Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Ὁμιλία Ϛ’. Καὶ εἶπεν ὁ Θεός· Γεννηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦσιν ἐπὶ τῆς γῆς, τοῦ διαχωρίζειν ἀνάμεσον τῆς ἡμέρας καὶ ἀνάμεσον τῆς νυκτός, καὶ ἔστωσαν εἰς σημεῖα, καὶ εἰς καιροὺς καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτούς.
Προηγούμενο: Ὁμιλία Δ’. Καὶ εἶπεν ὁ Θεός· «Γεννηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀνάμεσον ὕδατος καὶ ὕδατος· καὶ ἐγένετο οὕτως»
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

Ὁμιλία Ε’. Καὶ εἶπεν ὁ Θεὸς «Συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά»

α’. Φέρε καὶ σήμερον ἐκ τῶν τοῦ μακαρίου Μωϋσέως ῥημάτων τὴν ἑστίασιν παραθῶμεν ὑμῶν τῇ ἀγάπῃ, καὶ τὰ κατὰ τὴν τρίτην ἡμέραν παρὰ τοῦ Δεσπότου δημιουργηθέντα κατοπτεύσωμεν μετὰ ἀκριβείας. Εἰ γὰρ οἱ τὴν χρυσῖτιν γῆν ἀνορύττοντες, ἔνθα ἂν ἴδωσι φλέβας τινὰς ψήγματα ἐχούσας, οὐ πρότερον ἀφίστανται, μέχρις ἂν ἀναμοχλεύσαντες, καὶ εἰς αὐτὸ τό βάθος κατελθόντες πολλὴν τὴν εὐπορίαν ἐκεῖθεν καρπώσωνται· πολλῷ μᾶλλον ἡμᾶς προσήκει οὐ ψήγματα χρυσίου μέλλοντας διερευνᾶσθαι, ἀλλὰ θησαυρὸν ἄφατον εὑρίσκειν προσδοκῶντας, καθ’ ἑκάστην ἡμέραν τοῦτον ἀνιχνεύειν, ἵνα πολὺν τὸν πλοῦτον τῆς περιουσίας τῆς πνευματικῆς ἐντεῦθεν καρπωσάμενοι, οὕτως οἴκαδε ἐπανέλθωμεν. Ἐκεῖ μὲν γὰρ ὁ πλοῦτος ὁ αἰσθητὸς πολλάκις καὶ κινδύνους ἔτεκε τοῖς αὐτὸν κτησαμένοις, καὶ πρὸ τῶν κινδύνων καὶ βραχεῖαν τὴν ἡδονὴν παρέχων ἀθρόον ἀπέπτη, ἢ συκοφαντῶν ἐπιθεμένων, ἢ λῃστῶν, ἢ τοιχωρύχων, ἢ τῶν οἰκετῶν τῶν φυλαττόντων ὑφελομένων, καὶ δραπετευσάντων. Ἐνταῦθα δὲ οὐδὲν ἐστι τοιοῦτον ὑφικέσθαι· ἀνάλωτος γὰρ ἐστιν ὁ πνευματικὸς οὗτος θησαυρός, καὶ ἐπειδὰν εἰς τὰ ταμιεῖα τῆς διανοίας τῆς ἡμετέρας ἐναποτεθῇ, ἀχείρωτος γίνεται πάσαις ταῖς ἐπιβουλαῖς, μόνον ἐὰν ἡμεῖς μὴ ῥαθυμήσαντες χώραν δῶμεν τῷ τοῦτον ἡμῶν ἀφελέσθαι ἐπιθυμοῦντι. Ὁ γὰρ ἐχθρὸς ὁ ἡμέτερος, ὁ πονηρὸς λέγω διάβολος, ἐπειδὰν ἴδῃ πλοῦτον πνευματικὸν συλλεγέντα, μέμηνε καὶ θήγει τοὺς ὀδόντας, καὶ πολλὴν τὴν ἀγρυπνίαν ἐπιδείκνυται, ὥστε καιρὸν ἐπιτήδειον εὑρεῖν, καὶ ὑφελέσθαι τὶ τῶν ἔνδον ἡμῖν ἀποκειμένων. Οὐδεὶς δὲ ἐκείνῳ καιρὸς ἐπιτήδειος, εἰ μὴ μόνον ἡ ῥᾳθυμία ἡ ἡμέτερα· διὸ προσήκει διηνεκῶς ἡμᾶς ἐγρηγορέναι, καὶ ἀποτειχίζειν ἐκείνῳ τὰς ἐφόδους. Ἐὰν γὰρ ἴδῃ νήφοντας, καὶ πολλὴν τὴν ἀγρυπνίαν ἐπιδεικνυμένους, ἐπειδὰν ἅπαξ καὶ δεύτερον ἐπιθέμενος θεάσηται, ὡς ἀνονήτοις ἐπιχειρεῖ, ἄπεισι λοιπὸν καταισχυνθείς, εἰδὼς ὅτι οὐδὲν αὐτῷ πλέον ἔσται, ἡμῶν πολλὴν τὴν φυλακὴν ἐπιδεικνυμένων. Ὣς οὖν εἰδότες ὅτι πάντα τὸν παρόντα βίον ἐναγώνιοι τυγχάνειν ὀφείλομεν, οὕτως ἑαυτοὺς καθοπλίζωμεν, ὡσανεὶ παρεστῶτα τὸν ἐχθρὸν ἔχοντες, καὶ ἀδιαλείπτως ἐπιτηροῦντα, μὴ ποὺ τι ἀπονυστάξαντες ἀφορμὴν ἐπιθέσεως αὐτῷ παράσχωμεν.

Οὐχ ὁρᾷς τοὺς πολλά χρήματα κεκτημένους, ἐπειδὰν ἔφοδον προσδοκῶσι πολεμίων, πόσην πρόνοιαν ἐπὶ τὴν τούτων φυλακὴν ἐπιδείκνυνται· οἱ μὲν θύραις καὶ μοχλοῖς ἐναποκλείοντες, καὶ πᾶσαν ἀσφάλειαν ἐπιδεικνύμενοι· οἱ δὲ καὶ εἰς αὐτὴν τὴν γῆν κατορύττοντες, ὥστε δυνηθῆναι πάντας λαθεῖν; Τοῦ αὐτὸν δὴ τρόπον καὶ ἡμᾶς προσήκει, τὸν πλοῦτον τῆς ἀρετῆς συνάγοντας, μετὰ πολλῆς φυλάττειν τοῦτον τῆς ἀκριβείας, καὶ μὴ προτιθέναι ὑπὸ τοῖς τῶν ἁπάντων ὀφθαλμοῖς, ἀλλ’ ἐν τῷ προτιθέναι τῆς διανοίας ταμείῳ τοῦτον κατακρύπτειν, καὶ πάσας τὰς ἐφόδους ἀποτειχίζειν τῷ τοῦτον ὑφελέσθαι ἐσπουδακότι, ἵνα ἀνάλωτον αὐτὸν διαφυλάξαντες, δυνηθῶμεν τῆς ζωῆς μεθιστάμενοι ἐφόδιά τινα ἔχειν πρὸς τὴν ἐντεῦθεν ἀποδημίαν. Ὥσπερ γὰρ οἱ ἐπὶ τῆς ξένης τυγχάνοντες, ἐπειδὰν μέλλωσιν εἰς τὴν οἰκείαν ἐπανιέναι πατρίδα, ἀπὸ πολλοῦ τοῦ χρόνου κατὰ μικρὸν σπεύδουσι, καὶ ἐπείγονται συναγαγεῖν τοσαῦτα τὰ ἐφόδια, ὅσα πρὸς τὸ τῆς ὁδοῦ μῆκος ἀρκεῖν αὐτοῖς δυνήσεται, ἵνα μὴ λάθωσιν ἑαυτοὺς λιμῷ παραδιδόντες· κατὰ τὸ αὐτὸ ἀκόλουθον καὶ ἡμᾶς καθάπερ ἐπὶ ξένης ἐνταῦθα τυγχάνοντας (ξένοι γὰρ πάντες καὶ παρεπίδημοί ἐσμεν), ἐνταῦθα ἤδη σκοπεῖν καὶ προαποτίθεσθαι ἑαυτοῖς τὰ διὰ τῆς ἀρετῆς τῆς πνευματικῆς ἐφόδια· ἳν’ ὅταν προστάξῃ ὁ Δεσπότης εἰς τὴν οἰκείαν ἡμᾶς πατρίδα ἐπανελθεῖν, ἐμπαράσκευοι ὦμεν, καὶ τὰ μὲν μεθ’ ἑαυτῶν ἀποκομίσωμεν, τὰ δὲ προπέμψαντες ὦμεν. Τοιαύτη γὰρ τῶν ἐφοδίων τούτων ἡ φύσις· ἅπερ ἂν διὰ τῆς τῶν ἀγαθῶν τούτων πράξεων ἐργασίας θελήσωμεν ἑαυτοῖς προαποθέσθαι, προφθάσαντα ἡμᾶς ἐκεῖ, τὰς θύρας ἡμῖν ἀνοίγνυσι τῆς παῤῥησίας τῆς πρὸς τὸν Δεσπότην, καὶ τὴν εἴσοδον προευτρεπίζει, ὥστε μετὰ πάσης ἀδείας εἰσελθεῖν, καὶ πολλὴν εὑρεῖν παρὰ τῷ δικαστῇ τὴν εὔνοιαν.

β’. Καὶ ἵνα μάθῃς, ἀγαπητέ, ὅτι τοιαῦτα τοῦτον ἔχει τῶν τρόπον, ἐννόει μοι, ὅτι ὁ τὴν ἐλεημοσύνην μετὰ δαψιλείας ἐργαζόμενος καὶ ἐνταῦθα ἀγαθῷ συνειδότι τρεφόμενος διατελεῖ, καὶ ἐπειδὰν ἐντεῦθεν μεταστῇ, πολλὴν εὑρίσκει παρὰ τῷ δικαστῇ τὴν φιλανθρωπίαν, καὶ τῶν μακαρίων ἐκείνων ῥημάτων ἀκούσεται μετὰ τῶν λοιπῶν· «Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρὸς μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· ὅτι ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν». Τὸ αὐτὸ δὴ καὶ ἐπὶ τῶν ἄλλων ἀρετῶν γινόμενον εὕροι τις ἄν. Οὕτω καὶ ἐπὶ τῆς ἐξομολογήσεως τῶν ἁμαρτιῶν, καὶ ἐπὶ τῶν εὐχῶν τῶν μετὰ ἐκτενείας γινομένων συμβήσεται. Ὅταν γὰρ ἐν τῇ παρούσῃ ζωῇ διὰ τῆς ἐξομολογήσεως ἀπονίψασθαι τὰ πεπλημμελημένα δυνηθῶμεν, καὶ τὴν συγχώρησιν εὑρέσθαι παρὰ τοῦ Δεσπότου, ἄπιμεν ἐκεῖ καθαροὶ τῶν ἁμαρτημάτων, καὶ πολλὴν εὑρήσομεν τὴν παῤῥησίαν ἡμῖν δωρουμένην. Οὐδὲ γὰρ οἷόν τε λοιπὸν εὑρεῖν τινα παραμυθίαν ἐκεῖ τὸν μὴ ἐν τῷ βίῳ ἀπονιψάμενον τὰ ἡμαρτημένα. «Ἐν γὰρ τῷ ᾅδῃ, φησί, τὶς ἐξομολογήσεταί σοι»; Καὶ εἰκότως· οὗτος γὰρ ἐστιν ὁ τῶν σκαμμάτων καιρός, καὶ τῶν ἀγώνων καὶ τῶν παλαισμάτων· ἐκεῖνος δὲ τῶν στεφάνου, καὶ τῶν ἀμοιβῶν, καὶ τῶν βραδειῶν. Ἀγωνισώμεθα τοίνυν ὡς ἔτι ἐν τῷ σταδίῳ διάγομεν, ἵνα ἐν τῷ καιρῷ, κᾆθ’ ὃν δεῖ τὸν στέφανον κομίσασθαι καὶ τῶν καμάτων τὶς ἀμοιβάς, μὴ γενώμεθα τῶν καταισχυνομένων, ἀλλὰ τῶν μετὰ παῤῥησίας τὸν στέφανον ἐπὶ τῆς κεφαλῆς δεχομένων. Ταῦτα οὐχ ἁπλῶς, οὐδὲ μάτην προοιμιαζόμεθα ἐπὶ τῆς ὑμετέρας ἀγάπης, ἀλλὰ βουλόμενοι καθ’ ἑκάστην ἡμέραν εἰς ὑπόμνησιν ὑμᾶς ἀγαγεῖν τῶν ἀγαθῶν πράξεων, ἵνα τέλειοι καὶ ἀπηρτισμένοι τυγχάνοντες, καὶ κατὰ τὴν τῆς πολιτείας ἀρετὴν διαλάμποντες, γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι, τέκνα Θεοῦ ἀμώμητα, καὶ φανήσεσθε ὡς φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες, εἰς καύχημα ἡμέτερον, εἰς ἡμέραν Χριστοῦ, ἵνα καὶ μόνον φαινόμενοι ὠφελῆτε τοὺς ὑμῖν συγγενομένους, καὶ τῆς προσούσης ὑμῖν εὐωδίας τῆς πνευματικῆς, καὶ τῆς ἀρίστης πολιτείας μεταλαμβάνωσιν οἱ κοινωνοῦντες ὑμῖν τῆς διαλέξεως. Ὥσπερ γὰρ ἡ τῶν φαύλων συνουσία καταβλάπτειν εἴωθε τοὺς ἀναμιγνυμένους, καθάπερ καὶ ὁ μακάριος Παῦλός φησι, «Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί»· οὕτω καὶ ἡ τῶν ἀγαθῶν συνουσία τὰ μέγιστα ὀνίνησι τοὺς πλησιάζοντας. Διὰ τοῦτο καὶ ὁ φιλάνθρωπος ἡμῶν Δεσπότης συνεχώρησεν ἀναμεμίχθαι τοὺς ἀγαθοὺς τοῖς πονηροῖς, ἵνα κερδαίνωσί τι ἐκ τῆς συνουσίας, καὶ μὴ ἐναπομένωσι διηνεκῶς τῇ πονηρίᾳ, ἀλλὰ συνεχῆ ὑπόμνησιν ἔχοντες τὴν ἐκείνων θέαν, καρπώσωνται τι πλέον ἐκ τῆς τούτων συνουσίας. Τοσαύτη γὰρ τῆς ἀρετῆς ἡ ἰσχύς, ὡς καὶ τοὺς μὴ μετιόντας αὐτὴν σφόδρα αὐτὴν αἰδεῖσθαι, καὶ πολὺν τὸν ὑπὲρ αὐτῆς ἔπαινον διεξιέναι. Τὸν αὐτὸν δὴ τρόπον καὶ ἡ κακία πάλιν καὶ ὑπ’ αὐτῶν τῶν μετιόντων αὐτὴν διηνεκῶς βάλλεται ταῖς κατηγορίαις οὕτως ἐστὶ πᾶσι δήλη καὶ καταφανής, καὶ οὐδένα εὑρήσεις ποτὲ ταχέως ἐπὶ ταύτῃ παῤῥησιαζόμενον· ἀλλὰ καὶ τὸ θαυμαστόν, ὅτι ἃ διὰ τῶν ἔργων πράττειν ἐπιχειροῦσι, πολλάκις τοῖς λόγοις κακίζουσι, καὶ λανθάνειν τοὺς πολλοὺς βούλονται. Καὶ τοῦτο δὲ τῆς τοῦ Θεοῦ φιλανθρωπίας, ἦν περὶ τὸ τῶν ἀνθρώπων γένος ἐπεδείξατο, τὸ ἑκάστῳ ἡμῶν ἐπιθεῖναι κριτήριον ἀδέκαστον τὸ συνειδός, ἔχον ἀκριβῆ τὴν διάγνωσιν τῶν καλῶν καὶ τῶν οὐ τοιούτων· ὃ δὴ μάλιστα καὶ πάσης ἡμᾶς ἀπολογίας ἀποστερήσαι δυνήσεται, οὐ δι’ ἄγνοιαν προσπταίοντας τοῖς ἁμαρτήμασιν, ἀλλὰ διὰ ῥαθυμίαν ψυχῆς καὶ ἀμέλειαν τῆς ἀρετῆς.

γ’. Τοιαῦτα καθ’ ἑκάστην ὥραν στρέφοντες παρ’ ἑαυτοῖς, πολλὴν ποιώμεθα τὴν μέριμναν ὑπὲρ τῆς ἑαυτῶν σωτηρίας, ἵνα μή, τοῦ χρόνου παρατρέχοντος, λάθωμεν ἑαυτοὺς τὰ μέγιστα ζημιοῦντες. Ἀλλὰ τῶν μὲν προοιμίων ἅλις· ἀκούσωμεν δέ, εἰ δοκεῖ, τίνα ἐστίν, ἃ καὶ σήμερον ἡμᾶς διδάξαι βούλεται ἡ τοῦ Πνεύματος χάρις διὰ τῆς τοῦ Μωϋσέως γλώττης. «Καὶ εἶπε, φησίν, ὁ Θεός, Συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά· καὶ ἐγένετο οὕτω». Βλέπε μοὶ ἀγαπητέ, ἐνταῦθα τάξιν καὶ ἀκολουθίαν ἀρίστην. Ἐπειδὴ γὰρ εἶπεν ἐν ἀρχῇ ὅτι «Ἦν ἡ γῆ ἀόρατος καὶ ἀκατασκεύαστος», τῷ καὶ τῷ σκότῳ καὶ τοῖς ὕδασι καλύπτεσθαι· εἶτα τῇ δευτέρᾳ ἡμέρᾳ τὸ στερέωμα κελεύσας γενέσθαι, τὸν χωρισμὸν τῶν ὑδάτων εἰργάσατο, καλέσας τὸ στερέωμα οὐρανόν· νῦν πάλιν διδάσκει ἡμᾶς. Ὅτι ἐν τῇ τρίτῃ ἡμέρᾳ τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ, ἤτοι τοῦ στερεώματος, προσέταξεν εἰς μίαν συναγωγὴν συνελθὸν χώραν παρασχεῖν, καὶ ὀφθῆναι τὴν ξηράν· καὶ ἐγένετο οὕτως. Ἐπειδὴ γὰρ ἅπαντα ὑδάτων ἐπεπλήρωτο, κελεύει εἰς μίαν συναγωγὴν ὑδάτων τὸ πλῆθος συνελθεῖν, ἵνα οὕτως ὀφθῇ ἡ ξηρά. Σκόπει πῶς κατὰ μικρὸν ἡμῖν τὴν διακόσμησιν καὶ τὴν εὐμορφίαν αὐτῆς παραδείκνυσι. «Καὶ ἐγένετο, φησίν, οὕτω». Πῶς; Ὣς προσέταξεν ὁ Δεσπότης. Εἶπε μόνον, καὶ τὸ ἔργον ἠκολούθησε. Τοῦτο γὰρ ἴδιον Θεοῦ, τὸ κατὰ τὸ ἑαυτοῦ βούλημα τὰ δημιουργήματα ἡνιοχεῖν. «Καὶ συνήχθη, φησί, τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς τὰς συναγωγὰς αὐτῶν, καὶ ὤφθη ἡ ξηρά». Καθάπερ ἐπὶ τοῦ φῶς, σκότους ὄντος πανταχοῦ, ἐκέλευσε παραχθῆναι τὸ φῶς, καὶ διαχωρισμὸν εἰργάσατο τοῦ φωτὸς καὶ τοῦ σκότους, ὥστε τὸ μὲν τῇ ἡμέρᾳ ἀποκληρῶσαι, τὸ δὲ τῇ νυκτί· καὶ ἐπὶ τῶν ὑδάτων πάλιν τὸ στερέωμα παραγαγών, τὰ μὲν τὴν ἄνω χώραν ἐπέχειν ἐκέλευσε, τὰ δὲ ὑπὸ τὸ στερέωμα εἶναι· οὕτω καὶ νῦν αὐτὰ ταῦτα τὰ ὕδατα, τὰ ὑποκάτω τοῦ στερεώματος, προστάσσει εἰς μίαν συναγωγὴν συνδραμεῖν, ἵνα φανῇ ἡ ξηρά, καὶ τότε καὶ ταύτῃ τὸ οἰκεῖον ἐπιθῇ ὄνομα, ὥσπερ ἐπὶ τοῦ φωτὸς καὶ τοῦ σκότους. «Συνήχθη γάρ, φησί, τὰ ὕδατα εἰς τὰς συναγωγὰς αὐτῶν, καὶ ὤφθη ἡ ξηρά, καὶ ἐκάλεσεν ὁ Θεὸς τὴν ξηρὰν γῆν». Εἶδες, ἀγαπητέ, πῶς ἀόρατον οὖσαν καὶ ἀκατασκεύαστον, καθάπερ ὑπὸ παραπετάσμασί τισι καλυπτομένην τοῖς ὕδασιν ἀπαμφιάσας, ὡς εἰπεῖν, δείκνυσιν ἡμῖν αὐτῆς τέως τὸ πρόσωπον, ἐπιθεὶς αὐτῇ τὴν οἰκείαν προσηγορίαν; «Καὶ τὰ συστήματα, φησί, τῶν ὑδάτων ἐκάλεσε θαλάσσας». Ἰδοὺ καὶ τὰ ὕδατα ἔλαβε τὴν οἰκείαν προσηγορίαν. Καθάπερ γὰρ τις τεχνίτης ἄριστος ἐπειδὰν μέλλῃ κατασκευάζειν τὶ σκεῦος διὰ τῆς οἰκείας ἐπιστήμης, οὐ πρότερον τούτῳ τὴν οἰκείαν προσηγορίαν ἐπιτίθησι, μέχρις ἂν τὸ τέλος ἐπιθῇ τῷ κατασκευαζομένῳ· οὕτω δὴ καὶ ὁ φιλάνθρωπος Δεσπότης οὐ πρότερον τὰς προσηγορίας τοῖς στοιχείοις ἐπιτίθησι, μέχρις ἂν εἰς τὴν οἰκείαν χώραν τῷ οἰκείῳ προστάγματι ἐναποθῆται. Ἐπεὶ οὖν ἐδέξατο καὶ ἡ γῆ τὴν ἑαυτῆς προσηγορίαν, καὶ πρὸς τὴν οἰκείαν μορφὴν ἐπανῆλθε, καὶ τὰ ὕδατα συναχθέντα πάλιν τῆς οἰκείας ὀνομασίας ἠξιώθη. «Ἐκάλεσε γάρ, φησί, τὰ συστήματα τῶν ὑδάτων θαλάσσας», καὶ ἐπήγαγε πάλιν, «Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν». Ἐπειδὴ γὰρ ἀσθενὴς οὖσα τῶν ἀνθρώπων ἡ φύσις, οὐκ ἤρκει πρὸς ἀξίαν ἐπαινέσαι τὰ τοῦ Θεοῦ δημιουργήματα, προλαβοῦσα ἡ θεία Γραφὴ τὸν ὑπ’ αὐτοῦ τοῦ δημιουργοῦ ἔπαινον ἡμᾶς διδάσκει.

δ’. Ὅταν τοίνυν μάθῃς, ὅτι καὶ αὐτῷ τῷ παραγαγόντι καλὰ ὤφθη τὰ γεγενημένα, μεῖζον μὲν ἕξεις τὸ θαῦμα, οὐδὲν δὲ πλέον εἰς ἔπαινον καὶ ἐγκωμίου λόγον εἰσενεγκεῖν δυνήσῃ. Τοιοῦτον γὰρ ἔχεις Δεσπότην τοιαῦτα ἐργαζόμενον, ἃ μηδὲ τὸν παρ’ ἡμῶν ἔπαινον δέξασθαι δύναται. Πῶς γὰρ ἂν δυνηθείη ἀνθρωπίνη φύσις Θεοῦ ἔργα κατ’ ἀξίαν ἐπαινέσαι, ἢ ὑμνῆσαί ποτε; Καὶ θέα μοι λοιπὸν ἐνταῦθα διὰ τῶν ἐπαγομένων τοῦ εὐμηχάνου Θεοῦ τὴν ἄφατον σοφίαν. Ἐπειδὴ γὰρ φανερὸν ἡμῖν τῆς γῆς τὸ πρόσωπον ἔδειξε, λοιπὸν τῷ οἰκείῳ προστάγματι τὴν προσήκουσαν εὐμορφίαν αὐτῇ χαρίζεται, καλλωπίζων αὐτῆς τὸ πρόσωπον τῇ ποικιλίᾳ τῶν σπερμάτων. Καὶ εἶπε, φησίν, ὁ Θεός· «Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος, καὶ καθ’ ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ καθ’ ὁμοιότητα, κατὰ γένος ἐπὶ τῆς γῆς. Καὶ ἐγένετο οὕτως». Τὶ ἐστι τό, «Καὶ ἐγένετο οὕτως»; Προσέταξε, φησίν, ὁ Δεσπότης, καὶ εὐθέως ἡ γῆ τὰς οἰκείας ὠδῖνας διεγείρουσα, πρὸς τὴν τῶν σπερμάτων βλάστην ἑαυτὴν ηὐτρέπισε. «Καὶ ἐξήνεγκε, φησίν, ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος, καὶ καθ· ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς». Ἐννόει μοι ἐνταῦθα, ἀγαπητέ, πῶς τῷ ῥήματι τοῦ Δεσπότου τὰ πάντα ἐγένετο τῇ γῇ. Οὔτε γὰρ ἄνθρωπος ἦν ὁ ἐργαζόμενος, οὐκ ἄροτρον, οὐ βοῶν συνεργία, οὐκ ἄλλη τις περὶ αὐτὴν ἐπιμέλεια, ἀλλὰ μόνον ἤκουσε τοῦ ἐπιτάγματος, καὶ εὐθέως τὰ παρ’ ἑαυτῆς ἐπεδείξατο. Ἐκ τούτου μανθάνομεν, ὅτι καὶ νῦν οὐ τῶν γηπόνων ἡ ἐπιμέλεια, οὐδὲ ὁ πόνος, καὶ ἡ λοιπὴ ταλαιπωρία ἡ κατὰ τῶν γεωργίαν γινομένη τῶν καρπῶν ἡμῖν τὴν φορὰν χαρίζεται, ἀλλὰ πρὸ τούτων ἁπάντων τὸ τοῦ Θεοῦ ῥῆμα, τὸ ἐξ ἀρχῆς πρὸς αὐτὴν γενόμενον. Ἄλλως τε δὲ καὶ τὴν μετὰ ταῦτα ἀγνωμοσύνην τῶν ἀνθρώπων διορθουμένη ἡ θεῖα Γραφή, ἀκριβῶς ἡμῖν ἅπαντα διηγεῖται κατὰ τὴν τάξιν τῶν γεγονότων, ἵνα ἀναστείλῃ τῶν μάτην φθεγγομένων τὰς ἀπὸ τῶν οἰκείων λογισμῶν ληρωδίας τῶν λέγειν ἐπιχειρούντων, ὅτι τῆς τοῦ ἡλίου συνεργίας δεῖ πρὸς τὴν τῶν καρπῶν τελεσφόρησιν. Εἰσὶ δὲ τινες οἱ καὶ τῶν ἄστρων τισὶ ταῦτα ἐπιγράφειν ἐπιχειροῦσι. Διὰ τοῦτο διδάσκει ἡμᾶς τὸ Πνεῦμα τὸ ἅγιον, ὅτι πρὸ τῆς τῶν στοιχείων τούτων δημιουργίας, τῷ λόγῳ αὐτοῦ καὶ τῷ προστάγματι εἴκουσα ἡ γῆ πάντα τὰ σπέρματα ἐκδίδωσιν, οὐδενὸς ἑτέρου δεηθεῖσα πρὸς συνεργίαν. Ἤρκεσε γὰρ αὐτῇ ἀντὶ πάντων τὸ ῥῆμα ἐκεῖνο τὸ λέγον· «Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου». Κατακολουθοῦντες τοίνυν τῇ θείᾳ. Γραφῇ, μηδέποτε ἀνεχώμεθα τῶν ἁπλῶς τὰ παριστάμενα λεγόντων. Κἂν γὰρ ἄνθρωποι τὴν γῆν ἐργάζωνται, κἂν τὴν ἀπὸ τῶν ἀλόγων συνεργίαν ἔχωσι, καὶ πολλὴν τῇ γῇ ἐπιμέλειαν ἐπιδείξωνται, κἂν ἀέρων εὐκρασίᾳ γένηται, καὶ πάντα τὰ ἀλλὰ συνδράμῃ, εἰ μὴ τὸ νεῦμα τοῦ Δεσπότου γένοιτο, πάντα εἰκῆ καὶ μάτην, καὶ οὐδὲν ἔσται πλέον τῶν πολλῶν πόνων καὶ καμάτων, μὴ τῆς ἄνωθεν χειρὸς συνεφαπτομένης, καὶ τὴν τελεσφόρησιν χαριζομένης τοῖς γινομένοις. Τὶς οὐκ ἂν ἐκπλαγείη καὶ θαυμάσειεν ἐννοῶν, ὅπως τοῦ Δεσπότου τὸ ῥῆμα τὸ λέγον, «Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου», εἰς αὐτὰς τῆς γῆς τὰς λαγόνας κατελθόν, καθάπερ πέπλῳ τινὶ θαυμαστῷ, οὕτω τῇ τῶν ἀνθῶν ποικιλίᾳ τῆς γῆς τὸ πρόσωπον κατεκόσμησε; Καὶ ἦν ἰδεῖν ἀθρόον τὴν πρότερον ἄμορφον καὶ ἀκατασκεύαστον τοσοῦτον δεξαμένην τὸ κάλλος, ὡς μικροῦ δεῖν ἁμιλλᾶσθαι τῷ οὐρανῷ. Καθάπερ γὰρ ἐκεῖνος μετ’ οὐ πολὺ μέλλει κοσμεῖσθαι τῇ τῶν ἄστρων ποικιλίᾳ, οὕτω καὶ αὐτὴ τῇ διαφορᾷ τῶν ἀνθῶν οὕτως ἐκαλλωπίσατο, ὡς καὶ τὸν δημιουργὸν εἰς ἔπαινον ἄγειν· «Εἶδε γάρ, φησίν, ὁ Θεός, ὅτι καλόν».

ε’. Εἶδες πῶς καθ’ ἕκαστον τῶν γινομένων δείκνυσιν ἐπαινοῦντα τὸν δημιουργόν, ἵνα μετὰ ταῦτα ἡ τῶν ἀνθρώπων φύσις, ταῦτα διδασκομένη, ἐκ τῶν δημιουργημάτων ἀνατρέχῃ πρὸς τὸν δημιουργήσαντα; Εἰ γὰρ τὰ δημιουργήματα τοιαῦτα ὄντα νικᾷ τὴν φύσιν τὴν ἀνθρωπίνην, καὶ οὐδεὶς ἂν αὐτὰ κατ’ ἀξίαν ἐπαινέσαι δυνήσεται· τὶ ἂν τις εἰπεῖν δυνηθείη περὶ αὐτοῦ τοῦ δημιουργοῦ; «Καὶ οἶδε, φησίν, ὁ Θεός, ὅτι καλόν. Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωΐ, ἡμέρα τρίτη». Ὁρᾷς πῶς τῇ συνεχείᾳ τῇς διδασκαλίας ἐμπήξαι βούλεται τῇ διανοίᾳ τῇ ἡμετέρᾳ τῶν λεγομένων τὴν δύναμιν; Ἐχρῆν γὰρ εἰπεῖν, καὶ ἐγένετο ἡμέρα τρίτη. Ἀλλ’ ὅρα πῶς καθ’ ἑκάστην ἡμέραν οὕτω φησί, «Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωΐ, ἡμέρα τρίτη»· οὐχ ἁπλῶς οὐδὲ εἰκῆ, ἀλλ’ ἵνα μὴ συγχέωμεν τὴν τάξιν, μηδὲ νομίζωμεν ἑσπέρας καταλαβούσης τέλος εἰληφέναι τὴν ἡμέραν· ἀλλ’ ἴδωμεν, ὅτι ἡ μὲν ἑσπέρα τέλος ἐστὶ τοῦ φωτός, καὶ ἀρχὴ τῆς νυκτός, ὁ δὲ ὄρθρος τέλος τῆς νυκτὸς καὶ πλήρωμα τῆς ἡμέρας. Τοῦτο γὰρ ἡμᾶς βούλεται διδάξαι ὁ μακάριος Μωϋσῆς λέγων, «Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωΐ, ἡμέρα τρίτη». Καὶ μὴ ξενισθῇς, ἀγαπητέ, εἰ ταῦτα πολλάκις, καὶ συνεχῶς λέγει ἡ θεῖα Γραφή. Εἰ γὰρ καὶ μετὰ τὴν τοσαύτην συνέχειαν ἔτι οἱ τῇ πλάνῃ προκατειλημμένοι Ἰουδαῖοι, οἱ πεπωρωμένοι τὴν καρδίαν, φιλονεικεῖν πειρῶνται, καὶ τὴν ἑσπέραν ἀρχὴν τῆς ἐπιούσης ἡμέρας εἶναι νομίζουσιν, ἀπατῶντες ἑαυτούς, καὶ παραλογιζόμενοι. Καὶ τῇ σκιᾷ ἔτι παρακαθήμενοι, τῆς ἀληθείας οὕτω πᾶσι δήλης γεγενημένης, καὶ τῷ λύχνῳ προσεδρεύοντες, τοῦ ἡλίου τῆς δικαιοσύνης πανταχοῦ τὰς οἰκείας ἀκτῖνας ἀφιέντος, εἰ μὴ τοσαύτῃ τῇ διδασκαλίᾳ μετὰ πολλῆς τῆς ἀκριβείας ἐχρήσατο, τὶς ἂν ἤνεγκε τῶν ἀγνωμόνων τὴν φιλονεικίαν;

Ἀλλ’ ἐκεῖνοι μὲν τῆς οἰκείας ἀνοίας ἀναμενέτωσαν τὰ ἐπΊχειρα· ἡμεῖς δὲ οἱ καταξιωθέντες τὰς μαρμαρυγὰς δέξασθαι τοῦ ἡλίου τῆς δικαιοσύνης, πειθώμεθα τῇ τῇς θείας Γραφῆς διδασκαλίᾳ, καὶ τῷ κανόνι ταύτης ἐξακολουθοῦντες, οὕτω τὰ ὑγιῆ δόγματα ἐναποθώμεθα τοῖς ταμείοις τῆς διανοίας τῆς ἡμετέρας, καὶ μετὰ τῆς τούτων φυλακῆς πολλήν πρόνοιαν τῆς ἑαυτῶν σωτηρίας ποιώμεθα, καὶ τὰ λυμαινόμενα ἡμῶν τὴν κατὰ ψυχὴν ὑγίειαν φεύγωμεν, καθάπερ δηλητηρίων φαρμάκων, πάντων τῶν τοιούτων ἀπεχόμενοι. Πολὺ γὰρ μείζων αὐτὴ ἡ βλάβη καὶ τοσούτῳ μείζων, ὅσῳ ψυχὴ σώματος βελτίων. Ἐκεῖνα μὲν γὰρ τὰ φάρμακα τὸν σωματικὸν τοῦτον θάνατον ἐπάγει· τὰ δὲ τὴν ὑγίειαν τῆς ψυχῆς λυμαινόμενα, τὸν αἰώνιον ἡμῖν θάνατον προξενεῖ. Τίνα δὲ ἐστι τὰ λυμαινόμενα ἡμᾶς; Πολλὰ μὲν καὶ διάφορα, μάλιστα δὲ τὸ πρὸς τὴν δόξαν ἐπτοῆσθαι τὴν ἀνθρωπίνην, καὶ μὴ εἰδέναι ταύτης ὑπερορᾷν. Τοῦτο γὰρ ἡμῖν αἴτιον πολλῶν γίνεται κακῶν, καὶ εἲ τινὰ ἔχομεν πλοῦτον πνευματικόν, τοῦτον κενοί, καὶ ἐρήμους ἡμᾶς καθίστησι τῆς ἐντεῦθεν ὠφελείας. Τὶ οὖν ἂν γένοιτο ταύτης τῆς λύμης ὀλεθριώτερον, ὅταν καὶ ἃ δοκοῦμεν ἔχειν, ἀφίπτασθαι ἡμῶν παρασκευάζει; Οὕτως ὁ Φαρισαῖος ἐκεῖνος τοῦ τελώνου γέγονεν ἐλάττων, οὐ δυνηθεὶς κρατῆσαι τῆς οἰκείας γλώττης, ἀλλὰ δι’ ἐκείνης, καθάπερ διὰ θυρίδος τινὸς ἐκχέας πάντα αὐτοῦ τὸν πλοῦτον. Τοσοῦτόν ἐστι κενοδοξία κακόν.

Ϛ’. Εἰπὲ γὰρ μοι τίνος ἕνεκεν καὶ διὰ τὶ ἐπτόησαι περὶ τὸν τῶν ἀνθρώπων ἔπαινον; Οὐκ οἶσθα, ὅτι καθάπερ σκιά, καὶ εἲ τι ταύτης εὐτελέστερον, οὕτως ὁ παρὰ τούτων ἔπαινος εἰς τὸν ἀέρα διαχυθεὶς ἀφανίζεται; Ἄλλως τε καὶ εὐπερίτρεπτος καὶ εὐμετάβλητός ἐστιν ἡ τῶν ἀνθρώπων φύσις, καὶ οἱ αὐτοὶ νῦν μὲν ἐπαινοῦσι, νῦν δὲ κακίζουσι τὸν αὐτόν· ἐπὶ δὲ τῆς τοῦ Θεοῦ ψήφου οὐκ ἂν ποτε τοῦτο γένοιτο. Μὴ τοίνυν ἀνόητοι ὦμεν, μηδὲ εἰκῆ καὶ μάτην ἑαυτοὺς ἀπατῶμεν. Κἂν γὰρ ποιῶμέν τι ἀγαθόν, μὴ διὰ τοῦτο δὲ μόνον αὐτὸ μετερχώμεθα, ἵνα τὴν ἐντολὴν πληρώσωμεν τοῦ ἡμετέρου Δεσπότου, κἀκείνῳ μόνῳ γνώριμοι γενώμεθα, εἰκῆ τὸν πόνον ὑπομένομεν, τοῦ ἐντεῦθεν καρποῦ ἑαυτοὺς ἀποστεροῦντες. Ὁ γὰρ διὰ τὸ θηρᾶσθαι τὴν παρὰ τῶν ἀνθρώπων δόξαν τὶ τῶν ἀγαθῶν ἐργαζόμενος, κἂν τε ταύτης ἀπολαῦσαι δυνηθῇ, κἂν τε μή· πολλάκις γὰρ καὶ διὰ τοῦτο πάντα πράττων οὐδὲ ἐπιτυχεῖν ταύτης δυνήσεται· κἂν τε οὖν ἐπιτύχῃ, κἂν τε ἀποτύχῃ, ἀρκοῦσαν εἴληφεν ἐνταῦθα τὴν ἀμοιβήν, καὶ οὐδεμίαν λήψεται ἐκεῖ ὑπὲρ τούτου ἀνταπόδοσιν. Διὰ τί; Ἐπειδὴ προλαβὼν ἑαυτὸν ἀπεστέρησε τῆς παρὰ τοῦ κριτοῦ φιλοτιμίας, προτιμήσας τὰ παρόντα τῶν μελλόντων, καὶ τὴν παρὰ τῶν ἀνθρώπων δόξαν τῆς ψήφου τοῦ δικαίου κριτοῦ. Πάλιν ἂν δι’ αὐτὸ τοῦτο μόνον ἐργαζώμεθά τι τῶν πνευματικῶν, ὥστε ἐκείνῳ μόνον ἀρέσαι τῷ ἀκοιμήτῳ ὀφθαλμῷ, ᾧ πάντα γυμνὰ ἐστι καὶ τετραχηλισμένα, καὶ ὁ θησαυρὸς ἡμῖν ἀνάλωτος μένει, καὶ τὰ τῆς ἀμοιβῆς ἀκέραια, καὶ ἡ χρηστὴ προσδοκία ἐντεῦθεν ἡμῖν ἤδη πολλὴν παρέχει τὴν παραμυθίαν, καὶ μετὰ τοῦ ἐν ἀσύλῳ ταμιείῳ ἐκείνην ἡμῖν διαφυλάττεσθαι τὴν ἀμοιβὴν καὶ ἡ παρὰ τῶν ἀνθρώπων ἀκολουθήσειε δόξα. Τότε γὰρ αὐτῆς μᾶλλον μετὰ δαψιλείας ἀπολαύομεν, ὅταν αὐτῆς ὑπερορῶμεν, ὅταν αὐτὴν μὴ ζητῶμεν, ὅταν αὐτὴν μὴ διώκωμεν. Καὶ τὶ θαυμάζεις, εἰ ἐπὶ τῶν τὴν πνευματικὴν φιλοσοφίαν Μετιόντων τοῦτο γίνεται, ὅπου γε καὶ ἐπὶ τῶν περὶ τοῦ κόσμου πράγματα ἐπτοημένων, τούτων μάλιστα πλείους καταφρονοῦσι, καὶ ὑπερορῶσι τῶν ἐπιζητεῖν βουλομένων τὴν παρὰ τῶν ἀνθρώπων εὐφημίαν εὑρήσεις παρὰ πάντων αὐτοὺς σκωπτομένους ἐπὶ τῷ τῆς κενοδοξίας ἐφίεσθαι; Τὶ οὖν ἀθλιώτερον γένοιτο ἡμῶν τῶν τὰ πνευματικὰ μετιόντων, εἰ μέλλοιμεν ὁμοίως ἐκείνοις περὶ τὰς τῶν ἀνθρώπων κεχηνέναι εὐφημίας, καὶ μὴ ἀρκεῖσθαι τῷ ἐπαίνῳ τῷ παρὰ τοῦ Θεοῦ; Καθάπερ καὶ ὁ Παῦλός φησιν. «Οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθράκων, ἀλλ’ ἐκ τοῦ Θεοῦ». Οὐχ ὁρᾷς ἀγαπητέ, καὶ ἐν ταῖς ἱπποδρομίαις, ὅπως οἱ τοὺς ἵππους ἐλαύνοντες, παντὸς τοῦ δήμου καθημένου, καὶ μυρίας εὐφημίας καταχέοντος οὐκ ἐπιστρέφονται, οὐδὲ ἡδονὴν τὴν ἐκ τῆς ἐκείνων εὐφημίας καρποῦνται, ἀλλὰ πρὸς ἕνα μόνον ὁρῶσι τὸν βασιλέα τὸν ἐν μέσῳ καθήμενον, καὶ τῷ νεύματι ἐκείνου προσέχοντες παντὸς ὑπερορῶσι τοῦ πλήθους, καὶ τότε μόνον μέγα φρονοῦσιν, ἐπειδὰν ἐκεῖνος αὐτοὺς στεφανώσῃ; Τούτους δὴ καὶ σὺ μιμούμενος, μὴ πολὺν λόγον ποίου τῆς τῶν ἀνθρώπων εὐφημίας, μηδὲ διὰ τοῦτο τὴν ἀρετὴν μετέρχου, ἀλλὰ τὴν παρὰ τοῦ δικαίου κριτοῦ ψῆφον ἀνάμενε, καὶ τῷ ἐκείνου νεύματι προσέχων, οὕτως σου τὸν βίον ἅπαντα οἰκονομεῖ, ἵνα καὶ ἐνταῦθα διηνεκῶς ᾗς ταῖς χρησταῖς ἐλπίσι τρεφόμενος, κἀκεῖ τῶν αἰωνίων ἀπολαύσῃς ἀγαθῶν, ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὐ τῷ Πατρί, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμή, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: Ὁμιλία Ϛ’. Καὶ εἶπεν ὁ Θεός· Γεννηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦσιν ἐπὶ τῆς γῆς, τοῦ διαχωρίζειν ἀνάμεσον τῆς ἡμέρας καὶ ἀνάμεσον τῆς νυκτός, καὶ ἔστωσαν εἰς σημεῖα, καὶ εἰς καιροὺς καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτούς.
Προηγούμενο: Ὁμιλία Δ’. Καὶ εἶπεν ὁ Θεός· «Γεννηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀνάμεσον ὕδατος καὶ ὕδατος· καὶ ἐγένετο οὕτως»
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53
Ἀρχικὴ Σελίδα: Τέρτιος