Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Ὁμιλία Γ’. Εἰς τὰ ὑπόλοιπα τοῦ, «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν», ἕως τοῦ, «Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωΐ, ἡμέρα μία»
Προηγούμενο: Ὁμιλία α’.
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

Ὁμιλία Β’. Εἰς τὴν ἀρχὴν τῆς κτίσεως. Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.

α’. Πολλῆς σήμερον πληροῦμαι ἡδονῆς, ὁρῶν ὑμῶν τὰ ποθεινὰ πρόσωπα. Καὶ γὰρ οὐχ οὕτω πατέρες φιλόστοργοι χαίρουσι, καὶ εὐφραίνονται τῶν παίδων αὐτοὺς πανταχόθεν κυκλούντων, καὶ διὰ τῆς ἄλλης εὐκοσμίας καὶ τῆς ἄλλης θεραπείας πολλὴν τὴν ἡδονὴν παρεχόντων, ὡς ἐγὼ νῦν χαίρω καὶ εὐφραίνομαι, ὁρῶν ὑμῶν τὴν πνευματικὴν ταύτην σύνοδον μετὰ τοσαύτης εὐκοσμίας ἐνταῦθα παραγενομένην, καὶ ἀκμάζοντα τὸν πόθον ἔχουσαν περὶ τὴν ἀκρόασιν τῶν θείων λογίων. Καὶ τῆς σαρκικῆς τροφῆς ὑπεριδόντας, καὶ πρὸς τὴν πνευματικὴν ἑστίασιν ἐπειγομένους, καὶ δι’ αὐτῶν τῶν ἔργων τὸ τοῦ Κυρίου λόγιον δεικνύντας, τὸ λέγον· «Οὐχ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος ἀλλ’ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ». Φέρε οὖν καὶ ἡμεῖς μιμησώμεθα τοὺς γηπόνους· καὶ καθάπερ ἐκεῖνοι, ἐπειδὰν ἴδωσι τὴν ἄρουραν ἐκκεκαθαρμένην, καὶ τῆς ἀπὸ τῶν βοτανῶν λύμης ἀπηλλαγμένην, μετὰ πολλῆς τῆς δαψιλείας τὰ σπέρματα καταβάλλουσι· τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμεῖς, ἐπειδὴ τῇ τοῦ Θεοῦ χάριτι νῦν ἡμῖν ἡ ἄρουρα αὕτη ἡ πνευματικὴ καθαρεύει τῶν διενοχλούντων παθῶν, τῆς τρυφῆς ἑκποδὼν γεγενημένης, καὶ οὐδαμοῦ ζάλη οὐδὲ χειμὼν ἐν τοῖς λογισμοῖς, ἀλλὰ γαλήνη καὶ πολλὴ ἡ ἡσυχία τῆς διανοίας ἐπτερωμένης, καὶ πρὸς αὐτόν, ὡς εἰπεῖν, τὸν οὐρανὸν τεταμένης, καὶ τὰ πνευματικὰ πρὸ τῶν σαρκικῶν φανταζομένης· μικρὰ τινα διαλεχθῶμεν πρὸς τὴν ὑμετέραν ἀγάπην, καὶ λεπτοτέρων σήμερον κατατολμήσωμεν νοημάτων, τὰ ἀπὸ τῶν θείων Γραφῶν παρατιθέντες ὑμῖν διδάγματα. Εἰ γὰρ μὴ νῦν τοῦτο ποιήσαιμεν, ὅτε νηστεία καὶ γαστρὸς ὑπεροψία, καὶ τοσαύτη τῶν ὀρθῶν λογισμῶν ἡ γαλήνη, πότε δυνησώμεθα ταῦτα παραθεῖναι τῇ ὑμετέρᾳ ἀγάπῃ; Ὅτε τρυφὴ καὶ ἀδηφαγία καὶ πολλὴ ἡ ῥαθυμία; Ἀλλὰ τότε οὔτε αὐτοὶ τοῦτο δεόντως ποιήσομεν, οὔτε ὑμεῖς δυνήσεσθε καθάπερ ὑπὸ ἀχλύος τινὸς τῆς τῶν λογισμῶν ζάλης καταβαπτιζόμενοι δέξασθαί τι τῶν λεγομένων.

Νῦν δέ, εἰ καὶ ποτε ἄλλοτε, καιρὸς τῶν τοιούτων διδαγμάτων, ὅτε οὐκ ἔτι κατεξανίσταται τῆς κυρίας ἡ δούλη, ἀλλ’ εὐήνιος γενομένη πολλὴν τὴν πείθω καὶ τὴν ὑπακοὴν ἐπιδείκνυται, τὰ σκιρτήματα τῆς σαρκὸς καταστορέσασα, καὶ ἐπὶ τῶν οἰκείων ὁρῶν μένουσα. Νηστεία τᾶν ἐστιν ἡ γαλήνη τῶν ἡμετέρων ψυχῶν, ἡ τῶν γεγηρακότων εὐκοσμία, ἡ τῶν νέων παιδαγωγός, ἡ τῶν σωφρονούντων διδάσκαλος, ἡ πᾶσαν ἡλικίαν καὶ φύσιν καθάπερ διαδήματί τινι κατακοσμοῦσα. Οὐδαμοῦ σήμερον θόρυβος, οὐδὲ κραυγή, οὐδὲ κρεῶν κατακοπαί, οὐδὲ μαγείρων δρόμοι· ἀλλὰ πάντα ἐκεῖνα ἀπελήλαται, καὶ εὐσχήμονά τινα καὶ κοσμίαν καὶ σώφρονα ἐλευθέραν ἡ πόλις ἡμῖν μιμεῖται νῦν. Ὅταν γὰρ ἐννοήσω τὴν ἀθρόαν μεταβολὴν τὴν σήμερον γεγενημένην, καὶ λογίσωμαι τῆς χθεσινῆς ἡμέρας τὴν ἀκαταστασίαν, θαυμάζω, καὶ ἐκπλήττομαι τῆς νηστείας τὴν ἰσχύν, ὅπως εἰς τὴν ἑκάστου συνείδησιν εἰσελθοῦσα μετέπλασε τὸν λογισμόν, ἐξεκάθαρε τὴν διάνοιαν, οὐκ ἀρχόντων μόνον, ἀλλὰ καὶ ἰδιωτῶν· οὐκ ἐλευθέρων, ἀλλὰ καὶ δούλων· οὐκ ἀνδρῶν, ἀλλὰ καὶ γυναικῶν· οὐ πλουσίων, ἀλλὰ καὶ πενήτων· οὐ τῶν τὴν Ἑλλάδα γλῶτταν πεπαιδευμένων, ἀλλὰ καὶ βαρβάρων. Καὶ τὶ λέγω ἀρχόντων καὶ ἰδιωτῶν; Καὶ αὐτοῦ τοῦ τὸ διάδημα περικειμένου τὸ συνειδὸς ὁμοίως τοῖς λοιποῖς πρὸς τὴν ταύτης ὑπακοὴν μετέστησε. Καὶ οὐκ ἔστι σήμερον διαφορὰν ἰδεῖν τῆς τοῦ πλουσίου τραπέζης, καὶ τῆς τοῦ πένητος· ἀλλὰ πανταχοῦ λιτὴ ἡ δίαιτα, ἀπηλλαγμένη κόμπου καὶ φαντασίας, καὶ μετὰ πλείονος τῆς ἡδονῆς σήμερον τῇ εὐτελείᾳ τῇς τραπέζης προσέρχονται, ἢ ὅτε πολλὰ αὐτοῖς τὰ καρυκεύματα παρέκειτο, καὶ πολὺς ὁ ἄκρατος.

β’. Εἴδετε, ἀγαπητοί, ἐξ αὐτῶν τῶν προοιμίων τῆς νηστείας τὴν ἰσχύν; Διὰ τοῦτο καὶ αὐτὸς μετὰ πλείονος σήμερον τῆς προθυμίας, ἢ πρότερον, τῶν πρὸς ὑμᾶς ἅπτομαι λόγων, εἰδὼς ὅτι εἰς λιπαρᾶν καὶ βαθύγεων ἄρουραν καταβάλλω τὰ σπέρματα, δυναμένην πολλαπλασίους ἡμῖν ταχέως ἀποδοῦναι τῶν καταβαλλομένων τοὺς καρπούς. Καταμάθωμεν τοίνυν, εἰ δοκεῖ, τῶν σήμερον ἡμῖν ἀναγνωσθέντων ἐκ τῶν τοῦ μακαρίου Μωσέως λόγων τὴν δύναμιν. Ἀλλὰ προσέχετε, παρακαλῶ, μετὰ ἀκριβείας τοῖς παρ’ ἡμῶν λεγομένοις· οὐ γὰρ τὰ ἡμέτερα λέγομεν, ἀλλ’ ἅπερ ἂν ἡ τοῦ Θεοῦ χάρις παράσχῃ διὰ τὴν ὠφέλειαν τὴν ὑμετέραν. Τίνα δὲ ταῦτά ἐστιν; «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν». Ἄξιον ἐνταῦθα διαπορήσαι, τίνος ἕνεκεν ὁ μακάριος οὗτος προφήτης, μετὰ πολλὰς ὕστερον γενεὰς γεγονώς, ταῦτα ἡμῖν ἐκτίθεται. Οὐχ ἁπλῶς, οὐδὲ εἰκῆ. Ἐπειδὴ γὰρ ἐξ ἀρχῆς πλάσας τὸν ἀνθρώπου ὁ Θεός, δι’ ἑαυτοῦ διελέγετο τοῖς ἀνθρώποις, ὡς ἀνθρώποις ἀκοῦσαι δυνατὸν ἦν. Οὕτως γὰρ πρὸς τὸν Ἀδὰμ ἦλθεν· οὕτως τῷ Κάϊν ἐπετίμησεν· οὕτως τῷ Νῶε διελέχθη· οὕτως ἐπεξενώθη τῷ Ἀβραάμ. Ὅτε δὲ εἰς πολλὴν κακίαν ἐξώκειλε πᾶσα ἡ τῶν ἀνθρώπων φύσις, οὐδὲ οὕτω τέλεον ἀπεστράφη τὸ τῶν ἀνθρώπων γένος ὁ τῶν ἁπάντων δημιουργός· ἀλλ’ ἐπειδὴ ἀνάξιοι λοιπὸν γεγόνασι τῆς ὁμιλίας τῆς αὐτοῦ, βουλόμενος πάλιν ἀνανεώσασθαι τὴν πρὸς αὐτοὺς φιλίαν, καθάπερ ἀνθρώποις μακρὰν ἀφεστῶσι γράμματα πέμπει, πρὸς ἑαυτὸν ἐφελκόμενος πᾶσαν τὴν τῶν ἀνθρώπων φύσιν. Καὶ ταῦτα τὰ γράμματα ἔπεμψε μὲν ὁ Θεός, ἐκόμισε δὲ Μωσής. Τὶ οὖν λέγει τὰ γράμματα; «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν». Σκόπει τοῦ θαυμαστοῦ τούτου προφήτου, ἀγαπητέ, καὶ ἐν τούτῳ τὸ ἐξαίρετον. Οἱ μὲν γὰρ ἄλλοι προφῆται πάντες ἢ τὰ μετὰ πολὺν ἐσόμενα χρόνον εἶπον, ἢ τὰ κατ’ αὐτὸν μέλλοντα συμβήσεσθαι τὸν καιρόν· ὁ δὲ μακάριος οὗτος μετὰ πολλὰς γενεὰς γεγονώς, ὑπὸ τῆς ἄνωθεν δεξιᾶς ὁδηγούμενος ἐκεῖνα εἰπεῖν κατηξιώθη, ἃ πρὸ τῆς αὐτοῦ γενέσεως ὑπὸ τοῦ τῶν ἁπάντων ἐδημιουργήθη Δεσπότου. Διὰ τοῦτο καὶ οὕτως ἤρξατο λέγων· «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν»· μονονουχὶ πρὸς ἅπαντας ἡμᾶς λαμπρᾷ βοῶν τῇ φωνῇ καὶ λέγων· μὴ γὰρ παρὰ ἀνθρώπου διδασκόμενος ταῦτα φθέγγομαι; Ὁ ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι αὐτὰ παραγαγών, οὗτος καὶ τὴν ἐμὴν γλῶτταν πρὸς τὴν τούτων ἐξήγησιν παρώρμησεν. Ὡς οὖν οὐκέτι παρὰ Μωσέως ταῦτα ἀκούοντες, ἀλλὰ παρ’ αὐτοῦ τοῦ τῶν ὅλων Θεοῦ διὰ τῆς τοῦ Μωσέως γλώττης, οὕτω τοῖς λεγομένοις προσέχωμεν, παρακαλῶ, καὶ πολλὰ χαίρειν τοῖς ἡμετέροις λογισμοῖς εἰπόντε; «Λογισμοὶ γάρ, φησίν, ἀνθρώπων δειλοί, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν». Μετὰ πολλῆς τῆς εὐγνωμοσύνης δεχώμεθα τὰ λεγόμενα, μὴ ὑπερβαίνοντες τὸ οἰκεῖον μέτρον, μηδὲ τὰ ὑπὲρ ἡμᾶς περιεργαζόμενοι· ὅπερ πεπόνθασιν οἱ τῆς ἀληθείας ἐχθροί, βουληθέντες τοῖς οἰκείοις λογισμοῖς ἐπιτρέψαι τὸ πᾶν, καὶ οὐκ ἐννοήσαντες ὅτι ἀδύνατον τὴν ἀνθρωπείαν φύσιν τὴν τοῦ Θεοῦ δημιουργίαν περιεργάζεσθαι. Καὶ τὶ λέγω τὴν τοῦ Θεοῦ δημιουργίαν; Ἀλλ’ οὐδὲ ἀνθρώπου τέχνην τοῦ ὁμογενοῦς ἡμῖν περιεργάζεσθαι δυνατόν. Εἰπὲ γὰρ μοι, πῶς ἀπὸ τῆς μεταλλικῆς τέχνης χρυσίου συνίσταται φύσις; Ἢ πῶς τῆς ὑέλου ἡ καθαρότης ἀπὸ ψάμμου γίνεται; Ἀλλ’ οὐκ ἂν ἔχοις εἰπεῖν. Εἰ τοίνυν ταῦτα τὰ πρὸ τῶν ὀφθαλμῶν κείμενα, καὶ ἅπερ διὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν σοφία ἀνθρωπίνη ἐργάζεται, καταμαθεῖν οὐ δυνατόν, τὰ ἀπὸ τοῦ Θεοῦ δημιουργηθέντα περιεργάζῃ, ἄνθρωπε;

Καὶ ποίας ἂν τύχοις συγγνώμης; Τίνος δὲ ἀπολογίας οὕτω μεμηνώς, καὶ τὰ ὑπὲρ τὴν σαυτοῦ φύσιν φανταζόμενος; Τὸ γὰρ λέγειν ἐξ ὑποκειμένης ὕλης τὰ ὄντα γεγενῆσθαι, καὶ μὴ ὁμολογεῖν ὅτι ἐξ οὐκ ὄντων αὐτὰ παρήγαγεν ὁ τῶν ἁπάντων δημιουργός, τῆς ἐσχάτης παραφροσύνης ἂν εἴη σημεῖον. Ἐμφράττων τοίνυν τῶν ἀγνωμόνων τὰ στόματα ὁ μακάριος οὗτος προφήτης, μέλλων ἄρχεσθαι τοῦ βιβλίου, οὕτως ἤρξατο· «Ἐν ἀρχὴ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν». Ὅταν οὖν ἀκούσῃς τό, «Ἐποίησε», μηδὲν ἕτερον περιεργάζου, ἀλλὰ κάτω κύπτων, πίστευε τῷ λεχθέντι. Θεὸς γὰρ ἐστιν ὁ πάντα ποιῶν καὶ μετασκευάζων, καὶ πρὸς τὸ αὐτοῦ βούλημα τὰ πάντα μεταῤῥυθμίζων. Καὶ ὅρα τῆς συγκαταβάσεως τὴν ὑπερβολήν· οὐδὲν περὶ τῶν ἀοράτων δυνάμεων διαλέγεται, οὐδὲ λέγει, ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τοὺς ἀγγέλους, ἢ τοὺς ἀρχαγγέλους· οὐχ ἁπλῶς, οὐδὲ εἰκῆ ταύτην ἡμῖν ἔτεμε τῆς διδασκαλίας τὴν ὁδόν. Ἐπειδὴ γὰρ Ἰουδαίοις διελέγετο τοῖς περὶ τὰ παρόντα ἐπτοημένοις, καὶ οὐδὲν νοητὸν φαντασθῆναι δυναμένοις, ἀπὸ τῶν αἰσθητῶν τέως αὐτοὺς ἐνάγει πρὸς τὸν τῶν ὅλων δημιουργόν, ἵνα ἐκ τῶν δημιουργημάτων τὸν τεχνίτην τοῦ παντὸς καταμαθόντες προσκυνήσωσι τὸν ἐργασάμενον, καὶ μὴ ἐναπομείνωσι τοῖς κτίσμασιν. Εἰ γὰρ καὶ τούτου γινομένου οὐκ ἐπαύσαντο τὰ κτίσματα θεοποιοῦντες, καὶ περὶ τὰ ἀτιμότατα τῶν ἀλόγων τὸ πέδας ἐπιδεικνύμενοι, ποῦ οὐκ ἂν μανίας ἐξώκειλαν, εἰ μὴ τοσαύτῃ τῇ συγκαταβάσει ἐχρήσατο;

γ’. Καὶ μὴ ξενισθῇς, ἀγαπητέ, εἰ Μωσὴς ταύτην ἔρχεται τὴν ὁδόν, ἐν ἀρχῇ καὶ ἐν προοιμίοις τοῖς παχυτέροις Ἰουδαίοις διαλεγόμενος, ὅπου γε καὶ ὁ Παῦλος ἐν τῇ χάριτι, ἡνίκα τοσαύτη ἡ ἐπίδοσις γέγονε τοῦ κηρύγματος, μέλλων τοῖς ἐν Ἀθήναις διαλέγεσθαι, ἀπὸ τῶν ὁρωμένων ποιεῖται πρὸς αὐτοὺς τὴν διδασκαλίαν οὕτω λέγων· «Ὁ Θεὸς ὁ ποιήσας τὸν κόσμον, καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς Κύριος ὑπάρχων, οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, οὐδὲ ὑπὸ χειρῶν ἀνθρώπων θεραπεύεται». Ἐπειδὴ γὰρ ᾔδει ταύτην αὐτοῖς κατάλληλον οὖσαν τὴν διδασκαλίαν, ταύτην ἦλθε τὴν ὁδόν. Πρὸς γὰρ τοὺς δεχομένους τὰ παρ’ αὐτοῦ διδάγματα, οὕτως ὑπὸ τοῦ Πνεύματος ὁδηγούμενος καὶ τὴν διδασκαλίαν ἐποιεῖτο. Καὶ ἵνα μάθῃς, ὅτι ἡ τῶν προσώπων διαφορὰ καὶ ἡ τῶν ἀκουόντων παχύτης τούτου αἰτία γίνεται, ἄκουε αὐτοῦ, ἡνίκα πρὸς Κολοσσαεῖς ἐπέστελλε, μηκέτι ταύτην ἐρχομένου τὴν ὁδόν, ἀλλ’ ἑτέρως αὐτοῖς διαλεγομένου καὶ λέγοντος· «Ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχαί, εἴτε ἐξουσίαι, τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἐκτίσθη». Καὶ Ἰωάννης δὲ ὁ τῆς βροντῆς υἱὸς ἐβόα λέγων· «Πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν». Ἀλλ’ οὐχ ὁ Μωσὴς οὕτως· εἰκότως· οὐδὲ γὰρ ἦν εὔλογον τοῖς ἔτι γαλακτοτροφεῖσθαι δεομένοις στερεᾶς μεταδοῦναι τροφῆς. Καθάπερ γὰρ οἱ διδάσκαλοι οἱ παρὰ τῶν γονέων τὰ παιδία δεχόμενοι τὰ πρῶτα στοιχεῖα αὐτοῖς παραδιδόασιν, οἱ δὲ παρ’ ἐκείνων τὰ παιδία λαμβάνοντες, τὰ τελειότερα τῶν μαθημάτων αὐτοῖς ἐνηχοῦσι· τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ μακάριος Μωσής, καὶ ὁ τῶν ἐθνῶν διδάσκαλος, καὶ ὁ τῆς βροντῆς υἱὸς πεποιήκασιν. Ὁ μὲν γὰρ ἐκ προοιμίων παραλαβὼν τὴν φύσιν τὴν ἀνθρωπίνην, τὰ πρῶτα στοιχεῖα τοὺς ἀκούοντας ἐπαίδευσεν· οὗτοι δὲ παρὰ Μωσέως παραλαβόντες, λοιπὸν τὰ τελειότερα παρεδίδοσαν. Τέως οὖν ἐμάθομεν τῆς συγκαταβάσεως τὴν αἰτίαν, καὶ ὅτι Πνεύματι φθεγγόμενος καταλλήλως τοῖς ἀκούουσιν, ἅπαντα ἐξετίθετο, πάσας ὁμοῦ τὰς δίκην ζιζανίων ἐπιφυομένας αἱρέσεις τῇ Ἐκκλησίᾳ κάτωθεν ἀνασπὼν διὰ τοῦ εἰπεῖν· «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν». Κἂν γὰρ Μανιχαῖος προσέλθῃ λέγων τὴν ὕλην προϋπάρχειν, κἂν Μαρκίων, κἂν Οὐαλεντῖνος, κἂν Ἑλλήνων παῖδες, λέγε πρὸς αὐτούς· «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν». Ἀλλ’ οὐ πιστεύει τῇ Γραφῇ. Ἀποστράφηθι λοιπὸν αὐτὸν ὡς μαινόμενον καὶ ἐξεστηκότα. Ὁ γὰρ τῷ δημιουργῷ τῶν ὅλων ἄπιστών, ὡς καὶ ψεῦδος τῆς ἀληθείας καταγινώσκων, ποίας ἂν τύχοι συγγνώμης ποτέ; Πεπλασμένον ἔχουσιν ἐκεῖνοι τὸ χρῶμα, καὶ ἐπιεικείας πρόσωπον ὑποδυόμενοι, κρύπτουσιν ἐν τῇ δορᾷ τοῦ προβάτου τὸν λύκον. Ἀλλὰ σὺ μὴ ἀπατηθῇς, ἀλλὰ καὶ δι’ αὐτὸ τοῦτο μάλιστα μίσησον αὐτόν, ὅτι πρὸς μὲν σε τὸν ὁμόδουλον ἐπιείκειαν ὑποκρίνεται, πρὸς δὲ τὸν τῶν ὅλων Δεσπότην Θεὸν τὸν πόλεμον ἤρατο, καὶ κατὰ τῆς ἑαυτοῦ σωτηρίας τρέχων οὐκ αἰσθάνεται. Ἡμεῖς δὲ τῆς πέτρας ἐχώμεθα τῆς ἀῤῥαγοῦς, καὶ ἐπὶ τὴν ἀρχὴν πάλιν ἐπανέλθωμεν. «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν». Ὅρα καὶ ἐξ αὐτοῦ τοῦ τῆς δημιουργίας τρόπου τὴν θείαν φύσιν διαλάμπουσαν, ὡς ἀπεναντίας τῇ ἀνθρωπίνῃ συνηθείᾳ τὴν δημιουργίαν ποιεῖται, πρότερον τὸν οὐρανὸν τείνας, καὶ τότε τὴν γῆν ὑποστορέσας· πρότερον τὸν ὄροφον, καὶ τότε τὸν θεμέλιον. Τὶς εἶδε; Τὶς ἤκουσεν; Ἐπὶ μὲν γὰρ τῆς ἀνθρωπίνης δημιουργίας οὐκ ἂν τοῦτο γένοιτ’ ἂν ποτε ὅταν δὲ ὁ Θεὸς κελεύῃ, πάντα τῷ βουλήματι αὐτοῦ εἴκει καὶ παραχωρεῖ. Μὴ τοίνυν ἀνθρωπίνῳ λογισμῷ τὰ τοῦ Θεοῦ ἔργα περιεργαζώμεθα, ἀλλ’ ἐκ τῶν ἔργων ὁδηγούμενοι, θαυμάζωμεν τὸν τεχνίτην. Τὰ γὰρ ἀόρατα αὐτοῦ, φησίν, ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται.

δ’. Εἰ δὲ ἐπιμένοιεν οἱ τῆς ἀληθείας ἐχθροὶ λέγοντες, ἀδύνατον εἶναι ἐξ οὐκ ὄντων τὶ παραχθῆναι, ἐρώμεθα αὐτούς· ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς ἐπλάσθη, ἢ ἑτέρωθέν ποθεν; Πάντως ἐροῦσιν, ὅτι ἐκ γῆς, καὶ συνομολογήσουσιν. Εἰπάτωσαν οὖν ἡμῖν, πῶς ἐκ γῆς σαρκὸς ἐγένετο φύσις. Ἀπὸ γῆς γὰρ πηλός, καὶ πλίνθος, καὶ κέραμος, καὶ ὄστρακον ἂν γένοιτο· πῶς οὖν σαρκὸς ἐγένετο φύσις; Πῶς ὀστᾶ, καὶ νεῦρα, καὶ ἀρτηρίαι, καὶ πιμελῆ, καὶ δέρμα, καὶ ὄνυχες, καὶ τρίχες, καὶ ἐκ μιᾶς ὑποκειμένης ὕλης διαφόρων οὐσιῶν ποιότητες; Ἀλλ’ οὐκ ἂν δυνηθεῖεν πρὸς ταῦτα διᾶραι στόμα ποτέ. Τὶ δὲ λέγω περὶ τοῦ σώματος τοῦ ἡμετέρου; Περὶ τοῦ ἄρτου, οὗ καθ’ ἑκάστην ἡμέραν σιτούμεθα, εἰπάτωσαν ἡμῖν, πῶς μονοειδὴς ὢν μεταβάλλεται εἰς αἷμα καὶ φλέγμα καὶ χολήν, καὶ διαφόρους χυμούς. Καὶ ὁ μὲν σιτόχρους πολλάκις ἐστί· τὸ δὲ αἷμα πυῤῥὸν ἢ μέλαν. Εἰ τοίνυν ταῦτα τὰ καθ’ ἑκάστην ἡμέραν πρὸ τῶν ὀφθαλμῶν ὁρώμενα εἰπεῖν ἡμῖν οὐκ ἂν δύναιντό ποτε, σχολῇ γ’ ἂν εἴποιεν περὶ τῶν ἄλλων τοῦ Θεοῦ δημιουργημάτων. Ἀλλ’ τὶ καὶ μετὰ τοσαύτην τῶν ἀποδείξεων περιουσίαν ἐπιμένοιεν τὴν οἰκείαν φιλονεικίαν κρατύνειν βουλόμενοι, ἡμεῖς μηδὲ οὕτω παυσόμεθα τὰ αὐτὰ πάλιν πρὸς αὐτοὺς λέγοντες· «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν». Τοῦτο γὰρ ἱκανὸν μόνον τὸ ῥῆμα πάντας τῶν ἐναντίων τοὺς πύργους καταβαλεῖν, καὶ πάντας τοὺς ἀνθρωπίνους λογισμοὺς ἐξ αὐτῶν τῶν βάθρων ἀνασπάσαι· καὶ εἰ βουληθεῖεν ὀψὲ ποτε τῆς φιλονεικίας ἀποσχέσθαι, πρὸς τὴν τῆς ἀληθείας ὁδὸν αὐτοὺς χειραγωγῆσαι δυνήσεται. «Ἡ δὲ γῆ ἦν, φησίν, ἀόρατος καὶ ἀκατασκεύαστος». Τίνος ἕνεκεν, εἰπὲ μοι, τὸν μὲν οὐρανὸν φαιδρὸν καὶ ἀπηρτισμένον παρήγαγε, τὴν δὲ γῆν ἀμόρφωτον ἔδειξεν; Οὐχ ἁπλῶς οὐδὲ τοῦτο πεποίηκεν, ἀλλ’ ἵνα, ἐν τῷ βελτίονι μέρει τῆς κτίσεως μαθὼν αὐτοῦ τὴν δημιουργίαν, μηδὲν ἀμφιβάλῃς λοιπόν, μηδὲ νομίσῃς δι’ ἀσθένειαν δυνάμεως τοῦτο γενέσθαι. Ἄλλως τε καὶ δι’ ἕτερον τρόπον ἀμόρφωτον αὐτὴν παρήγαγεν. Ἐπειδὴ γὰρ αὐτὴ καὶ τροφὸς καὶ μήτηρ ἡμῶν ἐστι, καὶ ἐξ αὐτῆς καὶ γεγόναμεν καὶ τρεφόμεθα, καὶ αὐτὴ ἡμῖν καὶ πατρὶς καὶ κοινὸς τάφος γίνεται, καὶ πρὸς αὐτὴν πάλιν ἐπάνοδος, καὶ τῶν μυρίων ἀγαθῶν δι’ αὐτῆς ἀπολαύομεν ἵνα μὴ διὰ τὸ τῆς χρείας ἀναγκαῖον ὑπὲρ τὴν ἀξίαν αὐτὴν τιμήσωσι τὸ τῶν ἀνθρώπων γένος, δείκνυσι σοι αὐτὴν πρότερον ἀμόρφωτον καὶ ἀδιατύπωτον, ἵνα μὴ τῇ φύσει τῆς γῆς τὰς ἐξ αὐτῆς εὐεργεσίας λογίσῃ, ἀλλὰ τῷ ταύτην ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγόντι. Διὰ τοῦτό φησιν· «Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος». Τάχα εὐθὺς καὶ ἐκ προοιμίων κατετείναμεν ὑμῶν τὴν διάνοιαν τοῖς λεπτοτέροις νοήμασι· διὸ προσήκει μέχρι τούτου στῆσαι τὸν λόγον, παρακαλέσαντας ὑμῶν τὴν ἀγάπην μεμνῆσθαι τῶν εἰρημένων, καὶ ἀεὶ τούτων ἔναυλον ἔχειν τὴν μνήμην, καὶ μετὰ τῆς αἰσθητῆς τραπέζης, ἐπειδὰν ἐντεῦθεν ἐξέλθητε, παρατίθετε καὶ τὴν πνευματικὴν τράπεζαν. Καὶ λεγέτω μὲν τινα τῶν ἐνταῦθα λεχθέντων ὁ ἀνήρ· ἀκουέτω δὲ ἡ γυνή, μανθανέτωσαν δὲ καὶ οἱ παῖδες, διδασκέσθωσαν δὲ καὶ οἱ οἰκέται, καὶ ἐκκλησία λοιπὸν γενέσθω ἡ οἰκία, ἵνα φυγαδεύηται μὲν ὁ διάβολος καὶ δραπετεύῃ ὁ πονηρὸς δαίμων ἐκεῖνος, καὶ ἐχθρὸς τῆς σωτηρίας τῆς ἡμετέρας· ἐπαναπαύηται δὲ αὐτόθι ἡ τοῦ ἁγίου Πνεύματος χάρις, καὶ πᾶσα εἰρήνη καὶ ὁμόνοια περιστοιχίζῃ τοὺς ἐνοικοῦντας. Ἐὰν γὰρ τῶν ἤδη πρότερον ῥηθέντων μνημονεύητε, καὶ τὰ μετὰ ταῦτα καταβαλλόμενα προθυμότερον δέξησθε, καὶ ἡμεῖς μετὰ πλείονος τῆς προθυμίας καὶ τῆς δαψιλείας ἐροῦμεν τὰ ὑπὸ τῆς τοῦ Θεοῦ χάριτος χορηγούμενα, ἐπειδὰν ἴδωμεν τῶν ἤδη καταβληθέντων τὴν βλάστην. Ἐπεὶ καὶ γηπόνος ὅταν ἴδῃ τὰ σπέρματα φυόμενα, μετὰ πολλῆς τῆς προθυμίας περισκοπῶν τὰς ἀρούρας, ἑτοίμως καὶ ἕτερα καταβάλλειν ἐπείγεται.

ε’. Ἳν’ οὖν προθυμοτέρους ἡμᾶς ἐργάσησθε, τῶν ἤδη ῥηθέντων ἀσφαλῆ τὴν φυλακὴν ἐπιδείξασθε, καὶ μετὰ τῶν ὀρθῶν δογμάτων περὶ τὴν τοῦ βίου ἐπιμέλειαν πολλὴν ποιήσασθε τὴν σπουδήν. «Λαμψάτω γάρ, φησί, τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς»· ἵνα καὶ ὁ βίος σύμφωνή τοῖς δόγμασι, καὶ τὰ δόγματα κηρύττῃ τὸν βίον. «Πίστις γὰρ χωρὶς ἔργων νεκρὰ ἐστι», καὶ ἔργα χωρὶς πίστεως νεκρὰ ἐστι. Κἂν γὰρ δόγματα ἔχωμεν ὑγιῆ, βίου δὲ ἀμελῶμεν, οὐδὲν ἡμῖν ὄφελος ἔσται τῶν δογμάτων· πάλιν ἂν βίου μὲν ἐπιμελώμεθα, περὶ τὰ δόγματα δὲ χωλεύωμεν, οὐδὲ οὕτως ἔσται τὶ κέρδος ἡμῖν. Διὸ προσήκει ἑκατέρωθεν ἡμῖν τὴν οἰκοδομὴν ταύτην τὴν πνευματικὴν συνεσφίγχθαι. «Πᾶς γὰρ φησίν, ὁ ἀκούων μου τοὺς λόγους τούτους καὶ ποιῶν αὐτούς, ὁμοιωθήσεται ἀνδρὶ φρονίμῳ». Ὅρα πῶς οὐ μόνον ἀκούειν ἡμᾶς βούλεται, ἀλλὰ καὶ ποιεῖν, καὶ διὰ τῶν ἔργων ἐπιδείκνυσθαι τὴν ὑπακοήν, καὶ τοῦτον μὲν φρόνιμον ἐκάλεσε, τὸν τὰ ἔργα τοῖς λόγοις ἀκόλουθα ἐπιδεικνύμενον, τὸν δὲ μέχρι τῶν λόγων ἱστάμενον, μωρὸν ὠνόμασεν· εἰκότως. Ὁ γὰρ τοιοῦτος, φησίν, ἐπὶ τὴν ἄμμον τὴν οἰκίαν αὐτοῦ ᾠκοδόμησε· διὸ οὐδὲ τὴν προσβολὴν τῶν ἀνέμων ἐνεγκεῖν ἠδυνήθη, ἀλλὰ ταχέως κατέπεσε. Τοιαῦται γὰρ αἱ ῥᾴθυμοι ψυχαί, καὶ μὴ ἐπὶ τῆς πέτρας τῆς πνευματικῆς ἐστηριγμέναι· οὐ γὰρ περὶ οἰκοδομῆς νῦν ὁ λόγος καὶ οἰκίας, ἀλλὰ περὶ ψυχῶν ἐστι τὸ εἰρημένον, τῶν καὶ ἀπὸ τοῦ τυχόντος πειρασμοῦ σάλον ὑπομενουσῶν. Τῷ γὰρ ὀνόματι τοῦ ἀνέμου, καὶ τῆς βροχῆς, καὶ τῶν ποταμῷ, τῶν πειρασμῶν ἡμῖν τὴν ἐπαγωγὴν ἠνίξατο. Ὁ γὰρ στεῤῥὸς καὶ ἐγρηγορὼς καὶ νήφων ταύτῃ μᾶλλον ἰσχυρότερος γίνεται· καὶ ὅσῳ τὰ τῆς θλίψεως ἐπιτείνεται, τοσούτῳ καὶ τὰ τῆς ἀνδρείας αὔξεται· ὁ δὲ ῥάθυμος καὶ ἀναπεπτωκώς, κἂν βραχεῖά τις αὔρᾳ πειρασμοῦ προσπέσῃ, εὐθέως σαλεύεται καὶ καταπίπτει, οὐ παρὰ τὴν τῶν πειρασμῶν φύσιν, ἀλλὰ παρὰ τὴν τῆς προαιρέσεως ἀσθένειαν. Διὸ χρὴ νήφειν καὶ ἐγρηγορέναι, καὶ πρὸς πάντα παρεσκευασμένους εἶναι, ἵνα καὶ ἐν τῇ ἀνέσει συγκεκροτημένοι ὦμεν, καὶ ἐν ταῖς ἐπαγομέναις θλίψεσι νήφωμεν, καὶ πολλὴν τὴν εὐγνωμοσύνην ἐπιδειξώμεθα, διηνεκῶς τὴν εὐχαριστίαν ἀναπέμποντες τῷ φιλανθρώπῳ Θεῷ. Ἂν οὕτω τὰ καθ’ ἑαυτοὺς οἰκονομῶμεν, πολλῆς ἀπολαυσόμεθα τῆς ἄνωθεν ῥοπῆς, καὶ οὕτω δυνησόμεθα καὶ τὸν παρόντα βίον ἀσφαλῶς διαπερᾷν, καὶ πρὸς τὴν μέλλουσαν ζωήν, πολλὴν ἑαυτοῖς προαποτίθεσθαι τὴν παῤῥησίαν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὐ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμή, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: Ὁμιλία Γ’. Εἰς τὰ ὑπόλοιπα τοῦ, «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν», ἕως τοῦ, «Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωΐ, ἡμέρα μία»
Προηγούμενο: Ὁμιλία α’.
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53
Ἀρχικὴ Σελίδα: Τέρτιος