὴ φεισάμενοι, ἐννόησον πόσον λήψονται μισθόν, οὐ μίαν, οὐ δύο, καὶ τρεῖς ἡμέρας, ἀλλ’ ὁλόκληρον τὸν βίον ἐπὶ τῆς παρατάξεως ἱστάμενοι ταύτης, βαλλόμενοι λοιδορίαις, ὕβρεσιν, ἐπηρείαις, συκοφαντίαις. Οὐδὲ γὰρ τοῦτο μικρόν. Διὸ καὶ ὡς μέγα Παῦλος αὐτὸ θαυμάζει λέγων· «Τοῦτο μὲν ὀνειδισμοῖς καὶ θλίψεσι θεατριζόμενοι, τοῦτο δὲ κοινωνοὶ τῶν οὕτω πασχόντων γενηθέντες». Τὶ ἂν τις εἴποι τοὺς καὶ αὐτοὺς ἀποθνῄσκοντας, καὶ τοὺς τὰ τοιαῦτα ἀθλοῦντας ἀλείψαντας, καὶ ἄνδρας καὶ γυναῖκας; Καλῶς δὲ αὐτοὺς καὶ θαυμάζει. Καὶ γὰρ καὶ οὐσίας ἐπέδωκαν πολλοί, ὥστε τοὺς δεσμώτας καὶ τοὺς ἐξορίστους ἔχειν τινὰ παραμυθίαν τῆς τοσαύτης ταλαιπωρίας, καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ἡδέως ἐδέξαντο, κατὰ τὸ ἀποστολικὸν ἐκεῖνον λόγιον· ἕτεροι, οἱ μὲν πατρίδος, οἱ δὲ καὶ αὐτῆς ἐξεβλήθησαν τῆς ζωῆς. Ὁρῶν τοίνυν τοσοῦτον πλοῦτον, τοσοῦτον κέρδος, τοσαύτην ἐμπορίαν τῇ Ἐκκλησίᾳ συνηγμένην, τοσούτους θησαυροὺς ἀποτιθεμένους, πυρὸς σφοδροτέρους γινομένους τοὺς πρότερον ἀναπεπτωκότας, καὶ τοὺς θεάτροις προσηλωμένους εἰς τὰς ἐρημίας ἐξιόντας, καὶ τὰς νάπας καὶ τὰ ὄρη ποιοῦντας ἐκκλησίας, καὶ οὐδενὸς ἐξάγοντος τὴν ἀγέλην, εἰς τὴν τῶν ποιμένων τάξιν μεταστάντα τὰ πρόβατα, καὶ τοὺς στρατιώτας εἰς τὴν τοῦ στρατηγοῦ, παῤῥησίας ἕνεκεν καὶ ἀνδρείας, καὶ πάντας μετὰ τῆς προσηκούσης θερμότητος, σπουδῆς, ἐμμελείας, τὰς συνάξεις ἐπιτελοῦντας, οὐκ ἐκπλήττῃ καὶ θαυμάζεις, ὅσον ἐκ τούτου κατόρθωμα γέγονεν; Οὐ γὰρ δὴ μόνον οἱ ὀρθῶς βιοῦντες, ἀλλὰ πολλοὶ καὶ τῶν περὶ τὰ θέατρα μεμηνότων καὶ ἱπποδρομίας προσεχόντων, ὑπὸ τοῦ ζήλου πυρὸς σφοδροτέρου πυρωθέντες, πᾶσαν ἐκείνην ἀπέθεντο τὴν μανίαν, καὶ κατ’ αὐτῶν τῶν ξιφῶν σχεδὸν ἐπήδησαν, πρὸς ἄρχοντας παῤῥησιαζόμενοι, βασάνων καταφρονοῦντες, ἀπειλῶν καταγελῶντες, δεικνύντες ὅσον ἐστὶ ἀρετή, καὶ πῶς ἔνι τὸν σφόδρα ἀπολλύμενον, μετανοήσαντα καὶ μεταστάντα αὐτῆς ἅψασθαι τῶν οὐρανῶν τῆς ἀψῖδος. Τοσαῦτα οὖν βραβεῖα ὁρῶν, τοσούτους στεφάνους πλεκομένους, τοσαύτην διδασκαλίαν γινομένην, πόθεν, εἰπὲ μοι, σκανδαλίζῃ; Ἀπὸ τῶν ἀπολωλότων, φησίν. Ἀλλ’, ὅπερ ἔφην, καὶ λέγων οὐ παύσομαι, οὗτοι ἑαυτοῖς λογιζέσθωσαν τῆς ἀπωλείας τὴν ὑπόθεσιν. Τοῦτο γὰρ δι’ ὅλου ὁ λόγος ἡμῖν ἀγωνιζόμενος ἔδειξεν. Εἴπω καὶ ἕτερον κατόρθωμα. Πόσοι προσωπεῖον εὐλαβείας περικείμενοι, πόσοι πεπλασμένην πραότητα ἔχοντες, πόσοι μεγάλοι τινὲς εἶναι νομιζόμενοι, καὶ οὐκ ὄντες, ἀθρόον ἐπὶ τοῦ παρόντος διηλέγχθησαν καιροῦ, καὶ τὰ τῆς ἀπάτης αὐτοῖς διεῤῥύη, καὶ ὅπερ ἦσαν, ἐφάνησαν, οὐχ ὅπερ ὑπεκρίνετο καὶ ἠπάτων; Οὐ μικρὸν δὲ τοῦτο, ἀλλὰ καὶ σφόδρα μέγιστον εἰς ὠφέλειαν τῶν ἐθελόντων προσέχειν, τὸ διαγνῶναι τοὺς ἔχοντες τῶν προβάτων τὰς δοράς, καὶ μὴ ἀναμίγνυσθαι τοὺς λύκους τοὺς οὕτω κρυπτομένους τοῖς ὄντως προβάτοις. Καὶ γὰρ κάμινος γέγονεν ὁ καιρὸς οὗτος, τὰ χαλκὸν ἔχοντα τῶν νομισμάτων διελέγχων, τὸν μόλιβδον κατατήκων, τὴν καλάμην κατακαίων, τὰς τιμίας ὕλας τιμιωτέρας ἀποφαίνων. Τοῦτο καὶ ὁ Παῦλος σημαίνων ἔλεγε· «Δεῖ δὲ καὶ αἱρέσεις εἶναι, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν».

κ’. Μηδὲν οὖν σε τούτων σκανδαλιζέτω, μὴ ἱερεὺς νῦν φαῦλος γεγενημένος, καὶ λύκου παντὸς ἀγριώτερον ἐπιπηδῶν τῇ ἀγέλῃ, μὴ τῶν ἀρχόντων, μὴ τῶν κρατούντων τις πολλὴν ὠμότητα ἐνδεικνύμενος. Ἐννόησον γοῦν ὅτι καὶ ἐπὶ τῶν ἀποστόλων συνέβη τούτων χαλεπώτερα. Ὃ τε γὰρ κρατῶν τότε τὸ σκῆπτρον, τὸ μυστήριον τῆς ἀνομίας ἦν (οὕτω γὰρ αὐτὸν ὁ Παῦλος ἐκάλεσε), πᾶν εἶδος κακίας ἐπελθών, καὶ πάντας ἀποκρύψας τῇ πονηρίᾳ, ἀλλ’ οὐδὲν οὔτε τὴν Ἐκκλησίαν, οὔτε τοὺς γενναίους ἐκείνους ἄνδρας τοῦτο παρέβλαψεν, ἀλλὰ καὶ λαμπροτέρους ἀπέφηνεν· οἳ τε ἱερεῖς τῶν Ἰουδαίων οὕτω φαῦλοι καὶ πονηροὶ τινες ἦσαν, ὡς κελεύεσθαι τὸν ζῆλον αὐτῶν τοῦ βίου φεύγειν· «Ἐπὶ γὰρ τῆς Μωϋσέως καθέδρας, φησίν, ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι· πάντα οὖν, ὅσαν ἂν λέγωσιν ὑμῖν ποιεῖν, ποιεῖτε· κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε»· καίτοι τὶ γένοιτ’ ἂν πονηρότερον ἱερέων, ὧν ὁ ζῆλος ἀπολλύειν ἔμελλε τοὺς μιμουμένους; Ἀλλ’ ὅμως καὶ τοιούτων ὄντων τῶν τότε κρατούντων, οἱ λάμψαντες, οἱ στεφανωθέντες οὐδὲν παρεβλάβησαν, ἀλλὰ μειζόνως ἐδοξάσθησαν. Οὐ τοίνυν ξενίζεσθαι χρὴ τοῖς γινομένοις. Πανταχοῦ γὰρ πειρασμοὶ τοῖς νήφουσιν εἰσι παρεζευγμένοι ἀπότων οἰκείων, ἀπὸ τῶν ἀλλοτρίων. Διὰ τοῦτο καὶ Παῦλος τὰς νιφάδας ὁρῶν τῶν κινδύνων τὰς ἐπαγομένας αὐτοῖς, καὶ δεδοικὼς μὴ τινες τῶν μαθητῶν ἐντεῦθεν θορυβηθῶσι, γραφῶν ἔλεγεν· «Ἔπεμψα ὑμῖν Τιμόθεον εἰς τὸ μηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσι ταύταις· αὐτοὶ γὰρ οἴδατε ὅτι εἰς τοῦτο κείμεθα». Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· οὗτος ἡμῶν ὁ βίος, αὕτη τῆς ἀποστολικῆς πολιτείας ἡ ἀκολουθία, τὸ μυρία πάσχειν κακά. «Εἰς τοῦτο γὰρ κείμεθα», φησί. Τὶ ἐστιν, «Εἰς τοῦτο κείμεθα»; Ὥσπερ τὰ ὤνια εἰς τοῦτο παρῆκται, εἰς τὸ πωλεῖσθαι, οὕτω καὶ ὁ ἀποστολικὸς βίος εἰς τὸ λοιδορεῖσθαι καὶ εἰς τὸ πάσχειν κακῶς, εἰς τὸ μηδέποτε ἀναπνεῖν, εἰς τὸ μηδεμίαν ἔχειν ἀνακωχήν. Καὶ ὅσοι νήφουσιν, οὐ μόνον οὐδὲν ἐντεῦθεν βλάπτονται, ἀλλὰ καὶ μειζόνως κερδαίνουσι. Διὸ καὶ τούτους, μετὰ τὸ μαθεῖν, ὅτι ἑστήκασι γενναίως, θαυμάζει· καὶ περὶ ἑτέρων δὲ ταῦτα λέγει, ὅτι μετὰ τὰ δεσμὰ αὐτοῦ καὶ τὰς ἁλύσεις περισσοτέρως ἐτόλμων ἀφόβως τὸν λόγον λαλεῖν. Τὶ δαὶ ἐπὶ Μωϋσέως, εἰπὲ μοι; Ἐν μέθῃ βαρβάρων χώρᾳ οὐκ ἀφῆκεν ὁ Θεὸς καὶ μάγους τὰ αὐτῶν ἐπιδείξασθαι; Οὐχὶ καὶ ταύτης μέμνηται τῆς ἱστορίας ὁ Παῦλος; «Ὃν τρόπον Ἰαννῆς καὶ Ἰαμβρῆς, φησίν, ἀντέστησαν Μωϋσεῖ, οὕτω καὶ οὗτοι ἀντιστήσονται τῇ ἀληθείᾳ». Οὗτος οὐδέποτε ἐπέλιπεν οὔτε τὰ σκάνδαλα, οὔτε οἱ στεφανούμενοι διὰ τούτων. Ταῦτ’ οὖν ἅπαντα λογίζου, καὶ μὴ ταῦτα μόνον, ἀλλὰ καὶ ὅσον κέρδος ἀπὸ τοῦ πράγματος γέγονε. Κἀκεῖνο σκόπει, ὅτι καὶ ἕτεροί τινὲς εἰσιν ἀπόῤῥητοι λόγοι τούτων· οὐ γὰρ πάντα εἰδέναι ἡμᾶς δυνατόν· καὶ ὅτι τὰ χρηστότερα ἀπαντήσεται μετὰ ταῦτα, καὶ πλείων ἡ παραδοξοποιία· ὥσπερ οὖν ἐπὶ τοῦ Ἰωσὴφ ἡ μὲν ἀρχὴ δυσκολίαν εἶχε, καὶ μέχρι πολλοῦ προῄει τὰ πράγματα, ἀπεναντίας εἶναι δοκοῦντα τῇ ὑποσχέσει· ὕστερον δὲ μείζονα τῶν προσδοκηθέντων ἐγένετο. Καὶ ἐπὶ τοῦ σταυροῦ δὲ οὐκ εὐθέως, οὐδὲ ἐν προοιμίοις καὶ ἐν ἀρχῇ τὸ κατόρθωμα ἅπαν ἐβλάστησεν, ἀλλὰ τὸ μὲν σκάνδαλον προῄει, καὶ ὀλίγα τινὰ γέγονε σημεῖα θαύματος ἕνεκεν καὶ τῆς διορθώσεως τῶν ταῦτα τολμησάντων, καὶ εὐθέως ἅπαντα παρέδραμεν. Εἰ γὰρ καὶ τὸ καταπέτασμα ἐσχίσθη τοῦ ναοῦ τότε, καὶ πέτραι ἐῤῥάγησαν, καὶ ἥλιος ἐσκοτίσθη, ἀλλὰ ταῦτα ἐν μιᾷ ἡμέρᾳ καὶ ἐν λήθῃ γέγονε παρὰ τοῖς πολλοῖς. Μετὰ τὰ ταῦτα εὐθέως ἐν φύγῃ οἱ ἀπόστολοι ἐν διώξει, ἐν πολέμοις, ἐν ἐπιβουλαῖς, λανθάνοντες, κρυπτόμενοι, δεδοικότες, καταλευόμενοι, οὕτω τὸν λόγον ἐκήρυττον· καὶ ἐν δυναστείᾳ πολλῇ τῶν Ἰουδαίων ὁ δῆμος, ἀγόντων, περιαγόντων, ἑλκόντων, σπαραττόντων τοὺς πιστεύοντας. Καὶ γὰρ τοὺς ἄρχοντας μεθ’ ἑαυτῶν ἔχοντες, καθ’ ἑκάστην ἦγον καὶ περιῆγον τοὺς ἀποστόλους. Καὶ τὶ λέγω τῶν Ἰουδαίων τὸν δήμοιν καὶ ἄρχοντας; Εἷς σκηνοῤῥάφος, περὶ δέρματα ἠσχολημένος, ὁ Παῦλος (τὶ δὲ σκηνοῤῥάφου εὐτελέστερον;) τοσαύτῃ ἐκέχρητο τῇ μανίᾳ, ὡς σύρειν ἄνδρας καὶ γυναῖκας, καὶ παραδιδόναι εἰς φυλακήν· καὶ ὁ σταυρωθεὶς ἠνείχετο ταῦτα ὁρῶν. Ἀλλὰ ὅρα πῶς μετὰ ταῦτα οὗτός τε ὁ διώκτης πάντας ὑπερηκόντισε, καὶ τὸ πρᾶγμα ὑπὲρ τὸν ἥλιον διέλαμψε, καὶ πᾶσαν κατέσχε τὴν οἰκουμένην.

κα’. Εἰ δὲ λέγοις, Καὶ τίνος ἕνεκεν καὶ ἐν τῇ Παλαιᾷ καὶ ἐν τῇ Καινῇ τοσοῦτοι κίνδυνοι, τοσοῦτοι πειρασμοί, τοσαῦται ἐπιβουλαί; Μάνθανε καὶ τὴν αἰτίαν. Τὶς οὐ ἡ αἰτία; Παλαίστρᾳ ὁ παρὼν βίος ἐστί, γυμνάσιον καὶ ἀγών, χωνευτήριον, βαφεῖον ἀρετῆς. Ὥσπερ οὖν καὶ σκυτοδέψαι τὰ δέρματα λαμβάνοντες στύφουσι πρότερον, κατατείνουσι, παίουσι καὶ τοίχοις καὶ λίθοις προσαράσσοντες καὶ ἑτέραις μυρίαις θεραπείαις αὐτὰ ποιήσαντες ἐπιτήδεια πρὸς τὴν ὑποδοχὴν τῆς βαφῆς, οὕτω τὸ χρῶμα τὸ τίμιον ἐπάγουσιν· οἳ τε χρυσοχόοι τὸ χρυσίον εἰς τὸ πῦρ ἐμβάλλοντες, τῇ βασάνῳ τῆς καμίνου παραδιδόασιν, ὥστε ποιῆσαι καθαρώτατον· οἳ τε παιδοτρίβαι, ἐν τῇ παλαίστρᾳ πολλοῖς πόνοις τοὺς ἀθλοῦντας γυμνάζουσι, τῶν ἀντιπάλων σφοδρότερον αὐτοῖς ἐμπίπτοντες, ἵνα ἐν τῇ γυμνασίᾳ τὸ πᾶν κατορθώσαντες ἐν τοῖς τῶν διδασκάλων σώμασιν, ἐπὶ τῶν ἀγώνων εὐτρεπεῖς ὦσε καὶ παρεσκευασμένοι πρὸς τὰς λαβὰς τῶν ἐχθρῶν, καὶ ῥᾳδίως αὐτὰς διαλύσωσιν· οὕτω καὶ ὁ Θεὸς ἐν τῷ παρόντι βίῳ ποιεῖ· πρὸς ἀρετὴν ἐπιτηδείαν βουλόμενος μετασκευάσαι τὴν ψυχήν, καὶ στύφει, καὶ χωνεύει, καὶ βασάνῳ πειρασμῶν παραδίδωσιν, ὥστε τοὺς τε ἀναπεπτωκότας καὶ διαλελυμένους σφιγγῆναι, τοὺς τε δοκίμους δοκιμωτέρους γενέσθαι, καὶ ἀχειρώτους ταῖς τῶν δαιμόνων ἐπιβουλαῖς καὶ ταῖς τοῦ διαβόλου παγίσι, καὶ σφόδρα ἐπιτηδείους πρὸς τὴν τῶν μελλόντων ἀγαθῶν ὑποδοχὴν ἅπαντας. Ἀνὴρ γάρ, φησίν, ἀπείραστος, ἀδόκιμος· καὶ ὁ Παῦλος, «Ἡ θλῖψις ὑπομονὴν κατεργάζεται· ἡ δὲ ὑπομονὴ δοκιμήν». Καρτερικοὺς οὖν καὶ ὑπομονητικοὺς ποιῆσαι θέλων, ἀφίησι τὸ νόμισμα διακωδωνίζεσθαι παντὶ τρόπῳ. Ταύτης ἕνεκεν τῆς αἰτίας καὶ τὸν Ἰὼβ ἀφῆκε παθεῖν ἅπερ ἔπαθεν, ὥστε καὶ δοκιμώτερον φανῆναι, καὶ ἐμφράξαι τοῦ διαβόλου τὸ στόμα· διὰ τοῦτο καὶ τοὺς ἀποστόλους ἀφῆκεν, ὥστε κἀκείνους ἀνδρειοτέρους γενέσθαι, καὶ τὴν οἰκείαν δύναμιν ταύτῃ ἐπιδείξασθαι. Καὶ γὰρ καὶ αὕτη αἰτία οὐ μικρά. Διὸ καὶ Παύλῳ ἔλεγε ζητοῦντι ἄνεσιν καὶ ἀπαλλαγὴν τῶν κατεχόντων κακῶν, «Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται».

κβ’. Καὶ γὰρ οἱ μηδέπω τῷ λόγῳ τοῦ Χριστιανισμοῦ προσελθόντες, καὶ ἐντεῦθεν μειζόνως, ἐὰν νήφωσι, κερδαίνουσι. Καὶ γὰρ ὅταν ἴδωσιν ἀδικουμένους, λοιδορουμένους, δεσμωτήριον οἰκοῦντας, ἐπηρεαζομένους, ἐπιβουλευομένους, ἀποτεμνομένους, καιομένους, καταποντιζομένους, καὶ μηδενὶ τῶν δεινῶν εἴκοντας, ἐννόησον ὅσον ἔχοντες θαῦμα τῶν παραδόξων τούτων ἀθλητῶν ἀπήρχοντο καὶ οἱ τότε, καὶ οἱ νῦν. Ὥστε οὐ μόνον οὐκ ἐργάζεται σκάνδαλον τὰ γεγενημένα τοῖς νήφουσιν, ἀλλὰ καὶ πλείονος διδασκαλίας ὑπόθεσις γίνεται. Διὸ καὶ Παῦλος ἤκουσε ταῦτα, ὅτι «Ἡ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται». Τοῦτο καὶ ἐπὶ τῆς Παλαιᾶς καὶ ἐπὶ τῆς Καινῆς ἔστιν εὑρεῖν. Ἐννόησον γὰρ τὶ πάσχειν εἰκὸς ἦν τὸν Ναβουχοδονόσορ ὑπὸ τριῶν παίδων, δούλων, αἰχμαλώτων, δεδεμένων, πυρπολουμένων, τοσούτου στρατοπέδου παρόντος ἡττώμενον, καὶ μὴ δυνάμενον τριῶν περιγενέσθαι σωμάτων δεδουλωμένων, ὑποκειμένων, πατρίδος ἐκπεπτωκότων, ἐλευθερίας, τιμῆς, δυναστείας, χρημάτων, πόῤῥῳ τῶν οἰκείων ἀπῳκισμένων. Εἰ δὴ μὴ συνεχωρήθη ὁ ἐμπρησμὸς ἐκεῖνος, οὐκ ἂν οὕτω λαμπρὸν τὸ βραβεῖον ἐγένετο, οὐκ ἂν οὕτω φαιδρὸς ὁ στέφανος. Ἐννόησον τὶ πάσχειν εἰκὸς ἦν τὸν Ἡρώδην ὑπὸ δεσμώτου ἐλεγχόμενον, καὶ ὁρῶντα οὐδὲ ἀπὸ τῆς ἀλύσεως ἐνδιδόντας τῇ παῤῥησίᾳ, ἀλλ’ αἱρούμενον σφαγῆναι μᾶλλον, ἢ προέσθαι τὴν καλλίστην ἐλευθεροστομίαν ἐκείνην. Ἐννόησον τὶς ὁρῶν ταῦτα καὶ ἀκούων καὶ τῶν τότε ζώντων καὶ τῶν μετὰ ταῦτα γενομένων, κἂν σφόδρα ἀναπεπτωκὼς ᾖ, νοῦν δὲ τινα ἔχων βραχύν, πῶς τὰ μέγιστα κερδάνας ἄπεισι. Μὴ γὰρ μοι τὰ καθάρματα τῶν ἀνοήτων εἴπῃς, τοὺς βλᾶκας καὶ αὐτόσαρκας ὄντας, καὶ φύλλων κουφοτέρους. Οὗτοι γὰρ οὐχὶ τούτοις μόνον, ἀλλὰ καὶ παντὶ σχεδὸν γενομένῳ προσπταίουσιν· ὡς καὶ ὁ Ἰουδαίων δῆμος καὶ μάννα ἐσθίων καὶ ἄρτον, ὁμοίως δυσάρεστος ᾖν, καὶ ἐν Αἰγύπτῳ ὤν, καὶ ἀπαλλαγεὶς Αἰγύπτου, καὶ παρόντος Μωϋσέως, καὶ ἀπελθόντος. Ἀλλ’ ἐκείνους εἰς μέσον ἄγε μοι, τοὺς νήφοντας, τοὺς ἐγρηγορότας, καὶ λογίζου πόσην εἰκὸς αὐτοὺς ἐντεῦθεν καρπώσασθαι τὴν ὠφέλειαν, ὁρῶντας ψυχὴν ἀπερίτρεπτον, φρόνημα ἀδούλωτον, γλῶτταν παῤῥησίας γέμουσαν, ἄνθρωπον ἐρημοπολίτην βασιλέως περιγενόμενον, δεσμούμενον καὶ οὐκ ἐνδιδόντα, ἀποτεμνόμενον καὶ οὐ σιγῶντα· καὶ μηδὲ μέχρι τούτων στῇς, ἀλλὰ καὶ τὰ μετὰ ταῦτα ἐξέταζε. Ἀπέτεμεν ὁ Ἡρῴδης, ἀπετμήθη ὁ Ἰωάννης. Τὶς οὖν ἐστιν ἐν τοῖς ἁπάντων μακαρισμοῖς; Τὶς ζηλωτός; Τὶς ἀνακηρύττεται; Τὶς στεφανοῦται; Τὶς ἐγκωμιάζεται; Τὶς ἐπαινεῖται; Τὶς θαυμάζεται; Τὶς μέχρι σήμερον ἐλέγχει; Οὐ καθ’ ἑκάστην Ἐκκλησίαν ὁ μὲν βοᾷ, «Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου»· ὁ δὲ στηλιτεύεται καὶ μετὰ τελευτὴν ἐπὶ τῇ μοιχείᾳ καὶ τῇ παρανοίᾳ καὶ τῇ θρασύτητι; Σκόπει δὲ μετὰ τῶν εἰρημένων, ὅση τοῦ δεσμώτου ἡ δύναμις, καὶ τοῦ τυράννου ἡ ἀσθένεια. Ὁ μὲν γὰρ οὐκ ἴσχυσε μίαν ἐπιστομίσαι γλῶτταν, ἀλλ’ ἀνελὼν αὐτήν, μυρία ἀντ’ ἐκείνης καὶ μετ’ ἐκείνης ἠνέῳξε στόματα· ὁ δὲ καὶ τότε αὐτὸν εὐθέως ἐφόβησε μετὰ τὴν σφαγὴν (οὕτω γὰρ αὐτοῦ τὸ συνειδὸς κατέσειεν ὁ φόβος, ὡς νομίζειν αὐτὸν τότε καὶ ἐκ νεκρῶν ἀναστάντα θαυματουργεῖν), καὶ νῦν δὲ καὶ ἐξ ἐκείνου διὰ παντὸς τοῦ χρόνου κατὰ πᾶσαν αὐτὸν ἐλέγχει τὴν οἰκουμένην, καὶ δι’ ἑαυτοῦ, καὶ δι’ ἑτέρων. Ἕκαστος γὰρ τὸ Εὐαγγέλιον ἀναγινώσκων τοῦτο, λέγει, «Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου»· καὶ τοῦ Εὐαγγελίου χωρὶς ἐν συλλόγοις καὶ συνουσίαις, ταῖς οἶκοι, ταῖς ἐν ἀγορᾷ, ταῖς ἁπανταχοῦ, κἂν εἰς τὴν Περσῶν χώραν ἀπέλθῃς, κἂν εἰς τὴν Ἰνδῶν, κἂν εἰς τὴν Μαύρων, κἂν ὅσην ἥλιος ἐφορᾷ γῆν, καὶ πρὸς αὐτὰς τὰς ἐσχατιάς, ταύτης ἀκούσῃς τῆς φωνῆς, καὶ ὄψει τὸν δίκαιον ἐκεῖνον ἔτι καὶ νῦν βοῶντα, ἐνηχοῦντα, καὶ τὴν κακίαν ἐλέγχοντα τοῦ τυράννου, καὶ οὐδέποτε σιγῶντα, οὐδὲ τῷ πλήθει τοῦ χρόνου τὸν ἔλεγχον μαραινόμενον. Τὶ τοίνυν ἀπὸ τῆς τελευτῆς παρεβλάβη ὁ δίκαιος ἐκεῖνος; Τὶ δὲ ἀπὸ τοῦ βιαίου θανάτου; Τὶ δὲ ἀπὸ τῆς ἀλύσεως; Τὶ δὲ ἀπὸ τοῦ δεσμωτηρίου; Τίνας δὲ οὐκ ὤρθωσε τῶν νοῦν ἐχόντων, ἀφ’ ὧν εἶπεν, ἀφ’ ὧν ἔπαθεν, ἀφ’ ὧν ἔτι καὶ νῦν κηρύττει τὰ αὐτά, ἃ καὶ τότε ζῶν; Μὴ τοίνυν λέγε, Διὰ τὶ συνεχωρήθη ἀποθανεῖν; Οὐ γὰρ θάνατος ἦν, ἀλλὰ στέφανος τὸ γεγενημένον, οὐ τελευτή, ἀλλὰ μείζονος ζωῆς προοίμια. Μάθε φιλοσοφεῖν, καὶ οὐ μόνον οὐδὲν ἐκ τῶν τοιούτων βλαβήσῃ, ἀλλὰ καὶ τὰ μέγιστα κερδανεῖς.

Τὶ δὲ ἡ Αἰγυπτία γυνή; Οὐ κατηγόρησεν; Οὐκ ἐσυκοφάντησεν; Οὐκ ἔδησε τὸν δίκαιον; Οὐκ εἰς δεσμωτήριον ἐνέβαλεν; Οὐ τὸν περὶ τὸν ἐσχάτων ἐπεκρέμασεν αὐτῶν κίνδυνον; Οὐκ ἀνεῖλε, τὸ γε εἰς αὐτὴν ἧκον; Οὐ πονηρὰν περιέθηκε δόξαν; Τὶ οὖν αὐτὸν παρέβλαψεν ἢ τότε, ἢ νῦν; Καθάπερ γὰρ πυρὸς ἄνθρακες ὑπὸ ἀχύρων καλυφθέντες, παρὰ μὲν τὴν ἀρχὴν σκιάζεσθαι δοκοῦσιν, ἀθρόον δὲ διαφαγόντες τὰ ἐπικείμενα, δι’ αὐτῶν ἐκείνων τῶν ἀχύρων ὑψηλοτέραν ἀνάπτουσι τὴν φλόγα· οὕτω δὴ καὶ ἡ ἀρετή, κἂν ἐπηρεάζεσθαι δοκῇ, ὕστερον δὴ δι’ αὐτῶν κῶν κωλυμάτων μειζόνως ἄνθει, καὶ εἰς αὐτὸν φθάνει τὸν οὐρανόν. Τὶ γὰρ μακαριώτερον γένοιτ’ ἂν τοῦ νεανίσκου ἐκείνου διὰ τὴν συκοφαντίαν, διὰ τὴν ἐπιβουλήν, οὐ διὰ τὸν θρόνον τὸν ἐν Αἰγύπτῳ, οὐδὲ διὰ τὴν ἐκεῖ βασιλείαν; Πανταχοῦ γὰρ τοῖς πάθεσιν αἱ δόξαι, καὶ αἱ εὐδοκιμήσεις, καὶ οἱ στέφανοί εἰσι συγκεκληρωμένοι. Οὐχὶ καὶ τοῦτον πάντες πανταχοῦ τῆς οἰκουμένης ᾄδουσι; Καὶ χρόνου τοσούτου πλῆθος οὐκ ἐμάρανεν αὐτὸν τὴν μνήμην, ἀλλὰ τῶν βασιλικῶν εἰκόνων λαμπρότερόν τε καὶ διαρκέστερον αἱ τῆς ἀρετῆς καὶ τῆς σωφροσύνης αὐτοῦ πανταχοῦ τῆς οἰκουμένης ἀνάκεινται εἰκόνες, ἐν τῇ Ῥωμαίων, ἐν τῇ βαρβάρων χώρᾳ, ἐν τῷ ἑκάστου συνειδότι, ἐν τῇ ἑκάστου γλώττῃ. Καὶ ὁρῶμεν αὐτὸν ἅπαντες κατεχόμενον, ἀρχόμενον, συμβουλεύοντα τῇ ἀθλίᾳ καὶ ταλαιπώρῳ πόρνῃ τὰ δέοντα, καὶ τὰ παρ’ ἑαυτοῦ πάντα εἰσφέροντα εἰς τῆς ἐκείνης σωτηρίαν, ἐντρέποντα αὐτῆς τὴν ἀναισχυντίαν, σβεννύντα τὴν κάμινον, χειμῶνος ἐξαρπάσαι ἐπιχειροῦντα χαλεποῦ, καὶ εἰς τὴν γαλήνην ὁρμίζοντα· εἶτα ἐπειδὴ τὸ κλυδώνιον ὑπερέσχε, καὶ ὑπέραντλον τὸ πλοῖον γέγονε, ναυαγούσης ἐκείνης, φεύγοντα τὰ κύματα, καὶ ἐπὶ τὴν στερεὰν τῆς σωφροσύνης πέτραν τρέχοντα, καὶ τὰ ἱμάτια ἐν ταῖς ἐκείνης καταλιμπάνοντα χερσί, καὶ τῶν τὰς πορφυρίδας περιβεβλημένων λαμπρότερον ἐν τῇ γυμνότητι φαινόμενον, καὶ καθάπερ ἀριστέα τινὰ καὶ τροπαιοῦχον φαιδρόν, τὸ τρόπαιον ἱστῶντα τῆς σωφροσύνης. Καὶ οὐδὲ ἂν τούτοις καταλύομεν τὴν μνήμην, ἀλλὰ περαιτέρω προϊόντες, ὁρῶμεν αὐτὸν πάλιν εἰς δεσμωτήριον ἀπαγόμενον, δεδεμένον, αὐχμῶντα, πολὺν ἐκεῖ τηκόμενον χρόνον. Καὶ διὰ ταῦτα μάλιστα θαυμάζομεν πάλιν αὐτόν, μακαρίζομεν, ἐκπληττόμεθα, ἐπαινοῦμεν. Κἂν σώφρων τις ᾖ, ἐννοῶν αὐτὸν σωφρονέστερος γίνεται· κἂν ἀκόλαστος, τάχιον τῷ διηγήματι πρὸς σωφροσύνην μεθίσταται, καὶ ὑπὸ τῆς ἱστορίας ἀμείνων καθίσταται. Ταῦτα τοίνυν ἅπαντα ἀναλέγοντες, μηδὲ θορυβεῖσθε, ἀλλὰ καὶ κερδαίνετε ἐκ τῶν γινομένων· καὶ ἡ τῶν ἀθλούντων ὑπομονὴ γινέσθω καρτερίας ὑμῖν διδάσκαλος, καὶ πάντα τὸν βίον τῶν γενναίων καὶ ὑψηλῶν ἀνδρῶν ὁρῶντες διὰ τοιούτων ὑφαινόμενον, μὴ συγχεῖσθε, μὴ ταράττεσθε, μηδὲ τοῖς ἰδίοις, μήτε τοῖς κοινοῖς πειρασμοῖς· καὶ γὰρ καὶ ἡ Ἐκκλησία ἐξ ἀρχῆς οὕτω ἐτράφη, οὕτως ηὐξήθη. Μηδὲ οὖν ξενίζεσθε· οὐδὲν γὰρ ἀπεικὸς γέγονεν. Ἀλλ’ ὥσπερ ἐπὶ τῶν βιωτικῶν, οὐκ ἔνθα ἄχυρα καὶ χόρτος, οὐδὲ ἔνθα ἄμμος, ἀλλ’ ἔνθα χρυσίον καὶ μαργαρῖται, ἐκεῖ πειρᾶται καὶ καταποντισταὶ καὶ λῃσταὶ καὶ τοιχωρύχοι συνεχῶς ἐνοχλοῦσι καὶ ἐπιβουλεύουσιν· οὕτω καὶ ὁ διάβολος ἔνθα ἂν ἴδῃ πλοῦτον συναγόμενον τὸν κατὰ ψυχὴν καὶ εὐπορίαν εὐσεβείας ἐπιτεινομένην, ἐκεῖ τὰ μηχανήματα ἵστησι καὶ προσάγει. Ἀλλ’ ἐὰν οἱ ἐπιβουλευόμενοι νήφωσιν, οὐ μόνον οὐδὲν ἐλαττοῦνται ἐντεῦθεν, ἀλλὰ καὶ μείζονα τὸν πλοῦτον τῆς ἀρετῆς συνάγουσιν· ὃ δὴ καὶ νῦν γέγονε.

κγ’. Καὶ μέγιστον ἂν τὶς τοῦτο σημεῖον καὶ τοῦ πλούτου τῶν κατορθωμάτων, καὶ τῆς ἀνδρείας τῆς Ἐκκλησίας ποιήσειεν. Ὅτε γὰρ εἶδεν αὐτὴν ὁ πονηρὸς δαίμων ἐκεῖνος ἀνθοῦσαν, εὐδοκιμοῦσαν, ἐν βραχείᾳ καιροῦ ῥοπῇ πρὸς ὕψος ἀνενεχθεῖσαν, πολλὴν σπουδὴν ἐν αὐτῇ γινομένην, καὶ τὴν μὲν τῶν εὐδοκιμούντων ἐπὶ τὸ βέλτιον ἐπίδοσιν, τῶν ἐν ἁμαρτίαις ζώντων εἰς μετάνοιαν μετάστασιν, πᾶσαν τὴν οἰκουμένην ἀπὸ τῆς πόλεως ταύτης κατηχουμένην· πάντα ἐκίνησεν αὐτοῦ τὰ μηχανήματα, καὶ ἐμφυλίους ἀνῆψε πολέμους. Καὶ καθάπερ ἐπὶ τοῦ Ἰώβ, νῦν μὲν τὴν ἀποβολὴν τῶν χρημάτων, νῦν δὲ τὴν ἀπαιδίαν, νῦν δὲ τὴν ἀῤῥωστίαν τοῦ σώματος, νῦν δὲ τῆς γυναικὸς τὴν γλῶτταν, νῦν δὲ τῶν φίλων τὰ ὀνείδη καὶ τὰ σκώμματα καὶ τὰς λοιδορίας ἐκίνει κατὰ τοῦ δικαίου, καὶ πᾶν εἶδος μηχανημάτων προσῆγεν· οὕτω καὶ ἐπὶ τῆς Ἐκκλησίας, διὰ φίλων, δι’ ἐχθρῶν, διὰ τῶν εἰς κλῆρον τελούντων, διὰ τῶν εἰς στρατείαν καταλεγομένων, διὰ τῶν ἐπισκοπῇ τετιμημένων, διὰ πολλῶν καὶ παντοδαπῶν προσώπων τὰ παρ’ ἑαυτοῦ ἐκίνησεν. Ἀλλ’ ὅμως καὶ τοσαῦτα μηχανησάμενος, οὐ μόνον αὐτὴν οὐκ ἐσάλευσεν, ἀλλὰ καὶ λαμπρότερον ἐποίησεν. Οὐ γὰρ οὕτω τότε μὴ ἐνοχλουμένη πάντας ἐπαίδευσεν, ὡς νῦν τὴν οἰκουμένην διδάσκει καρτερεῖν, ἐγκρατεύεσθαι, φέρειν πειρασμούς, ὑπομονὴν ἐπιδείκνυσθαι, καταφρονεῖν τῶν βιωτικῶν, μηδὲν ἡγεῖσθαι πλοῦτον, καταγελᾶν τιμῆς, ὑπερορᾶν θανάτου, καταφρονεῖν ζωῆς, πατρίδα παρορᾶν, οἰκείους, φίλους, συγγενεῖς, πρὸς σφαγὰς ἀποδύεσθαι παντοδαπάς, κατὰ ξιφῶν κυβιστᾶν, τὰ λαμπρὰ ἅπαντα τοῦ παρόντος βίου, τιμὰς λέγω καὶ δόξας, καὶ δυναστείαν, καὶ τρυφήν, τῶν ἠρινῶν ἀνθῶν εὐτελεστέρα εἶναι νομίζειν. Καὶ ταῦτα οὐχ εἷς παιδεύει μόνον, οὐδὲ δύο καὶ τρεῖς, ἀλλὰ πᾶς ὁ λαός, καὶ οὐ διὰ ῥημάτων μόνον, ἀλλὰ καὶ διὰ πραγμάτων, δι’ ὧν πάσχουσι, δι’ ὧν νικῶσι, δι’ ὧν περιγίνονται τῶν ἐπιβουλευόντων, δι’ ὧν ἀδάμαντος στεῤῥότερον καὶ πέτρας ἰσχυρότερον ἅπαντα στέγουσιν, οὐχ ὅπλα κινοῦντες, οὐ πόλεμον ἀναῤῥιπίζοντες, οὐ τόξαν, οὐ βέλη ἀφιέντες, ἀλλ’ ὑπομονῆς τεῖχος ἕκαστος περιβεβλημένος, ἐμμελείας, πραότητος, ἀνδρείας, τῷ πάσχειν κακῶς τοὺς ποιοῦντας ἐκ πολλοῦ τοῦ περιόντος καταισχύνοντες.

κδ’. Νῦν γοῦν οὗτοι μὲν φαιδρῷ τῷ προσώπῳ, ἐλευθέροις τοῖς ὀφθαλμοῖς, παῤῥησίᾳ ἀφάτῳ κεχρημένοι, εἰς ἀγορὰν ἐμβάλλουσιν, ἐν οἰκίαις στρέφονται, πρὸς τὴν σύναξιν αὐτομολοῦσιν· οἱ δὲ ταῦτα ἐργασάμενοι, καθ’ ἕκαστον τῶν μηχανημάτων, ὧν προσάγουσιν, ἐγκαλυπτόμενοι, καὶ πονηρὸν ἔνδον ἔχοντες συνειδός, τρέμοντες, δεδοικότες, οὕτω περιίασι. Καὶ καθάπερ τὰ δυσθάνατα τῶν θηρίων μετὰ προτέραν καὶ δευτέραν πληγὴν σφοδροτέρως ἐπιπίπτοντα ταῖς αἰχμαῖς τῶν δοράτων, χαλεπωτέραν καθ’ ἑαυτῶν ὠθεῖ τὴν πληγήν, τὰ τραύματα εἰς αὐτὰ τὰ σπλάγχνα δεχόμενα· καὶ τὰ κύματα ταῖς πέτραις ῥηγνύμενα, τῇ σφοδροτέρᾳ ῥύμῃ ἑαυτὰ ἀφανίζει καὶ διαλύει· οὕτω δὴ καὶ οὗτοι δι’ ὧν ἐπιβουλεύουσιν, ἑαυτοῖς μᾶλλον ἢ ἑτέροις τὰ βάραθρα ἀνορύττουσιν. Οἱ μὲν γὰρ ἐπιβουλευόμενοι τὴν οἰκουμένην, ἐραστὰς ἔχουσιν, ἐπαινέτας, θαυμαστάς, ἀνακηρύττοντας, στεφανοῦντας, τοὺς εἰδότας, τοὺς οὐκ εἰδότας, τοὺς ἀπὸ τῶν πραγμάτων, τοὺς ἀπὸ τῆς φήμης τὰ ἐκείνων μανθάνοντας, τοὺς συναλγοῦντας μυρίους, τοὺς συναγωνιζομένους, τοὺς τὰ χρηστὰ συνευχομένους αὐτοῖς πάντα· οἱ δὲ ἐπιβουλεύοντες τοὺς μισοῦντας τοσούτους καὶ πολλῷ πλείους, τοὺς κατηγόρους, τοὺς διαβάλλοντας, τοὺς ἐλέγχοντας, τοὺς καταισχύνοντας, τοὺς ἐπαρωμένους μυρία, τοὺς ἐπιθυμοῦντας αὐτοὺς ἰδεῖν ἐν κολάσει καὶ τιμωρίᾳ. Καὶ ταῦτα ἐν ἐνταῦθα· τὰ δὲ ἐκεῖ ποῖος παραστήσει λόγος; Εἰ γὰρ ἕνα τις σκανδαλίσας τοσαύτῃ κολάσει κατακρίνεται, ὡς συμφέρειν μύλον κρεμασθῆναι ἐπὶ τὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῆναι εἰς τὴν θάλασσαν· ἐννόησον πόσας δώσουσιν οὗτοι δίκας ἐν τῷ φοβερῷ δικαστηρίῳ τότε ἐκείνῳ, πόσας ὑποστήσονται τιμωρίας, τὸ γε εἰς αὐτοὺς ἧκον, τὴν οἰκουμένην ταράξαντες ἅπασαν, τοσαύτας ἀνατρέψαντες Ἐκκλησίας, τοσαύτῃ πολεμήσαντες εἰρήνῃ, μυρία πανταχοῦ σκάνδαλα θέντες; Οἱ δὲ παρ’ ἐκείνων παθόντες, ἅπερ ἔπαθον, μετὰ τῶν μαρτύρων, μετὰ τῶν ἀποστόλων, μετὰ τῶν γενναίων καὶ ὑψηλῶν ἀνδρῶν στήσονται, λάμποντες ἀπὸ τῶν κατορθωμάτων, ἀπὸ τῶν παθῶν, ἀπὸ τῶν στεφάνων, ἀπὸ τῶν βραβείων, ἀπὸ τῆς πολλῆς παῤῥησίας. Καὶ ὄψονται μὲν αὐτοὺς κολαζομένους, ἐξαρπάσαι δέ, κἂν μυριάκις βουληθῶσι, τῆς κολάσεως οὐ δυνήσονται· ἀλλὰ θήσουσι μὲν ἱκετηρίαν οὗτοι, οὐδὲν δὲ ὀνήσουσιν. Εἰ γὰρ ὁ πένητα ἕνα παραδραμὼν τὸν Λάζαρον, τοσαύτην ὑπέμεινε δίκην, καὶ οὐδεμιᾶς ἔτυχε παραμυθίας, τὶ πείσονται οὗτοι, τοσούτους διώξαντες καὶ σκανδαλίσαντες; Ταῦτ’ οὖν ἅπαντα λογιζόμενοι, καὶ ὅσα τούτοις ἐοικότα ἀπὸ τῶν θείων συλλέγοντες Γραφῶν, ἑαυτοῖς μὲν τεῖχος ἀσφαλές, τοῖς δὲ ἀσθενεστέροις ἔτι φάρμακα ταῦτα κατασκευάζοντες τὰ διηγήματα, στήκετε ἑδραῖοι, καὶ ἀμετακίνητοι, τὰ ὑποκείμενα ὑμῖν ἀγαθὰ ἀναμένοντες. Πάντως γάρ, πάντως κείσεται ὑμῖν ἀμοιβή, οὐ τῶν πόνων ἴση, ἀλλ’ ἐκ πολλοῦ τοῦ περιόντος ἄφατος. Τοιοῦτος γὰρ ὁ φιλάνθρωπος Θεός· μετὰ πολλῆς τῆς φιλοτιμίας τοὺς ἀγαθὸν τι ποιεῖν ἢ λέγειν προαιρουμένους ταῖς ἀντιδόσεσι καὶ ταῖς ἀμοιβαῖς νικᾷν ἐσπούδακεν· ὧν ἐπιτύχοιμεν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἰννοκεντίῳ Ἐπισκόπῳ Ῥώμης. Τῷ δεσπότῃ μου τῷ αἰδεσιμωτάτῳ, καὶ θεοφιλεστάτῳ ἐπισκόπῳ Ἰννοκεντίῳ Ἰωάννης ἐν Κυρίῳ χαίρειν.

α’. Καὶ πρὸ τῶν γραμμάτων οἶμαι τῶν ἡμετέρων ἀκηκοέναι τὴν εὐλάβειαν ὑμῶν τὴν παρανομίαν τὴν ἐνταῦθα τολμηθεῖσαν. Τὸ γὰρ μέγεθος τὴν δεινῶν οὐδὲ ἓν μέρος σχεδὸν τῆς οἰκουμένης ἀφῆκεν ἀνήκοον εἶναι τῆς χαλεπῆς ταύτης τραγῳδίας· καὶ γὰρ πρὸς αὐτὰς τῆς γῆς τὰς ἐσχατιὰς φέρουσα ἡ φήμη τὰ γενόμενα, πολὺν πανταχοῦ θρῆνον καὶ ὀλοφυρμὸν εἰργάσατο. Ἀλλ’ ἐπειδὴ οὐ θρηνεῖν δὲ μόνον, ἀλλὰ καὶ διορθοῦν καὶ σκοπεῖν, ὅπως ἂν ὁ χαλεπώτατος οὗτος τῆς Ἐκκλησίας σταίη χειμών· ἀναγκαῖον εἶναι ἐνομίσαμεν τοὺς κυρίους μου τοὺς τιμιωτάτους καὶ εὐλαβεστάτους ἐπισκόπους Δημήτριον, Πανσόφιον, Πάππον, καὶ Εὐγένιον πεῖσαι τὰς τε ἑαυτῶν ἀφεῖναι, καὶ πελάγους κατατολμῆσαι τοσούτου, καὶ μακρὰν ἀποδημίαν στείλασθαι, καὶ πρὸς τὴν ὑμετέραν δραμεῖν ἀγάπην, καὶ πάντα σαφῶς ἀναδιδάξαντας, ταχίστην παρασκευάσαι γενέσθαι τὴν διόρθωσιν, οἷς καὶ τοὺς τιμιωτάτους καὶ ἀγαπητοὺς τῶν διακόνων Παῦλον καὶ Κυριακὸν συνεπέμψαμεν· καὶ αὐτοὶ δὲ ὡς ἐν εἴδει ἐπιστολῆς, ἐν βραχεῖ διδάξομεν ὑμῶν τὴν ἀγάπην τὰ γεγενημένα. Ὁ γὰρ τῆς Ἐκκλησίας τῆς ἐν Ἀλεξανδρείᾳ τὴν προεδρίαν ἐγχειρισθεὶς θεόφιλος, ἐντυχόντων τινῶν τῷ εὐσεβεστάτῳ βασιλεῖ κατ’ αὐτοῦ, κελευσθεὶς ἀφικέσθαι μόνος, συναγαγὼν μεθ’ ἑαυτοῦ πλῆθος Αἰγυπτίων ἐπισκόπων οὐκ ὀλίγων παραγίνεται, καθάπερ ἐκ προοιμίων δεῖξαι βουλόμενος, ὅτι εἰς πόλεμον καὶ παράταξιν ἀφῖκται· εἶτα τῆς μεγάλης καὶ θεοφιλοῦς Κωνσταντινουπόλεως ἐπιβάς, οὐκ εἰς ἐκκλησίαν εἰσῆλθε κατὰ τὸ εἰωθὸς καὶ τὸν ἄνωθεν κρατήσαντα θεσμόν, οὐχ ἦμεν συνεγένετο, οὐ λόγου μετέδωκεν, οὐκ εὐχῆς, οὐ κοινωνίας· ἀλλ’ ἀποβὰς τοῦ πλοίου καὶ τὰ πρόθυρα τῆς ἐκκλησίας παραδραμών, ἔξω που τῆς πόλεως ἀπελθὼν ηὐλίζετο, καὶ πολλὰ παρακαλεσάντων ἡμῶν καὶ αὐτὸν καὶ τοὺς μετ’ αὐτοῦ παραγενομένους παρ’ ἡμῖν καταχθῆναι (καὶ γὰρ ἅπαντα ηὐτρέπιστο, καὶ καταγώγια, καὶ ὅσαν εἰκὸς ἦν) οὔτε ἐκεῖνοι, οὔτε αὐτὸς ἠνέσχετο. Ταῦτα ὁρῶντες ἡμεῖς, καὶ ἐν ἀπορίᾳ ἦμεν πολλῇ, μηδὲ τὴν αἰτίαν δυνάμενοι τῆς ἀδίκου ταύτης ἀπεχθείας εὑρεῖν· ἀλλ’ ὅμως τὰ παρ’ ἑαυτῶν ἐπληροῦμεν, τὸ πρέπον ἡμῖν αὐτοῖς ποιοῦντες, καὶ συνεχῶς αὐτὸν παρακαλοῦντες συγγενέσθαι τε ἡμῖν, καὶ εἰπεῖν, τίνος ἕνεκεν τοσοῦτον ἐκ προοιμίων ἀνεῤῥίπισε πόλεμον, καὶ τηλικαύτην διεσκέδασε πόλιν. Ὡς δὲ οὐδὲ αὐτὸς ἠβούλετο λέγειν τὴν αἰτίαν, οἳ τε κατηγοροῦντες αὐτοῦ ἐπέκειντο, καλέσας ἡμᾶς ὁ εὐσεβέστατος βασιλεύς, ἐκέλευσε πέραν ἔνθα διέτριβεν ἀπιέναι, καὶ τῆς κατ’ αὐτοῦ ἀκούειν ὑποθέσεως. Καὶ γὰρ καὶ ἔφοδον, καὶ σφαγάς, καὶ ἕτερα ἐνεκάλουν μυρία· ἀλλ’ ἡμεῖς καὶ τοὺς νόμους τῶν πατέρων εἰδότες, καὶ τὸν ἄνδρα αἰδούμενοι καὶ τιμῶντες, καὶ αὐτοῦ δὲ τὰ γράμματα ἔχοντες τὰ δηλοῦντα μὴ δεῖν ὑπερορίους ἕλκεσθαι τὰς δίκας, ἀλλ’ ἐν ταῖς ἐπαρχίαις τὰ τῶν ἐπαρχιῶν γυμνάζεσθαι, οὐ κατεδεξάμεθα δικάσαι, ἀλλὰ καὶ μετὰ πολλῆς παρῃτησάμεθα τῆς σφοδρότητος. Ὁ δὲ ὥσπερ τοῖς προτέροις ἐπαγωνιζόμενος, τὸν ἀρχιδιάκονον καλέσας τὸν ἐμόν, ἐξ αὐθεντίας πολλῆς, ὥσπερ ἤδη χηρευούσης τῆς Ἐκκλησίας, καὶ οὐκ ἐχούσης ἐπίσκοπον, δι’ ἐκείνου τὸν κλῆρον ἅπαντα πρὸς ἑαυτὸν μετέστησε· καὶ ἀνάστατοι αἱ ἐκκλησίαι ἐγένοντο, ἀπαγομένων τῶν ἐν ἑκάστῃ κληρικῶν, καὶ παρασκευαζομένῳ λιβέλλους διδόναι καθ’ ἡμῶν, καὶ πρὸς κατηγορίαν ἀλειφομένων. Καὶ ταῦτα ποιήσας ἔπεμπε, καὶ ἐκάλει ἡμᾶς εἰς δικαστήριον, μηδέπω τὰς καθ’ ἑαυτοῦ ἀποδησάμενος αἰτίας, ὃ μάλιστα καὶ παρὰ κανόνας καὶ παρὰ πάντας τοὺς νόμους ἦν.

β’. Ἀλλ’ ἡμεῖς συνειδότες ὅτι οὐ πρὸς δικαστήριον ἀφικόμεθα (ἢ γὰρ ἂν μυριάκις παρεγενόμεθα), ἀλλὰ πρὸς ἐχθρὸν καὶ πολέμιον, καθάπερ τὰ τε ἔμπροσθεν γεγενημένα καὶ τὰ μετὰ ταῦτα ἐδήλωσεν, ἀπεστάλκαμεν πρὸς αὐτὸν ἐπισκόπους, τὸν Πισινοῦντος Δημήτριον, τὸν Ἀπαμείας Εὐλύσιον, τὸν Ἀππιαρίας Λουπικίνον, πρεσβυτέρους δέ, Γερμανὸν καὶ Σευῆρον, μετὰ τῆς προσηκούσης ἡμῖν ἐπιεικείας ἀποκρινόμενοι, καὶ λέγοντες μὴ παραιτεῖσθαι κρίσιν, ἀλλ’ ἐχθρὸν πρόδηλον καὶ πολέμιον φανερόν. Ὁ γὰρ μηδέπω λιβέλλους δεξάμενος, καὶ τοιαῦτα ἐκ προοιμίων ποιήσας, καὶ ἀποῤῥήξας ἑαυτὸν Ἐκκλησίας, κοινωνίας, εὐχῆς, καὶ κατηγόρους ἀλείφων, καὶ κλῆρον μεθιστάς, καὶ ἐκκλησίαν ἐρημῶν· πῶς ἂν ᾖ δίκαιος ἐπὶ τὸν τοῦ δικαστοῦ θρόνον ἀναβαίνειν οὐδαμόθεν αὐτῷ προσήκοντα; Οὐδὲ γὰρ ἀκόλουθόν ἐστι τὸν ἐξ Αἰγύπτου τοὺς ἐν Θράκῃ δικάζειν, καὶ τοῦτον ὑπεύθυνον αἰτίας ὄντα, καὶ ἐχθρὸν καὶ πολέμιον.

Ἀλλ’ ὅμως οὐδὲν αἰδεσθείς, ἀλλὰ ἅπερ βεβούλευτο πληρῶσαι ἐπειγόμενος, ἡμῶν δηλωσάντων, ὅτι ἕτοιμοί ἐσμεν καὶ ἑκατὸν καὶ χιλίων ἐπισκόπων παρόντων ἀποδύσασθαι τὰ ἐγκλήματα, καὶ δεῖξαι ὄντας καθαροὺς ἑαυτούς, ὥσπερ οὖν καὶ ἐσμεν, οὐκ ἠνέσχετο· ἀλλὰ ἀπόντων ἡμῶν, καὶ σύνοδον ἐπικαλουμένων, καὶ κρίσιν ἐπιζητούντων, καὶ οὐκ ἀκρόασιν φευγόντων, ἀλλ’ ἀπέχθειαν φανεράν, καὶ κατηγόρους ἐδέχετο, καὶ τοὺς παρ’ ἐμοῦ γενομένους ἀκοινωνήτους ἔλυε, καὶ παρ’ αὐτῶν ἐκείνων οὐδέπω τὰ ἐγκλήματα ἀποδυσαμένων λιβέλλους ἐλάμβανε, καὶ ὑπομνήματα ἔπραττε, ἅπερ ἅπαντα παρὰ θεσμὸν καὶ κανόνων ἀκολουθίαν ἦν. Τὶ δὲ δεῖ πολλὰ λέγειν; Οὐκ ἀπέστη πάντα ποιῶν; Καὶ πραγματευόμενος, ἕως ἡμᾶς μετὰ δυναστείας καὶ αὐθεντίας πάσης καὶ τῆς πόλεως καὶ τῆς ἐκκλησίας ἐξέβαλε, καὶ πρὸς ἑσπέραν βαθεῖαν, τοῦ δήμου παντὸς ἡμῖν ἐπισυρομένου. Ἑλκόμενος ὑπὸ τοῦ κουριώσου τῆς πόλεως ἐν μέσῃ τῇ πόλει, καὶ πρὸς βίαν συρόμενος κατηγόμην, καὶ εἰς πλοῖον ἐνεβαλλόμην, καὶ διὰ νυκτὸς ἔπλεον, ἐπειδὴ σύνοδον πρὸς δικαίαν ἀκρόασιν προεκαλούμην. Τὶς ταῦτα ἀδακρυτί, κἂν λιθίνην ἔχῃ καρδίαν, ἀκούσειεν;

Ἀλλ’ ἐπειδή, καθάπερ ἔφθην εἰπών, οὐ θρηνεῖν μόνον τὰ κακῶς γινόμενα, ἀλλὰ καὶ διορθοῦν δεῖ, παρακαλῶ τὴν ὑμετέραν ἀγάπην διαναστῆναι, καὶ συναλγῆσαι, καὶ πάντα ποιῆσαι, ὥστε στῆναι ταύτῃ τὰ κακά. Οὐδὲ γὰρ ἐνταῦθα τὰ τῆς παρανομίας αὐτοῖς κατέλυσεν, ἀλλὰ καὶ μετὰ ταῦτα τοῖς προτέροις ἐπαποδύετο. Ἐπειδὴ γὰρ ὁ εὐσεβέστατος βασιλεὺς ἐπιπηδήσαντας αὐτοὺς τῇ ἐκκλησίᾳ ἀναισχύντως ἐξέβαλε, καὶ πολλοὶ τῶν παρόντων ἐπισκόπων ἰδόντες αὐτῶν τὴν παρανομίαν, εἰς τὰς αὐτῶν ἀνεχώρησαν, τὴν ἔφοδον αὐτῶν ὥσπερ πυρὰν τινα πάντα ἐπινεμομένην φεύγοντες, ἡμεῖς μὲν πάλιν εἰς τὴν πόλιν ἐκαλούμεθα, καὶ εἰς τὴν ἐκκλησίαν, ἧς ἀδίκως ἐξεβλήθημεν, ἐπισκόπων τε ἡμᾶς πλειόνων ἢ τριάκοντα εἰσαγόντων, καὶ τοῦ θεοφιλεστάτου βασιλέως νοτάριον εἰς τοῦτο ἀποστείλαντος, ἐκεῖνος δὲ ἐδραπέτευσεν εὐθέως. Τίνος ἕνεκεν καὶ διὰ τί; Εἰσιόντες παρεκαλοῦμεν τὸν θεοφιλέστατον βασιλέα, σύνοδον συναγαγεῖν εἰς ἐκδικίαν τῶν γεγενημένων. Συνειδὼς τοίνυν ἅπερ ἔδρασε, καὶ τὸν ἔλεγχον δεδοικώς, καὶ γραμμάτων βασιλικῶν πανταχοῦ διαπεμφθέντων, πάντοθεν πάντας συναγόντων, λάθρα μέσων νυκτῶν εἰς ἀκάτιον ἑαυτὸν ἐμβαλών, οὕτως ἀπέδρα τοὺς μεθ’ ἑαυτοῦ πάντας ἐπαγόμενος.

γ’. Ἀλλ’ ἡμεῖς οὐδὲ οὕτως ἔστημεν, διὰ τὸ τῷ συνειδότι θαῤῥεῖν τῷ ἡμετέρῳ, τὰ αὐτὰ πάλιν παρακαλοῦντες τὸν εὐσεβέστατον βασιλέα. Ὃς καὶ πρεπόντως αὐτοῦ ποιῶν τῇ εὐσεβείᾳ, ἔπεμψε πρὸς αὐτὸν πάλιν καλῶν αὐτὸν ἐξ Αἰγύπτου, καὶ τοὺς μετ’ αὐτοῦ πάντας, ὥστε δοῦναι λόγον τῶν γεγενημένων, καὶ μὴ τὰ ἀδίκως οὕτως ἐκ μιᾶς μοίρας, καὶ ἀπόντων ἡμῶν τολμηθέντα, καὶ παρὰ τοσούτους κανόνας, νομίζειν ἀρκεῖν εἰς ἀπολογίαν ἑαυτῷ. Ὁ δὲ οὐδὲ τῶν βασιλικῶν ἠνέσχετο γραμμάτων, ἀλλ’ ἔμενεν οἴκοι, προβαλλόμενος στάσιν τοῦ δήμου, καὶ σπουδὴν ἄκαιρόν τινων δῆθεν ἀντεχομένων αὐτοῦ· καίτοι γε πρὸ τῶν γραμμάτων τῶν βασιλικῶν αὐτὸς οὗτος ὁ δῆμος μυρίαις αὐτὸν ἦν πλύνας λοιδορίαις. Ἀλλ’ οὐ ταῦτα περιεργαζόμεθα νῦν, ἀλλ’ ἐκεῖνο δεῖξαι βουλόμενοι, ὅτι κακούργων ἀπελήφθη, ταῦτα εἰρήκαμεν. Πλὴν οὐδὲ μετὰ ταῦτα ἡμεῖς ἡσυχάσαμεν, ἀλλ’ ἐπεκείμεθα ἀξιοῦντες δικαστήριον γενέσθαι κατὰ πεῦσιν καὶ ἀπόκρισιν· ἕτοιμοι γὰρ εἶναι ἐλέγομεν δεῖξαι ἑαυτοὺς τε ἀνευθύνους ὄντας, ἐκείνους δὲ τὰ ἔσχατα παρανομήσαντας. Καὶ γὰρ ἦσάν τινες Σύροι τῶν ποτε μετ’ αὐτοῦ παρόντων, ἐνταῦθα ἀπολειφθέντες, οἳ κοινῇ μετ’ αὐτοῦ τὸ πᾶν ἔδρασαν· καὶ προσίεμεν ἕτοιμοι δικάζεσθαι, καὶ πολλάκις ἠνωχλήσαμεν ὑπὲρ τούτου, ἀξιοῦντες τὰ ὑπομνήματα ἡμῖν δοθῆναι, ἢ λιβέλλους κατηγορίων, ἢ φύσιν ἐγκλημάτων γνωρισθῆναι, ἢ αὐτοὺς τοὺς κατηγόρους· καὶ οὐδενὸς τούτων τετυχήκαμεν, ἀλλὰ πάλιν ἐξεβλήθημεν τῆς Ἐκκλησίας. Πῶς ἂν τὰ ἐντεῦθεν διηγησαίμην λοιπὸν πᾶσαν ὑπερβαίνοντα τραγῳδίαν; Τὶς ταῦτα παραστήσει λόγος; Ποία χωρὶς φρίκης δέξεται ἀκοή; Ἡμῶν γὰρ αὐτά, καθάπερ ἔμπροσθεν εἶπον, προτεινόντων, ἀθρόον στρατιωτῶν πλῆθος αὐτῷ τῷ μεγάλῳ Σαββάτῳ, πρὸς ἑσπέραν λοιπὸν τῆς ἡμέρας ἐπειγόμενος, ταῖς ἐκκλησίαις ἐπεισελθόντες, τὸν κλῆρον ἅπαντα τὸν σὺν ἡμῖν πρὸς βίαν ἐξέβαλον, καὶ ὅπλοις τὸ βῆμα περιεστοίχιστο. Καὶ γυναῖκες τῶν εὐκτηρίων οἴκων πρὸς τὸ βάπτισμα ἀποδυσάμεναι κατ’ αὐτὸν τὸν καιρὸν γυμναὶ ἔφυγον ὑπὸ τοῦ φόβου τῆς χαλεπῆς ταύτης ἐφόδου, οὐδὲ τὴν πρέπουσαν γυναιξὶν εὐσχημοσύνην συγχωρούμεναι περιθέσθαι· πολλαὶ δὲ καὶ τραύματα δεξάμεναι ἐξεβάλλοντο, καὶ αἵματος αἱ κολυμβῆθραι ἐπληροῦντο, καὶ τὰ ἱερὰ ἀπὸ τῶν αἱμάτων ἐφοινίσσετο νάματα. Καὶ οὐδὲ ἐνταῦθα εἱστήκει τὸ δεινόν. Ἀλλ’ ἔνθα τὰ ἅγια ἀπέκειντο εἰσελθόντες οἱ στρατιῶται, ὧν ἔνιοι, καθὼς ἔγνωμεν, ἀμύητοι ἦσαν, πάντα τε ἑώρων τὰ ἔνδον, καὶ τὸ ἁγιώτατον αἷμα τοῦ Χριστοῦ, ὡς ἐν τοσούτῳ θορύβῳ, εἰς τὰ τῶν προειρημένων στρατιωτῶν ἱμάτια ἐξεχεῖτο· καὶ ὡς ἐν αἰχμαλωσίᾳ βαρβαρικῇ πάντα ἐτολμᾶτο. Καὶ ὁ δῆμος πρὸς τὴν ἐρημίαν ἠλαύνετο, καὶ πᾶς ὁ λαὸς ἔξω τῆς πόλεως διέτριβε, καὶ κεναὶ ἐν ἑορτῇ τοιαύτῃ τῶν λαῶν αἱ ἐκκλησίαι ἐγίνοντο, καὶ πλείους ἢ τεσσαράκοντα ἐπίσκοποι οἱ κοινωνοῦντες ἡμῖν μετὰ τοῦ λαοῦ καὶ τοῦ κλήρου εἰκῆ καὶ μάτην ἠλαύνοντο· καὶ ὀλολυγαί, καὶ θρῆνοι, καὶ πηγαὶ δακρύων πανταχοῦ κατὰ τὰς ἀγορᾶς, κατὰ τὰς οἰκίας, κατὰ τὰς ἐρημίας, καὶ πᾶν τῆς πόλεως μέρος τῶν συμφορῶν ἐπληροῦτο τούτων· διὰ γὰρ τὴν ὑπερβολὴν τῆς παρανομίας οὐχ οἱ πάσχοντες μόνον, ἀλλὰ καὶ οἱ μηδὲν τοιοῦτον ὑπομένοντες συνήλγουν ἡμῖν, οὐχ οἱ ὁμόδοξοι μόνον, ἀλλὰ καὶ αἱρετικοί, καὶ Ἰουδαῖοι καὶ Ἕλληνες, καὶ ὡς τῆς πόλεως κατὰ κράτος ἁλούσης, οὕτως ἐν θορύβοις καὶ ταραχαῖς καὶ ὀλολυγαῖς ἅπαντα ἦν. Καὶ ταῦτα ἐτολμᾶτο παρὰ γνώμην τοῦ εὐσεβεστάτου βασιλέως, νυκτὸς καταλαβούσης, ἐπισκόπων αὐτὰ κατασκευαζόντων, καὶ πολλαχοῦ στρατηγούντων, οἳ οὐκ ᾐσχύνοντο καμπιδούκτορας ἀντὶ διακόνων προηγουμένους ἔχοντες. Ἡμέρας δὲ γενομένης, πᾶσα ἡ πόλις ἔξω τῶν τειχῶν μετῳκίζετο ὑπὸ δένδρα καὶ νάπας, καθάπερ πρόβατα διεσπαρμένα τὴν ἑορτὴν ἐπιτελοῦντες.

δ’. Ἕξεσιν ὑμῖν τὰ ἐντεῦθεν λογίσασθαι λοιπὸν ἅπαντα· ὥσπερ γὰρ ἔφθην εἰπών, οὐχ οἷόν τε πάντα ἐπελθεῖν τῷ λόγῳ καθ’ ἕκαστον γινόμενα. Τὸ δὴ χαλεπόν, ὅτι τοσαῦτα καὶ τηλικαῦτα κακὰ οὐδέπω καὶ νῦν λύσιν ἔλαβεν, ἀλλ’ οὐδὲ ἐλπίδα λύσεως· ἀλλ’ ἐκτείνεται καθ’ ἑκάστην ἡμέραν τὸ δεινόν, καὶ γέλως γεγόναμεν τοῖς πολλοῖς μᾶλλον δὲ γελᾷ μὲν οὐδείς, κἂν μυριάκις παράνομος ᾖ, θρηνοῦσι δὲ πάντες, ὅπερ ἔφην, τὸν κολοφῶνα τῶν κακῶν, τὴν καινὴν ταύτην παρανομίαν.

Τὶ ἂν τις εἴποι τὰς τῶν λοιπῶν Ἐκκλησιῶν ταραχάς; Οὐδὲ γὰρ ἐνταῦθα ἔστη τὸ κακόν, ἀλλὰ καὶ μέχρι τῆς ἕω ἔφθασε. Καθάπερ γὰρ ἀπὸ κεφαλῆς πονηροῦ ῥεύματος ἐκχυθέντος, τὰ λοιπὰ διαφθείρεται μέρη, οὕτω δὴ καὶ νῦν ὥσπερ ἐκ πηγῆς τῆς μεγάλης ταύτης πόλεως τῶν κακῶν ἀρξαμένων, ὁδῷ τὰ τῶν θορύβων πανταχοῦ προέβη, καὶ κλῆροι πανταχοῦ ἐπανέστησαν ἐπισκόποις, καὶ ἐπίσκοποι ἐπισκόπων, καὶ λαοὶ μὲν λαῶν διεσχίσθησαν, οἱ δὲ μέλλουσι, καὶ πανταχοῦ τῶν κακῶν ὠδῖνες, καὶ οἱ οἰκουμένης ἁπάσης ἀνατροπῇ. Μαθόντες τοίνυν ἅπαντα, κύριοί μου τιμιώτατοι καὶ εὐλαβέστατοι, τὴν προσήκουσαν ὑμῖν ἀνδρείαν καὶ σπουδὴν ἐπιδείξασθε, ὥστε παρανομίαν τοσαύτην ἐπεισελθοῦσαν ταῖς Ἐκκλησίαις ἀναστεῖλαι. Εἰ γὰρ τοῦτο κρατήσειε τὸ ἔθος, καὶ ἐξὸν γένηται τοῖς βουλομένοις εἰς τὰς ἀλλοτρίας ἀπιέναι παροικίας ἐκ τοσούτων διαστημάτων, καὶ ἐκβάλλειν οὓς ἂν ἐθέλοι τις, κατ’ ἐξουσίαν ἰδίαν πράττειν, ἅπερ ἂν ἐθέλωσιν, ἴστε ὅτι πάντα οἰχήσεται, καὶ πόλεμός τις ἀκήρυκτος πᾶσαν ἐπιδραμεῖται τὴν οἰκουμένην, πάντων πάντας βαλλόντων καὶ βαλλομένων. Ἵνα οὖν μὴ τοσαύτη σύγχυσις καταλάβῃ τὴν ὑφ’ ἥλιον πᾶσαν, ἐπιστεῖλαι παρακλήθητε τὰ μὲν οὕτω παρανόμως γεγενημένα ἀπόντων ἡμῶν, καὶ ἐκ μιᾶς μοίρας, καὶ οὐ παραιτησαμένων κρίσιν, μηδεμίαν ἔχειν ἰσχύν, ὥσπερ οὖν οὐδὲ ἔχει τῇ οἰκείᾳ φύσει· τοὺς δὲ τοιαῦτα παρανομήσαντας ἐλεγχομένους τῷ ἐπιτιμίῳ ὑποβάλλεσθαι τῶν ἐκκλησιαστικῶν νόμων· ἡμᾶς δὲ τοὺς οὐχ ἁλόντες, οὐκ ἐλεγχομένους, οὐκ ἀποδειχθέντας ὑπευθύνους, τῶν γραμμάτων τῶν ὑμετέρων δότε ἀπολαύειν συνεχῶς, καὶ τῆς ἀγάπης, καὶ πάντων τῶν ἄλλων, ὧνπερ καὶ ἔμπροσθεν. Εἰ δὲ βούλοιντο καὶ νῦν οἱ τὰ τοιαῦτα παρανομήσαντες ἐγκλήματα γυμνάζειν, ἐφ’ οἷς ἡμᾶς ἀδίκως ἐξέβαλον, ὑπομνημάτων ἡμῖν οὐ δοθέντων, οὐ λιβέλλων, οὐ κατηγόρων φανέντων· δικαστηρίου καθίσαντος ἀδεκάστου, καὶ δικασόμεθα, καὶ ἀπολογησόμεθα, καὶ ἀποδείξομεν ἑαυτοὺς ἀνευθύνους τῶν ἐπαγομένων ἡμῖν, ὥσπερ οὖν καὶ ἐσμεν· τὰ γὰρ νῦν γεγενημένα παρ’ αὐτῶν πάσης ἐκτὸς ἐστιν ἀκολουθίας, καὶ παντὸς νόμου καὶ κανόνος ἐκκλησιαστικοῦ. Καὶ τὶ λέγω κανόνος ἐκκλησιαστικοῦ; Οὐδὲ ἐν τοῖς ἔξω μὲν οὖν δικαστηρίοις τοιαῦτα ἐτολμήθη ποτέ, μᾶλλον δὲ οὐδὲ ἐν βαρβαρικῷ δικαστηρίῳ, οὐδὲ Σκύθαι, οὐδὲ Σαυρομάται οὕτως ἂν ποτε ἐδίκασαν ἐκ μιᾶς μοίρας κρίναντες, ἀπόντος τοῦ αἰτιωμένου, παραιτουμένου οὐ κρίσιν, ἀλλ’ ἀπέχθειαν, καλοῦντος δικαστὰς μυρίως, ἀνεύθυνον ἑαυτὸν εἶναι λέγοντος, καὶ τῆς οἰκουμένης παρούσης ἀποδύσασθαι τὰς αἰτίας, καὶ δεῖξαι ἑαυτὸν ἐν ἅπασιν ἀθῷον ὄντα. Ταῦτα οὖν πάντα λογισάμενοι, καὶ παρὰ τῶν κυρίων μου τῶν εὐλαβεστάτων ἀδελφῶν ἡμῶν τῶν ἐπισκόπων σαφέστερον ἅπαντα μαθόντες, τὴν παρ’ ἑαυτῶν ἡμῖν εἰσενεγκεῖν σπουδὴν παρακλήθητε. Οὕτω γὰρ οὐχ ἡμῖν μόνοις χαριεῖσθε, ἀλλὰ καὶ τῷ κοινῷ τῶν Ἐκκλησιῶν, καὶ τὸν παρὰ τοῦ Θεοῦ λήψεσθε μισθόν, τοῦ διὰ τὴν τῶν Ἐκκλησιῶν εἰρήνην πάντα ποιοῦντος. Διηνεκῶς ἐῤῥωμένοις ὑπερεύχου μου, δέσποτα τιμιώτατε καὶ ὁσιώτατε.

Ἰννοκεντίῳ Ἐπισκόπῳ Ῥώμης. Ἰωάννης ἐν Κυρίῳ χαίρειν.

Τὸ μὲν σῶμα ἡμῖν ἐν ἑνὶ ἵδρυται χωρίῳ, τῆς δὲ ἀγάπης τὸ πτερὸν πανταχοῦ τῆς οἰκουμένης περιίπταται. Ὅταν καὶ ἡμεῖς ὁδοῦ τοσούτῳ διῳκισμένοι μήκει, πλησίον τῆς εὐλαβείας ὑμῶν ἐσμεν, καὶ καθ’ ἑκάστην ὑμῖν συγγινόμεθα τὴν ἡμέραν, ὀφθαλμοῖς τοῖς ἐκείνης βλέποντες ὑμῶν τὴν ἀνδρείαν τῆς ψυχῆς, τὸ γνήσιον τῆς διαθέσεως, τὸ στεῤῥόν, τὸ ἀπερίτρεπτον, τὴν πολλὴν ὑμῶν παράκλησιν καὶ διαρκῆ καὶ μόνιμον. Ὅσῳ γὰρ τὰ τῶν κυμάτων ἐπὶ πλεῖον αἴρεται, καὶ πλείους ὕφαλοι καὶ σπιλάδες φύονται, καὶ πολλαὶ αἱ καταιγίδες, τοσούτῳ καὶ τὰ τῆς ἀγρυπνίας αὔξει τὰ τῆς ὑμετέρας· καὶ οὐχ ὁδοῦ μῆκος τοσοῦτον, οὐ χρόνου πλῆθος, οὐ δυσκολία πραγμάτων ὑπτίους γενέσθαι ὑμᾶς παρεσκεύασεν· ἀλλὰ μένετε μιμούμενοι τοὺς ἀρίστους τῶν κυβερνητῶν, οἳ τότε μάλιστα διεγείρονται, ὅταν ἴδωσι τὰ κύματα κορυφούμενα, τὴν θάλατταν ἐπὶ μεῖζον φερομένην, πολὺν τῶν ὑδάτων τὸν πάταγον, βαθυτάτην ἐν ἡμέρᾳ νύκτα. Διὸ καὶ χάριτας ὑμῖν ἐσμεν πολλάς, καὶ ἐπιθυμοῦμεν καὶ νιφάδας ὑμῖν πέμπειν γραμμάτων, ἡμῖν αὐτοῖς τὰ μέγιστα χαριζόμενοι. Ἀλλ’ ἐπειδὴ τοῦτο ἀφῃρήμεθα παρὰ τῆς τοῦ τόπου ἐρημίας· οὐδὲ γὰρ μόνον τῶν ἐκεῖσε ἀφικνουμένων, ἀλλ’ οὐδὲ τῶν ἐν τῇ καθ’ ἡμᾶς οἰκουμένῃ διατριβόντων, δύναιτ’ ἂν τις ῥᾳδίως ἡμῖν συγγενέσθαι, διὰ τε τὸ πόῤῥῳ καὶ πρὸς αὐτὰς τὰς ἐσχατιᾶς κεῖσθαι τὸ χωρίον ἐν ᾧ καθείργμεθα, καὶ διὰ τὸν λῃστρικὸν φόβον πᾶσαν ἀποτειχίζοντα τὴν ὁδόν· παρακαλοῦμεν ἐλεεῖν μᾶλλον ἡμᾶς τῆς μακρᾶς σιγῆς, ἢ ῥαθυμίαν ἐντεῦθεν καταγινώσκειν ἡμῶν. Ὅτι γὰρ οὐκ ὀλιγωροῦντες ἐσιγήσαμεν, ἐπιλαβόμενοι διὰ πολλοῦ τοῦ χρόνου νῦν τοῦ τιμιωτάτου καὶ ἀγαπητοῦ Ἰωάννου τοῦ πρεσβυτέρου, καὶ Παύλου τοῦ διακόνου, καὶ γράφομεν, καὶ εὐχαριστοῦντες ὑμῖν οὐ διαλιμπάνομεν, ὅτι πατέρας φιλοστόργους ἀπεκρύψατε τῇ περὶ ἡμᾶς εὐνοίᾳ τε καὶ σπουδῇ. Καὶ τὸ μὲν εἰς εὐλάβειαν ἧκον τὴν ὑμετέραν, τὴν προσήκουσαν διόρθωσιν εἴληφεν ἅπαντα, καὶ ὁ φορυτὸς τῶν κακῶν καὶ τὰ σκάνδαλα ἀνῄρηται, καὶ αἱ Ἐκκλησίαι εἰρήνης ἀπήλαυσαν καὶ λεύκης γαλήνης, καὶ πάντα κατὰ ῥοῦν φέρεται, καὶ καταφρονηθέντες ἐξεδικήθησαν νόμοι, καὶ θεσμοὶ πατέρων παραβαθέντες. Ἐπειδὴ δὲ ἐπὶ τῶν ἔργων αὐτῶν οὐδὲν τούτων γέγονε, τῶν τὰ πρότερα τολμησάντων τοῖς προτέροις ἐπαγωνιζομένων ἔτι παρανομήμασιν, ἅπαντα μὲν τὰ παρ’ αὐτῶν μετὰ ταῦτα γεγενημένα καθ’ ἕκαστον διηγήσασθαι παρίημι· καὶ γὰρ ἱστορίας ὑπερβαίνει μέτρον, οὐκ ἐπιστολῆς μόνον, ἡ διήγησις· ἐκεῖνο δὲ παρακαλῶ τὴν ἄγρυπνον ὑμῶν ψυχήν, κἂν οἱ πάντα θορύβων ἐμπλήσαντες ἀμετανόητα νοσῶσι καὶ ἀνίατα, αὐτοὺς τοὺς θεραπεῦσαι αὐτὰ ἑλομένους μὴ περικακῆσαι, μηδὲ ἀπαγορεῦσαι, τὸ μέγεθος τοῦ κατορθώματος ἐννοήσας. Καὶ γὰρ ὑπὲρ τῆς οἰκουμένης σχεδὸν ἁπάσης ὁ παρὼν ὑμῖν ἀγὼν πρόκειται, ὑπὲρ Ἐκκλησιῶν εἰς γόνυ κατενεχθεισῶν, ὑπὲρ λαῶν διασπαρέντων, ὑπὲρ κλητῶν πολεμουμένων, ὑπὲρ ἐπισκόπων φυγαδευομένων, ὑπὲρ θεσμῶν πατέρων παραβαθέντων. Διὸ καὶ παρακαλοῦμεν ὑμῶν τὴν ἐμμέλειαν, καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις, ὅσῳ πλείων ἡ ζάλη, τοσούτῳ πλείονα ἐπιδείξασθαι τὴν σπουδήν. Προσδοκῶμεν γὰρ καὶ ἔσεσθαί τι πλεῖν εἰς διόρθωσιν. Εἰ δ’ ἄρα μὴ τοῦτο γένοιτο, ἀλλ’ ἡμεῖς ἀπηρτισμένον ἔχετε τὸν στέφανον παρὰ τοῦ φιλανθρώπου Θεοῦ, καὶ τοῖς ἀδικουμένοις οὐ μικρὰ τοῦτο ἔσται παράκλησις, τῆς ἡμετέρας ἀγάπης ἡ ἔνστασις· ἐπεὶ καὶ ἡμᾶς τρίτον ἔτος τοῦτο ἐν ἐξορίᾳ διατρίβοντας, λιμῷ, λοιμῷ, πολέμοις, πολιορκίαις συνεχέσιν, ἐρημίᾳ ἀφάτῳ, θανάτῳ καθημερινῷ, μαχαίραις Ἰσαυρικαῖς ἐκδεδομένους, οὐχ ὡς ἔτυχε παρακαλεῖ καὶ παραμυθεῖται τὸ διαρκὲς καὶ μόνιμον ὑμῶν τῆς διαθέσεως καὶ τῆς παῤῥησίας, καὶ τὸ δαψιλεῖ καὶ γνησίᾳ οὕτως ἐντρυφᾶν ὑμῶν τῇ ἀγάπῃ. Τοῦτο ἡμῖν τεῖχος, τοῦτο ἀσφάλεια, τοῦτο λιμὴν ἀκύμαντος, τοῦτο θησαυρὸς μυρίων ἀγαθῶν, τοῦτο εὐφροσύνη, καὶ πολλῆς ἡδονῆς ὑπόθεσις. Κἂν εἰς ἐρημότερον τοῦτο πάλιν ἀπενεχθῶμεν χωρίον, οὐ μικρὰν ταύτην ἔχοντες παράκλησις, τῶν παθημάτων ἡμῶν ἄπιμεν.

Τῷ Ἀγαπητῷ Ἀδελφῷ Ἰωάννῃ Ἰννοκέντιος.

Εἰ καὶ πάντα δεῖ τὸν ἀναίτιον προσδοκᾶν τὰ χρηστά, καὶ παρὰ τοῦ Θεοῦ τὸν ἔλεον αἰτεῖν, ὅμως καὶ παρ’ ἡμῶν τὴν ἀνεξικακίαν συμβουλευόντων τὰ καθήκοντα γράμματα διὰ Κυριακοῦ τοῦ διακόνου ἐξαπέσταλται· ὥστε μὴ πλέον δυνηθῆναι τὴν ὕβριν ἐν τῷ συντρίβειν, ἢ τὸ ἀγαθὸν συνειδὸς ἐν τῷ ἐλπίζειν. Οὐδὲ γὰρ ὀφείλεις διδαχθῆναι, ὁ τοσούτων λαῶν διδάσκαλος καὶ ποιμήν, τοὺς ἀρίστους ἀεὶ καὶ πολλάκις δοκιμάζεσθαι, εἰ ἐν τῇ ἀκμῇ τῆς ὑπομονῆς παραμένουσι, καὶ οὐδενὶ πόνῳ κακοπαθείας ὑποπίπτουσι· καὶ ἔστιν ὡς ἀληθῶς βέβαιον πρᾶγμα τὸ συνειδὸς εἰς πάντα τὰ ἀδίκως συμπίπτοντα· ἅπερ εἰ μὴ νικήσειέ τις ὑπομένων, τεκμήριον φαύλης ὑπολήψεως ἐκφέρει. Πάντα γὰρ ὑπομένειν ὀφείλει ὁ τῷ Θεῷ πρῶτον, εἶτα καὶ τῷ ἰδίῳ πεποιθὼς συνειδότι· ὁπότε μάλιστα γυμνάζεσθαι εἰς ὑπομονὴν ὁ καλὸς καὶ ἀγαθὸς δύναται, νικᾶσθαι δὲ οὐκ, ἐπειδήπερ αὐτοῦ τὴν διάνοιαν αἱ θεῖαι Γραφαὶ φυλάττουσι· καὶ περιττεύουσιν ὑποδείγμασιν αἱ θεῖαι ἀναγνώσεις, ἃς τοῖς λαοῖς παραδιδόαμεν· αἵτινες πάντας σχεδὸν τοὺς ἁγίους καταπεπονῆσθαι διαφόρως καὶ συνεχῶς ἐπιστώσαντο, καὶ δοκιμάζεσθαι καθάπερ ἓν τινὶ διαγνώσει, οὕτω τε εἰς τὸν στέφανον τῆς ὑπομονῆς ἐληλυθέναι. Παραμυθείτω τὴν ἀγάπην σου αὐτὸ τὸ συνειδός, ἀδελφὲ τιμιώτατε, ὅπερ ἐν ταῖς θλίψεσιν ἔχει τὴν παραμυθίαν τῆς ἀρετῆς. Ἐποπτεύοντος γὰρ τοῦ Δεσπότου Χριστοῦ, ἐν τῷ λιμένι τῆς εἰρήνης καθαρισθεῖσα ἡ συνείδησις στήσεται.

Ἰννοκέντιος Ἐπίσκοπος. Πρεσβυτέροις καὶ διακόνοις καὶ παντὶ τῷ κλήρῳ καὶ τῷ λαῷ τῆς Κωνσταντινουπόλεως Ἐκκλησίας, τοῖς ὑπὸ τὸν ἐπίσκοπον Ἰωάννην, ἀγαπητοῖς ἀδελφοῖς, χαίρειν.

Ἐκ τῶν γραμμάτων τῆς ὑμετέρας ἀγάπης, ἅτινα διὰ Γερμανοῦ τοῦ πρεσβυτέρου καὶ Κασιανοῦ τοῦ διακόνου ἀπεστάλκατε, τὴν σκηνὴν τῶν κακῶν, ἦν πρὸ τῶν ὀφθαλμῶν ἐθήκατε, ἐμμερίμνῳ φροντίδι κατέμαθον, ὅσαις τε ἡ πίστις κάμνει ταλαιπωρίαις τε καὶ πόνοις, ἐπαναληφθείσῃ πολλάκις τῇ ἀναγνώσει κατεῖδον· ὅπερ πρᾶγμα μόνη ἡ παράκλησις τῆς ὑπομονῆς ἰᾶται· δώσει γὰρ ἐν τάχει ὁ ἡμέτερος Θεὸς ταῖς τοσαύταις θλίψεσι τέλος, καὶ ταῦτα συνοίσει ὑπενηνοχέναι. Ἀλλὰ γὰρ αὐτὴν τὴν ἀναγκαίαν παράκλησιν, ἐν ἀρχῇ τῆς ἐπιστολῆς τῆς ὑμετέρας ἀγάπης κειμένην, ἐγκωμιάζοντες ὑμῶν τὴν πρόθεσιν ἐπεγνώκαμεν, πολλὰς πρὸς τὸ ὑπομένειν μαρτυρίας περιέχουσαν· τὴν γὰρ ἡμετέραν παράκλησιν, ἦν ὀφείλομεν ὑμῖν ἐπιστεῖλαι, τοῖς ὑμετέροις γράμμασι προεφθάσατε. Ταύτην γὰρ τοῖς κάμνουσιν ὁ ἡμέτερος Δεσπότης ὑπομονὴν παρέχειν εἴωθεν, ἵνα καὶ ἐν ταῖς θλίψεσι τυγχάνοντες, ἑαυτοὺς οἱ τοῦ Χριστοῦ δοῦλοι παραμυθῶνται, ἀναλογιζόμενοι ἐν ἑαυτοῖς, καὶ πρότερον γεγενῆσθαι τοῖς ἁγίοις ἅπερ αὐτοὶ πάσχουσι. Καὶ ἡμεῖς δὲ ἐξ αὐτῶν τῶν ὑμετέρων γραμμάτων δυνάμεθα ἡμῖν προσενέγκαι παράκλησιν· οὐ γὰρ τοῦ συναλγεῖν ὑμῖν ἐσμεν ἀλλότριοι, ἐπειδήπερ καὶ ἡμεῖς κολαζόμεθα ἐν ὑμῖν. Τὶς γὰρ ἐνέγκαι δυνήσεται τὰ ἐξαμαρτανόμενα ὑπ’ ἐκείνων, οὕστινας ἐχρῆν μάλιστα τοῦ γαληνοῦ τῆς εἰρήνης καὶ αὐτῆς σπουδαστὰς εἶναι τῆς ὁμονοίας. Νῦν ἐνηλλαγμένῳ τρόπῳ ἀπὸ τῆς προεδρίας τῶν ἰδίων Ἐκκλησιῶν ἐξωθοῦνται ἀθῷοι ἱερεῖς. Ὃ δὴ καὶ πρῶτος ὁ ἀδελφὸς ἡμῶν καὶ συλλειτουργὸς Ἰωάννης ὁ ὑμέτερος ἐπίσκοπος ἀδίκως πέπονθε, μηδεμιᾶς τυχὼν ἀκροάσεως· οὐδὲν ἔγκλημα ἐπιφέρεται, οὐδ’ εἰσακούεται. Καὶ τὶς ἡ ἀπηγορευμένη ἐπίνοια; Ἵνα μὴ πρόφασις κρίσεως γένηται, ἢ ζητηθῇ, εἰς τόπους ζώντων ἱερέων ἄλλοι ἀποκαθίστανται, ὡς δυναμένων τῶν ἐκ τοιούτου πλημμελήματος ὁρμωμένων, ὀρθῶς τι ἔχειν, ἢ πεπρᾶχθαι ὑπὸ τινος κριθῆναι. Οὐδὲ γὰρ πώποτε παρὰ τῶν πατέρων τῶν ἡμετέρων τοιαῦτα τετολμῆσθαι ἐγνώκαμεν· ἀλλὰ μᾶλλον κεκωλῦσθαι τῷ μηδενὶ εἰς τόπον ζῶντος χειροτονεῖν ἄλλον δεδόσθαι ἐξουσίαν. Οὐ γὰρ χειροτονία ἀδόκιμος τὴν τιμὴν δύναται ἀφελέσθαι τοῦ ἱερέως· ἐπειδήπερ οὐδὲ ἐπίσκοπος δύναται εἶναι ἐκεῖνος, ὃς ἀδίκως ὑποκαθίσταται. Ὃ τι καὶ περὶ τῆς τῶν κανόνων παραφυλακῆς, τούτοις δεῖν ἕπεσθαι γράφομεν, οἵτινες ἐν Νικαίᾳ εἰσὶν ὡρισμένοι, οἷς μόνοις ὀφείλει ἐξακολουθεῖν ἡ καθολικὴ Ἐκκλησία, καὶ τούτους γνωρίζειν. Εἰ δὲ ἕτεροι ὑπὸ τινων προφέρονται, οἵτινες ἀπὸ τῶν κανόνων τῶν ἐν Νικαίᾳ διαφωνοῦσι, καὶ ὑπὸ αἱρετικῶν ἐλέγχονται συντετάχθαι, οὗτοι παρὰ τῶν καθολικῶν ἐπισκόπων ἀποβάλλωνται. Τὰ γὰρ ὑπὸ τῶν αἱρετικῶν εὑρεθέντα, ταῦτα οὐκ ἔστι τοῖς καθολικοῖς κανόσι προσάπτειν· ἀεὶ γὰρ διὰ τῶν ἐναντίων καὶ ἀθέσμων τὴν τῶν ἐν Νικαίᾳ μειοῦν βουλὴν ἐθέλουσιν. Οὐ μόνον οὖν λέγομεν τούτοις μὴ δεῖν ἐξακολουθεῖν, ἀλλὰ μᾶλλον αὐτοὺς μετὰ αἱρετικῶν καὶ σχισματικῶν δογμάτων εἶναι κατακριτέους, καθάπερ καὶ πρότερον γέγονεν ἐν τῇ Σαρδικῇ συνόδῳ ὑπὸ τῶν πρὸ ἡμῶν ἐπισκόπων. Τὰ γὰρ καλῶς πραχθέντα κατακρίνεσθαι μᾶλλον προσῆκεν, ἢ ἄντικρυς τῶν κανόνων γενόμενα ἔχειν τινὰ βεβαιότητα, ἀδελφοὶ τιμιώτατοι. Ἀλλὰ τὶ κατὰ τῶν τοιούτων νῦν ἐν τῷ παρόντι ποιήσωμεν; Ἀναγκαῖα ἐστὶ διάγνωσις συνοδική, ἦν καὶ πάλαι ἔφημεν συναθροιστέαν, μόνη γὰρ ἐστιν ἥτις δύναται τὰς κινήσεις τῶν τοιούτων καταστεῖλαι καταιγίδων· ἧς ἵνα τύχωμεν, χρήσιμόν ἐστι τέως ὑπερτίθεσθαι τὴν ἰατρείαν τῇ βουλήσει τοῦ μεγάλου Θεοῦ καὶ τοῦ Χριστοῦ αὐτοῦ τοῦ Κυρίου ἡμῶν. Πάντα ὅσα οὖν τῷ φθόνῳ τοῦ διαβόλου πρὸς τὴν τῶν πιστῶν δοκιμασίαν τετάρακται, πραυνθήσεται· οὐδὲν ὀφείλομεν τῇ στεῤῥότητι τῆς πίστεως παρὰ τοῦ Κυρίου ἀπελπίσαι. Καὶ γὰρ ἡμεῖς πολλὰ σκεπτόμεθα ὃν τρόπον ἡ σύνοδος οἰκουμενικὴ συναχθείη, ὅπως τῇ βουλήσει τοῦ Θεοῦ αἱ ταραχώδεις κινήσεις παύσωνται. Ὑπομείνωμεν οὖν τέως, καὶ τῷ τείχει τῆς ὑπομονῆς ὀχυρούμενοι, ἐλπίσωμεν πάντα τῇ βοηθείᾳ τοῦ Θεοῦ ἡμῶν ἀποκατασταθῆναι. Πάντα δὲ ὅσα ὑμᾶς ὑφίστασθαι εἰρήκατε, καὶ πρότερον συνδραμόντων εἰς τὴν Ῥώμην τῶν ἡμετέρων συνεπισκόπων, εἰ καὶ τὰ μάλιστα διαφόροις χρόνοις, τουτέστι Δημητρίου, Κυριακοῦ, Εὐλυσίου, καὶ Παλλαδίου, οἵτινες σύνεισι μεθ’ ἡμῶν, τελείᾳ ἐρωτήσει μεμαθήκαμεν.

Τοῖς ἐγκεκλεισμένοις Ἐπισκόποις, Πρεσβυτέροις καὶ διακόνοις ἐν δεσμωτηρίῳ δι’ εὐσέβειαν.

Μακάριοι τοῦ δεσμωτηρίου, καὶ τῆς ἀλύσεως, καὶ τῆς τῶν δεσμῶν ὑποθέσεως ὑμεῖς· μακάριοι καὶ τρισμακάριοι, καὶ πολλάκις τοῦτο, οἳ πᾶσαν ἀνηρτήσασθε τὴν οἰκουμένην τῷ περὶ ὑμᾶς φίλτρῳ, ἐραστὰς ὑμῶν καὶ τοὺς πόῤῥωθεν ὄντας πεποιήκατε. Πανταχοῦ γῆς καὶ θαλάττης ᾅδεται ὑμῶν τὰ κατορθώματα, ἡ ἀνδρεία, ἡ ἀπερίτρεπτος γνώμη, τὸ ἀδούλωτον φρόνημα. Οὐδὲν ὑμᾶς κατέπληξε τῶν δοκούντων εἶναι δεινῶν, οὐ δικαστήριον, οὐ δήμιος, οὐ βασάνων νιφάδες, οὐκ ἀπειλαὶ μυρίων γέμουσαι θανάτων, οὐ δικαστὴς πῦρ ἀπὸ τοῦ στόματος ἀφιείς, οὐκ ἐχθροὶ θήγοντες τοὺς ὀδόντας, καὶ μυρία εἴδη κινοῦντες ἐπιβουλῆς, οὐ συκοφαντίαι τοσαῦται, οὐκ ἀναίσχυντοι κατηγορίαι, οὐ θάνατος πρὸ τῶν ὀφθαλμῶν καθ’ ἑκάστην ἡμέραν φαινόμενος· ἀλλ’ ἤρκεσεν ὑμῖν εἰς παράκλησιν τῶν γινομένων ἡ τῶν γινομένων ὑπόθεσις. Διὰ ταῦτα φανερῶς μὲν ὑμᾶς πάντες στεφανοῦσι, καὶ ἀνακηρύττουσι, οὐ φίλοι μόνον, ἀλλὰ καὶ αὐτοὶ οἱ ἐχθροί, καὶ ταῦτα κατασκευάζοντες· εἰ καὶ μὴ φανερῶς, κἂν τις αὐτῶν ἀναπτύξειε τὸ συνειδός, πολὺ καὶ παρ’ ἐκείνοις ὑμῶν εὑρήσει τὸ θαῦμα. Τοιοῦτον γὰρ ἀρετή, καὶ παρὰ τοῖς πολεμοῦσιν αὐτὴν θαυμάζεται· τοιοῦτον κακία, καὶ παρὰ τοῖς μετιοῦσιν αὐτὴν καταγινώσκεται. Καὶ τὰ μὲν ἐνταῦθα τοιαῦτα, τὰ δὲ ἐν οὐρανοῖς; Τὶς παραστῆσαι δυνήσεται λόγος; Ἐγγέγραπται ὑμῶν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς, μετὰ τῶν ἁγίων κατηριθμήθητε μαρτύρων. Οἶδα ταῦτα ἐγὼ σαφῶς, οὐκ εἰς τὸν οὐρανὸν ἀναβάς, ἀλλ’ ἀπὸ θείων αὐτὰ μαθὼν χρησμῶν. Εἰ γὰρ ὁ γάμῳ παρανομουμένῳ παραστάς, καὶ μὴ διορθῶσαι δυνηθεὶς τὴν παρανομίαν, ἀλλ’ ἐλέγξαι αὐτὴν μόνον, ὁ τῆς στείρας καρπός, ὁ τῆς ἐρήμου πολίτης, ἐπειδὴ διὰ τοῦτο τὸ δεσμωτήριον ᾤκησε καὶ ἀπετμήθη, καὶ μάρτυς, καὶ μαρτύρων ὁ πρῶτός ἐστιν· ὑμεῖς οἱ νόμοις πατέρων καὶ θεσμοῖς παραβαθεῖσι, καὶ ἱερωσύνῃ ἐπηρεαζομένῃ καὶ παρανομουμένῃ παραστάντες, καὶ τοσαῦτα παθόντες ὑπὲρ ἀληθείας, καὶ τοῦ λῦσαι συκοφαντίας ἀναισχύντους οὕτως, ἐννοήσατε ἡλίκην λήψεσθε τὴν ἀμοιβήν. «Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου», εἶπε τοῦτο ὁ γενναῖος ἐκεῖνος καὶ ὑψηλὸς ἀνήρ, καὶ ἤρκεσεν αὐτῷ πρὸς παῤῥησίαν ἄφατον. Εἴπατε καὶ ὑμεῖς, Πρόκειται ἡμῶν τὰ σώματα κολάσεσι, τιμωρίαις, βασάνοις· ἀνάλισκε, δαπάνα ταῦτα τιμωρίαις οἵαις βούλει· συκοφαντεῖν οὐχ αἱρούμεθα, ἀλλὰ ἀποθνήσκειν μυριάκις. Ἀλλ’ οὐκ ἀπετμήθητε, ἀλλὰ πολλῷ χαλεπώτερα πεπόνθατε. Οὐ γὰρ ἐστιν ἴσον ἐν βραχείᾳ καιροῦ ῥοπῇ κεφαλὴν ἀποθέσθαι, καὶ τοσαύτας ἐπὶ τοσούτῳ χρόνῳ παλαίειν ὀδύναις, φόβοις, ἀπειλαῖς, δεσμωτηρίοις, ἀπαγωγαῖς, δικαστηρίοις, δημίων χερσί, συκοφαντῶν ἀναισχύντοις γλώτταις, ὀνείδεσι, λοιδορίαις, σκώμμασι. Καὶ γὰρ καὶ τοῦτο μέγιστον ἄθλου εἶδος, καὶ τίθησιν αὐτὸν ἐν τάξει μεγάλων ἀγώνων ὁ μακάριος Παῦλος, οὕτω λέγων· «Ἀναμιμνήσκεσθε τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων». Εἶτα λέγων τὴν ἄθλησιν, τοῦτο τέθεικεν, οὕτως εἰπών· «Τοῦτο μὲν ὀνειδισμοῖς καὶ θλίψεσι θεατριζόμενοι, τοῦτο δὲ κοινωνοὶ τῶν οὕτως πασχόντων γενηθέντες». Εἰ δὲ οἱ κοινωνήσαντες ἤθλησαν, πολλῷ μᾶλλον οἱ ὑπομείναντες. Οὐδὲ γὰρ ἕνα, καὶ δύο, καὶ τρεῖς, ἀλλὰ πολλοὺς ὑπομεμενήκατε θανάτους τῇ γνώμῃ, εἰ καὶ μὴ τῇ πείρᾳ. «Χάρητε τοίνυν καὶ σκιρτήσατε»· τοῦτο γὰρ ὁ τῶν οὐρανῶν Δεσπότης ἐκέλευσε, μὴ μόνον μὴ ἀλγεῖν, μηδὲ καταπίπτειν, ἀλλὰ καὶ σκιρτᾷν, καὶ ἥδεσθαι, ὅταν ὄνομα πονηρὸν ὑμῶν ἐκβάλλωσιν. Εἰ δὲ ἐπὶ συκοφαντίᾳ χαίρειν δεῖ, ὅταν καὶ τοσαῦτα προσῇ, συκοφαντίαι, πληγαί, βάσανοι, ξίφη ἠκονημένα, δεσμωτήρια, ἁλύσεις, ἀπαγωγαί, περιαγωγαί, ἐχθρῶν στίφη τοσαῦτα, ἐννόησον ἥλικος ὁ μισθός, ποῦ κορυφοῦται τὰ τῆς ἀμοιβῆς. «Χαίρετε τοίνυν, σκιρτᾶτε», ἀνδρίζεσθε, κραταιοῦσθε, ἐννοήσατε πόσους ἠλείψατε δι’ ὧν ἐπάθετε, πόσων φρονήματα ἀνεστήσατε, πόσους ἐστηρίξατε σαλευομένους, οὐχὶ παρόντες, ἀλλὰ καὶ ἀπόντες, οὐ διὰ τῆς ὄψεως ὧν ὑπομεμενήκατε, ἀλλὰ καὶ διὰ μόνης τῆς ἀκοῆς καὶ τοὺς πόῤῥωθεν τὰ μέγιστα ὠφελήσαντες. Συνεχῶς ἐκεῖνο περιφέρετε τὸ ἀποστολικόν· «Ὅτι οὐκ ἀξία τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι εἰς ἡμᾶς»· προσδοκᾶτε δὲ καὶ τὴν ταχίστην τῶν πειρασμῶν λύσιν, καὶ τελείαν ἀπαλλαγήν, καὶ εὔχεσθε συνεχῶς ὑπὲρ ἡμῶν. Εἰ γὰρ καὶ πολλῷ διῳκίσμεθα ὑμῶν τῷ μήκει τῆς ὁδοῦ, καὶ ἐπὶ πολὺν ἐχωρίσθημεν ὑμῶν χρόνον, ἀλλ’ ὡς παρόντες καὶ συνόντες ὑμῖν, οὕτως ὑμᾶς περιπτυσσόμεθα, οὕτως ὑμῶν ἑκάστου τὴν φίλην καταφιλοῦμεν κεφαλήν, ὑπτίαις χερσὶ τοὺς στεφανίτας δεχόμενοι, καὶ μέγιστον καὶ ἐντεῦθεν προσδοκῶμεν ἡμῖν ἔσεσθαι κέρδος ἀπὸ τῆς πολλῆς περὶ ἡμᾶς ἀγάπης. Εἰ γὰρ τοὺς ἀγαπῶντας ὑμᾶς πολὺν ἀναμένειν δεῖ τὸν μισθόν, ἐννοήσατε ἡλίκα ὑμῖν τὰ τῆς ἀντιδόσεως τοῖς ἐν τοσούτοις διαλάμψασιν ἀγῶσιν.

Τῇ δεσποίνῃ μου. Τῇ αἰδεσιμωτάτῃ καὶ θεοφιλεστάτῃ διακόνῳ Ὀλυμπιάδι, Ἰωάννης ἐπίσκοπος ἐν Κυρίῳ χαίρειν.

·

Ἑπιστολη Α’

.

α’. Φέρε δὴ ἀπαντλήσω σου τῆς ἀθυμίας τὸ ἕλκος, καὶ διασκεδάσω τοὺς λογισμοὺς τὸ νέφος τοῦτο συνάγοντας. Τὶ γὰρ ἐστιν ὃ συγχεῖ σου τὴν διάνοιαν, καὶ λυπῇ, καὶ ἀδημονεῖς; Ὅτι ἄγριος ὁ χειμὼν ὁ τὰς Ἐκκλησίας καταλαβὼν καὶ ζοφώδης, καὶ νύκτα ἀσέληνον πάντα εἰργάσατο, καὶ καθ’ ἑκάστην κορυφοῦνται τὴν ἡμέραν, πικρὰ τινα ὠδίνων ναυάγια, καὶ αὔξεται ἡ πανωλεθρία τῆς οἰκουμένης; Οἶδα τοῦτο κἀγώ, καὶ οὐδεὶς ἀντερεῖ, καὶ εἰ βούλει, καὶ εἰκόνα ἀναπλάττω τῶν γινομένων, ὥστε σαφεστέραν σοι ποιῆσαι τὴν τραγῳδίαν. Θάλασσαν ὁρῶμεν ἀπ’ αὐτῆς κάτωθεν ἀναμοχλευομένην τῆς ἀβύσσου, πλωτῆρας τοῖς ὕδασι νεκροὺς ἐπιπλέοντας, ἑτέρους ὑποβρύχιους γενομένους, τὰς σανίδας τῶν πλοίων διαλυομένας, τὰ ἱστία διαῤῥηγνύμενα, τοὺς ἱστοὺς διακλωμένους, τὰς κώπας τῶν χειρῶν τῶν ναυτῶν ἀποπτάσας, τοὺς κυβερνήτας ἀντὶ οἰάκων ἐπὶ τῶν καταστρωμάτων καθημένους, τὰς χεῖρας τοῖς γόνασι περιπλέκοντας, καὶ πρὸς τὴν ἀμηχανίαν τῶν γινομένων κωκύοντας, ὀξέως βοῶντας, θρηνοῦντας, ὀλοφυρομένους μόνον, οὐκ οὐρανόν, οὐ πέλαγος φαινόμενον, ὡς οὐδὲ τοὺς πλησίον ἐπιτρέποντα βλέπειν, καὶ πολὺν τὸν πάταγον τῶν κυμάτων, καὶ θηρία θαλάττια πάντοθεν τοῖς πλέουσιν ἐπιτιθέμενα. Μᾶλλον δὲ μέχρι τίνος διώκομεν ἀκίχητα; Οἵαν γὰρ ἂν ζητήσω τῶν παρόντων κακῶν εἰκόνα, ἡττώμενος ὁ λόγος ἀναχώρει. Ἀλλ’ ὅμως καὶ ταῦτα ἰδὼν οὐκ ἀπογινώσκω τοῦ παντὸς ἐννοῶν, ὃς οὐ τέχνῃ περιγίνεται τοῦ χειμῶνος, ἀλλὰ νεύματι λύει τὴν ζάλην. Εἰ δὲ μὴ ἐκ προοιμίων, μηδὲ εὐθέως, ἔθος αὐτῷ τοιοῦτο, μὴ ἐν ἀρχῇ τὰ δεῖνα καταλύειν, ἀλλ’ ὅταν αὐξηθῇ, καὶ πρὸς τὸ τέλος ἔλθῃ, καὶ παρὰ τῶν πλειόνων ἀπογνωσθῇ, τότε θαυματουργεῖ καὶ παραδοξοποιεῖ, τὴν τε οἰκείαν ἐνδεικνύμενος δύναμιν, καὶ τῶν ἐμπιπτόντων τὴν ὑπομονὴν ἐγγυμνάζων. Μὴ τοίνυν ἀναπέσῃς.

Ἓν γὰρ μόνον ἐστίν, Ὀλύμπιάς, φοβερόν, εἷς πειρασμός, ἁμαρτία μόνον· καὶ τοῦτο συνεχῶς ἐπᾴδων σοι τὸ ῥῆμα οὐκ ἐπαυσάμην· τὰ δὲ ἀλλὰ πάντα μῦθος, κἂν ἐπιβουλὰς εἴπῃς, κἂν ἀπεχθείας, κἂν δόλους, κἂν συκοφαντίας, κἂν λοιδορίας, κἂν κατηγορίας, κἂν δημεύσεις, κἂν ἐξορίας, κἂν ξίφη ἠκονημένα, κἂν πέλαγος, κἂν τὸν τῆς οἰκουμένης ἁπάσης πόλεμον. Οἷα γὰρ ἂν εἴη ταῦτα, πρόσκαιρά τὲ ἐστι καὶ ἐπίκηρα, καὶ ἐν θνητῷ γενόμενα σώματι, καὶ τὴν νήφουσαν οὐδὲν παραβλάπτοντα ψυχήν. Διὰ τοι τοῦτο καὶ τῶν χρηστῶν καὶ τῶν λυπηρῶν τῶν κατὰ τὸν παρόντα βίον τὸ εὐτελὲς ὁ μακάριος Παῦλος δεῖξαι βουλόμενος μιᾷ λέξει τὸ πᾶν ἐνέφηνεν, εἰπών· «Τὰ γὰρ βλεπόμενα πρόσκαιρα». Τὶ τοίνυν τὰ πρόσκαιρα δέδοικας, τὰ ποταμίων ῥευμάτων δίκην παραῤῥέοντα; Τοιαῦτα γὰρ τὰ παρόντα, κἂν χρηστὰ ᾗ, κἂν λυπηρά. Προφήτης δὲ ἕτερος ἅπασαν τὴν ἀνθρωπίνην εὐημερίαν οὐ χόρτῳ, ἀλλ’ ἑτέρᾳ ὕλῃ εὐτελεστέρᾳ παρέβαλεν, ἄνθος αὐτὴν ὀνομάσας χόρτου πᾶσαν ὁμοῦ. Οὐδὲ γὰρ μέρος αὐτῆς ἔθηκεν, οἷον πλοῦτον μόνον, ἢ τρυφὴ μόνον, ἢ δυναστείαν, ἢ τιμάς· ἀλλὰ πάντα τὰ ἐν ἀνθρώποις δοκοῦντα εἶναι λαμπρὰ μιᾷ προσηγορίᾳ τῇ τῆς δόξης περιλαβών, οὕτως ἐπήγαγε τὴν εἰκόνα τοῦ χόρτου, εἰπών· «Πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου».

β’. Ἀλλ’ ἡ δυσημερία δεινὸν καὶ βαρύ. Ἀλλ’ ὅρα καὶ ταύτην πάλιν ἑτέρᾳ παραβαλλομένην εἰκόνι, καὶ καταφρονεῖ καὶ ταύτης. Τὰς γὰρ λοιδορίας, καὶ τὰς ὕβρεις, καὶ τὰ ὀνείδη, καὶ τὰ σκώμματα τὰ παρὰ τῶν ἐχθρῶν, καὶ τὰς ἐπιβουλὰς ἱματίῳ παλαιωθέντι καὶ ἐριῶ διαβρωθέντι παρεικάζων, ἔλεγεν· «Ὀνειδισμὸν ἀνθρώπων μὴ φοβεῖσθε καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθε, ὅτι ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ ἔριον ὑπὸ σητός, οὕτω βρωθήσονται». Μηδὲ σε τοίνυν ταραττέτω τῶν γινομένων, ἀλλ’ ἀφεῖσα τὸν δεῖνα καὶ δὸν δεῖνα παρακαλεῖν, καὶ τὰς σκιᾶς παρατρέχειν (τοῦτο γὰρ ἡ ἀνθρωπίνη συμμαχία), τὸν Ἰησοῦν, ᾧ λατρεύεις, ἐνδελεχῶς παρακαλεῖ νεῦσαι μόνον· καὶ πάντα ἐν μιᾷ καιροῦ λύεται ῥοπῇ. Εἰ δὲ παρεκάλεσας, καὶ οὐκ ἐλύθη, τοιοῦτον τῷ Θεῷ ἔθος, μὴ ἐκ προοιμίων (τὸν γὰρ ἔμπροσθεν ἀναλήψομαι λόγον) καταλύειν τὰ δεινά, ἀλλ’ ὅταν κορυφωθῇ, ὅταν αὐξηθῇ, ὅταν σχεδὸν μηδὲν ὑπολελειμμένον ᾗ τῆς τῶν πολεμούντων κακίας, τότε ἀθρόον πάντα μεταβάλλειν ἐπὶ τὸ γαληνόν, καὶ πρὸς ἀπροσδοκήτους τινὰς καταστάσεις αὐτὰ πραγμάτων ἄγειν. Οὐ γὰρ τοσαῦτα δύναται μόνον ποιῆσαι χρηστά, ὅσα προσδοκῶμεν καὶ ἐλπίζομεν, ἀλλὰ καὶ πολλῷ πλείονα, καὶ ἀπείρως μείζονα. Διὸ καὶ Παῦλος ἔλεγε· «Τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι, ὑπὲρ ἐκ περισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν». Μὴ γὰρ οὐκ ἠδύνατο ἐκ προοιμίων κωλῦσαι τοὺς παῖδας τοὺς τρεῖς εἰς τὸν πειρασμὸν ἐκεῖνον μὴ ἐμπεσεῖν; Ἀλλ’ οὐκ ἠβουλήθη, πολλὴν αὐτοῖς συνάγων τὴν ἐμπορίαν. Διὰ τοῦτο ἀφῆκε καὶ χερσὶν αὐτοὺς βαρβαρικαῖς παραδοθῆναι, καὶ τὴν κάμινον ἐξαφθῆναι πρὸς ὕψος ἄφατον, καὶ τὴν βασιλικὴν ὀργὴν τῆς καμίνου χαλεπώτερον ἐκκαῆναι, καὶ χεῖρας δεθῆναι καὶ πόδας μετὰ πολλῆς τῆς σφοδρότητος, καὶ εἰς τὸ πῦρ ἐμβληθῆναι· καὶ ὅτε πάντες οἱ θεωροῦντες αὐτοὺς ἀπέγνωσαν αὐτῶν τὴν σωτηρίαν, τότε ἀθρόον καὶ παρ’ ἐλπίδα πᾶσαν ἀνεφαίνετο ἡ θαυματοποιία τοῦ ἀριστοτέχνου Θεοῦ, καὶ μετὰ πολλῆς ἐξέλαμπε τῆς ὑπερβολῆς. Τὸ μὲν γὰρ πῦρ ἐδεσμεῖτο, οἱ δεσμῶται δὲ ἐλύοντο· καὶ ναὸς εὐκτήριος ἡ κάμινος ἐγένετο, καὶ πηγή, καὶ δρόσος, καὶ αὐλῶν βασιλικῶν σεμνοτέρα, καὶ τὴν παμφάγον οὐσίαν ἐκείνην, καὶ σιδήρου, καὶ λίθων περιγινομένην, καὶ πάσης κρατοῦσαν ὕλης, τριχῶν ἐνίκα φύσις. Καὶ χορὸς ἵστατο παναρμόνιος αὐτόθι τῶν ἁγίων ἐκείνων ἑκατέραν τὴν κτίσιν εἰς τὴν θαυμασίαν ταύτην καλούντων μελῳδίαν· ᾖδόν τε εὐχαριστηρίους ἀναπέμποντες ὕμνους ὑπὲρ ὧν ἐδέθησαν, ὑπὲρ ὧν ἐκάησαν, τὸ γε ἐχθρῶν μέρος, ὑπὲρ ὧν πατρίδος ἐξέπεσον, ὑπὲρ ὧν αἰχμάλωτοι γεγόνασιν, ὑπὲρ ὧν τὴν ἐλευθερίαν ἀφῃρέθησαν, ὑπὲρ ὧν ἀπόλιδες, ἄοικοι καὶ μετανάσται ἐγένοντο, ὑπὲρ ὧν ἐν ἀλλοτρίᾳ καὶ βαρβάρῳ διέτριβον γῇ· τοῦτο γὰρ ψυχῆς εὐγνώμονος. Καὶ ἐπειδὴ καὶ τὰ τῆς κακίας τῶν πολεμούντων ἀπήρτιστο (τὶ γὰρ μετὰ θάνατον λοιπὸν ἐπιχειρῆσαι ἠδύναντο;), καὶ τὰ τῶν ἀθλητῶν ἐπεπλήρωτο, καὶ ὁ στέφανος ἐπλάκη, καὶ τὰ βραβεῖα αὐτοῖς συνελέγη, καὶ οὐδὲν λοιπὸν ἔλειπεν εἰς εὐδοκίμησιν· τότε δὴ τὰ δεινὰ λύεται, καὶ ὁ τὴν κάμινον ἐνάψας καὶ τοσαύτῃ παραδοὺς τιμωρίᾳ οὗτος θαυμαστὸς ἐπαινετῆς τῶν ἁγίων ἐκείνων ἀθλητῶν γίνεται, καὶ κῆρυξ τῆς τοῦ Θεοῦ παραδοξοποιίας, καὶ πανταχοῦ τῆς οἰκουμένης ἐκπέμπει γράμματα πολλῆς γέμοντα εὐφημίας, διηγούμενος τὰ γεγενημένα, καὶ ἀξιόπιστος γινόμενος κῆρυξ τῶν τοῦ παραδοξοποιοῦ Θεοῦ θαυμάτων. Ἐπειδὴ γὰρ ἐχθρὸς ἦν καὶ πολέμιος, ἀνύποπτα λοιπὸν καὶ παρὰ τοῖς ἐχθροῖς τὰ γραφόμενα ἦν.

γ’. Εἶδες τὸ εὐμήχανον τοῦ Θεοῦ; Εἶδες τὸ σοφόν; Εἶδες τὸ παράδοξον; Εἶδες τὸ φιλάνθρωπον καὶ κηδεμονικόν; Μὴ τοίνυν θορύβου, μηδὲ ταράττου, ἀλλὰ μένε διηνεκῶς ὑπὲρ πάντων τῷ Θεῷ εὐχαριστοῦσα, δοξολογοῦσα, παρακαλοῦσα, δεομένη, ἱκετεύουσα· κἂν μύριοι θόρυβοι, κἂν μυρίαι ταραχαὶ ἐπίωσι, κἂν καταιγίδες ἐπ’ ὄψιν κέωνται, μηδὲν σε τούτων ταραττέτω. Οὐ γὰρ προλαμβάνεται ἡμῖν ὁ Δεσπότης ὑπὸ τῆς τῶν πραγμάτων δυσκολίας, κἂν εἰς ἔσχατον ὄλεθρον πάντα κατενέχθη. Δυνατὸν γὰρ αὐτῷ καὶ τοὺς πεπτωκότας ἐγεῖραι, καὶ τοὺς πεπλανημένους ἐπιστρέψαι, καὶ τοὺς σκανδαλισθέντας διορθῶσαι, καὶ τοὺς μυρίων πληρωθέντας ἁμαρτημάτων ἀπαλλάξαι καὶ δικαίους ποιῆσαι, καὶ τοὺς νεκρωθέντας ζωογονῆσαι, καὶ κατασκαφέντα λαμπροτέρα ἐργάσασθαι, καὶ τὰ παλαιωθέντα ἀνανεῶσαι. Εἰ γὰρ τὰ μὴ ὄντα ποιεῖ γενέσθαι, καὶ τοῖς μηδαμοῦ μηδαμῶς φαινομένοις χαρίζεται τὸ εἶναι, πολλῷ μᾶλλον τὰ ὄντα καὶ γενόμενα διορθῶσαι. Ἀλλὰ πολλοὶ οἱ ἀπολλύμενοι, πολλοὶ οἱ σκανδαλιζόμενοι; Πολλὰ πολλάκις καὶ ἤδη τοιαῦτα γέγονεν, ἀλλ’ ὕστερον τὴν προσήκουσαν ἔλαβε πάντα διόρθωσιν, πλὴν εἰ μὴ τινες ἀνιάτως ἔμειναν ἔχοντες καὶ μετὰ τὴν τῶν πραγμάτων μεταβολήν. Τὶ ταράττῃ, καὶ ἁλύεις, εἰ ὁ δεῖνα ἐκβέβληται, καὶ ὁ δεῖνα εἰσενήνεκται; Ὁ Χριστὸς ἐσταυροῦτο, καὶ Βαραββᾶς ὁ λῃστὴς ἐξῃτεῖτο, καὶ ὁ διεφθαρμένος ἐβόα δῆμος, τὸν ἀνδροφόνον τοῦ Σωτῆρος καὶ εὐεργέτου δεῖν μᾶλλον σωθῆναι. Πόσους νομίζεις ταῦτα ἐσκανδάλισε τότε; Πόσους ταῦτα τέως ἀπώλεσε; Μᾶλλον δὲ ἀνώτερον τὸν λόγον ἀναγκαῖον ἀγαγεῖν. Οὐκ εὐθέως τεχθεὶς οὗτος ὁ σταυρωθείς, μετανάστης ἐγίνετο καὶ φυγὰς καὶ μετὰ ὁλοκλήρου τῆς οἰκίας πρὸς τὴν ἀλλοτρίαν ἐξ αὐτῶν σπαργάνων ἀπῳκίζετο, διάστημα ὁδοῦ τοσοῦτον εἰς βάρβαρον ἀπαγόμενος χώραν; Καὶ αἱμάτων ῥύακες ἐκ τῆς ὑποθέσεως ταύτης ἐγίνοντο, καὶ φόνοι ἄδικοι, καὶ σφαγαί, καὶ ἡ ἄωρος ἡλικία πᾶσα καθάπερ ἐν παρατάξει καὶ πολέμῳ κατεκόπτετο, καὶ τῶν μαζῶν ἀποσπώμενοι οἱ παῖδες σφαγῇ παρεδίδοντο, καὶ ἔτι τοῦ γάλακτος ἐπὶ τοῦ φάρυγγος ὄντος, διὰ τοῦ λαιμοῦ καὶ τῆς δέῤῥης τὸ ξίφος ἠλαύνετο. Τὶ ταύτης χαλεπώτερον τραγῳδίας; Καὶ ταῦτα ἔπραττεν ὁ ζητῶν αὐτὸν ἀνελεῖν, καὶ ὁ μακρόθυμος Θεὸς ἠνείχετο τοιαύτης τολμωμένης τραγῳδίας, τοσούτου ῥέοντος αἵματος, καὶ ἠνείχετο κωλῦσαι δυνάμενο, ἀποῤῥήτω τινὶ σοφίᾳ τὴν τοσαύτην ἐπιδεικνύμενος μακροθυμίαν. Ἐπειδὴ δὲ ἐπανῆλθεν ἀπὸ τῆς βαρβάρου χώρας, καὶ ηὐξήθη, πόλεμος αὐτῷ πανταχόθεν ἀνεῤῥιπίζετο. Καὶ πρῶτον μὲν οἱ Ἰωάννου μαθηταὶ διεφθόνουν, καὶ ἐβάσκαινον, καίτοι γε ἐκείνου τὰ αὐτοῦ θεραπεύοντος, καὶ ἔλεγον, ὅτι «Ὃς ἦν μετὰ σοῦ πέραν Ἰορδάνου, ἴδε οὗτος βαπτίζει, καὶ πάντες ἔρχονται πρὸς αὐτόν». Ταῦτα γὰρ ὑποκνιζομένων ἦν λοιπὸν τὰ ῥήματα, καὶ φθόνῳ βάλλομεν ὧν, καὶ τηκομένων τῷ πάθει. Διὰ τοι τοῦτο καὶ μετὰ Ἰουδαίου τινὸς εἷς τῶν μαθητῶν τῶν ταῦτα εἰρηκότων ἐφιλονείκει, καὶ ἐπύκτευε τὸν περὶ καθαρσίων λόγων κινῶν, καὶ βάπτισμα βαπτίσματι παραβάλλων, τὸ Ἰωάννου τῷ τῶν μαθητῶν τοῦ Χριστοῦ. «Ἐγένετο γάρ, φησίν, ἐκ τῶν μαθητῶν Ἰωάννου μετὰ Ἰουδαίου τινὸς ζήτησις περὶ καθαρισμοῦ». Ἐπεῖδε δὲ καὶ τῶν σημείων ἥψατο, πόσαι συκοφαντίαι; Οἱ μὲν Σαμαρείτην ἐκάλουν καὶ δαιμονῶντα, λέγοντες, ὅτι «Σαμαρείτης εἶ σύ, καὶ δαιμόνιον ἔχεις»· οἱ δὲ πλάνον, λέγοντες, «Οὗτος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, ἀλλὰ πλανᾶ τὸν ὄχλον»· οἱ δὲ γόητα, λέγοντες, ὅτι «Ἐν τῶν ἄρχοντι τῶν δαιμονίων τῷ Βεελζεβοὺλ ἐκβάλλει τὰ δαιμόνια»· καὶ συνεχῶς ταῦτα ἐπέλεγον, καὶ ἀντίθεον ὠνόμαζον, καὶ γαστρίμαργον, καὶ ἀδηφάγον, καὶ μέθυσον, καὶ πονηρῶν καὶ διεφθαρμένων φίλον. «Ἦλθε γάρ, φησίν, ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν, Ἰδοὺ ἅνθρωπος φάγος καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν». Καὶ ὅτε δὲ τῇ πόρνῃ διελέγετο, ψευδοπροφήτην αὐτὸν ἐκάλουν· «Εἰ γὰρ ἦν προφήτης, φησίν, ᾔδει τὶς ἐστιν αὕτη ἡ γυνὴ ἡ λαλοῦσα αὐτῷ»· καὶ καθ’ ἑκάστην ἡμέραν τοὺς ὀδόντας ἠκόνων κατ’ αὐτοῦ. Καὶ οὐκ Ἰουδαῖοι μόνον οὕτως ἐπολέμουν αὐτῷ, ἀλλ’ οὐδὲ αὐτοὶ οἱ δοκοῦντες εἶναι ἀδελφοὶ εἶχον πρὸς αὐτόν, ἀλλὰ καὶ ἐκ τῶν οἰκείων ὑγιῶς εἶχον πρὸς αὐτόν, ἀλλὰ καὶ ἐκ τῶν οἰκείων ὁ πόλεμος αὐτῷ ἀνεῤῥιπίζετο. Ὅρα γοῦν, πῶς καὶ αὐτοὶ ἦσαν διεφθαρμένοι, ἐξ ὧν καὶ ὁ εὐαγγελιστὴς ἐπάγων ἔλεγεν· «Οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν».

δ’. Ἀλλ’ ἐπειδὴ σκανδαλιζομένων μέμνησαι πολλῶν καὶ πλανωμένων, πόσους οἴει κατὰ τὸν καιρὸν τοῦ σταυροῦ σκανδαλισθῆναι τῶν μαθητῶν; Ὁ μὲν προέδωκεν, οἱ δὲ ἐδραπέτευσαν, ὁ δὲ ἠρνήσατο, καὶ πάντων ἀναχωρησάντων ἤγετο μόνον δεδεμένος. Πόσους τοίνυν οἴει πρώην ἑωρακότας τὰ σημεῖα αὐτὸν ἐργαζόμενον, νεκροὺς ἐγείροντα, λεπροὺς καθαίροντα, δαίμονας ἀπελαύνοντα, ἄρτους πηγάζοντα, τὰ ἀλλὰ τεράστια ἐργαζόμενον, σκανδαλισθῆναι κατὰ τὸν καιρὸν ἐκεῖνον, θεωροῦντας μόνον ἀπαγόμενον καὶ δεδεμένον, εὐτελῶν αὐτὸν στρατιωτῶν περιστοιχιζόντων, καὶ ἱερέων Ἰουδαϊκῶν ἑπομένων καὶ θορυβούντων καὶ ταραττόντων, καὶ τοὺς ἐχθροὺς ἅπαντας μόνον ἐν μέσῳ ἔχοντας ἀπειλημένον αὐτόν, καὶ τὸν προδότην παρόντα καὶ ἐναβρυνομένων τέως; Τὶ δέ, ἡνίκα ἐμαστιγοῦτο; Καὶ εἰκὸς παρεῖναι πλῆθος ἄπειρον. Ἑορτὴ γὰρ ἦν περιφανὴς ἡ πάντας συνάγουσα, καὶ μητρόπολις ἡ τὸ δρᾶμα τῆς παρανομίας δεξαμένη, καὶ ἐν μεσημβρίᾳ μέσῃ. Πόσους τοίνυν οἴει παρεῖναι τότε καὶ σκανδαλίζεσθαι, ὁρῶντας αὐτὸν δεδεμένον, μεμαστιγωμένον, αἵματι περιῤῥεόμενον, ὑπὸ ἡγεμονικοῦ δικαστηρίου ἐξεταζόμενον, καὶ οὐδένα τῶν μαθητῶν παρόντα; Τὶ δέ, ἡνίκα καὶ ποικίλαι ἐκεῖναι καὶ συνεχεῖς καὶ ἐπάλληλοι ἐγένοντο κατ’ αὐτοῦ κωμῳδίαι, καὶ ποτὲ μὲν αὐτὸν ἀκάνθαις ἐστεφάνουν, ποτὲ δὲ χλαμύδα περιετίθεσαν, ποτε δὲ κάλαμον ἐνεχείριζον, ποτὲ δὲ πίπτοντες αὐτὸν προσεκύνουν, πᾶν εἶδος χλευασίας κινοῦντες καὶ γέλωτος; Πόσους οἴει σκανδαλίζεσθαι, πόσους θορυβεῖσθαι, πόσους ταράττεσθαι, ὅτε ἐπὶ κόῤῥης αὐτὸν ἔπαιον καὶ ἔλεγον, «Προφήτευσον ἡμῖν, Χριστέ, τὶς ἐστιν ὁ παίσας σε»; Καὶ ἦγον καὶ περιῆγον, πᾶσαν τὴν ἡμέραν εἰς τοῦτο ἀνηλίσκοντο, εἰς σκώμματα καὶ λοιδορίας καὶ χλευασίαν καὶ γέλωτα ἐν μέσῳ θεάτρῳ Ἰουδαϊκῷ; Τὶ δέ, ὅτε αὐτὸν ἐῤῥάπιζεν ὁ δοῦλος τοῦ ἀρχιερέως; Τὶ δέ, ὅτε τὰ ἱμάτια αὐτοῦ διεμερίζοντο οἱ στρατιῶται; Ἡνίκα δὲ ἐπὶ τὸν σταυρὸν ἀνήχθη γυμνὸς ἐπὶ τοῦ νώτου τὰς μάστιγας ἔχων, καὶ ἀνεσκολοπίζετο; Οὐδὲ γὰρ τότε οἱ ἄγριοι θῆρες ἐμαλάττοντο, ἀλλὰ μανικώτεροι μᾶλλον ἐγίνοντο, καὶ τὰ τῆς τραγῳδίας ἐπετείνετο, καὶ τὰ τῆς χλευασίας ηὔξετο. Οἱ μὲν γὰρ ἔλεγον· «Ὁ καταλύων τὸν ναόν, καὶ ἐν τρισὶν ἡμέραις ἐγείρων αὐτόν». Οἱ δὲ ἔλεγον· «Ἄλλους ἔσωσεν ἑαυτὸν οὐ δύναται σῶσαι». Ἄλλοι δὲ ἔλεγον· «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσομέν σοι». Τὶ δέ, ὅτε τῇ σπογγιᾷ χολὴν καὶ ὄξος ποτίζοντες ἐνεπαρῴνουν αὐτῷ; Τὶ δέ, ὅτε οἱ λῃσταὶ ἐλοιδόρουν αὐτῷ; Τὶ δέ, ὅπερ καὶ ἔμπροσθεν ἔλεγον, τὸ φρικτὸν ἐκεῖνο καὶ παρανομώτατον, ὅτε τὸν λῃστὴν ἐκεῖνον καὶ τοιχωρύχον καὶ μυρίων γέμοντα φόνων ἄξιον ἔλεγον εἶναι ἐξαιτηθῆναι μᾶλλον αὐτοῦ, καὶ λαβόντες αἵρεσιν παρὰ τοῦ δικαστοῦ τὸν Βαραββᾶν προετίμησαν, οὐ σταυρῶσαι μόνον, ἀλλὰ καὶ πονηρὰν βουλόμενοι τῷ Χριστῷ περιθεῖναι δόξαν; Ἐνόμιζον γὰρ δύνασθαι κατασκευάζειν ἐκ τούτων, ὅτι τοῦ λῃστοῦ χειρῶν ἦν, καὶ οὕτω παράνομος, ὥστε μήτε φιλανθρωπίαν, μήτε ἑορτῆς ἀξιώματι δύνασθαι σώζεσθαι. Πάντα γὰρ τούτου ἕνεκεν ἐποίουν, ὥστε αὐτοῦ τὴν ὑπόληψιν διαβαλεῖν· διὰ τοι τοῦτο καὶ τοὺς δύο λῃστὰς αὐτῷ συνεσταύρωσαν. Ἀλλ’ ἡ ἀλήθεια οὐ συνεσκιάζετο, ἀλλὰ καὶ μειζόνως διέλαμπε. Καὶ τυραννίδα δὲ αὐτῷ ἐνεκάλουν λέγοντες, «Πᾶς ὁ ποιῶν ἑαυτὸν βασιλέα, οὐκ ἔστι φίλος τοῦ Καίσαρος», τῷ οὐκ ἔχοντι ποῦ τὴν κεφαλὴν κλῖναι, τυραννίδος ἀπάγοντες ἔγκλημα. Καὶ ἐπὶ βλασφημίᾳ δὲ αὐτὸν ἐσυκοφάντουν. Ὁ μὲν γὰρ ἀρχιερεὺς διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ λέγων· «Ἐβλασφήμησε· τὶ ἔτι χρείαν ἔχομεν τῶν μαρτύρων»; Ὁ δὲ θάνατος, οἷος; Οὐ βίαιος; Οὐ καταδίκων; Οὐκ ἐπαράτων; Οὐχ ὁ αἴσχιστος; Οὐχ ὁ τῶν τὰ ἔσχατα παρανενομηκότων, καὶ οὐκ ἀξίων ὄντων οὐδὲ ἐπὶ τῆς γῆς τὴν ψυχὴν ἀφεῖναι; Τὸ δὲ τῆς ταφῆς εἶδος οὐκ ἐν χάριτος πληροῦται μέρει; Ἐλθὼν γὰρ τις τὸ σῶμα αὐτοῦ ἐξῃτήσατο. Οὕτως οὐδὲ ὁ θάπτων αὐτὸν ἦν τῶν οἰκείων, τῶν εὐεργετηθέντων, τῶν μαθητῶν, τῶν τοσαύτης ἀπολελαυκότων παῤῥησίας καὶ σωτηρίας, πάντων φυγάδων γενομένων, πάντων ἀποπηδησάντων. Ἡ δὲ πονηρὰ ἐκείνη ὑπόληψις, ἣν κατεσκεύασαν διὰ τῆς ἀναστάσεως, εἰπόντες, ὅτι «Ἦλθον οἱ μαθηταὶ αὐτοῦ καὶ ἔκλεψαν αὐτόν», πόσους ἐσκανδάλισε, πόσους ὑπεσκέλισε τέως; Καὶ γὰρ ἐκράτησεν ὁ λόγος τότε, καίτοι γε πεπλασμένος ὢν καὶ χρημάτων γενόμενος ὠνητός· ἀλλ’ ὅμως ἐκράτησε παρὰ τισί, μετὰ τὰ σήμαντρα, μετὰ τὴν περιφάνειαν τῆς ἀληθείας τὴν τοσαύτην. Οὐδὲ γὰρ τὸν περὶ τῆς ἀναστάσεως ᾔδεσαν λόγον τὸ πλῆθος, ὅπου γε οὐδὲ αὐτοὶ οἱ μαθηταὶ ἠπίσταντο· «Οὐδὲ γὰρ ᾔδεσαν, φησί, τότε, ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι». Πόσους τοίνυν οἴει κατὰ τὰς ἡμέρας ἐκείνας σκανδαλισθῆναι; Ἀλλ’ ὅμως ὁ μακρόθυμος Θεὸς ἠνείχετο, τῇ οἰκείᾳ σοφίᾳ καὶ ἀποῤῥήτω πάντα οἰκονομῶν.

ε’. Εἶτα μετὰ τὰς ἡμέρας ἐκείνας πάλιν κρυπτόμενοι, λανθάνοντες, φυγαδευόμενοι οἱ μαθηταί, δεδοικότες, τρέμοντες, τόπον ἐκ τόπου συνεχῶς ἀμείβοντες, οὕτως ἐλάνθανον, καὶ μετὰ πεντήκοντα ἡμέρας ἀρξάμενοι φαίνεσθαι, καὶ σημείων ἅπτεσθαι, οὐδὲ οὕτως ἀδείας ἀπήλαυσαν. Ἀλλὰ καὶ μετὰ ἐκεῖνα, τὰ μυρία σκάνδαλα μαστιζομένων αὐτῶν ἐγίνετο ἐν τοῖς ἀσθενεστέροις, τῆς Ἐκκλησίας ταραττομένης, αὐτῶν ἐλαυνομένων, τῶν ἐχθρῶν κρατούντων πολλαχοῦ καὶ θορυβούντων. Ὅτε γὰρ πολλὴν τὴν τῶν σημείων ἐκτήσαντο παῤῥησίαν, τότε πάλιν ἡ τοῦ Στεφάνου τελευτὴ διωγμὸν χαλεπὸν εἰργάσατο, καὶ πάντας διέσπειρε, καὶ τὴν Ἐκκλησίαν ἐν θορύβῳ κατέστησε· καὶ πάλιν ἐν φόβῳ τὰ τῶν μαθητῶν, καὶ πάλιν ἐν φύγῃ, καὶ πάλιν ἐν ἀγωνιᾷ. Καὶ οὕτω διαπαντὸς τὰ τῆς Ἐκκλησίας ηὔξετο, ὅτε ἤνθει διὰ τῶν σημείων, ὅτε φαιδρὰ ἐκ προοιμίων ἐγίνετο. Καὶ ὁ μὲν διὰ θυρίδος ἐχαλᾶτο, καὶ οὕτως ἐξέφυγε τοῦ ἄρχοντος τὰς χεῖρας· τοὺς δὲ ἄγγελος ἐξέβαλε, καὶ οὕτως τῶν ἁλύσεων ἀπήλλαττε· τοὺς δὲ ἀγοραῖοι καὶ χειροτέχναι ὑποδεχόμενοι παρὰ τῶν ἐν δυναστείαις ἐλαυνομένους, παντὶ ἐθεράπευον τρόπῳ, πορφυροπώλιδες γυναῖκες, καὶ σκηνοῤῥάφοι, καὶ σκυτοδέψαι, πρὸς αὐτὰς οἰκοῦντες τὰς ἐσχατιᾶς τῶν πόλεων, παρ’ αἰγιαλὸν καὶ θάλασσαν. Πολλάκις δὲ καὶ οὐδὲ ἐν μέσαις ἐτόλμων φαίνεσθαι τοῖς πόλεσιν· εἰ δὲ καὶ αὐτοὶ ἐτόλμων, ἀλλ’ οἱ ξενοδόχοι οὐκ ἐτόλμων. Καὶ οὕτως ὑφαίνετο τὰ πράγματα διὰ πειρασμῶν, δι’ ἀνέσεων, καὶ οἱ πρώην σκανδαλισθέντες, μετὰ ταῦτα διωρθοῦντο, καὶ οἱ πλανηθέντες ἐπανήγοντο, καὶ τὰ κατεσκαμμένα ᾠκοδομεῖτο μειζόνως. Διὰ τοῦτο καὶ Παύλου αἰτήσαντος δι’ ἀνέσεως μόνης βαδίζειν τὸ κήρυγμα, ὁ πάνσοφος καὶ εὐμήχανος Θεὸς οὐκ ἠνέσχετο τοῦ μαθητοῦ, ἀλλὰ καὶ πολλάκις παρακαλοῦντος οὐκ ἐπένευσεν, ἀλλ’ εἶπεν· «Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται». Εἰ βούλει τοίνυν καὶ νῦν λογίσασθαι μετὰ τῶν λυπηρῶν τὰ χρηστά, πολλὰ ὄψει γεγενημένα, καὶ εἰ μὴ σημεῖα καὶ θαύματα, ἀλλ’ ἐοικότα σημείοις πράγματα, καὶ δείγματα τῆς πολλῆς τοῦ Θεοῦ προνοίας καὶ ἀντιλήψεως ἄφατα. Ἀλλ’ ἵνα μὴ πάντα μετ’ εὐκολίας παρ’ ἡμῶν ἀκούῃς, τοῦτό σοι καταλιμπάνω τὸ μέρος, ὥστε μετὰ ἀκριβείας ἀνάλεξαι πάντα, καὶ παραθεῖναι τοῖς λυπηροῖς, καὶ καλὴν ἀσχολουμένην ἀσχολίαν, οὕτως ἀπαγαγεῖν σαυτὴν τῆς ἀθυμίας· πολλὴν γὰρ καὶ ἐντεῦθεν δέξῃ τὴν παράκλησιν. Πάντα σου τὸν εὐλογημένον οἶκον παρ’ ἡμῶν πολλὰ προσειπεῖν παρακλήθητι. Ἐῤῥωμένη καὶ εὐθυμουμένη διατελοίης, δέσποινά μου αἰδεσιμωτάτη καὶ θεοφιλεστάτη.

Εἰ βούλει μοι μακρὰ γράφειν, καὶ τοιαῦτα δήλωσόν μοι, μὴ ἀπατῶσα μέντοι με, ὅτι πᾶσαν ἀπέθου τὴν ἀθυμίαν, καὶ ἐν ἀνέσει διάγεις. Τοιοῦτον γὰρ τῶν γραμμάτων τοῦτο τὸ φάρμακον, ὡς καὶ εὐθυμίαν σοι ἐμποιῆσαι πολλήν· καὶ ὄψει συνεχῶς ἐπιστέλλοντα. Ἃ

Ἀλλὰ μὴ μοι γράψῃς πάλιν, ὅτι Παραμυθίαν ἔχω πολλὴν ἐκ τῶν γραμμάτων σου· τοῦτο γὰρ οἶδα κἀγώ· ἀλλ’ ὅτι τοσαύτην ὅσην ἐγὼ βούλομαι, ὅτι οὐ συγχέῃ, ὅτι οὐ δακρύεις, ἀλλ’ ἐν ἀνέσει καὶ εὐθυμίᾳ διάγεις.

Πρὸς τὴν αὐτὴν Ἐπιστολὴ Β’.

α’. Ἤρκει μὲν καὶ ἡ πρώην ἐλθοῦσα ἐπιστολὴ πρὸς τὴν ἐμμέλειαν τὴν σήν, καταστεῖλαί σοῦ τῆς ὀδύνης τὴν φλεγμονήν· ἐπεῖδε δὲ σε σφόδρα κατειργάσατο τῆς ἀθυμίας ἡ τυραννίς, ἀναγκαῖον εἶναι ἐνόμισα καὶ δευτέραν προσθεῖναι τῇ προτέρᾳ, ὥστε σε μετέα δαψιλείας πολλῆς καρπώσασθαι τὴν παράκλησιν, καὶ ἐν ἀσφαλεῖ σοι τὰ τῆς ὑγείας εἶναι λοιπόν. Δεῦρο δὴ οὖν καὶ ἑτέρωθεν διασκεδάσω σου τῆς ἀθυμίας τὴν κόνιν. Καὶ γὰρ ἀπὸ ἕλκους καὶ οἰδημάτων χαλεπῶν κόνιν οἶμαι αὐτὴν γεγενῆσθαι. Πλὴν ἀλλ’ οὐδὲ οὕτως ἀμελητέον τῆς ἐπιμελείας τῆς σῆς, ἐπεὶ καὶ ἡ κόνις τὸν μὴ μετὰ σπουδῆς αὐτὴν ἐκκλίνοντα ἐν τῷ καιριωτάτῳ τῶν μελῶν ἐπάγει τὴν λύμην, τὸ διειδὲς τῆς κόρης θολοῦσα, καὶ ὁλόκληρον διαταράττουσα τοῦ ῥαθυμοῦντος τὸ ὄμμα. Ἳν’ οὖν μὴ καὶ ἐνταῦθα τοῦτο γένηται, μετὰ σπουδῆς πολλῆς καὶ τὸ λείψανον ἀνέλωμεν τοῦ κακοῦ. Ἀλλὰ διανάστηθι, καὶ χεῖρα ἡμῖν ὄρεξον. Ὅπερ γὰρ ἐπὶ τῶν τὰ σώματα καμνόντων συμβαίνειν εἴωθεν, ἂν τὰ τῶν ἰατρῶν μὲν εἰσφέρηται, τὰ δὲ ἐκείνων ἐλλιμπάνῃ, διακόπτεται τῆς ὑγιείας τὸ κέρδος, τοῦτο καὶ ἐπὶ τῆς ψυχῆς γίνεσθαι πέφυκεν. Ἳν’ οὖν μὴ γένηται τοῦτο, καὶ τὰ παρὰ σεαυτῆς μετὰ τῆς προσηκούσης σοι συνέσεως σπούδαζε εἰσφέρειν ἡμῖν, ὥστε ἑκατέρωθεν πολλὴν γενέσθαι τὴν ὠφέλειαν. Ἀλλὰ βούλομαι μέν, ἴσως ἐρεῖς, οὐ δύναμαι δέ· οὐδὲ γὰρ ἁρκῶ διακρούσασθαι τὸ νέφος τὸ πυκνὸν καὶ ζοφῶδες τῆς ἀθυμίας, καίτοι σφόδρα φιλονεικοῦσα. Σκῆψις ταῦτα καὶ πρόφασις· ἐγὼ γὰρ οἶδά σου τῶν λογισμῶν τὴν εὐγένειαν, οἶδα τῆς εὐλαβοῦς σου ψυχῆς τὴν ἰσχύν, οἶδα τῆς συνέσεως τὸ πλῆθος, τῆς φιλοσοφίας τὴν δύναμιν, καὶ ὡς ἀρκεῖ σοι μόνον ἐπιτάξαι τῷ μαινομένῳ τῆς ἀθυμίας πελάγει, καὶ πάντα ποιῆσαι γαλήνην. Ἵνα δὲ σοι τοῦτο καὶ εὐκολώτερον γένηται, καὶ τὰ παρ’ ἑαυτῶν εἰσοίσωμεν. Πῶς οὖν ῥᾳδίως δυνήσῃ τοῦτο ποιῆσαι; Καὶ τὰ ἐν τῇ προτέρᾳ ἐπιστολῇ ἀναλογιζομένη πάντα (καὶ γὰρ πολλὰ ταύτης ἕνεκεν ἡμῖν εἴρηται τῆς ὑποθέσεως ἐν ἐκείνῃ), καὶ μετ’ ἐκείνων καὶ τοῦτο ποιοῦσα ὅπερ ἐπιτάττω νῦν ἐγώ.

Τὶ δὲ τοῦτό ἐστιν; Ὅταν ἀκούσῃς ὅτι τῶν Ἐκκλησιῶν ἡ μὲν κατέδυ, ἡ δὲ σαλεύεται, ἑτέρα χαλεποῖς περιαντλεῖται κύμασιν, ἄλλη τὰ ἀλλὰ τὰ ἀνήκεστα πέπονθεν, ἡ μὲν λύκον ἀντὶ ποιμένος λαβοῦσα, ἡ δὲ πειρατὴν ἀντὶ κυβερνήτου, ἡ δὲ δήμιον ἀντὶ ἰατροῦ, ἄλγει μέν· οὐ γὰρ δεῖ τὰ τοιαῦτα ἀνωδύνως φέρειν· ἄλγει δέ, μετὸν ἐπιθεῖσα τῇ λύπῃ. Εἰ γὰρ ἐν οἷς ἡμεῖς αὐτοὶ πλημμελοῦμεν, καὶ ὑπὲρ ὧν μέλλομεν τὰς εὐθύνας ὑπέχειν, οὐκ ἀναγκαῖον, οὐδὲ ἀσφαλές, ἀλλὰ καὶ σφόδρα ὀλέθριον καὶ βλαβερὸν τὸ μετὰ πολλῆς ἀλγεῖν τῆς σφοδρότητος· πολλῷ μᾶλλον ὑπὲρ τῶν ἑτέροις πλημμελουμένων τὸ καταμαλακίζεσθαι καὶ κατακλᾶσθαι περιττὸν τε καὶ μάταιον, καὶ πρὸς τούτοις Σατανικὸν καὶ ψυχῇ ὀλέθριον.

β’. Καὶ ἵνα μάθης ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, ἱστορίαν σοι διηγήσομαι παλαιάν. Κορίνθιός τις ἀνὴρ τῶν ἱερῶν ἀπολαύσας ναμάτων, καὶ καθαρθεὶς διὰ τῆς τοῦ βαπτίσματος μυσταγωγίας, καὶ τῆς φρικωδεστάτης μετασχὼν τραπέζης, καὶ πάντων ἁπαξαπλῶς τῶν παρ’ ἡμῖν κοινωνήσας μυστηρίων (πολλοὶ δὲ φασιν, ὅτι καὶ διδασκάλου τάξιν ἐπεῖχε), μετὰ τὴν ἱερὰν ταύτην τελετήν, καὶ τὸ πάντων ἐντὸς γενέσθαι τῶν ἀποῤῥήτων ἀγαθῶν, καὶ τὰ πρωτεῖα ἔχειν ἐπὶ τῆς Ἐκκλησίας, ἥμαρτεν ἁμαρτίαν χαλεπωτάτην. Τὴν γὰρ γυναῖκα τοῦ πατρὸς ἀδίκοις ἰδὼν ὀφθαλμοῖς, οὐκ ἔστη μέχρι τῆς πονηρᾶς ταύτης ἐπιθυμίας, ἀλλὰ καὶ εἰς ἔργον τὴν ἀκόλαστον γνώμην ἐξήγαγε· καὶ ἦν τὸ τολμηθὲν οὐχὶ πορνεία μόνον, ἀλλὰ καὶ μοιχεία, μᾶλλον δὲ καὶ μοιχείας πολλῷ χαλεπώτερον. Διὰ δὴ τοῦτο καὶ ὁ μακάριος Παῦλος ἀκούσας, καὶ οὐκ ἔχων ὄνομα ἐπιθεῖναι πρὸς ἀξίαν τῷ ἁμαρτήματι κύριον, ἑτέρως ἐμφαίνει τὸν ὄγκον τῆς παρανομίας, οὑτωσὶ λέγων· «Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία, οἴα οὐδὲ ἐν τοῖς ἔθνεσιν ὀνομάζεται». Οὐκ εἶπεν, Οὐδὲ τολμᾶται, ἀλλ’, «Οὐδὲ ὀνομάζεται», τὴν ὑπερβολὴν δεῖξαι θέλων τῆς παρανομίας ἐκείνης. Καὶ παραδίδωσιν αὐτὸν τῷ διαβόλῳ, καὶ πάσης ἐκτέμνει τῆς Ἐκκλησίας, καὶ οὐδὲ τραπέζης κοινῆς ἀφίησιν αὐτὸν τινι κοινωνεῖν. Τῷ γὰρ τοιούτῳ μηδὲ συνεσθίειν δεῖν φησι, καὶ πολὺς πνεῖ τὴν ἐσχάτην αὐτὸν ἀπαιτῶν δίκην, καὶ δημίῳ πρὸς τοῦτο κεχρημένος τῷ σατανᾷ, καὶ κατακόπτων αὐτοῦ δι’ ἐκείνου τὴν σάρκα. Ἀλλ’ ὅμως ὁ τῆς Ἐκκλησίας ἀποτεμὼν Παῦλος, ὁ μηδὲ τραπέζης κοινῆς ἀφεὶς τινι κοινωνεῖν, ὁ πάντας κελεύσας δι’ ἐκεῖνον πενθεῖν («Καὶ ὑμεῖς γὰρ πεφυσιωμένοι ἐστέ, φησί, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο πεποιηκώς»), ὁ πανταχόθεν αὐτὸν ὥσπερ λοιμὸν τινα ἀπελαύνων, ὁ πάσης αὐτὸν ἀποκλείσας οἰκίας, ὁ τῷ σατανᾷ παραδούς, ὁ τοσαύτην παρ’ αὐτοῦ δίκην ἀπαιτῶν, ὅτε εἶδεν ἀλγήσαντα καὶ μεταγνόντα ἐφ’ οἷς ἥμαρτε, καὶ παλινῳδίαν διὰ τῶν ἔργων ἅδοντα, οὕτως αὐτὸς μετετάξατο πάλιν, ὡς ἐκείνοις, οἷς ταῦτα ἐπέταξε, τὰ ἐναντία κελεῦσαι. Ὁ γὰρ εἰπών, Ἐκκόψατε, ἀποστράφητε, πενθήσατε, καὶ λαμβανέτω αὐτὸν ὁ διάβολος, τὶ φησιν; «Κυρώσατε εἰς αὐτὸν ἀγάπην, μήπω τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος, καὶ πλεονεκτηθῶμεν ὑπὸ τοῦ σατανᾶ· οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν». Ὁρᾷς πῶς ἐστι Σατανικὸν τὸ ἀμέτρως ἀλγεῖν καὶ τῆς ἐκείνου παγίδος ἔργον, τὸ σωτήριον φάρμακον τῇ ἀμετρίᾳ ποιοῦντος δηλητήριον; Καὶ γὰρ γίνεται δηλητήριον, κἀκείνῳ τὸν ἄνθρωπον παραδίδωσιν, ὅταν εἰς ἀμετρίαν ἐκπέσῃ· διὸ καὶ ἔλεγεν, «Ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ σατανᾶ». Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Ψώρας τὸ πρόβατον ἐμπέπληστο πολλῆς, ἠλλοτριώθη τῆς ἀγέλης, ἀπεῤῥάγη τῆς Ἐκκλησίας, ἀλλὰ διώρθωσε τὴν νόσον, γέγονε πρόβατον οἷον ἔμπροσθεν ἦν· τοιαύτη γὰρ τῆς μετανοίας ἡ δύναμις. Γέγονε λοιπὸν τῆς ποίμνης τῆς ἡμετέρας. Ὁλοκλήρως ἐπισπασώμεθα αὐτόν, ὑπτίαις ὑποδεξώμεθα ταῖς χερσί, περιλάβωμεν, περιπτυξώμεθα, ἑνώσωμεν ἡμῖν αὐτοῖς. Εἰ γὰρ μὴ βουληθείημεν τοῦτο ποιῆσαι, πλεονεκτεῖ λοιπὸν ἡμᾶς ὁ διάβολος, οὐ τὸν αὐτοῦ λαμβάνων, ἀλλὰ τὸν ἡμέτερον γενόμενον ἀπὸ τῆς ῥᾳθυμίας τῆς ἡμετέρας, καὶ διὰ τῆς ἀμετρίας τῆς κατὰ τὴν ἀθυμίαν καταποντίζων, καὶ αὐτοῦ λοιπὸν ποιῶν εἶναι. Διὸ καὶ ἐπήγαγεν, «Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν», ὅτι καὶ διὰ τῶν ὠφελούντων πολλάκις, ὅταν μὴ δεόντως ταῦτα γένηται, τοὺς μὴ προσέχοντας ὑποσκελίζειν εἴωθεν.

γ’. Εἰ δὲ ὑπὲρ ὧν αὐτὸς τι ἐπλημμέλησε, καὶ πλημμέλημα τοιοῦτον, οὐκ ἀφίησιν ὁ Παῦλος πολλῇ τῇ λύπῃ κεχρῆσθαι, ἀλλὰ σπεύδει καὶ ἐπείγεται, καὶ πάντα ποιεῖ καὶ πραγματεύεται, ὥστε ἐκκόψαι τὸν ὄγκον τῆς ἀθυμίας, σατανικὴν εἶναι λέγων τὴν ἀμετρίαν, καὶ διαβόλου πλεονεξίαν, καὶ τῆς ἐκείνου κακουργίας καὶ τῶν πονηρῶν αὐτὸν νοημάτων ἔργον· ὑπὲρ ὧν ἕτεροι πεπλημμελήκασι, καὶ ἄλλοι μέλλουσιν εὐθύνας ὑπέχειν, πῶς οὐκ ἐσχάτης ἀνοίας τε καὶ μανίας οὕτω κατακόπτεσθαι καὶ ἀλγεῖν, ὡς καὶ σκότος ἄφατον ἐπάγειν τῇ διανοίᾳ, καὶ πολὺν τὸν θόρυβον, καὶ σύγχυσιν, καὶ ταραχήν, καὶ ζάλην ἄφατον; Εἰ δὲ πάλιν μοι τὰ αὐτὰ λέγεις, ὅτι Βούλομαι μέν, οὐκ ἰσχύω δέ, πάλιν σοι καὶ ἐγὼ τὰ αὐτὰ ἐφῶ, ὅτι σκῆψις καὶ πρόφασις ταῦτα· καὶ γὰρ οἶδά σου τῆς φιλοσόφου

Ἵνα δὲ ἑτέρωθεν εὐκολωτέραν σοι ποιήσω τὴν κατὰ τῆς ἀθυμίας ταύτης τῆς ἀκαίρου καὶ ὀλεθρίας ἀντίστασίν τε καὶ νίκην, τοῦτο πάλιν ὅπερ ἐπιτάττω ποίει. Ὅταν ἀκούσῃς διηγουμένου τινὸς τὴν πανωλεθρίαν ταύτην, ἀποπηδᾷ ταχέως ἀπὸ τῶν λογισμῶν τούτων, καὶ τρέχε ἐπὶ τὴν ἔννοιαν τῆς ἡμέρας ἐκείνης τῆς φοβερᾶς, καὶ ἀναλογίζου παρὰ σαυτῇ τὸ βῆμα τὸ φρικῶδες, τὸν δικαστὴν τὸν ἀδέκαστον, τοὺς ποταμοὺς τοῦ πυρός, τοὺς πρὸ τοῦ βήματος ἐκείνου συρομένους καὶ σφοδροτάτῃ καχλάζοντας τῇ φλογί, τὰς ἠκονημένας ῥομφαίας, τὰς ἀποτόμους τιμωρίας, τὴν κόλασιν τὴν οὐκ ἔχουσαν τέλος, τὸν ζόφον τὸν ἀφεγγῆ, τὸ σκότος τὸ ἐξώτερον, τὸν σκώληκα τὸν ἰοβόλον, τὰ δεσμὰ τὰ ἄλυτα, τὸν βρυγμὸν τῶν ὀδόντων, καὶ τὸν κλαυθμὸν τὸν ἀπαραμύθητον, τὸν θέατρον τῆς οἰκουμένης, μᾶλλον δὲ τὸ θέατρον ἑκατέρας τῆς κτίσεως, τῆς ἄνω, τῆς κάτω. «Καὶ γὰρ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται», φησίν. Εἰ γὰρ καὶ μηδὲν ἑαυταῖς συνίσασι, μηδὲν μέλλουσιν ὑπέχειν εὐθύνας, ἀλλ’ ὁρῶσαι τὸ γένος ἅπαν τῶν ἀνθρώπων, καὶ τοὺς ἀπείρους δήμους κρινομένους, οὐκ ἀδεῶς ἐκεῖ παρεστήκασι. Τοσοῦτος ὁ φόβος τότε. Ταῦτα τοίνυν ἐννόει, καὶ τοὺς ἀφύκτους ἐλέγχους. Οὐδὲ γὰρ κατηγόρων δεῖται ἐκεῖνος ὁ δικαστής, οὐδὲ μαρτύρων, οὐδὲ ἀποδείξεων, οὐδὲ ἐλέγχων, ἀλλὰ πάντα ὡς ἐπράχθη φέρει εἰς μέσον καὶ πρὸ τῶν ὀφθαλμῶν τῶν πεπλημμεληκότων. Τότε οὐδεὶς ὁ παρεσόμενος καὶ ἐξαρπάσων τῆς τιμωρίας, οὐχ πατήρ, οὐχ υἱός, οὐ θυγάτηρ, οὐ μήτηρ, οὐκ ἄλλος τις συγγενής, οὐ γείτων, οὐ φίλος, οὐ συνήγορος, οὐ χρημάτων δόσις, οὐ πλούτου περιουσία, οὐ δυναστείας ὄγκος, ἀλλὰ πάντα ταῦτα ὥσπερ κόνις ἐκποδῶν ἐλήλαται, καὶ μόνος ὁ κρινόμενος ἀπὸ τῶν αὐτῷ πεπραγμένων, ἢ τὴν ἐλευθεροῦσαν, ἢ τὴν δικάζουσαν ὑπομένειν ψῆφον. Τότε οὐδεὶς ὑπὲρ ὧν ἄλλος ἐπλημμέλησε κρίνεται, ἀλλ’ ὑπὲρ ὧν αὐτὸς ἕκαστος ἥμαρτε. Ταῦτα οὖν ἅπαντα συναγαγοῦσα, καὶ τὸν φόβον τοῦτον ἐξογκώσασα, καὶ ἐπιτειχίσασα τῇ σατανικὴ καὶ ψυχοβλαβεῖ λύπῃ, οὕτως ἐν τῇ πρὸ αὐτὴν στῆθι παρατάξει, ἐν ᾗ καὶ φανεῖσα μόνον, ἀράχνης αὐτὴν εὐκολώτερον διασπάσαι καὶ ἀφανίσαι δυνήσῃ. Αὐτὴ μὲν γὰρ μετὰ τοῦ μάταιος εἶναι καὶ περιττή, καὶ ὀλέθριος σφόδρα καὶ βλαβερά· ἐκεῖνος δὲ καὶ ἀναγκαῖος ὁ φόβος, καὶ χρήσιμος καὶ ἐπωφελής, καὶ πολὺ τὸ κέρδος ἔχων. Ἀλλὰ γὰρ ἔλαθον ὑπὸ τῆς τοῦ λόγου ῥύμης παρασυρείς, καὶ οὐχ ἁρμόζουσάν σοι ταύτην ποιησάμενος τὴν παραίνεσιν· ἐμοὶ μὲν γὰρ καὶ τοῖς κατ’ ἐμὲ βεβαπτισμένοις ἁμαρτημάτων πλήθει ἀναγκαῖος οὗτος ὁ λόγος· φοβεῖ γὰρ καὶ διανίστησι· σὲ δὲ ἐν τοσούτοις κατορθώμασι κομῶσαν, καὶ αὐτῆς ἤδη τῆς ἁψῖδος τῶν οὐρανῶν ἁψαμένην, οὐδὲ ἁπλῶς νύττειν δύναιτ’ ἄν. Διὸ πρὸς ἑτέραν καταστήσομαι μελῳδίαν πρὸς σὲ διαλεγόμενος, καὶ ἑτέραν ἀνακρούσομαι νευράν, ἐπειδὴ σου οὗτος ὁ φόβος καθικέσθαι οὐ δύναται, πλὴν ὅσον καὶ τῶν ἀγγέλων. Μεταταξώμεθα τοίνυν καὶ δεῦρο, καὶ αὐτὴ μετάστηθι μετὰ τοῦ λόγου, καὶ ἀναλογίζου τῶν κατωρθωμάτων σου τὰς ἀντιδόσεις, τὰ βραβεῖα τὰ λαμπρά, τοὺς φαιδροὺς στεφάνους, τὴν μετὰ τῶν παρθένων χορείαν, τὰς παστάδας τὰς ἱερᾶς, τὸν νυμφῶνα τῶν οὐρανῶν, τὴν μετὰ τῶν ἀγγέλων λῆξιν, τὴν πρὸς τὸν νυμφίον παῤῥησίαν καὶ ὁμιλίαν, τὴν θαυμαστὴν δᾳδουχίαν ἐκείνην, τὰ ἀγαθὰ τὰ καὶ λόγον καὶ νοῦν ὑπερβαίνοντα.

δ’. Ἀλλὰ μὴ μου τῶν λόγων ἐπιλάβῃ, εἰ καὶ εἰς τὸν χορὸν τῶν παρθένων σε κατελέξαμεν τὸν ἁγίων ἐκείνων, ἐν χηρεία βεβιωκυῖαν. Ἤκουσας γὰρ μου πολλάκις καὶ ἰδίᾳ καὶ δημοσίᾳ διαλεγομένου, τὶς ποτὲ ἐστι τῆς παρθενίας ὁ ὄρος, καὶ ὡς οὐκ ἂν κωλυθείης ποτὲ εἷς τε τὸν ἐκεῖνον καταλεγῆναι χορόν, μᾶλλον δὲ καὶ ἐκείνας ὑπερβῆναι μετὰ πολλῆς τῆς περιουσίας, ἡ πολλὴν ἐν τοῖς ἄλλοις ἐπιδειξαμένη φιλοσοφίαν. Διὰ τοι τοῦτο ὁ Παῦλος ὅρον τῆς παρθενίας τιθείς, οὐ τὴν ἀπειρόγαμον καὶ ἀπηλλαγμένην συνουσίας ἀνδρὸς παρθένον ἐκάλεσεν, ἀλλὰ τὴν τὰ τοῦ Κυρίου μεριμνῶσαν. Καὶ αὐτὸς δὲ ὁ Χριστὸς δεικνὺς ὅσῳ μείζων παρθενίας ἐλεημοσύνη, ἧς τὰ σκῆπτρα κατέχεις αὐτῇ, καὶ τὸν στέφανον ἀνεδήσω πάλαι, ἀπ’ ἐκείνου μὲν τοῦ χοροῦ τὸ ἥμισυ μέρος ἐξέβαλεν, ἐπειδὴ ταύτης εἰσῆλθον χωρίς, μᾶλλον δὲ ἐπειδὴ δαψιλῶς αὐτὴν οὐκ ἐκέκτηντο· καὶ γὰρ εἶχον ἔλαιον, ἀλλ’ οὐκ ἀρκοῦν. Τοὺς δὲ χωρὶς παρθενίας εἰσελθόντας, ἐπειδὴ ταύτην ἦσαν περιβεβλημένοι, μετὰ πολλῆς ὑπεδέξατο τῆς τιμῆς, εὐλογημένους τε τοῦ Πατρὸς ὀνομάζων, καὶ πρὸς ἑαυτὸν καλῶν, καὶ τῆς βασιλείας τὴν κληρονομίαν αὐτοῖς χαριζόμενος, καὶ ἐν μέσῃ ἀνακηρύττων τῇ οἰκουμένῃ· καὶ οὐ παρῃτήσατο, καὶ ἀγγέλων καὶ τῆς κτίσεως πάσης παρούσης, τροφέας τε αὐτοῦ καὶ ξενοδόχους αὐτοὺς προσειπεῖν. Ταύτης καὶ αὐτὴ ἀκούσῃ τότε τῆς μακαρίας φωνῆς, ταύτης ἀπολαύσῃ τῆς ἀμοιβῆς μετὰ πολλῆς τῆς περιουσίας. Εἰ δὲ ὑπὲρ ἐλεημοσύνης μόνον τοσαῦται αἱ ἀντιδόσεις, τοσοῦτοι οἱ στεφάνοις, τοσαύτη ἡ λαμπρότης, τοσαύτη ἡ περιφάνεια καὶ ἡ δόξα, εἰ καὶ τὰ ἀλλὰ τῆς ἀρετῆς ἐπέλθοιμί σοι μέρη, ποίαν ἂν σχοίης συγγνώμην, ὀφείλουσα ἐντεῦθεν ἤδη ἑορτὴν ἄγειν, καὶ σκιρτᾷν, καὶ χορεύειν, καὶ στεφανοῦσθαι, ἐπειδὴ δὲ ὁ δεῖνα ἐμάνη, καὶ ὁ δεῖνα κατὰ κρημνῶν ἦλθε, κατακόπτουσα ἑαυτήν, καὶ εὔκολον κατὰ τῆς ἁγίας σου ψυχῆς τῷ διαβόλῳ ποιοῦσα τὴν ἔφοδον, ὃν μέχρι σήμερον καταξαίνουσα οὐκ ἐπαύσω; Τὶς γὰρ ἂν τις εἴποι τὴν ὑπομονὴν τὴν ποικίλην καὶ πολυειδῆ καὶ πολύτροπον; Καὶ πόσος ἡμῖν εἰς τοῦτο ἀρκέσει λόγος, πόσον δὲ ἱστορίας μέτρον, εἲ τις τὰ ἐκ πρώτης ἡλικίας μέχρι τοῦ νῦν παθήματά σου καταλέγοι, τὰ παρὰ τῶν οἰκείων, τὰ παρὰ τῶν ἀλλοτρίων, τὰ παρὰ τῶν φίλων, τὰ παρὰ τῶν ἐχθρῶν, τὰ παρὰ τῶν γένει προσηκόντων, τὰ παρὰ τῶν μηδαμόθεν προσηκόντων, τὰ παρὰ τῶν ἐν δυναστείαις, τὰ παρὰ τῶν εὐτελῶν, τὰ παρὰ τῶν ἀρχόντων, τὰ παρὰ τῶν ἰδιωτῶν, τὰ παρὰ τῶν εἰς τὸν κλῆρον τελούντων; Τούτων γὰρ ἕκαστον, εἲ τις διεξίοι αὐτὸ καθ’ ἑαυτὸ μόνον, ἱστορίαν ὁλόκληρον ἱκανὸν ποιῆσαι τὸ διήγημα. Εἰ δὲ τις καὶ πρὸς τὰ ἕτερα εἴδη τῆς ἀρετῆς ταύτης μετασταίη, καὶ μηκέτι τὰ παρ’ ἑτέρων, ἀλλὰ τὰ παρὰ σοῦ κατασκευασθέντα διηγήσαιτο πάθη, τίνα λίθον, τίνα σίδηρον, ποῖον ἀδάμαντα οὐχ εὑρήσει νικηθέντα παρὰ σοῦ; Ἁπαλὴν γὰρ οὕτω σάρκα λαβοῦσα καὶ τρυφεράν, παντὶ εἴδει τρυφῆς συντραφεῖσαν, οὕτως αὐτὴν ποικίλοις ἐπολιόρκησας πάθεσιν, ὡς μηδὲν ἄμεινον τῆς νεκρωθείσης διακεῖσθαι· καὶ τοσοῦτον ἀνῆψας ἐν σεαυτῇ νοσημάτων ἐσμόν, ὡς καὶ ἰατρῶν τέχνην, καὶ φαρμάκων δύναμιν, καὶ πάντα ἐπιμελείας ἐλέγξαι τρόπον, καὶ διηνεκέσι συζῇ ὀδύναις.

ε’. Τὴν δὲ ἐπὶ τῆς τραπέζης καρτερίαν τε καὶ ἐγκράτειαν, καὶ τὴν ἐν ταῖς νυξὶν εἲ τις βουληθείη διεξελθεῖν, πόσων δεήσεται λόγων; Μᾶλλον δὲ οὐδὲ εἴασας αὐτὴν ἐγκράτειαν καλεῖσθαι λοιπόν, οὐδὲ καρτερίαν ἐπὶ σοῦ, ἀλλ’ ἕτερον ὄνομα ταύταις ἡμῖν ζητητέον ταῖς ἀρεταῖς πολλῷ μεῖζον. Καὶ γὰρ ἐγκρατεύεσθαι ἐκεῖνόν φαμεν καὶ καρτερεῖν, τὸν ὑπὸ τινος ἐπιθυμίας ἐνοχλούμενον, καὶ κρατοῦντα ταύτης. Σὺ δὲ οὐκ ἔχεις ὅτου κρατήσεις· πολλῇ γὰρ τῇ ῥύμῃ παρὰ τὴν ἀρχὴν πνεύσασα κατὰ τῆς σαρκός, ἔσβεσας αὐτῆς τὰς ἐπιθυμίας ταύτας, οὐ χαλινώσασα τὸν ἵππον, ἀλλὰ συμποδίσασα, καὶ χαμαὶ ῥίψασα, καὶ ποιήσασα μένειν ἀκίνητον. Καὶ τότε μὲν ἐγκράτειαν κατορθώσασα, νῦν δὲ ἀπάθειαν λοιπόν. Οὐ γὰρ διενοχλεῖ τρυφῆς ἐπιθυμία, καὶ πόνον ἔχεις ὥστε αὐτῆς κρατῆσαι· ἀλλὰ καθάπαξ αὐτὴν ἀφανίσασα, καὶ ἄβατον αὐτῇ τὴν σάρκα ποιήσασα, τοσοῦτον ἀπολαύειν σίτου καὶ πότου τὴν γαστέρα ἐπαίδευσας, ὅσον μὴ ἀποθανεῖν καὶ δίκην δοῦναι. Διὰ τοι τοῦτο οὐ νηστείαν, οὐδὲ ἐγκράτειαν τοῦτο καλῶ, ἀλλ’ ἕτερόν τι τούτου μεῖζον. Τοῦτο καὶ ἐπὶ τῆς ἀγρυπνίας σου τῆς ἱερᾶς ἔστιν ἰδεῖν· καὶ γὰρ ἡ τοῦ καθεύδειν ἐπιθυμία, ἐκείνης σβεσθείσης, συγκατεσβέσθη· τροφὴ γὰρ ὕπνου σιτία. Καὶ ἑτέρῳ δὲ αὐτὴν κατέλυσας τρόπῳ, ἐξ ἀρχῆς μὲν καὶ αὐτὴν βιασαμένη τὴν φύσιν, καὶ ὁλοκλήρους νύκτας ἀΰπνους διάγουσα· ὕστερον δὲ τῇ συνέχει συνηθείᾳ καὶ εἰς φύσιν ἀγαγοῦσα τὸ πρᾶγμα. Ὥσπερ γὰρ τοῖς ἄλλοις κατὰ φύσιν τὸ καθεύδειν, οὕτω σοὶ τὸ ἐγρηγορέναι. Θαυμαστὰ μὲν οὖν ταῦτα καὶ ἐκπλήξεως γέμοντα, καὶ καθ’ ἑαυτά· εἰ δὲ τις καὶ τὸν καιρὸν ἐξετάσειεν, ὅτι ἐν ἀώρῳ ἡλικίᾳ ταῦτα κατωρθοῦτο, καὶ τὴν ἐρημίαν τῶν διδαξόντων, καὶ τὸ πλῆθος τῶν σκανδαλιζόντων, καὶ ὅτι ἐν ψυχῇ ἐξ ἀσεβοῦς οἴκου νῦν αὐτομολήσῃ πρὸς τὴν ἀλήθειαν, καὶ ὅτι ἐν σώματι γυναικείῳ τε καὶ ἄλλως ἁπαλῷ διὰ τὴν τῶν προγόνων περιφάνειαν καὶ τρυφήν, πόσα πελάγη θαυμάτων εὑρήσει καθ’ ἕκαστον τούτων ἀνοιγόμενα; Διὰ τοι τοῦτο τῶν ἄλλων οὐδὲ ἐπιμνησθήσομαι, τῆς ταπεινοφροσύνης, τῆς ἀγάπης, τῶν λοιπῶν ἀρετῶν τῆς ἁγίας σου ψυχῆς. Καὶ γὰρ μόνον, ὡς ἐμνήσθην τούτων, καὶ τὰς προσηγορίας εἶπον, μυρίας ἀνέβλυσέ μοι πάλιν ἡ διάνοια πηγάς, καὶ βιάζεται καὶ εἰπεῖν τούτων, τῷ τῆς προτέρας, κἂν ἐκ μέρους, τὰ εἴδη, μᾶλλον δὲ τὰς ὑποθέσεις μόνον· ἐκεῖνο γὰρ ἄπειρον σφόδρα ἐπιζητεῖ λόγον. Ἀλλὰ οὐκ ἀνέξομαι, ὥστε μὴ τῆς ὑποθέσεως ἐκπεσεῖν, ἣν προειλόμην κατορθῶσαι, εἰς ἄπειρον ἐξενεχθεὶς πέλαγος. Ἐπεὶ εἰ μὴ τοῦτο προὔκειτό μοι νῦν τὸ πρόῤῥιζον τὴν ἀθυμίαν ἀπὸ σοῦ ἀνασπάσαι, ἡδέως τούτοις ἐνδιέτριβον τοῖς λόγοις, καὶ πέλαγος ἄπειρον ἔπλεον, μᾶλλον δὲ πελάγη, ἑκάστης σου ἀρετῆς τὰς πολυσχιδεῖς ἀνατέμνων ὁδούς, ὧν ἑκάστη ὁδὸς πέλαγος ἔτικτε πάλιν, κἂν τῇ ὑπομονῇ, καὶ τῇ ταπεινοφροσύνῃ, καὶ ἐλεημοσύνῃ τῇ πολυειδεῖ καὶ πρὸς αὐτὰ τῆς οἰκουμένης τὰ πέρατα ἁπλωθείσῃ, κἂν τῇ συνέσει τῇ ἀπείρῳ, καὶ πολλῆς γεμούσῃ χάριτος, καὶ τὰ μέτρα τῆς φύσεως ὑπερβάσῃ. Τὰ δὲ κατορθώματα τὰ ἐντεῦθεν τεχθέντα εἲ τις βούλοιτο ἐπιέναι, ταὐτὸν ποιήσει οἷον εἲ τις καὶ τὰ κύματα θαλάσσης ἀριθμεῖν ἐπιχειροίη.

Ϛ’. Διὸ τὰ ἄπειρα ταῦτα παραδραμὼν πελάγη, τὸν λέγοντα ἀπὸ τοῦ ὄνυχος δεῖξαι πειράσομαι, ὀλίγα ἄττα περὶ τῆς στολῆς σου διαλεχθείς, περὶ τῶν ἁπλῶς καὶ εἰκῆ σοι περικειμένων ἱματίων. Τῶν μὲν γὰρ ἄλλων ἔλαττον εἶναι δοκεῖ τὸ κατόρθωμα· εἰ δὲ τις ἀκριβῶς αὐτὸ ἐξετάσεις, σφόδρα εὑρήσει μέγα τε ὑπάρχον· καὶ φιλοσόφου δεόμενον ψυχῆς, καὶ τὰ βιωτικὰ ἅπαντα καταπατούσης, καὶ πρὸς αὐτὸν ἱπταμένης τὸν οὐρανόν. Διόπερ οὐκ ἐν τῇ Καινῇ μόνον, ἀλλὰ καὶ ἐν τῇ Παλαιᾷ, ὅτε διὰ σκιᾶς καὶ τύπου τὸ τῶν ἀνθρώπων ὁ Θεὸς ἦγε γένος, καὶ σωματικώτερον τὰ τῆς πολιτείας ἐῤῥυθμίζετο, καὶ περὶ τῶν οὐρανίων οὐδεὶς οὐδέπω λόγος ἦν, οὐδὲ μελλόντων μνήμη, οὐδὲ τῆς νῦν κατεχούσης φιλοσοφίας αἴνιγμα, ἀλλὰ παχύτερόν πως καὶ σαρκικώτερον οἱ νόμοι τοῖς Ἑβραίοις ἐγράφοντο, μετὰ πολλῆς τῆς σφοδρότητος τὴν ἐν τοῖς ἱματίοις ἀπαγορεύων φιλοκοσμίαν, ταῦτα διὰ τοῦ προφήτου φησί· «Τάδε λέγει ὁ Κύριος ἐπὶ τὰς ἀρχούσας θυγατέρας Σιών, Ἀνθ’ ὧν ὑψώθησαν αἱ θυγατέρες αὐτῶν, καὶ ἐπορεύθησαν ὑψηλῷ τραχήλῳ, καὶ νεύμασιν ὀφθαλμῶν, καὶ τῇ πορείᾳ τῶν ποδῶν σύρουσαι τοὺς χιτῶνας, καὶ τοῖς ποσὶν ἅμα παίζουσαι· καὶ ταπεινώσει Κύριος τὰς ἀρχούσας θυγατέρας Σιών, καὶ ἀνακαλύψει τὸ σχῆμα αὐτῶν, καὶ ἀφελεῖ τὴν δόξαν τοῦ ἱματισμοῦ αὐτῶν, καὶ ἔσται σοι ἀντὶ ὀσμῆς ἡδείας κονιορτός, καὶ ἀντὶ ζώνης σχοινίῳ ζώσῃ, καὶ ἀντὶ τοῦ κόσμου τῆς κεφαλῆς σου φαλάκρωμα ἕξεις διὰ τὰ ἔργα σου, ἀντὶ δὲ τοῦ χιτῶνος τοῦ μεσοπορφύρου περιζώσῃ σάκκον»· ταῦτά σοι ἀντὶ καλλωπισμοῦ. Εἶδες ὀργὴν ἄφατον; Εἶδες κόλασιν καὶ τιμωρίαν σφοδροτάτην; Εἶδες αἰχμαλωσίαν ἐπιτεταμένην; Ἐκ τούτου στοχάζου τοῦ ἁμαρτήματος τὸ μέγεθος. Οὐ γὰρ ἂν σφοδροτάτην οὕτως ἐπήγαγε τιμωρίαν ὁ φιλάνθρωπός ποτε, μὴ τῆς ἁμαρτίας τῆς ἐπισπωμένης αὐτὴν πολὺ μείζονος οὔσης. Εἰ δὲ τὸ ἁμάρτημα μέγα, εὔδηλον ὅτι καὶ τὸ κατόρθωμα μέγιστον, τὸ ἀπεναντίας ἑστηκὸς τούτῳ. Διὰ τοι τοῦτο καὶ βιωτικαῖς γυναιξὶ διαλεγόμενος ὁ Παῦλος, οὐ μόνον τοῦ χρυσοφορεῖν αὐτὰς ἀπάγει, ἀλλ’ οὐδὲ ἱμάτια πολυτελῆ περικεῖσθαι ἀφίησιν. Οἶδε γάρ, οἶδε σαφῶς, ὅτι χαλεπὸν τοῦτο ψυχῆς νόσημα, καὶ δυσκαταγώνιστον, καὶ γνώμης διεφθαρμένης δεῖγμα μέγιστον ἐστι, καὶ σφόδρα φιλοσόφου δεόμενον γνώμης· καὶ δηλοῦσιν οὐχ αἱ βιωτικαὶ γυναῖκες μόνον, καὶ ἀνδράσιν ὁμιλήσασαι, ὧν οὐδεμία ῥᾳδίως ταύτης ἠνέσχετο τῆς παραινέσεως, ἀλλὰ καὶ αἱ φιλοσοφεῖν δοκοῦσαι, καὶ εἰς τὸν τῆς παρθενίας τελεῖν χορὸν λαχοῦσαι. Πολλαὶ γὰρ τούτων πρὸς τυραννίδα φύσεως ἀποδυσάμεναι, καὶ καθαρῶς τὸν τῆς παρθενίας διανύουσαι δρόμον, καὶ ἀγγελικὴν ἐν τούτῳ μιμούμεναι πολιτείαν, καὶ ἐν θνητῷ σώματι τὰ τῆς ἀναστάσεως ἐπιδεικνύμεναι προοίμια. (Ἐν γὰρ τῷ αἰῶνι ἐκείνῳ, φησίν, «οὔτε γαμοῦσιν, οὔτε ἐκγαμίζονται»), καὶ πρὸς τὰς ἀσωμάτους δυνάμεις θέμεναι τὴν ἅμιλλαν καὶ πρὸς τὴν ἀφθαρσίαν ἐν φθαρτῷ σώματι φιλονεικοῦσαι, καὶ ὃ πολλοῖς οὐδὲ ἀκοῦσαι φορητόν, διὰ τῶν ἔργων κατορθοῦσαι, καὶ καθάπερ λυττῶντα κύνα καὶ συνεχῶς ἐπιπηδῶντα, τὴν ἐπιθυμίαν διακρουόμεναι, καὶ μαινομένην θάλασσαν καταστέλλουσαι, καὶ ἐν ἀγρίοις κύμασι μετὰ γαλήνης πλέουσαι, τοῦ ταραττομένου σφοδρῶς τοῦ πελάγους ἐξουρίας φερόμεναι, καὶ ἐν καμίνῳ φυσικῆς ἐπιθυμίας ἑστῶσαι, καὶ μὴ κατακαιόμεναι, ἀλλ’ ὡς πηλὸν τοὺς ἄνθρακας τούτους καταπατοῦσαι, ὑπὸ τῆς ἐπιθυμίας ταύτης ἑάλωσαν αἰσχρῶς πάνυ καὶ ἐλεεινῶς, καὶ τὰ μείζονα δυνηθεῖσαι, ὑπὸ τούτου κατηγωνίσθησαν.

ζ’. Τοσοῦτον γὰρ ἐστιν ἡ παρθένια πρᾶγμα, καὶ τοσούτου δεῖται τοῦ πόνου, ὅτι κατελθὼν ὁ Χριστὸς ἐξ οὐρανοῦ, ἵνα τοὺς ἀνθρώπους ἀγγέλους ποιήσῃ, καὶ τῶν ἄνω πολιτείαν ἐνταῦθα καταφυτεύσῃ, οὐδὲ τότε ἐθάῤῥησεν ἐπιτάξαι τοῦτο, οὐδὲ εἰς νόμου αὐτὸ τάξιν ἀγαγεῖν· ἀλλ’ ἀποθνήσκειν μὲν ἐνομοθέτησεν (οὗ τὶ βαρύτερον γένοιτ’ ἄν;), καὶ σταυροῦσθαι διηνεκῶς, καὶ ἐχθροὺς εὐεργετεῖν, παρθενεύειν δὲ οὐκ ἐνομοθέτησεν· ἀλλ’ ἀφῆκεν ἐν τῇ τῶν ἀκουόντων κεῖσθαι προαιρέσει, εἰπών, «Ὁ δυνάμενος χωρεῖν, χωρείτω». Καὶ γὰρ μέγας ὁ ὄγκος τοῦ πράγματος, καὶ ἡ δυσκολίας τῶν παλαισμάτων τούτων, καὶ ὁ ἱδρὼς τῶν ἀγώνων, καὶ σφόδρα ἀπόκρημνον τοῦτο τῆς ἀρετῆς τὸ χωρίον· καὶ τοῦτο δηλοῦσι καὶ οἱ ἐν τῇ Παλαιᾷ πολλὰ κατορθώσαντες. Καὶ γὰρ Μωϋσῆς ἐκεῖνος ὁ μέγας, τῶν προφητῶν τὸ κεφάλαιον, ὁ γνήσιος τῷ Θεῷ φίλος, ὁ τοσαύτης ἀπολαύσας παῤῥησίας, ὡς ἑξακοσίας χιλιάδας ὑπευθύνους γενομένας κολάσει ἐξαρπάσει θεηλάτου πληγῆς, οὗτος τοσοῦτος καὶ τηλικοῦτος ἀνὴρ θαλάττῃ μὲν ἐπέταξε, καὶ πέλαγος ἔσχισε, καὶ πέτρας διέῤῥηξε, καὶ ἀέρα μετέβαλε, καὶ τὸ Νειλῷον ὕδωρ εἰς αἷμα μετέτρεψε, καὶ βατράχων καὶ ἀκρίδων στρατόπεδον ἐπετείχισε τῷ Φαραῷ, καὶ πᾶσαν τὴν κτίσιν μετεστοιχείωσε, καὶ μυρία ἕτερα ἐπεδείξατο θαύματα, καὶ ἀρετῆς δὲ πολλὰ κατορθώματα· καὶ γὰρ ἐξ ἑκατέρου μέρους ἔλαμψε· πρὸς δ ἔτους ἀγῶνας τούτους οὐδὲ ἀντιβλέψαι ἴσχυσεν, ἀλλ’ ἐδεήθη γάμου καὶ ὁμιλίας γυναικός, καὶ τῆς παρθενίας πέλαγος ἑαυτὸν ἐκδοῦναι, τὰ ἐκεῖθεν κύματα δεδοικώς. Καὶ ὁ πατριάρχης δέ, ὁ τοῦ παιδὸς ἱερεύς, τὸ μὲν τυραννικώτατον τῆς φύσεως καταπαλαῖσαι ἴσχυσε πάθος, καὶ παῖδα ἀνελεῖν ἠδυνήθη, καὶ παῖδα τὸν Ἰσαὰκ ἐν αὐτῷ τῆς ἡλικίας τῷ ἄνθει, ἐν αὐτῇ τῆς νεότητος τῇ ἀκμῇ, μονογενῆ, γνήσιον, καὶ παρ’ ἐλπίδα αὐτῷ δεδομένον, καὶ ἐπ’ αὐτῷ σαλεύων μόνῳ, καὶ ἐν ἐσχάτῳ γήρᾳ, καὶ ἀρετῇ κομῶντα πολλῇ, καὶ ἀναγαγεῖν αὐτὸν ἐπὶ τὸ ὄρος ἴσχυσεν, ἐπὶ τοιαύτῃ μέλλων ἀνάγειν πράξει, καὶ θυσιαστήριον ᾠκοδόμησε, καὶ ξύλα συνέθηκε, καὶ τὸ ἱερεῖον ἐπέθηκε, καὶ μάχαιραν ἥρπασε, καὶ διὰ τοῦ λαιμοῦ τοῦ παιδὸς τὸ ξίφος ὤθησε. Καὶ γὰρ καὶ ὤθησε, καὶ ᾕμαξεν ὁ ἀδάμας ἐκεῖνος, μᾶλλον δὲ καὶ ἀδάμαντος στεῤῥότερος· ὁ μὲν γὰρ ἐν τῇ φύσει τοῦτο κέκτηται, οὗτος δὲ διὰ τῆς κατὰ προαίρεσιν φιλοσοφίας φυσικὴν ἐμιμήσατο στεῤῥότητα, καὶ ἀγγέλων ἀπάθειαν διὰ τῶν ἐρῶν ἐπεδείξατο. Ἀλλ’ ὅμως ὁ τοσοῦτον καὶ τηλικοῦτον ἰσχύσας διανῦσαι ἆθλον, καὶ αὐτῆς ἐξελθὼν τῆς φύσεως, πρὸς τοὺς ἀγῶνας τῆς παρθενίας ἀποδύσασθαι οὐκ ἐτόλμησεν, ἀλλ’ ἔδεισε καὶ αὐτὸς τὰ σκάμματα ταῦτα, καὶ τὴν ἀπὸ τοῦ γάμου παραμυθίαν ἐπεσπάσατο.

η’. Βούλει προσθῶ καὶ τὸν Ἰὼβ τοῖς εἰρημένοις, τὸν δίκαιον, τὸν ἀληθινόν, τὸν θεοσεβῆ, τὸν ἀπεχόμενον ἀπὸ παντὸς πονηροῦ πράγματος; Οὗτος ὁ Ἰὼβ συνέκοψε τοῦ διαβόλου τὴν ὄψιν, παιόμενος οὐ παίων ἐκένωσεν αὐτοῦ τὴν βελοθήκην ἅπασαν, καὶ κατατοξευόμενος παρ’ αὐτοῦ συνεχῶς, ἅπαν ὑπέμεινε πειρασμῶν εἶδος, καὶ ἕκαστον μεθ’ ὑπερβολῆς ἁπάσης. Τὰ γὰρ δοκοῦντα εἶναι κατὰ τὸν βίον λυπηρὰ καὶ ὄντα, ταῦτα μάλιστα πάντων ἐστί, πενία, καὶ νόσος, καὶ παίδων ἀποβολή, καὶ ἐχθρῶν ἐπανάστασις, καὶ φίλων ἀγνωμοσύνη, καὶ λιμός, καὶ σαρκὸς ὀδύναι διηνεκεῖς, καὶ λοιδορίαι καὶ συκοφαντίαι, καὶ τὸ τὴν πονηρὰν κτήσασθαι ὑπόληψιν· καὶ ταῦτα ἅπαντα εἰς ἓν ἐξεχύθη σῶμα, καὶ μιᾶς κατεσκευάσθη ψυχῆς· καὶ τὸ δὴ χαλεπώτερον, ὅτι καὶ ἀμελετήτῳ ὄντι ἐπέθετο. Ὃ δὲ λέγω τοιοῦτόν ἐστιν· Ὁ ἐκ πενήτων τεχθείς, καὶ ἐν οἰκίᾳ τοιαύτῃ τραφεὶς ἅτε γυμνασάμενος καὶ μελετήσας, ῥᾳδίως ἂν ἐνέγκαι τῆς πενίας τὸ βάρος· ὁ δὲ τοσούτοις περιῤῥεόμενος χρήμασι καὶ τοσούτῳ πλούτῳ κομῶν, εἶτα ἀθρόον εἰς τὸ ἐναντίον μεταπεσών, οὐκ ἂν εὐκόλως ὑπομεῖναι τὴν μεταβολήν· καὶ γὰρ ἀγυμνάστῳ ὄντι χαλεπωτέρα φαίνεται ἀθρόον προσπεσοῦσα. Πάλιν ὁ ἄσημος καὶ ἐξ ἀσήμων γενόμενος, καὶ ἐν τῷ διηνεκῶς καταφρονεῖσθαι ζῶν, οὐκ ἂν σφόδρα λοιδορούμενος καὶ ὑβριζόμενος ταραχθείη· ὁ δὲ τοσαύτης ἀπολαύσας δόξης, καὶ παρὰ πάντων δορυφορούμενος, καὶ ἐν τοῖς ἁπάντων στόμασιν ὤν, καὶ πανταχοῦ μετὰ πολλῆς ἀνακηρυττόμενος περιφανείας, εἰς ἀτιμίαν καὶ εὐτέλειαν κατενεχθείς, τὸ αὐτὸ ἂν πάθοι τῷ ἀπὸ πλουσίου ἀθρόον γενομένῳ πένητι. Καὶ ὁ παῖδας ἀποβαλὼν πάλιν, κἂν ἅπαντας ἀποβάλῃ, μὴ ἐν ἑνὶ δὲ καιρῷ, τοὺς λειπομένους ἔχει τῶν ἀπελθόντων παραμυθίαν, καὶ τῆς ἐπὶ προτέρων τελευτῆς τοῦ πάθους λήξαντος, ἂν ἡ τοῦ δευτέρου προσγένηται μετὰ χρόνον, τοῦτο αὐτῷ προσηνέστερον γίνεται τὸ πάθος· οὐ γὰρ νεαρῷ ὄντι ἔπεισι τῷ ἕλκει, ἀλλὰ κοιμηθέντι ἤδη καὶ ἀφανισθέντι, ὅπερ οὐκ ὀλίγον ὑποτέμνεται τῆς ὀδύνης. Οὗτος ὁλόκληρον αὐτῷ τὸν χορὸν εἶδεν ἐν μιᾷ ἀναρπασθέντα καιροῦ ῥοπῇ, καὶ τρόπῳ πικροτάτῳ τελευτῆς. Καὶ γὰρ καὶ βίαιος καὶ ἄωρος ὁ θάνατος ἦν, καὶ ὁ καιρὸς δὲ καὶ ὁ τόπος οὐ μικρὰν ἐποίει τῷ πένθει προσθήκην· καὶ γὰρ ἐν ὥρᾳ συμποσίου, καὶ ἐν οἰκίᾳ τῇ τοῖς ξένοις ἀνεῳγμένῃ, καὶ τάφος αὐτοῖς ὁ οἶκος ἐγένετο. Τὶ ἂν τις εἴποι τὸν λιμὸν ἐκεῖνον τὸν καινότερον, καὶ ἑρμηνευθῆναι μὴ δυνάμενον, τὸν ἑκούσιον, τὸν ἀκούσιον; Οὐ γὰρ οἶδα πῶς αὐτὸν καλέσω, οὐδὲ γὰρ εὑρίσκω τὸ ὄνομα ἐπιθεῖναι τῷ παραδόξῳ τῆς συμφορᾶς εἴδει. Καὶ γὰρ παρακειμένης ἀπείχετο τῆς τραπέζης, καὶ ὁρωμένων οὐχ ἥπτετο τῶν σιτίων. Τῶν γὰρ περὶ τὸ σῶμα τραυμάτων ἡ δυσωδία προσαπαντῶσα κατέλυε τὴν ἐπιθυμίαν, καὶ αὐτὴν ἐνεπίμπλα τὴν τράπεζαν τῆς ἀηδίας. Καὶ τοῦτο δηλῶν ἔλεγεν· «Βρῶμον γὰρ ὁρῶ τὰ σῖτά μου». Καὶ ἡ μὲν ἀνάγκη τοῦ λιμοῦ τῶν προκειμένων ἅπτεσθαι ἐβιάζετο· ἡ δὲ τῆς δυσωδίας ὑπερβολὴ τῆς ἐκ τῶν σαρκῶν γινομένης ἐνίκα τοῦ λιμοῦ τὴν βίαν. Διὰ δὴ τοῦτο εἶπον, Οὐκ ἔχων πῶς αὐτὸν καλέσω. Ἑκούσιον; Ἀλλ’ ἐβούλετο γεύσασθαι τῶν προκειμένων. Ἀλλὰ ἀκούσιον; Ἀλλὰ παρῆν τὰ σιτία, καὶ οὐδεὶς ὁ κωλύων ἦν. Πῶς ἂν διηγησαίμην τὰς ὀδύνας, τὰς πηγὰς τῶν σκωλήκων, τὸν ἰχῶρα τὸν καταῤῥέοντα, τὰ ὀνείδη τῶν φίλων, τὴν καταφρόνησιν τῶν οἰκετῶν; «Οὐ γὰρ ἐφείσαντό μοι, φησίν, οἱ οἰκέται μου ἀπὸ προσώπου ἐμπτυσμάτων»· τοὺς ἐπεμβαίνοντας, τοὺς ἐφαλλομένους; «Οὓς γὰρ οὐχ ἡγησάμην, φησίν, ἀξίους εἶναι κυνῶν τῶν ἐμῶν νομάδων, οὗτοι νῦν ἐπιπεπτώκασί μοι, καὶ νουθετοῦσί με ἐλάχιστοι». Οὐ δοκεῖ σοι ταῦτα πάντα χαλεπὰ εἶναι; Καὶ γὰρ ἐστι χαλεπά. Εἴπω τὸ κεφάλαιον τῶν κακῶν, τὸν κολοφῶνα τῆς συμφορᾶς τὸν μάλιστα ἄγχοντα αὐτόν; Ὁ χειμὼν τῶν θορύβων τῶν ἐν τῷ λογισμῷ γινομένων αὐτῷ μάλιστα ἦν ὁ ἀποπνίγων αὐτόν, καὶ ἀφόρητα, καὶ τὸ συνειδὸς αὐτοῦ τὸ καθαρὸν τοῦτο μάλιστα ἐποίει τὴν ἔνδον ζάλην, καὶ ἐσκότου τὸν λογισμόν, καὶ τὸν κυβερνήτην ἐτάραττεν. Οἱ μὲν γὰρ ἑαυτοῖς συνειδότες ἁμαρτήματα πολλά, κἂν πάθωσί τι δεινόν, ἔχουσι κἂν τὸν λόγον εὑρεῖν τῶν γινομένων, τὰς ἁμαρτίας τὰς ἑαυτῶν λογιζόμενοι, καὶ λύοντες τὴν ἐπὶ τῇ ἀπορίᾳ ταραχήν. Πάλιν οἱ μηδὲν ἑαυτοῖς συνειδότες, ἀλλὰ κατορθώμασι κομῶντες, ἂν πάθωσί τι τοιοῦτον, τὸν περὶ τῆς ἀναστάσεως εἰδότες λόγον, καὶ τὰς ἀμοιβὰς ἐννοοῦντες ἐκείνας, οἴδασιν, ὅτι ἆθλοι τὰ συμβαίνοντα καὶ μυρίων στεφάνων ὑποθέσεις. Οὗτος δὲ καὶ δίκαιος ὤν, καὶ περὶ ἀναστάσεως ἐπιστάμενος οὐδέν, ταύτῃ μάλιστα ἐκλυδωνίζετο, οὐκ εἰδὼς τὴν αἰτίαν ὧν ἔπασχε, καὶ τῶν σκωλήκων καὶ τῶν ὀδυνῶν, ὑπὸ τῆς ἀπορίας ταύτης μᾶλλον κεντούμενος. Καὶ ἵνα μάθης, ὅτι ταῦτ’ οὕτως ἔχει, ὅτε κατηξίωσεν ὁ φιλάνθρωπος Θεὸς εἰπεῖν αὐτῷ τῶν ἀγώνων τούτων τὴν αἰτίαν, ὅτι Ἵνα δίκαιος ἀναφανῇς ταῦτα συνεχωρήθη, οὕτως ἀνέπνευσεν, ὡς μηδὲ πεπονθὼς τι τῶν λυπηρῶν ἐκείνων, καὶ τοῦτο ἐξ ὧν ἐφθέγξατο ἐδήλωσεν. Ἀλλ’ ὅμως καὶ πρὶν ἢ μαθεῖν τὴν αἰτίαν, ὠδυνᾶτο μέν, ἔφερε δὲ γενναίως, καὶ μετὰ τὸ πάντα ἀποβαλεῖν, τὴν θαυμασίαν ἐκείνην ἀφῆκε φωνήν· «Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτως καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας».

θ’. Ἀλλὰ γὰρ ἔοικα ὑπὸ τοῦ ἔρωτος τοῦ ἀνδρὸς κατεχόμενος, ποῤῥωτέρω τῆς ὑποθέσεως ἐληλακέναι τῆς προκειμένης· διὸ ὀλίγα προσθεὶς ἅψομαι τῶν προκειμένων πάλιν· οὗτος τοίνυν ὁ τοσοῦτος καὶ τηλικοῦτος ἀνήρ, ὁ τοσαύτας ἀνάγκας φύσεως καταπατήσας, οὐκ ἐτόλμησεν οὐδὲ αὐτὸς εἰς τὸν ἀγῶνα τοῦτον καθεῖναι, ἀλλὰ καὶ γυναικὸς ἀπέλαυσε, καὶ πατὴρ ἐγένετο παίδων τοσούτων. Τοσαύτη τῆς παρθενίας ἡ δυσκολία, οὕτως ὑψηλοὶ καὶ μεγάλοι αὐτῆς οἱ ἀγῶνες, καὶ χαλεποὶ οἱ ἱδρῶτες, καὶ πολλῆς δεόμενοι τῆς εὐτονίας. Ἀλλ’ ὅμως πολλὰ τῶν πρὸς τὸν ἀγῶνα τοῦτον ἀποδυσαμένων, ἐκεῖνο οὐ κατηγωνίσαντο τὸ πάθος, τὸ τοῦ καλλωπισμοῦ τῆς περιβολῆς τῶν ἱματίων, ἀλλ’ ἑάλωσαν καὶ ἐχειρώθησαν καὶ τῶν βιωτικῶν γυναικῶν μᾶλλον. Μὴ γὰρ μοι τοῦτο λέγε, ὅτι χρυσίον οὐ περίκειται, οὐδὲ σηρικὰ καὶ χρυσόπαστα περιβέβληνται ἱμάτια, οὐδὲ περιδέῤῥαια λιθοκόλλητα ἔχουσι. Τὸ γὰρ χαλεπώτερον μάλιστα πάντων τοῦτό ἐστι, καὶ ὃ μεθ’ ὑπερβολῆς δείκνυσιν αὐτῶν τὸ νόσημα, καὶ τοῦ πάθους τὴν τυραννίδα, ὅτι ἴσχυσαν καὶ ἐφιλονείκησαν καὶ ἐβιάσαντο δι’ εὐτελῶν ἱματίων ἐκείνων ὑπερακοντίσαι τὸν καλλωπισμὸς τῶν τὰ χρυσᾶ περικειμένων καὶ τὰ ἱμάτια τὰ σηρικά, καὶ ἐπέραστοι μᾶλλον ἐντεῦθεν αὐτῶν φανῆναι, ὡς μὲν αὗταί νομίζουσιν, ἀδιάφορον μετιοῦσαι πρᾶγμα, ὡς δὲ ἡ τοῦ πράγματος φύσις δείκνυσιν, ὄλεθρον καὶ βλαβερὸν καὶ βαθὺ τὸ βάραθρον ἔχον. Διὸ μυρίοις στόμασιν ἀνακηρύττειν σε χρὴ ταύτης ἕνεκεν τῆς ὑποθέσεως, ὅτι παρθένοις γέγονε δυσκαταγώνιστον, τοῦτο τῇ ἐν χηρείᾳ ζώσῃ οὕτω ῥᾴδιον καὶ εὔκολον, ὡς αὐτὴ τῶν πραγμάτων ἔδειξεν ἡ ἀλήθεια. Οὐδὲ γὰρ τὴν εὐτέλειαν θαυμάζω τῆς περιβολῆς μόνον τὴν ἄφατον, καὶ αὐτοὺς τοὺς προσαιτοῦντας ὑπερακοντίζουσαν, ἀλλὰ καὶ τὸ ἀσχημάτιστον μάλιστα, τὸ ἀνεπιτήδευτον τῶν περιβλημάτων, τῶν ὑποδημάτων, τῆς βαδίσεως, ἅπερ ἅπαντα χρώματά ἐστιν ἀρετῆς, τὴν ἐναποκειμένην τῇ ψυχῇ φιλοσοφίαν ἔξωθεν ἀναζωγραφοῦντα. «Στολισμὸς γὰρ ἀνδρός, φησίν, καὶ γέλως ὀδόντων, καὶ βῆμα ποδὸς ἀναγγελεῖ τὰ περὶ αὐτοῦ». Εἰ γὰρ μὴ μεθ’ ὑπερβολῆς τοὺς γεώδεις τῆς βιωτικῆς φαντασίας λογισμοὺς χαμαὶ ἔῤῥιψας καὶ κατεπάτησας, οὐκ ἂν οὕτως εἰς τοσοῦτον ἐξεπήδησας ὑπεροψίας αὐτῶν, οὐκ ἂν οὕτω κατὰ κράτος τὴν χαλεπωτάτην ἁμαρτίαν ταύτην ἐνίκησάς τε καὶ ἀπήλασας. Ἀλλὰ μηδεὶς ὑπερβολὴν καταγινωσκέτω τοῦ λόγου, εἰ χαλεπωτάτην ταύτην ἁμαρτίαν ἐκάλεσα. Εἰ γὰρ ἐπὶ τῶν βιωτικῶν καὶ Ἑβραίων γυναικῶν, καὶ ἐν ἐκείνῳ τῷ καιρῷ τοσαύτην ἔφερε τὴν κόλασιν τὸ πλημμέλημα, ἐπὶ τῶν ὀφειλουσῶν τὸ πολίτευμα ἔχειν ἐν οὐρανοῖς, καὶ ἀγγελικὸν μιμεῖσθαι βίον, καὶ ἐν χάριτι πολιτευομένων, τίνα ἂν σχοίη συγγνώμην τὸ αὐτὸ τοῦτο τολμώμενον μετὰ πλείονος τῆς ὑπερβολῆς; Ὅταν γὰρ ἴδῃς παρθένον κατακλωμένην ἐν τοῖς ἱματίοις, σύρουσαν τοὺς χιτῶνας, ὅπερ προφήτης ἐνεκάλεσε, διαθρυπτομένην ἐν τῇ βαδίσει, καὶ διὰ φωνῆς, καὶ διὰ ὀμμάτων, καὶ διὰ στολῆς τὸ δηλητήριον κεραννῦσαν ποτήριον τοῖς ἀκολάστως ὁρῶσι, καὶ τὰ βάραθρα ἐπιπλεῖον ἀνασκάπτουσαν τοῖς παριοῦσι, καὶ παγίδας τιθεῖσαν ἐντεῦθεν, πῶς ταύτην λοιπὸν προσερεῖς παρθένον, ἀλλ’ οὐ μετὰ τῶν πορνευομένων αὐτὴν ἀριθμήσεις γυναικῶν; Οὐ γὰρ τοσοῦτον ἐκεῖναι δέλεαρ, ὅσον αὗται γίνονται, πανταχόθεν ἀναπεταννῦσαι τῆς ἡδονῆς τὰ πτερά. Διὰ ταῦτά σε μακαρίζομεν, διὰ ταῦτά σε θαυμάζομεν, ὅτι πάντων ἀπαλλαγεῖσα τούτων καὶ ἐν τούτῳ τὴν νέκρωσιν ἐπεδείξω τῷ μέρει, οὐχ ὡραιζομένη, ἀλλὰ νεανιευομένη, οὐ καλλωπιζομένη, ἀλλ’ ὁπλιζομένη.

ι’. Ἀλλ’ ἐπειδὴ ἀπὸ τοῦ ὄνυχος τὸν λέοντα τέως ἐδείξαμεν, καὶ τοῦτο ἐν μέρει (οὐδὲ γὰρ τοῦτο ὅλον ἐπῆλθόν σου κατόρθωμα· καθάπερ γὰρ ἔφθην εἰπών, εἰς τὰ ἄπειρα τῶν ἄλλων σου κατορθωμάτων δέδοικα εἰσελθεῖν πελάγη· ἄλλως οὐδὲ ἐγκώμιον προεθέμεθα νῦν εἰπεῖν τῆς ἁγίας σου ψυχῆς, ἀλλὰ παραμυθίας κατασκευάσαι φάρμακον), φέρε πάλιν ἀναλάβωμεν τὰ ἔμπροσθεν εἰρημένα. Τὶ δὲ ἔμπροσθεν εἰρήκαμεν; Ἀπαλλαγεῖσα τοῦ λογίζεσθαι τὶ ὁ δεῖνα ἥμαρτε καὶ τὶ ὁ δεῖνα ἐπλημμέλησεν, ἐννόει σου τοὺς ἄθλους διηνεκῶς τῆς καρτερίας, τῆς ὑπομονῆς, τῆς νηστείας, τῶν εὐχῶν, τῶν παννυχίδων τῶν ἱερῶν, τῆς ἐγκρατείας, τῆς ἐλεημοσύνης, τῆς φιλοξενίας, τῶν ποικίλων καὶ χαλεπῶν καὶ πυκνῶν πειρασμῶν. Ἀναλόγισαι πῶς ἐκ πρώτης ἡλικίας ἕως τῆς παρούσης ἡμέρας οὐκ ἐπαύσω τρέφουσα πεινῶντα τὸν Χριστόν, διψῶντα ποτίζουσα, γυμνὸν ἐνδύουσα, ξένον συνάγουσα, ἀῤῥωστοῦντα ἐπισκοποῦσα, πρὸς δεδεμένον ἀπιοῦσα. Ἐννόησόν σου τῆς ἀγάπης τὸ πέλαγος, ὃ τοσοῦτον ἠνέῳξας, ὡς πρὸς αὐτὰ τῆς οἰκουμένης τὰ πέρατα μετὰ πολλῆς ἀφικέσθαι τῆς ῥύμης. Οὐ γὰρ ἡ οἰκία σου παντὶ ἐλθόντι ἠνέῳκτο μόνον, ἀλλὰ καὶ πανταχοῦ γῆς καὶ θαλάττης πολλοὶ ταύτης ἀπήλαυσαν τῆς φιλοτιμίας διὰ τῆς φιλοξενίας. Ταῦτα δὴ πάντα συνάγουσα, τρύφα καὶ εὐφραίνου τῇ ἐλπίδι τῶν στεφάνων τούτων καὶ τῶν βραβείων. Εἰ δὲ καὶ τοὺς παρανόμους τούτους, καὶ αἱμοβόρους, καὶ πολλῷ τούτων χαλεπώτερα ἐργασαμένους ἐπιθυμεῖς δίκην διδόντας ἰδεῖν, ὄψει καὶ τοῦτο τότε. Ἐπεὶ καὶ ὁ Λάζαρος τὸν πλούσιον εἶδεν ἀποτηγανιζόμενον. Εἰ γὰρ καὶ ὁ τόπος αὐτοῖς διώριστο διὰ τὴν τοῦ βίου διαφοράν, καὶ τὸ χάος αὐτοὺς διεῖργεν, καὶ ὁ μὲν ἦν ἐν τοῖς κόλποις τοῦ Ἀβραάμ, ὁ δὲ ἐν ταῖς καμίνοις ταῖς ἀφορήτοις· ἀλλ’ ὅμως καὶ εἶδεν αὐτὸν ὁ Λάζαρος, καὶ φωνῆς ἤκουσε, καὶ ἀπεκρίνατο. Ταῦτα καὶ ἐπὶ σοῦ ἔσται τότε. Εἰ γὰρ ὁ ἕνα παριδὼν ἄνθρωπον τοιαύτας δίδωσι τιμωρίας, καὶ τῷ σκανδαλίσαντι πάλιν ἕνα λυσιτελὲς μύλην ἐκκρεμασθῆναι κατὰ τοῦ τραχήλου, καὶ εἰς τὴν θάλασσαν καταποντισθῆναι· οἱ τοσαύτην οἰκουμένην σκανδαλίσαντες, καὶ τοσαύτας ἀνατρέψαντες Ἐκκλησίας, καὶ πάντα θορύβων καὶ ταραχῆς ἐμπλήσαντες, καὶ λῃστῶν καὶ βαρβάρων νικήσαντες ὠμότητα καὶ ἀπανθρωπίαν, καὶ οὕτω κατὰ κράτος ἐκβακχευθέντες ὑπὸ τοῦ στρατηγοῦντος αὐτοῖς διαβόλου καὶ τῶν συνεργούντων αὐτοῖς δαιμόνων, ὡς τὸ φρικτὸν τοῦτο δόγμα, καὶ ἁγιωσύνης γέμον, καὶ τοῦ δεδωκότος ἄξιον, καταγέλαστον καὶ Ἰουδαίοις καὶ Ἕλλησι ποιῆσαι· οἱ μυριὰς καταδύσαντες ψυχάς, καὶ μυρία ναυάγια πανταχοῦ τῆς οἰκουμένης ἐργασάμενοι, οἱ τοσαύτην ἀνάψαντες πυράν, καὶ τὸ σῶμα τοῦ Χριστοῦ σχίσαντες, καὶ τὰ μέλη αὐτοῦ πολλαχοῦ διασπείραντες· «Ὑμεῖς γάρ, φησίν, ἐστὲ σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους»· μᾶλλον δὲ τὶ φιλονεικῶ παραστῆσαι τὴν μανίαν αὐτῶν, ἑρμηνευθῆναι μὴ δυναμένην λόγῳ; Πόσην τοίνυν οἴει ὑποστήσεσθαι τιμωρίαν τότε τοὺς λυμεῶνας τούτους καὶ αἱμοβόρους; Εἰ γὰρ οἱ μὴ θρέψαντες πεινῶντα τὸν Χριστόν, μετὰ τοῦ διαβόλου καταδικάζονται τῷ πυρὶ τῷ ἀσβέστῳ· οἱ καὶ λιμῷ παραδόντες μοναχῶν καὶ παρθένων χορούς, καὶ ἐνδεδυμένους γυμνώσαντες, καὶ ξένους ὄντας οὐ μόνον μὴ συνάγοντες, ἀλλὰ καὶ ἐλάσαντες, καὶ ἀῤῥωστοῦντας οὐ μόνον οὐκ ἐπισκεψάμενοι, ἀλλὰ καὶ ἐπιπλεῖον συντρίψαντες, καὶ οὐ μόνον δεδεμένους οὐκ ἰδόντες, ἀλλὰ καὶ λελυμένους εἰς δεσμωτήριον παρασκευάσαντες ἐμβαλέσθαι, ἐννόησον ὅσην ὑποστήσονται τιμωρίαν. Τότε τοίνυν ὄψει αὐτοὺς ἀποτηγανιζομένους, κατακαιομένους, δεδεμένους, τοὺς ὀδόντας βρύχοντας, ὀλοφυρομένους, ἀνόνητα λοιπὸν θρηνοῦντας, καὶ ἀνωφελῆ μετανοοῦντας καὶ ἀκερδῆ, καθάπερ ὁ πλούσιος ἐκεῖνος. Ὄψονταί σε καὶ οὗτοι πάλιν ἐν τῇ μακαρίᾳ λήξει ἐκείνῃ στεφανηφοροῦσαν, μετὰ τῶν ἀγγέλων χορεύουσαν, τῷ Χριστῷ συμβασιλεύουσαν, καὶ βοήσονται πολλὰ καὶ θρηνοῦσι, μεταγινώσκοντες ἐφ’ οἷς εἰς σὲ παρῴνησαν, καὶ ἱκετηρίαν σοι προστιθέντες, καὶ ἐλέου μεμνημένοι καὶ φιλανθρωπίας, καὶ οὐδὲν ἔσται πλέον αὐτοῖς.

ια’. Ταῦτα οὖν ἅπαντα λογιζομένη ἔπᾳδε συνεχῶς σου τῇ ψυχῇ, καὶ τὴν κονίαν ταύτην διασκέδασε δυνήσῃ. Ἐπειδὴ δὲ καὶ ἕτερόν ἐστι τὸ μάλιστά σε ὀδυνῶν, ὡς ἔγωγε οἶμαι, φέρε καὶ τούτῳ τῷ λογισμῷ κατασκευάσωμεν τὸ φάρμακον μετὰ τῶν εἰρημένων καὶ ἃ νῦν ἐροῦμεν. Καὶ γὰρ οἶμαί σε ἀλγεῖν οὐ διὰ ταῦτα μόνον, ἀλλὰ καὶ διὰ τὸ κεχωρίσθαι τῆς οὐδενείας τῆς ἡμετέρας, καὶ τοῦτο διηνεκῶς θρηνεῖν σε, καὶ πρὸς ἅπαντας λέγειν· οὐκ ἀκούομεν τῆς γλώττης ἐκείνης, οὐδὲ ἀπολαύομεν τῆς συνήθους διδασκαλίας, ἀλλὰ ἐν λιμῷ κατακεκλείσμεθα· καὶ ὅπερ ἠπείλησεν ὁ Θεὸς τοῖς Ἑβραίοις τότε, τοῦτο νῦν ὑπομένομεν, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν θείας διδασκαλίας. Τὶ οὖν ἡμεῖς πρὸς ταῦτα ἐροῦμεν; Ὅτι μάλιστα μὲν ἔξεστί σοι καὶ ἀπόντων ἡμῶν ὁμιλεῖν τοῖς βιβλίοις τοῖς ἡμετέροις. Καὶ ἡμεῖς δὲ σπουδὴν ποιησόμεθα, ἂν ἐπιτυγχάνωμεν γραμματηφόρων, συνεχεῖς σοι καὶ πυκνὰς καὶ μακρὰς πέμπειν ἐπιστολάς. Εἰ δὲ καὶ παρὰ ζώσης φωνῆς βούλει τὰ παρ’ ἡμῶν ἀκούειν, ἴσως καὶ τοῦτο ἔσται, καὶ ἡμᾶς ὄψει πάλιν, τοῦ Θεοῦ ἐπιτρέποντος· μᾶλλον δὲ οὐκ ἴσως, ἀλλὰ καὶ μηδὲν ἀμφίβαλλε. Ἀναμνήσομεν γὰρ σε ὅτι οὐκ εἰκῆ ταῦτα εἰρήκαμεν, οὐδὲ ἀπατῶντές σε, καὶ παραλογιζόμενοι, ἀλλὰ καὶ παρὰ ζώσης ἀκούσῃ φωνῆς ἃ διὰ τῶν γραμμάτων νῦν. Εἰ δὲ ἡ μέλλησίς σε λυπεῖ, ἐννόησον ὅτι οὐδὲ αὕτη ἀκερδὴς σοι γίνεται, ἀλλὰ πολὺν οἴσει σοι τὸν μισθὸν καρτερούσῃ, καὶ μηδὲν ἐκφερούσῃ πικρὸν ῥῆμα, ἀλλὰ καὶ ὑπὲρ τούτων τὸν Θεὸν δοξαζούσῃ, ὃ δὴ καὶ διατελοῦσα ποιεῖ· οὐδὲ γὰρ μικρὸς οὗτος ἆθλος, ἀλλὰ καὶ σφόδρα νεανικῆς δεόμενος ψυχῆς, καὶ φιλοσόφου διανοίας, ὥστε ἀγαπωμένης ψυχῆς ἐνεγκεῖν χωρισμόν. Τὶς ταῦτά φησιν; Εἲ τις οἶδε φιλεῖν γνησίως, εἲ τὶς ἐπίσταται δύναμιν ἀγάπης, οἶδεν ὃ λέγω. Ἀλλ’ ἵνα μὴ περιιόντες ζητῶμεν τοὺς γνησίως φιλοῦντας (καὶ γὰρ σπάνιον τοῦτο), δράμωμεν ἐπὶ τὸν μακάριον Παῦλον, κἀκεῖνος ἡμῖν ἐρεῖ ἥλικος οὗτος ὁ ἆθλος, καὶ ἡλίκης δεόμενος ψυχῆς. Οὗτος γὰρ ὁ Παῦλος, ὁ καὶ σάρκα ἀποδυσάμενος, καὶ τὸ σῶμα ἀποθέμενος, καὶ γυμνὴ σχεδὸν τὴν οἰκουμένην περιιὼν τῇ ψυχῇ, καὶ πᾶν πάθος ἐξορίας τῆς διανοίας, καὶ τῶν ἀσωμάτων δυνάμεων τὴν ἀπάθειαν μιμούμενος, καὶ τὴν γῆν ὡς οὐρανὸν οἴκων, καὶ μετὰ τῶν Χερουβὶμ ἑστὼς ἄνω, καὶ τῆς μυστικῆς ἐκείνης μελῳδίας αὐτοῖς κοινωνῶν, τὰ μὲν ἀλλὰ πάντα ῥᾳδίως ἔφερεν, ὡς ἐν ἀλλοτρίῳ πάσχων σώματι, καὶ δεσμωτήρια καὶ ἁλύσεις, καὶ ἀπαγωγὰς καὶ μάστιγας, καὶ ἀπειλὰς καὶ θάνατον, καὶ τὸ καταλεύεσθαι, καὶ τὸ καταποντίζεσθαι, καὶ πᾶν κολάσεως εἶδος. Μιᾶς δὲ ψυχῆς ἀγαπωμένης παρ’ αὐτοῦ χωρισθείς, οὕτω συνεχύθη καὶ διεταράχθη, ὡς εὐθέως καὶ τῆς πόλεως ἀποπηδῆσαι, ἐν ᾗ τὸν ἀγαπώμενον προσδοκῶν ἰδεῖν οὐχ εὗρεν. Καὶ ταῦτα αὐτῶν σύνοιδεν ἡ Τρῳάς, ἡ διὰ τοῦτο καταλειφθεῖσα παρ’ αὐτοῦ, ἐπειδὴ οὐκ ἔσχεν ἐπιδεῖξαι αὐτῷ τότε ἐκεῖνον. «Ἐλθὼν γάρ, φησὶν εἰς Τρῳάδα, εἰς τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ, καὶ θύρας μοι ἀνεῳγμένης ἐν Κυρίῳ, οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου, μὴ τῷ εὑρεῖν μὲ Τίτον τὸν ἀδελφὸν μου, ἀλλὰ ἀποταξάμενος αὐτοῖς, ἐξῆλθον εἰς Μακεδονίαν». Τὶ τοῦτο, ὧ Παῦλε; Ξύλῳ μὲν δεδεμένος, καὶ δεσμωτήριον οἴκων, καὶ μάστιγας ἔχων ἐπικειμένας, καὶ τὰ νῶτα αἵμασι περιῤῥεόμενος, καὶ ἐμυσταγώγεις, καὶ ἐβάπτιζες, καὶ θυσίαν προσῆγες, καὶ ἑνὸς οὐ κατεφρόνησας μέλλοντος σώζεσθαι· εἰς δὲ τὴν Τρῳάδα ἐλθών, καὶ τὴν ἄρουραν ὁρῶν ἐκκεκαθαρμένην, καὶ ἑτοίμην οὖσαν τὰ σπέρματα ὑποδέξασθαι, καὶ τὴν ἁλείαν πεπληρωμένην, καὶ πολλὴν παρέχουσάν σοι τὴν εὐκολίαν, τοσοῦτον ἔῤῥιψας ἀπὸ τῶν χειρῶν κέρδος, ὡς καὶ διὰ τοῦτο παραγενόμενος («Ἐλθὼν γάρ, φησὶν εἰς τὴν Τρῳάδα εἰς τὸ Εὐαγγέλιον», τοῦτ’ ἔστι, διὰ τὸ Εὐαγγέλιον), καὶ οὐδενὸς ἀντιπίπτοντος («Θύρας γὰρ μοι, φησίν, ἀνεῳγμένης»), ἀπεπήδησας εὐθέως; Ναί, φησί· πολλῇ γὰρ κατεσχέθην ἀθυμίας τυραννίδι, καὶ σφόδρα μου συνέχεε τὴν διάνοιαν ἡ Τίτου ἀπουσία, καὶ οὕτω μου ἐκράτησε καὶ περιεγένετο, ὡς ἀναγκᾶσαι τοῦτο ποιῆσαι. Ὅτι γὰρ διὰ ἀθυμίαν τοῦτο ἔπαθεν, οὐδὲν ἡμᾶς δεῖ στοχάζεσθαι, ἀλλὰ παρ’ αὐτοῦ καὶ τοῦτο στοχάζεσθαι καὶ μανθάνειν. Καὶ γὰρ τὴν αἰτίαν τῆς ἀναχωρήσεως τέθεικεν εἰπών· «Οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου τῷ μὴ εὑρεῖν με Τίτον, ἀλλὰ ἀποταξάμενος αὐτοῖς ἐξῆλθον».

ιβ’. Εἶδες πῶς μέγιστος ἆθλος τὸ δυνηθῆναι ἐνεγκεῖν πράως τοῦ ἀγαπωμένου χωρισμόν; Καὶ πῶς ὀδυνηρὸν πρᾶγμα καὶ πικρόν; Πῶς ὑψηλῆς δεόμενον καὶ νεανικῆς ψυχῆς; Τοῦτον τὸν ἆθλον καὶ αὐτὴ διανύεις νῦν. Ὅσῳ δὲ μέγιστος ὁ ἆθλος, τοσούτῳ καὶ ὁ στέφανος μείζων, καὶ τὰ βραβεῖα λαμπροτέρα. Τοῦτό σοι τῆς μελλήσεως ἔστω παραμυθία καὶ τὸ πάντως ἡμᾶς ὄψεσθαί σε πάλιν βρύουσαν τῷ ἐντεῦθεν μισθῷ, καὶ στεφανουμένην, καὶ ἀνακηρυττομένην. Οὐδὲ γὰρ ἀρκεῖ τοῖς ἀγαπῶσι μόνον τὸ τῇ ψυχῇ συνδεδέσθαι, οὐδὲ ἀποχρῶνται τούτῳ εἰς παραμυθίαν, ἀλλὰ καὶ σωματικῆς δέονται παρουσίας· κἂν μὴ τοῦτο προσῇ, οὐ μικρὸν τῆς εὐφροσύνης ὑποτέτμηται μέρος. Καὶ τοῦτο πάλιν πρὸς τὸν τὴν ἀγάπης τρόφιμον ἐλθόντες, εὑρήσομεν οὕτως ἔχον. Μακεδόσι γὰρ ἐπιστέλλων οὕτως ἔλεγεν· «Ἡμεῖς δέ, ἀδελφοί, ἀπορφανισθέντες ἀφ’ ὑμῶν πρὸς καιρὸν ὥρας, προσώπῳ, οὐ καρδίᾳ, περισσοτέρως ἐσπουδάσαμεν τὸ πρόσωπον ὑμῶν ἰδεῖν· ἐγὼ μὲν Παῦλος καὶ ἅπαξ καὶ καὶ δίς, καὶ ἀνέκοψεν ἡμᾶς ὁ σατανᾶς. Διὸ μηκέτι στέγοντες, ηὐδοκήσαμεν καταλειφθῆναι ἐν Ἀθήναις μόνοι, καὶ ἐπέμψαμεν Τιμόθεον». Ὣ λέξεως ἑκάστης δύναμιν! Τὴν γὰρ ἐναποκειμένην αὐτοῦ τῇ ψυχῇ φλόγα τῆς ἀγάπης μετὰ πολλῆς ἐνδείκνυται τῆς σαφηνείας. Οὐδὲ γὰρ εἶπε, χωρισθέντες ὑμῶν, οὐδὲ διασπασθέντες ὑμῶν, οὐδὲ διαστάντες, οὐδὲ ἀπολειφθέντες, ἀλλ’, «ἀπορφανισθέντες ὑμῶν». Λέξιν ἐζήτησεν ἱκανὴν ἐμφῆναι τὴν ὀδύνην αὐτοῦ τῆς ψυχῆς. Καίτοι γε ἐν τάξει πατέρος ἦν ἅπασιν αὐτός, ἀλλὰ παιδίων ὀρφανῶν ἐν τῇ ἀώρῳ ἡλικίᾳ τὸν γεγεννηκότα ἀποβαλόντων φθέγγεται ῥήματα, τὴν ὑπερβολὴν τῆς ἀθυμίας ἐνδείξασθαι βουλόμενος. Οὐδὲν γὰρ ὀδυνηρότερον ὀρφανίας ἀώρου, ὅταν τῆς τε ἡλικίας πρὸς οὐδὲν αὐτοῖς ἀρκούσης, τῶν τε προστησομένων γνησίως οὐκ ὄντων, καὶ τῶν ἐπιθησομένων καὶ ἐπιβουλευόντων πολλῶν ἀθρόον ἀναφαινόντων, ὥσπερ ἀρνειοί, οὕτως εἰς μέσον προκέωνται λύκοις, οἳ πανταχόθεν σπαράττουσιν αὐτοὺς καὶ ξαίνουσιν. Οὐδεὶς δύναται παραστᾶσαι τῆς συμφορᾶς ταύτης τῷ λόγῳ τὸ μέγεθος. Διὰ τοῦτο καὶ Παῦλος περιελθών, καὶ ζητήσας καὶ ἐρημίας καὶ συμφορᾶς χαλεπῆς ῥῆσιν ἐνδεικτικήν, ἵνα παραστήσῃ πὲρ ἔπασχε τῶν ἀγαπωμένων χωριζόμενος, ταύτῃ ἐχρήσατο τῇ λέξει· εἶτα καὶ ἐπιτείνει πάλιν αὐτὴν διὰ τῶν ἑξῆς· «Ἀπορφανισθέντες» γάρ, φησίν, οὐ χρόνον, ἀλλὰ «πρὸς καιρὸν ὥρας», καὶ χωρισθέντες οὐ διανοίᾳ, ἀλλὰ «προσώπῳ» μόνῳ, οὐδὲ οὕτω φέρομεν τὴν ἐντεῦθεν ὀδύνην· καίτοι γε ἱκανὴν ἔχοντες παραμυθίαν, τὸ τῇ ψυχῇ συνδεδέσθαι, τὸ ἐν καρδίᾳ ὑμᾶς εἶναι τῇ ἡμετέρᾳ, τὸ χθὲς καὶ πρώην ὑμᾶς ἑωρακέναι· ἀλλ’ οὐδὲν τούτων ἡμᾶς ἀπαλλάττει τῆς ἀθυμίας. Ἀλλὰ τὶ βούλει καὶ ἐπιθυμεῖς, εἰπὲ μοι, καὶ ἐπιθυμεῖς μεθ’ ὑπερβολῆς; Αὐτὴν αὐτῶν τὴν ὄψιν. «Περισσοτέρως γάρ, φησίν, ἐσπουδάσαμεν τὸ πρόσωπον ὑμῶν ἰδεῖν». Τὶ φής, ὁ ὑψηλὸς καὶ μέγας; Ὁ τὸν κόσμον ἔχων ἐσταυρωμένον, καὶ τῷ κόσμῳ σταυρωθείς, ὁ πάντων ἀπαλλαγεὶς τῶν σαρκικῶν, ὁ σχεδὸν ἀσώματος γενόμενος, οὕτως αἰχμάλωτος ὑπὸ τῆς ἀγάπης ἐγένου, ὡς εἰς σάρκα κατενεχθῆναι τὴν πηλίνην, τὴν ἀπὸ γῆς, τὴν αἰσθητήν; Ναί, φησί, καὶ οὐκ αἰσχύνομαι ταῦτα λέγων, ἀλλὰ καὶ ἐγκαλλωπίζομαι· τὴν γὰρ μητέρα τῶν ἀγαθῶν ἔχων ἐμοὶ βρύουσαν τὴν ἀγάπην, ταῦτα ἐπιζητῶ. Καὶ οὐδὲ ἁπλῶς σωματικὴν ἐπιζητεῖ παρουσίαν, ἀλλὰ τὸ πρόσωπον αὐτῶν μάλιστα ἐπιθυμεῖ θεάσασθαι. «Περισσοτέρως γάρ, φησίν, ἐσπουδάσαμεν τὸ πρόσωπον ὑμῶν ἰδεῖν». Ὄψεως οὖν ἐρᾶς, εἰπὲ μοι, καὶ προσώπου θεωρίας ἐπιθυμεῖς; Καὶ σφόδρα, φησὶν ἔνθα τῶν αἰσθητηρίων ἡ συναγωγή. Ψυχὴ γὰρ γυμνὴ καθ’ ἑαυτὴν ἑτέρᾳ ψυχῇ συγγενομένῃ, οὔτε εἰπεῖν τι, οὔτε ἀκοῦσαι δυνήσεται· σωματικῆς δὲ ἂν ἀπολαύσω παρουσίας, καὶ ἐρῶ τι, καὶ ἀκούσομαι παρὰ τῶν ἀγαπημένων. Διὰ τοῦτο ἐπιθυμῶ τὸ πρόσωπον ὑμῶν ἰδεῖν, ἔνθα καὶ γλῶττά ἐστι φωνὴν ἀφιεῖσα, καὶ τὰ ἔνδον ἡμῖν ἀπαγγέλλουσα, καὶ ἀκοὴ ῥήματα δεχομένη, καὶ ὀφθαλμοὶ κινήματα ψυχῆς διαζωγραφοῦντες· καὶ γὰρ τῆς ποθουμένης ψυχῆς διὰ τούτων ἀκριβέστερον τῆς συνουσίας ἔστιν ἀπολαῦσαι.

ιγ’. Καὶ ἵνα μάθης πῶς ἐκκαίεται εἰς τὴν θεωρίαν ταύτην, εἰπών, «Περισσοτέρως ἐσπουδάσαμεν», οὐκ ἠρκέσθη τῇ λέξει ταύτῃ, ἀλλ’ ἐπήγαγεν, «Ἐν πολλῇ ἐπιθυμίᾳ». Εἶτα οὐκ ἀνεχόμενος ἑαυτὸν μετὰ τῶν ἄλλων ἐγκαταμίξαι, ἀλλὰ δεικνύς, ὅτι σφοδρότερον τῶν ἄλλων φιλεῖ, εἰπών, ὅτι «Περισσοτέρως ἐσπουδάσαμεν, καὶ ἠθελήσαμεν ἐλθεῖν πρὸς ὑμᾶς», ἀπέῤῥηξεν ἑαυτὸν τῶν λοιπῶν, καὶ μόνον στήσας, ἐπήγαγεν· «Ἐγὼ μὲν Παῦλος καὶ ἅπαξ καὶ δίς», δεικνὺς ὅτι πλέον τῶν ἄλλων ἐσπούδαζεν. Εἶτα ἐπειδὴ οὐκ ἐπέτυχε τούτου, οὐκ ἀρκεῖται τοῖς γράμμασιν, ἀλλὰ πέμπει τὸ κεφάλαιον, τὸν σὺν αὐτῷ Τιμόθεον, τὸν ἀντὶ γραμμάτων ἐσόμενον αὐτῷ· διὸ καὶ ἐπάγει λέγων· «Διὸ μηκέτι στέγοντες». Ὣ πάλιν λέξεως εὐγένεια! Ὣ ρήσεως δύναμις, τὴν ἀκάθεκτον αὐτοῦ καὶ ἀκαρτέρητον ἀγάπην δηλοῦσα! Καὶ ὡς ἂν τις ἐμπυριζόμενος, καὶ ζητῶν τοῦ ἐμπυρισμοῦ παραμυθίαν τινὰ εὑρεῖν, πάντα κινεῖ· οὕτω δὴ οὗτος ἀναπτόμενος, ἀγχόμενος, καιόμενος, κατὰ τὸ ἐγχωροῦν τὴν δυνατὴν ἐπενόησε παραμυθίαν. «Μηκέτι γὰρ στέγοντες, φησίν, ἐπέμψαμεν Τιμόθεον τὸν διάκονον τοῦ Εὐαγγελίου, καὶ συνεργὸν ἡμῶν», τὸ ἀναγκαιότατον μέλος διασπάσαντες ἡμῶν τῆς συνουσίας, καὶ λύπην ἀλλαξάμενοι λύπης. Ὅτι γὰρ οὐδὲ ἐκείνου ἀποῦσιν εὐκόλως ἔφερεν, ἀλλὰ διὰ τούτους εἵλετο τὸ βαρύτατον τοῦτο, καὶ τοῦτο αὐτὸ ἐδήλωσεν εἰπών· «Ηὐδοκήσαμεν καταλειφθῆναι μόνοι». Ὣ ψυχῆς μετὰ ἀκριβείας πρὸς αὐτὴν ποιωθείσης τὴν ἀγάπην! Ἐπειδὴ γὰρ ἀδελφοῦ ἐχωρίσθη ἑνός, μεμονῶσθαί φησι, καὶ ταῦτα τοσούτους ἔχων μεθ’ ἑαυτοῦ.

Ταῦτα δὴ συνεχῶς μελέτα καὶ αὐτή, καὶ ὅσῳ σοι τὸ πρᾶγμα ὀδυνηρόν, τοσούτῳ κερδαλεώτερον εἶναι νόμιζε εὐχαριστῶ φερούσῃ. Οὐ γὰρ δὴ μόνον σωματικαὶ πληγαὶ ἐπαγόμεναι, ἀλλὰ καὶ ψυχῆς ὀδύνη ἀφάτους φέρει τοὺς στεφάνους, καὶ ψυχῆς ὀδύνη μᾶλλον ἢ σώματος, ὅταν οἱ πληττόμενοι φέρωσιν εὐχαρίστως. Ὥσπερ οὖν εἰ καταξαινομένη τὸ σῶμα καὶ μαστιγοῦμεν, γενναίως ἔφερες, τὸν Θεὸν ὑπὲρ τούτων δοξάζουσα, πολλὴν ἂν ἀπέλαβες τὴν ἀμοιβήν· οὕτω ψυχῆς ταῦτα πασχούσης νῦν πολλὰς ἀνάμενε τὰς ἀντιδόσει. Προσδόκα δὲ καὶ τὸ πάντως ἡμᾶς ὄψεσθαι πάλιν, καὶ τῆς ὀδύνης ἀπαλλαγήσεσθαι ταύτης, καὶ τὴν ἐκ τῆς ὀδύνης γενομένην ἐμπορίαν πολλὴν ἀπολήψεσθαι, καὶ τότε, καὶ νῦν. Ἀρκεῖ ταῦτά σοι πρὸς παραμυθίαν, μᾶλλον δὲ οὐχὶ σοὶ μόνον, ἀλλὰ καὶ εἲ τις ἀνόητος εἴη, καὶ αὐτολίθινος τὴν ψυχήν. Ὅπου δὲ σύνεσις τοσαύτη, καὶ εὐλαβείας πλοῦτος καὶ φιλοσοφίας ὕψος, καὶ ψυχὴ τῶν βιωτικῶν τὴν φαντασίαν καταπατήσασα, πλείων ἡ εὐκολία τῆς θεραπείας. Δεῖξον δὴ κἂν τούτῳ τὴν ἀγάπην τὴν περὶ ἡμᾶς, ὅτι καὶ μεγάλην γράφοντες ἔχομεν παρὰ σοὶ δύναμιν, καὶ τοσαύτην, ὅσην παρόντες. Δείξεις δὲ σαφῶς, ἂν μάθωμεν, ὅτι σοι γέγονέ τι πλέον ἀπὸ τῶν γραμμάτων τῶν ἡμετέρων· μᾶλλον δὲ οὐχὶ πλέον μόνον, ἀλλὰ καὶ τοσοῦτον, ὅσον ἐπιθυμοῦμεν. Ἐπιθυμοῦμεν δὲ ἐν τῇ αὐτῇ εὐφροσύνῃ εἶναί σε νῦν, ἐν ᾗ καὶ αὐτόθι διατρίβοντες ἐβλέπομεν. Κἂν τοῦτο μάθωμεν, οὐ μικρὰν καὶ αὐτοὶ τῆς ἐρημίας, ἐν ᾗ νῦν ἐσμεν, καρπωσόμεθα τὴν παράκλησιν. Ὥστε εἰ βούλει καὶ ἡμᾶς ἐν εὐθυμίᾳ καταστῆσαι πλείονι (οἶδα δὲ ὅτι βούλει, καὶ σφόδρα ἐσπούδακας), δήλωσον ὅτι πάντα τῆς ἀθυμίας ἀπήλασας τὸν φορυτόν, καὶ ἂν γαλήνῃ τὰ σά, καὶ δὸς ἡμῖν ταύτης τῆς περὶ σὲ εὐνοίας καὶ ἀγάπης ἀμοιβήν. Οἶσθα γάρ, οἶσθα σαφῶς, ὅπως ἡμᾶς ἀνάκτησε κατορθώσασα τοῦτο, καὶ μετὰ ἀληθείας δηλώσασα διὰ γραμμάτων ἡμῖν.

Πρὸς αὐτὴν Ἐπιστολὴ Γ’.

α’. Καὶ τὰ σώματα τὰ σφοδροῖς παλαίσαντα πυρετοῖς, καὶ τὰ πελάγη τὰ ἀγρίοις πυκτεύσαντα πνεύμασιν, οὐκ ἀθρόαν οὔτε ἐκεῖνα τὴν ἀπὸ τῶν πυρέων βλάβην, οὔτε ταῦτα τὴν ἀπὸ τῶν κυμάτων ἀποτίθενται ζάλην, ἀλλ’ ἠρέμα καὶ κατὰ μικρόν. Καὶ γὰρ τὰ σώματα πλείονος δεῖται χρόνου, ὥστε μετὰ τὴν τῶν πυρέων ἀπαλλαγὴν εἰς καθαρὰν ἐπανελθεῖν ὑγίειαν, καὶ ἀπονίψασθαι τὸν ἀπὸ τῆς ἀῤῥωστίας ἐναπομείναντα αὐτοῖς μαλακισμόν· τὰ δὲ ὕδατα, καὶ τῶν πνευμάτων παυσαμένων, ἐπιπολὺ σαλευόμενα καὶ κινούμενα μένει, φερόμενά τε καὶ πολλῇ πάλιν ἐπαγόμενα τῇ ῥύμῃ, καὶ δεῖται καὶ αὐτὰ χρόνου, ὥστε εἰς καθαρὰν ἐπανελθεῖν γαλήνην. Ταῦτα δὲ μοι εἴρηται προοίμια πρὸς τὴν σὴν εὐλάβειαν οὐχ ἁπλῶς, ἀλλ’ ἵνα μάθης, ὅτι καὶ ταύτην ἀναγκαίως σοι πέμπομεν τὴν ἐπιστολήν. Εἰ γὰρ καὶ τὴν τυραννίδα κατελύσαμεν τῆς ἀθυμίας, καὶ τὴν ἀκρόπολιν ταύτης κατεσκάψαμεν διὰ τῶν ἔμπροσθεν γραμμάτων· ἀλλ’ ὅμως πολλῆς ἐστι χρεία τῷ λόγῳ τῆς προσεδρίας, ἵνα σοι καὶ βαθεῖαν ἐργάσηται τὴν εἰρήνην, καὶ τὴν μνήμην πάντων τῶν ἐξ ἐκείνης γενομένων ἐξαλείψασα θορύβων, λευκὴν σοι καὶ παγίαν δείξῃ γαλήνῃ, καὶ ἐν πολλῇ σε καταστήσῃ τῇ εὐθυμίᾳ. Τοῦτο γὰρ ἡμῖν τὸ σπουδαζόμενον, οὐκ ἀθυμίας σε ἀπαλλάξαι μόνον, ἀλλὰ καὶ εὐφροσύνης ἐμπλῆσαι πολλῆς καὶ διηνεκοῦς. Δυνατὸν γὰρ ἐὰν θέλῃς. Οὐ γὰρ ἐν τοῖς ἀκινήτοις τῆς φύσεως νόμοις, οὓς ἀναμοχλεῦσαι ἡμῖν ἀδύνατον καὶ μεταθεῖναι, ἀλλ’ ἐν ἐλευθέροις τῆς προαιρέσεως λογισμοῖς, οὓς μεταχειρίζειν ἡμῖν ῥᾴδιον, τὰ τῆς εὐθυμίας ἀπόκειται. Καὶ οἶδας, εἴγε μέμνησαι, καὶ πρώην (οὐ γὰρ πολὺς ὁ μεταξὺ χρόνος) πολλοὺς μοι καὶ μακροὺς ὑπὲρ τούτων ἀναλωθέντας λόγους· ὅτε δὴ συνεχῶς ἐπέλεγον τὰς ἱστορίας, ἃς εἰς μέσον ἦγον. Οὐ γὰρ ἐν τῇ φύσει τῶν πραγμάτων οὕτως, ὡς ἐν τῇ γνώμῃ τῶν ἀνθρώπων τὰ τῆς εὐθυμίας ἵστασθαι πέφυκεν. Ἐπεὶ οὖν τοῦτο τοῦτον ἔχει τὸν τρόπον, καὶ πολλοὶ τῷ πλούτῳ περιῤῥεόμενοι τὸν βίον ἀβίωτον ἐνόμισαν εἶναι, ἕτεροι δὲ πενίᾳ συζῶντες ἐσχάτῃ πάντων εὐθυμότεροι διετέλεσαν· καὶ οἱ μὲν δορυφορίας ἀπολαύοντες, καὶ δόξης καὶ τιμῆς, πολλάκις ἑαυτῶν ἐπηράσαντο τῇ ζωῇ, οἱ δὲ ἄσημοι καὶ ἐξ ἀσήμων, καὶ οὐδενὶ γνώριμοι, πολλῶν ἑαυτοὺς μακαριωτέρους εἶναι ἐνόμισαν· οὐ γὰρ ἐν τῇ φύσει πραγμάτων, ὡς ἐν τῇ γνώμῃ ἀνθρώπων τὰ τῆς εὐθυμίας (οὐ γὰρ παύσομαι συνεχῶς τοῦτο ἐπᾴδων)· μὴ ἀναπέσῃς, ἀδελφή, ἀλλὰ διανάστηθι, καὶ χεῖρα ὄρεξον τῷ λόγῳ, καὶ τὴν καλὴν ταύτην παράσχου συμμαχίαν ἡμῖν, ἵνα σε ὁλοσχερῶς ἐξαρπάσωμεν τῆς πικρᾶς τῶν λογισμῶν αἰχμαλωσίας. Εἰ γὰρ μὴ βουληθείης καὶ αὐτὴ τοσαύτην σπουδὴν ποιήσασθαι, ὅσην καὶ ἡμεῖς, οὐδὲν ἡμῖν ὄφελος ἔσται τῆς ἰατρείας. Καὶ τὶ θαυμαστόν, εἰ ἐφ’ ἡμῖν τοῦτο συμβαίνει; Καὶ γὰρ ὁ πάντα δυνάμενος Θεός, ὅταν παραινῇ καὶ συμβουλεύῃ, ὁ δὲ ἀκούων μὴ πείθεται τοῖς λεγομένοις, οὐδέποτε γίνεταί τι πλέον, ἀλλὰ καὶ μείζονος ἔσται κολάσεως ἐφόδιον τοῦτο τῷ μὴ πεισθέντι. Καὶ τοῦτο δηλῶν ὁ Χριστὸς ἔλεγεν· «Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν». Διὰ δὴ τοῦτο καὶ τὴν Ἱερουσαλὴμ θρήνων τούτου γε αὐτοῦ ἕνεκεν, ἔλεγεν· «Ἱερουσαλήμ, Ἱερουσαλὴμ ἡ ἀποκτείνουσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα ὑμῶν, καὶ οὐκ ἠθελήσατε! Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος».

β’. Ταῦτα οὐκ εἰδυῖα, δέσποινά μου θεοφιλεστάτη, κάμνε καὶ φιλονείκει, καὶ βιάζου τὴν ἀπὸ τῶν εἰρημένων ἔχουσα συμμαχίαν, ἐξωθεῖσθαι καὶ ἐκβάλλειν μετὰ πολλῆς τῆς σφοδρότητος τοὺς ταράττοντάς σε λογισμούς, καὶ θόρυβον καὶ ζάλην ἐμποιοῦντας τοσαύτην. Ἀλλ’ ὅτι μὲν ἐργάσῃ τοῦτο καὶ ἀνέξῃ τῆς παραινέσεως τῆς ἡμετέρας, οὐδένα οἶμαι δεῖν ἀμφιβάλλειν· δεῖ δὲ σοι κατασκευάσαι λοιπὸν ξίφη καὶ δόρατα καὶ τόξα, καὶ βέλη, καὶ θώρακα, καὶ ἀσπίδα καὶ κνημῖδας, ὥστε τοῖς μὲν φράττεσθαι, τοῖς δὲ βάλλειν καὶ κατασκάπτειν, καὶ νεκροὺς τιθέναι τοὺς ἐπιόντας σοι τῆς ταραχῆς λογισμούς. Πόθεν οὖν σοι τὰ μηχανήματα ταῦτα καὶ τὰς σφενδόνας κατασκευάσομεν, ὥστε μηδὲ ἐγγὺς ἀφεῖναι προσιέναι τοὺς πολεμίους, ἀλλ’ ὡς ποῤῥωτάτω μετὰ πολλῆς ἀπελαύνειν τῆς ὑπερβολῆς; Ἀπὸ τῆς ἀθυμίας αὐτῆς, ὀλίγα τινὰ περὶ αὐτῆς φιλοσοφήσαντες, καὶ δείξαντες ὅπως βαρὺ τὸ πρᾶγμα καὶ ἐπαχθές. Ἡ γὰρ ἀθυμία, ψυχῶν ἐστι βασανιστήριον χαλεπόν, ὀδύνη τις ἄῤῥητος καὶ δίκη δίκης ἁπάσης καὶ τιμωρίας πικροτέρα. Καὶ γὰρ σκώληκα μιμεῖται ἰοβόλον, οὐχὶ τῆς σαρκὸς μόνον, ἀλλὰ καὶ αὐτῆς καθαπτομένη τῆς ψυχῆς, καὶ σὴς ἐστιν οὐχὶ ὀστέων μόνον, ἀλλὰ καὶ διανοίας· καὶ δήμιος διηνεκής, οὐ πλευρᾶς καταξαίνων, ἀλλὰ καὶ δύναμιν ψυχῆς λυμαινόμενος, καὶ νὺξ διηνεκής, καὶ σκότος ἀφεγγές, καὶ χειμών, καὶ ζάλη, καὶ πυρετὸς ἀφανὴς πάσης φλογὸς σφοδρότερον κατακαίων, καὶ πόλεμος ἀνακωχὴν οὐκ ἔχων, νόσος πολλοῖς τῶν ὁρωμένων ἐπισκοτοῦσα. Ὃ τε γὰρ ἥλιος, ἢ τε τοῦ ἀέρος φύσις τούτου τοῦ διειδοῦς, τοῖς οὕτω διακειμένοις παρενοχλεῖν δοκεῖ, καὶ ἐν μεσημβρίᾳ μέσῃ νύκτα μιμεῖται βαθεῖαν. Διὸ καὶ ὁ θαυμασίοις προφήτης τούτου δηλῶν ἔλεγε· «Δύσεται ὁ ἥλιος αὐτοῖς ἐν μεσημβρίᾳ»· οὐχ ὡς ἀφανιζομένου τοῦ ἄστρου, οὐδ’ ὡς τοῦ συνήθους διακοπτομένου δρόμου, ἀλλ’ ὡς τῆς ἀθυμούσης ψυχῆς ἐν τῷ φανοτάτῳ τῆς ἡμέρας νύκτα φανταζομένης. Οὐ γὰρ τοιοῦτο τῆς νυκτὸς τὸ σκότος, οἵα τῆς ἀθυμίας ἡ νύξ, οὐ κατὰ νόμον φύσεως παραγενομένη, ἀλλὰ κατὰ λογισμῶν σκότωσιν συναγομένη, φοβερὰ τις οὖσα καὶ ἀφόρητος, ἀμείλικτον ἔχουσα τὸ πρόσωπον, τυράννου παντὸς ὠμοτέρα, οὐδενὶ ταχέως εἴκουσα τῶν διαλύειν αὐτὴν ἐπιχειρούντων, ἀλλ’ ἀδάμαντος στεῤῥότερον κατέχουσα πολλάκις τὴν ἁλοῦσαν ψυχήν, ὅταν αὐτὴ μὴ πολλῇ ᾗ κεχρημένῃ τῇ φιλοσοφίᾳ.

γ’. Τὶ δεῖ πολλὰ λέγειν οἴκοθεν περὶ αὐτῆς ἀποφαινόμενον, παρὸν ἐπὶ τοὺς ἁλόντας ἐλθεῖν, κἀκεῖθεν αὐτῆς τὴν ἰσχὺν ἅπασαν καταμαθεῖν; Μᾶλλον δέ, εἰ δοκεῖ, τέως πρότερον ἑτέρωθεν αὐτῆς ποιησόμεθα τὴν ἀπόδειξιν. Ὅτε γὰρ ἥμαρτεν ὁ Ἀδὰμ τὴν ἁμαρτίαν ἐκείνην τὴν χαλεπήν, καὶ τὸ κοινὸν ἁπάντων ἀνθρώπων κατεδίκασε γένος, μόχθῳ τότε κατεδικάζετο· ἡ δὲ μείζονα ἁμαρτοῦσα, καὶ οὕτω μείζονα, ὡς τὴν ἁμαρτίαν τὴν τούτου πρὸς ἐκείνην συγκρινομένην, μηδὲ ἁμαρτίαν εἶναι νομίζεσθαι· «Ἀδὰμ γὰρ οὐκ ἠπατήθη, φησίν, ἡ δὲ γυνὴ ἀπατηθεῖσα ἐν παραβάσει γέγονεν»· αὕτη τοίνυν ἡ ἀπατηθεῖσα, καὶ ἐν παραβάσει γενομένη, καὶ τὸ δηλητήριον καὶ ἑαυτῇ καὶ τῷ ἀνδρὶ κατασκευάσασα φάρμακον, πλείονι τῇ λύπῃ κατακρίνεται, ὡς κατατεῖναι δυναμένῃ τοῦ μόχθου μειζόνως. «Πληθύνων γάρ, φησί, πληθυνῶ τὰς λύπας σου, καὶ τὸν στεναγμὸν σου. Ἐν λύπαις τέξῃ τέκνα». Οὐδαμοῦ πόνος, οὐδαμοῦ ἱδρώς, καὶ οὐδαμοῦ μόχθος, ἀλλ’ ἀθυμία καὶ στεναγμός, καὶ ἡ ἐντεῦθεν τιμωρία, καὶ πόνων καὶ μυρίων θανάτων ἀντίῤῥοπος οὖσα, μᾶλλον δὲ καὶ πολλῷ χαλεπωτέρα.

Καίτοι τὶ θανάτου χεῖρον; Οὐχὶ τὸ κεφάλαιον τῶν ἐν ἀνθρώποις κακῶν, τὸ φοβερὸν καὶ ἀφόρητον καὶ μυρίων ἄξιον θρήνων τοῦτο εἶναι δοκεῖ; Οὐχὶ παρανομίας τῆς χαλεπωτάτης ταύτην ἔφησε δίκην ὁ Παῦλος; Τοὺς γὰρ ἀναξίως τῶν ἱερῶν ἁπτομένους μυστηρίων, καὶ τῆς φρικτῆς ἐκείνης μετέχοντας τραπέζης, ταύτην ἔφησε τίνειν δίκην, οὕτω λέγων· «Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί». Οὐχὶ καὶ νομοθέται πάντες τοὺς τὰ ἀνήκεστα πλημμελοῦντας τούτῳ καταδικάζουσι τῷ ἐπιτίμῳ; Καὶ ὁ Θεὸς δὲ οὐ τὴν ταύτην ἐπέθηκεν ἐσχάτην τιμωρίαν ἐν τῷ νόμῳ τοῖς μεγάλα πλημμελοῦσιν; Οὐ διὰ τὸν τούτου φόβον ὁ πατριάρχης ἐκεῖνος ὁ καὶ τὴν φύσιν αὐτὴν νικήσας, τὴν γυναῖκα τὴν ἑαυτοῦ κατεδέξατο ἡδυπαθείαις ἐκδοῦναι βαρβαρικαῖς, καὶ Αἰγυπτιακῇ τυραννίδι, καὶ τὸ δρᾶμα τῆς ὕβρεως αὐτὸς τε κατεσκεύαζε, καὶ τὴν γυναῖκα παρεκάλει τὴν χαλεπὴν ταύτην συνυποκρίνασθαι τραγῳδίαν αὐτῷ; Καὶ οὐδὲ τὴν αἰτίαν αἰσχύνεται τιθεὶς τῆς τοιαύτης σκηνῇς· «Ἔσται γάρ, φησίν, ὡς ἂν ἴδωσί σε οὕτω τῇ ὥρᾳ λάμπουσαν, καὶ τῷ κάλλει τῆς ὄψεως κρατοῦσαν, ἀποκτενοῦσί με, σὲ δὲ περιποιήσονται. Εἰπὲ οὖν ὅτι ἀδελφὴ μοὺ εἶ, ἵνα εὖ μοι γένηται διὰ σέ, καὶ ζήσεται ἡ ψυχὴ μου ἕνεκεν σοῦ». Εἶδες φόβον, εἶδες τρόμον κατασείοντα τὴν ὑψηλὴν ἐκείνην καὶ φιλόσοφον ψυχήν; Εἶδες τὸν ἀδάμαντα διαλυθέντα τῇ ἀγωνιᾷ; Ψεύδεται τὸ γένος, καὶ ἕτερον ἀνθ’ ἑτέρου παρατίθησι τῇ γυναικὶ τὸ πρόσωπον, καὶ τοῖς λύκοις εὐάλωτον ποιεῖ τὴν ἀμνάδα· καὶ ὃ πάντων ἐστὶν ἀνδράσιν ἀφορητότερον, γυναῖκα ἰδεῖν ὑβριζομένην, μᾶλλον δὲ καὶ ὑποπτευομένην μόνον, τοῦτο καὶ τὸ τούτου χαλεπώτερον (οὐδὲ γὰρ ὑποψίᾳ ᾖν, ἀλλ’ ὕβρις ἔργῳ τολμωμένη) οὐ μόνον ὁρᾶ, ἀλλὰ καὶ ὅπως τολμηθείη κατασκευάζει, καὶ κοῦφον αὐτῷ φαίνεται τοῦτο καὶ φορητόν. Καὶ γὰρ πάθος ἐκράτει πάθους, τοῦ χαλεποῦ τὸ χαλεπώτερον, καὶ ζηλοτυπίας περιεγένετο δειλία θανάτου. Καὶ ὁ μέγας δὲ Ἠλίας ἐκεῖνος διὰ τὸν τούτου φόβον δραπέτης καὶ φυγὰς καὶ μετανάστης ἐγένετο, ἀπειλὴν μόνον δείσας πορνευομένης καὶ ἐναγοῦς γυναικός· καὶ ὁ τὸν οὐρανὸν ἀποκλείσας, καὶ τοσαῦτα θαύματα ἐργασάμενος, ῥημάτων φόβον οὐκ ἤνεγκεν· ἀλλ’ οὕτω τὴν οὐρανομήκη ψυχὴν ἐκείνην κατέσειεν ἡ ἀγωνία, ὡς καὶ πατρίδα καὶ δῆμον τοσοῦτον, δι’ ὃν τοσαῦτα παρεκινδύνευσε, καταλιπεῖν ἀθρόον, καὶ μόνον τεσσαράκοντα ἡμερῶν ὁδεῦσαι ὁδόν, καὶ πρὸς τὴν ἐρημίαν μετοικισθῆναι, μετὰ τὴν παῤῥησίαν ἐκείνην, μετὰ τὴν τοσαύτην ἐλευθεροστομίαν, μετὰ τὴν τοσαύτην τῆς ἀνδρείας ἐπίδειξιν. Καὶ γὰρ φοβερὰ σφόδρα τοῦ πράγματος ἡ φύσις· διὰ τοι τοῦτο καθ’ ἑκάστην ἡμέραν ἐπιοῦσα ἡμῶν τὸ γένος, οὕτω καθ’ ἕκαστον ἡμᾶς ἐκπλήττει νεκρὸν καὶ συγχέει καὶ συστέλλει, ὡς ἀθρόον τότε φαινομένη. Καὶ οὐδὲν ἴσχυσεν εἰς παραμυθίαν ἡ τοῦ χρόνου μελέτη, οὐδὲ τὸ καθ’ ἑκάστην ἐν ταύτῃ γυμνάζεσθαι τῇ θεωρίᾳ· οὐδὲ ἐπαλαιώθη τῷ χρόνῳ τὰ τῆς ἀθυμίας καὶ τῆς ἐκπλήξεως ταύτης, ἀλλὰ καὶ νεάζει καὶ ἀκμάζει διηνεκῶς, καὶ τὸν φόβον ἀκραιφνῆ καὶ ἀνθοῦντα ἔρχεται καθ’ ἑκάστην φέρουσα τὴν ἡμέραν· καὶ μάλα εἰκότως. Τὶς γὰρ οὐκ ἂν αἰσχυνθείη καὶ καταπέσοι, ὅταν ἴδῃ τὸν χθὲς καὶ πρὸ ὀλίγων ἡμερῶν βαδίζοντα, ἄγοντα, φέροντα μυρία πράγματα, οἰκίας, γυναικός, παίδων, οἰκετῶν, πολλάκις δὲ καὶ πόλεων ὁλοκλήρων προϊστάμενον, ἀπειλοῦντα, φοβοῦντα, λύοντα κολάσεις, ἐπάγοντα κολάσεις, μυρία κατὰ πόλεις καὶ χώρας ἐργασάμενον, ἀθρόον λίθων ἀφωνότερον κείμενον; Καὶ μυρίων κωκυόντων, καὶ τῶν φιλτάτων κατακοπτομένων, καὶ τῆς γυναικὸς καταθρυπτομένης, παρειὰς ξαινούσης, πλοκάμους λυούσης, χοροὺς περιιστάσης θεραπαινίδων μετὰ πολλῆς τῆς ὀλολυγῆς, οὐδενὸς αἰσθανόμενον; Καὶ πάντα ἐξαίφνης ἑκποδών, καὶ λογισμὸν καὶ διάνοιαν καὶ ψυχήν, καὶ ὄψεως ἄνθος, καὶ μελῶν κίνησιν; Καὶ τὰ ἀτερπῆ διαδεχόμενα, ἀφωνίαν καὶ ἀναισθησίαν, φθοράν, ἰχῶρα, σκώληκας, τέφραν, κόνιν, δυσωδίαν, ἀφανισμὸν παντελῆ, καὶ ὀστέα εἰδεχθῆ καὶ ἄσημα τὸ πᾶν ἐπειγόμενον καταλῦσαι σῶμα;

δ’. Ἀλλ’ ὅμως τὸ φοβερὸν τοῦτο, καὶ διὰ τῶν πραγμάτων δεικνύμενον, καὶ διὰ τῆς τῶν ἁγίων ἐκείνων δειλίας, ἀθυμίας πολὺ κουφότερον. Ταύτης γὰρ ἕνεκεν τοὺς μακροὺς τούτους τῶν λόγων διαύλους ἀνήλωσα, ἵνα σε διδάξω, οἵαν τίνεις δίκην, καὶ ἀντίῤῥοπον αὐτῆς, μᾶλλον δὲ καὶ πολλῷ μείζονα τῶν ἀγαθῶν ἀναμένεις τὴν ἀμοιβήν. Καὶ ἵνα μάθης ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, ἐπὶ τοὺς ἁλόντας λοιπὸν καταφεύξομαι, εἰς ὃ ἔμπροσθεν ἠπειγόμην ἐλθεῖν. Ὁ γὰρ τῶν Ἑβραίων δῆμος, Μωσέως καὶ ἐλευθερίαν εὐαγγελιζομένου, καὶ τῶν Αἰγυπτιακῶν κακῶν ἀπαλλαγήν, οὐδὲ ἀκοῦσαι ἠνέσχετο, καὶ τὴν αἰτίαν τιθεὶς ὁ νομοθέτης ἔλεγεν· «Ἐλάλησε δὲ Μωϋσῆς τῷ λαῷ, καὶ οὐκ ἤκουσεν ὁ λαὸς Μωϋσέως ἀπὸ τῆς ὀλιγοψυχίας». Καὶ ὅταν μεγάλα ἀπειλῇ τοῖς Ἰουδαίοις ὁ κύριος ἀπειλὰς ὑπὲρ ἀνομίας πολλῆς, μετὰ τὴν αἰχμαλωσίαν, καὶ τὴν ἐν ἀλλοτρίᾳ διατριβὴν γῇ, καὶ δουλείαν, καὶ τοὺς λιμούς, καὶ τοὺς λοιμούς, καὶ τὴν ἀνθρωποφαγίαν, καὶ ταύτην ἐπάγει τὴν δίκην λέγων· «Δώσω αὐτοῖς καρδίαν ἀθυμοῦσαν, καὶ ἐκλείποντας ὀφθαλμούς, καὶ τηκομένην ψυχήν». Ἀλλὰ τὶ χρὴ λέγειν Ἰουδαίους, δῆμον ἄτακτον, ἀγνώμονα, καὶ τῇ σαρκὶ δεδουλωμένον, καὶ φιλοσοφεῖν οὐκ εἰδότα, παρὸν ἀπὸ τῶν μεγάλων καὶ ὑψηλῶν ἀνδρῶν λαβεῖν τὴν ἀπόδεξιν; Ὁ γὰρ τῶν ἀποστόλων χορὸς τρίτον ἔτος συγγενόμενος τῷ Χριστῷ, καὶ πολλὰ περὶ ἀθανασίας παιδευθείς, καὶ τῶν ἄλλων ἀποῤῥήτων, σημεῖά τε ἐργασάμενοι θαυμαστὰ καὶ παράδοξα, καὶ αὐτὸν ἐπὶ τοσοῦτον χρόνον θαυματουργοῦντα θεασάμενοι, καὶ τραπέζης αὐτῷ καὶ ὁμιλίας καὶ λόγων τοιούτων κοινωνήσαντες, καὶ πάντα παιδευθέντες τρόπον, ἐπειδὴ ῥημάτων ἤκουσαν ἀθυμίαν αὐτοῖς ἐμποιούντων, συνεχῶς αὐτὸν κατέχοντες καὶ ἐκκρεμάμενοι καθάπερ ὑπομάζια παιδία, καὶ διηνεκῶς αὐτὸν ἐρωτῶντες, Ποῦ ὑπάγεις; Οὕτω τῇ τυραννίδι τῆς ἀθυμίας ἐσβέσθησαν ταύτης, καὶ ὅλοι τῆς λύπης ἐγένοντο, ὡς μηκέτι αὐτοῦ ταῦτα πυνθάνεσθαι. Καὶ τοῦτο ὀνειδίζων αὐτοῖς ὁ Χριστὸς ἔλεγεν· «Ἠκούσατε, ὅτι ὑπάγω πρὸς τὸν πέμψαντά με, καὶ ἔρχομαι πρὸς ὑμᾶς, καὶ οὐδεὶς ὑμῶν ἔρωτά με, Ποῦ ὑπάγεις; Ἀλλὰ ὅτι ταῦτα λελάληκα ὑμῖν, ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν». Εἶδες ἔρωτα πῶς ἐπεσκότησεν ἀθυμίας τυραννίς, καὶ πῶς αἰχμαλώτους εἰργάσατο, καὶ αὐτῆς εἶναι πεποίηκεν; Ὁ δὲ Ἠλίας πάλιν ἐκεῖνος (οὐ γὰρ ἀποστήσομαι αὐτοῦ οὐδὲ νῦν), μετὰ τὴν φυγὴν καὶ τὴν ἀναχώρησιν τὴν ἀπὸ Παλαιστίνης, οὐ φέρων τῆς ἀθυμίας τὴν τυραννίδα (καὶ γὰρ σφόδρα ἠθύμει· τοῦτο γοῦν ὁ τὴν ἱστορίαν γράψας ἐδήλου λέγων, ὅτι «Ἀπῆλθε κατὰ τὴν ψυχὴν αὐτοῦ»), ἄκουσον τὶ φησιν εὐχόμενος· «Ἱκανούσθω τὰ νῦν, Κύριε. Λάβε τὴν ψυχὴν μου ἀπ’ ἐμοῦ, ὅτι οὐ κρείττων ἐγὼ εἰμι ὑπὲρ τοὺς πατέρας μου». Καὶ τὸ φοβερώτερον ἐκεῖνο, τὸν κολοφῶνα τῆς τιμωρίας, τὸ κεφάλαιον τῶν κακῶν, τὸ πάσης ἁμαρτίας ἐπιτίμιον, τοῦτο ἐν εὐχῆς αἰτεῖ τάξει, καὶ ἐν χάριτος μέρει βούλεται λαβεῖν. Οὕτω πολὺ θανάτου φοβερώτερον ἀθυμία. Ἵνα γὰρ ἐκείνην διαφύγῃ, καταφεύγει ἐπὶ τοῦτον.

ε’. Ἐνταῦθα δὲ σοι καὶ ζήτημά τι διαλῦσαι βούλομαι. Οἶδα γὰρ σου τὴν περὶ τὰς λύσεις τῶν τοιούτων ἐπιθυμίαν. Τὶ ποτ’ οὖν ἐστι τὸ ζήτημα; Εἰ θάνατον κουφότερον ἀθυμίας εἶναι ἐνόμιζε, διὰ τὶ καὶ πατρίδα καὶ δῆμον ἵνα μὴ θανάτῳ περιπέσῃ, καταλιπὼν ἀπέδρα; Καὶ τότε αὐτὸν φεύγων, νῦν αὐτὸν ἐπιζητεῖ; Ἵνα εἰδῇς καὶ ἐντεῦθεν μάλιστα, πῶς χαλεπώτερον ἀθυμία θανάτου. Ὅτε μὲν γὰρ αὐτὸν ἐκεῖνος ὁ φόβος κατέσεισε μόνος, εἰκότως ἅπαντα ἔπραττεν ὥστε αὐτὸν ἐκφυγεῖν. Ἐπειδὴ ἐγκαθημένη αὕτη τὴν οἰκείαν ἐπεδείξατο φύσιν, κατεσθίουσα, δαπανῶσα, τοῖς ὀδοῦσιν αὐτὸν καταναλίσκουσα, ἀφόρητος αὐτῷ γενομένη, τότε δὴ λοιπὸν τὸ πάντων βαρύτερον κουφότερον αὐτῆς εἶναι ἐνόμισε. Οὕτω καὶ Ἰωνᾶς ἐκείνην φεύγων, ἐπὶ τοῦτον κατέφυγε, καὶ αὐτὸς θάνατον αἰτεῖται λέγων· «Λάβε τὴν ψυχὴν μου ἀπ’ ἐμοῦ, ὅτι καλὸν μοι τὸ ἀποθανεῖν ἢ ζῆν με». Καὶ ὁ Δαυῒδ δέ, εἴτε ἐξ οἰκείου προσώπου, εἴτε ἑτέρων τινῶν ὀδυρομένων ψαλμὸν γραφῶν, τὸ αὐτὸ δὴ τοῦτο ἐνδείκνυται. «Ἐν γὰρ τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου, φησίν, ἐκωφώθην, καὶ ἐταπεινώθην, καὶ ἐσίγησα ἐξ ἀγαθῶν, καὶ τὸ ἄλγημά μου ἀνεκαινίσθη. Ἐθερμάνθη ἡ καρδία μου ἐντὸς μου, καὶ ἐν τῇ μελέτῃ μου ἐκκαυθήσεται πῦρ»· ἐκεῖνο τὸ πῦρ τούτου τοῦ πυρὸς σφοδρότερον, τὸ τῆς ἀθυμίας πάθος δηλῶν. Διὸ μηκέτι φέρων τὰς πληγὰς αὐτῆς καὶ τὰς ὀδύνας, φησίν· «Ἐλάλησα ἐν τῇ γλώσσῃ μου». Καὶ τὶ λαλεῖς, εἰπὲ μοι; Θάνατον καὶ οὗτος αἰτεῖ λέγων· «Γνώρισόν μοι, Κύριε, τὸ πέρας μου, καὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν μου τὶς ἐστιν, ἵνα γνῶ τὶ ὑστερῶ ἐγώ»· ἑτέροις μὲν ῥήμασι, τοῖς δὲ αὐτοῖς νοήμασι τὰ τοῦ Ἡλίου φθεγγόμενος. Ὅπερ γὰρ ἐκεῖνος εἶπεν· «Ὅτι οὐ κρείττων ἐγὼ εἰμι ὑπὲρ τοὺς πατέρας μου», τοῦτο καὶ οὗτος ἠνίξατο λέγων· «Γνώρισόν μοι, Κύριε, τὸ πέρας μου, ἵνα γνῶ τὶ ὑστερῶ ἐγώ». Τίνος ἕνεκεν ἀπελείφθην, φησὶν ,ἐγώ, καὶ ὑστερῶ, καὶ ἐν τῷ παρόντι διατρίβω βίῳ, τῶν ἄλλων ἀπελθόντων; Καὶ οὕτως αὐτὸν ἐπιζητεῖ, εἴτε αὐτός, εἴτε ἐκεῖνοι, ὧν τῷ προσώπῳ κεχρημένος φθέγγεται, ὅτι καὶ μὴ παρόντος τὸν καιρὸν τῆς παρουσίας ἐπιθυμεῖ μαθεῖν· «Γνώρισόν μοι, φησὶ τὸ πέρας μου»· ἵνα καὶ ἐντεῦθεν μεγίστην καρπώσηται τὴν ἡδονήν. Οὕτω τὸ φοβερὸν ποθεινὸν γίνεται διὰ τὴν ἀφόρητον τῆς ἀθυμίας ὀδύνην, καὶ τὸ πῦρ τὸ ἐκκαιόμενον ἐν τῇ διανοίᾳ. «Ἐν γὰρ τῇ μελέτῃ μου ἐκκαυθήσεται πῦρ». Τοσαύτης τοίνυν τιμωρίας μεγάλας προσδόκα τὰς ἀμοιβάς, πολλὰ τὰ βραβεῖα, ἀφάτους τὰς ἀντιδόσεις, φαιδροὺς καὶ σφόδρα ἀνθοῦντας τῶν τοσούτων ἀγώνων τοὺς στεφάνους. Οὐ γὰρ τὸ ποιῆσαί τι χρηστὸν μόνον, ἀλλὰ καὶ τὸ παθεῖν τι κακὸν πολλὰς ἔχει τὰς ἀμοιβάς, καὶ μεγάλα τὰ ἔπαθλα. Καὶ πρὸς τοῦτον ἤδη βαδιοῦμαι τὸν λόγον, σφόδρα καὶ σοι καὶ πᾶσι χρήσιμον ὄντα, καὶ ἱκανὸν πρὸς ὑπομονὴν ἀλεῖψαι καὶ καρδίαν διεγεῖραι, καὶ μὴ ἀφιέναι πρὸς τοὺς τῶν παθημάτων καταμαλακίζεσθαι ἱδρῶτας.

Ϛ’. Ὅτι μὲν οὖν ἁπάντων τῶν κακῶν χαλεπώτερον ἀθυμία, καὶ ὁ κολοφὼν καὶ τὸ κεφάλαιον τῶν δεινῶν, τοῦτο ἱκανῶς ἡμῖν ὁ λόγος ἀπέδειξε· λείπεται τοίνυν κατορθωμάτων καὶ παθημάτων ποιήσασθαι σύγκρισιν, ἵνα μάθης σαφῶς, ὅτι οὐ κατορθώμασι μόνον, ἀλλὰ καὶ παθήμασιν ἀμοιβαὶ κεῖνται, καὶ ἀμοιβαὶ σφόδρα μεγάλαι, καὶ παθήμασιν οὐκ ἔλαττον, ἢ κατορθώμασιν, μᾶλλον δὲ ἔστιν ὅπου καὶ πλείονα παθήμασιν. Καὶ εἰσαγάγωμεν, εἰ δοκεῖ, τὸν μέγαν τῆς ὑπομονῆς ἀθλητὴν ἐν ἑκατέροις διαλάμψαντα τρόποις, τὸν ἀδάμαντα, τὴν πέτραν, τὸν ἐν τῇ Αὐσίτιδι μὲν γενόμενον χώρᾳ, πᾶσαν δὲ τὴν οἰκουμένην καταλάμψαντα τῇ τῆς οἰκείας ἀρετῆς ὑπερβολή, καὶ εἴπωμεν αὐτοῦ τὰ τε κατορθώματα καὶ τὰ παθήματα, ἵνα εἰδῇς πόθεν μειζόνως διέλαμψε. Τινὰ οὖν αὐτοῦ τὰ κατορθώματα; «Ὁ οἶκός μου, φησί, παντὶ ἐλθόντι ἠνέῳκτο, καὶ κοινὸς ἦν τοῖς ὁδοιπόροις λιμήν»· καὶ τοῖς δεομένοις τὰ αὐτοῦ πάντα σχεδὸν ἐκέκτητο. «Ἐγὼ γὰρ ἤμην, φησίν, ὀφθαλμὸς τυφλῶν, καὶ ποὺς χωλῶν. Ἐγὼ ἤμην πατὴρ ἀδυνάτων, δίκην δέ, ἣν οὐκ ᾔδειν, ἐξιχνίασα, καὶ συνέτριψα μύλας ἀδίκων, καὶ ἐκ μέσου ὀδόντων αὐτῶν ἐξήρπασα ἅρπαγμα. Ἀδύνατοι δέ, ἣν ἂν ποτε εἶχον χρείαν, οὐκ ἀπέτυχον, οὐδὲ ἐξῆλθέ τις τὴν θύραν μου κόλπῳ κενῷ». Εἶδες διάφορα φιλανθρωπίας εἴδη, καὶ ποικίλους ἐλεημοσύνης λιμένας, καὶ διὰ πάντων αὐτὸν βοηθοῦντα τοῖς δεομένοις; Εἶδες πενίαν ἀνέχοντα, χήραν διορθούμενον, ἀδικουμένων προϊστάμενον, φοβερὸν τοῖς ἐπηρεάζουσιν ὄντα; Οὐ γὰρ δὴ μέχρι τοῦ παραστῆναι καὶ συμμαχῆσαι μόνον τὴν σπουδὴν ἐπεδείκνυτο (τοῦτο δὴ τὸ τῶν πολλῶν), ἀλλὰ καὶ μέχρι τοῦ πρὸς τέλος τὸ πρᾶγμα ἀγαγεῖν, καὶ μετὰ πολλῆς τῆς σφοδρότητος. «Συνέτριψα γὰρ μύλας τῶν ἀδίκων», φησί, τῇ φιλονεικίᾳ τῇ ἐκείνων τὴν ἑαυτοῦ πρόνοιαν ἐπιτειχίζων. Οὐκ ἀνθρώπων δὲ μόνον ἐπηρείαις, ἀλλὰ καὶ φύσεως ἐπιβουλαῖς ἀντέστησεν αὐτοῦ τὴν κηδεμονίαν, τὰ ἁμαρτήματα αὐτῆς τῇ τῆς οἰκείας συμμαχίας ὑπερβολὴ διορθούμενος. Ἐπειδὴ γὰρ τὰ μέλη αὐτοῖς ἀποδοῦναι οὐκ εἶχε, τοῖς πηροῖς τὰ ὄμματα, τοῖς χωλοῖς τοὺς πόδας, ἀντὶ τῶν μελῶν αὐτοῖς ἐγίνετο, καὶ δι’ αὐτοῦ καὶ οἱ τοὺς ὀφθαλμοὺς πεπηρωμένοι, καὶ οἱ τὰ σκέλη κεκομμένοι, οἱ μὲν ἔβλεπον, οἱ δὲ ἐβάδιζον. Τὶ ταύτης ἴσον γένοιτ’ ἂν αὐτοῦ τῆς φιλανθρωπίας; Οἶσθα αὐτοῦ καὶ τὰς ἄλλας ἀρετάς, ἵνα μὴ πάντα καταλέγων μακρὸν ποιήσω τὸν λόγον, τὴν ἐπιείκειαν, τὴν πραότητα, τὴν σωφροσύνη, τὴν ἀκρίβειαν, πῶς, σφοδρὸς ὢν τοῖς ἀδικοῦσι (τὸ γὰρ δὴ θαυμαστὸν τοῦτό ἐστι), προσηνὴς καὶ ἥμερος ἦν, καὶ αὐτοῦ τοῦ μέλιτος ἡδίων τοῖς τε ἄλλοις ἅπασι καὶ τοῖς οἰκέταις τοῖς αὐτοῦ, οἳ τοῦ ἔρωτος ὃν ἥρων ἐκείνου μέγα ἐκφέροντες δεῖγμα ἔλεγον· «Τὶς ἂν δώῃ ἡμῖν τῶν σαρκῶν αὐτοῦ ἐμπλησθῆναι»; Οἱ δὲ οἰκέταις οὕτω ποθεινὸς ἦν, οὕτως ἐπέραστος, οἷς ἀνάγκη πολλάκις καὶ φοβερὸν εἶναι, πολλῷ μᾶλλον τοῖς ἄλλοις ἅπασιν ἀνθρώποις.

ζ’. Ταῦτα δὴ οὖν καὶ τὰ τούτων πλείονα συλλέξασα, δεῦρο βάδιζε μετ’ ἐμοῦ ἐπὶ τὸν τῶν παθημάτων αὐτοῦ κατάλογον, καὶ ἴδωμεν συγκρίναντες ποτε λαμπρότερος ἦν, ὅτε ἐκεῖνα κατώρθου, ἢ ὅτε ἔπασχε τὰ ὀδυνηρὰ καὶ πολλὴν ἐντιθέντα αὐτῷ τὴν ἀθυμίαν. Ποτε οὖν λαμπρότερος ἦν ὁ Ἰώβ; Ὅτε τὴν οἰκίαν αὐτοῦ πᾶσι τοῖς παριοῦσιν ἀνέῳγεν, ἢ ὅτε κατενεχθείσης αὐτῆς οὐδὲν ἐφθέγξατο ῥῆμα πικρόν, ἀλλ’ εὐφήμησε τὸν Θεόν; Καίτοι τὸ μὲν κατόρθωμα ἦν, τὸ δὲ πάθημα. Πότε φαιδρότερος ἦν, εἰπὲ μοι, ὅτε ἔθυεν ὑπὲρ τῶν παιδίων, καὶ πρὸς ὁμόνοιαν αὐτοὺς συνῆγεν, ἢ ὅτε καταχωσθέντων καὶ τῷ πικροτάτῳ τρόπῳ τῆς τελευτῆς καταλυσάντων τὸν βίον, μετὰ πολλῆς τῆς φιλοσοφίας ἤνεγκε τὸ συμβάν; Ποτε μᾶλλον ἐξέλαμψεν, ὅτε ἀπὸ κουρᾶς τῶν ἀρνῶν αὐτοῦ ἐθερμάνθησαν γυμνῶν οἱ ὦμοι, ἢ ὅτε ἀκούσας ὅτι πῦρ ἐξ οὐρανοῦ ἔπεσε, καὶ κατέφαγε τὴν ἀγέλην μετὰ τῶν ποιμένων, οὐ διεταράχθη, οὐδὲ ἐθορυβήθη, ἀλλὰ πράως ἤνεγκε τὴν συμφοράν; Πότε μείζων ἦν, ὅτε τῇ ὑγείᾳ τοῦ σώματος εἰς τὴν τῶν ἀδικουμένων προστασίαν ἐκέχρητο, συντρίβων μύλας ἀδίκων, καὶ ἐκ μέσου τῶν ὀδόντων αὐτῶν ἐξαρπάζων ἁρπάγματα, καὶ λιμὴν αὐτοῖς γινόμενος, ἢ ὅτε τὸ σῶμα αὐτοῦ, τὸ τῶν ἀδικουμένων ὅπλον, ἑώρα κατεσθιόμενον ὑπὸ σκωλήκων, καὶ καθήμενος ἐπὶ τῆς κοπρίας, καὶ αὐτὸς αὐτὸ κατέξαινε λαβὼν ὄστρακον; «Τήκω γὰρ βώλακας γῆς ἀπὸ ἰχῶρος ξέον», φησί. Καίτοι ἐκεῖνα μὲν πάντα κατορθώματα, ταῦτα δὲ πάντα παθήματα ἦν· ἀλλ’ ὅμως ταῦτα αὐτὸν ἐκείνων λαμπρότερον ἀπέφηνε. Τοῦτο γὰρ μάλιστα τὸ πικρότατον τῆς παρατάξεως μέρος ἦν, καὶ μείζονος δεόμενον τῆς ἀνδρείας, καὶ εὐτονωτέρας ψυχῆς, καὶ ὑψηλοτέρας διανοίας, καὶ πλείονα περὶ τὸν Θεὸν ἐχούσης ἀγάπην. Διὰ τοι τοῦτο, ἐκείνων μὲν γινομένων, εἰ καὶ ἀναισχύντως καὶ σφόδρα λῃστρικῶς, ἀλλ’ ὅμως ἀντεῖπεν ὁ διάβολος· «Μὴ δωρεὰν σέβεται Ἰὼβ τὸν Θεόν»; Τούτων δὲ συμβάντων, ἐγκαλυψάμενος ἀνεχώρησε νῶτα δούς, καὶ οὐδὲ ἀναισχύντου τινὸς ἀντιλογίας σκιὰν γοῦν ἔχων προβαλέσθαι. Τοῦτο γὰρ ὁ κολοφὼν τοῦ στεφάνου, τοῦτο ἡ κορωνὶς τῆς ἀρετῆς, τοῦτο ἡ σαφὴς τῆς ἀνδρείας ἀπόδειξις, τοῦτο ἡ ἀκριβεστάτη τῆς φιλοσοφίας ἐπίτασις. Δηλῶν δὲ καὶ αὐτὸς οὗτος ὁ μακάριος Ἰώβ, ὅσον χαλεπώτερον τυραννὶς ἀθυμίας θανάτου, ἀνάπαυσιν αὐτὸν καλεῖ. «Θάνατος ἀνδρί, φησίν, ἀνάπαυσις», καὶ ἐν χάριτος αὐτὸν αἰτεῖται μέρει, ὥστε ἐκείνης ἀπαλλαγῆναι, λέγων· «Εἰ γὰρ δώῃ καὶ ἔλθοι μου ἡ αἴτησις, καὶ τὴν ἐλπίδα μου δώῃ ὁ Θεός. Ἀρξάμενος ὁ Κύριος τρωσάτω με, καὶ εἰς τέλος μὲ ἀνελέτω. Εἴη δὲ μοι ἡ πόλις τάφος, ἐφ’ ἧς ἐπὶ τειχῶν ἡλλόμην ἐπ’ αὐτῆς». Οὕτω πάντων βαρύτερον ἀθυμία· ὅσῳ δὲ βαρύτερον, τοσούτῳ καὶ μείζους ἔχει τὰς ἀντιδόσεις.

η’. Ἵνα δὲ καὶ ἑτέρωθεν μάθης, ὅσον τῶν παθημάτων τὸ κέρδος, κἂν μὴ διὰ Θεὸν τις πάθῃ (καὶ οὐδεὶς ὑπερβολὴν τοῦτο νομιζέτω), πάθῃ δὲ ὅμως, καὶ γενναίως ἐνέγκῃ καὶ πράως, τὸν Θεὸν ἐπὶ πᾶσι δοξάζων αὐτὸς οὗτος οὐκ ᾔδει, ὅτι διὰ τὸν Θεὸν ταῦτα ἔπασχεν· ὅμως διὰ τοῦτο ἐστεφανοῦτο, ὅτι οὐδὲ τὴν αἰτίαν ἐπιστάμενος ἐκαρτέρει γενναίως. Καὶ ὁ Λάζαρος ἐκεῖνος ἀσθενείᾳ φύσεως περιπεσὼν (τοῦτο δὲ οὐκ ἦν δήπου διὰ τὸν Θεὸν παθεῖν), ἐπειδὴ ὅλως ἔπαθε, καὶ ἐκαρτέρησε, καὶ γενναίως ἤνεγκε τὴν ἐρημίαν τῶν θεραπευόντων, τὴν ἀπὸ τῶν ἕλκων ἀθυμίαν, τὴν ἀπὸ τοῦ λιμοῦ, τὴν ἀπὸ τῆς ὑπεροψίας τοῦ πλουσίου καὶ τῆς ὠμότητος, οἶσθα ἡλίκων ἀπέλαυσε στεφάνων. Καίτοι γε αὐτοῦ κατόρθωσα οὐδὲν εὕρομεν εἰπεῖν· οὐχ ὅτι πένητας ἐλέησεν, οὐχ ὅτι ἀδικουμένοις παρέστη, οὐχ ὅτι ἀγαθὸν τι τοιοῦτον εἰργάσατο, ἀλλὰ τὴν ἐν τῷ πυλῶνι τοῦ πλουσίου κατάκλισιν, καὶ τὴν ἀῤῥωστίαν, καὶ τῶν κυνῶν τὰς γλώττας, καὶ τὴν τοῦ πλουσίου κατ’ αὐτοῦ γενομένην ὑπεροψίαν, ἅπερ τοῦ πάσχειν κακῶς ἅπαντα ἦν. Ἀλλ’ ὅμως καίτοι μηδὲν γενναῖον ποιήσας, ἐπειδὴ μόνον τὴν ἐκ τούτου ἀθυμίαν ἤνεγκε γενναίως, τῷ τοσαῦτα κατωρθωκότι πατριάρχῃ τῆς αὐτῆς ἔτυχε λήξεως. Εἴπω δὴ μετὰ τοῦτο καὶ ἕτερον, παράδοξον μὲν εἶναι δοκοῦν, ἀληθὲς δέ. Κἂν ἀγαθὸν τις ἐργάσηται μέγα καὶ γενναῖον, μὴ μετὰ πόνου δὲ καὶ κινδύνου καὶ παθημάτων, οὐ πολὺν τινα λήψεται μισθόν· «Ἕκαστος γὰρ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον»· οὐ κατὰ τὸ μέγεθος τοῦ κατορθώματος, ἀλλὰ κατὰ τὸν ὄγκον τοῦ παθήματος. Διὰ τοι τοῦτο καὶ Παῦλος καυχώμενος, οὐκ ἐπὶ τῷ κατορθῶσαι μόνον καὶ γενναῖόν τι ποιῆσαι καυχᾶται, ἀλλὰ καὶ ἐπὶ τῷ παθεῖν κακῶς. Εἰπὼν γάρ, «Διάκονοι Χριστοῦ εἰσι, παραφρονῶν λαλῶ, ὑπὲρ ἐγώ»· καὶ τὴν κατὰ σύγκρισιν ὑπερβολὴν ὑφαίνων, οὐκ εἶπε, Τόσοις καὶ τόσοις ἐκήρυξα, ἀλλ’ ἀφεὶς ἅπερ κατώρθωσεν, ἅπερ ἔπαθε κακῶς, ταῦτα ἐξαριθμεῖται οὕτω λέγων· «Ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν φυλακαῖς περισσοτέρως, ἂν θανάτοις πολλάκις. Πεντάκις τεσσαράκοντα παρὰ μίαν ὑπὸ Ἰουδαίων ἔλαβον, τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα· ὁδοιπορίας πολλάκις, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν πόλει κινδύνοις ἐν ἐρημία, κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐν ψευδαδέλφοις· ἐν κόπῳ, ἐν μόχθῳ, ἂν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει καὶ γυμνότητι· χωρὶς τῶν παρεκτὸς ἡ ἐπισύστασίς μου ἡ καθ’ ἡμέραν».

θ’. Εἶδες παθημάτων ὁρμαθόν, καὶ καυχήσεως ἀφορμάς; Εἶτα ἐπάγει τούτοις καὶ τὰ κατορθώματα, καὶ ἐν τούτοις πάλιν τὸ πλέον τοῦ παθήματος ἐστιν, οὐχὶ τοῦ κατορθώματος. Εἰπὼν γάρ, «Ἡ ἐπισύστασίς μου ἡ καθ’ ἡμέραν», τὰ ἀπαγωγὰς λέγων τὰς συνεχεῖς, τοὺς θορύβους, τὰς περιστάσεις (τοῦτο γὰρ ἐστιν ἡ ἐπισύστασίς μου), ἐπήγαγεν, «Ἡ μέριμνα πασῶν τῶν Ἐκκλησιῶν». Οὐκ εἶπεν, Ἡ διόρθωσις, ἀλλ’, «Ἡ μέριμνα», ὅπερ παθήματος πλέον ἦν, ἢ κατορθώματος. Καὶ τὰ ἑξῆς ὁμοίως, «Τὶς ἀσθενεῖ, φησί, καὶ οὐκ ἀσθενῶ»; Οὐκ εἶπε, Διορθοῦμαι, ἀλλ’, «Ἀσθενῶ»· καὶ πάλιν, «Τὶς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι»; Οὐκ εἶπεν, Ἀπήλλαξα τοῦ σκανδάλου, ἀλλ’, Ἐκοινώνησα τῆς ἀθυμίας. Εἶτα δεικνύς, ὅτι ταῦτα μάλιστα τὰς ἀμοιβὰς ἔχει, ἐπήγαγεν, «Εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας μου καυχήσομαι». Καὶ ἕτερον πάλιν τοιοῦτον ἔπαγε, τὴν φυγὴν τὴν διὰ τῆς θυρίδος, τὴν διὰ τῆς σαργάνης, τὴν διὰ τοῦ τείχους· τοῦτο δὲ τοῦ παθεῖν κακῶς ἦν. Εἰ τοίνυν τὰ παθήματα μεγάλας ἔχει τὰς ἀμοιβάς, τῶν δὲ παθημάτων πάντων χαλεπώτερον καὶ ὀδυνηρότερον ἡ ἀθυμία, ἐννόησον ὅσαι αἱ ἀντιδόσεις. Οὐ παύσομαι συνεχῶς ταύτην σοι ἐπᾴδων τὴν ἐπῳδήν, ἵνα ὅπερ ὑπεσχόμην ἐν προοιμίοις, τοῦτο πληρώσω νῦν, ἀπὸ τῆς ἀθυμίας αὐτῆς ὑφαίνων τοὺς λογισμούς, τοὺς τὴν παραμυθίαν τῆς ἀθυμίας σοι τίκτοντας.

Ἵνα δὲ καὶ ἑτέρωθεν μάθης ὅσον ἐστὶ τὸ μετὰ παθημάτων τι ποιεῖν γενναῖον, καὶ ὅσον ἀποδεῖ τοῦτο τὸ ἀπονητὶ τὸ αὐτὸ ποιεῖν, ὁ Ναβουχοδονόσορ ἐκεῖνος ὁ Βαβυλώνιος, ἐν σκήπτροις καὶ διαδήμασι ζῶν, εὐαγγελικὸν ποτε κατώρθωσε λόγον. Μετὰ γὰρ τὴν κάμινον καὶ παραδοξοποιίαν ἐκείνην τὸ κήρυγμα ἀνεδέξατο τῆς οἰκουμένης, οὐ διὰ γλώττης μόνον, ἀλλὰ καὶ διὰ τῶν γραμμάτων, καὶ πανταχοῦ τῆς γῆς ἔγραψεν οὕτως· «Ναβουχοδονόσορ βασιλεὺς πᾶσι τοῖς λαοῖς, φυλαῖς, καὶ γλώσσαις, τοῖς οἰκοῦσιν ἐν πάσῃ τῇ γῇ, εἰρήνη ὑμῖν πληθυνθείη. Τὰ σημεῖα καὶ τὰ τέρατα, ἃ ἐποίησε μετ’ ἐμοῦ ὁ Θεὸς ὁ ὕψιστος, ἤρεσεν ἐναντίον ἐμοῦ ἀναγγεῖλαι ὑμῖν, ὡς μεγάλα καὶ ἰσχυρά· ἡ βασιλεία αὐτοῦ βασιλεία αἰώνιος, καὶ ἡ ἐξουσία αὐτοῦ εἰς γενεὰν καὶ γενεάν». Καὶ δόγμα ἔθηκεν ὅπως πᾶς λαός, φυλῇ, γλῶσσα, καὶ εἴπῃ ῥῆμα κατὰ τοῦ Θεοῦ Σιδράχ, Μισὰχ καὶ Ἀβδεναγώ, εἰς ἀπώλειαν ἔσται, καὶ ὁ οἶκος αὐτοῦ εἰς διαρπαγήν. Καὶ προστίθησι, «Καθότι οὐκ ἔστι Θεὸς ἕτερος, ὃς δυνήσεται ῥύσασθαι οὕτως». Εἶδες ἀπειλὴν ἐν τοῖς γράμμασιν; Εἶδες φόβον; Εἶδες διδασκαλίαν; Εἶδες κήρυκα ὑψηλόν, καὶ πανταχοῦ τῆς οἰκουμένης ἐκτεταμένα γράμματα; Τὶ οὖν, εἰπὲ μοί; Τὸν αὐτὸν τοῖς ἀποστόλοις μισθὸν λήψεται, ἐπειδὴ οὕτως ἀνεκήρυξε τοῦ Θεοῦ τὴν δύναμιν, ἐπειδὴ τοσαύτην σπουδὴν ἐποιήσατο πανταχοῦ καταγγεῖλαι τὸ λόγον; Οὐδὲ τὸ πολλοστὸν μὲν οὖν μέρος, ἀλλὰ μεθ’ ὑπερβολῆς ἁπάσης καταδεέστερον. Καίτοι γε τὸ αὐτὸ ἔργον ἐκείνοις ἐποίησεν. Ἀλλ’ ἐπειδὴ πόνος οὐκ ἔστιν ἐνταῦθα συνεζευγμένος, οὐδὲ παθήματα, διὰ τοῦτο ὑποτέμνεται τὰ τῆς ἀντιδόσεως. Οὗτος μὲν γὰρ μετ’ ἐξουσίας καὶ ἀδείας τοῦτο ἔπραττεν· ἐκεῖνοι δὲ κωλυόμενοι, ἐλαυνόμενοι, κοπτόμενοι, μαστιζόμενοι, ταλαιπωρούμενοι, κατακρημνιζόμενοι, καταποντιζόμενοι, λιμῷ τηκόμενοι, καθ’ ἑκάστην ἀποθνήσκοντες τὴν ἡμέραν, τὴν ψυχὴν αὐτῶν βασανιζόμενοι, καθ’ ἕκαστον τῶν ἀσθενούντων ἀσθενοῦντες, καθ’ ἕκαστον τῶν σκανδαλιζομένων πυρούμενοι· καὶ τῶν πόνων τούτων, καὶ τῆς ἀθυμίας μάλιστα ἦσαν πλείους αἱ ἀμοιβαί. «Ἕκαστος γὰρ ἴδιον μισθὸν λήψεται, φησί, κατὰ τὸν ἴδιον κόπον»· οὐ γὰρ παύσομαι αὐτὸ συνεχῶς ἐπιλέγων. Διὰ δὴ τοῦτο ὁ φιλάνθρωπος Θεὸς τοῦ Παύλου πολλάκις παρακαλέσαντος τῶν παθημάτων αὐτόν, καὶ τῆς ἀθυμίας, καὶ τῆς ὀδύνης καὶ τῶν κινδύνων ἀπαλλάξαι, οὐκ ἐπένευσεν. «Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα, φησί, καὶ οὐκ ἐπέτυχον τῆς αἰτήσεως». Τίνος γὰρ ἕνεκεν ἔμελλε λήψεσθαι μεγίστας ἀμοιβάς; Ὅτι ἀπραγμόνως ἐκήρυξε τρυφῶν, καὶ ἐν εὐθυμίᾳ διάγων; Ὅτι στόμα διῆρε, καὶ γλῶσσαν ἐκίνησεν οἴκοι καθήμενος; Ἀλλὰ τοῦτο καὶ τῷ τυχόντι ράδιων ἦν, καὶ τῷ σφόδρα ἀναπεπτωκότι, καὶ τὸν ὑγρὸν καὶ διαλελυμένον ζῶντι βίον. Νῦν μέντοι τῶν τραυμάτων, τῶν θανάτων, τῶν δρόμων τῶν κατὰ τὴν καὶ θάλασσαν, τῆς ἀθυμίας αὐτῆς, τῶν δακρύων, τῶν ὀδυνῶν («Τριετίαν μετὰ δακρύων νουθετῶν, ἕνα ἕκαστον ὑμῶν») μετὰ πολλῆς παῤῥησίας λήψεται τὰς ἀντιδόσεις καὶ τοὺς στεφάνους.

ι’. Ταῦτα οὖν ἐννοοῦσα καὶ λογιζομένη, ὅσον ὀδυνηροῦ καὶ ἐπιμόχθου βίου τὸ κέρδος, χαῖρε καὶ εὐφραίνου τὴν ἐπικερδῆ καὶ μυρίων γέμουσαν στεφάνων ἐκ πρώτης ἡλικίας ὁδεύσασα ὁδόν, καὶ διὰ συνέχων καὶ πυκνῶν παθημάτων. Καὶ γὰρ ἡ τοῦ σώματος ἀῤῥωστία, καὶ ποικίλη καὶ παντοδαπή, καὶ μυρίῳ θανάτων χαλεπωτέρα, οὐκ ἐπαύσατό σε συνεχῶς πολιορκοῦσα καὶ λοιδοριῶν δὲ καὶ ὕβρεων νιφάδες, καὶ συκοφαντίαι οὐ διέλιπον κατὰ σοῦ φερόμεναι· ἀθυμίαι δὲ σοι πυκναὶ καὶ συνεχεῖς καὶ πηγαὶ δακρύων διὰ παντὸς ἠνώχλησαν τοῦ χρόνου. Τούτῳ δὲ ἕκαστον καθ’ ἑαυτὸ ἤρκεσε τοῖς ὑπομεμενηκόσιν εἰς ὠφέλειαν πολλήν. Ὃ τε γὰρ Λάζαρος ἀπὸ τῆς ἀῤῥωστίας μόνης, καὶ τῆς αὐτῆς ἐκοινώνησε τῷ πατριάρχῃ λήξεως· καὶ τῷ τελώνῃ δὲ αἱ λοιδορίαι τοῦ Φαρισαίου δικαιοσύνην ὑπερβαίνουσαν τὸν Φαρισαῖον ἐκόμισαν· ὃ τε κορυφαῖς τῶν ἀποστόλων ἀπὸ δακρύων τὸ ἕλκος τῆς χαλεπῆς ἐκείνης ἁμαρτίας διώρθωσεν. Ὅταν οὖν τῶν προειρημένων ἕκαστον φαίνηται καὶ μόνον ἓν τῶν παθημάτων τούτων ἀρκέσαν, ἐννόησον πόσας αὐτὴ λήψῃ τὰς ἀμοιβάς, πάντα ὁμοῦ μετὰ πολλῆς τῆς ὑπερβολῆς ὑπομείνασα, καὶ διὰ παντὸς τοῦ χρόνου. Οὐδὲν γάρ, οὐδὲν οὕτω λαμπροὺς ποιεῖ, καὶ ζηλωτούς, καὶ μυρίων ἐμπίπλησιν ἀγαθῶν, ὡς τὸ πειρασμῶν πλῆθος, καὶ κίνδυνοι, καὶ πόνοι, καὶ ἀθυμίαι, καὶ τὸ διηνεκῶς ἐπιβουλεύεσθαι, καὶ παρ’ ὧν οὐδαμῶς ἐχρῆν, καὶ πράως ἅπαντα φέρειν. Ἐπεὶ καὶ τὸν υἱὸν τοῦ Ἰακὼβ οὐδὲν οὕτως ἐποίησε μακάριον καὶ εὐδόκιμον, ὡς ἡ συκοφαντία τότε ἐκείνη, καὶ τὸ δεσμωτήριον, καὶ ἡ ἅλυσις, καὶ ἡ ἐντεῦθεν ταλαιπωρία. Μέγα μὲν γὰρ αὐτοῦ καὶ τὸ τῆς σωφροσύνης κατόρθωμα, ὅτε τῆς Αἰγυπτιακῆς ἀκολασίας περιεγένετο, καὶ τὴν ἀθλίαν γυναῖκα ἐκείνην ἐπὶ τὴν ἄδικον αὐτὸν καλοῦσαν ὁμιλίαν διεκρούσατο· ἀλλ’ οὐχ οὕτω μέγα τοῦτο, ὡς τὰ παθήματα. Ποῖον γὰρ ἐγκώμιον, εἰπὲ μοι, τὸ μὴ μοιχεῦσαι, μηδὲ ἀλλότριον διορύξαι γάμον, μηδὲ μιᾶναι εὐνὴν οὐδαμόθεν αὐτῷ προσήκουσαν, μηδὲ ἀδικῆσαι τὸν εὐεργετήσαντα, μηδὲ αἰσχύνῃ περιβαλεῖν τοῦ προστάτου τὴν οἰκίαν; Ἀλλὰ τὸ ποιῆσαν αὐτὸν μέγαν ἐκεῖνον μάλιστά ἐστιν, ὁ κίνδυνος, ἡ ἐπιβουλή, ἡ μανία τῆς αἰχμαλώτου, ἡ ἐπενεχθεῖσα βία, τὸ ἄφυκτον δεσμωτήριον τοῦ θαλάμου, ὅπερ αὐτῷ κατεσκεύασεν ἡ μοιχαλίς, τὰ δίκτυα, ἃ πανταχόθεν ἀνεπέτασεν, ἡ κατηγορία, ἡ συκοφαντία, τὸ δεσμωτήριον, ἡ ἅλυσις, τὸ μηδενὸς τυχόντα τῶν δικαίων μετὰ τὸν τοσοῦτον ἆθλον, ὑπὲρ οὗ στεφανοῦσθαι ἐχρῆν, ὡς κατάδικον καὶ ὑπεύθυνον ἐπὶ τὸ ὀχύρωμα ἄγεσθαι, καὶ μετὰ τῶν τὰ ἔσχατα ἡμαρτηκότων κατακλείεσθαι, ὁ αὐχμός, τὸ σίδηρον, ἡ τοῦ δεσμωτηρίου ταλαιπωρία. Τότε αὐτὸν ὁρῶ λάμποντα μειζόνως, ἢ ὅτε ἐπὶ τοῦ θρόνου τῆς Αἰγύπτου καθήμενος, τὸν σῖτον διέμενε τοῖς δεομένοις, καὶ τὸν λιμὸν ἔλυε, καὶ κοινὸς λιμὴν ἅπασιν ἐγίνετο. Τότε ὁρῶ αὐτὸν φαιδρόν, ὅτε αὐτῷ αἱ πέδαι καὶ χειροπέδαι περιέκειντο, ἢ ὅτε ἐν ἱματίοις λαμπροῖς τὴν τοσαύτην δυναστείαν περιεβέβλητο. Ὁ μὲν γὰρ πραγματείας ἦν καιρὸς καὶ ἐμπορίας πολλῆς, ὁ τοῦ δεσμωτηρίου λέγω· ὁ δὲ τρυφῆς καὶ ἀνέσεως καὶ τιμῆς, πολλὴν μὲν ἔχων τὴν ἡδονήν, οὐ πολὺ δὲ τὸ κέρδος. Διὰ τοῦτο οὐδὲ οὕτως αὐτὸν μακαρίζω τιμώμενον ὑπὸ τοῦ πατρός, ὡς φθονούμενον ὑπὸ τῶν ἀδελφῶν, καὶ συνοίκους ἔχοντα τοὺς πολεμίους. Καὶ γὰρ ἐκ πρώτης ἡλικίας οἴκοθεν χαλεπὸς αὐτῷ ἀνεῤῥιπίζετο πόλεμος, τῶν πολεμούντων ἐγκαλεῖν μὲν ἐχόντων οὐδέν, τηκομένων δὲ καὶ διαῤῥηγνυμένων διὰ τὸ πλείονος ἀπολαύειν αὐτὸν παρὰ τοῦ πατρὸς διαθέσεως. Καίτοι γε τὸ φίλτρον ὁ νομοθέτης Μωσὴς οὐκ ἔφησεν ἐξ ἀρετῆς τοῦ παιδὸς ἔχειν τὴν ἀρχήν, ἀλλ’ ἀπὸ τοῦ καιροῦ τῶν ὠδίνων. Ἐπειδὴ γὰρ ὕστερον τῶν ἄλλων ἐτέχθη, καὶ ἐν ἐσχάτῳ γήρᾳ (ποθεινὰ δὲ τὰ τοιαῦτα παιδία, ἅτε παρ’ ἐλπίδα γεννώμενα), διὰ τοῦτο ἐφιλεῖτο. «Ἠγάπα γὰρ αὐτὸν ὁ πατήρ, φησίν, ὅτι υἱὸς γήρως ἦν αὐτῷ».

ια’. Ταῦτα δὲ ὁ νομοθέτης ἔγραψεν, ὡς ἔγωγε οἶμαι, οὐ τὸ ὃν διηγούμενος, ἀλλὰ τοῦ πατρὸς τὴν σκῆψιν καὶ τὴν πρόφασιν. Ἐπειδὴ γὰρ ἑώρα φθονούμενον τὸ μειράκιον, παραμυθήσασθαι τὸ πάθος τῶν ἀδελφῶν βουλόμενος, ἔπλασεν ἀγάπης αἰτίαν οὐ πολὺν τίκτουσαν αὐτῷ τὸν φθόνον. Ὅτι γὰρ οὐ τοῦτο αἴτιον ἦν τοῦ φίλτρου, ἀλλὰ ἡ ἀκμάζουσα τῆς ψυχῆς ἀρετή, καὶ τῆς ἡλικίας ἀκμαιοτέρα οὖσα, δῆλον ἐκ τοῦ Βενιαμίν. Εἰ γὰρ διὰ τοῦτο ἐκεῖνος ἐφιλεῖτο, πολλῷ μᾶλλον τὸν νεώτερον αὐτοῦ φιλεῖσθαι ἐχρῆν. Μετὰ γὰρ τὸν Ἰωσὴφ ἐκεῖνος ἐτέχθη, καὶ οὗτος μᾶλλον υἱὸς γήρως ἦν αὐτῷ. Ἀλλ’, ὅπερ ἔφην, τοῦ πατρὸς ἦν τὸ πλάσμα, βουλομένου καταλῦσαι τὸν ἀδελφικὸν πόλεμον· ἀλλ’ οὐδὲ οὕτως ἴσχυσεν, ἀλλ’ ἐξεκαίετο σφοδρότερα ἡ φλόξ. Καὶ ἐπειδὴ οὐδὲν ἴσχυον ποιῆσαι τέως, κατήνεγκαν αὐτῷ ψόγον πονηρόν, αἰσχρᾷ περιέβαλον αἰτίᾳ, τὴν βάρβαρον γυναῖκα προφθάσαντες οἱ ἀδελφοί, καὶ πολλῷ χείρους φανέντες αὐτῆς. Ἡ μὲν γὰρ εἰς ἀλλότριον, οἱ δὲ εἰς ἀδελφὸν ἐγίνοντο πονηροί. Καὶ οὐδὲ ἐνταῦθα ἔστησαν τῆς κακίας· ἀλλ’ ἐπηγωνίζοντο τοῖς προτέροις ἀεί, καὶ λαβόντες μόνον ἐν ἐρημίᾳ, καὶ ἔσφαξαν, καὶ ἀπέδοντο, καὶ δοῦλον ἀντ’ ἐλευθέρου ἐποίησαν, καὶ δουλείαν τὴν ἐσχάτην. Οὔτε γὰρ ὁμοφύλοις τισίν, ἀλλὰ βαρβάροις ἑτερογλώσσοις, καὶ τοῖς εἰς βάρβαρον ἀπιοῦσι χώραν ἐξέδωκαν τὸν ἀδελφόν· ὁ δὲ Θεὸς λαμπρότερον αὐτὸν ποιῶν, ἠνείχετο τῶν γινομένων, καὶ ἐμακροθύμει, κινδύνων κινδύνους διαδεχομένων. Μετὰ γὰρ τὸν φθόνον καὶ τὴν αἰσχρὰν διαβολὴν σφαγῇ παρέδωκαν, καὶ δουλείᾳ σφαγῆς χαλεπωτέρᾳ. Μὴ γὰρ μοι παραδράμῃς ἁπλῶς τὸ εἰρημένων· ἀλλ’ ἐννόησον ἡλίκον ἦν μειράκιον εὐγενές, ἐν οἰκίᾳ πατρικῇ τραφὲν μετὰ ἐλευθερίας ἁπάσης, μετὰ ἀγάπης πατρὸς τοσαύτης, ἀθρόον ὑπὸ ἀδελφῶν ἀπεμποληθῆναι, οὐδὲν ἐχόντων ἐγκαλεῖν, καὶ βαρβάροις ἐκδοθῆναι ἑτερογλώσσοις, καὶ ἤθεσιν ἀλλοκότοις, καὶ αὐτοθηρίοις μᾶλλον, ἢ ἀνθρώποις· καὶ ἄπολιν, καὶ μετανάστην, καὶ οἰκέτην, καὶ ξένον ἀντ’ ἐλευθέρου καὶ πολίτου γενέσθαι, καὶ τοσαύτης ἀπολαύσαντα τῆς εὐημερίας, πρὸς τὴν ἐσχάτην κατενεχθῆναι ταλαιπωρίαν δουλείας ἀήθη ὄντα μεθ’ ὑπερβολῆς ἁπάσης, καὶ πικροτάτους λαβεῖν δεσπότας, καὶ πρὸς ἀλλοτρίαν καὶ βάρβαρον μετενεχθῆναι γῆν. Ἀλλ’ οὐδὲ ἐνταῦθα ἵστατο τὰ δεινά, ἀλλ’ ἐπιβουλαὶ πάλιν ἐπιβουλὰς διεδέχοντο μετὰ τὰ ὀνείρατα ἐκεῖνα τὰ θαυμαστὰ καὶ τὴν τῶν ἀδελφῶν αὐτοῦ προσκύνησιν προαναφωνοῦντα. Λαβόντες γὰρ αὐτὸν οὗτοι οἱ ἔμποροι οὐ κατέσχον, ἀλλ’ ἑτέροις αὐτὸν πάλιν χείροσιν ἀπέδοντο βαρβάροις. Οἶσθα δὴ ἡλίκον τοῦτο εἰς συμφορᾶς λόγον, τὸ δεσπότας τοιούτοις ἐκ τοιούτων ἀμείβειν. Τοῦτο γὰρ δυσκολωτέραν ποιεῖ τὴν δουλείαν, ὅταν καὶ ξένοι πάλιν οἱ κτώμενοι, καὶ τῶν προτέρων ὦσι χαλεπώτεροι. Καὶ γίνεται ἐν Αἰγύπτῳ τῇ θεομάχῳ τότε ἐκείνη καὶ μαινομένῃ, ὅθεν τὰ ἀναίσχυντα στόματα, ὅθεν αἱ βλάσφημοι γλῶσσαι. Καὶ γίνεται παρ’ Αἰγυπτίοις, ὧν καὶ εἷς ἤρκεσε μόνος τὸν μέγαν Μωϋσέα δραπέτην καὶ φυγάδα ποιῆσαι. Καὶ ἐπειδὴ μικρὸν ἀνέπνευσεν ἐκεῖ, τοῦ φιλανθρώπου Θεοῦ, τοῦ τὰ παράδοξα οἰκονομοῦντος, τὸν ἄγριον θήρα τὸν ὠνησάμενον αὐτὸν ποιήσαντος πρόβατον, εὐθέως αὐτῷ σκάμματα παρεσκευάζετο πάλιν, καὶ στάδιον, καὶ παλαίσματα, καὶ ἀγῶνες, καὶ ἱδρῶτες σφοδρότεροι τῶν προτέρων. Ἰδοῦσα γὰρ αὐτὸν ἀδίκοις ὀφθαλμοῖς ἡ κεκτημένη, καὶ τῷ κάλλει τῆς ὄψεως αὐτοῦ χειρωθεῖσα, καὶ κατὰ κράτος ἁλοῦσα τῷ πάθει, λέαινα ἀντὶ γυναικὸς ὑπὸ τῆς ἀκολάστου ταύτης ἐπιθυμίας ἐγένετο. Καὶ πάλιν σύνοικος ὁ πολέμιος ἦν ἐναντίαν τοῖς προτέροις τὴν ὑπόθεσιν ἔχων· ἐκεῖνοι γὰρ μισοῦντες αὐτὸν τῆς οἰκίας ἐξέβαλον· αὕτη δὲ ἐρῶσα καὶ περικαιομένη τοῦ νεανίσκου· καὶ ἦν διπλοῦς, μᾶλλον δὲ τριπλοῦς καὶ πολλαπλοῦς ὁ πόλεμος. Μὴ γὰρ ἐπειδὴ τὰ δίκτυα ὑπερήλατο, καὶ τὸν βρόχον διέτεμεν ἐν βραχείᾳ καιροῦ ῥοπῇ, νομίσῃς ἀπραγμόνως αὐτὸν ἠνυκέναι τὸν ἆθλον τοῦτον· καὶ γὰρ πολὺν τὸν ἱδρῶτα ὑπέμεινε.

ιβ’. Καὶ εἰ βούλει καὶ τοῦτο σαφῶς μαθεῖν, ἐννόησον οἷόν ἐστι νεότης, καὶ νεότητος ἀκμή. Ἐν ἂρ αὐτῷ τῶν ἄνθει τῆς ἡλικίας ἐτύγχανεν ὢν τότε, ὅτε σφοδρότερα τῆς φύσεως ἡ φλὸξ ἐγείρεται, ὅταν πολλὴν τῆς ἐπιθυμίας ἡ ζάλη, ὅτε ἀσθενέστερος ὁ λογισμός. Τῶν γὰρ νεωτέρων αἱ ψυχαὶ οὐ σφόδρα πολλῇ φράττονται τῇ συνέσει, οὐδὲ πολλὴν τῆς ἀρετῆς ποιοῦνται σπουδήν· ἀλλ’ ὁ μὲν χειμὼν τῶν παθῶν χαλεπώτερος, ὁ δὲ τὰ πάθη κυβερνῶν λογισμὸς ἀσθενέστερος. Μετὰ δὲ τῆς φύσεως καὶ τῆς ἡλικίας, πολλὴ καὶ τῆς γυναικὸς ἦν ἡ ἀκολασία. Καὶ καθάπερ τὴν Βαβυλωνίαν κάμινον αἱ Περσικαὶ χεῖρες ἐκεῖναι μετὰ πολλῆς ἀνῆπτον τῆς σπουδῆς, δαψιλῆ τῷ πυρὶ παρέχουσαι τὴν τροφήν, καὶ ποικίλα ὑπεκκαύματα ἐμβάλλουσαι τῇ φλογί· οὕτω δὴ καὶ τότε ἡ ἀθλία καὶ ταλαίπωρος ἐκείνη γυνὴ τῆς καμίνου ταύτης χαλεπωτέραν ἀνῆπτε τὴν φλόγα, μύρων ὄζουσα, ἐπιτρίμμασι παρειῶν, ὑπογραφαῖς ὀφθαλμῶν, κατακεκλασμένῃ φωνῇ, κινήμασι, βαδίσμασι διαθρυπτομένη, ἱματίοις μαλακοῖς, περιβολῇ χρυσίων, καὶ ἑτέραις τοιαύταις μυρίαις μαγγανείαις καταγοητεύουσα τὸ μειράκιον. Καὶ καθάπερ τις θηρευτὴς δεινὸς δυσάλωτον μέλλων χειροῦσθαι ζῶον, ἅπαντα κινεῖ τῆς τέχνης τὰ ὄργανα, οὕτω δὴ καὶ αὕτη, τὴν σωφροσύνην εἰδυῖα τοῦ νεανίσκου (οὐδὲ γὰρ ἔμελλεν ἐν τοσούτῳ χρόνῳ λανθάνειν), πολλῆς ἐνόμισεν αὐτῇ δεῖν παρασκευῆς ἐπὶ τὴν αἰχμαλωσίαν τοῦ νεανίσκου, καὶ διὰ τοῦτο πάντα ἐκίνει τῆς ἀκολασίας τὰ μηχανήματα. Καὶ οὐδὲ τούτοις ἠρκεῖτο μόνοις, ἀλλὰ καὶ καιρὸν καὶ τόπον ἐπετήρει πρὸς τὴν θήραν ἐπιτήδειον. Διὰ τοῦτο οὐδὲ εὐθέως ἁλοῦσα προσέβαλεν, ἀλλὰ πολὺν ἀνέμεινε χρόνον, τὴν πονηρὰν ταύτης ἐπιθυμίαν ὠδίνουσα καὶ παρασκευαζομένη, δεδοικυῖα μὴ τῷ τάχει καὶ ταῖς ἐσχεδιασμέναις αὐτῆς ἐπιβουλαῖς διαφύγῃ τὸ θήραμα. Καὶ ποτε εὑροῦσα μόνον ἐν οἴκῳ τὰ συνήθη ποιοῦντα, ἀνασκάπτει βαθύτερον λοιπὸν βάραθρον, καὶ τὰ πτερὰ τῆς ἡδονῆς πάντοθεν ἀναπετάσασα, ὥσπερ ἐν μέσοις δικτύοις λοιπὸν ἔχουσα τὸν νέον, ἐπεισέρχεται, καὶ μόνη μόνον ἀπολαβοῦσα· μᾶλλον δὲ οὐ μόνη· καὶ γὰρ καὶ τὴν ἡλικίαν καὶ τὴν φύσιν καὶ τὰ αὐτῆς μηχανήματα συμπαρόντα εἶχεν αὐτῇ· ἕλκει λοιπὸν ἐπὶ τὴν ἄδικον πρᾶξιν πρὸς βίαν τὸν γενναῖον ἐκεῖνον. Τὶ τοῦ πειρασμοῦ τούτου χαλεπώτερον; Ποίας τούτου καμίνου καὶ φλογὸς οὐ σφοδρότερον, νέον σφριγῶντα, δοῦλον, ἔρημον, ἄπολιν, ξένον, μετανάστην, ὑπὸ δεσποίνης οὕτως ἀκολάστου καὶ μαινομένης, οὕτω πλουτούσης, καὶ τοσαύτην δυναστείαν περιβεβλημένης, ἐν ἐρημίᾳ τοσαύτῃ (συντελεῖ γὰρ καὶ τοῦτο πρὸς τὴν τοιαύτην ἅλωσιν), συνειλημμένον κατέχεσθαί τε καὶ κολακεύεσθαι, καὶ πρὸς εὐνὴν ἄγεσθαι δεσποτικήν, καὶ ταῦτα μέγα τοσούτου κινδύνους καὶ ἐπιβουλάς; Οἶσθα γὰρ ὡς οἱ πολλοί, ὅταν τεταριχευμένοι τυγχάνωσι, καὶ ἐν τοῖς δεινοῖς ὦσιν, εἶτα εἰς τρυφὴν καλῶνται, καὶ ἄνεσιν, καὶ τὸν ὑγρὸν καὶ διαλελυμένον βίον, προθυμότερον ἐπιτρέχουσιν. Ἀλλ’ οὐκ ἐκεῖνος, ἀλλ’ ἔμενε διὰ πάντων τὴν οἰκείαν καρτερίαν ἐπιδεικνύμενος. Ἐγὼ τὸν θάλαμον ἐκεῖνον καὶ τὴν Βαβυλωνίαν κάμινον, καὶ τὸν τοῦ Δανιὴλ λάκκον τῶν λεόντων, καὶ τὴν γαστέρα τοῦ θαλαττίου θηρίου, εἰς ἣν ὁ προφήτης ἐνέπεσε, θαῤῥῶν ἴσην ἂν προσείποιμι, μᾶλλον δὲ καὶ πολλῷ τούτων χαλεπώτερον. Ἐκεῖ μὲν γὰρ τῆς ἐπιβουλῆς ἡ νίκη τοῦ σώματος ἦν ἀπώλεια, ἐνταῦθα δὲ ψυχῆς πανωλεθρία, καὶ θάνατος ἀθάνατος, καὶ συμφορὰ παραμυθίαν οὐκ ἔχουσα. Οὐ ταύτῃ δὲ μόνον χαλεπὸς ὁ λάκκος οὗτος ἦν, ἀλλ’ ὅτι μετὰ τῆς βίας καὶ τοῦ δόλου, καὶ πολλῆς ἔγεμε τῆς κολακείας, πολλοῦ τοῦ ποικίλου καὶ παντοδαποῦ πυρός, οὐ σῶμα καίοντος, ἀλλὰ αὐτὴν φλέγοντος τὴν ψυχήν. Καὶ τοῦτο αὐτὸ δηλῶν ὁ Σολομὼν ὁ μάλιστα ταῦτα μετὰ ἀκριβείας εἰδὼς ἡλίκον ἐστὶ τὸ γυναικὶ συμβάλλειν ἄνδρα ἐχούσῃ· «Ἀποδήσει τις, φύσι, πῦρ ἐν κόλπῳ, τὰ δὲ ἱμάτια οὐ κατακαύσει; Ἣ περιπατήσει τις ἐπ’ ἀνθράκων πυρός, τοὺς δὲ πόδας οὐ καταφλέξει; Οὕτως ὁ πορευόμενος πρὸς γυναῖκα ὕπανδρον καὶ πᾶς ὁ ἁπτόμενος αὐτῆς, οὐκ ἀθῳωθήσεται». Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ὥσπερ, φησίν, οὐκ ἔνι ὁμιλοῦντα πυρί, μὴ κατακαίεσθαι, οὕτως οὐδὲ γυναιξὶ συνόντα διαφεύγειν τὸν ἐντεῦθεν ἐμπρησμόν. Οὗτος δὲ ὃ πολλῷ χαλεπώτερον ἦν ὑπέμεινεν. Οὐ γὰρ αὐτὸς αὐτῆς ἥψατο, ἀλλ’ ὑπ’ ἐκείνης κατείχετο, μόνος ὑπὸ μόνης ἀπειλημμένος· καίτοι τοσούτοις ἤδη κακοῖς κατειργασμένος, καὶ τοσαύταις τεταριχευμένος ἐπιβουλαῖς, καὶ ἀνέσεως ἐπιθυμῶν καὶ ἀδείας.

ιγ’. Ἀλλ’ ὅμως ἐν τοσούτοις δικτύοις ὤν, καὶ ποικίλον θηρίον ὁρῶν αὐτῷ προσβάλλον, καὶ διὰ πάντων αὐτὸν καταξέον, διὰ τῆς ἁφῆς, διὰ τῆς φωνῆς, διὰ τῶν ὀμμάτων, διὰ τῶν χρωμάτων, διὰ τῆς ὑπογραφῆς, διὰ τῶν χρυσίων, διὰ τῶν μύρων, διὰ τῶν ἱματίων, διὰ τοῦ ἤθους, διὰ τῶν ῥημάτων, διὰ τοῦ κόσμου τοῦ περικειμένου, διὰ τῆς μονώσεως, διὰ τοῦ λανθάνειν, διὰ τοῦ πλούτου, διὰ τῆς δυναστείας, ἔχουσαν μετὰ τούτων συνεργόν, ὅπερ ἔμπροσθεν εἶπον, τὴν ἡλικίαν, τὴν φύσιν, τὴν δουλείαν, τὸ ἐν ἀλλοτρίᾳ εἶναι, πᾶσαν ἐνίκησε τὴν φλόγα ἐκείνην. Ἐγὼ τοῦτον τὸν πειρασμὸν καὶ τοῦ φθόνου τῶν ἀδελφῶν, καὶ τοῦ μίσους τοῦ συγγενικοῦ, καὶ τῆς πράσεως, καὶ τῆς τῶν βαρβάρων δεσποτείας, καὶ τῆς μακρᾶς ἀποδημίας, καὶ τῆς ἐν ἀλλοτρίᾳ διατριβῆς, καὶ τοῦ δεσμωτηρίου, καὶ τῆς ἁλύσεως, καὶ τοῦ μακροῦ χρόνου, καὶ τῆς αὐτόθι ταλαιπωρίας πολὺ χαλεπώτερον εἶναί φημι· καὶ γὰρ περὶ τῶν ἐσχάτων ὁ κίνδυνος ἦν. Ἐπειδὴ δὲ καὶ τοῦτον διέφυγε τὸν πόλεμον, καὶ ἐγένετο ἐνταῦθα πνεῦμα δρόσου διασυρίζον, ἀπὸ τε τῆς τοῦ Θεοῦ χάριτος καὶ τῆς ἀρετῆς τοῦ νέου· τοσοῦτο γὰρ αὐτῷ περιῆν ἀταραξίας καὶ σωφροσύνης, ὅτι καὶ τὴν τῆς ἐκείνης μανίαν καταλῦσαι ἐσπούδασε· πλὴν ἐπειδὴ αὐτὸς ἐξῆλθεν ἀνέπαφος, ὥσπερ οἱ νεανίσκοι τὴν Περσικὴν διαφυγόντες φλόγα («Οὐδὲ γὰρ ὀσμὴ πυρὸς ἦν ἐν αὐτοῖς», φησί), καὶ σωφροσύνης μέγας ἀθλητὴς ἀνεδείχθη, καὶ ἀδάμαντα ἐμιμήσατο, ἴδωμεν οἵων εὐθέως ἀπήλαυσε, καὶ τίνα ἔπαθλα διαδέχεται τὸν στεφανίτην. Ἐπιβουλαὶ πάλιν, καὶ βάραθρα, καὶ θάνατος,καὶ κίνδυνοι, καὶ συκοφαντίαι, καὶ μῖσος ἄλογον. Ἡ γὰρ ἀθλία τότε ἐκείνη θυμῷ παραμυθεῖται τὸν ἔρωτα, καὶ πάθος συνάπτει πάθει, καὶ ἐπιθυμίᾳ ἀκολάστῳ προστίθησιν ὀργὴν ἄδικον, καὶ μετὰ τὴν μοιχείαν γίνεται καὶ ἀνδροφόνος. Καὶ πνέουσα θηριωδίας πολλῆς καὶ φόνιον βλέπουσα, καθίζει δικαστήριον διεφθαρμένον, τὸν δεσπότην τὸν ἐκείνου, τὸν ἄνδρα τὸν ἑαυτῆς, τὸν βάρβαρον, τὸν Αἰγύπτιον, καὶ εἰσάγει κατηγορίαν ἀμάρτυρον. Καὶ οὐδὲ ἀφίησιν εἰσελθεῖν εἰς δικαστήριον τὸν ἐγκαλούμενον, ἀλλ’ ἠρέμα κατηγορεῖ, τῇ τε ἀνοίᾳ καὶ τῇ εὐνοίᾳ τοῦ δικάζοντος, τῇ τε ἀξιοπιστίᾳ τοῦ οἰκείου προσώπου, καὶ τῷ δούλων εἶναι τὸν ἐγκαλούμενον θαῤῥοῦσα, καὶ τὰ ἐναντία εἰποῦσα τῶν γενομένων ἐκράτησε τοῦ δικαστοῦ, καὶ τὴν νικῶσαν ἔπεισε ψῆφον ἐξενεγκεῖν, καὶ καταδικάσαι τὸν ἀνεύθυνον, καὶ τιμωρίαν ἐπιθεῖναι χαλεπωτάτην, καὶ δεσμωτήριον εὐθέως, καὶ ἀπαγωγῇ, καὶ ἅλυσις. Καὶ μηδὲ ἰδὼν δικαστὴν κατεκρίθη ὁ θαυμαστὸς ἐκεῖνος ἀνήρ. Καὶ τὸ δὴ χαλεπώτερον, κατεκρίνετο ὡς μοιχός, ὡς δεσποτικῆς ἐπιθυμήσας εὐνῆς, ὡς ἀλλότριον διορύξας γάμον, ὡς ἁλούς, ὡς ἐληλεγμένος. Ὃ τε γὰρ δικαστής, ἢ τε κατήγορος παρὰ πολλοῖς καὶ τὴν ἀλήθειαν οὐκ εἰδόσιν, ἢ τε τιμωρία ἑπομένῃ ἀξιόπιστον ἐποίει τὸ δρᾶμα φαίνεσθαι. Ἀλλ’ οὐδὲν τούτων ἐθορύβησεν ἐκεῖνον, οὔτε εἰπεῖν· Αὗται τῶν ὀνείρων αἱ ἀμοιβαί; Τούτῳ τῶν ὄψεων ἐκείνων τὸ τέλος; Ταῦτα τῆς σωφροσύνης τὰ ἔπαθλα; Κρίσις ἄλογος, καὶ ψῆφος ἄδικος, καὶ πονηρὰ πάλιν ὑπόληψις. Ὥσπερ γὰρ ἡταιρηκὼς ἐξεβλήθην ἔναγχος τῆς πατρῴας οἰκίας, ὡς μοιχὸς καὶ σωφροσύνης διορύξας γυναικὸς εἰς δεσμωτήριον εἰσάγομαι νῦν, καὶ ταῦτα περὶ ἐμοῦ πάντες ψηφίζονται. Καὶ οἱ μὲν ἀδελφοί, οἱ μέλλοντές με προσκυνεῖν (τοῦτο γὰρ τὰ ὀνείρατα ἐδήλου), ἐν ἐλευθερίᾳ καὶ ἀδείᾳ καὶ τρυφῇ, καὶ πατρίδι καὶ οἰκίᾳ πατρῷα· ἐγὼ δὲ ὁ μέλλων αὐτῶν κρατεῖν, μετὰ τυμβωρύχων, μετὰ λῃστῶν, μετὰ βαλαντιοτόμων ἐνταῦθα δέδεμαι· οὔτε μετὰ τὸ τῆς πατρίδος ἐκπεσεῖν θορύβων ἀπηλλαγμένος καὶ πραγμάτων, ἀλλὰ καὶ ἐν ἀλλοτρίᾳ πάλιν βάραθρα ἡμᾶς καὶ ξίφη ἠκονημένα διαδέχεται. Καὶ ἡ μὲν τοιαῦτα δράσασα καὶ συκοφαντήσασα, δι’ ἑκατέρων τῶν τολμημάτων ἀποτμηθῆναι δικαία, χορεύει καὶ σκιρτᾷ νῦν ὥσπερ ἐπὶ τροπαίοις, καὶ λαμπροῖς ἐπινικίοις ἐστεφανωμένη· ἐγὼ δὲ ὁ μηδὲν ἠδικηκὼς τὴν ἐσχάτην τίνω δίκην. Οὐδὲν τούτων ἐκεῖνος εἶπεν, οὐδὲ ἐνενόησεν· ἀλλ’ ὥσπερ ἀθλητὴς διὰ στεφάνων ὁδεύων, οὕτως ἔχαιρε, καὶ ηὐφραίνετο, οὔτε τοῖς ἀδελφοῖς, οὔτε τῇ μοιχαλίδι μνησικακῶν. Πόθεν τοῦτο δῆλον; Ἐξ ὧν αὐτὸς πρὸς τινα τῶν αὐτόθεν δεδεμένων διελέχθη ποτέ. Τοσοῦτον γὰρ ἀπεῖχεν ὑπὸ ἀθυμίας ἁλῶναι, ὅτι καὶ ἑτέροις ἔλυσε λύπας. Ἐπειδὴ γὰρ εἶδέ τινας αὐτόθι τεταραγμένους καὶ συγκεχυμένους καὶ ἀθυμοῦντας, προσῆλθεν εὐθέως τὴν αἰτίαν εἰσόμενος. Καὶ μαθὼν ὅτι ἐξ ὄψεως ὀνειράτων ὁ θόρυβος, ἔλυσα τὰ ὀνείρατα. Εἶτα παρακαλῶν ἀναμνῆσαι τὸν βασιλέα, τῆς ἀπαλλαγῆς ἕνεκεν τῆς αὐτοῦ· εἰ γὰρ καὶ γενναῖος καὶ θαυμαστὸς ἦν, ἀλλ’ ἄνθρωπος ἦν καὶ οὐκ ἐβούλετο ταῖς ἁλύσεσιν ἐνταλαιπωρεῖσθαι ἐκείναις· παρακαλῶν τοίνυν μνησθῆναι αὐτοῦ πρὸς τὸν βασιλέα, καὶ πεῖσαι ἀφεῖναι αὐτὸν τῶν δεσμῶν, καὶ ἀναγκαζόμενος Ἄκαι τὴν αἰτίαν εἰπεῖν, δι’ ἣν ἐνεβέβλητο, ὥστε κἀκεῖνον τὸν ὑπὲρ αὐτοῦ δεόμενον εὐπρόσωπον ἔχειν πρόφασιν τῆς ὑπὲρ αὐτοῦ συνηγορίας, οὐδενὸς ἐμνημόνευσε τῶν ἠδικηκότων, ἀλλ’ ἀπαλλάξας ἑαυτὸν τῶν ἐγκλημάτων ἔστη μέχρι τούτου μόνον, καὶ οὐ προσέθηκε τοὺς εἰς αὐτὸν πεπλημμεληκότας. Καὶ γὰρ «Ἐγώ, φησί, κλοπῇ ἐκλάπην ἐκ γῆς Ἑβραίων, καὶ ὧδε οὐκ ἐποίησα οὐδέν, ἐνέβαλόν με εἰς τὸν λάκκον τοῦτον». Καὶ τίνος ἕνεκεν οὐ λέγεις τὴν πόρνην, τὴν μοιχαλίδα, τοὺς ἀδελφοκτόνους, τὸν φθόνον, τὴν πρᾶσιν, τὴν μανίαν τῆς δεσποίνης, τὴν ἔφοδον, τὴν ἀκολασίαν, τὰ δίκτυα, τὰ μηχανήματα, τὴν συκοφαντίαν, τὴν ἄδικον κρίσιν, τὸν διεφθαρμένον δικαστήν, τὴν παράνομον ἀπόφασιν, τὴν καταδίκην τὴν οὐκ ἔχουσα λόγον; Διὰ τὶ ταῦτα σιγᾶς καὶ κρύπτεις; Ὅτι μνησικακεῖν οὐκ οἶδα, φησίν· ὅτι ἐμοὶ ταῦτα στέφανοι καὶ βραβεῖα, καὶ μείζονος ἐμπορίας ὑπόθεσις.

ιδ’. Εἶδες ψυχὴν φιλόσοφον; Εἶδες τῆς ὀργῆς καθαρὰν καὶ τῶν δικτύων ὑψηλοτέραν; Εἶδες συναλγοῦντα τοῖς ἠδικηκόσι μᾶλλον ἢ μνησικακοῦντα; Ὥστε γὰρ μήτε τοὺς ἀδελφοὺς εἰς μέσον ἐναγαγεῖν, μήτε τὴν αἱμοβόρον ἐκείνην, «Κλοπῇ, φησίν, ἐκλάπην ἐκ τῆς Ἑβραίων, καὶ ὧδε οὐκ ἐποίησα οὐδέν». Καὶ οὐδαμοῦ προσώπου μέμνηται, οὐδὲ τοῦ λάκκου, οὐδὲ τῶν Ἰσμαηλιτῶν, οὐδὲ ἄλλου τινός. Ἀλλ’ ὅμως καὶ κατὰ ταῦτα αὐτὸν οὐχ ὁ τυχὼν διεδέξατο πειρασμός. Ὁ γὰρ τοσαύτης παρ’ αὐτοῦ παρακλήσεως τυχών, καὶ τῶν δεσμῶν κατὰ τὴν τούτου πρόῤῥησιν ἐλευθερωθείς, καὶ ἐπὶ τὴν προτέραν ἀνακληθεῖς τιμήν, τῆς εὐεργεσίας ἐπελάθετο, καὶ τῆς τοῦ δικαίου ἱκετηρίας. Καὶ ὁ μὲν οἰκέτης ἐν βασιλικαῖς ἦν αὐλαῖς πολλῆς ἀπολαύων εὐημερίας· ὁ δὲ ὑπὲρ τὸν ἥλιον λάμπων, καὶ οὕτω φαιδρὰς ἀφιεὶς τῆς ἀρετῆς τὰς ἀκτῖνας, ἔτι δεσμωτήριον ᾤκει, καὶ οὐδεὶς ἦν ὁ ἀναμιμνήσκων τὸν βασιλέα. Ἐχρῆν γὰρ αὐτῷ πλείους πλακῆναι στεφάνους, καὶ μείζονα παρασκευασθῆναι βραβεῖα· διὸ καὶ μακρότεροι τῶν δρόμων οἱ δίαυλοι τότε ἐπήγνυντο· ἐῶντος μὲν τοῦ Θεοῦ μένειν τὰ σκάμματα, οὐ μὴ τέλεον ἐγκαταλείποντος, ἀλλὰ τοσοῦτον συγχωροῦντος τοῖς ἐπιβουλεύουσιν τὰ αὐτῶν ἐπιδείκνυσθαι, ὅσον μηδὲ ἀφανίσαι τὸν ἀθλητήν, μηδὲ ἑκποδὼν ποιῆσαι τῆς ἀρετῆς τὸν ἀνταγωνιστήν. Εἰς λάκκον μὲν γὰρ αὐτὸν ἐμβληθῆναι συνεχώρησε, καὶ τὸ ἱμάτιον αἱμαχθῆναι, εἰς δὲ σφαγὴν αὐτοὺς ἐλθεῖν οὐκ ἀφῆκεν· ἀλλὰ συνεβούλευσε μὲν τοῦτο ὁ ἀδελφός, τὸ δὲ πᾶν τῆς τοῦ Θεοῦ προνοίας ἐγένετο. Τοῦτο καὶ ἐπὶ τῆς Αἰγυπτιακῆς συνέβη γυναικός. Τίνος γὰρ ἕνεκεν, εἰπὲ μοι, ὁ θερμὸς οὕτω, καὶ ἀκόλαστος (ἴστε γὰρ τῶν Αἰγυπτίων τὸ γένος), ὁ θυμώδης καὶ ὀργίλος (καὶ γὰρ τοῦτο μεθ’ ὑπερβολῆς αὐτοῖς πρόσεστι τὸ πάθος), ὃν ἐπίστευσεν εἶναι μοιχὸν καὶ γυναῖκα ἠδικηκέναι τὴν αὐτοῦ, οὐκ ἀπέτεμεν εὐθέως, οὐδὲ πυρὶ παρέδωκεν, ἀλλ’ οὕτως ἀλόγιστος ὤν, ὡς ἐκ μιᾶς μοίρας ἀποφήνασθαι, καὶ μηδὲ λόγου μεταδοῦναι τῷ ἐγκαλουμένῳ, ἐν τῷ καιρῷ τῆς τιμωρίας πολλῆς ἐπιείκειαν ἐπεδείξατο, καὶ ταῦτα, ὁρῶν τὴν γυναῖκα μαινομένην, λυττῶσαν, βία ἀποδυρομένην, τὰ ἱμάτια διεῤῥωγότα περιφέρουσαν, καὶ μειζόνως καὶ ἐντεῦθεν ἐκκαιομένην, καὶ θρηνοῦσαν καὶ ὀλοφυρομένην; Ἀλλ’ ὅμως τούτων οὐδὲν αὐτὸν εἰς σφαγὴν ἐξῆψε. Πόθεν, εἰπὲ μοι; Οὐκ εὔδηλον ὅτι ὁ τοὺς λέοντας χαλινώσας, καὶ τὴν κάμινον καταψύξας, οὗτος καὶ θηρίου τούτου τὸν ἄμετρον ἐπέσχε θυμόν, καὶ τὴν ἄφατον ὀργὴν ἔσβεσεν, ὡς κερασθῆναι συμμέτρως τὴν τιμωρίαν; Τοῦτο καὶ ἐν τῷ δεσμωτηρίῳ συμβὰν ἴδοι τις ἄν. Δεθῆναι μὲν γὰρ αὐτὸν συνεχώρησε, καὶ μετὰ τῶν καταδίκων εἶναι, τῆς δὲ τοῦ δεσμοφύλακος ἀπηνείας ἐξήρπασεν. Οἶσθα γὰρ οἷόν ἐστι δεσμοφύλαξ· ἀλλ’ ἐκείνῳ τότε πρᾶος καὶ ἥμερος ἦν, καὶ οὐ μόνον οὐκ ἀπέτεινεν αὐτὸν πόνοις τισίν, ἀλλὰ καὶ ἄρχοντα πάντων ἐποίησε τῶν αὐτόθι, καὶ ταῦτα ὡς μοιχὸν δεξάμενος, κατάδικον, καὶ μοιχὸν ἐπίσημον. Οὐ γὰρ εἰς οἰκίαν εὐτελῆ, ἀλλ’ εἰς μεγάλην καὶ λαμπρὰν τὸ δρᾶμα τοῦτο τετολμῆσθαι ἐνομίζετο. Ἀλλ’ ὅμως οὐδὲν τούτων ἐκεῖνον ἐφόβησεν, οὐδὲ ἔπεισεν ἐκείνῳ γίνεσθαι χαλεπόν. Ἀλλὰ καὶ στέφανοι ἀπὸ τῶν παθημάτων ἐπλέκοντο· καὶ ἡ τοῦ Θεοῦ συμμαχία μετὰ πολλῆς ἐπέῤῥει τῆς δαψιλείας. Ἐβουλόμην καὶ ἕτερον προσθεῖναι τῇ ἐπιστολῇ μῆκος· ἀλλ’ ἐπειδὴ καὶ τοῦτο μετὰ πολλῆς τῆς περιουσίας οἶμαι τὸ μέτρον ὑπερβεβηκέναι, ἐνταῦθα καταλύσας τὸν λόγον, ἐκεῖνο παρακαλῶ σου τὴν εὐλάβειαν, ὅπερ ἀεὶ διετέλεσα παρακαλῶν, ἀθυμίας μὲν ἀπαλλάττεσθαι, δοξάζειν δὲ τὸν Θεόν, ὅπερ ἀεὶ πεποίηκας, καὶ ποιοῦσα διατελεῖς, χάριτας ὁμολογοῦντα ὑπὲρ πάντων αὐτῷ τῶν χαλεπῷ τούτων καὶ ὀδυνηρῶν. Οὕτω γὰρ καὶ αὐτῇ τὰ μέγιστα ἀγαθὰ καρπώσῃ, καὶ τῷ διαβόλῳ καιρίαν δώσεις πληγήν, καὶ πολλὴν ἡμῖν παρέξεις παράκλησιν, καὶ τῆς ἀθυμίας τὸ νέφος μετὰ πολλῆς ἀφανίσαι δυνήσῃ τῆς εὐκολίας, καὶ καθαρᾶς ἀπολαῦσαι γαλήνης. Μὴ δὲ καταμαλακίζου, ἀλλ’ ἀνενεγκοῦσα ἀπὸ τοῦ καπνοῦ τούτου (καπνοῦ γάρ, ἐὰν θέλῃς, ῥᾴδιον διασκεδάσεις πᾶσαν τὴν ἀθυμίαν ταύτην), δῆλον τοῦτο πάλιν ποίησον ἡμῖν, ἵνα καὶ πόῤῥωθεν ὄντες, πολλὴν ἀπὸ τῶν τοιούτων γραμμάτων καρπωσώμεθα τὴν εὐφροσύνην.

Πρὸς αὐτὴν Ἐπιστολὴ Δ’.

α’. Τῆς σφοδρότητος ἕνεκεν τοῦ χειμῶνος, καὶ τῆς τοῦ στομάχου ἡμῶν ἀσθενείας, καὶ τῶν Ἰσαυρικῶν καταδρομῶν, μηδὲν ἕνεκεν ἡμῶν μέριμνα, μηδὲ κατάτεινε σαυτὴν φροντίσιν. Ὁ μὲν γὰρ χειμὼν γέγονεν οἷον εἰκὸς ἐν Ἀρμενίᾳ εἶναι· οὐδὲν γὰρ δεῖ πλέον εἰπεῖν· ἡμᾶς δὲ οὐ μετὰ τι παραβλάπτει. Ταῦτα γὰρ προορῶντες, πολλὰ μηχανώμεθα πρὸς τὸ τὴν ἐντεῦθεν διακρούσασθαι βλάβην, καὶ πῦρ ἀνακαίοντες συνεχῶς, καὶ τὸ δωμάτιον, ἔνθα καταμένομεν, πανταχόθεν περιφράττοντες, καὶ ἐπιβλήμασι κεχρημένοι πλείοσι, καὶ διὰ παντὸς ἔνδον μένοντες. Ὅπερ ἐστὶ μὲν ἡμῖν ἐπαχθές, πλὴν διὰ τὸ ἐντεῦθεν κέρδος φορητόν. Ἕως μὲν γὰρ ἔνδον μένωμεν, οὐ σφόδρα κατατεινόμεθα τῷ κρυμῷ· ἐὰν δὲ ἀναγκασθῶμεν μικρὸν προελθεῖν, καὶ τῷ ἔξω ὁμιλῆσαι ἀέρι, οὐ μικρὰν προστριβόμεθα βλάβην. Διὸ καὶ τὴν τιμιότητά σου παρακαλῶ, καὶ ἐν μεγίστης αὐτῷ χάριτος μέρει, πολλὴν ποιεῖσθαι ἐπιμέλειαν, ὥστε τὴν τοῦ σώματός σου διορθοῦν ἀσθένειαν. Ποιεῖ μὲν γὰρ νόσον καὶ ἀθυμίαν· ὅταν δὲ καὶ σῶμα πεπονηκὸς ᾗ καὶ ἐξησθενημένον, καὶ ἐν ἀμελείᾳ διάκειται πολλῇ, καὶ μήτε ἰατρῶν ἀπολαύῃ, μήτε ἀέρων εὐκρασίας, μήτε τῆς τῶν ἐπιτηδείων ἀφθονίας, ἐννόησον, ὅτι οὐ μικρὰ ἐντεῦθεν προσθήκη γίνεται τοῦ δεινοῦ. Διὸ παρακαλῶ σου τὴν τιμιότητα, καὶ ἰατροῖς διαφόροις καὶ ἐμπείροις φαρμάκοις χρῆσθαι, τοῖς τὰ τοιαῦτα διορθοῦν δυναμένοις. Ἐπεὶ καὶ ἡμεῖς πρὸ τούτων τῶν ὀλίγων ἡμερῶν, εὐεμπτώτως ἡμῖν ἔχοντος τοῦ στομάχου πρὸς τοὺς ἐμετούς, ἐκ τῆς τοῦ ἀέρος καταστάσεως, τῇ τε ἄλλῃ ἐπιμελείᾳ χρησάμενοι, καὶ τῷ φαρμάκῳ τῷ ἀπεσταλμένῳ παρὰ τῆς κυρίας μου τῆς κοσμιωτάτης Συγκλητίου, καὶ οὐ δεηθέντες πλέον ἢ τριῶν ἡμερῶν αὐτὸ ἐπιθεῖναι, διωρθώσαμεν αὐτοῦ τὴν ἀσθένειαν. Παρακαλῶν τοίνυν καὶ αὐτὴν σε χρήσασθαι τούτῳ, καὶ παρασκευάσαι πάλιν ἡμῖν ἐξ αὐτοῦ πεμφθῆναι. Καὶ γὰρ καὶ πάλιν αἰσθανόμενοι τινος ἀνατροπῆς, πάλιν αὐτῷ ἐχρησάμεθα, καὶ τὸ πᾶν διωρθώσαμεν. Καὶ γὰρ φλεγμονὰς καταστέλλει τὰς ἐν τῷ βάθει, νοτίδα ἀνιμᾶται, καὶ συμμέτρως ἐστὶ θερμόν, καὶ τόνον ἐντίθησιν οὐ τὸν τυχόντα, καὶ ὄρεξιν διεγείρει τὴν πρὸς τὰ σιτία, καὶ τούτων ἁπάντων ἡμῖν ἐν ὀλίγαις ἡμέραις πεῖραν παρέσχεν. Ποίησον τοίνυν παρακληθῆναι τὸν δεσπότην μου τὸν αἰδεσιμώτατον Θεόφιλον τὸν κόμητα, ὥστε πάλιν ἐξ αὐτοῦ κατασκευάσαι ἡμῖν καὶ ἀποστεῖλαι. Καὶ μὴ σε λυπείτω τὸ ἐνταῦθα ἡμᾶς χειμάζειν· καὶ γὰρ πολλῷ ῥᾷον καὶ ὑγιεινότερον νῦν ἢ πέρυσι διακείμεθα ὥστε εἰ καὶ αὐτὴ τὴν προσήκουσαν ἐπιμέλειαν ἐποίου, πολλῷ ἂν ἄμεινον διετέθης. Εἰ δὲ ἐξ ἀθυμίας φὴς τετέχθαι σοι τὰ νοσήματα, πῶς πάλιν ἐπιστολὰς ζητεῖς παρ’ ἡμῶν, μηδὲν ἐντεῦθεν εἰς εὐθυμίαν καρπωσαμένη, ἀλλ’ οὕτω τῇ τυραννίδι τῆς ἀθυμίας βαπτισθεῖσα, ὡς καὶ ἐπιθυμεῖν νῦν τῆς ἐντεῦθεν ἀποδημίας; Οὐκ οἶσθα ὅσος καὶ ἀῤῥωστίας κεῖται μισθὸς ἐν εὐχαριστῶ ψυχή; Οὐ πολλάκις σοι καὶ παρὼν καὶ δι’ ἐπιστολῶν ταύτης ἕνεκα διείλεγμαι τῆς ὑποθέσεως; Ἀλλ’ ἐπειδὴ ἴσως ἢ τὸ τῶν πραγμάτων ὄχλος, ἢ αὐτῇ τῆς ἀῤῥωστίας ἡ φύσις, καὶ αἱ ἐπάλληλοι περιστάσεις οὐκ ἐῶσί σε διηνεκῶς ἔναυλον ἔχειν τῶν εἰρημένων τὴν μνήμην, ἄκουε πάλιν τὰς αὐτὰ ἐπᾳδόντων ἡμῶν τοῖς ἕλκεσί σου τῆς ἀθυμίας· «Τὰ γὰρ αὐτὰ γράφειν, φησίν, ἐμοὶ μὲν οὐκ ὀκνηρόν, ὑμῖν δὲ ἀσφαλές».

β’. Τὶ οὖν καὶ λέγω καὶ γράφω; Οὐδέν, Ὀλύμπιάς, τῆς ἐν ἀλγηδόσιν ὑπομονῆς εἰς εὐδοκιμήσεως λόγον ἴσον. Ἡ γὰρ βασιλὶς τῶν ἀγαθῶν, καὶ τῶν στεφάνων ἡ κορωνὶς αὕτη μάλιστά ἐστι· καὶ καθάπερ αὕτη τῶν ἄλλων κρατεῖ κατορθωμάτων, οὕτως ἐν αὐτῇ τοῦτο μάλιστα τὸ εἶδος τῶν ἄλλων ἐστὶ λαμπρότερον. Τάχα ἀσαφὲς τὸ εἰρημένον· οὐκοῦν αὐτὸ ποιήσω σαφέστερον. Τὶ οὖν ἐστι ὃ φημι; Οὐ τὸ χρήματα ἀφαιρεθῆναι, κἂν πάντων τις γυμνωθῇ τῶν ὄντων, οὐ τὸ τιμῆς ἐκπεσεῖν, οὐ τὸ πατρίδος ἐκβληθῆναι, καὶ πρὸς τὴν ὑπερορίαν ἀπενεχθῆναι, οὐ τὸ πόνῳ καὶ ἱδρῶτι κατατείνεσθαι, οὐ τὸ δεσμωτήριον οἰκεῖν, καὶ ἅλυσιν περικεῖσθαι, οὐκ ὀνειδισμοί, καὶ λοιδορίαι καὶ σκώμματα· μὴ γὰρ μηδὲ τοῦτο μικρὸν νομίσῃς εἶναι καρτερίας εἶδος, τὸ γενναίως τὰ τοιαῦτα ἐνεγκεῖν, καὶ δείκνυσιν Ἱερεμίας ὁ τοσοῦτος καὶ τηλικοῦτος ἀνήρ, οὐχ ὡς ἔτυχεν ὑπὸ τούτου θορυβηθεὶς τοῦ πειρασμοῦ· ἀλλ’ οὐδὲ τοῦτο, οὐ παίδων ἀποβολή, κἂν ἀθρόον πάντες ἀναρπασθῶσιν, οὐκ ἐχθροὶ συνεχῶς ἐπεμβαίνοντες, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν, οὐκ αὐτὸς ὁ κολοφὼν τῶν δοκούντων εἶναι λυπηρῶν, ὁ θάνατος, ὁ φοβερὸς οὕτω καὶ φρικώδης, οὕτως ἐστὶ βαρύς, ὡς σώματος ἀῤῥωστία. Καὶ ταῦτα δείκνυσιν ὁ μέγιστος τῆς ὑπομονῆς ἀθλητής, ὃς ἐπειδὴ σωματικῇ περιέπεσε νόσῳ, ἀπαλλαγὴν τῶν κατεχόντων δεινῶν τὴν τελευτὴν εἶναι ἐνόμιζε· καὶ ὅτε μὲν τὰ ἀλλὰ ἔπασχεν ἅπαντα, οὐδὲ ᾐσθάνετο, καίτοι ἐπαλλήλους δεχόμενος τὰς πληγάς, καὶ τελευταίαν τὴν καιρίαν. Οὐδὲ γὰρ τοῦτο μικρόν, ἀλλὰ καὶ τῆς χαλεπωτάτης τοῦ πολεμοῦντος αὐτῷ κακουργίας, τὸ μὴ νεάζοντι, μηδὲ νῦν εἰς τοὺς ἀγῶνας καθιέντι πρῶτον, ἀλλ’ ἤδη τῇ πυκνότητι τῶν ἐπαλλήλων βελῶν κατειργασμένῳ, τότε τὴν καιρίαν δοῦναι τὴν ἐπὶ τοῖς παισὶ πληγήν, καὶ ταύτην οὕτω χαλεπῶς, ὡς καὶ ἐξ ἑκατέρας τῆς φύσεως, καὶ πάντας ἀθρόον, καὶ ἐν ἀώρῳ ἡλικίᾳ, καὶ βιαίᾳ τελευτῇ διαφθεῖραι, καὶ τοῦ θανάτου τὸν τρόπον ἐσχεδιασμένον αὐτοῖς ἐργάσασθαι τάφον. Οὐδὲ γὰρ εἶδεν ἐν κλίνῃ κειμένους, οὐδὲ ἐφίλησε χεῖρας, οὐδὲ ἐσχάτων ἤκουσε ῥημάτων, οὐδὲ ποδῶν ἥψατο καὶ γονάτων, οὐ στόμα συνεῖλεν, οὐ καθεῖλεν ὀφθαλμοὺς μελλόντων αὐτῶν τελευτᾷν, ἅπερ οὐ μικρὰ εἰς παραμυθίαν τοῖς παίδων χωριζομένοις πατράσιν· οὐδὲ τοὺς μὲν προέπεμψεν ἐπὶ τὸν τάφον, τοὺς δὲ ἐπανελθὼν εὗρε παραμυθίαν τῶν ἀπελθόντων· ἀλλ’ ἐν καιρῷ συμποσίου, συμποσίου οὐ μέθην, ἀλλ’ ἀγάπην βρύοντος, ἐν τραπέζῃ φιλαδελφίας, ἐπὶ στιβάδος κειμένους ἤκουσε πάντας κατακεχῶσθαι, καὶ πάντα ὁμοῦ μιγῆναι, τὸ αἷμα, τὸν οἶνον, τὰς κύλικας, τὸν ὄροφον, τὴν τράπεζαν, τὴν κόνιν, τὰ μέλη τῶν παίδων. Ἀλλ’ ὅμως ἡνίκα μὲν ταῦτα ἤκουσε, καὶ πρὸ τούτων τὰ ἀλλά, καὶ αὐτὰ χαλεπά· καὶ γὰρ κἀκεῖνα χαλεπῶς ἀπολώλει· τὰ τε ποίμνια, καὶ ὁλοκλήρους ἀγέλας, τὰς μὲν ὑπὸ πυρὸς ἄνωθεν κατενεχθέντος ἀνηλῶσθαι ἔλεγεν ὁ πονηρὸς τῆς τραγῳδίας ταύτης ἄγγελος, τὰς δὲ ὑπὸ πολεμίων διαφόρων ἀθρόον πάσας ἀναρπαγῆναι, καὶ κατακοπῆναι σὺν αὐτοῖς τοῖς ποιμέσιν· ἀλλ’ ὅμως τοσαύτην ζάλην ἐν βραχείᾳ καιροῦ ῥοπῇ διεγερθεῖσαν ὁρῶν ἐπὶ τῶν ἀγρῶν, ἐπὶ τῆς οἰκίας, ἐπὶ τῶν θρεμμάτων, ἐπὶ τῶν παίδων, ἐπάλληλα τὰ κύματα, καὶ τὰς σπιλάδας συνεχεῖς, καὶ τὸν ζόφον βαθύν, καὶ τὸ κλυδώνιον ἀφόρητον, οὔτε ἀθυμίᾳ κατετείνετο, οὔτε ᾐσθάνετο σχεδὸν τῶν γεγενημένων, πλὴν τοσοῦτον ὅσον ἄνθρωπος ἦν καὶ πατήρ. Ἐπειδὴ δὲ νόσῳ παρεδόθη καὶ ἕλκεσι, τότε καὶ θάνατον ἐπιζητεῖ, τότε καὶ ἀπωδύρετο, καὶ ἐθρήνει, ἵνα μάθης πῶς τοῦτο πάντων ἐστὶ χαλεπώτερον, καὶ τῆς ὑπομονῆς τὸ ἄκρον εἶδος. Καὶ τοῦτο οὐδὲ αὐτὸς ὁ πονηρὸς ἀγνοεῖ δαίμων· ἀλλ’ ἐπειδὴ πάντα ἐκεῖνα κινήσας, ἑώρα τὸν ἀθλητὴν ἀτάραχον μένοντα καὶ ἀθόρυβον, ὡς ἐπὶ μέγιστον ἆθλον τοῦτον ὥρμησε, λέγω, ὅτι τὰ μὲν ἀλλὰ πάντα φορητά, κἂν παῖδά τις ἀποβάλῃ, κἂν κτήματα, κἂν ἀλλοτιοῦν (τοῦτο γὰρ ἐστι, «Δέρμα ὑπὲρ δέρματος»), ἡ δὲ καιρία πληγή, ὅταν ἐν σώματί τις δέξηται τὰς ὀδύνας. Διὰ τοι τοῦτο μετὰ τὸν ἆθλον τοῦτον ἡττηθείς, οὐδὲ γρῦξαι ἔσχεν, εἰ καὶ τὰ μάλιστα καὶ τὰ πρότερα ἀναισχύντως ἀντέλεγεν. Ἐνταῦθα μέντοι οὐδὲ ἀναίσχυντο πλάσαι τι λοιπὸν εὗρεν, ἀλλ’ ἐγκαλυψάμενος ἀνεχώρησεν.

γ’. Ἀλλὰ μὴ νόμιζέ σοι τοῦτο ἀπολογίαν εἶναι εἰς τὸ καὶ αὐτῆς ἐπιθυμεῖν τελευτῆς, εἰ ἐκεῖνος ἐπεθύμει θανάτου, τὰς ὀδύνας οὐ φέρων. Ἐννόησον γὰρ ποτε ἐκεῖνος ἐπεθύμει, καὶ πῶς τῶν πραγμάτων διακειμένων, οὐ νόμου δοθέντος, οὐ προφητῶν φανέντων, οὐ τῆς χάριτος οὕτως ἐκχυθείσης, οὐδὲ ἄλλης φιλοσοφίας μετασχών. Ὅτι γὰρ ἦμες τῶν τότε πολιτευομένων πλείονα ἀπαιτούμεθα, καὶ μείζονα ἡμῖν κεῖται τὰ σκάμματα, ἄκουσον τοῦ Χριστοῦ λέγοντος· «Ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν». Μὴ τοίνυν τὸ εὔχεσθαι νῦν τὴν τελευτήν, ἀπηλλάχθαι ἐγκλήματος νόμιζε, ἀλλ’ ἄκουε τῆς τοῦ Παύλου φωνῆς τῆς λεγούσης· «Τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι πολλῷ μᾶλλον κρεῖσσον, τὸ δὲ ἐπιμεῖναι τῇ σαρκὶ ἀναγκαιότερον δι’ ὑμᾶς». Ὅσῳ γὰρ ἂν ἐπιτείνηται τὰ τῆς θλίψεως, τοσούτῳ πλεονάζει καὶ τὰ τῶν στεφάνων· ὅσῳ ἂν πυρωθῇ τὸ χρυσίον, τοσούτῳ καθαρώτερον γίνεται· ὅσῳ μακρότερον ἂν πλεύσῃ πέλαγος ἔμπορος, τοσούτῳ πλείονα συνάγει τὰ φορτία. Μὴ τοίνυν νομίσης μικρὸν σοι προκεῖσθαι νῦν ἆθλον, ἀλλὰ πάντων ὧν ὑπομεμένηκας τὸν ὑψηλότερον, τὸν ἐπὶ τῇ τοῦ σώματος ἀῤῥωστίᾳ λέγω. Καὶ γὰρ καὶ τῷ Λαζάρῳ (εἰ γὰρ καὶ πολλάκις τοῦτο εἴρηκα πρὸς σέ, οὐδὲν κωλύει καὶ νῦν εἰπεῖν) ἤρκεσε τοῦτο εἰς σωτηρίαν· καὶ τοῦ κοινὴν τὴν οἰκίαν τοῖς παριοῦσι κεκτημένου, καὶ μετανάστου συνεχῶς γινομένου διὰ τὸ τοῦ Θεοῦ πρόσταγμα, καὶ τὸν υἱὸν κατασφάξαντος τὸν γνήσιον, τὸν μονογενῆ, τὸν ἐν ἐσχάτῳ γήρᾳ δοθέντα, ὁ μηδὲν τούτων πεποιηκὼς εἰς τοὺς κόλπους ἀπῄει, ἐπειδὴ ἤνεγκεν εὐκόλως πενίαν, καὶ ἀῤῥωστίαν καὶ τὴν τῶν προστησομένων ἐρημίαν. Τοσοῦτον γὰρ ἐστιν ἀγαθὸν τοῦτο τοῖς γενναίως φέρουσί τι, ὅτι κἂν τὰ μέγιστα ἡμαρτηκότα τινὰ εὕρῃ, ἀπαλλάττει τοῦ βαρυτάτου τῶν ἁμαρτιῶν φορτίου· κἂν κατωρθωκότα καὶ δίκαιον ὄντα, οὐ μικρᾶς, ἀλλὰ καὶ σφόδρα μεγίστης παῤῥησίας γίνεται προσθήκη. Καὶ γὰρ καὶ στέφανός ἐστι λαμπρὸς ἐπὶ τῶν δικαίων, καὶ ὑπὲρ τὸν ἥλιον μεθ’ ὑπερβολῆς λάμπων, καὶ καθάρσιον μέγιστον ἐπὶ τῶν ἡμαρτηκότων. Διὰ τοι τοῦτο τὸν διορύξαντα γάμον πατρῷον, καὶ τὴν εὐνὴν διαφθείραντα τὴν ἐκείνου, εἰς ὄλεθρον τῆς σαρκὸς παραδίδωσιν ὁ Παῦλος, τούτῳ καθαίρων αὐτὸν τῷ τρόπῳ. Ὅτι γὰρ καθάρσιον τὸ γινόμενον ἦν τῆς τοσαύτης κηλῖδος, ἄκουσον αὐτοῦ λέγοντος, «Ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ». Καὶ ἑτέροις δὲ ἐγκαλῶν φρικωδεστάτην ἑτέραν ἁμαρτίαν, τοῖς τῆς ἱερᾶς τραπέζης ἀναξίως ἀπολαύουσι καὶ τῶν ἀποῤῥήτων μυστηρίων ἐκείνων, καὶ εἰπών, ὅτι τὸ τοιοῦτος «Ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου»· ὅρα πῶς φησι καὶ αὐτοὺς καθαίρεσθαι τῆς χαλεπῆς ταύτης κηλῖδος, οὕτω λέγων· «Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι». Εἶτα δεικνὺς ὅτι οὐ μέχρι τῆς τιμωρίας ταύτης στήσεται τὰ ἐκείνων, ἀλλ’ ἔσται τι κέρδος ἀπὸ τοῦ πράγματος, τὸ τῶν εὐθύνων τῶν ἐπὶ τῇ ἁμαρτίᾳ ταύτῃ ἀπαλλαγῆναι, ἐπήγαγεν· «Εἰ γὰρ ἑαυτοὺς διεκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα. Νῦν δὲ κρινόμενοι, ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν». Ὅτι δὲ καὶ οἱ τὰ μεγάλα κατωρθωκότες ἐντεῦθεν πολλὰ κερδαίνουσιν, ἀπὸ τε τοῦ Ἰὼβ δῆλον μειζόνως ἐντεῦθεν λάμψαντος, ἀπὸ τε τοῦ Τιμοθέου, ὃς οὕτω καλὸς ὤν, καὶ τοιαύτην διακονίαν ἐγκεχειρισμένος, καὶ συμπεριιπτάμενος Παύλῳ τὴν οἰκουμένην, οὐ δύο καὶ τρεῖς ἡμέρας, οὐδὲ δέκα, καὶ εἵκοσι, καὶ ἑκατόν, ἀλλὰ πολλὰς καὶ συνεχεῖς ἐν ἀῤῥωστίᾳ ἔζη, τοῦ σώματος αὐτῷ μετὰ πολλῆς τῆς σφοδρότητος ἐξησθενημένου. Καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγεν· «Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου, καὶ τὰς πυκνὰς σου ἀσθενείας». Καὶ οὐ διώρθωσεν αὐτοῦ τὴν ἀσθένειαν ὁ νεκροὺς ἐγείρων, ἀλλ’ ἀφῆκεν εἶναι ἐν τῇ καμίνῳ τῆς νόσου, ὥστε μέγιστο αὐτῷ καὶ ἐντεῦθεν συναχθῆναι παῤῥησίας πλοῦτον. Ὧν γὰρ αὐτὸς ἀπολέλαυκε παρὰ τοῦ Δεσπότου, καὶ ἅπερ ἐπαιδεύθη παρ’ ἐκείνου, ταῦτα καὶ τὸν μαθητὴν ἐδίδασκεν. Εἰ γὰρ καὶ μὴ ἀῤῥωστίᾳ περιέπιπτεν, ἀλλ’ ἀῤῥωστίας οὐκ ἔλαττον πειρασμοὶ αὐτὸν κολαφίζουσι, καὶ πολλὴν ὀδύνην ἐπιφέρουσι τῇ σαρκί. «Ἐδόθη γὰρ μοι, φησί, σκόλοψ τῇ σαρκὶ ἄγγελος σατᾶν, ἵνα μὲ κολαφίζῃ»· τὰς πληγὰς λέγων, τὰ δεσμά, τὰ ἁλύσεις, τὰ δεσμωτήρια, τὸ ἄγεσθαι, καὶ σπαράττεσθαι καὶ κατατείνεσθαι μάστιξιν ὑπὸ δημίων πολλάκις. Διὸ καὶ μὴ φέρων τὰς ὀδύνας τὰς ἐντεῦθεν τῇ σαρκὶ προσγινομένας, ἔλεγεν· «Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα» (τρὶς ἐνταῦθα τὸ πολλάκις λέγων), «ὥστε ἐλευθερωθῆναι τοῦ σκόλοπος τούτου». Εἶτα ἐπειδὴ οὐκ ἐπέτυχε, μαθὼν τοῦ πράγματος τὸ κέρδος, καὶ ἡσύχασε, καὶ ἥσθη ἐπὶ τοῖς γινομένοις.

Καὶ σὺ τοίνυν κἂν οἴκοι μένῃς, καὶ τῇ κλίνῃ προσηλωμένη ᾗς, μὴ νόμιζε ἀργὸν βίον ζῆν· τῶν γὰρ ὑπὸ δημίων ἑλκομένων σπαραττομένων, τεινομένων, τῶν τὰ ἔσχατα πασχόντων χαλεπώτερα ὑπομένεις, δήμιον διηνεκῆ καὶ σύνοικον ἔχουσα, τῆς ἀῤῥωστίας ταύτης τὴν ὑπερβολήν.

δ’. Μὴ τοίνυν μήτε τελευτῆς ἐπιθύμει νῦν, μήτε ἀμέλει θεραπείας· οὐδὲ γὰρ τοῦτο ἀσφαλές. Διὰ τοι τοῦτο καὶ Τιμοθέῳ παραινεῖ σφόδρα ἐπιμελεῖσθαι ἑαυτοῦ ὁ Παῦλος. Τῆς μὲν οὖν ἀῤῥωστίας ἕνεκεν ἀρκεῖ ταῦτα εἰπεῖν. Εἰ δὲ τὸ κεχωρίσθαι ἡμῶν ποιεῖ σοι τὴν ἀθυμίαν, προσδόκα τούτου λύσιν. Καὶ τοῦτο οὐχ ἵνα παρακαλέσω σε εἶπον νῦν, ἀλλ’ οἶδα ὅτι πάντως ἔσται. Εἰ γὰρ μὴ ἔμελλεν ἔσεσθαι, πάλαι ἄν, ὡς ἔγωγε οἶμαι, ἀπεληλύθειν ἐντεῦθεν, τὸ γε ἧκον εἰς τοὺς ἐπενεχθέντας μοι πειρασμούς. Ἵνα γὰρ τὰ ἐν Κωνσταντινουπόλει παρῶ πάντα, μετὰ τὴν ἐκεῖθεν ἔξοδον, ἔξεστι μαθεῖν ὅσα κατὰ τὴν ὁδὸν τὴν μακρὰν ταύτην καὶ χαλεπήν, ὧν τὰ πλείω ἱκανὰ ἦν θάνατον τεκεῖν, ὑπομεμένηκα, ὅσα μετὰ τὴν ἐνταῦθα ἄφιξιν, ὅσα μετὰ τὴν μετανάστασιν τὴν ἀπὸ Κουκουσοῦ, ὅσα μετὰ τὴν Ἀραβισσῷ διατριβήν. Ἀλλὰ ταῦτα πάντα διεφύγομεν, καὶ νῦν ἐσμεν ἐν ὑγιείᾳ καὶ ἀσφαλείᾳ πολλῇ, ὡς καὶ Ἀρμενίους πάντας ἐκπλήττεσθαι, ὅτι ἐν οὕτως ἀσθενεῖ σώματι καὶ ἀραχνώδει οὕτως ἀφόρητον φέρω κρυμόν, ὅτι ἀναπνεῖν δύναμαι, τῶν ἐθάδων τοῦ χειμῶνος οὐ τὰ τυχόντα ἐντεῦθεν πασχόντων. Ἀλλ’ ἡμεῖς ἐμείναμεν ἀβλαβεῖς μέχρι τῆς σήμερον, καὶ λῃστῶν χεῖρας διαφυγόντες πολλάκις ἐπελθόντων, καὶ ἀπορίᾳ ἀναγκαίων συζῶντες, καὶ μηδὲ βαλανείῳ χρῆσθαι δυνάμενοι· καίτοι ἡνίκα αὐτόθι διετρίβομεν, συνεχῶς τούτου δεόμενοι, νῦν δὲ ἐν τοιαύτῃ ἕξει κατέστημεν, ὡς μηδὲ ἐπιθυμεῖν τῆς ἐντεῦθεν παραμυθίας, ἀλλὰ καὶ ὑγιεινότεροι ταύτῃ γενέσθαι. Καὶ οὔτε ἀέρων δυσκολία, οὐ τῶν θεραπευσόντων ἐρημία, οὐκ ἰατρῶν ἀμαθία, οὐ βαλανείων ἀπορία, οὐ τὸ διόλου, καθάπερ ἐν δεσμωτηρίῳ, ἐν ἑνὶ οἰκήματι καθεῖρχθαι, οὐ τὸ μὴ κινεῖσθαι, οὗπερ ἀεὶ συνεχῶς ἐδεόμην, οὐ τὸ καπνῷ καὶ πυρὶ διηνεκῶς ὁμιλεῖν, οὐ λῃστῶν φόβος, οὐ πολιορκία διηνεκής, οὐκ ἄλλο τῶν τοιούτων οὐδὲν ἡμῶν περιγέγονεν· ἀλλ’ ὑγιεινότερον διακείμεθα ἢ αὐτόθι ἦμεν, πολλῇ μέντοι κεχρημένοι τῇ ἐπιμελείᾳ. Ταῦτα οὖν πάντα λογιζομένη, διακρούου τὴν κατέχουσάν σε νῦν ὑπὲρ τούτων ἀθυμίαν, καὶ μὴ σαυτὴν ἀπαιτεῖ δίκας περιττὰς καὶ χαλεπάς. Ἔπεμψέ σοι ἅπερ ἔγραψα πρώην, ὅτι τὸν ἑαυτὸν οὐκ ἀδικοῦντα οὐδεὶς ἕτερος παραβλάψαι δυνήσεται· καὶ τοῦτον ἠγωνίσατο τὸν ἀγῶνα ὁ λόγος, ὃν ἀπέσταλκά σου τῇ τιμιότητι νῦν. Συνεχῶς δὴ οὖν αὐτὸν ἐπέρχου· εἰ δὲ ὑγιαίνοις, καὶ ἐπὶ γλώττης φέρε. Ἱκανὸν γὰρ ἔσται σοι φάρμακον, ἐὰν ἐθέλοις. Εἰ δὲ φιλονεικοίης ἡμῖν, καὶ μήτε θεραπεύοις σαυτήν, μήτε μυριὰς ἀπολαύουσα παραινέσεώς τε καὶ παρακλήσεως, βουληθείης ἀνενεγκεῖν ἐκ τῶν τελμάτων τῆς ἀθυμίας, οὐ ῥᾳδίως οὐδὲ ἡμεῖς ὑπακουσόμεθα πρὸς τὸ πυκνὰς σοι καὶ μακρὰς πέμπειν ἐπιστολάς, εἰ μηδὲν μέλλοις ἐντεῦθεν κερδαίνειν εἰς εὐθυμίαν. Πῶς οὖν τοῦτο εἰσόμεθα; Οὐκ ἐὰν λέγῃς, ἀλλ’ ἐὰν διὰ τῶν πραγμάτων δεικνύῃς, ἐπεὶ καὶ νῦν ἔφης μηδὲν τῶν ἄλλων, ἀλλὰ τὴν ἀθυμίαν σοι τὴν νόσον εἰργάσθαι ταύτην. Ἐπεὶ οὖν αὐτῇ τοῦτο ὡμολόγησας, ἂν μὴ τῆς ἀῤῥωστίας ἀπαλλαγῆς, οὐ πεισόμεθα, ὅτι καὶ τῆς ἀθυμίας ἀπήλλαξαι. Εἰ γὰρ αὕτη ἐστὶν ἡ τὴν νόσον ποιοῦσα, καθὼς καὶ αὐτὴ ἀπέσταλκας, εὔδηλον ὅτι λυθείσης αὐτῆς κἀκείνη συναναιρεθήσεται, καὶ τῆς ῥίζης ἀνασπασθείσης, καὶ οἱ ταύτης συναπόλλυνται κλάδοι. Ὡς ἐὰν μένωσιν ἀνθοῦντες καὶ ἀκμάζοντες, καὶ καρπὸν φέροντες τὸν οὐ πρέποντα, οὐ δυνάμεθα πεισθῆναι, ὅτι τῆς ῥίζης ἠλευθέρωσαι. Μὴ τοίνυν μοι ῥήματα, ἀλλὰ πράγματα δεῖξον, κἂν ὑγιαίνῃς, ὄψει πάλιν ἐπιστολὰς πεμπομένας σοι λόγων ὑπερβαινούσας μέτρον. Μὴ δὴ μικρὰν νόμιζέ σοι παράκλησιν εἶναι, ὅτι ζῶμεν, ὅτι ὑγιαίνομεν, ὅτι ἐν τοσαύταις πραγμάτων ὄντες περιστάσεσιν, νόσου καὶ ἀῤῥωστίας ἀπηλλάγμεθα, ὃ τοὺς ἐχθροὺς ἡμῶν, ὡς ἔγνων, σφόδρα λυπεῖ καὶ ὀδυνᾷ. Ἀκόλουθον οὖν καὶ ὑμᾶς μεγίστην ταύτην ἡγεῖσθαι παράκλησιν, καὶ κεφάλαιον παραμυθίας. Μὴ κάλει τὴν συνοδίαν σου ἔρημον, τὴν νῦν μειζόνως ἐν οὐρανοῖς ἐγγεγραμμένην διὰ τῶν παθημάτων, ὧν ὑπομένει. Σφόδρα ἤλγησα ὑπὲρ Πελαγίου τοῦ μονάζοντος. Ἐννόησον τοίνυν ὅσων ἄξιοι στεφάνων εἰσιν οἱ γενναίως στάντες, ὅταν ἄνδρες ἐν τοσαύτῃ ἀσκήσει διαγαγόντες καὶ καρτερίᾳ, οὕτω φανῶσιν ὑποσυρόμενοι.

Πρὸς τὴν αὐτὴν Ἐπιστολὴ Ε’.

α’. Ἐπετάθη τὰ τῆς θλίψεως ὑμῖν, καὶ πλατύτερα πάλιν ἐτέθη τὰ σκάμματα, καὶ μακρότεροι τῶν δρόμων οἱ δίαυλοι, καὶ πρὸς μείζονα φλόγα τῶν ἐπιβουλευόντων ὑμῖν αἴρεται ὁ θυμός. Ἀλλ’ οὐ θορυβεῖσθαι, οὐδὲ ταράττεσθαι, ἀλλὰ διὰ ταῦτα μὲν οὖν μάλιστα χαίρειν δεῖ, καὶ σκιρτᾷν, καὶ στεφανοῦσθαι, καὶ χορεύειν. Εἰ γὰρ μὴ καιρίας ἐν τοῖς ἔμπροσθεν ἐδώκατε τῷ διαβόλῳ τὰς πληγάς, οὐκ ἂν οὕτως ἠγριώθη τὸ θηρίον, ὡς καὶ περαιτέρω προελθεῖν. Δεῖγμα τοίνυν καὶ τῆς ἡμετέρας ἀνδρείας καὶ νίκης, καὶ τῆς ἥττης ἐκείνου τῆς πολλῆς, τὸ μειζόνως ἐφάλλεσθαι, καὶ ἐπιπηδᾷν, καὶ πλείονα ἐπιδείκνυσθαι τὴν ἀναισχυντίαν, καὶ δαψιλέστερον ἐκχεῖν τὸν ἰόν. Ἐπεὶ καὶ ἐπὶ τοῦ μακαρίου Ἰώβ, ἐπειδὴ ἐν τῇ τῶν χρημάτων ἀποβολῇ ἡττηθῇ, καὶ τῇ τῶν παίδων ἀφαιρέσει, δεῖγμα καὶ τότε ἐκφέρων τοῦ χαλεπὰ τραύματα δέξασθαι, ἐπὶ τὸ κεφάλαιον ὥρμησε τῶν κακῶν, τὴν τῆς σαρκὸς πολιορκίαν, τὴν τῶν σκωλήκων πηγήν, τὸν τῶν τραυμάτων χορόν· χορὸν γὰρ αὐτὸν ἐγώ, καὶ στέφανον καλῶ, καὶ μυρίων βραβείων ἑσμόν. Καὶ οὐδὲ ἐνταῦθα ἔστη· ἀλλ’ ἐπειδὴ οὐδὲν ὑπελείπετο ἕτερον αὐτῷ μηχάνημα τοιοῦτον (ὡς γὰρ ἔσχατον ὅρον συμφορῶν, οὕτως τὴν νόσον ἐπήγαγεν ἐκείνην), καὶ ἕτερα πάλιν ἐκίνει μηχανήματα, γυναῖκα ὁπλίζων, τοὺς φίλους παροξύνων, τοὺς οἰκέτας διεγείρων καὶ θηριώδεις ποιῶν, καὶ διὰ πάντων τὰ τραύματα ἀναξαίνων. Ὃ δὲ καὶ νῦν ἐπιχειρῶν οὐ παύεται· ἀλλὰ κατὰ τῆς ἑαυτοῦ κεφαλῆς· ὡς τὰ γε ὑμετέρα ἐντεῦθεν λαμπροτέραν καὶ μείζονα καὶ φαιδροτέρα καθ’ ἑκάστην γίνεται τὴν ἡμέραν, πλείων ὑμῖν ὁ πλοῦτος, δαψιλεστέρα ἡ ἐμπορία, ἐπάλληλοι καὶ συνεχεῖς οἱ στέφανοι, πολλὴ δι’ αὐτῶν τῶν δεινῶν τῆς ἀνδρείας ὑμῖν ἡ προσθήκη, καὶ αἱ ἐπιβουλαὶ τῶν ἐχθρῶν ἄλειμμα γίνονται τῆς καρτερίας τῆς ὑμετέρας. Τοιαύτη γὰρ τῆς θλίψεως ἡ φύσις· τοὺς πράως αὐτὴν καὶ γενναίως φέροντας ἀνωτέρους ποιεῖ τῶν δεινῶν, ὑψηλοτέρους τῶν τοῦ διαβόλου βελῶν, καὶ παιδεύει καταφρονεῖν τῶν ἐπιβούλων. Ἐπεὶ καὶ τὰ δένδρα τὰ μὲν σκιατροφούμενα, μαλακωτέραν γίνεται, καὶ πρὸς τὴν καρπῶν γένεσιν ἀχρηστότερα· τὰ δὲ ἀέρων ἀνωμαλίᾳ ὁμιλοῦντα, καὶ πνευμάτων δεχόμενα ἐμβολάς, καὶ θέρμην ἀκτῖνος, αὐτὰ τε ἰσχυρότερα καθίσταται, καὶ τοῖς φύλλοις κομᾷ, καὶ τῷ καρπῷ βρίθεται. Οὕτω καὶ ἐπὶ τῆς θαλάσσης συμβαίνειν εἴωθεν· οἱ μὲν γὰρ πρῶτον ἐπιβάντες νηός, κἂν σφόδρα γενναῖοί τινες τυγχάνωσιν ὄντες, ὑπὸ τῆς ἀπειρίας ταράττονται, θορυβοῦνται, σκοτοδίνοις ἰλίγγοις κατέχονται· οἱ δὲ πολλὰ διαβάντες πελάγη, καὶ πολλοὺς ὑπομείναντες χειμῶνας, καὶ ὑφάλους καὶ σκοπέλους, καὶ σπιλάδας, καὶ θηρίων ἐφόδους, καὶ πειρατῶν ἐπιβουλάς, καὶ καταποντιστῶν, καὶ συνέχων ἀνασχόμενοι χειμώνων, τῶν ἐπὶ γῆς λοιπὸν βαδιζόντων θαῤῥαλεώτερον ἐπὶ τῆς νηὸς κάθηνται, οὐκ ἔνδον παρὰ τὴν τρόπιν, ἀλλὰ καὶ αὐτοὶ ἐνιζάνοντες τοῖς τοίχοις τῆς νηός, καὶ ἐπὶ πρῴρας καὶ ἐπὶ πρύμνης ἀδεῶς ἱστάμενοι· καὶ οἱ πρὸ τούτου ἐπ’ ὄψιν μετὰ τρόμου καὶ φόβου κείμενοι, μετὰ τὴν πολλὴν τοῦ χειμῶνος πεῖραν, καὶ σχοῖνον ἕλκουσι, καὶ ἱστία ἀνάγουσι, καὶ κωπῶν ἅπτονται, καὶ πανταχοῦ τῆς νηὸς μετὰ εὐκολίας περιτρέχουσι. Μηδὲν τοίνυν ὑμᾶς θορυβείτω τῶν συμπιπτόντων. Εἰς τοῦτο γὰρ ἡμᾶς κατέστησαν οἱ ἐχθροὶ ἄκοντες, εἰς τὸ μὴ δύνασθαι κακῶς παθεῖν πάντα μὲν αὐτῶν κενώσαντες τὰ βέλη, οὐδὲν δὲ πλέον ἐντεῦθεν ἀνύσαντες, ἢ τὸ καταισχύνεσθαι, καὶ γελᾶσθαι, καὶ ὥσπερ κοινοὺς τῆς οἰκουμένης ἐχθρούς, οὕτω πανταχοῦ φαίνεσθαι. Ταῦτα τῶν ἐπιβουλευόντων τὰ ἐπίχειρα, τοῦτο τῶν πολέμων τὸ τέλος. Βαβαί, πηλίκον ἐστὶν ἡ ἀρετή, καὶ τῶν παρόντων ὑπεροψία πραγμάτων· δι’ ἐπιβούλων κερδαίνει, διὰ τῶν ἐπιβουλευόντων στεφανοῦται, διὰ τῶν κακῶς ποιούντων διαλάμπει μειζόνως, διὰ τῶν ἐπισύρειν ἐπιχειρούντων ἰσχυροτέρους ποιεῖ τοὺς μετιόντας αὐτήν, ὑψηλοτέρους, ἀχειρώτους, ἀναλώτους, οὐχ ὅπλων, οὐ δοράτων δεομένους, οὐ τειχῶν, οὐ τάφρων, οὐ πύργων, οὐ χρημάτων, οὐ στρατοπέδων, ἀλλὰ γνώμης στεῤῥᾶς μόνον, καὶ ἀπεριτρέπτου ψυχῆς, καὶ πᾶσαν ἀνθρωπίνην ἐπιβουλὴν ἐλέγχει.

β’. Ταῦτα οὖν, δέσποινά μου θεοφιλεστάτη, καὶ σαυτῇ καὶ ταῖς μετὰ σοῦ τὸν καλὸν τοῦτον ἀγῶνα ἀγωνιζομέναις ἐπᾴδουσα, ἀνίστη τὰ φρονήματα πασῶν, συγκροτοῦσά σου τὴν παράταξιν, ὥστε διπλοῦν καὶ τριπλοῦν καὶ πολλαπλασίονα γενέσθαι σοι τὸν στέφανον τῆς ἀρετῆς, δι’ ὧν τε αὐτὴ πάσχεις, δι’ ὧν τε ἑτέρας εἰς ταῦτα ἐναγεῖς· καὶ πείθουσα πάντα πράως φέρειν, καὶ ὑπερορᾶν τῶν σκιῶν, καὶ καταφρονεῖν τῆς τῶν ὀνειράτων ἀπάτης, καὶ καταπατεῖν τὸν πηλόν, καὶ τοῦ καπνοῦ μηδένα ποιεῖσθαι λόγον, καὶ τὰς ἀράχνας μὴ νομίζειν ὑμῖν διενοχλεῖν, καὶ παρατρέχειν τὸν σηπόμενον χόρτον. Ταῦτα γὰρ ἅπαντα τῆς ἀνθρωπίνης εὐημερίας ἡ ματαιότης, καὶ τούτων δὲ εὐτελέστερα. Καὶ οὐκ ἂν τις ῥᾳδίως εἰκόνα εὕροι ἀκριβῶς αὐτῆς τὴν ματαιότητα παριστῶσαν. Μετὰ γὰρ τῆς οὐδενείας ταύτης οὐ μικρὰν φέρει καὶ βλάβην τοῖς πρὸς αὐτὰ κεχηνόσιν, οὐκ ἐν τῷ μέλλοντι μόνον αἰῶνι, ἀλλὰ καὶ ἐν τῷ παρόντι βίῳ, καὶ κατὰ ταύτας τὰς ἡμέρας, ἐν αἷς δοκοῦσιν αὐταῖς ἐντρυφᾷν. Καθάπερ γὰρ ἡ ἀρετή, καὶ κατ’ αὐτὸν τὸν καιρὸν καθ’ ὃν πολεμεῖται, σκιρτᾷ καὶ θάλλει, καὶ φαιδροτέρα δείκνυται· οὕτω καὶ ἡ κακία, καὶ κατ’ αὐτὸν τὸν καιρὸν καθ’ ὃν θεραπεύεται καὶ κολακεύεται, δείκνυσιν αὐτῆς τὴν ἀσθένειαν, καὶ τὸν πολὺν γέλωτα, καὶ τὴν ἄφατον κωμῳδίαν. Τὶ γάρ, εἰπὲ μοι, τοῦ Κάϊν ἐλεεινότερον γέγονε, καὶ κατ’ αὐτὸν τὸν καιρόν, καθ’ ὃν ἐδόκει κρατεῖν τοῦ ἀδελφοῦ, καὶ περιγεγενῆσθαι, καὶ τοῦ θυμοῦ καὶ τῆς ὀργῆς ἐμπεφορῆσθαι, ἐκείνης τῆς ἀδίκου καὶ μυσαράς; Τὶ δὲ τῆς δεξιᾶς ἐκείνης ἀκαθαρτότερον, τῆς δοκούσης νενικηκέναι, τῆς δεξιᾶς, ἢ τὴν πληγὴν ἐπήγαγεν, καὶ τὸν φόνον εἰργάσατο, καὶ τῆς αἰσχίστης γλώττης, ἢ τὸν δόλον ἔῤῥαψε, καὶ τὰ δίκτυα ἥπλωσεν; Καὶ τὶ λέγω τὰ μέλη τὰ τὸν φόνον ἐργασάμενα; Καὶ γὰρ ὅλον τὸ σῶμα ἐκολάζετο, τῷ στεναγμῷ, τῷ τρόμῳ διηνεκῶς παραδοθέν. Ὣ καινῶν πραγμάτων! Ὣ παραδόξου νίκης! Ὣ ξένου τροπαίου! Ὁ μὲν σφαγεὶς καὶ νεκρὸς κείμενος ἐστεφανοῦτο καὶ ἀνεκηρύττετο· ὁ δὲ νικήσας καὶ περιγεγονώς, οὐ μόνον ἀστεφάνωτος ἔμενεν, ἀλλὰ δι’ αὐτὸ μὲν οὖν τοῦτο ἐκολάζετο, καὶ ἀφορήτοις παρεδίδοτο τιμωρίαις, καὶ διηνεκεῖ βασάνῳ· καὶ τοῦ κινουμένου καὶ ζῶντος καὶ φθεγγομένου ὁ πεπληγὼς καὶ τεθνεώς, καὶ τοῦ φθεγγομένου ὁ ἄφωνος κατηγορεῖ· μᾶλλον δὲ οὐδὲ ὁ τεθνεώς, ἀλλὰ τὸ μὲν αἷμα ψιλόν, καὶ τοῦ σώματος χωρισθέν, ἤρκεσεν εἰς τοῦτο μόνον. Τοσαύτη τῶν ἐναρέτων ἡ περιουσία, καὶ τελευτησάντων· τοσαύτη τῶν πονηρῶν ἡ ἀθλιότης, καὶ ζώντων. Εἰ δὲ ἐν τῷ σκάμματι τοιαῦτα τὰ βραβεῖα, ἐννόησον μετὰ τοὺς ἀγῶνας ἡλίκαι αἱ ἀμοιβαί, ἐν τῷ καιρῷ τῆς ἀντιδόσεως, ἐν τῇ χορηγίᾳ τῶν ἀγαθῶν ἐκείνων, τῶν πάντα ὑπερβαινόντων λόγον. Τὰ μὲν γὰρ λυπηρά, οἷα ἂν ᾗ, παρὰ ἀνθρώπων ἐπάγεται, καὶ μιμεῖται τῶν ἐπιφερόντων τὴν εὐτέλειαν· τὰ δὲ δῶρα καὶ αἱ ἀμοιβαὶ παρὰ τοῦ Θεοῦ δίδονται· διὸ καὶ τοιαῦτά ἐστιν, οἷα εἰκὸς παρὰ τῆς ἀφάτου δωρεᾶς ἐκείνης διδόμενα. Χαῖρε τοίνυν καὶ εὐφραίνου, στεφανηφοροῦσα, πομπεύουσα, τὰ κέντρα τῶν ἐχθρῶν καταπατοῦσα μᾶλλον, ἢ πηλὸν ἕτεροι. Καὶ δήλου συνεχῶς ἡμῖν τὰ περὶ τῆς ὑγιείας σου, ἵνα καὶ ἐντεῦθεν πολλὴν καρπωσώμεθα τὴν εὐφροσύνην. Οἶσθα γὰρ ὡς οὐ μικρὰ ἡμῖν ἔσται παραμυθία, καὶ ἐν ἐρημίᾳ καθημένοις, ὅταν συνεχῶς μανθάνωμεν περὶ τῆς ῥώσεως τῆς σῆς. Ἔῤῥωσο.

Πρὸς τὴν αὐτὴν Ἐπιστολὴ Ϛ’.

α’. Ἀπ’ αὐτῶν ἀναβὰς τῶν τοῦ θανάτου πυλῶν, ταῦτα ἐπιστέλλω πρὸς τὴν σὴν κοσμιότητα· διὸ καὶ σφόδρα ἥσθην, ὅτι νῦν ἀπηντήκασιν οἱ παῖδες εἰς λιμένα λοιπὸν ὁρμίζουσιν ἡμῖν. Εἰ γὰρ πελαγιῶ μοι σαλεύοντι ἔτι, καὶ τὰ χαλεπὰ τῆς ἀῤῥωστίας ἐκδεχομένῳ κύματα συνήντησαν, οὐδὲ ἀπατῆσαί μοι ῥᾴδιον ἦν τὴν σὴν εὐλάβειαν, χρηστὰ ἀντὶ δυσχερῶν ἀπαγγέλλοντι. Καὶ γὰρ ὁ χειμὼν τοῦ συνήθους γενόμενος σφοδρότερος, χαλεπώτερον ἡμῖν καὶ τοῦ στομάχου τὸν χειμῶνα ἐπήγαγε· καὶ νεκρῶν οὐδὲν ἄμεινον τοὺς δύο διετέλεσα μῆνας τούτους, ἀλλὰ καὶ χαλεπώτερον. Τοσοῦτον γὰρ ἔζων, ὅσον ἐπαισθάνεσθαι τῶν πάντοθεν κυκλούντων με δεινῶν, καὶ πάντα μοι νὺξ ἦν, καὶ ἡμέρα, καὶ ὄρθρος, καὶ μεσημβρία μέση, καὶ διημέρευον τῇ κλίνῃ προσηλωμένος· καὶ μυρία μηχανώμενος, οὐκ ἴσχυον τὴν ἐκ τοῦ κρυμοῦ βλάβην ἀποτινάξασθαι· ἀλλὰ καὶ πῦρ ἀνακαίων, καὶ καπνοῦ χαλεπωτάτου ἀνεχόμενος, καὶ ἐν ἑνὶ δωματίῳ καθειργμένος, καὶ μυρία ἐπιβλήματα ἔχων, καὶ μηδὲ τὸν οὐδὸν ὑπερβῆναι τολμῶν, τὰ ἔσχατα ἔπασχον, ἐμέτων τε συνεχῶς ἐπιγινομένων κεφαλαλγίας, ἀνορεξίας, ἀγρυπνίας διηνεκοῦς. Τὰ γοῦν πελάγη τῆς νυκτὸς τὰ τούτῳ μακρὰ ἀγρυπνῶν διετέλουν. Ἀλλ’ ἵνα μὴ πλέον τοῖς δυσχερέσιν ἐνδιατρίβων κατατείνω σου τὴν διάνοιαν, πάντων ἀπηλλάγμεθα τούτων νῦν. Ὁμοῦ τε γὰρ ἐπέστη τὸ ἔαρ, καὶ μικρὰ τις τοῦ ἀέρος γέγονε μεταβολή, αὐτόματα πάντα ἐλύθη. Ἀλλ’ ὅμως καὶ νῦν πολλῆς δέομαι τῆς ἀκριβείας κατὰ τὴν δίαιταν· διὰ δὴ τοῦτο κοῦφον ποιῶ τῷ στομάχῳ τὸ φορτίον, ὥστε αὐτὸ δύνασθαι καὶ ῥᾳδίως διατιθέναι. Οὐχ ὡς ἔτυχε δὲ ἡμᾶς κατέστησεν ἐν φροντίδι καὶ τὸ μαθεῖν πρὸς ἐσχάτας ἀναπνοὰς εἶναί σου τὴν κοσμιότητα. Ἀλλ’ ὅμως διὰ τὸ στέργειν σφόδρα καὶ μεριμνᾷν, καὶ φροντίζειν τὰ σά, καὶ πρὸς τῶν γραμμάτων τῆς τιμιότητός σου, ταύτης ἀπηλλάγημεν τῆς μερίμνης, πολλῶν ἐκεῖθεν ἐλθόντων καὶ ἀπαγγειλάντων τὰ περὶ τῆς ὑγιείας τῆς σῆς.

Καὶ νῦν χαίρω σφόδρα καὶ εὐφραίνομαι, οὐχ ὅτι τῆς ἀῤῥωστίας ἀπηλλάγης μόνον, ἀλλὰ πρὸ πάντων, ὅτι οὕτω γενναίως φέρεις τὰ συμπίπτοντα, μῦθον ἅπαντα ταῦτα καλοῦσα· καὶ τὸ δὴ μεῖζον, ὅτι καὶ τῇ τοῦ σώματος ἀῤῥωστίᾳ ταύτην περιέθηκας τὴν προσηγορίαν, ὃ ψυχῆς ἐστι νεανικῆς καὶ πολλῷ τῷ τῆς ἀνδρίας βρυούσης καρπῷ. Τὸ γὰρ μὴ μόνον φέρειν γενναίως τὰ δυσχερῆ, ἀλλὰ μηδὲ παρόντων αὐτῶν αἰσθάνεσθαι, ἀλλ’ ὑπερορᾶν καὶ μετὰ πολλῆς τῆς ἀπραγμοσύνης τὸν τῆς ὑπομονῆς ἀναδήσασθαι στέφανον, οὐ κάμνουσαν, οὐδὲ ἱδροῦσαν, οὐδὲ πράγματα ἔχουσαν, οὐδὲ ἑτέροις παρέχουσαν, ἀλλ’ ὥσπερ σκιρτῶσαν καὶ χορεύουσαν, τοῦτο τῆς ἀκριβεστάτης φιλοσοφίας ἐστὶν ἀπόδειξις. Διὰ ταῦτα χαίρω καὶ σκιρτῶ, πέτομαι ὑπὸ τῆς ἡδονῆς, οὐκ αἰσθάνομαι τῆς παρούσης ἐρημίας, οὐδὲ τῶν λοιπῶν περιστάσεως, εὐφραινόμενος καὶ γαννύμενος, σφόδρα καλλωπιζόμενος ἐπὶ τῇ σῇ μεγαλοφροσύνῃ καὶ τοῖς ἐπαλλήλοις Νικίας, οὐ διὰ σὲ μόνον, ἀλλὰ καὶ διὰ τὴν μεγάλην καὶ πολυάνθρωπον πόλιν ἐκείνην, ᾗ καὶ ἀντὶ πύργου καὶ λιμένος γέγονας καὶ τείχους, λαμπρὰν τὴν διὰ τῶν πραγμάτων ἀφιεῖσα φωνήν, καὶ ἑκάτερον τὸ γένος ἐν τοῖς παθήμασί σου παιδεύουσα, καὶ ἀποδύεσθαι ῥᾳδίως πρὸς τοιούτους ἀγῶνας, καὶ καταβαίνειν εἰς τὰ σκάμματα μετὰ ἀνδρείας ἁπάσης, καὶ φέρειν εὐκόλως τοὺς ἐκ τῶν τοιούτων ἀγώνων ἱδρῶτας. Καὶ τὸ δὴ θαυμαστόν, ὅτι οὐκ εἰς ἀγορὰν ἐμβάλλουσα, οὐδὲ τὰ μέσα τῆς πόλεως καταλαμβάνουσα, ἀλλ’ ἐν οἰκίσκῳ βραχεῖ καὶ θαλάμω καθημένη, νευροῖς, ἀλείφεις τοὺς ἑστῶτας, καὶ τῆς θαλάττης οὕτω μαινομένης, καὶ τῶν κυμάτων οὕτω κορυφουμένων, σκοπέλων τε καὶ ὑφάλων, καὶ σπιλάδων, καὶ θηρίων πάντοθεν ἀγρίων ἀναφαινομένων, καὶ νυκτὸς βαθυτάτης πάντα κατεχούσης, ὥσπερ ἐν μεσημβρίᾳ καὶ γαλήνῃ καὶ κατὰ πρύμναν τοῦ πνεύματος ἱσταμένου, οὕτως ἀναπετάσασα τῆς ὑπομονῆς τὰ ἱστία, μετὰ πολλῆς πλέεις τῆς εὐκολίας, οὐ μόνον οὐ κλυδωνιζομένη ὑπὸ τοῦ χαλεποῦ τούτου χειμῶνος, ἀλλ’ οὐδὲ περιῤῥαντιζομένη· καὶ μάλα γε εἰκότως· τοιαῦτα γὰρ τῆς ἀρετῆς τὰ πηδάλια. Καὶ ἔμποροι μέν, καὶ κυβερνῆται, καὶ ναῦται, καὶ πλωτῆρες, ἐπειδὰν ἴδωσι νεφῶν συνδρομήν, ἢ ἀγρίων ἀνέμων ἐμβολήν, ἢ τὸ ῥόθιον τοῦ κύματος σφοδροτάτῳ ζέον ἀφρῶ, εἴσω λιμένος τὰ πλοῖα κατέχουσιν· εἰ δὲ που καὶ τύχοιεν ἐν πελάγει σαλεύοντες, πάντα ποιοῦσι καὶ μηχανῶνται, ὥστε πρὸς ὅρμον, ἣν νῆσον, ἢ ἀκτὴν προσορμίσαι τὸ σκάφος. Σὺ δὲ μυρίων πνευμάτων, τοσούτων ἀγρίων κυμάτων πάντοθεν συῤῥηγνυμένων, τοῦ βυθοῦ τῆς θαλάττης ἀναστραφέντος διὰ τὴν χαλεπότητα τοῦ χειμῶνος, καὶ τῶν μὲν ὑποβρυχίων γενομένων, τῶν δὲ ἐπιπλεόντων νεκρῶν τοῖς ὕδασιν, ἑτέρων γυμνῶν ἐπὶ σανίδος φερομένων, εἰς μέσον ἁλλομένη τὸ πέλαγος τῶν κακῶν, μῦθον ἅπαντα ταῦτα καλεῖς, ἐξουρίας ἐν χειμῶνι πλέουσα· καὶ μάλα εἰκότως. Οἱ μὲν γὰρ κυβερνῆται, κἂν μυριάκις ὦσι σοφοὶ τὴν ἐπιστήμην ἐκείνην, ἀλλ’ οὐκ ἔχουσι τέχνην ἀρκοῦσαν ἀντιστῆναι παντὶ χειμῶνι· διὸ καὶ φεύγουσι πολλάκις τὴν πρὸς τὰ κύματα μάχην. Σοὶ δὲ ἐστιν ἐπιστήμη παντὸς ἀνωτέρα χειμῶνος, τῆς φιλοσόφου ψυχῆς ἡ δύναμις, ἢ καὶ στρατοπέδων μυρίων ἐστὶν ἰσχυρότερα, καὶ ὅπλων δυνατωτέρα, καὶ πύργων καὶ τειχῶν ἀσφαλεστέρα. Στρατιώταις μὲν γὰρ καὶ ὅπλα, καὶ τείχη, καὶ πύργοι, πρὸς σώματος ἀσφάλειαν χρήσιμα μόνον, καὶ τοῦτο οὐκ ἀεί, οὐδὲ διὰ παντός· ἀλλ’ ἔστιν ὅτε καὶ ἡττᾶται ἅπαντα ταῦτα, καὶ ἐρήμους αὐτῶν προστασίας τοὺς καταφεύγοντας ἀφίησιν. Τὰ δὲ σὰ οὐ βέλη βαρβαρικά, οὐδὲ μηχανήματα πολεμίων ἀνθρώπων, οὐδὲ ἐφόδους καὶ κλοπὰς τοιαύτας διελέγχει, ἀλλὰ τὰς τῆς φύσεως κατεπάτησεν ἀνάγκας, καὶ τὴν τυραννίδα κατέλυσε, καὶ τὴν ἀκρόπολιν αὐτῶν καθεῖλε. Καὶ δαίμοσι πυκτεύουσα διηνεκῶς, μυρίας μὲν ἥρω νίκας, οὐδεμίαν δὲ ἐδέξω πληγήν, ἀλλ’ ἕστηκας ἄτρωτος ἐν τοσαύτῃ βελῶν νιφάδι, καὶ τὰ ἀκόντια τὰ κατὰ σοῦ ῥιπτόμενα πρὸς τοὺς ἀφιέντας ὑποστρέφει πάλιν. Τοιαύτη σου τῆς τέχνης ἡ σοφία· δι’ ὧν πάσχεις κακῶς, τοὺς ποιοῦντας ἀμύνῃ· δι’ ὧν ἐπιβουλεύῃ, τοὺς πολεμοῦντας λυπεῖς, ὑπόθεσιν μεγίστην ἔχουσα πρὸς εὐδοκιμήσεως ἀφορμὴν μείζονος τὴν ἐκείνων κακίαν. Ταῦτα καὶ αὐτῇ εἰδυῖα καλῶς, καὶ τῇ πείρᾳ τὴν αἴσθησιν ἔχουσα, εἰκότως μῦθον ἅπαντα ταῦτα καλεῖς. Πῶς γὰρ οὐκ ἂν καλέσῃς, εἰπὲ μοι, μῦθον, θνητὸν σῶμα λαχοῦσα, καὶ θανάτου οὕτω καταφρονοῦσα, ὦσοι τὴν ἀλλοτρίαν ἐπειγόμενοι καταλιπεῖν, καὶ πρὸς τὴν οἰκείαν ἐπανελθεῖν πατρίδα; Ἀῤῥωστίᾳ συζῶσα χαλεπωτάτῃ, καὶ τῶν εὐσαρκούντων καὶ σφριγώντων ἥδιον διακειμένη, οὐχ ὕβρεσι ταπεινουμένην, οὐ τιμαῖς καὶ δόξαις ἐπαιρομένη, τοῦτο δὴ τὸ μυρίων πολλοῖς αἴτιον γενόμενον κακῶν, οἳ καὶ ἐν ἱερωσύνῃ διαλάμψαντες, καὶ πρὸς ἔσχατον γῆρας ἐλάσαντες καὶ βαθυτάτην πολιάν, ἐντεῦθεν ὤλισθον, καὶ κοινὸν πρόκεινται τοῖς βουλομένοις κωμῳδεῖν θέατρον; Ἀλλ’ ἡ γυνή, καὶ ἀραχνῶδες, περικειμένη σῶμα, καὶ τοσαύτας ἐνεγκοῦσα προσβολάς, οὐ μόνον οὐδὲν ἔπαθες τοιοῦτον, ἀλλὰ καὶ ἑτέρους πολλοὺς παθεῖν ἐκώλυσας. Κἀκεῖνοι μὲν οὐδὲ μέχρι πολλοῦ τῶν ἀγώνων προελθόντες, ἀλλὰ ἐξ αὐτῶν τῶν προοιμίων, καὶ βαλβῖδος αὐτῆς, ὡς εἰπεῖν, ἁλλόμενοι κατηνέχθησαν· σὺ δὲ μυριάκις τὴν ἐσχάτην νύσσαν περιελθοῦσα, καθ’ ἕκαστον δρόμον τὸν βραβεῖον ἥρπασας, ποικίλα παλαισμάτων ἐπιδειξαμένη καὶ ἀγώνων εἴδη· καὶ μάλα εἰκότως. Οὐδὲ γὰρ ἐν ἡλικίᾳ, οὔτε ἐν σώματι τὰ παλαίσματα τῆς ἀρετῆς, ἀλλ’ ἐν ψυχῇ μόνῃ καὶ γνώμῃ. Οὕτω καὶ γυναῖκες ἐστεφανώθησαν, καὶ ἄνδρες ὑπεσκελίσθησαν· οὕτω καὶ παῖδες ἀνεκηρύχθησαν, καὶ γεγηρακότες κατῃσχύνθησαν. Ἀεὶ μὲν οὖν χρὴ θαυμάζειν τοὺς μετιόντας ἀρετήν, μάλιστα δὲ ὅταν πολλῶν αὐτὴν ἀπολειπόντων, εὑρεθῶσί τινες αὐτῆς ἀντεχόμενοι. Διὰ δὴ τοῦτο καὶ τὴν σὴν ἐμμέλειαν θαυμάζειν ἄξιον μεθ’ ὑπερβολῆς, ὅτι τοσούτων τραπέντων ἀνδρῶν, γυναικῶν, γεγηρακότων, τῶν δοκούντων μεγίστην ὑπόληψιν ἔχειν, πάντων ἐπ’ ὄψιν κειμένων, οὐδὲ ἐκ πολλῆς πολέμου ῥύμης, οὐδὲ ἀπὸ σφοδρᾶς τῶν ἐχθρῶν παρατάξεως, ἀλλὰ πρὸς συμβολῆς πεσόντων, πρὸς συμπλοκῆς ἡττηθέντων, αὐτῇ μετὰ τοσαύτας μάχας, καὶ παρατάξεις οὐ μόνον οὐ κατεμαλακίσθης, οὐδὲ ἐταριχεύθης τῷ πλήθει τῶν κακῶν, ἀλλὰ καὶ νεανιεύῃ μειζόνως, καὶ τῶν ἀγώνων ἡ προσθήκη προσθήκην σοι δίδωσιν ἰσχύος. Ἡ γὰρ τῶν ἤδη κατορθωθέντων μνήμη, καὶ εὐφροσύνης, καὶ χαρᾶς, καὶ μείζονός σοι γίνεται προθυμίας ὑπόθεσις. Διὰ ταῦτα χαίρομεν, σκιρτῶμεν, εὐφραινόμεθα· οὐ γὰρ παύσομαι συνεχῶς τοῦτο λέγων, καὶ περιφέρων μου πανταχοῦ τῆς χαρᾶς τὴν ὑπόθεσιν. Ὥστε εἰ καὶ ἡ ἡμέτερός σε λυπεῖ χωρισμός, ἀλλὰ μεγίστη σοι αὕτη τῶν κατορθωμάτων ἡ παράκλησις· ἐπεὶ καὶ ἡμεῖς τοσοῦτον ἀπῳκισμένοι μῆκος ὁδοῦ, οὐ μικρὰν ἐντεῦθεν, ἀπὸ τῆς σῆς ἀνδρείας λέγω, καρπούμεθα εὐφροσύνην.

Πρὸς τὴν αὐτὴν Ἐπιστολὴ Ζ’.

α’. Τὶ φής; Οὐκ ἔστησας τρόπαιον, οὐδὲ ἥρω νίκην λαμπράν; Οὐδὲ ἀνεδήσω στέφανον ἀνθοῦντα διηνεκῶς; Ἀλλ’ οὐ ταῦτά φησιν ἡ οἰκουμένη πᾶσα, ἡ πανταχοῦ τῆς γῆς ᾄδουσά σου τὰ κατορθώματα; Εἰ γὰρ καὶ τὰ σκάμματα, καὶ οὐ ἀγῶνες ἐν ἑνὶ ἵδρυνται χωρίῳ, καὶ οἱ δίαυλοί σου τῶν δρόμων, καὶ τὰ ἀντὶ ἱδρῶτος αἵματος ἐμπεπλησμένα σου παλαίσματα αὐτόθι γέγονεν, ἀλλ’ ἡ δόξα τούτων καὶ ἡ εὐφημία τὰ τέρματα κατείληφε τῆς οἰκουμένης. Σὺ δὲ αὐτὰ μείζω βουλομένη ποιῆσαι, καὶ πλείονα τὰ βραβεῖα ἐργάσασθαι, καὶ τοὺς ἀπὸ τῆς ταπεινοφροσύνης αὐτοῖς προσέθηκας στεφάνους, λέγουσα τοσοῦτον ἀπέχειν τῶν τροπαίων τούτων, ὅσον οἱ νεκροὶ τῶν ζώντων. Ὅτι γὰρ ταπεινοφροσύνης τὰ ῥήματα, μᾶλλον ἐξ αὐτῶν σε ἐλέγξαι πειράσομαι τῶν γεγενημένῳ. Ἐξέπεσες πατρίδος, οἰκίας, φίλων, συγγενῶν· πρὸς τὴν ὑπερορίαν μετέστης· οὐ διέλιπες καθ’ ἑκάστην ἀποθνήσκουσα τὴν ἡμέραν, καὶ τὸ τῇ φύσει λεῖπον τῇ περιουσίᾳ τῆς προαιρέσεως ἀναπλήρωσα. Ἐπειδὴ γὰρ οὐκ ἔνι ἄνθρωπον ὄντα τῇ πείρᾳ πολλοὺς θανάτους ἀποθανεῖν, τῇ γνώμῃ τοῦτο πεποίηκας. Καὶ τὸ δὴ μέγιστον, τὰ μὲν πάσχουσα ,τὰ δὲ πείσεσθαι προσδοκῶσα, οὐκ ἐπαύσω τῷ συγχωροῦντι Θεῷ ταῦτα γίνεσθαι τὴν ὑπὲρ αὐτῶν ἀναφέρουσα δοξολογίαν, καὶ καιρίαν τῷ διαβόλῳ διδοῦσα πληγήν. Ὅτι γὰρ καὶ καιρίαν ἐδέξατο, ἔδειξε δι’ ὧν μειζόνως προσιὼν ὡπλίζετο· διὸ καὶ χαλεπώτερα τὰ ὕστερα τῶν πρώτων γέγονε. Καθάπερ γὰρ σκορπίος ἢ ὄφις, ὅταν βαθυτέραν λάβῃ πληγήν, μειζόνως τὸ κέντρον ἄρας κατὰ τοῦ πλήξαντος ἐξανίσταται, τῆς πολλῆς ἀλγηδόνος ἀπόδειξιν παρέχων τὴν ῥαγδαίαν κατὰ τοῦ παίοντος ῥύμην· οὕτω δὴ καὶ τὸ ἀναίσχυντο θύριον ἐκεῖνο, ἐπειδὴ τὰ τραύματα εἰς βάθος ἐδέξατο παρὰ τῆς θαυμασίας σου καὶ ὑψηλῆς ψυχῆς, μειζόνως ἐπεπήδησε, καὶ πλείους ἐπήγαγε πειρασμούς. Ἐπήγαγε μὲν γὰρ ἐκεῖνος, οὐχ ὁ Θεός· συνεχώρησε δὲ ὁ Θεός, αὔξων σου τὸν πλοῦτον, μείζονα ποιῶν τὴν ἐμπορίαν, πλείονα δὲ προξενῶν τὸν μισθόν, δαψιλεστέραν τὴν ἀντίδοσιν. Μὴ τοίνυν ταράττου, μηδὲ θορύβου. Τὶς γὰρ ποτε ἔκαμε πλουτῶν; Τὶς συνεχύθη ἐπὶ τὰς ὑψηλοτάτας ἐρχόμενος ἀρχάς; Εἰ δὲ οἱ τὰ ἀνθρώπινα ταῦτα συνάγοντες, τὰ ἐπίκηρα καὶ σκιᾶς ἀδρανέστερα, καὶ ἀνθῶν σηπομένων μᾶλλον μαραινόμενα, σκιρτῶσι, χορεύουσι, πέτονται ὑπὸ τῆς ἡδονῆς, τῆς ὁμοῦ τε φαινομένης καὶ ἀφιπταμένης, καὶ ποτάμιων ῥευμάτων μιμουμένης δρόμον· πολλῷ μᾶλλον σὲ δίκαιον, καὶ εἰ πρότερον ἧς ἐν ἀθυμίαις, τὸν παρόντα καιρὸν εὐθυμίας μεγίστης ποιήσασθαι πρόφασιν. Καὶ γὰρ ὁ θησαυρὸς σου ὃν συνήγαγες, ἄσυλος· καὶ τὸ ἀξίωμα, τὸ διὰ τῶν παθημάτων σοι τούτων συγκροτηθέν, διαδοχὴν οὐκ οἶδεν, οὐδὲ ἀναμένει τέλος, ἀλλ’ ἔστιν ἀπέραντον, οὐ δυσκολίᾳ καιρῶν, οὐκ ἀνθρώπων ἐπιβουλαῖς, οὐ δαιμόνων ἐφόδοις, οὐκ αὐτῇ διακοπτόμενον τῇ τελευτῇ. Εἰ δὲ βούλει καὶ θρηνεῖν, τοὺς τὰ τοιαῦτα ἐργαζομένους θρηνεῖ, τοὺς τῶν κακῶν τούτων αὐθέντας, τοὺς ὑπηρέτας, οἳ καὶ εἰς τὸ μέλλον μεγίστην ἐθησαύρισαν ἑαυτοῖς τιμωρίαν, καὶ ἐνταῦθα δίκην ἔδοσαν ἤδη τὴν ἐσχάτην, τοσούτων ἀποστρεφομένων αὐτοὺς κεῖ πολεμίους ἡγουμένων, ἐπαρωμένων, καταδικαζόντων. Εἰ δὲ οὐκ αἰσθάνονται τούτων, καὶ διὰ τοῦτο μάλιστά εἰσιν ἐλεεινοί, καὶ δακρύων ἄξιοι, καθάπερ οἱ φρενίτιδι κατεχόμενοι νόσῳ, λακτίζοντες μὲν καὶ παίοντες τοὺς ἀπαντῶντας εἰκῆ καὶ μάτην, πολλάκις δὲ καὶ τοὺς εὐηργετηκότας καὶ φίλους, οὐκ αἰσθανόμενοι δὲ τῆς μανίας, ἧς μαίνονται. Διὰ καὶ ἀνίατα νοσοῦσιν, οὔτε ἰατροὺς προσιέμενοι, οὔτε φαρμάκων ἀνεχόμενοι, ἀλλὰ καὶ τοὺς θεραπεύειν καὶ εὐεργετεῖν βουλομένους τοῖς ἐναντίοις ἀμειβόμενοι., ὥστε καὶ διὰ τοῦτο ἐλεεινοί, εἲ γε μὴ αἰσθάνονται τῆς τοσαύτης πονηρίας. Εἰ δὲ καὶ πρὸς τὴν ἑτέρων κατάγνωσιν οὐκ ἐπιστρέφονται, τοῦ οἰκείου συνειδότος τὸν ἔλεγχον ἀμήχανον αὐτοὺς διαφυγεῖν, τὸν ἄφυκτον, τὸν ἀδέκαστον, τὸν οὐδενὶ εἴκοντα φόβῳ, τὸν οὐ κολακείᾳ, οὐ χρημάτων δόσει διαφθειρόμενον, οὐ χρόνῳ μακρῷ μαραινόμενον.

β’. Ὁ γὰρ τοῦ Ἰακὼβ υἱός, ὁ πρὸς τὸν πατέρα εἰπών, ὅτι θηρίον πονηρὸν κατέφαγε τὸν Ἰωσήφ, καὶ τὸ πονηρὸν ἐκεῖνο ὑποκρινάμενος δρᾶμα, καὶ τῷ προσωπείῳ τούτῳ τὴν ἀδελφοκτονίαν συσκιάσαι ἐπιχειρήσας, τὸν μὲν πατέρα ἠπάτησε τότε, τὸ δὲ συνειδὸς οὐκ ἠπάτησεν, οὐδὲ ἔπεισεν ἡσυχάζειν· ἀλλ’ ἔμενεν αὐτοῦ κατεξανιστάμενον, καταβοῶν διηνεκῶς, καὶ οὐδέποτε ἐπιστομιζόμενον. Χρόνου γὰρ παρελθόντος μακροῦ, ὁ τὸν γεγεννηκότα ἀρνησάμενος τὸ τόλμημα, ὅπερ ἐτόλμησεν, ὁ μηδὲν τῶν ἄλλων ἀνθρώπων ἐξειπών, οὐδενὸς κατηγοροῦντος, οὐδενὸς ἐλέγχοντος, οὐδενὸς ἐφεστῶτος, οὐδὲ ἀναμιμνήσκοντος τῆς δραματουργίας ἐκείνη, κινδυνεύων περὶ ἐλευθερίας καὶ αὐτοῦ τοῦ ζῆν, δεικνὺς ὅτι οὐκ ἐπεστομίσθη τοῦ συνειδότος ὁ κατήγορος ἐν οὕτω μακρῷ χρόνῳ, οὐδὲ κατεχώσθη, ταῦτά φησι τὰ ῥήματα· «Ναί· ἐν ἁμαρτίαις γὰρ ἐσμεν περὶ τοῦ ἀδελφοῦ ἡμῶν· ὅτε κατεδέετο ἡμῶν, καὶ ὑπερείδομεν τὴν θλῖψιν αὐτοῦ, καὶ τὴν ὀδύνην τῆς ψυχῆς αὐτοῦ· καὶ νῦν ἐκζητεῖται τὸ αἷμα αὐτοῦ ἐξ ἡμῶν». Καίτοι ἕτερον ἦν, ὅπερ ἐπήγετο αὐτῷ ἔγκλημα, καὶ διὰ κλοπὴν ἐκρίνετο, καὶ ὡς ὑφελόμενος κύλικα χρυσῆν οὕτως εἰς δικαστήριον ἤγετο· ἀλλ’ ἐπειδὴ τούτων ἑαυτῷ οὐδὲν συνῄδει, ὑπὲρ μὲν τούτων οὐκ ἤλγει, οὐδὲ ἔφη ταῦτα πάσχειν ὑπὲρ ὧν ἐκρίνετο καὶ δέσμιος ἤγετο· ὑπὲρ δὲ ὧν οὐδεὶς ἐνεκάλει, οὐδὲ εὐθύνας ἀπῄτει, οὐδὲ εἰς δικαστήριον εἷλκε, μᾶλλον δὲ οὐδὲ ἤδη τετολμημένων αὐτῷ, ὑπὲρ δὴ τούτων αὐτὸς ἑαυτοῦ καὶ ἔλεγχος καὶ κατήγορος γίνεται. Ἐπελαμβάνετο γὰρ αὐτοῦ τὸ συνειδός, καὶ ὁ μετὰ ἀδείας τοσαύτης τὸ αἷμα ἐκχέας τοῦ ἀδελφοῦ, καὶ μηδὲν παθῶν, νῦν καὶ συμπαθητικὸς ἐγίνετο, καὶ τοῦ χοροῦ τῶν κοινωνησάντων αὐτῷ τῆς μιαιφονίας κατηγορεῖ, καὶ τὴν ὠμότητα πᾶσαν ἐτραγῴδει, λέγων· «Ὅτε κατεδέετο ἡμῶν, καὶ ὑπερείδομεν τὴν θλῖψιν αὐτοῦ, καὶ τὴν ὀδύνην τῆς ψυχῆς αὐτοῦ». Ἤρκει μὲν γὰρ ἡ φύσις, φησί, μαλάξαι καὶ ἐπικάμψαι πρὸς ἔλεον· ὁ δὲ καὶ δάκρυα προσετίθει, καὶ ἱκετηρίαν ἐτίθει, καὶ οὐδὲ οὕτως ἡμᾶς ἐπέκαμψεν· ἀλλ’ «Ὑπερείδομεν τὴν θλῖψιν αὐτοῦ, καὶ τὴν ὀδύνην τῆς ψυχῆς αὐτοῦ». Διὰ τοῦτο ἡμῖν τὸ δικαστήριον τοῦτο συγκεκρότηται, φησί, διὰ τοῦτο περὶ αἵματος κινδυνεύομεν, ἐπειδὴ καὶ ἡμεῖς εἰς αἷμα ἡμαρτήκαμεν. Οὕτω καὶ ὁ Ἰούδας οὐκ ἐνεγκὼν τοῦ συνειδότος τὸν ἔλεγχον, ἐπὶ βρόχον ὥρμησε, καὶ δι’ ἀγχόνης τὸν βίον κατέλυσεν. Καὶ ὅτε μὲν τὸ ἀναίσχυντον ἐκεῖνο συμβόλαιον ἐτόλμα, λέγων· «Τὶ θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν αὐτὸν παραδώσω»; Οὐ τοὺς ἀκούοντας ᾐσχύνετο, ὅτι μαθητὴς ὢν τοιαῦτα περὶ διδασκάλου ἐτύρευεν, οὐκ ἐν ταῖς ἡμέραις ταῖς μεταξὺ κατενύγη, ἀλλὰ μεθύων ἔτι τῇ ἡδονῇ τῆς φιλαργυρίας, οὐ σφόδρα ᾐσθάνετο τῆς κατηγορίας τοῦ συνειδότος. Ἐπειδὴ δὲ ἔπραξε τὴν ἁμαρτίαν, καὶ τὸ ἀργύριον ἔλαβε, καὶ ἡ ἡδονὴ μὲν ἐπαύσατο τοῦ λήμματος, ἡ δὲ κατηγορία τοῦ πλημμελήματος ἤνθει λοιπόν, τότε μηδενὸς ἀναγκάζοντος, μηδενὸς βιαζομένου, μηδενὸς παραινοῦντος, αὐτόματος ἀπελθών, τὸ τε ἀργύριον προσέῤῥιψε τοῖς δεδωκόσι, καὶ τὴν παρανομίαν ὡμολόγησεν αὐτοῦ, ἀκουόντων ἐκείνων λέγων· «Ἥμαρτον παραδοὺς αἷμα ἀθῷον». Οὐ γὰρ ἤνεγκε τοῦ συνειδότος τὸν ἔλεγχον.

Τοιοῦτον γὰρ ἡ ἁμαρτία πρὶν ἢ μὲν ἀπαρτισθῆναι, μεθύειν ποιεῖ τὸν ἁλόντα· ἐπειδὰν δὲ πληρωθῇ καὶ ἀπαρτισθῇ, τότε τὰ μὲν τῆς ἡδονῆς ταύτης ὑπεξίσταται καὶ σβέννυται, γυμνὸς δὲ ἕστηκε λοιπὸν ὁ κατήγορος, τοῦ συνειδότος δημίου τάξιν ἐπέχοντος, καὶ καταξαίνοντος τὸν πεπλημμεληκότα, καὶ τὴν ἐσχάτην ἀπαιτοῦντος δίκην, καὶ μολίβδου παντὸς βαρύτερον ἐπικειμένου.

γ’. Καὶ τὰ μὲν ἐνταῦθα τοιαῦτα· τὰ δὲ ἐκεῖ, οἶσθα ἡλίκα τοῖς τοσαῦτα ἐργασαμένοις κακὰ κείσεται τότε. Τούτους οὖν χρὴ δακρύειν, τούτους θρηνεῖν, ἐπεὶ καὶ Παῦλος οὕτως ἐποίει, τοῖς μὲν ἀθλοῦσι, καὶ ἀγωνιζομένοις, καὶ κακῶς πάσχουσι συνηδόμενος, τοὺς δὲ ἁμαρτάνοντας πενθῶν· διὸ καὶ ἔλεγε· «Μήπως ἐλθόντα με ταπεινώσῃ ὁ Θεὸς μου πρὸς ὑμᾶς, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀσελγείᾳ καὶ ἀκαθαρσίᾳ ᾗ ἔπραξαν»· τοῖς δὲ ἀγωνιζομένοις· «Χαίρων καὶ συγχαίρω πᾶσιν ὑμῖν». Μηδὲν τοίνυν σε θορυβείτω μήτε τῶν γενομένων, μήτε τῶν ἀπειλουμένων. Οὐδὲ γὰρ τὴν πέτραν διασαλεύει τὰ κύματα, ἀλλ’ ὅσῳ μετὰ πλείονος προσρήγνυνται τῆς ῥύμης, τοσούτῳ μειζόνως ἑαυτὰ ἀφανίζει· ὃ δὴ καὶ ἐπὶ τούτων καὶ γέγονε καὶ ἔσται, μᾶλλον δὲ καὶ πολλῷ πλέον. Τὴν μὲν γὰρ πέτραν οὐ διασαλεύει τὰ κύματα· σὲ δὲ οὐ μόνον οὐ διεσάλευσεν, ἀλλὰ καὶ ἰσχυροτέραν πεποίηκεν. Τοιοῦτον γὰρ ἡ κακαί, τοιοῦτον ἡ ἀρετή. Ἡ μὲν πολεμοῦσα, καταλύεται· ἡ δὲ πολεμουμένη, διαλάμπει μειζόνως. Καὶ ἡ μὲν οὐ μετὰ τοὺς ἀγῶνας μόνον, ἀλλὰ καὶ ἐν αὐτοῖς τοῖς ἀγῶσιν ἔχει τὰ βραβεῖα, καὶ ὁ ἆθλος ἔπαθλον αὐτῇ γίνεται· ἡ δὲ ὅταν νικήσῃ, τότε μᾶλλον καταισχύνεται, τότε κολάζεται, τότε πολλῆς πληροῦται τῆς ἀτιμίας, καὶ πρὸ τῆς ἀποκειμένης αὐτῇ κολάσεως, ἂν αὐτῷ τῷ πράττειν τιμωρουμένη, καὶ οὐχὶ μετὰ τὸ πρᾶξαι μόνον. Εἰ δὲ ἀσαφέστερος ὁ λόγος, ἄκουσον τοῦ μακαρίου Παύλου ταῦτα ἀμφότερα διακρίνοντος. Γραφῶν γὰρ ποτε Ῥωμαῖοις, καὶ τὸν ἀκάθαρτόν τινων ἐκπομπεύων βίον, καὶ δεικνὺς ὅτι καὶ πρὸ τῆς τιμωρίας, ἐν αὐτῇ τῇ πράξει τὴν τιμωρίαν ἡ ἁμαρτία συγκεκληρωμένην ἔχει, μίξεων παρανόμων μνησθεὶς γυναικῶν τε καὶ ἀνδρῶν, τῶν τοὺς ὄρους τῆς φύσεως παραβάντων, καὶ ἐπιθυμίαν τινὰ ἀλλόκοτον ἐπινοησάντων, οὕτω πὼς φησιν· «Αἱ γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν.