Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

Ἀρχικὴ Σελίδα: Τέρτιος
Ἑπόμενο: Ὁμιλία Ζ’. Καὶ εἶπεν ὁ Θεὸς· «Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς τῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ, καὶ ἐγένετο οὕτως. Καὶ ἐποίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα, καὶ πᾶσαν ψυχὴν ζώων ἑρπετῶν, ἃ ἐξήγαγε τὰ ὕδατα κατὰ γένη αὐτῶν.
Προηγούμενο: Ὁμιλία Ε’. Καὶ εἶπεν ὁ Θεὸς «Συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά»
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53

Ὁμιλία Ϛ’. Καὶ εἶπεν ὁ Θεός· Γεννηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦσιν ἐπὶ τῆς γῆς, τοῦ διαχωρίζειν ἀνάμεσον τῆς ἡμέρας καὶ ἀνάμεσον τῆς νυκτός, καὶ ἔστωσαν εἰς σημεῖα, καὶ εἰς καιροὺς καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτούς.

α’. Βούλομαι τῆς συνήθους ἅψασθαι διδασκαλίας, καὶ ὀκνῶ, καὶ ἀναδύομαι· νέφος γὰρ ἀθυμίας ἐπελθὸν συνέχεε καὶ συνετάραξέ μου τὸν λογισμόν· μᾶλλον δὲ οὐκ ἀθυμίας μόνον, ἀλλὰ καὶ θυμοῦ, καὶ οὐκ οἶδ’ ὃ τι πράξω· ἀπορία γὰρ κατέχει τὴν διάνοιαν. Ὅταν γὰρ ἐννοήσω, ὅτι μικρὸν πνεύσαντος τοῦ διαβόλου, πᾶσαν ἡμῶν ἐκείνην τὴν συνεχῆ διδασκαλίαν, καὶ τὴν καθημερινὴ παραίνεσιν λήθῃ παραδόντες, εἰς τὴν σατανικὴν πομπὴν ἐκείνην ἅπαντες δεδραμήκατε, τὴν ἱπποδρομίαν καταλαβόντες, ποίᾳ προθυμίᾳ δυνήσομαι πάλιν τὴν πρὸς ὑμᾶς ποιήσασθαι διδασκαλίαν, τῶν προτέρων οὕτως ἀθρόον διαῤῥυέντων; Τὸ γὰρ μάλιστα ἐπιτεῖνόν μοι τὴν ἀθυμίαν, καὶ σφοδρότερόν μοι τὸν θυμὸν ἐργαζόμενον τοῦτό ἐστιν, ὅτι μετὰ τῆς παραινέσεως τῆς ἡμετέρας, καὶ τὴν αἰδὼ τῆς ἁγίας τεσσαρακοστῆς ἐξεβάλετε τῆς ἑαυτῶν ψυχῆς, καὶ οὕτω τοῖς τοῦ διαβόλου δικτύοις ἑαυτοὺς ἐκδεδώκατε. Πῶς ἂν τὶς δυνηθείη, κἂν λιθίνην ἔχῃ ψυχήν, πράως ἐνεγκεῖν τὴν τοσαύτην ὑμῶν ὀλιγωρίαν; Αἰσχύνομαι, πιστεύσατε, καὶ ἐρυθριῶ, ὅταν ἴδω μάτην ἡμᾶς πονουμένους, καὶ εἰς πέτρας τὸν σπόρον καταβάλλοντας. Ἀλλ’ ἐμοὶ μὲν κἂν τε ἀκούητε τῶν λεγομένων, κἂν τε παρακούητε, τὰ τῶν μισθῶν ἀπηρτισμένα τυγχάνει. Τὸ γὰρ ἐμαυτοῦ πᾶν ποιῶν διετέλεσα, καὶ τὸ ἀργύριον κατέβαλον, καὶ τὴν νουθεσίαν ἐποιησάμην· δέδοικα δὲ κὲ ἀγωνιῶ μὴ τούτῳ αὐτῷ· πλείονος ἡμῖν κατηγορήσεως αἴτιος γένωμαι. «Ὁ γὰρ δοῦλος, φησίν, ἐκεῖνος ὁ εἰδὼς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ, καὶ μὴ ποιήσας δαρήσεται πολλάς». Οὐδὲ γὰρ εἰς ἄγνοιαν ὑμῶν τις ἔχει καταφυγεῖν, οὕτως ἡμῶν καθ’ ἑκάστην ἡμέραν τὰ αὐτὰ ἐνηχούντων καὶ ὑποδεικνύντων καὶ τὰς διαβολικὰς πάγας καὶ τῆς ἀρετῆς τὴν πολλὴν εὐκολίαν, ἐὰν νήφειν βουλοίμεθα. Ἣ οὐκ ἴστε ὅτι τοὺς οὕτω τῆς ἑαυτῶν σωτηρίας ἀμελοῦντας, καὶ ποτε μὲν ἐνταῦθα παραγινομένους, ἄλλοτε δὲ εἰς τὰ τοῦ διαβόλου δίκτυα ἑαυτοὺς ἐκδιδόντας τοῖς κυσὶ παραβάλλει ἡ θεῖα Γραφή; «Ἄνθρωπος γάρ, ῥῆσίν, ἀποστρέφων ἀπὸ τῆς ἁμαρτίας αὐτοῦ καὶ πάλιν εἰς αὐτὴν ἐπανιών, ὅμοιός ἐστι κυνὶ ἐπιστρέφοντι ἐπὶ τὸν ἴδιον ἔμετον». Ὁρᾷς τίνι ἐοίκασιν οἱ πρὸς τὴν θέαν ἐκείνην τὴν παράνομον δεδραμηκότες; Οὐκ ἠκούσατε τοῦ Χριστοῦ λέγοντος, «Πᾶς ὁ ἀκούων μου τοὺς λόγους τούτους, καὶ μὴ ποιῶν αὐτούς, ὁμοιωθήσεται ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν ἄμμον, καὶ ἦλθον οἱ ποταμοί, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέῤῥηξαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ ἔπεσε, καὶ ἦν ἡ πτῶσις αὐτῆς μεγάλη»; Οἱ δὲ εἰς τὴν ἱπποδρομίαν δεδραμηκότες καὶ τούτου χείρους γεγόνασιν. Ἐκείνου γὰρ ἡ οἰκία κἂν μετὰ τὴν προσβολὴν τὴν κατάπτωσιν ὑπέμεινε· ποταμοὺς γὰρ καὶ ἀνέμους εἶπεν, οὐχ ἵνα ὑδάτων πλῆθος αἰνίξεται ἡμῖν καὶ ἀνέμων σφοδρότητα, ἀλλὰ τῶν πειρασμῶν τὴν ἐπαγωγὴν τὴν σφοδράν· καὶ τὴν κατάπτωσιν τῆς οἰκίας, οὐχ ἵνα περὶ αἰσθητῆς οἰκίας νομίσωμεν· περὶ γὰρ ψυχῆς ὁ λόγος τῆς ἀπὸ τῆς τῶν δεινῶν προσβολῆς καταπιπτούσης, καὶ μὴ δυνηθείσης ἀντισχεῖν· ἐφ’ ὑμῶν δὲ οὔτε ἄνεμος ἐκινήθη, οὔτε ποταμοὶ προσέῤῥηξαν, ἀλλ’ ἁπλῶς αὔρᾳ τις μικρὰ διαβολικὴ ἔπνευσε, καὶ πάντας ὑμᾶς ἀνεῤῥίπισε. Τὶ ταύτης τῆς ἀνοίας χεῖρον γένοιτ’ ἄν; Τὶ τῆς νηστείας ὄφελος, εἶπε μοι; Τὶ τῆς ἐνταῦθα συνελεύσεως τὸ κέρδος; Τις οὐκ ἂν καὶ ὑπὲρ ὑμῶν στενάξειε, καὶ ἡμᾶς ταλανίσειεν; Ὑπὲρ ὑμῶν μέν, ὅτι ἅπαντα, ὅσα συνηγάγετε, ὑφ’ ἓν ἐξεχέατε, καὶ τὰς θύρας τῆς διανοίας ὑμῶν ἀνεπετάσατε τῷ πονηρῷ δαίμονι, ὥστε καὶ εἰσελθεῖν, καὶ μετὰ πολλῆς τῆς εὐκολίας πάντα ὑμῶν ἐκφορῆσαι τὸν πλοῦτον τὸν πνευματικόν· ἡμᾶς δὲ ταλανίσειεν εἰκότως, ὅτι εἰς νεκρὰς οὕτως ἐνηχοῦμεν ἀκοάς, καὶ τοσαύτην ζημίαν ὑπομένομεν καθ’ ἑκάστην ἡμέραν σπείροντες μέν, μηδὲν δὲ καρποῦσθαι δυνάμενοι. Μὴ γὰρ διὰ τοῦτο λέγειν σπουδάζομεν, ὥστε ἁπλῶς τέρψαι ὑμῶν τὴν ἀκοήν, ἢ ὡς τοῦ παρ’ ὑμῶν ἐπαίνου ἐφιέμενοι; Εἰ μὴ μέλλοιτέ τι κερδαίνειν ἐκ τῶν παρ’ ἡμῶν λεγομένων, βέλτιον ἡμᾶς σιγῆσαι λοιπόν. Οὐδὲ γὰρ βούλομαι ὑμῖν πλείονα τήν κατάκρισιν ἐργάζεσθαι. Καθάπερ γὰρ ἔμπορος, ἐπειδὰν πολὺν τὸν φόρτον συναγάγῃ, καὶ πεπληρωμένην τὴν ὁλκάδα ἔχων πολλοῦ τοῦ πλούτου, ἁθρόας καταιγίδος προσπεσούσης, καὶ τῆς τῶν πνευμάτων βίας περιγενομένης αὔτανδρον καταδύσῃ τὸ σκάφος, ἐλεεινὸν ἅπασι θέαμα γίνεται, γυμνὸς ἐξαίφνης φανείς, καὶ μετὰ πολὺν καὶ ἄφατον πλοῦτον ἐν ἐσχάτῃ πενίᾳ καταστάς, τὸν αὐτὸν δὴ τρόπον καὶ ὑμᾶς νῦν ὁ διάβολος διέθηκεν. Εὑρὼν γὰρ ὑμῶν πεπληρωμένην τὴν ὁλκάδα τὴν πνευματικὴν πολλοῦ πλούτου, καὶ ἄφατον ἰδὼν τὸν θησαυρόν, ὃν ἀπὸ τε τῆς νηστείας, ἀπὸ τε τῆς συνεχοῦς διδασκαλίας συναγαγεῖν ἠδυνήθητε, καθάπερ καταιγίδα τινὰ ἐπαφεὶς τὴν ἀνόνητον ἐκείνην καὶ ἐπιβλαβῆ τῶν ἵππων ἅμιλλαν, δι’ ἐκείνης ἐρήμους καὶ γυμνοὺς πάσης τῆς εὐπορίας κατέστησεν.

β’. Οἶδα ὅτι σφοδρᾷ τῇ ἐπιτιμήσει κέχρημαι, ἀλλὰ σύγγνωτε, παρακαλῶ· τοιοῦτον γὰρ ἡ ὀδυνωμένη ψυχή. Οὐὰ γὰρ ἐξ ἀπεχθείας ταῦτα φθέγγομαι, ἀλλ’ ἀπὸ κηδεμονίας καὶ φιλοστόργου ψυχῆς· διὸ τῆς σφοδρότητος μικρὸν καθυφείς, ἐπειδὴ αὐτῆς τῆς νομῆς τοῦ ἕλκους περιγέγονα, βούλομαι καὶ εἰς ἐλπίδας χρηστὰς ἀγαγεῖν τὴν ὑμετέραν ἀγάπην, ὥστε μὴ ἀπογνῶναι, μηδὲ ἀπαγορεῦσαι. Οὐδὲ γὰρ καθάπερ ἐπὶ τῶν αἰσθητῶν γίνεται πραγμάτων, οὕτω καὶ ἐνταῦθα συμβαίνει· ἐκεῖ μὲν γὰρ οὐκ ἔνι τὸν ἀπὸ τοῦ πλούτου ἐκείνου εἰς τὴν ἐσχάτην πενίαν κατενεχθέντα εὐθέως ἀνενεγκεῖν· ἐνταῦθα δὲ διὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, ἐὰν βουλώμεθα μόνον καταγνῶναι τῶν ἤδη εἰργασμένων ἡμῖν, καὶ μέχρι τούτου στῆσαι τὰ τῆς ῥᾳθυμίας, δυνάμεθα ταχέως ἐπὶ τὴν προτέραν εὐπορίαν ἐπανελθεῖν. Τοιοῦτος γὰρ ὁ Δεσπότης ὁ ἡμέτερος, οὕτω φιλότιμος καὶ μεγαλόδωρος· καὶ βοᾷ διὰ τοῦ προφήτου, λέγων· «Οὐ θελήσει θέλω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν». Οἶδα ὅτι εὐγνώμονες ὄντες αἰσθάνεσθε τῶν ἐπταισμένων ὑμῖν. Οὐ μικρὰ δὲ ὁδὸς πρὸς τὴν ἐπάνοδον τῆς ἀρετῆς τὸ εἰδέναι τῶν ἠμαρτημένων τὸ μέγεθος. Ἀλλὰ μὴ μοὶ πάλιν τῆς διαβολικῆς ἐκείνης ἀπάτης ῥήματά τις παραγέτω, λέγων· ποῖον γὰρ ἁμάρτημα, ἰδεῖν ἵππους τρέχοντας; Ἐὰν γὰρ βουληθῇς εὐγνωμόνως καταμαθεῖν ἅπαντα τὰ ἐκεῖ γινόμενα, εὑρήσεις πάντα μεστὰ σατανικῆς ἐνεργείας. Οὐ μόνον γὰρ ἵππους τρέχοντας ἐστιν ἰδεῖν, ἀλλὰ καὶ κραυγῶν, καὶ βλασφημιῶν, καὶ μυρίων ἀκαίρων ἔστιν ἀκοῦσαι λόγων, καὶ γυναῖκας ἡταιρηκυίας εἰς τὸ μέσον παριούσας ἰδεῖν, καὶ νέους πρὸς τὴν τῶν γυναικῶν ἁπαλότητα ἑαυτοὺς ἐκδιδόντας. Ἣ μικρὰ σοι ταῦτα δοκεῖ εἶναι πρὸς τὸ τὴν ψυχὴν αἰχμάλωτον ἐργάσασθαι; Εἰ γὰρ καὶ αἱ ἀπὸ ταὐτομάτου συντυχίαι πολλάκις ὑπεσκέλισαν καὶ κατέβαλον, καὶ εἰς αὐτὸ τῆς ἀπωλείας τὸ βάραθρον κατήνεγκαν τὸν μὴ προσέχοντα, τὶ εἰκὸς παθεῖν τοὺς ἐπ’ αὐτὸ τοῦτο ἐκεῖ παραγινομένους, καὶ τοὺς ὀφθαλμοὺς ἑστιῶντας ταῖς παρανόμοις ἐκείναις θέαις, καὶ ἀπηρτισμένους μοιχοὺς ἐκεῖθεν κατιόντας; Εἰδὼς γὰρ ὁ φιλάνθρωπος ἡμῶν Δεσπότης τῆς φύσεως τῆς ἡμετέρας τὸ εὐεπηρέαστον, καὶ τῆς τοῦ διαβόλου κακουργίας τὸ πανοῦργον καὶ πολύπλοκον, ἐκ πολλοῦ τοῦ περιόντος τειχίζων ἡμᾶς, καὶ βουλόμενος ἀναλώτους ἐργάσασθαι ταῖς τούτου παγίσι, τὸν νόμον τοῦτον τέθεικεν, λέγων· «Ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ», μοιχείαν ἀπηρτισμένην καλῶν τὴν μετὰ περιεργίας θεωρίαν γεγενημένην. Μὴ τοίνυν μοι λέγε λοιπόν· τὶ γὰρ βλάβος ἀπὸ τῆς ἐκεῖσε διατριβῆς; Καὶ αὐτὸ γὰρ μόνον τὸ τῆς τῶν ἵππων ἁμίλλης ἱκανὸν πολὺν τῇ ψυχῇ τὸν ὄλεθρον ἐπαγαγεῖν. Ὅταν γὰρ ὑπὲρ ἀνονήτων, καὶ μὴ μόνον μηδὲν τῇ ψυχῇ συμβαλλομένων, ἀλλὰ καὶ λυμαινομένων αὐτῇ τὸν καιρὸν καταναλίσκωμεν, καὶ διαπληκτιζώμεθα, καὶ μυρία ῥητὰ καὶ ἄῤῥητα φθεγγώμεθα, τὶς ἡμῖν ἔσται συγγνώμη; Ποῖα δὲ ἀπολογία; Καὶ ἐνταῦθα μὲν ἐὰν μικρὸν παρατείνωμεν τὴν διδασκαλίαν, πολλοὶ δυσχεραίνουσι καὶ ἀλύουσι, καὶ πόνον τοῦ σώματος καὶ κάματον προβάλλονται, καὶ ταῦτα τοῦ θαυμαστοῦ τούτου ὀρόφου ἱκανοῦ ὄντος παραμυθήσασθαι· οὔτε γὰρ ὑπὸ κρυμοῦ ἔστιν ἐνοχληθῆναι, οὔτε ὑπὸ ὑετοῦ, ἢ τῆς τῶν ἀνέμων σφοδρότητος· ἐκεῖ δὲ καὶ ὑετοῦ λάβρου καταῤῥηγνυμένου, καὶ ἀνέμων σφοδρῶν πνεόντων, καὶ ἄλλοτε τοῦ ἡλίου θερμὴν τὴν ἀκτῖνα ἀφιέντος, οὐ μίαν οὐδὲ δύο ὥρας, ἀλλὰ τὸ πλέον τῆς ἡμέρας διημερεύουσι, καὶ οὔτε ὁ γέρων αἰδεῖται τὴν πολιάν, οὔτε ὁ νέος αἰσχύνεται πρὸς τὰ τῆς πολιὰς ὑπεκκαύματα βαδίζων· ἀλλὰ τοσαύτη ἡ ἀπάτη, ὡς καὶ μεθ’ ἡδονῆς τὸ δέλεαρ ἐκεῖνο τῶν ψυχῶν προσίεσθαι, καὶ μὴ ἐννοεῖν τῆς ἡδονῆς μὲν τῆς ἐπιβλαβοῦς τὸ βραχὺ καὶ πρόσκαιρον, τῆς δὲ ὀδύνης τὸ διηνεκές, καὶ τοῦ συνειδότος τὴν κατηγορίαν. Ὁρῶ γὰρ ἐνίων καὶ νῦν τὰ πρόσωπα, καὶ στοχάζομαι τῆς ψυχῆς τὴν κατάστασιν, καὶ ὅση νῦν αὐτοῖς ἡ μετάνοια εἰσέρχεται. Ἀλλ’ ὅπως μὴ πάλιν τοῖς αὐτοῖς περιπέσητε, μηδὲ μετὰ τὴν τοσαύτην ἡμῶν παραίνεσιν πάλιν ἐπὶ τὰ σατανικὰ συνέδρια ἐκεῖνα δράμητε, ἀναγκαῖον διαμαρτύρασθαι. Οὐδὲ γὰρ πάντοτε καλὸν προσηνῆ φάρμακα ἐπιτιθέναι, ἀλλ’ ὅταν ᾖ τὸ ἕλκος δυσένδοτον, δεῖ καὶ τὰ στύφοντα καὶ τὰ δάκνειν δυνάμενα προσάγειν, ἵνα ταχεῖα γένηται ἡ διόρθωσις.

γ’. Μαθέτωσαν τοίνυν ἅπαντες οἱ τοῖς ἐγκλήμασιν, ὅτι ὑπεύθυνοι, ὅτι εἰ καὶ μετὰ ταύτην ἡμῶν τὴν παραίνεσιν πάλιν τῇ αὐτῇ ῥᾳθυμίᾳ ἐπιμένωσιν, οὐκ ἀνεξόμεθα, ἀλλὰ τοῖς νόμοις τῆς Ἐκκλησίας χρησάμενοι μετὰ πολλῆς αὐτοὺς τῆς σφοδρότητος διδάξομεν, μὴ τοιαῦτα πλημμελεῖν, μηδὲ μετὰ τοσαύτης καταφρονήσεως τῶν θείων ἀκούειν λογίων. Καὶ ταῦτα οὐ περὶ πάντων λέγω τῶν ἐνταῦθα συνειλεγμένων, ἀλλὰ περὶ τῶν ὑπευθύνων τοῖς λεγομένοις. Ὁ μὲν γὰρ λόγος πρὸς ἅπαντας διαλέγεται ἕκαστος δὲ τῶν ἀκουόντων δεχέσθω τὸ κατάλληλον φάρμακον· ὁ μὲν τῷ ἁμαρτήματι ὑπεύθυνος, ὥστε μέχρι τούτου στῆσαι τὰ τῆς ῥᾳθυμίας καὶ μὴ περαιτέρω προελθεῖν, ἀλλὰ διὰ τῆς μετὰ ταῦτα σπουδῆς ἀνακαλέσασθαι ἑαυτόν, καὶ τῶν ἐπταισμένων ποιήσασθαι τὴν διόρθωσιν· ὁ δὲ ἀνεύθυνος ἀσφαλέστερος γενέσθω πρὸς τὸ μὴ ἁλῶναι, μηδὲ ὑπεύθυνος γενέσθαι ποτέ. Ἀλλ’ ἵνα δι’ αὐτῶν τῶν πραγμάτων πείσωμεν τὴν ὑμετέραν ἀγάπην, ὅτι ἀπὸ φιλοστοργίας καὶ πολλῆς κηδεμονίας δακνόμενοι τὴν ψυχήν, καὶ σφόδρα ὑπὲρ τῆς σωτηρίας τῆς ὑμετέρας δεδοικότες, ταῦτα εἰπεῖν προήχθημεν, φέρε πάλιν Ἑαυτοὺς ταῖς χρησταῖς ἐλπίσι τρέφοντες τὴν συνήθη παραθῶμεν ὑμῖν διδασκαλίαν, δεικνύντες ὑμῖν τὴν πατρικὴν εὔνοιαν, ἣν περὶ ὑμᾶς ἔχομεν· ἀλλά, παρακαλῶ, μετ’ ἀκριβείας προσέχετε τοῖς λεγομένοις, ἵνα καρπώσησθέ τι πλέον, καὶ οὕτως οἴκαδε ἐπανέλθητε. Ἀναγκαῖον δὲ ταῦτα τὰ ἀναγνωσθέντα εἰπεῖν ἐπὶ τῆς ὑμετέρας ἀγάπης. «Καὶ εἶπε, φησίν, ὁ Θεός· Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦσιν ἐπὶ τῆς τῆς, τοῦ διαχωρίζειν ἀναμέσον τῆς ἡμέρας, καὶ ἀναμέσον τῆς νυκτός. Καὶ ἔστωσαν εἰς σημεῖα, καὶ εἰς καιρούς, καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτούς. Καὶ ἔστωσαν εἰς φαῦσιν ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς. Καὶ ἐγένετο οὕτως». Ἐπειδὴ γὰρ χθὲς ἐδίδαξεν ἡμᾶς ὁ μακάριος Μωϋσῆς, ὅπως τὴν ἀμορφίαν τῆς γῆς ἐκαλλώπισεν ὁ τῶν ὅλων δημιουργὸς ταῖς βοτάναις, καὶ τῇ τῶν ἀνθῶν ποικιλίᾳ, καὶ τῇ βλάστῃ τῶν σπερμάτων, σήμερον πάλιν μετήγαγε τὸν λόγον ἐπὶ τὸν τοῦ οὐρανοῦ κόσμον. Καθάπερ γὰρ ἡ γῆ καλλωπίζεται διὰ τῶν ἐξ αὐτῆς ἀναδιδομένων, οὕτω τὸν οὐρανὸν τοῦτον τὸν ὁρώμενον φαιδρότερον καὶ λαμπρότερον εἰργάσατο, τῇ τε τῶν ἄστρων ποικιλίᾳ καταστίξας αὐτόν, καὶ τῇ δημιουργίᾳ τῶν δύο φωστήρων τῶν μεγάλων, λέγω τοῦ ἡλίου καὶ τῆς σελήνης. «Καὶ ἐποίησε, φησίν, ὁ Θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους, τὸν φωστῆρα τὸν μέγαν εἰς ἀρχὰς τῆς ἡμέρας, καὶ τὸν φωστῆρα τὸν ἐλάσσω εἰς ἀρχὰς νυκτός, καὶ τοὺς ἀστέρας». Εἶδες σοφίαν τοῦ δημιουργοῦ; Εἶπε μόνον, καὶ παρήχθη τὸ στοιχεῖον τοῦτο τὸ θαυμαστόν, ὁ ἥλιος λέγω. Τοῦτον γὰρ καλεῖ φωστῆρα μέγαν, καὶ φησὶν αὐτὸν εἰς ἀρχὰς τῆς ἡμέρας γεγενῆσθαι. Οὗτος γὰρ φαιδροτέραν τὴν ἡμέραν ἀπεργάζεται, καθάπερ μαρμαρυγὰς τινὰς τὰς οἰκείας ἀκτῖνας ἀφιείς, καὶ καθ’ ἑκάστην ἡμέραν ἀκμαῖον τὸ οἰκεῖον κάλλος ἐπιδεικνύμενος, καὶ ἅμα τῷ ὄρθρῳ φαινόμενος, καὶ πᾶσαν τὴν τῶν ἀνθρώπων φύσιν διεγείρων πρὸς τὴν τῶν οἰκείων ἔργων ἐπιτήδευσιν. Τούτου τὸ κάλλος ἐμφαίνων ὁ μακάριος προφήτης φησί· «Καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ, ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδὸν αὐτοῦ· ἀπ’ ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ, καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ». Ὁρᾷς ὅπως καὶ τὸ κάλλος ἡμῖν παρεδήλωσε, καὶ τὸ τάχος τῆς ἐνεργείας; Εἰπὼν γάρ, «Ἀπ’ ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ, καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ», ἐσήμανεν ἡμῖν, ὅπως ἐν μιᾷ καιροῦ ῥοπῇ πᾶσαν διατρέχει τὴν οἰκουμένην, καὶ ἀπὸ περάτων εἰς πέρατα τὰς οἰκείας ἀκτῖνας ἀφίησι, πολλὴν τὴν ἑαυτοῦ χρείαν παρεχόμενος. Οὔτε γὰρ θερμαίνει μόνον, ἀλλὰ καὶ ξηραίνει καὶ οὐ ξηραίνει μόνον, ἀλλὰ καὶ καίει, καί πολλὰς καὶ διαφόρους ἡμῖν τὰς χρείας παρέχεται, καὶ πολὺ τοῦ στοιχείου τούτου τὸ θαῦμα, καὶ οὐκ ἂν τις κατ’ ἀξίαν ἅπαντα εἰπεῖν δυνηθείη. Ταῦτα δὲ λέγω, καὶ ἐπαίρω τῷ λόγῳ τὸ στοιχεῖον, ἵνα μὴ μέχρι ταῦτα στῇς, ἀγαπητέ, ἀλλ’ ἐντεῦθεν ἀναδράμῃς, καὶ ἐπὶ τὸν τοῦ στοιχείου δημιουργὸν τὸ θαῦμα μεταγάγῃς. Ὅσῳ γὰρ ἂν μέγα δειχθῇ τὸ στοιχεῖον, τοσούτῳ πολὺ τοῦ δημιουργοῦ τὸ θαῦμα δείκνυται.

δ’. Ἀλλ’ οἱ Ἑλλήνων παῖδες θαυμάσαντες καὶ ἐκπλαγέντες τὸ στοιχεῖον, οὐκ ἠδυνήθησαν διαβλέψαι καὶ τὸν παραγαγόντα ἀνυμνῆσαι, ἀλλ’ ἐναπέμειναν τῷ στοιχείῳ, καὶ τοῦτο ἐθεοποίησαν· διὰ τοῦτο καὶ ὁ μακάριος Παῦλός φησι, «Καὶ ἐσεβάσθησαν, καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα». Τὶ γὰρ ἂν αὐτῶν ἀνοητότερον γένοιτ’ ἄν, μὴ δυνηθέντων ἐκ τοῦ δημιουργήματος τὸν δημιουργὸν καταμαθεῖν, ἀλλὰ τοσαύτην πλάνην πλανηθέντων, ὡς τὸ κτίσμα καὶ τὸ ποίημα εἰς τὴν αὐτὴν τάξιν τῷ δημιουργῷ ἀναγαγεῖν; Διὰ τοι τοῦτο καὶ ἡ θεῖα Γραφὴ προειδυῖα τὸ πρὸς πλάνην τῶν | ῥαθυμῶν ἐπιῤῥεπές, μετὰ τρεῖς ἡμέρας διδάσκει ἡμᾶς τούτου τοῦ στοιχείου τὴν δημιουργίαν γεγενῆσθαι, μετὰ τὸ πάντα τὰ σπέρματα ἀπὸ τῆς γῆς ἀναδοθῆναι, μετὰ τὸ ἀπολαβεῖν τὴν γῆν τὸν οἰκεῖον κόσμον· ἵνα μηδενὶ ἐξῇ τῶν μετὰ ταῦτα λέγειν, ὅτι ἄνευ τῆς τούτου ἐνεργείας οὐκ ἂν ἐτελεσφορήθη τὰ ἀπὸ τῆς γῆς. Διὰ τοῦτο δείκνυσί σοι πρὸ τῆς τούτου δημιουργίας ἅπαντα πεπληρωμένα, ἵνα μὴ τούτῳ ἐπιγράφῃς τῶν καρπῶν τὴν τελεσφόρησιν, ἀλλὰ τῷ τῶν ἁπάντων δημιουργῷ τῷ ἐξ ἀρχῆς εἰπόντι· «Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου». Εἰ δὲ λέγοιεν, ὅτι συντελεῖ τι καὶ τοῦ ἡλίου ἡ χρεία πρὸς τὸ τοὺς καρποὺς πεπαίνεσθαι, οὐδὲ ἐγὼ ἀντιλέγω. Ὥσπερ γὰρ καὶ τὸν γηπόνον λέγων συνεργεῖν πρὸς τὴν τῆς γῆς ἐργασίαν, οὐ τῷ γηπόνῳ τὸ πᾶν λογίζομαι, ἀλλὰ κἂν μυριάκις ὁ γηπόνος τὰ παρ’ ἑαυτοῦ ἐπιδείξηται, τὶ μὴ ὁ τῷ οἰκείῳ προστάγματι ἐξ ἀρχῆς αὐτὴν διεγείρας πρὸς τὴν τῶν καρπῶν αὐτὴν γένεσιν κινῆσαι βουληθῇ, οὐδὲν ὄφελος τῶν πολλῶν καμάτων· τὸν αὐτὸν δὴ τρόπον φημί, ὅτι κἂν μετὰ τοῦ γηπόνου καὶ ἡ τοῦ ἡλίου συνέργεια συμβάληται, καὶ ἡ τῆς σελήνης, καὶ ἡ τῶν ἀέρων εὐκρασία, οὐδὲ οὕτως ἔσται τι πλέον, μὴ τῆς ἄνωθεν δεξιᾶς συνεφαπτομένης· ἐκείνης δὲ τῆς κραταιᾶς χειρὸς βουλομένης, καὶ ἡ παρὰ τῶν στοιχείων ἐνέργεια μέγιστα συμβαλεῖται. Ταῦτα μετὰ ἀκριβείας κατέχοντες ἐπιστομίζετε τοὺς ἔτι πλανᾶσθαι βουλομένους, καὶ μὴ συγχωρεῖτε τὸ τοῦ δημιουργοῦ σέβας τοῖς κτίσμασιν ἀπονέμειν. Διὰ τοῦτο καὶ ἡ θεῖα Γραφὴ οὐ μόνον τὸ κάλλος αὐτοῦ ἡμῖν δείκνυσι, καὶ τὸ μέγεθος, καὶ τὴν χρείαν, διὰ τοῦ εἰπεῖν, «Ὡς νυμφίος», καί, «Ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδόν», ἀλλὰ καὶ τὸ ἀσθενὲς καὶ οὐδαμινόν. Ἄκουσον γὰρ τὶ φησὶν ἀλλαχοῦ· «Τὶ φωτεινότερον ἡλίου; Καὶ τοῦτο ἐκλείπει». Μὴ σε ἀπατάτω, φησίν ἡ θέα· ἐὰν γὰρ βουληθῇ ὁ δημιουργήσας προστάξαι, ὡς οὐδὲ γεγονὼς ἀφίπταται. Ταῦτα εἰ συνεῖδον Ἑλλήνων παῖδες, οὐκ ἂν τοσαύτην πλάνην ἐπλανήθησαν, ἀλλ’ εἶδον ἂν καλῶς, ὅτι προσήκει ἐκ τῆς τῶν δημιουργημάτων θεωρίας ἐπὶ τὸν δημιουργὸν ἀναδραμεῖν. Διὰ τοῦτο καὶ τῇ τετάρτῃ ἡμέρᾳ αὐτὸν ἐδημιούργησεν, ἵνα μὴ νομίσῃς τοῦτον συνιστᾷν τὴν ἡμέραν. Ὃ γὰρ ἐπὶ τῶν σπερμάτων εἴπομεν, τοῦτο καὶ ἐπὶ τῆς ἡμέρας ἐροῦμεν, ὅτι ἐγένοντο μὲν τρεῖς ἡμέραι πρὸ τῆς τούτου δημιουργίας. Ἐβουλήθη δὲ ὁ Δεσπότης καὶ διὰ τοῦ στοιχείου τοὺς τοῦ φαιδρότερον τὸ φῶς τῆς ἡμέρας ἐργάσασθαι· τὸ αὐτὸ καὶ ἐπὶ τοῦ ἐλάττονος φωστῆρος εἴποιμεν ἄν, τῆς σελήνης λέγω· γεγόνασι γὰρ τρεῖς νύκτες πρὸ τῆς ταύτης δημιουργίας. Ἀλλ’ ὅμως καὶ αὐτὴ παραχθεῖσα τὴν παρ’ ἑαυτῆς εἰσφέρει χρείαν, διασκεδάζουσα τῆς νυκτὸς τὸ σκότος, καὶ σχεδὸν εἰπεῖν τὰ αὐτὰ τῷ ἡλίῳ συντελοῦσα πρὸς τὰ ἀλλὰ πάντα. Ὁ μὲν γὰρ ἀφώρισται, «Εἰς ἀρχὰς τῆς ἡμέρας», ἡ δέ, «Εἰς ἀρχὰς τῆς νυκτός». Τὶ ἐστιν, «Εἰς ἀρχὰς τῆς ἡμέρας», καί, «Εἰς ἀρχὰς τῆς νυκτός»; Τὴν ἐξουσίαν, φησίν, ἔλαβεν ὁ μὲν τῆς ἡμέρας, ἡ δὲ τῆς νυκτός, ἳν’ ὁ μὲν φαιδροτέραν αὐτὴν ἀπεργάζηται διὰ τῶν οἰκείων ἀκτίνων, ἡ δὲ διασκεδάζῃ τὸ σκότος, καὶ τῇ φύσει τῶν ἀνθρώπων διὰ τοῦ φωτὸς οἰκείου παρέχῃ μετ’ εὐκολίας κεχρῆσθαι τοῖς οἰκείοις ἐπιτηδεύμασι. Τότε γὰρ καὶ ὁδοιπόρος θαῤῥῶν τῆς ὁδοιπορίας ἅπτεται, καὶ ναύτης καθέλκει τὸ πλοῖον, καὶ τὰ πελάγη διαπερᾷ, καὶ ἕκαστος δὲ τῶν τὰ ἐπιτηδεύματα μετιόντων, μετὰ πολλῆς τῆς ἀδείας τὰ τῆς οἰκείας ἐπιστήμης μεταχειρίζει. Εἶτα ἐπειδὴ ἐδίδαξεν ἡμᾶς τῶν φωστήρων τούτων τὴν χρείαν, φησί· «Καὶ τοὺς ἀστέρας· καὶ ἔθετο αὐτοὺς ὁ Θεὸς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς, καὶ ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτός, καὶ διαχωρίζειν ἀνάμεσον τοῦ φωτός, καὶ ἀνάμεσον τοῦ σκότους».

ε’. Ἐννόει καὶ τούτων πόσην ἡμῖν τὴν χρείαν ἐδήλωσεν. «Ἔθετο, φησίν, αὐτοὺς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ». Τὶ ἐστιν, «Ἔθετο»; Ὡς ἂν εἴποι τις, ἔπηξεν; Μὴ γένοιτο· ὁρῶμεν γὰρ αὐτοὺς πολλάκις ἐν μιᾷ καιροῦ ῥοπῇ πολὺ διάστημα διατρέχοντας, καὶ οὐδέποτε ἐν ἑνὶ τόπῳ ἱσταμένους, ἀλλὰ τὸν οἰκεῖον δρόμον ἀποπληροῦντας, ὃν τρέχειν ἐτάχθησαν παρὰ τοῦ Δεσπότου. Τὶ οὖν ἐστι τό, «Ἔθετο»; Ἀντὶ τοῦ, προσέταξεν αὐτοὺς εἶναι ἐν τῷ οὐρανῷ. Καὶ γὰρ ἐστιν ἰδεῖν προϊοῦσαν τὴν Γραφήν, καὶ ἀλλαχοῦ λέγουσαν, ὅτι «Ἔθετο τὸν Ἀδὰμ ἐν τῷ παραδείσῳ», οὐκ ἐπειδὴ ἐνέπηξεν αὐτὸν τῷ παραδείσῳ, ἀλλ’ ὅτι προσέταξεν αὐτὸν εἶναι ἐν τῷ παραδείσῳ. Τὸν αὐτὸν δὴ τρόπον καὶ περὶ τῶν ἀστέρων εἴποιμεν ἄν, ὅτι προσέταξεν αὐτοὺς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ ὄντας, τὸ οἰκεῖον φῶς ἐκπέμπειν ἐπὶ τῆς γῆς. Ἐννόησον γὰρ μοι, ἀγαπητέ, ποιῶν λειμώνων καὶ παραδείσων οὐκ ἂν εἴη τερπνότερον ἰδεῖν ἐν μέσῃ τῇ νυκτὶ τὸν οὐρανὸν κατηστερωμένον, καὶ καθάπερ τισὶν ἄνθεσι τῇ διαφορᾷ τῶν ἄστρων καλλωπιζόμενον, καὶ πολὺ τὸ φῶς εἰς τὴν γῆν αὐτοὺς καταπέμποντας; Εἰς τοῦτο γὰρ καὶ ἐτάχθησαν, ὥστε φαίνειν ἐπὶ τῆς γῆς, καὶ ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτός, ὁ καθολικῶς καὶ περὶ τῶν μεγάλων φωστήρων εἴρηται. Ἐπειδὴ γὰρ τῶν δύο φωστήρων ἡμᾶς ἐδίδαξε τὴν δημιουργίαν, καὶ τῶν ἄστρων, περὶ πάντων κοινῇ λέγων φησί· «Καὶ ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτός, καὶ διαχωρίζειν ἀνάμεσον τοῦ φωτός, καὶ ἀναμέσον τοῦ σκότους». Ὥσπερ γὰρ οὐκ ἔστιν ἐν ἡμέρᾳ ἰδεῖν ἀστέρας ἐν τῷ οὐρανῷ διατρέχοντας (τὸ γὰρ τοῦ ἡλίου φῶς τῇ πολλῇ φαιδρότητι ἀποκρύπτει ἐκείνων τὴν χρείαν), οὕτως οὐδὲ ἥλιος ἐν νυκτὶ ἂν φανείη ποτέ, ἀρκούσης τῆς σελήνης ἐπὶ τῷ οἰκείῳ φωτὶ καταυγᾶσαι τῆς νυκτὸς τὸ ζοφῶδες· ἀλλ’ ἕκαστον τῶν στοιχείων τοῖς οἰκείοις ὅροις ἐμμένον οὐδέποτε ὑπερβαίνει τὸ οἰκεῖον μέτρον, ἀλλὰ τὴν διάταξιν τοῦ Δεσπότου φυλάττον, τὴν οἰκείαν ἐνέργειαν πληροῖ. Τὶς ἂν εἴποι τὰ ἀλλὰ πάντα, ὅσα συντελεῖ πρὸς τὴν τῶν ἀνθρώπων φύσιν ἡ τῶν φωστήρων τούτων καὶ τῶν ἀστέρων χρεία; «Ἔστωσαν γάρ, φησίν, εἰς σημεῖα, καὶ εἰς καιρούς, καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτούς». Τὶ ἐστιν, «Εἰς σημεῖα, καὶ εἰς καιρούς, καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτούς»; Διδάξαι ἡμᾶς βούλεται ἡ θεῖα Γραφή, ὅτι ὁ τούτων δρόμοι τὴν γνῶσιν ἡμῖν χαρίζεται τῶν καιρῶν, καὶ τῆς τῶν τρόπων ἐναλλαγῆς, τῶν ἡμερῶν τὸν ἀριθμόν, τοῦ ἐνιαυτοῦ τὸν δρόμον, καὶ ἐκ τούτων δυνάμεθα διαγινώσκειν ἅπαντα. Καὶ γὰρ ὁ κυβερνήτης πρὸς τὸν τούτων δρόμον ὁρῶν, καὶ ἀτενίζων εἰς τὸν οὐρανόν, καὶ μετὰ ἀκριβείας ἅπαντί καταμανθάνων, τότε τῆς ναυτιλίας ἅπτεται, καὶ πελάγη διαπερᾷ, καὶ πολλάκις ζοφερωτάτης οὔσης τῆς νυκτός, ἀπὸ τῆς τῶν ἄστρων θεωρίας ἠδυνήθη τὸ σκάφος ἰθῦναι, καὶ διὰ τῆς οἰκείας τέχνης τὴν σωτηρίαν τοῖς ἐμπλέουσι χαρίσασθαι. Καὶ ὁ γηπόνος δὲ ἐντεῦθεν καταμαθὼν οἶδε, πότε μὲν προσήκει τὰ σπέρματα καταβαλεῖν, πότε δὲ τὴν γῆν ἀναμοχλεῦσαι, καὶ ἄροτρον ἑλκύσαι, καὶ πότε τὴν δρεπάνην ἀκονῆσαι, καὶ τὸν ἀμητὸν τῶν σπερμάτων ἐργάσασθαι. Καὶ εἰς τὴν τοῦ βίου σύστασιν οὐκ ὀλίγα ἡμῖν συμβάλλεται ἡ τῶν χρόνων εἴδησις, ὁ τῶν ἡμερῶν ἀριθμός, ὁ τοῦ ἐνιαυτοῦ κύκλος· καὶ πολλὰ ἂν τις εὕροι πρὸς τὴν ἀνθρωπίνην σύστασιν ὑπὸ τούτων τῶν δημιουργημάτων συντελούμενα, ἅπερ οὐκ ἂν δυνηθείη τις μετὰ ἀκριβείας ἅπαντα εἰπεῖν· διὸ χρὴ ἐκ τῶν ὀλίγων στοχασαμένους εἰδέναι, ὅση τούτων ἐστὶν ἡ χρεία, καὶ θαυμάσαντας τὰ δημιουργήματα, προσκυνεῖν τὸν τούτων δημιουργόν, καὶ ἀνυμνεῖν, καὶ ἐκπλήττεσθαι τὴν ἄφατον φιλανθρωπίαν, ἣν περὶ τὴν τῶν ἀνθρώπων φύσιν ἐπεδείξατο, δι’ οὐδὲν ἕτερον ταῦτα ἅπαντα παραγαγών, ἀλλ’ ἢ διὰ τὸν ἄνθρωπον, ὃν μέλλει μετ’ οὐ πολύ, καθάπερ τινὰ βασιλέα καὶ ἄρχοντα, ἐφιστᾷν πᾶσι τοῖς ὑπ’ αὐτοῦ δημιουργηθεῖσι. «Καὶ εἶδεν ὁ Θεός, φησίν, ὅτι καλόν». Εἶδες πῶς καθ’ ἑκάστην ἡμέραν δείκνυσιν ἡ θεῖα Γραφὴ ἀρεσκόμενον αὐτὸν τοῖς δημιουργήμασιν, ἵνα πᾶσαν ἐκκόψῃ ἀφορμὴν τῶν ἐπισκήπτειν τολμώντων τοῖς ὑπ’ αὐτοῦ γεγενημένοις; Ὅτι γὰρ τούτου ἕνεκεν καθ’ ἕκαστον τοῦτο ἐπισημαίνεται ἡ θεῖα Γραφή, ἐκ τῆς συνεχείας δῆλον καθέστηκεν.· Ἤρκει γὰρ μετὰ πάντα τὰ δημιουργήματα ἅπαξ εἰπεῖν, ὅτι πάντα ὅσα ἐποίησε, καλὰ λίαν· ἀλλ’ εἰδυῖα τῆς ἀσθενείας τῶν ἡμετέρων λογισμῶν τὴν ὑπερβολήν, καὶ κατὰ μέρος τοῦτο ποιεῖ, διδάσκουσα ἡμᾶς, ὅτι σοφία τινὶ εὐμηχάνῳ, καὶ φιλανθρωπίᾳ ἀφάτῳ ἅπαντα παρήχθη. «Καὶ ἐγένετο, φησίν, ἑσπέρα, καὶ ἐγένετο πρωΐ, ἡμέρα τετάρτη». Ἐπειδὴ γὰρ ἀπήρτισε τὸν τοῦ οὐρανοῦ κόσμον, καλλωπίσας αὐτὸν τοῖς ἄστροις καὶ τοὺς δύο φωστῆρας τοὺς μεγάλους παραγαγών, τέλος τῇ ἡμέρᾳ ἐπέθηκε· καὶ φησίν, «Ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωΐ, ἡμέρα τετάρτη». Σκόπει πῶς καθ’ ἑκάστην ἡμέραν οὕτω λέγει, τῇ πυκνότητι τῆς διδασκαλίας ἐμπήξαι τῇ διανοίᾳ βουλόμενος τὰ θεία δόγματα.

Ϛ’·. Ταῦτα τοίνυν ἅπαντα κατέχοντες ἐγκεκολαμμένα ἡμῶν τῷ πλάτει τῆς καρδίας, πᾶσαν ῥᾳθυμίαν ἀποτιναξάμενοι, τὰ τε δόγματα κατέχωμεν τὰ ὑγιῆ μετὰ ἀκριβείας, καὶ τοὺς τῇ Ἑλληνικῇ πλάνῃ προκατειλημμένους μετὰ πάσης ἐπιεικείας διδάσκωμεν μὴ συγχέειν τὴν τάξιν, μηδὲ καταλιπόντας τὸν δημιουργὸν τὰ δημιουργήματα προσκυνεῖν, τὰ διὰ τὴν ἡμετέραν σωτηρίαν καὶ χρείαν γεγενημένα. Κἂν γὰρ μυριάκις ἀποπνίγωνται Ἕλληνες, λαμπρᾷ τῇ φωνῇ βοῷ, ὅτι διὰ τὴν τῶν ἀνθρώπων φύσιν ταῦτα ἅπαντα ἐδημιουργήθη, ἐπεὶ ἀνενδεὴς ὢν ὁ δημιουργὸς οὐδενὸς τούτων ἐδεῖτο· ἀλλ’ ἵνα τὴν περὶ ἡμᾶς φιλανθρωπίαν ἐπιδείξηται, ταῦτα ἅπαντα παρήγαγε, δεικνὺς ὅσου τιμᾶται τὸ τῶν ἀνθρώπων γένος, καὶ ἵνα ἐκ τούτων ὁδηγούμενοι τὴν προσήκουσαν αὐτῷ προσκύνησιν ἀναφέρωμεν. Πόσης γὰρ οὐκ ἂν εἴη παρανοίας προσπταίειν τῷ κάλλει τῶν γινομένων, καὶ τούτοις παρακαθῆσθαι, καὶ μὴ ἀνατείνειν τὸ ὄμμα τῆς διανοίας πρὸς τὸν παραγαγόντα, καὶ πείθεσθαι τῷ μακαρίῳ Παύλῳ λέγοντι· «Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται»; Τὶ λέγεις, ἄνθρωπε; Ἰδὼν τὸν οὐρανὸν θαυμάζεις αὐτοῦ τὸ κάλλος, τῶν ἀστέρων τὴν ποικιλίαν, τῆς φαιδρότητος τὴν ὑπερβολήν; Μὴ στῇς μέχρι τούτου, ἀλλ’ ἔκτεινόν σου τὴν διάνοιαν εἰς τὸν τούτων δημιουργόν· ἐκπλήττει σε πάλιν τοῦ ἡλίου τὸ φῶς, καὶ ὁρῶν αὐτοῦ πολλὴν οὖσαν τὴν χρείαν εἰς θαῦμα διεγείρῃ, καὶ ἐπειδὰν ἴδῃς τὰς ἀκτῖνας αὐτοῦ καταυγαζούσας σου τὰς ὄφεις, θαυμάζεις τοῦ στοιχείου τὸ κάλλος· Ἀλλὰ μηδὲ ἐνταῦθα μέχρι τούτου στῇς· ἀλλ’ ἐννόησον, ὅτι εἰ τὸ δημιούργημα οὕτω θαυμαστὸν καὶ παράδοξον, καὶ πάντα ἀνθρώπινον νοῦν ὑπερβαῖνον, ποταπὸς ἂν εἴη ὁ τοῦτο λόγῳ μόνῳ καὶ ἐπιτάγματι παραγαγών; Τὸ αὐτὸ καὶ ἐπὶ τῆς γῆς λογίζου· ἐπειδὰν ἴδῃς αὐτὴν τοῖς ἄνθεσι καλλωπιζομένην, καθάπερ ἱμάτιον ποικίλον, ἐφηπλωμένην αὐτῇ πανταχόθεν τὴν βλάστην τὴν ἀπὸ τῶν βοτανῶν, μὴ τῇ δυνάμει τῆς γῆς λογίσῃ τὰ ἐξ αὐτῆς τικτόμενα, μηδὲ τῇ τοῦ ἡλίου ὅτι καὶ πρὸ τῆς σελήνης· ἀλλ’ ἐννόησον εὐγνωμόνως, ὅτι καὶ πρὸ τῆς τούτων δημιουργίας εἶπε μόνον, «Ἐξαγαγέτω ἡ γῆ βοτάνην χόρτου», καὶ παραχρῆμα ἅπαν τῆς γῆς τὸ πρόσωπον ἐφαιδρύνετο. Ἐὰν ταῦτα καθ’ ἑκάστην ἡμέραν στρέφωμεν ἐν τοῖς ἡμετέροις λογισμοῖς, αὐτοὶ τε εὐγνώμονες ἐσόμεθα, καὶ τῷ Δεσπότῃ τὴν προσήκουσαν, μᾶλλον δὲ τὴν κατὰ δύναμιν τὴν ἡμετέραν δοξολογίαν ἀναπέμψομεν. Δοξάσομεν δὲ αὐτὸν οὐ διὰ τοῦτο μόνον, ἀλλὰ καὶ διὰ τῆς ἀρίστης πολιτείας, ἐὰν μὴ πάλιν τοῖς αὐτοῖς περιπέσωμεν, ἀλλὰ ἐὰν πολλὰ χαίρειν εἰπόντες ταῖς διαβολικαῖς ἀπάταις, τῇ μετὰ ταῦτα προσοχῇ καὶ τῇ πολλῇ σπουδῇ, καὶ τῇ συντόνῳ ἐξομολογήσει τὴν ἄνωθεν εὔνοιαν ἐπισπασώμεθα. Ἀρκεῖ γὰρ αὐτῷ διὰ τὴν πολλὴν αὐτοῦ φιλανθρωπίαν τὸ ἀποστῆναι μόνον ἡμᾶς τῆς κακίας. Ἂν γὰρ τοῦτο ἑλώμεθα, εὐκόλως καὶ πρὸς τὴν τῶν ἀγαθῶν ἔργων πρᾶξιν ὁρμήσομεν. Μὴ μοι λοιπὸν ἐν ἱπποδρομίαις τις φαινέσθω, παρακαλῶ, ἀλλὰ μηδὲ ἐν τοῖς συλλόγοις τοῖς ἀκαίροις καταδαπανάτω τὸν καιρὸν τῆς ἡμέρας· μὴ μοι κύβοις καὶ τῇ ἐντεῦθεν τικτομένῃ κραυγῇ, καὶ τῇ λοιπῇ λύμῃ ἑαυτὸν τις ἐκδιδότω. Τὶ γὰρ ὄφελος, εἶπε μοι, τῆς νηστείας, ὅταν ἄσιτος μὲν διημερεύῃς, κύβοις δὲ ἑαυτὸν ἐκδίδως, καὶ φλυαρίαις ἀνονήτοις, πολλάκις δὲ καὶ ἐπιορκίαις καὶ βλασφημίαις πᾶσαν ἀναλώσῃς τὴν ἡμέραν; Μή, παρακαλῶ, μὴ οὕτω ῥαθύμως περὶ τὴν ἑαυτῶν σωτηρίαν διατεθῶμεν, ἀλλὰ μᾶλλον περὶ τῶν πνευματικῶν ἡμῖν ἔστω διηνεκῶς ἡ διάλεξις, καὶ βιβλίον τις θεῖον λαθὼν μετὰ χεῖρας, καὶ συγκαλέσας τοὺς πλησίον, διὰ τῶν θείων λόγων ἀρδέτω καὶ τὴν ἑαυτοῦ διάνοιαν καὶ τῶν συγγινομένων, ἳν’ οὕτω καὶ τὰς μηχανὰς τοῦ πονηροῦ διαφυγεῖν δυνηθῶμεν, καὶ μεγάλα ἀπὸ τῆς νηστείας καρπώσασθαι ἀγαθά, καὶ τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας ἀπολαύσωμεν, χάριτι καὶ οἰκτιρμοῖς τοῦ μονογενοῦς Υἱοῦ αὐτοῦ, μεθ’ οὗ τῷ Πατρί, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμή, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας, τῶν αἰώνων. Ἀμήν.



Ἑπόμενο: Ὁμιλία Ζ’. Καὶ εἶπεν ὁ Θεὸς· «Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς τῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ, καὶ ἐγένετο οὕτως. Καὶ ἐποίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα, καὶ πᾶσαν ψυχὴν ζώων ἑρπετῶν, ἃ ἐξήγαγε τὰ ὕδατα κατὰ γένη αὐτῶν.
Προηγούμενο: Ὁμιλία Ε’. Καὶ εἶπεν ὁ Θεὸς «Συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά»
Πίναξ Περιεχομένων: Ἰωάννου Χρυσοστόμου – Πατρολογία Τόμος 53
Ἀρχικὴ Σελίδα: Τέρτιος