Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Ὁμιλία Δ’. Καὶ εἶπεν ὁ Θεός· «Γεννηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀνάμεσον ὕδατος καὶ ὕδατος· καὶ ἐγένετο οὕτως»
Προηγούμενο: Ὁμιλία Β’. Εἰς τὴν ἀρχὴν τῆς κτίσεως. Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

Ὁμιλία Γ’. Εἰς τὰ ὑπόλοιπα τοῦ, «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν», ἕως τοῦ, «Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωΐ, ἡμέρα μία»

α’. Θησαυρῷ τινι προσέοικεν ἡ τῶν θείων Γραφῶν ἀνάγνωσις. Καθάπερ γὰρ ἐκεῖθέν τις κἂν μικρὸν ψῆγμα λαθεῖν δυνηθείη, πολὺν ἑαυτῷ τὸν πλοῦτον ἐργάζεται· οὕτω δὴ καὶ ἐπὶ τῆς θείας Γραφῆς, καὶ ἐν βραχείᾳ λέξει πολλὴν ἔστιν εὑρεῖν τῶν νοημάτων τὴν δύναμιν, καὶ ἄφατον τὸν πλοῦτον. Καὶ οὐ θησαυρὸν μόνον, ἀλλὰ καὶ πηγὴν μιμεῖται τὰ θεία λόγια, δαψιλῆ τὰ νάματα ἀναβλύζουσαν, καὶ πολλὴν ἔχουσαν τὴν ἐπιῤῥοήν· καὶ τοῦτο δι’ αὐτῶν τῶν ἔργων χθὲς ἅπαντες μεμαθήκαμεν. Τῶν γὰρ προοιμίων ἀρξάμενοι τοῦ τῆς κτίσεως βιβλίου εἰς τό, «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν», πᾶσαν τὴν διδασκαλίαν ἐτελειώσαμεν, καὶ οὐδὲ οὕτως τὸ πᾶν καταλαβεῖν ἐξισχύσαμεν. Πολλὴ γὰρ ἐστι τοῦ θησαυροῦ ἡ περιουσία, καὶ τῶν ναμάτων τῆς πηγῆς ταύτης τῆς πνευματικῆς ἡ δαψίλεια. Καὶ μὴ θαυμάσῃς, εἰ ἡμεῖς τοῦτο πεπόνθαμεν· καὶ οἱ πρὸ ἡμῶν κατὰ δύναμιν τὴν ἑαυτῶν τὰ ἐντεῦθεν νάματα ἐξήντλησαν, καὶ οἱ μεθ’ ἡμᾶς πάλιν τοῦτο ποιῆσαι ἐπιχειρήσουσι, καὶ οὐδὲ οὕτω κενώσαι δυνήσονται τὸ πᾶν· αὔξεται τὰ τῆς ἐπιῤῥοῆς, καὶ ἐπιδίδωσι τὰ νάματα. Τοιαύτη γὰρ τῶν ναμάτων τῶν πνευματικῶν ἡ φύσις· ὅσῳ ἂν τις μετὰ δαψιλείας τὰ ἐντεῦθεν ἀρύσασθαι βουληθῇ νάματα, τοσούτῳ μᾶλλον ἀναβλύζει, καὶ ἐπιδίδωσιν ἡ χάρις ἡ πνευματική. Διὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγεν, «Ἐὰν τὶς δίψᾳ, ἐρχέσθω πρὸς με, καὶ πινέτω. Ὁ πιστεύων εἰς ἐμέ, εἶπεν ἡ Γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος»· τὸ δαψιλὲς τῶν ναμάτων ἡμῖν ἐμφαίνων. Ἐπεὶ οὖν τοιαύτη τῷ ναμάτων τῶν πνευματικῶν ἡ φύσις, φέρε ἕκαστος ἡμῶν τὰ ἀγγεῖα τῆς διανοίας μετὰ δαψιλείας προσενέγκωμεν, ἵνα πληρώσαντες αὐτά, οὕτως ἐπανέλθωμεν. Ὅταν γὰρ ἴδῃ ἡ τοῦ Πνεύματος χάρις πόθον ζέοντα, καὶ διεγηγερμένην διάνοιαν, πλουσίαν τὴν παρ’ ἑαυτῆς δωρεῖται χάριν. Ἀποστήσαντες τοίνυν ἑαυτοὺς πάντων τῶν βιωτικῶν, καὶ τὰς φροντίδας τὰς ἀκανθῶν δίκην συμπνίγειν δυναμένας, τὸν ἡμέτερον λογισμὸν ἐκτέμνοντες, ὅλην ἑαυτῶν τὴν διάνοιαν μεταστήσωμεν εἰς τὴν τῶν πνευματικῶν ἐπιθυμίαν, ἵνα πολλὴν ἐντεῦθεν δεξάμενοι τὴν ὠφέλειαν, καὶ κερδάναντές τι μέγα καὶ γενναῖον, οὕτως ἐξέλθωμεν. Ἀλλ’ ἵνα σαφέστερος ὑμῖν ὁ λόγος γένηται, μικρὰ τῶν χθὲς εἰρημένων ὑπομνήσωμεν τὴν ὑμετέραν ἀγάπην, ἳν’ οὕτω, καθάπερ σῶμα ἕν, καὶ τὰ σήμερον μέλλοντα ῥηθήσεσθαι συνάψωμεν τοῖς χθὲς εἰρημένοις. Ἐδείκνυμεν γὰρ χθές, καθάπερ μέμνησθε, πῶς ὁ μακάριος Μωϋσῆς διηγούμενος ἡμῖν τῶν στοιχείων τούτων τῶν ὁρωμένων τὴν δημιουργίαν ἔλεγεν, ὅτι «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος»· καὶ ἐδιδάσκομεν ὑμᾶς τὴν αἰτίαν τίνος ἕνεκεν καὶ διὰ τὶ οὕτω τὴν γῆν παρήγαγεν ἀμόρφωτον καὶ ἀδιατύπωτον, καὶ οἶμαι ὑμᾶς ἅπαντα μετὰ ἀκριβείας κατέχειν· ἀναγκαῖον οὖν σήμερον τοῖς ἀκολούθως εἰρημένοις ἐπεξελθεῖν. Ἐπειδὴ γὰρ εἶπεν, «Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος», διδάσκει ἡμᾶς ἀκριβῶς, πόθεν ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, φάσκων· «Καὶ σκότος ἐπάνω τῆς ἀβύσσου, καὶ Πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος». Σκόπει μοι ἐνταῦθα τοῦ μακαρίου προφήτου τὸ ἀπέριττον, καὶ ὅπως οὐ πάντα κατὰ μέρος διηγεῖται τὰ δημιουργηθέντα, ἀλλὰ τὰ συνεκτικώτατα τῶν στοιχείων ἡμᾶς διδάξας, καὶ οὐρανοῦ καὶ γῆς μνημονεύσας, τὰ ἀλλὰ παραλιμπάνει. Οὐδαμοῦ γὰρ εἰπὼν τῶν ὑδάτων τὴν δημιουργίαν, φησί· «Καὶ σκότος ἐπάνω τῆς ἀβύσσου, καὶ Πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος». Τοῦτο γὰρ ἦν τὸ καλύπτον τῆς γῆς τὸ πρόσωπον, τὸ σκότος λέγω, καὶ ἡ ἄβυσσος τῶν ὑδάτων. Ἐμάθομεν ἐντεῦθεν, ὅτι ἅπαν τὸ ὁρώμενον ἄβυσσος ἦν ὑδάτων σκότῳ κεκαλυμμένη, καὶ ἐδεῖτο τοῦ σοφοῦ δημιουργοῦ, ὥστε πᾶσαν ταύτην τὴν ἀμορφίαν ἐξελεῖν, καὶ εἰς εὐκοσμίαν τινὰ τὰ πάντα ἀγαγεῖν. «Καὶ σκότος, φησίν, ἐπάνω τῆς ἀβύσσου, καὶ Πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος». Τὶ βούλεται τοῦτο τὸ εἰρημένον; «Πνεῦμα, φησί, Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος». Ἐμοὶ δοκεῖ τοῦτο σημαίνειν, ὅτι ἐνέργειά τις ζωτικὴ προσῆν τοῖς ὕδασι, καὶ οὐκ ἦν ἁπλῶς ὕδωρ ἑστὼς καὶ ἀκίνητον, ἀλλὰ κινούμενον, καὶ ζωτικὴν τινὰ δύναμιν ἔχον. Τὸ γὰρ ἀκίνητον πάντη ἄχρηστον· τὸ δὲ κινούμενον, πρὸς πολλὰ ἐπιτήδειον.

β’. Ἳν’ οὖν διδάξῃ ἡμᾶς, ὅτι τὸ ὕδωρ τοῦτο, τὸ πολὺ καὶ ἀμήχανον, τινὰ δύναμιν ἔχει ζωτικήν, διὰ τοῦτό φησί· «Καὶ Πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος»· Τοῦτο δὲ οὐχ ἁπλῶς προλαβοῦσα λέγει ἡ θεῖα Γραφή· ἀλλ’ ἐπειδὴ προϊοῦσα μέλλει διηγεῖσθαι ἡμῖν, ὅτι καὶ ζῶα ἐκ τούτων τῶν ὑδάτων κατὰ πρόσταγμα τοῦ τῶν ἁπάντων δημιουργοῦ παρήχθη, διὰ τοῦτο ἐντεῦθεν ἤδη διδάσκει τὸν ἀκροατήν, ὅτι οὐχ ἁπλῶς ὕδωρ ἦν συνεστός, ἀλλὰ κινούμενον, καὶ διατρέχον, καὶ τὰ πάντα ἐπικλύζον. Ἐπεὶ οὖν πολλὴ κατεκέχυτο παντὸς τοῦ ὁρωμένου ἡ ἀμορφία, προσέταξεν ἀριστοτέχνης Θεός, καὶ τὰ τῆς ἀμορφίας διεσκεδάσθη, καὶ τὸ κάλλος τοῦτο τὸ ἀμήχανον τοῦ φωτὸς τοῦ ὁρωμένου παραχθέν, τὸ τε σκότος ἀπήλασε τὸ αἰσθητόν, καὶ τὰ πάντα κατηύγασε. Καὶ εἶπε, φησίν, ὁ Θεός, «Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς». Εἶπε, καὶ ἐγένετο· ἐκέλευσε, καὶ τὸ μὲν σκότος ἐφυγαδεύθη, τὸ δὲ φῶς παρήχθη. Εἶδες δύναμιν ἄφατον; Ἀλλ’ οἱ τῇ πλάνῃ προκατειλημμένοι οὐ προσέχοντες τῇ ἀκολουθίᾳ τῶν εἰρημένων, οὐδὲ ἀκούοντες τοῦ μακαρίου Μωϋσέως λέγοντος· «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν»· καὶ τότε ἐπάγοντος· «Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος», διὰ τὸ σκότει καὶ τοῖς ὕδασι κεκαλύφθαι· οὕτω γὰρ ἔδοξε τῷ Δεσπότῃ ἐξ ἀρχῆς αὐτὴν παραγαγεῖν· φασὶν ὅτι προϋπέκειτο ἡ ὕλη, καὶ τὸ σκότος προϋπῆρχε. Τὶ ταύτης τῆς ἀνοίας χεῖρον γένοιτ’ ἄν; Ἀκούεις δεῖ Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο τὰ ὄντα, καὶ λέγεις ὅτι προὐπῆρχεν ἡ ὕλη; Καὶ τὶς ἀνάσχοιτο τοσαύτης παροινίας τῶν νοῦν ἐχόντων; Μὴ γὰρ ἄνθρωπός ἐστιν ὁ δημιουργῶν, ἵνα δεηθῇ τινὸς ὑποκειμένου, καὶ οὕτω τὰ τῆς τέχνης ἐπιδείξηται; Θεὸς ἐστιν, ᾧ πάντα εἴκει, λόγῳ καὶ προστάγματι δημιουργῶν. Ὅρα γάρ, εἶπε μόνον, καὶ παρήχθη τὸ φῶς, καὶ παρεχώρησε τὸ σκότος. «Καὶ διεχώρισεν ὁ Θεὸς ἀναμέσον τοῦ φωτός, καὶ ἀναμέσον τοῦ σκότους». Τὶ ἐστι, «Διεχώρισεν»; Ἑκάστῳ ἰδίαν χώραν ἀπένειμε, κατάλληλον καιρὸν ἀφώρισε. Καὶ ἐπειδὴ τοῦτο γέγονε, τότε λοιπὸν ἑκάστῳ τὴν ἁρμόζουσαν προσηγορίαν ἐπιτίθησιν. «Ἐκάλεσε γάρ, φησίν, ὁ Θεὸς τὸ φῶς ἡμέραν καὶ τὸ σκότος ἐκάλεσε νύκτα». Εἶδες διαίρεσιν ἀρίστην, καὶ δημιουργίαν θαυμαστήν, καὶ πάντα λόγον ὑπερβαίνουσαν, λόγῳ μόνῳ καὶ ἐπιτάγματι γινομένην; Εἶδες πόση τῇ συγκαταβάσει ὁ μακάριος οὗτος προφήτης ἐχρήσατο, μᾶλλον δὲ ὁ φιλάνθρωπος Θεὸς διὰ τῆς τοῦ προφήτου γλώττης παιδεύων τὸ τῶν ἀνθρώπων γένος εἰδέναι τῶν γινομένων τὴν τάξιν, καὶ τὶς ὁ τοῦ παντὸς δημιουργός, καὶ ὅπως ἕκαστον παρήχθη; Ἐπειδὴ γὰρ ἔτι ἀτελέστερον διέκειτο τὸ τῶν ἀνθρώπων γένος, καὶ οὐκ ἠδύνατο τῶν τελειοτέρων συνιέναι τὴν κατανόησιν, διὰ τοῦτο πρὸς τὴν τῶν ἀκουόντων ἀσθένειαν τὸ Πνεῦμα τὸ ἅγιον τὴν τοῦ προφήτου γλῶτταν κινῆσαν οὕτως ἅπαντα ἡμῖν διαλέγεται. Καὶ ἵνα μάθῃς ὅτι διὰ τὸ ἀτελὲς τῆς ἡμετέρας διανοίας ταύτῃ ἐχρήσατο τῇ συγκαταβάσει τῆς διηγήσεως, ὅρα τὸν τῆς βροντῆς υἱόν, ὅτι πρὸς ἀρετὴν ἐπέδωκε τὸ τῶν ἀνθρώπων γένος, οὐκέτι ταύτην ἐρχόμενον τὴν ὁδόν, ἀλλ’ ἐπὶ τὴν ὑψηλοτέραν διδασκαλίαν ἄγοντα τοὺς ἀκροωμένους. Εἰπὼν γάρ. «Ἐν ἀρχῇ ᾖν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν καὶ Θεὸς ἦν ὁ Λόγος», ἐπήγαγεν· «Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον». Καθάπερ γὰρ ἐνταῦθα τὸ φῶς τοῦτο τὸ αἰσθητόν, τῷ προστάγματι τοῦ Δεσπότου παραχθέν, τὸ σκότος τοῦτο τὸ ὁρώμενον ἀπέκρυψεν· οὕτω καὶ τὸ νοητὸν φῶς τῆς πλάνης τὸ σκότος ἀπήλασε, καὶ πρὸς τὴν ἀλήθειαν τοὺς πλανωμένους ἐχειραγώγησε.

γ’. Δεξώμεθα οὖν μετὰ πολλῆς τῆς εὐγνωμοσύνης τὰ παρὰ τῆς θείας Γραφῆς διδάγματα, καὶ μὴ ἀντιβλέπωμεν τῇ ἀληθείᾳ, μηδὲ τῷ σκότει παραμένωμεν, ἀλλὰ πρὸς τὸ φῶς ἐπειγώμεθα, καὶ ἄξια τοῦ φωτὸς καὶ τῆς ἡμέρας διαπραττώμεθα ἔργα, καθάπερ καὶ Παῦλος παραινεῖ λέγων· «Ὣς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν», καὶ μὴ ἐργαζώμεθα τὰ ἔργα τοῦ σκότους. «Καὶ ἐκάλεσε, φησίν, ὁ Θεὸς τὸ φῶς ἡμέραν, καὶ τὸ σκότος ἐκάλεσε νύκτα». Ἀλλ’ ὃ μικροῦ ἡμᾶς παρέδραμεν, ἀναγκαῖον τοῦτο ἐπαναλαβεῖν πάλιν. Ἐπειδὴ γὰρ εἶπε, «Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς», ἐπήγαγε· «Καὶ εἶδεν ὁ Θεὸς τὸ φῶς, ὅτι καλόν». Θέα μοι, ἀγαπητέ, ἐνταῦθα, πόση ἡ συγκατάβασις τῶν ῥημάτων. Τὶ οὖν, πρὶν ἢ γενέσθαι οὐκ ᾔδει, ὅτι καλόν, ἀλλὰ μετὰ τὸ παραχθῆναι ἡ ὄψις ἔδειξε τῷ δημιουργῷ τὸ κάλλος τοῦ παραχθέντος; Καὶ τὶς ἂν εἴποι τοῦτο τῶν νοῦν ἐχόντων; Εἰ γὰρ ἄνθρωπος τέχνῃ τινὶ ἐργαζόμενος, καὶ πρὶν ἢ κατασκευάσῃ τὸ ὑπ’ αὐτοῦ δημιουργούμενον, καὶ πρὶν ἢ μορφώσῃ, εἶδε τὴν χρείαν, εἰς ἣν συντελεῖ τὸ ὑπ’ αὐτοῦ γινόμενον· πολλῷ μᾶλλον ὁ τῶν ἁπάντων δημιουργός, ὁ λόγῳ τὰ πάντα ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγών, ᾔδει καὶ πρὸ τοῦ δημιουργηθῆναι τὸ φῶς, ὅτι καλόν. Τίνος οὖν ἕνεκεν ταύτῃ τῇ λέξει, ἐχρήσατο; Πρὸς τὴν συνήθειαν τὴν ἀνθρωπίνην συγκαταβαίνων φθέγγεται ὁ μακάριος οὗτος προφήτης. Καὶ καθάπερ οἱ ἄνθρωποι, ἐπειδὰν τι μετὰ πολλῆς τῆς ἐπιμελείας ἐργάσωνται, καὶ τέλος ἐπιθῶσι τοῖς οἰκείοις καμάτοις, τότε ἐκ τῆς δοκιμασίας καὶ τὸν ἔπαινον προσάγουσι τοῖς ὑπ’ αὐτῶν γινομένοις· τὸν αὐτὸν δὴ τρόπον καὶ ἡ θεία Γραφή, νῦν συγκατιοῦσα τῇ ἀσθενείᾳ τῇς ἀκοῆς τῆς ἡμετέρας, φησί· «Καὶ εἶδεν ὁ Θεὸς τὸ φῶς, ὅτι καλόν», καὶ τότε ἐπήγαγε· «Καὶ διεχώρισεν ὁ Θεὸς ἀνάμεσον τοῦ φωτός, καὶ ἀνάμεσον τοῦ σκότους· καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς ἡμέραν, καὶ τὸ σκότος ἐκάλεσε νύκτα», καὶ ἰδίαν τινὰ χώραν ἀπένειμεν ἑκάστῳ, ὄρους τινὰς ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων ἑκάστῳ πηγνύς, ὥστε εἰς τὸ διηνεκὲς τούτους ἀπαραποδίστους διαφυλάττειν. Καὶ τοῦτο ἔξεστι συνιδεῖν ἑκάστῳ τῶν εὖ φρονούντων, πῶς ἐξ ἐκείνου μέχρι τοῦ παρόντος οὔτε τὸ φῶς ὑπερέβη τοὺς οἰκείους ὄρους, οὔτε τὸ σκότος τὴν οἰκείαν τάξιν παρῆλθε, σύγχυσίν τινα καὶ ἀταξίαν ἐργασάμενον. Καὶ γὰρ ἱκανὸν καὶ τοῦτο μόνον τοῖς ἀγνωμονεῖν βουλομένοις πρὸς τὴν πειθὼ καὶ τὴν ὑπακοὴν τῶν παρὰ τῆς θείας Γραφῆς λεγομένων ἀναγαγεῖν, ὥστε μιμήσασθαι κἂν τῶν στοιχείων τὴν τάξιν, τῶν ἀπαραπόδιστον τηρούντων τὸν δρόμον, καὶ μὴ ὑπερβαίνειν τὰ οἰκεῖα μέτρα, ἀλλ’ ἐπιγινώσκειν τὴν οἰκείαν φύσιν. Εἶτα ἐπειδὴ ἑκάστῳ τὴν προσηγορίαν ἐπέθηκεν, ἀμφότερα εἰς τὸ αὐτὸ συναγαγὼν φησι· «Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωΐ, ἡμέρα μία». Τὸ τέλος τῆς ἡμέρας καὶ τὸ τέλος τῆς νυκτὸς μίαν ἐμφαίνων ὠνόμασιν, ἵνα τάξιν τινὰ καὶ ἀκολουθίαν ἐπιστήσῃ τοῖς ὁρωμένοις, καὶ μηδεμία σύγχυσις ᾗ.

Ἀλλ’ εἰδέναι ἔχομεν διδασκόμενοι παρὰ τοῦ Πνεύματος τοῦ ἁγίου, διὰ τῆς τοῦ μακαρίου τούτου προφήτου γλώττης, τίνα μὲν κατὰ τὴν πρώτην ἐδημιουργήθη ἡμέραν, τίνα δὲ ἐν ταῖς ἄλλαις. Καὶ τοῦτο δὲ αὐτὸ τῆς τοῦ φιλανθρώπου Θεοῦ ἐστι συγκαταβάσεως. Οὐ γὰρ ἠπόρει ἡ παντοδύναμος αὐτοῦ χείρ, καὶ ἡ ἄπειρος σοφία, καὶ ἐν μιᾷ ἡμέρᾳ τὰ πάντα παραγαγεῖν. Τὶ δὲ λέγω, ἐν μιᾷ ἡμέρᾳ; Καὶ ἐν ἀκαριαίᾳ ῥοπῇ. Ἀλλ’ ἐπειδὴ οὐ διὰ τὴν ἑαυτοῦ χρείαν παρήγαγέ τι τῶν ὄντων οὐδενὸς γὰρ δεῖται ἀνενδεὴς ὤν· ἀλλὰ φιλανθρωπία τινί, καὶ ἀγαθότητι τὰ πάντα ἐτεκτήνατο· διὰ τοῦτο κατὰ μέρος δημιουργεῖ, καὶ διδασκαλίαν ἡμῖν σαφῆ τῶν γινομένων παραδίδωσι διὰ τῆς τοῦ μακαρίου προφήτου γλώττης, ἵνα μαθόντες ἀκριβῶς μὴ προσπταίωμεν τοῖς ἐξ ἀνθρωπίνων λογισμῶν κινουμένοις. Εἰ γάρ καὶ τούτων οὕτω γεγενημένων, εἰσὶ τινες οἱ αὐτόματα λέγοντες γεγενῆσθαι πάντα τὰ ὄντα, εἰ μὴ τοσαύτῃ ἐχρήσατο τῇ συγκαταβάσει καὶ διδασκαλία, τὶ οὐκ ἂν ἐτόλμησαν οἱ κατὰ τῆς ἑαυτῶν σωτηρίας ἅπαντα καὶ λέγειν καὶ πράττειν σπουδάζοντες;

δ’. Τὶ γὰρ ἂν εἴη ἀθλιώτερον καὶ ἀνοητότερον τῶν ταῦτα λέγειν ἐπιχειρούντων, καὶ αὐτόματα φασκόντων γεγενῆσθαι τὰ ὄντα, καὶ τῆς τοῦ Θεοῦ προνοίας ἀποστερούντων τὴν πᾶσαν δημιουργίαν; Πῶς γὰρ ἂν ἔχοι λόγον, εἶπε μοι, τὰ τοσαῦτα στοιχεῖα, καὶ τὴν τοσαύτην διακόσμησιν ἄνευ τινὸς τοῦ κυβερνῶντος καὶ τὰ πάντα κρατοῦντος ἡνιοχεῖσθαι; Καὶ ναῦς μὲν οὐκ ἂν ποτε δυνηθείη κυβερνήτου χωρὶς τὰ τῆς θαλάττης κύματα διαδραμεῖν, οὐδὲ στρατιώτης ἐργάζεσθαί τι γενναῖον μὴ τοῦ στρατηγοῦντος ἐφεστῶτος, οὐδὲ οἰκία συνεστάναι μὴ τοῦ ταύτην οἰκονομοῦντος παρόντος, ὁ δὲ ἄπειρος οὗτος κόσμος, καὶ ἡ τῶν στοιχείων τούτων διακόσμησις ἁπλῶς καὶ ὡς ἔτυχε φέρεσθαι ἠδύνατο, μὴ τινος ὄντος τοῦ ἡνιοχεῖν τὰ πάντα δυναμένου, καὶ κατὰ τὴν οἰκείαν σοφίαν συνέχοντος καὶ διαβαστάζοντος ἅπαντα τὰ ὁρώμενα;· Ἀλλὰ τὶ περαιτέρω φιλονεικοῦμεν ταῦτα δεικνύειν ἐκείνοις, ἅ, κατὰ τὴν παροιμίαν, καὶ τυφλοῖς δῆλα καθέστηκεν; Ὅμως μὴ διαλιμπάνωμεν προτιθέντες αὐτοῖς τὰ ἀπὸ τῆς Γραφῆς διδάγματα, καὶ πᾶσαν ποιούμενοι σπουδήν, ὥστε καὶ τῆς πλάνης αὐτοὺς ἀπαλλάξαι, καὶ πρὸς τὴν ἀλήθειαν ἐπαναγαγεῖν. Εἰ γὰρ καὶ ἔτι τῇ πλάνῃ εἰσὶ προκατειλημμένοι, ἀλλ’ ὅμως ὁμογενεῖς τυγχάνουσι, καὶ προσήκει πολλὴν αὐτῶν ποιεῖσθαι τὴν πρόνοιαν, καὶ μηδέποτε ναρκᾷν, ἀλλὰ μετὰ πολλῆς τῆς ἐπιμελείας τὰ παρ’ ἑαυτῶν ἐπιδείκνυσθαι, καὶ κατάλληλον αὐτοῖς ἰατρείαν παρέχειν, ἵνα ὀψὲ γοῦν ποτε πρὸς τὴν ἀληθῆ ὑγίειαν ἐπανέλθωσιν. Οὐδὲν γὰρ οὕτω τῷ Θεῷ περισπούδαστον, ὡς ψυχῆς σωτηρία. Καὶ βοᾷ Παῦλος λέγων, «Ὁ θέλων πάντας ἀνθρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν»· καὶ πάλιν αὐτὸς ὁ Θεὸς φησιν· «Οὐ θελήσει θέλω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν». Διὰ γὰρ τοῦτο καὶ τὴν κτίσιν ταύτην ἅπασαν παρήγαγε, καὶ ἡμᾶς ἐδημιούργησεν, οὐχ ἵνα ἀπολώμεθα, οὐδὲ ἵνα εἰς κόλασιν ἡμᾶς παραπέμψῃ, ἀλλ’ ἵνα σώσῃ, καὶ τῆς πλάνης ἐλευθερώσας τῆς βασιλείας τὴν ἀπόλαυσιν ἡμῖν δωρήσηται. Ταύτην γὰρ ἡμῖν καὶ ἡτοίμασεν, οὐ νῦν μετὰ τὸ γενέσθαι, ἀλλὰ πρὸ καταβολῆς κόσμου, καθὼς αὐτὸς φησι, «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρὸς μου κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου». Ὅρα φιλανθρωπίαν Δεσπότου, ὅπως καὶ πρὸ τῆς δημιουργίας, καὶ πρὶν ἡ παραγαγεῖν τὸν ἄνθρωπον, τὰ μυρία αὐτῷ ἀγαθὰ ηὐτρέπισε, δεικνὺς ὅσην πρόνοιαν ποιεῖται τοῦ γένους τοῦ ἡμετέρου, καὶ ὅτι πάντας βούλεται σωθῆναι

Τοιοῦτον τοίνυν ἔχοντες Δεσπότην, οὕτω φιλάνθρωπον, οὕτως ἀγαθόν, οὕτως ἥμερον, καὶ τῆς οἰκείας σωτηρίας φροντίζωμεν, καὶ τῶν ἀδελφῶν τῶν ἡμετέρων. Τοῦτο γὰρ ἡμῖν καὶ σωτηρίας ὑπόθεσις γενήσεται, ὅταν μὴ ὑπὲρ ἑαυτῶν μόνον σπουδάζωμεν, ἀλλ’ ὅταν καὶ τὸν πλησίον ὠφελῶμεν, καὶ πρὸς τὴν τῆς ἀληθείας ὁδὸν χειραγωγῶμεν. Καὶ ἵνα μάθῃς, ὅσον ἐστὶν ἀγαθὸν τὸ δυνηθῆναι μετὰ τῆς οἰκείας σωτηρίας καὶ ἕτερον κερδᾶναι ἄκουσον ἐκ προσώπου τοῦ Θεοῦ λέγοντος τοῦ προφήτου· «Ὁ ἐξάγων τίμιον ἐξ ἀναξίου, ὡς στόμα μου ἔσται». Τὶ δὲ τοῦτό ἐστιν; Ὁ ἐκ τῆς πλάνης πρὸς τὴν ἀλήθειαν, φησί, χειραγωγῶν, ἢ ἀπὸ τῆς κακίας πρὸς ἀρετὴν ὁδηγῶν τὸν πλησίον, κατὰ δύναμιν ἀνθρωπίνην ἐμὲ μιμεῖται. Καὶ γὰρ καὶ αὐτὸς δι’ οὐδὲν ἕτερον, Θεὸς ὤν, τὴν ἡμετέραν ὑπέδυ σάρκα, καὶ διὰ τὴν σωτηρίαν τοῦ τῶν ἀνθρώπων γένους γέγονεν ἄνθρωπος. Καὶ τὶ λέγω, τὴν ἡμετέραν ὑπέδυ σάρκα, καὶ τὰ ἀλλὰ πάντα τὰ ἀνθρώπινα ὑπέμεινεν, ὅπου γε καὶ τὸν σταυρὸν κατεδέξατο, ἵνα ἡμᾶς τοὺς ὑπὸ ἁμαρτιῶν προδεδομένους τῆς κατάρας ἐλευθερώσῃ; Καὶ βοᾷ τοῦτο Παῦλος λέγων· «Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα». Εἰ τοίνυν αὐτός, Θεὸς ὢν καὶ τῆς οὐσίας ἐκείνης τῆς ἀποῤῥήτου τυγχάνων, διὰ φιλανθρωπίαν ἄφατον ταῦτα ἅπαντα κατεδέξατο δι’ ἡμᾶς καὶ τὴν σωτηρίαν τὴν ἡμετέραν· τὶ οὐκ ἂν εἴημεν αὐτοὶ δίκαιοι περὶ τοὺς ὁμογενεῖς ἐπιδείξασθαι καὶ τὰ μέλη τὰ ἡμέτερα, ὥστε καὶ τῆς φάρυγγος αὐτοὺς ἐξαρπάσαι τοῦ διαβόλου, καὶ πρὸς τὴν τῆς ἀρετῆς ὁδὸν χειραγωγῆσαι; Ὅσῳ γὰρ ψυχὴ σώματος κρείσσων, τοσούτῳ τῶν χρήμασι βοηθούντων τοῖς δεομένοις οὗτοι μειζόνων ἀξιοῦνται τῶν ἀμοιβῶν οἱ διὰ τῆς παραινέσεως καὶ τῆς συνεχοῦς διδασκαλίας τοὺς ῥᾳθύμους καὶ ἀναπεπτωκότας ἀνάγοντες ἐπὶ τὴν εὐθεῖαν ὁδόν, καὶ δεικνύντες τῆς μὲν κακίας τὸ δυσειδές, τῆς δὲ κατὰ Θεὸν ἀρετῆς τὴν πολλὴν εὐμορφίαν.

ε’. Ταῦτα τοίνυν ἅπαντα εἰδότες, πρὸ τῶν ἄλλων ἁπάντων τῶν βιωτικῶν περὶ τῆς κατὰ ψυχὴν σωτηρίας διαλεγώμεθα τοῖς πλησίον, εἰς ταύτην αὐτοὺς ἐνάγοντες τὴν μέριμναν. Ἀγαπητὸν γάρ, ἀγαπητόν, συνεχῶς ταῦτα ἐνηχουμένην τὴν ψυχὴν δυνηθῆναι ἀνενεγκεῖν ἐκ τῆς ἀβύσσου τῶν κακῶν τῶν ἐν τῷ μέσῳ στρεφομένων, καὶ περιγενέσθαι τῆς τῶν παθῶν ἐπαναστάσεως, ἅπερ διηνεκῶς πολιορκεῖ τὴν ἡμετέραν ψυχήν. Καὶ διὰ τοῦτο χρεία ἡμῖν πολλῆς τῆς ἀγρυπνίας, ἐπειδὴ καὶ διηνεκὴς ἡμῖν ἐστιν ὁ πόλεμος, καὶ ἀνακωχὴν οὐδέποτε ἔχων· διὸ καὶ Παῦλος ἔλεγεν Ἐφεσίοις γράφων· «Οὐκ ἐστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις». Μὴ νομίσητε, φησί, τὸν τυχόντα ἡμῖν προκεῖσθαι ἀγῶνα· οὐ πρὸς ὁμογενεῖς ἡμῖν ἐστιν ἡ πάλη, οὐδὲ ἐξίσης ἡμῖν τὰ τῆς παρατάξεως. Καὶ γὰρ σώματι συμπεπλεγμένα, ταῖς ἀσωμάτοις παλαίειν δυνάμεσι προστετάγμεθα· ἀλλὰ μὴ δείσητε· εἰ γὰρ καὶ ἀνώμαλος ἡ μάχη, ἀλλὰ μεγάλη τῶν ὅπλων τῶν ἡμετέρων ἡ δύναμις. Ἐπήγαγε γὰρ μονονουχὶ λέγων, ἐπειδὴ ἔγνωτε τῶν πολεμίων τὴν φύσιν, μὴ καταπέσητε, μηδὲ ναρκήσητε πρὸς τὴν πάλην· ἀλλὰ «Διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου». Πολλαὶ γὰρ αἱ τούτου μεθοδεῖαι, τοῦτ’ ἐστιν ὁδοί, δι’ ὧν ὑποσκελίζειν ἐπιχειρεῖ τοὺς ῥᾳθυμοτέρους, καὶ δεῖ ταύτας ἀκριβῶς ἐπίστασθαι, ὥστε διαφυγεῖν αὐτοῦ τὰς λαβάς, καὶ μηδεμίαν αὐτῷ παρείσδυσιν ἀφιέναι, ἀλλὰ καὶ γλώττης ἀκρίβειαν ἐπιδείκνυσθαι, καὶ ὀφθαλμῶν ἀσφάλειαν, καὶ διανοίας καθαρότητα, καὶ διηνεκῶς ἐναγώνιον εἶναι, καθάπερ θηρίου τινὸς ἐπιόντος, καὶ λυμήνασθαι ἡμῖν ἐπιχειροῦντος. Διὰ γὰρ τοῦτο καὶ ἡ οὐρανομήκης ἐκείνη ψυχή, ὁ τῶν ἐθνῶν διδάσκαλος, ἡ γλῶττα τῆς οἰκουμένης, ὁ ὑπὲρ τῆς τῶν μαθητευομένων σωτηρίας ἅπαντα πραγματευόμενος, εἰπών, «Ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ», πάλιν ἐπήγαγε, πάντοθεν ἡμᾶς περιφράττων, καὶ ἀχειρώτους ἐργαζόμενος, οὕτω λέγων· «Στῆτε οὖν περιεζωσμένοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς πίστεως, καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης, ἐπὶ πᾶσαν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ὧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι, καὶ τὴν μάχαιραν τοῦ Πνεύματος, ὃ ἐστι ῥῆμα Θεοῦ». Εἶδες πάντα τὰ μέλη ὅπως περιέφραξε, καὶ καθάπερ τις μὲν εἰς πόλεμόν τινα μέλλων ἐξαγαγεῖν, οὕτω πρῶτον μὲν τῇ ζώνῃ ἠσφαλίσατο, ὥστε εὔκολον εἶναι ἡμῖν τὸν δρόμον, ἔπειτα τὸν θώρακα ἐνέδυσεν, ἵνα μὴ ὑπὸ τῶν βελῶν πληττώμεθα, καὶ τοὺς πόδας ἠσφάλιστο, καὶ πανταχόθεν τῇ πίστει περιέφραξεν; Αὕτη γάρ, αὕτη, φησί, καὶ τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι δυνήσεται. Τίνα δὲ ἐστι τοῦ διαβόλου τὰ βέλη; Αἱ πονηραὶ ἐπιθυμίαι, οἱ ἀκάθαρτοι λογισμοί, τὰ πάθη τὰ ὀλέθρια, θυμός, βασκανία, φθόνος, ὀργή, μῖσος, χρημάτων ἐπιθυμία καὶ ἡ ἄλλη ἅπασα ῥᾳθυμία. Ταῦτα. Φησίν, ἅπαντα σβέσαι δυνήσεται ἡ μάχαιρα τοῦ Πνεύματος. Καὶ τὶ λέγω σβέσαι; Καὶ τὴν κεφαλὴν αὐτὴν τοῦ πολεμίου ἀποτεμεῖν δυνήσεται. Εἶδες πῶς ἐνεύρωσε τοὺς μαθητευομένους; Πῶς κηροῦ μαλακωτέρους ὄντας σιδήρου στεῤῥοτέρους εἰργάσατο; Ἐπειδὴ τὰρ ἡμῖν οὐ πρὸς αἷμα καὶ σάρκα ὁ πόλεμος, ἀλλὰ πρὸς τὰς ἀσωμάτους δυνάμεις, διὰ τοῦτο οὐδὲ τὰ ὅπλα ἡμῖν σαρκικὰ περιέθηκεν, ἀλλὰ πάντα πνευματικά, καὶ οὕτως ἀποστίλβοντα, ὥστε μηδὲ τὴν ἐκ τούτων αἴγλην ἐνεγκεῖν δύνασθαι τὸν πονηρὸν ἐκεῖνον δαίμονα.

Ϛ’. Τοιαῦτα τοίνυν ὅπλα ἐνδεδυμένοι μὴ φρίττωμεν τὴν πάλην, μηδὲ τὴν συμπλοκὴν φεύγωμεν, ἀλλὰ μηδὲ ῥᾳθυμῶμεν. Ὥσπερ γὰρ νηφόντων ἡμῶν οὐκ ἂν ποτε περιγένοιτο ὁ πονηρὸς δαίμων ἐκεῖνος τῆς τῶν ὅπλων δυνάμεως, ἐὰν βουλώμεθα ἄκυρα αὐτοῦ ποιῆσαι τὰ μηχανήματα· οὕτως ἐὰν ῥαθυμῶμεν, οὐδὲν ἡμῖν ὄφελος ἔσται, τοῦ πολεμίου τῆς ἡμετέρας σωτηρίας διηνεκῶς ἐγρηγορότος, καὶ πάντα κατὰ τῆς σωτηρίας ἡμῶν διαπραττομένου. Πανταχόθεν τοίνυν ὁπλίζωμεν ἑαυτοὺς καὶ ῥημάτων φειδόμενοι, καὶ πραγμάτιον ἀπεχόμενοι τῶν βλάπτειν ἡμᾶς δυναμένων, καὶ μετὰ τῆς ἀποχῆς τῶν βρωμάτων, καὶ τῆς ἄλλης ἀρετῆς, καὶ τὴν περὶ τοὺς πένητας δαψίλειαν ἐπιδεικνυώμεθα, εἰδότες ὅση τῆς περὶ τούτους θεραπείας ἡμῖν κείσεται ἡ ἀνταπόδοσις. «Ὁ γὰρ ἐλεῶν, φησί, πτωχόν, δανείζει Θεῷ». Ὅρα δανείου φύσιν ξένην καὶ παράδοξον. Ἕτερος ἐστιν ὁ λαμβάνων, καὶ ἕτερος ὁ τῷ δανείῳ ἑαυτὸν ὑπεύθυνον καθιστάς· καὶ οὐ τοῦτο μόνον, ἀλλ’ ὅτι ἐπὶ τούτου τοῦ δανείου οὐκ ἐστιν ἀγνωμοσύνην ὑποστῆναι, οὐδὲ ἑτέραν τινὰ ζημίαν. Οὐδὲ γάρ, καθάπερ ἐνταῦθα, ἑκατοστὴν μόνον ὑπισχνεῖται δώσειν, ἀλλὰ ἑκατονταπλασίονα τῶν διδομένων, καὶ οὐδὲ μέχρι τούτου ἵσταται, ἀλλὰ ταῦτα μὲν ἐν τῷ παρόντι, καὶ ἐν τῷ μέλλοντι δὲ ζωὴν αἰώνιον. Καὶ ἐπὶ μὲν τοῦ παρόντος βίου εἲ τις ἡμῖν ὑπέσχετο διπλασίονα μόνον τῶν διδομένων ὑφ’ ἡμῶν παρασχεῖν, προθύμως ἂν ἅπασαν ἡμῶν τὴν ὕπαρξιν προσηκάμεθα, ὅπου πολλὴ πολλάκις ἡ ἀγνωμοσύνη, πολλαὶ τῶν πλεονεκτούντων αἱ ὑπερβολαί. Καὶ γὰρ καὶ τῶν σφόδρα γνησίων πολλοὶ οὐδὲ αὐτὸ τὸ δανεισθὲν τοῖς δεδωκόσι παρέσχον, ἢ δι’ ἀγνωμοσύνην τοῦτο ὑπομείναντες, ἢ καὶ πολλάκις ὑπὸ πενίας κωλυθέντες. Ἐπὶ δὲ τοῦ τῶν ἁπάντων Δεσπότου οὐδὲν τούτων ἐστὶ λογίσασθαι, ἀλλὰ καὶ τὸ δάνειον ἀκέραιον μένει, καὶ ὑπὲρ τῶν καταβαλλομένων ἑκατονταπλασίονα παρασχεῖν ὑπισχνεῖται μετὰ τοῦτο, καὶ τὴν ἐν τῷ μέλλοντι ζωὴν ἡμῖν ταμιεύεται. Τὶς οὖν ἡμῖν λοιπὸν ἀπολογία λείπεται μὴ σπεύδουσι καὶ ἐπειγομένοις ἀντὶ τῶν ὀλίγων ἑκατονταπλασίονα λαβεῖν, καὶ ἀντὶ τῶν παρόντων τὰ μέλλοντα, καὶ ἀντὶ τῶν προσκαίρων τὰ αἰώνια, ἀλλ’ ἡδέως θύραις καὶ μοχλοῖς ἐναποκλείουσι τὰ χρήματα, καὶ οὐ βουλομένοις αὐτὰ νῦν προέσθαι τοῖς δεομένοις τὰ ἁπλῶς καὶ εἰκῆ κείμενα, ἵνα ἐν τῷ μέλλοντι αἰῶνι τῆς παρ’ αὐτῶν προστασίας ἀπολαύσωμεν; «Ποιήσατε γὰρ ὑμῖν φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἵνα, ὅταν ἐκλείπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους αὐτῶν σκηνάς». Καὶ οἶδα, ὅτι πολλοὶ οὐ μόνον οὐ προσίενται τὰ παρ’ ἡμῶν λεγόμενα, ἀλλὰ καὶ ὡς λῆρόν τινα καὶ μῦθον ἀκούοντες, οὐ προσέχουσι ὁ τοῖς ἡμετέροις λόγοις. Ἀλλ’ ἐγὼ καὶ διὰ τοῦτο δάκνομαι, καὶ ὀδυνῶμαι, ὅτι οὔτε τῶν πραγμάτων ἡ πεῖρα, οὔτε ἡ τοσαύτη τοῦ Θεοῦ ὑπόσχεσις, οὔτε ὁ φόβος τῶν μελλόντων, οὔτε αἱ καθ’ ἑκάστην ἡμέραν παρ’ ἡμῶν παραινέσεις τῶν τοιούτων καθικέσθαι ἠδυνήθησαν, καὶ οὐ παύσομαι οὐδὲ οὕτω τῆς τοιαύτης συμβουλῆς, μέχρις ἂν τῇ πολλῇ συνεχείᾳ περιγενέσθαι δυνηθῶ, καὶ εἰς νῆψιν αὐτοὺς ἀγαγεῖν, καὶ ἐκ τοῦ κάρου καὶ τῆς μέθης, ἣν ἡ τῶν χρημάτων ἐπιθυμία ἤνεγκε σκοτώσασα τὸν λογισμόν, ἀνενεγκεῖν. Οἶδα γάρ, οἶδα ὅτι μετὰ τὴν τοῦ Θεοῦ χάριν καὶ ἡ τῶν ἡμετέρων λόγων συνέχεια, καὶ ἡ παρὰ τῆς νηστείας ἐπιμέλεια δυνήσεται αὐτοὺς ὀψὲ γοῦν ποτε ἀπαλλάξαι τοῦ χαλεποῦ τούτου νοσήματος, καὶ εἰς τελείαν ὑγίειαν ἐπαναγαγεῖν, ἵνα καὶ αὐτοὶ τῆς ἐπηρτημένης τοῖς τοιούτοις τιμωρίας ἐλευθερωθῶσι, καὶ ἡμεῖς τῆς ἀθυμίας ἀπαλλαγῶμεν, καὶ ὑπὲρ ἁπάντων δόξαν ἀναπέμψωμεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: Ὁμιλία Δ’. Καὶ εἶπεν ὁ Θεός· «Γεννηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀνάμεσον ὕδατος καὶ ὕδατος· καὶ ἐγένετο οὕτως»
Προηγούμενο: Ὁμιλία Β’. Εἰς τὴν ἀρχὴν τῆς κτίσεως. Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53
Ἀρχικὴ Σελίδα: Τέρτιος