Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Ὁμιλία Ε’. Καὶ εἶπεν ὁ Θεὸς «Συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά»
Προηγούμενο: Ὁμιλία Γ’. Εἰς τὰ ὑπόλοιπα τοῦ, «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν», ἕως τοῦ, «Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωΐ, ἡμέρα μία»
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

Ὁμιλία Δ’. Καὶ εἶπεν ὁ Θεός· «Γεννηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀνάμεσον ὕδατος καὶ ὕδατος· καὶ ἐγένετο οὕτως»

.

α’. Ὁρῶν ὑμῶν, ἀγαπητοί, τὴν μετὰ προθυμίας καθ’ ἑκάστην ἡμέραν ἐνταῦθα συνέλευσιν, μεγάλην καρποῦμαι τὴν ἡδονήν, καὶ οὐ παύομαι δοξάζων τὸν φιλάνθρωπον Θεὸν ἐπὶ τῇ προκοπῇ τῇ ὑμετέρᾳ. Ὥσπερ γὰρ τὸ πεινῆν σωματικῆς εὐεξίας ἐστὶ σημεῖον, οὕτω καὶ τὸ περὶ τὴν ἀκρόασιν τῶν θείων λογίων ἐσπουδακέναι τῆς κατὰ ψυχὴν ὑγιείας τεκμήριον ἂν τις μέγιστον ποιήσαιτο. Διὸ καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐν τοῖς μακαρισμοῖς ἐκείνοις, τοῖς ἐπὶ τοῦ ὄρους γεγενημένοις, ἔλεγε· «Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται». Τὶς ἂν οὖν ὑμᾶς κατ’ ἀξίαν ἐπαινέσαι δυνηθείη, τοὺς ἅπαξ παρὰ τοῦ τῶν ἁπάντων Δεσπότου τὸν μακαρισμὸν δεξαμένους, καὶ τὰ μυρία προσδοκῶντας παρ’ αὐτοῦ ἀγαθά; Τοιοῦτος γὰρ ὁ ἡμέτερος Δεσπότης ὅταν ἴδῃ ψυχὴν πολλῷ τῷ πόθῳ καὶ ἐπιτεταμένῃ τῇ προθυμίᾳ τοῖς πνευματικοῖς προσιοῦσαν, ἐπιδαψιλεύεται τὴν χάριν, καὶ πλουσίας πάρ· ἑαυτοῦ χαρίζεται τὰς δωρεᾶς. Ὅθεν προσδοκῶ καὶ ἡμῖν διὰ τὴν ὑμετέραν ὠφέλειαν πλείονα παρασχεθήσεσθαι τὸν τῆς διδασκαλίας λόγον εἰς οἰκοδομὴν τῆς ὑμετέρας ἀγάπης. Δι’ ὑμᾶς γὰρ καὶ τὴν προκοπὴν τὴν ὑμετέραν ἅπαντα τοῦτον τὸν πόνον ὑπομένομεν, ὥστε καὶ ὑμᾶς πρὸς αὐτὴν τῆς ἀρετῆς τὴν κορυφὴν θᾶττον ἀναδραμεῖν, καὶ πᾶσι τοῖς εἰς ὑμᾶς ὁρῶσι διδασκάλους γενέσθαι τῆς κατὰ Θεὸν πολιτείας, καὶ ἡμᾶς πλείονος ἀπολαύειν τῆς παῤῥησίας, δρῶντας οὐ μάτην, οὐδὲ εἰκῆ πονουμένους ἡμᾶς, ἀλλὰ καθ’ ἑκάστην ἡμέραν αὐξανόμενον τοῦτον τὸν σπόρον τὸν πνευματικόν, καὶ μὴ καθάπερ ἐν τῷ εὐαγγελίῳ ἐπὶ τοῦ σπείροντος γέγονεν, οὕτω καὶ ἐφ’ ἡμῶν ὁ συμβῆναι. Ἐκεῖ μὲν γὰρ ἓν μέρος διεσώθη, καὶ τὰ τρία παραπώλετο. Τὸ μὲν γὰρ τῶν σπερμάτων τὸ παρὰ τὴν ὁδὸν καταβληθὲν ἄκαρπον ἔμεινε, τὸ δὲ ὑπὸ τῶν ἀκανθῶν ἀπεπνίγη, ἕτερον δὲ εἰς τὰς πέτρας καταβληθέν, καὶ ἐπὶ τῆς ἐπιφανείας μεῖναν, οὐδένα καρπὸν ἐνεγκεῖν ἠδυνήθη· ἐνταῦθα δὲ διὰ τὴν τοῦ Θεοῦ χάριν προσδοκῶμεν ἅπαντα τὸν σπόρον εἰς τὴν καλὴν γῆν καταβεβλῆσθαι, καὶ τοὺς μὲν ποιεῖν ἑκατόν, τοὺς δὲ ἑξήκοντα, τοὺς δὲ τριάκοντα. Τοῦτο ἡμῶν τὴν προθυμίαν αὔξει, τοῦτο τὴν διάνοιαν διεγείρει, τὸ εἰδέναι, ὅτι οὐχ ἁπλῶς οὐδὲ εἰκῆ τοὺς λόγους προϊέμεθα, ἀλλ’ ὅτι νηφούσαις ταῖς ἀκοαῖς καὶ συντεταμένῃ τῇ διανοίᾳ τὰ παρ’ ἡμῶν δέχεσθε. Καὶ ταῦτα οὐ κολακεύων ὑμῶν τὴν ἀγάπην λέγω, ἀλλὰ στοχαζόμενος τὴν προθυμίαν ἐκ τῶν χθὲς ἡμῖν εἰρημένων. Ἑώρων γὰρ ἅπαντας ἐκκρεμαμένους περὶ τὴν διδασκαλίαν, καὶ πάντα ποιοῦντας, ὥστε μηδὲ τὸ τυχὸν ὑμᾶς τῶν λεγομένων παραδραμεῖν· ἄλλως δὲ καὶ ἡ τῶν κρότων συνέχεια μεγίστη ἀπόδειξις ἐγένετο τοῦ μεθ’ ἡδονῆς ὑμᾶς δέχεσθαι τὰ λεγόμενα. Ὁ δὲ μεθ’ ἡδονῆς ἀκούων τινῶν λεγομένων, δῆλον ὅτι καὶ ἐμπήγνυσιν αὐτὰ τῇ διανοίᾳ, καὶ ἀνεξάλειπτα ἐργάζεται τῷ πλάτει τῆς διανοίας ἐναποτιθέμενος. Τὶς ἂν οὖν πρὸς ἀξίαν καὶ ὑμᾶς ἐπαινέσειε, καὶ ἡμᾶς μακαρίσειεν, ὅτι εἰς ὦτα λέγομεν ἀκουόντων; «Μακάριος γάρ, φησίν, ὁ λέγων εἰς ὦτα ἀκουόντων». Τοῦτο νηστείας τὸ κατόρθωμα, τοῦτο τὸ φάρμακον τὴν σωτηρίαν τῶν ἡμετέρων ψυχῶν εἰργάσατο. Εἰ δὲ ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων τοσαύτην τὴν ἰσχὺν ἐπεδείξατο, προϊουσῶν τῶν ἡμερῶν πόσην χρὴ προσδοκῆσαι τὴν ὠφέλειαν προσγίνεσθαι; Μόνον ὑμεῖς, παρακαλῶ, «Μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε, καὶ μηδεμίαν παρείσδυσιν δότε τῷ ἐχθρῷ τῇς σωτηρίας τῆς ὑμετέρας». Ὁρῶν γὰρ ὑμῶν νῦν τὸν πλοῦτον τὸν πνευματικόν, μέμηνε καὶ ἀγριαίνει, καὶ καθάπερ λέων ὠρυόμενος περιέρχεται ζητῶν τίνα καταπίῃ. Ἀλλ’ ἐὰν νήφωμεν, οὐδενὸς περιέσται διὰ τὴν τοῦ Θεοῦ χάριν.

β’. Τοιαῦτα γὰρ ἡμῶν τὰ ὅπλα τὰ πνευματικά, ἅπερ ἡμᾶς ἐνέδυσεν ἡ τοῦ Πνεύματος χάρις, καθάπερ χθὲς ἐδιδάξαμεν τὴν ὑμετέραν ἀγάπην. Ἂν τοίνυν τούτοις διηνεκῶς ὦμεν πεφραγμένοι πάντα τὰ μέλη, οὐδὲν τῶν ὑπ’ ἐκείνου ἀφιεμένων βελῶν καθικέσθαι ἡμῶν δυνήσεται, ἀλλ’ ἄκυρα πρὸς αὐτὸν ἐπανήξει· ἀδάμαντος γὰρ ἡμᾶς στεῤῥοτέρους ἡ τοῦ Θεοῦ χάρις κατεσκεύασε, καὶ πάντη ἀναλώτους, ἐὰν βουλώμεθα. Ὥσπερ οὖν ὁ ἀδάμαντα παίων ἐκεῖνον μὲν ἔβλαψεν οὐδέν, ἑαυτοῦ δὲ τὴν ἰσχὺν καθεῖλε, καὶ ὁ πρὸς κέντρα λακτίζων, τοὺς οἰκείους αἱμάσσει πόδας· οὕτω δὴ καὶ ἐφ’ ἡμῶν ἔσται καὶ τοῦ πολεμίου τῆς σωτηρίας τῆς ἡμετέρας, ἐὰν τοῖς ὅπλοις τοῖς δεδομένοις ἡμῖν παρὰ τῆς τοῦ Πνεύματος χάριτος ἑαυτοὺς διηνεκῶς φράττωμεν. Τοσαύτη γὰρ τούτων ἡ δύναμις, ὡς μηδὲ τὴν ἐξ αὐτῶν ἀστραπὴν ὑφίστασθαι τὸν πολέμιον, ἀλλ’ ἀποτυφλοῦσθαι τὰς ὄψεις ἐκ τῆς αὐγῆς τῆς ἐκεῖθεν ἐκπεμπομένης. Τούτοις, παρακαλῶ, τοῖς ὅπλοις διαπαντὸς ἑαυτοὺς τειχίζοντες, οὕτω καὶ εἰς ἀγορὰν ἐμβάλλωμεν, καὶ φίλοις συγγενώμεθα, καὶ πράγματα μεταχειρίζωμεν. Καὶ τὶ λέγω εἰς ἀγοράν; Καὶ εἰς ἐκκλησίαν ἀπαντῶντες ταῦτα ἔχωμεν ἡμῖν περικείμενα, καὶ οἴκαδε ἐπανιόντες καὶ καθεύδοντες, καὶ διανιστάμενοι, καὶ μηδέποτε αὐτὰ ἀποθώμεθα παρὰ πᾶσαν ἡμῶν τὴν ζωήν· ἄπεισι γὰρ μεθ’ ἡμῶν, καὶ τῆς ἐκεῖ παῤῥησίας ὑπόθεσις ἡμῖν μεγίστη γίνεται. Οὐδὲ γὰρ ὁμοίως τοῖς αἰσθητοῖς ὅπλοις βαρύνει τὸ σῶμα, ἀλλὰ μᾶλλον κουφίζει, καὶ μετάρσιον ἐργάζεται, καὶ τὴν ἰσχὺν ἐπιτείνει· μόνον ἐὰν αὐτὰ καθ’ ἑκάστην ἡμέραν ἀποσμήχωμεν, ὥστε λαμπρὰ φαινόμενα διὰ τῆς οἰκείας ἀστραπῆς πηροῦν τὰς ὄψεις τοῦ πονηροῦ δαίμονος, πάντα κατὰ τῆς σωτηρίας τῆς ἡμετέρας μηχανωμένου. Φέρε δὴ λοιπόν, ἐπειδὴ ἱκανῶς ὑμᾶς καθωπλίσαμεν, τὴν συνήθη παραθῶμεν ὑμῖν τράπεζαν, καὶ τὰ ἀκόλουθα τῶν χθὲς ἡμῖν εἰρημένων προθῶμεν ἐπὶ τῆς ὑμετέρας ἀγάπης, πάλιν τὸν θαυμάσιον ἑστιάτορα τὸν μακάριον Μωϋσέα, τὸν μέγαν προφήτην τῆς καλῆς ταύτης διδασκαλίας ἡγεμόνα ποιησάμενοι. Ἴδωμεν οὖν τίνα ἐστίν, ἃ καὶ σήμερον ἡμᾶς διδάξαι βούλεται, καὶ προσέχωμεν ἀκριβῶς τοῖς παρ’ αὐτοῦ λεγομένοις. Οὐδὲ γὰρ οἰκείᾳ δυνάμει φθέγγεται, ἀλλ’ ἅπερ ἂν ἡ τοῦ Πνεύματος χάρις ἐνηχήσῃ, ταῦτα διὰ τῆς οἰκείας προφέρει γλώττης, διδάσκων τὴν τῶν ἀνθρώπων φύσιν. Ἀπαρτίσας τοίνυν τὸν περὶ τῆς πρώτης ἡμέρας λόγον, καὶ εἰπὼν μετὰ τὴν τοῦ φωτὸς δημιουργίαν, «Ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωΐ, ἡμέρα μία», πάλιν φησί· «Καὶ εἶπεν ὁ Θεός· Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀνάμεσον ὕδατος καὶ ὕδατος». Σκόπει μοι ἐνταῦθα, ἀγαπητέ, διδασκαλίας ἀκολουθίαν. Ἐπειδὴ γὰρ προλαβὼν ἡμῖν εἶπε μετὰ τὴν τοῦ οὐρανοῦ καὶ τῆς γῆς δημιουργίαν, ὅτι «Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος», καὶ τὴν αἰτίαν προσέθηκεν, ὅτι διὰ τοῦτο ἦν ἀόρατος, διὰ τὸ καλύπτεσθαι ὑπὸ τοῦ σκότους, καὶ τῶν ὑδάτων· ὕδωρ γὰρ ἦν τὸ πᾶν, καὶ σκότος, καὶ οὐδὲν ἕτερον· εἶτα τοῦ Δεσπότου προστάξαντος, παρήχθη τὸ φῶς, καὶ διαχωρισμὸς γέγονε φωτὸς καὶ σκότους, καὶ τὸ μὲν τὴν τῆς ἡμέρας προσηγορίαν ἔλαβε, τὸ δὲ τὴν τῆς νυκτὸς ἐδέξατο· πάλιν ἡμᾶς διδάξαι βούλεται, ὅτι ὥσπερ τὸ σκότος διεῖλε τὸ φῶς παραγαγών, καὶ ἑκάστῳ τὴν ἁρμόζουσαν προσηγορίαν ἐπέθηκεν, οὕτω καὶ τὸ πλῆθος τῶν ὑδάτων προστάγματι διαιρεῖ.

γ’. Καὶ ὅρα δύναμιν ἄφατον, καὶ πάντα ἀνθρώπινον λογισμὸν ὑπερβαίνουσαν. Κελεύει γὰρ μόνον, καὶ τὸ μὲν παράγεται τῶν στοιχείων, τὸ δὲ παραχωρεῖ. Καὶ εἶπε, φησίν, ὁ Θεός, «Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀνάμεσον ὕδατος καὶ ὕδατος». Τὶ ἐστι, «Γενηθήτω στερέωμα»; Ὡς ἂν εἴποι τις γλώττῃ ἀνθρωπίνῃ, τειχίον τι καὶ διάφραγμα διαιροῦν μεταξύ, καὶ χωρισμὸν ἐργαζόμενον. Καὶ ἵνα μάθῃς τὴν πολλὴν ὑπακοὴν τῶν στοιχείων, καὶ τὴν ὑπερβάλλουσαν δύναμιν τοῦ δημιουργοῦ, φησί· «Καὶ ἐγένετο οὕτως». Εἶπε μόνον, καὶ τὸ ἔργον ἠκολούθησε. «Καὶ ἐποίησε, φησίν, ὁ Θεὸς τὸ στερέωμα, καὶ διεχώρισεν ὁ Θεὸς ἀνάμεσον τοῦ ὕδατος, ὃ ἦν ὑποκάτω τοῦ στερεώματος, καὶ ἀνάμεσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος». Γενομένου, φησί, τοῦ στερεώματος, τὰ μὲν τῶν ὑδάτων προσέταξεν ὑπὸ τοῦ στερεώματος φέρεσθαι, τὰ δὲ ὑπὲρ τῶν νώτων εἶναι τοῦ στερεώματος. Ἀλλὰ τὶ ἂν τις εἴποι τοῦτο εἶναι τὸ στερέωμα; Ὕδωρ πεπηγός, ἀλλ’ ἀέρα τινὰ συνεστραμμένον, ἀλλ’ ἑτέραν τινὰ οὐσίαν; Οὐκ ἂν τις ἁπλῶς τῶν εὖ φρονούντων διισχυρίσαιτο. Ἀλλὰ προσήκει πολλὴ τῇ εὐγνωμοσύνῃ κεχρημένους δέχεσθαι τὰ λεγόμενα, καὶ μὴ περαιτέρω τῆς οἰκείας φύσεως ὑπερβαίνοντας διερευνᾶσθαι τὰ ὑπὲρ ἡμᾶς, ἀλλὰ τοῦτο μόνον εἰδέναι καὶ κατέχειν παρ’ ἑαυτοῖς, ὅτι τῷ προστάγματι τοῦ Δεσπότου παρήχθη τὸ στερέωμα τὸν χωρισμὸν τῶν ὑδάτων ἐργαζόμενον, καὶ τὰ μὲν κάτω κατέχον, τὰ δὲ ἄνω μετέωρα ὑπὲρ τῶν οἰκείων νώτων φέρειν δυνάμενον. «Καὶ ἐκάλεσε, φησίν, ὁ Θεὸς τὸ στερέωμα οὐρανόν». Ὅρα πῶς τῇ αὐτῇ ἀκολουθίᾳ καὶ νῦν ἐχρήσατο ἡ θεῖα Γραφή. Καθάπερ εἶπε χθές, «Γενηθήτω φῶς», καὶ μετὰ τὸ παραχθῆναι, τότε ἐπήγαγεν, «Ἔστω διαχωρίζον ἀνάμεσον τοῦ φωτός», καὶ ἀνάμεσον τοῦ σκότους, καὶ οὕτως τὸ φῶς ἡμέραν ἐκάλεσεν· οὕτω καὶ σήμερον εἶπε· «Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος». Εἶτα καθάπερ ἐπὶ τοῦ φωτός, οὕτω καὶ ἐνταῦθα ἐδίδαξεν ἡμᾶς τὴν χρείαν τοῦ στερεώματος, «Ὥστε διαχωρίζειν, φησίν, ἀνάμεσον ὕδατος καὶ ὕδατος». Καὶ ὅτε αὐτοῦ τὴν χρείαν φανερὰν ἡμῖν κατέστησε, τότε καθάπερ τῷ φωτὶ τὴν ὀνομασίαν προσέθηκεν, οὕτω καὶ τῷ στερεώματι τὴν προσηγορίαν ἐπέθηκεν. «Καὶ ἐκάλεσε, φησί, τὸ στερέωμα οὐρανόν», τοῦτο τὸ ὁρώμενον. Καὶ πῶς, φησί, τινὲς βούλονται λέγειν πολλοὺς οὐρανοὺς γεγενῆσθαι; Οὐκ ἀπὸ τῆς θείας Γραφῆς ταῦτα διδασκόμενοι, ἀλλ’ ἐξ οἰκείων λογισμῶν ὁρμώμενοι. Ὁ γὰρ μακάριος Μωϋσῆς οὐδὲν τούτων πλέον ἡμᾶς διδάσκει· εἰπὼν γάρ, «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν»· εἶτα τὴν αἰτίαν διδάξας δι’ ἣν ἀόρατος ἐτύγχανεν ἡ γῆ, ὑπὸ τοῦ σκότους καὶ τῶν ὑδάτων τῆς ἀβύσσου καλυπτομένη, μετὰ τὴν τοῦ φωτὸς δημιουργίαν τάξει τινὶ καὶ ἀκολουθίᾳ χρώμενός φησι· «Καὶ εἶπεν ὁ Θεός, Γενηθήτω στερέωμα». Εἶτα τὴν χρείαν αὐτοῦ τοῦτον τοῦ στερεώματος μετὰ ἀκριβείας διδάξας, καὶ εἰπών, «Ὥστε διαχωρίζειν ἀνάμεσον ὕδατος καὶ ὕδατος», αὐτὸ τοῦτο τὸ στερέωμα οὐρανὸν ἐκάλεσε τὸ τῶν ὑδάτων χωρισμὸν ἐργασάμενον. Τὶς ἂν οὖν λοιπὸν μετὰ τὴν τοσαύτην διδασκαλίαν ἀνάσχοιτο τῶν ἁπλῶς ἐξ οἰκείας διανοίας φθέγγεσθαι βουλομένων, καὶ ἀπεναντίας τῇ θείᾳ Γραφῇ πολλοὺς οὐρανοὺς λέγειν ἐπιχειρούντων; Ἀλλ’ ἰδού, φησίν, ὁ μακάριος Δαυῒδ αἶνον ἀναφέρων τῷ Θεῷ ἔφησεν· «Αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν». Μὴ θορυβηθῇς ἀγαπητέ, μηδὲ νομίσῃς τὴν ἁγίαν Γραφὴν ἐναντία ἑαυτῇ λέγειν ποτέ· ἀλλὰ μάνθανε τὴν ἀλήθειαν τῶν εἰρημένων, καὶ κατέχων τὴν ἀκριβῆ ταύτης διδασκαλίαν, ἀπόφραξον τὰς ἀκοὰς τοῖς ἀπεναντίας ταύτῃ φθεγγομένοις.

δ’. Τὶ δὲ ἐστιν, ὃ βούλομαι εἰπεῖν, ἀκούσατε μετὰ πολλῆς τῆς προσοχῆς, ἵνα μὴ εὐκόλως παρασαλεύησθε ὑπὸ τῶν τὰ παριστάμενα λέγειν βουλομένων. Πᾶσαι αἱ θεῖαι βίβλοι τῆς Παλαιᾶς Διαθήκης τῇ Ἑβραίων γλώττῃ ἐξ ἀρχῆς ἦσαν συντεθειμέναι, καὶ τοῦτο πάντες ἂν ἡμῖν συνομολογήσαιεν. Οὐ πρὸ πολλῶν δὲ ἐτῶν τῆς τοῦ Χριστοῦ παρουσίας βασιλεὺς τις Πτολεμαῖος περὶ τὴν τῶν βιολιῶν συναγωγὴν πολλὴν τινα σπουδὴν ποιησάμενος, καὶ πολλὰ ἑτέρα συναγαγὼν καὶ διάφορα, ἔγνω δεῖν καὶ ταύτας τὰς βίβλους συναγαγεῖν. Μεταπεμψάμενος οὖν τινας τῶν ἐν Ἰεροσολύμοις Ἰουδαίων, μεταβαλεῖν εἰς τὴν Ἑλλάδα γλῶτταν προσέταξε καὶ δὴ τοῦτο εἰς ἔργον αὐτῷ ἐξενήνεκται. Ἐγένετο δὲ καὶ τοῦτο τῆς τοῦ Θεοῦ οἰκονομίας ἔργον, ὥστε μὴ μόνον τοὺς τήν Ἑβραίων γλῶτταν ἠσκημένους, ἀλλὰ καὶ πάντας τοῖς τὴν οἰκουμένην οἰκοῦντας τὴν ἐξ αὐτῶν ὠφέλειαν καρπώσασθαι. Καὶ τὸ δὴ θαυμαστὸν καί παράδοξον, ὅτι οὐ τῶν τὰ Ἰουδαϊκὰ φρονούντων τις τὴν σπουδὴν ταύτην ἐποιήσατο, ἀλλ’ ἀνὴρ τοῖς εἰδώλοις προεστηκώς, καὶ ἀπεναντίας τῇ θρησκείᾳ διακείμενος. Τοιαῦτα γὰρ ἐστιν ἅπαντα τὰ ὑπὸ τοῦ Δεσπότου τοῦ ἡμετέρου οἰκονομούμενα· ἀεὶ διὰ τῶν ἐναντίων αὔξει τὰ τῆς ἀληθείας προστάγματα. Ταῦτα δὲ οὐχ ἁπλῶς διηγησάμην ἐπὶ τῆς ὑμετέρας ἀγάπης, ἀλλ’ ἵνα εἰδέναι ἔχητε, ὅτι οὐ ταύτῃ τῇ γλώττῃ, τῇ ἡμετέρᾳ λέγω, ἀλλὰ τῇ Ἐβραΐδι ἦσαν συντεθειμέναι. Λέγουσι τοίνυν οἱ τὴν γλῶτταν ἐκείνην ἀκριβῶς ἠσκημένοι, τὸ τοῦ οὐρανοῦ ὄνομα πληθυντικῶς καλεῖσθαι παρὰ τοῖς Ἑβραίοις, καὶ τοῦτο καὶ οἱ τὴν Σύρων γλῶτταν ἐπιστάμενοι συνομολογοῦσι. Καὶ οὐκ ἂν τις εἴποι, τῇ γλώττῃ, φησί, τῇ πὰρ’ αὐτοῖς, ὁ οὐρανός, ἀλλ’ οἱ οὐρανοί. Διὰ τοῦτο τοίνυν οὕτως εἴρηται τὸ ὑπὸ τοῦ μακαρίου Δαυῒδ εἰρημένον, «Οἱ οὐρανοὶ τῶν οὐρανῶν», οὐκ ἐπειδὴ πολλοὶ εἰσιν οἱ οὐρανοί· οὐδὲ γὰρ τοῦτο ἡμᾶς ἐδίδαξεν ὁ μακάριος Μωϋσῆς· ἀλλ’ ἐπειδὴ σύνηθες τῇ γλώττῃ τῶν Ἑβραίων οὕτως ὀνομάζειν τοῦ τὴν ἑνὸς προσηγορίαν πληθυντικῶς· ἐπεὶ εἰ πολλοὶ ἦσαν, οὐκ ἂν παρέλειπε τὸ Πνεῦμα τὸ ἅγιον μὴ διὰ τῆς γλώττης τοῦ μακαρίου τούτου προφήτου διδάξαι ἡμᾶς καὶ τῶν ἄλλων τὴν δημιουργίαν. Ταῦτα ἀκριβῶς κατέχετε, παρακαλῶ, ἵνα δύνησθε ἐπιστομίζειν τοὺς ἐναντία τῇ Ἐκκλησίᾳ δόγματα ἐπεισφέρειν βουλομένους, καὶ εἰδῆτε μετὰ ἀσφαλείας τῶν ἐν ταῖς θείαις Γραφαῖς κειμένων τὴν δύναμιν. Διὰ γὰρ τοῦτο καὶ συνεχῶς ἐνταῦθα παραγίνεσθε, καὶ ἡμεῖς πυκνότερον τὴν πρὸς ὑμᾶς διδασκαλία ποιούμεθα, ἵνα παρεσκευασμένοι ἦτε παντὶ τῷ αἰτοῦντι ὑμᾶς διδόναι λόγον. Ἀλλ’ ἐπὶ τὴν ἀκολουθίαν ἐπανέλθωμεν, τὶ δοκεῖ. «Καὶ ἐκάλεσεν Θεός, φησί, τὸ στερέωμα οὐρανόν. Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν». Σκόπει πόση τῶν ῥημάτων ἡ συγκατάβασις διὰ τὴν ἀσθένειαν τὴν ἀνθρωπίνην. Καθάπερ γὰρ ἐπὶ τοῦ φωτὸς εἶπεν, Εἶδεν ὅτι καλόν, οὕτω καὶ νῦν ἐπὶ τοῦ οὐρανοῦ, ἤτοι τοῦ στερεώματος, «Καὶ εἶδεν, φησίν, ὁ Θεὸς ὅτι καλόν»· διδάσκων ἡμᾶς διὰ τούτου τὸ κάλλος αὐτοῦ τὸ ἀμήχανον. Τὶς γὰρ οὐκ ἂν ἐκπλαγείη καὶ θαυμάσειεν, ὅτι ἐν τοσούτῳ χρόνῳ ἀκμαῖον διετήρησε τὸ κάλλος, καὶ ὅσῳ πρόεισιν ὁ χρόνος, τοσούτῳ καὶ τὸ κάλλος ἐπιτείνεται; Τὶ γὰρ ὡραιότερον γένοιτ’ ἂν τοῦ παρὰ τοῦ δημιουργοῦ τὸν ἔπαινον δεξαμένου; Εἰ γὰρ ἡμεῖς ἀνθρώπου ἔργον δρῶντες ἀπηρτισμένον, θαυμάζομεν τὸ σχῆμα, τὴν θέσιν, τὸ κάλλος, τὴν ἀναλογίαν, τὸν ῥυθμὸν τὰ ἀλλὰ ἅπαντα, τὸ ὑπὸ τοῦ Θεοῦ δημιουργηθὲν πῶς ἂν τις κατ’ ἀξίαν ἐπαινέσειε, καὶ μάλιστα ὅταν καὶ αὐτοῦ τοῦ Δεσπότου τὸν ἔπαινον δέξηται; Τοῦτο γὰρ διὰ τὴν ἡμετέραν συγκατάβασιν εἴρηται, καὶ ὕψει αὐτὸν ἐφ’ ἑκάστου τῶν γινομένων τοῦτο λέγοντα, καὶ προαναιροῦντα τὴν τόλμαν τῶν μετὰ ταῦτα μελλόντων τὴν οἰκείαν γλῶσσαν ἀκονᾶν κατὰ τῆς τοῦ Θεοῦ δημιουργίας, καὶ λεγόντων, διὰ τὶ τὸ καὶ τὸ γέγονε; Τοὺς ταῦτα τοίνυν ἐπιχειροῦντας λέγειν προαναστέλλων φησί· «Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν». Ὅταν δὲ ἀκούσῃς, ὅτι εἶδεν ὁ Θεός, καὶ ἐπῄνεσε, θεοπρεπῶς νόει τὸ ῥηθέν, καὶ ὡς εἰκὸς ἐπὶ Θεοῦ. Ὁ γὰρ παραγαγών, καὶ πρὶν ἢ δημιουργήσῃ, ἠπίστατο τοῦ δημιουργουμένου τὸ κάλλος· ἀλλ’ ἐπειδὴ ἀνθρώπους ἡμᾶς ὄντας, καὶ τοσαύτῃ ἀσθενείᾳ περιβεβλημένους οὐκ ἐνῆν ἑτέρως ἀκοῦσαι, διὰ τοῦτο παρεσκεύασε τοῦ μακαρίου προφήτου τὴν γλῶτταν, τῇ παχύτητι τούτων χρήσασθαι τῶν ῥημάτων πρὸς διδασκαλίαν τῆς τῶν ἀνθρώπων φύσεως.

ε’. Ὅταν τοίνυν ἀνατείνῃς τὸ ὄμμα, καὶ θεάσῃ τοῦ οὐρανοῦ τὸ κάλλος, τὸ μέγεθος, τὴν χρείαν, τότε ἐντεῦθεν ἐπὶ τὸν δημιουργὸν ἀνάδραμε, καθάπερ σοφὸς τὶς ἔλεγεν· «Ἐκ γὰρ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται». Καὶ σκόπει τοῦ Δεσπότου σου τὴν δύναμιν, ὅση τις ἐστί, καὶ ἐκ τῆς τῶν στοιχείων τούτων δημιουργίας. Ὁ γὰρ εὐγνώμονα ψυχὴν ἔχων, εἰ βουληθείη καθ’ ἕκαστον τῶν ὁρωμένων διερευνᾶσθαι· καὶ τὶ λέγω καθ’ ἕκαστον τῶν γινομένων; Τὴν οἰκείαν μόνον διάπλασιν ἐὰν ἀκριβῶς βουληθῇ διασκέψασθαι, δύνεται καὶ διὰ τῶν μικρῶν τούτων τὴν ἄφατον καὶ ἀνεκδιήγητον τοῦ Θεοῦ δύναμιν. Εἰ δὲ τὰ δρώμενα ἱκανὰ διδάξαι τὸ μέγεθος τῆς τοῦ δημιουργοῦ δυνάμεως, ἐὰν καὶ ἐπὶ τὰς ἀοράτους δυνάμεις ἔλθῃς, καὶ τὸν λογισμὸν ἀνατείνῃς ἐπὶ τὰς τῶν ἀγγέλων στρατιᾶς, τῶν ἀρχαγγέλων, τῶν ἄνω δυνάμεων, τῶν θρόνων, τῶν κυριοτήτων, τῶν ἄρχων, τῶν ἐξουσιῶν, τῶν Χερουβίμ, τῶν Σεραφίμ, ποῖα διάνοια, ποῖος λόγος ἀρκεῖ ἐξειπεῖν τὴν μεγαλωσύνην αὐτοῦ τὴν ἀνεκδιήγητον; Εἰ γὰρ Δαυῒδ ὁ μακάριος προφήτης τῶν δρωμένων τὴν διακόσμησιν καταμαθὼν ἐβόα λέγων, «Ὣς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας»· ἀνὴρ τοσούτου Πνεύματος ἠξιωμένος, καὶ τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας αὐτοῦ μαθεῖν καταξιωθείς, τὶ ἂν εἴποιμεν ἡμεῖς, οἱ γῆ καὶ σποδὸς ὄντες, καὶ διηνεκῶς ὀφείλοντες κάτω κύπτειν, καὶ ἐκπλήττεσθαι τοῦ τῶν ἁπάντων Δεσπότου τὴν ἄφατον φιλανθρωπίαν; Καὶ τὶ λέγω τὸν προφήτην; Ὁ γὰρ μακάριος Παῦλος, ἡ οὐρανομήκης ἐκείνη ψυχή, ὁ σῶμα περικείμενος, καὶ ταῖς ἀσωμάτοις δυνάμεσιν ἁμιλλώμενος, ὁ ἐν γῇ βαδίζων, καὶ τῇ προθυμίᾳ τὸν οὐρανὸν περιπολῶν, εἰς μέρος ἓν τι τῶν οἰκονομιῶν τοῦ Θεοῦ ἐμπεσὼν (τὸ κατὰ Ἰουδαίους καὶ Ἕλληνας λέγω, καὶ πῶς οἱ μὲν ἐξ ἐξεβλήθησαν οἱ δέα ἀντεισήχθησαν), καὶ διαπορήσας καὶ ἰλιγγιάσας ἀνέκραξε μέγα βοῶν, καὶ λέγων, «Ὣ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ». Ἀλλ’ ἐνταῦθα ἡδέως ἐροίμην τοὺς τὴν τοῦ Υἱοῦ τοῦ Θεοῦ γέννησιν περιεργάζεσθαι τολμῶντας, καὶ τοῦ ἁγίου Πνεύματος τὴν ἀξίαν καθαίρειν ἐπιχειροῦντας πόθεν ὑμῖν, εἰπὲ μοι, τῆς τοσαύτης τόλμης ἡ προπέτεια; Ἀπὸ ποίας παροινίας εἰς τοσοῦτον μανίας ἐξωκείλατε; Εἰ γὰρ Παῦλος ὁ τοσοῦτος, καὶ τηλικοῦτος, τὰ κρίματα αὐτοῦ, τοῦτ’ ἐστι, τὰς οἰκονομίας, τὰς διοικήσεις, ἀνεξερεύνητά φησιν εἶναι, καὶ οὐκ εἶπεν ἀκατάληπτα, ἀλλ’ ἀνεξερεύνητα, ὥστε μηδὲ ἔρευναν ἐπιδέξασθαι, καὶ ἀνεξιχνίαστοι, φησίν, αἱ ὁδοὶ αὐτοῦ, πάλιν τὸ αὐτὸ λέγων, ὁδοὺς τὰ προστάγματα καλῶν καὶ τὰς ἐντολάς, πῶς ὑμεῖς αὐτὴν τὴν οὐσίαν τοῦ Μονογενοῦς περιεργάζεσθαι τολμᾶτε, καὶ τοῦ ἁγίου Πνεύματος τὴν ἀξίαν ἐλαττοῦν τὸ γε καθ ὑμᾶς; Ὁρᾶτε, ἀγαπητοί, ὅσον ἐστὶ κακὸν τὸ μὴ προσέχειν μετὰ ἀκριβείας τοῖς ἐν τῇ θείᾳ Γραφῇ κειμένοις. Οὗτοι γὰρ εἰ τὰ ἀπὸ τῆς θείας Γραφῆς διδάγματα μετ’ εὐγνωμοσύνης ἐδέχοντο, καὶ μὴ τὰ ἀπὸ τῶν οἰκείων λογισμῶν εἰσέφερον, οὐκ ἂν εἰς τοσαύτην ἄνοιαν ἐτράπησαν. Ἀλλ’ ἡμεῖς οὐδὲ οὕτω παυσώμεθα τὰ ἀπὸ τῆς θείας Γραφῆς αὐτοῖς ἐνηχοῦντες, καὶ τὰς ἑαυτῶν ἀκοὰς ἀποτειχίζοντες τοῖς. Ὀλεθρίοις αὐτῶν διδάγμασιν.

Ϛ’. Ἀλλ’ οὐκ οἶδα πῶς πάλιν ὑπὸ τῆς ῥύμης τοῦ λόγου εἰς ταῦτα ἐξενεχθέντες, τῆς ἀκολουθίας ἐξεπέσαμεν διὸ πάλιν ἐπαναγαγεῖν δεῖ τὸν λόγον ἐπὶ τὰ πρότερα. «Καὶ ἐκάλεσε, φησίν, ὁ Θεὸς τὸ στερέωμα οὐρανόν, καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν. Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωΐ, ἡμέρα δευτέρα». Ἐπιθεὶς τὴν προσηγορίαν τῷ στερεώματι, καὶ ἐπαινέσας τὸ γεγονός, τέλος ἐπέθηκε τῇ δευτέρᾳ ἡμέρᾳ, καὶ φησί· «Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωΐ, ἡμέρα δευτέρα». Εἶδες πῶς μετὰ ἀκριβείας ἡμᾶς διδάσκει τὸ μὲν τέλος τοῦ φωτὸς ἑσπέραν καλῶν, τὸ δὲ τέλος τῆς νυκτὸς πρωίαν, καὶ ἡμέραν τὸ πᾶν προσαγορεύων, ὥστε μὴ πλανᾶσθαι ἡμᾶς, μηδὲ νομίζειν τὴν ἑσπέραν τέλος εἶναι τῆς ἡμέρας, ἀλλ’ εἰδέναι σαφῶς ὅτι ἀμφοτέρων τὸ μῆκος μίαν ἡμέραν πληροῖ; Καὶ ἡ μὲν ἑσπέρα τέλος τοῦ φωτὸς ἂν δικαίως λέγοιτο, ὁ δὲ ὄρθρος, τοῦτ’ ἐστι, τὸ τέλος τῆς νυκτός, πλήρωμα τῆς ἡμέρας. Τοῦτο γὰρ βούλεται δηλοῦν ἡ θεῖα Γραφὴ φάσκουσα, «Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωΐ, ἡμέρα δευτέρα». Τάχα εἰς πολὺ μῆκος τὸν λόγον ἐξετείναμεν, οὐχ ἑκόντες, ἀλλ’ ὑπ’ αὐτῆς, ὡς ἂν εἴποι τις, τῆς τῶν λόγων ἀκολουθίας, καθάπερ ὑπὸ χειμάῤῥου τινὸς σφοδροτάτου παρασυρέντες. Καὶ τούτου δὲ ὑμεῖς αἴτιοι, οἱ μεθ’ ἡδονῆς ἀκούοντες τῶν παρ’ ἡμῶν λεγομένων. Οὐδὲν γὰρ οὕτω διεγείρειν δύναται τὸν λέγοντα, καὶ εἰς πλείονα εὐπορίαν ἀγαγεῖν νοημάτων, ὡς ἡ τῶν ἀκροατῶν προθυμία. Καὶ ὥσπερ οἱ ἀναπεπτωκότες καὶ ῥᾴθυμοι ἀκροαταὶ καὶ τὸν λέγειν δυνάμενον ὀκνηρότερον ἀπεργάζονται· οὕτως ὑμεῖς διὰ τὴν τοῦ Θεοῦ χάριν, κἂν αὐτῶν τῶν λίθων ὦμεν ἀφωνότεροι, ἱκανοὶ τυγχάνετε τὴν ἡμετέραν νώθειαν διεγείραι, καὶ τὸν ὕπνον ἀπὸ τινάξαι, καὶ βιάσασθαι εἰπεῖν τι τῶν ὑμῖν χρησίμων καὶ εἰς τὴν ὑμετέραν οἰκοδομὴν συντεινόντων. Ἐπεὶ οὖν τοιοῦτοι τυγχάνετε θεοδίδακτοι ὄντες, δυνάμενοι, κατὰ τὸν μακάριον Παῦλον, καὶ ἄλλους νουθετεῖν, φέρε παρακαλέσωμεν ὑμᾶς, εἰ καὶ ποτε ἄλλοτε, κατὰ τὸν τῆς νηστείας καιρόν, πολλὴν τῆς ἀρετῆς τὴν κατὰ Θεὸν πρόνοιαν ποιήσασθαι, καὶ μὴ προσκορῆς ὑμῖν ὁ λόγος γένηται, εἰ καθ’ ἑκάστην ἡμέραν ὑμῖν περὶ τῶν αὐτῶν διαλεγόμεθα· τὰ αὐτὰ γὰρ λέγειν ἐμοὶ μὲν οὐκ ὀκνηρόν, κατὰ τὸν μακάριον Παῦλον, ὑμῖν δὲ ἀσφαλές. Δεῖται γὰρ ἡμῶν ἡ ψυχὴ ῥᾴθυμος οὖσα συνεχοῦς τῆς ὑπομνήσεως. Καὶ καθάπερ τὸ σῶμα τοῦτο καθ’ ἑκάστην ἡμέραν δεῖται τῆς σωματικῆς τροφῆς, ὥστε μὴ εἰς πολλὴν ἀσθένειαν ἐμπεσὸν ἀνενέργητον κεῖσθαι· οὕτω δὴ καὶ ἡ ψυχὴ χρῄζει τῇς πνευματικῆς τροφῆς καὶ τῆς ἀρίστης πολιτείας, ὥστε ἐν συνηθείᾳ τινὶ τῶν καλῶν γινομένην αὐτήν, ἀχείρωτον λοιπὸν καταστῆναι ταῖς ἐπιβουλαῖς τοῦ πονηροῦ.

ζ’. Καθ’ ἑκάστην τοίνυν τὴν ἡμέραν ταύτης τὴν ἰσχὺν περιεργαζώμεθα, καὶ ἑαυτοὺς διερευνώμενοι μηδέποτε διαλείπωμεν· καὶ λογοθέσιον ἑαυτοῖς ποιῶμεν, καὶ τῶν εἰσαγομένων, καὶ τῶν ἐξαγομένων, τὶ μὲν χρησίμως ἐφθεγξάμεθα, τὶ δέ ἀργὸν ῥῆμα προηνέγκαμεν, καὶ πάλιν, τὶ μὲν τῶν ἐπωφελῶν διὰ τῆς ἀκοῆς εἰς τὴν ψυχὴν εἰσηγάγομεν, τὶ δὲ τῶν βλάπτειν δυναμένων πάλιν εἰς ταύτην εἰσηνέγκαμεν. Καὶ τῇ μὲν γλώττῃ κανόνας τινὰς καὶ ὄρους ἐπιθῶμεν, ὥστε πρότερον διαμαρυκᾶσθαι τὰ ῥήματα, καὶ οὕτω προφέρειν τοὺς λόγους· τὴν δὲ διάνοιαν παιδεύωμεν μηδὲν προίεσθαι τῶν βλαβερῶν ἀλλὰ κἂν ἔξωθέν τι ἐπεισφέρηται τοιοῦτον, τοῦτο ὡς περιττὸν καὶ βλάπτειν δυνάμενον ἀποσείεσθαι, κἂν ἔνδοθεν τίκτηται, ταχέως αὐτὸ φυγαδεύειν τῷ εὐσεβεῖ λογισμῷ, καὶ μὴ νομίζωμεν τὴν ἀσιτίαν μόνον τὴν μέχρι τῆς ἑσπέρας ἀρκεῖν ἡμῖν πρὸς σωτηρίαν. Εἰ γὰρ Ἰουδαίοις τοῖς ἀγνώμοσιν ἔλεγεν ὁ φιλάνθρωπος Δεσπότης διὰ τοῦ προφήτου· «Ἰδοὺ ἔτη ἑβδομήκοντα μὴ νηστείαν νενηστεύκατέ μοι; Καὶ ἐὰν φάγητε καὶ πίνητε, οὐχ ὑμεῖς ἐσθίετε καὶ πίνετε; Τάδε λέγει Κύριος παντοκράτωρ· κρίμα δίκαιον κρίνατε, καὶ ἔλεον καὶ οἰκτιρμὸν ποιεῖτε ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ, καὶ χήραν, καὶ ὀρφανὸν καὶ προσήλυτον, καὶ πένητα μὴ καταδυναστεύετε, καὶ κακίαν ἕκαστος μετὰ τοῦ ἀδελφοῦ αὐτοῦ μὴ μνησικακείτω ἐν ταῖς καρδίαις ὑμῶν». Εἰ τοίνυν ἐκείνοις τοῖς ἐπὶ τῇ σκιᾷ παρακαθημένοις, καὶ τῷ σκότῳ τῇς πλάνης προσηλωμένοις, οὐδὲν ὄφελος ἀπὸ τῆς νηστείας μόνης ἐγίνετο, μὴ ταῦτα κατωρθωκόσι, καὶ τὴν κακίαν τὴν πρὸς τὸν πλησίον ἐκ τῆς καρδίας ἐξορίσασι, ποίαν ἕξομεν ἡμεῖς ἀπολογίαν οἱ τὰ μείζονα ἀπαιτούμενοι, καὶ οὐ ταῦτα μόνον ποιεῖν κελευόμενοι, ἀλλὰ καὶ ἐχθροὺς ἀγαπᾶν, καὶ εὐεργετεῖν προσταττόμενοι; Καὶ τὶ λέγω, εὐεργετεῖν; Εὔχεσθαι μὲν οὖν ὑπὲρ αὐτῶν, καὶ τὸν Δεσπότην παρακαλεῖν, καὶ ἱκετεύειν εἰς τὴν ὑπὲρ τούτων κηδεμονίαν; Τοῦτο γὰρ ἡμῖν μάλιστα πάντων ἐν ἐκείνῃ τῇ φοβερὰ προστήσεται ἡμέρα, καὶ δαπάνη μεγίστη ἔσται τῶν ἡμῖν ἠμαρτημένων, ἐὰν οὕτω πρὸς τοὺς ἐχθρωδῶς πρὸς ἡμᾶς ἔχοντας διακείμεθα. Εἰ γὰρ καὶ μέγα ἐστι σφόδρα τὸ ἐπίταγμα, ἀλλ’ ἐὰν τὸ ἔπαθλον ἐννοήσῃς τὸ κείμενον τοῖς τοῦτο κατορθοῦσιν, οὐδὲν ὅλως φανεῖται, κἂν σφόδρα μέγα ᾗ. Τὶ δὲ τοῦτό ἐστιν; «Ἐὰν τοῦτο ποιήσητε, φησίν, ὅμοιοι ἔσεσθε τοῦ Πατρὸς ὑμῶν, τοῦ ἐν τοῖς οὐρανοῖς». Καὶ ἵνα σαφέστερον ἡμῖν τὸν λόγον ποιήσῃ, ἐπήγαγεν, «Ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθούς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους». Μιμῇ γάρ, φησί, κατὰ δύναμιν ἀνθρωπίνην τὸν Θεόν. Καθάπερ γὰρ ἐκεῖνος οἱ δικαίοις μόνον τὸν ἥλιον ἀνατέλλει, ἀλλὰ καὶ τοῖς τὰ πονηρὰ ἐργαζομένοις, καὶ τὸν ὑετὸν καὶ τοὺς ἐτησίους ὁμόρους οὐ τοῖς ἀγαθοῖς μόνον χορηγεῖ, ἀλλὰ καὶ τοῖς πονηροῖς· οὕτω καὶ σύ, ἐὰν μὴ μόνον τοὺς ἀγαπῶντας ἀγαπᾷς, ἀλλὰ καὶ τοὺς ἐχθρωδῶς πρὸς σε διακειμένους, κατὰ τὴν δύναμιν τὴν σὴν τὸν Δεσπότην μιμῇ τὸν σόν. Εἶδες πῶς εἰς τὴν ἀνωτάτω κορυφὴν ἀνήγαγε τὸν ταύτην κατορθοῦν δυνάμενον τὴν ἀρετήν; Ἀλλὰ μὴ τὸ δυσχερὲς μόνον ἐννόει τοῦ πράγματος, ἀγαπητέ, ἀλλὰ πρότερον ἀναλογίζου κατὰ σαυτόν, ὅσης μέλλεις ἀξιοῦσθαι τῆς τιμῆς· καὶ ἡ τῆς τιμῆς ὑπόθεσις τὸ βαρὺ καὶ φορτικὸν κοῦφόν σοι κατασκευαζέτω. Οὐ γὰρ ὀφείλεις χάριν εἰδέναι, ὅτι ἀφορμὴν εὑρίσκεις διὰ τῆς εἰς τὸν ἐχθρὸν εὐεργεσίας ἀνοιγῆναί σοι τῆς πρὸς τὸν Θεὸν παῤῥησίας τὰς θύρας, καὶ τῶν ἠμαρτημένων σοι τὴν δαπάνην ἐργάσασθαι; Ἀλλ’ ἴσως ἐπιθυμεῖς ἀμύνασθαι τὸν ἐχθρόν, καὶ τὸν κακῶς σε διατιθέντα τοῖς ἴσοις περιβαλεῖν ἢ καὶ μείζοσι; Καὶ τὶ πλέον ἐκ τούτου ἔσται, ὅταν μετὰ τοῦ μηδὲ ὄνησίν σοὶ τινα γίνεσθαι, καὶ εὐθύνας μέλλεις ὑπὲρ τούτου ὑπέχειν ἐν τῷ φοβερῷ ἐκείνῳ δικαστηρίῳ, ὡς τοὺς ὑπ’ αὐτοῦ τεθέντας νόμους παραχαράξας; Εἶπε γὰρ μοί, εἰ βασιλεὺς τις τῶν ἐπὶ γῆς νόμον τοιοῦτον ἔθηκεν, ὥστε τοὺς ἐχθροὺς θεραπεύειν, ἢ θάνατον εἶναι τὴν τιμωρίαν, οὐκ ἂν διὰ τὸν φόβον τοῦ σωματικοῦ τούτου θανάτου πάντες ἐπέδραμον εἰς τὴν τοῦ νόμου ἐκπλήρωσιν; Πόσης οὖν οὐκ ἂν εἴη κατηγορίας ἄξιον, διὰ μὲν τὸν σωματικὸν θάνατον, ὃν καὶ ἄνευ τούτου τὸ τῆς φύσεως ἡμῖν χρέος πάντως ἐπάγει, πάντα καταδέχεσθαι ποιεῖν, διὰ δὲ τὸν θάνατον, ἔνθα παραμυθίαν οὐκ ἐστιν εὑρεῖν, ἔλαττον φροντίζειν τοῦ ὑπὸ τοῦ τῶν ἁπάντων Δεσπότου κειμένου νόμου;

η’. Ἀλλὰ γὰρ ἔλαθον ἐμαυτὸν ταῦτα διαλεγόμενος τοῖς οὐδὲ πρὸς τοὺς ἀγαπῶντας τὴν ἴσην ἀγάπην ἐπιδεικνυμένοις. Τὶς οὖν ἡμᾶς λοιπὸν ἐξαιρήσεται τῆς κολάσεως ἐκείνης, ὅταν μὴ μόνον ἐκείνης τῆς ἐντολῆς ὦμεν μακρὰν ἀπῳκισμένοι, ἀλλὰ μηδὲ τὰ αὐτὰ τοῖς τελώναις πράττωμεν; «Ἐὰν γὰρ ἀγαπήσητε τοὺς ἀγαπῶντας ὑμᾶς, φησί, τὶ μέγα ποιεῖτε; Οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσιν»; Ὅταν οὖν μηδὲ τοῦτο παρ’ ἡμῶν γίνηται, ποῖα σωτηρίας ἡμῖν ἐλπίς; Διὸ παρακαλῶ, μὴ γενώμεθα ἄσπλαγχνοι, ἀλλὰ δαμάσωμεν ἡμῶν τὸν λογισμόν, καὶ πρῶτον μὲν παιδεύσωμεν νικᾷν τὸν πλησίον ἐν τῇ ἀγάπῃ, καί, κατὰ τὸν μακάριον Παῦλον, τῇ τιμῇ ἀλλήλους προηγούμενοι ὑπερέχοντας ἑαυτῶν, καὶ μὴ ἀνέχεσθαι ἐλαττοῦσθαι, ἀλλὰ νικᾷν, καὶ μὴ ὑπερβάλλεσθαι, ἀλλὰ καὶ πλείονα ἐπιδείκνυσθαι καὶ θερμοτέραν τὴν περὶ τοὺς ἀγαπῶντας διάθεσιν. Τοῦτο γὰρ ἐστιν ὁ μάλιστα συνέχει καὶ συγκροτεῖ τὴν ζωὴν τὴν ἡμετέραν, καὶ τούτῳ τῶν ἀλόγων καὶ τῶν θηρίων διεστήκαμεν, τῷ δύνασθαι, εἰ βουληθείημεν, τὴν προσήκουσαν ἡμῖν τάξιν διατηρεῖν, καὶ πολλὴν τὴν περὶ τοὺς πλησίον ὁμόνοιαν ἐπιδείκνυσθαι· ἔπειτα δὲ ἄγχειν τὸν λογισμόν, καὶ τὸ ἀτίθασον τοῦτο θηρίον, τὸν θυμὸν λέγω, καταξαίνειν, καὶ τὸν ἀγῶνα αὐτῷ τοῦ φοβεροῦ κριτηρίου ἐφιστᾷν, καὶ παιδεύειν, ὅτι ὑπόσχοιτο πρὸς τοὺς ἐχθροὺς σπείσασθαι, μεγάλων τεύξεται τῶν ἀγαθῶν· εἰ δὲ ἔτι φιλονεικοίη, πολλὴν ὑποστήσεται δίκην. Οὐδὲ γὰρ ἁπλῶς καὶ εἰκῆ δαπανᾷν ἡμᾶς τὸν χρόνον προσήκει, ἀλλὰ καθ’ ἑκάστην ἡμέραν καὶ ὥραν πρὸ ὀφθαλμῶν λαμβάνειν τὸ τοῦ Κυρίου κριτήριον· καὶ τίνα μὲν ἐστι τὰ πολλὴν ἡμῖν τὴν παῤῥησίαν προξενεῖν δυνάμενα, τίνα δὲ τὰ τὴν κόλασιν ἐπιτείνοντα. Καὶ οὕτω ταῦτα στρέφοντες ἐν τοῖς ἡμετέροις λογισμοῖς, περιγινώμεθα τῶν παθῶν, καταστέλλωμεν ἡμῶν τὰ τῆς σαρκὸς σκιρτήματα, καὶ νεκρώσωμεν ἡμῶν, κατὰ τὸν μακάριον Παῦλον, «Τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, θυμόν, πλεονεξίαν, κενοδοξίαν, βασκανίαν». Ἐὰν τούτοις τοῖς πάθεσι νεκροὺς ἑαυτοὺς καταστήσωμεν, ὡς μὴ δύνασθαι ἐν ἡμῖν ἐνεργεῖν, δυνησόμεθα τὸν καρπὸν τοῦ Πνεύματος δέξασθαι, ὃς ἐστιν, «Ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πραότης, ἐγκράτεια». Αὕτη τοῦ Χριστιανοῦ πρὸς τὸν ἄπιστον ἔστω διαφορά· ταῦτα ἡμῶν ἐστιν τὰ γνωρίσματα, μὴ τῇ προσηγορίᾳ μόνον ἐγκαλλωπιζώμεθα, μηδὲ τῷ σχήματι μέγα φρονῶμεν, μᾶλλον δὲ μηδέ, εἰ ταῦτα κτησαίμεθα ἅπερ ἀπηριθμησάμην, μέγα φρονήσωμέν ποτε, ἀλλὰ καὶ τότε μᾶλλον ἑαυτοὺς συστείλωμεν. «Ὅταν γὰρ πάντα ποιήσητε, φησί, λέγετε, ὅτι ἀχρεῖοι δοῦλοί ἐσμεν». Ἐὰν οὕτω μεμεριμνημένοι τυγχάνωμεν, καὶ τῆς ἑαυτῶν σωτηρίας φροντίζωμεν δυνησόμεθα καὶ ἑαυτοὺς τὰ μέγιστα ὠφελεῖν, καὶ κολάσεως τῆς μελλούσης ἐξαρπάζειν, καὶ τοῖς εἰς ἡμᾶς ὁρῶσι διδάσκαλοι γίνεσθαι τῶν συμφερόντων· ἵνα μετὰ ἀκριβείας τὸν παρόντα διανύσαντες βίον, καταξιωθῶμεν τῆς ἐν τῷ μέλλοντι φιλανθρωπίας, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ οἰκτιρμοῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ δόξα, κράτος, τιμὴ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: Ὁμιλία Ε’. Καὶ εἶπεν ὁ Θεὸς «Συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά»
Προηγούμενο: Ὁμιλία Γ’. Εἰς τὰ ὑπόλοιπα τοῦ, «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν», ἕως τοῦ, «Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωΐ, ἡμέρα μία»
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53
Ἀρχικὴ Σελίδα: Τέρτιος